The Greek Library Catalogue

Anonymous

In Gregorii Nazianzeni sententias

Edition reference
In Gregorii Nazianzeni sententias, ed. Heisenberg, op. cit., vol. 2, 70–80.
CTS identifier
urn:cts:greekLit:tlg3141.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

ἐξ οὗ καὶ ταῦτα τὰ σύνθετα. εἰ γὰρ οἰκία οὐκ ἂν γένοιτο

τεχνίτου χωρὶς ἐκ λίθων καὶ ξύλων καὶ ἀσβέστου συνηρμοσ-

μένη, ἀλλ' οὔτε ναῦς πηχθείη ἄν ποτε ἄνευ τινὸς ναυπηγοῦ,

πῶς ἂν τὰ τῇδε πάντα ὑπερκάλως ἐρρυθμισμένα τοῖς δια-

φόροις συγκρίμασι συσταίη δημιουργοῦ τινος ἄτερ καὶ

ποιητοῦ; ἐπεὶ δὲ ταῦτα ἔσχεν ἀρχὴν χρονικήν, ἀνάγκη

ἐκεῖνο ἄχρονον εἶναι· ἐπεὶ δὲ ταῦτα πάσχει φθοράν, ἐκεῖνο

πάντη γε ἄχρονόν τε καὶ ἄφθαρτον, προληπτικὸν ὂν τῶν

μετ' αὐτὸ καὶ παρ' αὐτοῦ γινομένων καὶ προαγωγὸν τῶν

δυνάμεων ὧν ταῦτα μετέχει. εἰ γοῦν ἔστιν ἐνταῦθα ὄν,

ἔστι τι τὸ προόν· καὶ εἰ ἔστιν αἴσθησις, ἔστι τι προαισθό-

μενον ἢ μᾶλλον ὑπεραισθόμενον· καὶ εἰ ἔστιν ἐνταῦθα

νοῦς, ἔστι τι τὸ προνοοῦν ἢ καὶ ὑπερνοοῦν. διὰ ταῦτα

ἔστι θεός· οὕτω γὰρ τὸ πρώτως ὂν παρὰ πᾶσιν ὠνόμασται.

ἤδη γοῦν καὶ ἡμῖν ἁπλουστάτως καὶ αἰσθητικῶς μόνον

οὐχὶ ἀποδέδεικται ὡς ἔστι θεός· οὐ γὰρ ἄν ποτε συσταίη

τι μὴ ἀρχὴν ἔχον τινά, ἐξ ἧς οὐσιωθείη καὶ μετάσχῃ

δυνάμεως.

6

Ἐπεὶ γοῦν ταῦτα καλῶς ἡμῖν εἴρηται, ἰτέον ἐπὶ τὴν

ἀπορίαν καὶ διαλυτέον αὐτήν. κίνησιν μὲν κυρίως ἐν τοῖς

θείοις οὔ φαμεν, ἀλλ' οὔτε στάσιν· τοῖς καθ' ἡμᾶς ἁρμόττει

ταῦτα καὶ ὑπὸ αἴσθησιν. τῆς γὰρ κινήσεως ἑξαχῆ λεγομένης,

κατὰ γένεσιν καὶ φθοράν, κατὰ αὔξησιν καὶ μείωσιν, κατά

τε ἀλλοίωσιν καὶ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν, οὐδε-

μίαν ἐκ τούτων εὑρίσκομεν τῷ προαιωνίῳ ὄντι προσήκουσαν.

πόρρω γὰρ γενέσεως τὰ θεῖα καὶ τῆς ἑπομένης ταύτῃ φθο-

ρᾶς, αὔξει τε οὐδαμῶς τὰ θεῖα, ἀλλ' οὐδὲ μείωσιν πάσχει,

οὔτε μὴν ἀλλοιοῦται, ἀναλλοίωτα γὰρ ταῦτα πάντη, ἀλλ'

οὐδὲ μεταβάλλει ἐκ τόπου εἰς τόπον, ὑπὲρ τόπον γὰρ ὡς

καὶ ὑπὲρ χρόνον καθέστηκεν. ἀλλὰ τὴν μεταβατικὴν γνῶσιν,

καθ' ἣν τὸ πρώτως ἐγνώκαμεν ὄν, κᾆτα δὴ τὰ ἐξ αὐτοῦ,

ταύτην φαμὲν κίνησιν, καὶ τὴν εἰς τὸ πρόσω μὴ μετα-

βαίνουσαν εἰρήκαμεν στάσιν. μονάδα γοῦν φαντασθέντες

τὸ πρῶτον, εἶτα δὴ οὐκ ἄγονον ἐννοήσαντες, εἰς δυάδα οἷον

τῇ φαντασίᾳ ταυτηνὶ κεκινήκαμεν. ἐντεῦθεν προχωρήσαντες

εἰς τριάδα ἔστημεν, τοῖς ὑπὲρ τούτων λογίοις ἑπόμενοι, μὴ

περαιτέρω κινοῦντες ταῖς νοήσεσι τὰ ἀκίνητα. ἀκίνητον

γὰρ μόνως τὸ θεῖον, πάντα δὲ ὑπ' αὐτοῦ κινεῖται· ἅπαν

γὰρ κινούμενον ὑπὸ τοῦ ἐθέλειν κινεῖσθαι, καὶ τοῦτο εἰ

κινοῦν κινεῖται, ὑφ' ἑτέρου πάλιν ἀνάγκη κινεῖσθαι, καὶ

οὐκ ἂν σταίημεν ἀπειράκις ταῦτα ὑποτιθέμενοι, εἰ μὴ εἴς

τι ἀκίνητον καταντήσαιμεν, ὃ κινοῦν οὐ κινούμενον. τοῦτο

δὲ τὸ πρῶτον πέφυκεν ὄν, ἐπείπερ ἡ φύσις κινοῦσα τὰ

σώματα ὑπό του ἄλλου κινεῖται· ψυχὴ γὰρ τὴν φύσιν κινεῖ

καὶ ταύτην ὁ νοῦς, τοῦτον δὲ αἱ κρείττους δυνάμεις καθ'

Ἕλληνας, ταύτας δὲ τὸ πρῶτον αἴτιον καὶ ἡ ἄρρητος ἐκείνη

καὶ παντουργικὴ δύναμις.

7

Ἐπεὶ οὖν τὰ περὶ κινήσεώς τε καὶ στάσεως τῶν ἐπὶ

τῆς θείας φύσεως λεγομένων καθ' ὅσον ἔδει διασεσαφήκαμεν,

ἐπὶ τὴν ἑτέραν ἀπορίαν ἰτέον ἡμῖν τὴν λέγουσαν ‘ὡς ἔστιν

ὅτε καὶ τὸ ἓν στασιάζον πολλὰ γίνεσθαι’· κἀντεῦθεν διὰ

τῆς τοῦ ῥητοῦ λύσεως γνωστὸν ἡμῖν γένοιτο, πῶς ἡ μονὰς

οὐ μέχρι δυάδος ἔστη, ἀλλ' οὐδὲ τριάδος περαιτέρω προσέβη.

καὶ πρῶτον μὲν ἀπορητέον οὕτως. εἴπερ ἔστι τι κυρίως

ἕν, μὴ ἔκ τινος ἢ ἔκ τινων εἰς ἑνοειδῆ τινα φαντασίαν

συντεθὲν ἀλλ' ἐν τῷ ἑνὶ τὴν οὐσίαν ἔχον, πῶς μένον ἓν

ὅπερ ἐστὶ στασιάσειε; καὶ μὴ μένον ἕν, εἰς δύο δὲ ἢ τρία

ἠριθμημένον, πῶς ἂν ἀστασίαστον μένοι καὶ τὸ οἰκεῖον ἐς

ἀεὶ διαφυλάξειεν εἶδος; ἡ γὰρ πρὸ τῆς τριάδας δυὰς αἰτία

στάσεως. γρῖφος οὖν ὁ λόγος δοκεῖ καὶ αἰνιγματώδης, ὡς

οἶμαι, εἴπερ τὸ μὲν εἰς δύο ἢ καὶ τρία ἠριθμημένον οὐ

στασιάσει, τὸ δὲ ἓν κυρίως τυγχάνον ἓν προσδέξαιτο στάσιν,

ὃ καὶ τὰ εἰς ἀριθμὸν πεσόντα δι' αὐτοῦ μετοχήν, ἔστ' ἂν

αὐτοῦ μετέχῃ, ἀστασίαστα διατηρεῖ καὶ σώζει, ἐπὰν δὲ ἐκ-

σταίη ταῦτα τουτουὶ στασιάσαντα, τὴν φθορὰν πάσχει καὶ

τὴν ἀπὸ τοῦ ἑνὸς ἐκτροπήν.

