Epistula ad Joannem Tornicem
- Edition reference
- Epistula ad Joannem Tornicem, ed. Heisenberg, op. cit., vol. 2, 67–69.
- CTS identifier
urn:cts:greekLit:tlg3141.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
κρατοῦντος ἀμφοῖν· οὔτε γὰρ αὐτὸς οἰκείᾳ βουλήσει τυγχά-νεις 〈τὰ τοῦ σεβαστοκράτορος διεκπληρῶν〉 οὔτ' ἔγωγε πρὸςοἷς ἀποτέταγμαι. αὐτὸς μὲν οὖν ὡς ὁρᾷς τὰ τοῦ φιλίουἐκπέπληκα· σὸν δ' ἂν εἴη τὸ ἀπὸ τοῦδε ἐνεργεῖσθαί σουτὴν ἀξίωσιν.{In Gregorii Nazianzeni sententias.}Τοῦ σοφωτάτου μεγάλου λογοθέτου κυροῦ Γεωργίουτοῦ Ἀκροπολίτου ἑρμηνεία τῶν θεολογικῶν ῥητῶν τοῦ τε‘ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ γίνεσθαι’καὶ τοῦ ‘μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη.’Πολλοὶ μὲν καὶ ἄλλοι τῶν φίλων, ὦ θειότατε καὶ σε-βασμιώτατέ μοι κεφαλή, εἰς λόγους ἐλθεῖν ἡμᾶς κατηνάγκασανκαὶ τὸ περὶ φιλοσοφίαν φιλότιμον παρ' ἑαυτοῖς ἐπιδείξασθαι,κἀντεῦθεν καὶ λόγους παῖδας ἡμεῖς εἰς φῶς προηγάγομεν.ἀλλ' ἐν ἐκείνοις μὲν λόγοις καὶ μόνον φιλίας συνδούμενοικαὶ τὸν φίλιον εὐλαβούμενοι ἀπεπληροῦμεν τὰ κελευόμενα·ὅπου δὲ πατρικὴ σχέσις καὶ ὑπερκειμένη τῶν ἄλλων στοργή,πῶς οὐκ ἂν εὐπειθέστεροι περὶ τὰ προσταττόμενα διατεθείημεν;ἀμέλει τοι τῷ σῷ χειραγωγούμενοι πνεύματι, μᾶλλον δὲ τῷκοινῷ τε καὶ θείῳ, ἐξ οὗ πᾶσα γνῶσις ἀληθινὴ πρὸς τοὺςἀληθείας ἐπιφεφοίτηκεν ἐραστάς, ὡς ἐξὸν τεθαρρηκότες περὶτοὺς λόγους χωροῦμεν καὶ τὰς λύσεις τὰς ἁρμοττούσας τοῖςτοῦ θεολόγου Γρηγορίου ῥητοῖς, καθὼς αὐτός περ ἠξίωσας,σαφηνίσαι σοι βεβουλήμεθα.Δύο δὲ τὰ ἀπορήματα τυγχάνει ἐπὶ δυσὶ δὲ ῥητοῖς,τῷ τε φάσκοντι ‘μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδοςἔστη’ καὶ τῷ λέγοντι ‘ἔστι μὲν ὅπου καὶ τὸ ἓν στασιάζονκαθ' ἑαυτὸ πολλὰ γίνεσθαι’. ἀλλὰ τὸ μὲν προσρημένονἀπόρημα ὀλίγης τινὸς παραμυθίας δεόμενον, ὡς προϊόντεςἐροῦμεν, διὰ μικρῶν σαφηνίσομεν· τὸ δ' ἄλλο πολλῆς τινοςκαὶ ποικίλης καὶ ὑψηλοτέρας ὡς οἶμαι δεῖται τῆς σαφηνείας.