8

Ἔστι μὲν οὖν, ὡς τοῖς πᾶσι θεολόγις ἠκρίβωται καὶ

καθὼς ἡμῖν προηγουμένως διασεσάφηται, τὸ πρῶτον ὄν. πᾶσι

δὲ λέγω Χαλδαίοις, Αἰγυπτίοις, Ἰνδοῖς, αὐτοῖς Ἕλλησιν, ἁπα-

ξαπλῶς τοῖς ὁπωσοῦν ἁψαμένοις θεολογίας καὶ βεβουλημένοις

διαλεχθῆναι περὶ θεοῦ τοῦτο γοῦν τὸ ὂν καὶ δημιουργικὸν καθω-

μολόγηται αἴτιον. πάντα γοῦν ἐξ αὐτοῦ, τά τε ἄυλα εἰδη τά τε

ἔνυλα. καὶ τὰ μὲν ἄυλα ἔγγιστά που τῆς αὐτῆς καθειστήκει

φύσεως, εἰ καὶ κατὰ τὸν δημιουργικὸν λόγον ὡς ὅτι γε πορρω-

τάτω, τὰ δὲ μετέχοντα ὕλης δοκεῖ πως τούτου διῳκίσθαι,

τῆς ἁπλότητος ἐκστάντα τῆς εἰδητικῆς καὶ διαπεπλασμένα

συνθέσει· ἐξ ὕλης γὰρ καὶ εἴδους ὑπέστησαν. εἰ γοῦν ἐκ

τοῦ πρώτου ὄντος ἀρξάμενός τις ἐξετάζειν τὰς τῶν ὄντων

φύσεις κάτεισι περὶ τὰ κάτω, ὡς εἰς ἕτερον ἁπλούστερον ὂν

καταντήσει, τὴν ὕλην. ὕλην δὲ λέγω οὐ τὴν προσεχῶς

ὑποκειμένην τοῖς εἴδεσιν—αὕτη γὰρ εἴδους μετέχουσα

εἰδοπεποιημένη ὕλη ὠνόμασται—ἀλλὰ τὴν αὐτοΰλην ὡς

ἄν τις εἴποι, ἣ καὶ ἀμυδράν τινα ἔμφασιν ἔσχεν ὀντότητος.

τοῦ γὰρ πρώτου ὄντος αὐτοείδους τυγχάνοντος καὶ δημιουρ-

γικὴν τῶν εἰδῶν αὐχοῦντος δύναμιν, αὐτοΰλη ἂν κυρίως

ὀνομασθείη τὸ ἐξ ἐναντίας αὐτῷ ὑποκείμενον, μάλιστα τυψ-

χάνον μὴ ὂν ἢ ὄν. ἀλλ' ἀποχαρίζεται καὶ ταύτῃ τὸ πρώ-

τως ὂν τῇ ὑπερβλύσει τῆς οὐσιοποιοῦ δυνάμεως καὶ μικράν

τινα ὀντότητος ἔμφασιν. τὸ γὰρ αὐτὸ μάλιστα τῷ εἴδει

ἁρμόζει· αὐτοτρίγωνον γάρ φαμεν καὶ αὐτοάνθρωπον,

ὅταν ἐκτὸς τῆς ὕλης θεωρῶμεν αὐτά.

9

Ταύτην γοῦν τὴν ὕλην οἱ φυσικοὶ οὐσίαν ὑποτίθενται

οὐχ ἥκιστα ἢ τὸ εἶδος, ὡς δεκτικὴν ἁπάντων εἰδῶν, καὶ παν-

δόχην αὐτὴν ὠνόμασαν διὰ τοῦτο καὶ μαινάδα πάλιν, ὡς ἀπο-

πτυστικὴν εἰδῶν καὶ ἑτέρων προσληπτικήν, καὶ ἕτερ' ἄττα τοιαῦτα.