περὶ τούτων καὶ γὰρ ἐν μείραξιν ἔτι τελῶν καὶ τῷ θεσπε-σίῳ ἐκείνῳ ἀνδρὶ τῷ φιλοσοφωτάτῳ Βλεμμύδῃ, ἡνίκα παρ'αὐτῷ ἐφοίτων, ἐκοινολογησάμην, ἀλλ' οὐδέν τι μοι εἶχενεἰρηκέναι σαφῶς· ἀλλ' ἅπερ καὶ ἄλλοι τὰ τοῦ πατρὸς ἐξηγού-μενοι—λέγω δὲ τὸν μέγαν ἐν τοῖς λόγοις Μάξιμον καὶτοὺς μετ' αὐτὸν—εἰς πλάτος ἢ καὶ κατὰ σχολὴν δια-σαφοῦντες εἰρήκεσαν, ἐκεῖνά μοι καὶ αὐτὸς πρὸς τὴν ἀπο-ρίαν ἐφθέγγετο. ἀλλ' ἐπείπερ αὐτὸς τῶν τῆς φιλοσοφίαςἡψάμην ὀργίων τῷ τε θειοτάτῳ συνῆλθον Πλάτωνι καὶ τῷμουσολήπτῳ Πρόκλῳ, ἔτι τε μὴν τοῖς ἐνθεαστικωτάτοιςἀνδράσιν Ἰαμβλίχῳ τε καὶ Πλωτίνῳ καὶ τοῖς λοιποῖς, οὓςοὐ καιρὸς καταλέγειν, ἐποδηγήθην πρὸς τὴν διάγνωσιν τοῦῥητοῦ. ἀμέλει τοι καὶ σαφηνίσαι τοῦτο προήχθην ταῖς σαῖςθαρρήσας εὐχαῖς, σὺ δὲ ἵλεως ἡμῖν εἴης ὑπὲρ τὰ ἐσκεμμένατετολμηκόσι πηδᾶν, οἵπερ τὸ τῆς ζωῆς πλοῖον ἐν πολιτικοῖςἔχοντες πράγμασιν ἀπηναιδευμένως οὕτω περὶ τὰ θεῖα φερό-μεθα καὶ τὰ ὑπὲρ ἡμᾶς ἐξετάζειν ἐθέλομεν, ἃ μόνοις ἐφεῖταιτοῖς ὑπὲρ τὴν ὕλην γεγενημένοις καὶ ὑπερανῳκισμένοιςτῶν ἡδονῶν. ἀλλ' ἡμεῖς μὲν οὐχ οὕτως· ἀλλὰ μόνον ὑπακοῇχρώμενοι πληροῦμεν τὰ ἐντελλόμενα.Ἤδη οὖν ἀρκτέον τῆς τῶν ῥητῶν σαφηνείας καὶ πρῶ-τον μὲν τοῦ λέγοντος ‘ἡ μονὰς ἀπ' ἀρχῆς εἰς δυάδα κινη-θεῖσα μέχρι τριάδος ἔστη’. δόξειε μὲν ἄν τισιν οὐκ εὔλογαλέγειν τὸν τὰ τοιαῦτα θεολογοῦντα, πρῶτον μὲν ἐν οἷς φησιτὴν μονάδα εἰς δυάδα κινηθῆναι. καὶ γὰρ εὐχερῶς ἄν τιςαὐτὸν ἔροιτο· ‘πότερον ἄρα φῄς, ὡς ἦν ἐν στάσει πρότερονἡ μονάς, εἶτα δῆτα κινητικήν τινα προσλαβοῦσα δύναμινἐναντίαν τῇ πρώτῃ οἷον εἰπεῖν στατικὴν οὕτω τῆς κινήσεωςκεκίνηται εἰς δυάδα κἆτα δὴ εἰς τριάδα, κἀντεῦθεν ἑτέρανπροσειληφυῖα δύναμιν ἔστη, ἢ οὖσα μονὰς κινουμένη διηνεκῶςεἰς δυάδα καὶ μέχρι τριάδος βαδίζουσα, ὡς μεταιχμίου τινὸς ἐνδυάδι τυγχάνοντος, τὴν στάσιν εὕρηκεν ἐν αὐτῇ, τῆς μὲν μονάδοςἐχούσης τὴν κινητικήν, τῆς δὲ τριάδος ἵν' εἴπω τὴν στατι-κήν; ἀλλὰ καὶ ἐν ἀμφοῖν τοῖν λόγοιν ἄτοπα ἄττα ἀκολουθεῖ.εἰ μὲν γὰρ ἔστι τις ἀρχὴ τῆς μοναδικῆς κινήσεως, ἔσχε τὸθεῖον ἀρχήν, ἀλλὰ καὶ πάθος, τὴν κίνησιν, εὕρηκε καὶἀκούσιον ἔσχηκε στάσιν, καὶ ὡς ἐπὶ δράματος ἡμῖν ἀνεφάνηθεός, ἀρχὴν λαβὼν καὶ πάθους μετασχὼν καὶ τῆς πρόσωφορᾶς ἀκουσίως ἱστάμενος. οὗ τί ἂν εἴη γελοιωδέστερον;εἰ δὲ ἀπείρως τῆς μονάδος κινουμένης ἔξωθεν ἐπῆλθέ τιςδύναμις, ἀναχαιτίζουσα μὲν αὐτὴν τῆς ὁρμῆς, εἰς διαίρεσινδὲ καὶ ἀριθμὸν ἐπάγουσα καὶ τῆς πρόσω φορᾶς τῆς μονα-δικῆς κωλύουσα, καὶ πάλιν ὡς ἐπὶ σκηνῆς εὑρέθη ἄλλοςθεός, τοῦ ἐν τῇ μονάδι τῇ ἀπείρως καὶ πρώτως κινουμένῃθεωρουμένου καὶ οἷον εἰπεῖν μὴ ἱσταμένου τοῦ μοναδικοῦχύματος ἐναντίος τε ἅμα καὶ ἰσχυρότερος. ἀλλὰ καὶ τοῦτοδὴ ἀτοπώτατον δύο πρώτους καὶ ἐναντίους στῆναι θεούς.’Ὅτι μὲν οὖν ἔστι θεὸς παρὰ πᾶσι σχεδὸν ὡμολόγηται,Ἕλλησί φημι καὶ βαρβάροις· Ἐπίκουρος γὰρ ἀποπεμπέσθωτοῦ λόγου καὶ εἴ τις ἕτερος ἄθεος, αὐτόματον δοξάζων καὶτυχὸν ἢ ἄλλο τι παραλήρημα. ἀλλ' ὅτι μὲν ἔστι θεός,πάντες οἰδασιν· ἀπόδειξιν δὲ τοῦ εἶναι θεὸν οὔτε τις δεδύ-νηται οὔτ' ἂν δυνηθείη ποιήσασθαι. αἱ γὰρ ἀποδείξεις ἐκτῶν καθόλου τὰ ἐπὶ μέρους ἀποδεικνύουσι, καθολικώτερονδὲ ὂν τοῦ πρώτου ὄντος οὐκ ἄν τις ἐρεῖ οὐδ' ἀναπλάσειεπώποτε. πάντως γὰρ ἐκεῖνο ἂν εἴη τὸ πρῶτον, ὅπερ ἂνεἴη πρῶτον καὶ μέχρις ὅτου δύναιτο ἂν προβαίνειν· ὅπουγὰρ ἂν σταίη καὶ ἀνυπόθετον θείη, ἐκεῖνο ἂν εὕρῃ τὸπρώτως ὄν. διὰ ταῦτα ἀπόδειξιν κατασκευάζουσαν, ὅτι ἔστιθεός, οὐ ῥᾷόν ἐστιν ἐφευρεῖν. παραμυθίαν δέ τινα ἐξἐπαγωγικῆς οἷον μεθόδου οἱ θεολογήσαντες ἐφεῦρόν τε καὶπαρέδωκαν ἔκ τε τῆς εὐτάκτου τοῦ παντὸς κινήσεως τῆςσφαιρικῆς τε περιπολήσεως τῶν ἐν αὐτῇ καθιδρυμένωνἄστρων, τῶν τε ἰδίαν ἐχόντων κίνησιν καὶ τῶν συμπεριφερο-μένων τοῦ οὐρανοῦ κύτει, καὶ ἄλλοις τοιούτοις εἰς κατασκευὴνκατεχρήσαντο, οὐχ ἧττον δὲ καὶ τὴν καθ' ἡμᾶς ζωικὴνἁρμονίαν εἰς λόγους παραλαβόντες. ἀλλ' ἡμεῖς τὰ τοιαῦταἀφέντες ἄλλην τινὰ συντομωτέραν ὡς οἶμαι καὶ ἀναγκαστι-κωτέραν βαδίσαιμεν, καὶ μόνον οὐχὶ γεωμετρικαῖς ἀποδείξε-σιν ἀποδείξαιμεν, ὅτι ἔστι θεός.Ἀρκτέον οὖν ὧδε ἀπὸ κοινῶν καὶ ὁμολογουμένωνπραγμάτων ἢ νοημάτων τὰ τῆς ἀποδείξεως ποιουμένοις.ἔστι μὲν ἡ οὐσία, καὶ οὐδεὶς ὁρῶν ἀντερεῖ ἢ ὁπωσοῦν αἰσθανό-μενος· ἔστι γὰρ καὶ λίθος καὶ ξύλον καὶ ἵππος καὶ ἄνθρω-πος ἐν οὐσίᾳ τινὶ συνυπάρχοντα. ἔστιν ἐν ταύτῃ καὶ αἴσ-θησις, καὶ τοῦτο σύμπας ὁμολογήσειεν· ἅπτεται γὰρ καὶὁρᾷ τὸ ζῶον ἀκούει τε καὶ ὀσφραίνεται. ἔστι γοῦν οὐσία,καὶ ἐπὶ ταύτῃ κρείττων δύναμις αἴσθησις. ἔστι καὶ τὸφανταστικῶς γινώσκειν ἔν τισι τῶν αἰσθανομένων ζώων, δι'οὗ καὶ τὸ χνοειδὲς τὰ τούτου μετέχοντα ὑπεμφαίνουσιν,οἷον ἀράχναι μέλιτται μύρμηκες· ἐντεῦθεν καὶ μνήμη ἐνίοιςἐγγίνεται, ὡς κυσὶ καὶ ἵπποις καὶ ἄλλοις τοιούτοις. ἔστινοὖν σὺν τοῖς εἰρημένοις, οὐσίᾳ τε καὶ αἰσθήσει, καὶ φαν-ταστικὴ δύναμις, τῶν λελεγμένων κρείττων πολύ. ἀλλ' ἔστινἐπὶ πᾶσι τούτοις καὶ βελτίων γνωστικὴ δύναμις, τὴν τῆςνοερᾶς λέγω ψυχῆς, ἣ καὶ λόγον γεννᾷ ἐνδιάθετον καὶ συντί-θησι τὸν προφορικὸν καὶ τέχνας ποιεῖ, κρείττων τῶν προ-λελεγμένων πολλῷ τῷ μέτρῳ τυγχάνουσα· φέρει γὰρ ἐνἑαυτῇ καὶ τὰς ὑποδεεστέρας δυνάμεις κρειττόνως ἢ ἐν οἷςκαὶ μόνον αὗται πεφύκασιν. ἐπεὶ γοῦν ταῦθ' οὕτως ἔχεικαὶ ὡμολόγηται, ἀνάγκη πᾶσα καί τι εἶναι τὸ ὑπερκείμενον,