οὕτως δὲ ἐν τῷ μὴ ὄντι μᾶλλον χαρακτηριζομένη ἢ τῷ ὄντι εἰκόνας

ἔχει καὶ ἀμυδρὰς ἐμφάσεις τοῦ πρώτου ὄντος, ἐξ οὗ πᾶσα οὐσία

κατ' ἐνέργειαν οὖσα καὶ κατὰ δύναμιν. καὶ τοῦτο εἰκότως·

τὰ γὰρ ἐκ διαμέτρου πρὸς ἄλληλα κείμενα ἰνδάλματά τινα

προβάλλουσιν ὁμοιότητος. ἀκατάληπτον νοῒ τὸ πρῶτον

καθέστηκεν ὄν, ἀκατάληπτον τὸ ἔσχατον. ἀλλά τι μὲν τῶν

ἐκείνου, εἴ τί που καί ἐστι καταληπτόν, οἰκείῳ καταλαμβά-

νεται λογισμῷ· ὂν γάρ ἐστι. τοῦτο δὲ τὸ ἔσχατον νόθον

κατὰ τὸν ἐκ Σταγείρας φιλόσοφον· μὴ ὂν γὰρ ἐξ ἀποφά-

σεως τὸ πρῶτον ὁρίζεται διὰ τὸ μηδέν τι τυγχάνειν τῶν

ὄντων· δημιουργικὸν γὰρ αἴτιον καὶ κρεῖττον αὐτῶν. ἐξ

ἀποφάσεως ὁρίζεται καὶ τὸ ἔσχατον διὰ τὸ μηδὲν τυγχάνειν

τῶν ὄντων, ἀλλὰ καὶ χεῖρον αὐτῶν. ἁπλούστατον τὸ πρῶ-

τον, ἁπλούστατον καὶ τὸ ἔσχατον, εἰ καὶ τοῖς διαφόροις

ποικίλλεται εἴδεσι. διὰ τοῦτο καί τινες τῶν παρ' Ἕλλησι

θεολογησάντων συνάναρχον τὴν ὕλην τῷ δημιουργῷ ἐφαντάσ-

θησαν, κακῶς εἰδότες καὶ ἀναξίως τῆς προκειμένης αὐτοῦ

ὑποθέσεως. τῆς γὰρ ὕλης καὶ τὸ μὴ ὂν μᾶλλον γινωσκο-

μένης ἡ ὀντοποιὸς καὶ παντουργὸς δύναμις καὶ τοῦ εἶναι

ταύτην μετέχειν ποιεῖ καὶ ὑποκεῖσθαι τοῖς οὖσι καὶ γινο-

μένοις. ποσὸν γὰρ προσλαβοῦσα κατεσκεύασε μέγεθος, μετα-

λαβοῦσα δὲ καὶ ποιοῦ σῶμα φυσικὸν ἀπετέλεσε.

10

Ταύτην τὴν ὕλην ἁπλούστατον τελοῦσαν ὂν στασιάζειν

πρὸς ἑαυτὴν λέγουσι διὰ τὸ φιλεῖν ἀπὸ εἴδους εἰς εἶδος

μεταπηδᾶν καὶ οὐ μᾶλλον πρὸς τοῦτο ἢ πρὸς ἐκεῖνο φιλίως

ἔχουσαν. ἀκίνητος δὲ πάντη ἐστὶ καὶ ἀνενέργητος ἐξ ἐναν-

τίας τῷ πρώτως ὄντι· ἐκείνου γὰρ μόνως ποιοῦντος αὕτη

μόνως πάσχει, κἀκείνου μόνως κινοῦντος αὕτη μόνως κινεῖται.

οὕτω γοῦν ταύτης ὑποκειμένης καὶ προσεχῶς τοῖς ποσοῖς

καὶ ποιοῖς πασχούσης καὶ λαμβανούσης ὕπαρξιν, ἀκίνητα

μὲν πάντη καὶ οὕτω τὰ ὑπὸ ταύτης τελεσιουργούμενα ἀνα-

δείκνυται, ζωῆς δὲ τῆς ἐκεῖθεν καὶ πρώτης μοίρας ἐν αὐτῇ

καταπτάσης προσεδέξατο κίνησιν εἴτουν αἴσθησιν καὶ τὴν

κατὰ ταύτην ἐνέργειαν, καὶ ζῶον ᾠκονόμηται αἰσθανόμενον.

προσεπιφοιτήσαντος δὲ ταύτῃ καὶ νοῦ, τὸ λογικὸν καὶ νοερὸν

γεγένηται ζῶον, δι' οὗ καὶ τέχναι πεποίηνται, εἰκόνες τινὲς

τῆς πρώτης οὐσίας καὶ δημιουργικῆς φύσεως. ἀνάγκη οὖν

πᾶσα προηγουμένως μὲν καὶ κυρίως καὶ οὐ κατὰ μέθεξιν

ἐν τῷ πρώτῳ ταῦτα τυγχάνειν ὄντι. ζωὴ γοῦν ἐκεῖσε καὶ

νοῦς, ἵνα τῇ μὲν ζωῇ διαμένῃ τὸ ὂν ἀιδίως, τῷ δὲ νοῒ

δημιουργῇ καὶ συνέχῃ τὰ ὄντα.

11

Συνῆκται γοῦν ἐκ τῶν εἰρημένων, ὡς τὸ πρώτως ὂν

ἔνζων ὀφείλει εἶναι καὶ ἔννουν, ἐξ οὗ πᾶσα οὐσία καὶ ζωὴ

καὶ νοῦς, τῇ μετοχῇ μᾶλλον ἢ τῷ εἴδει ὀνομαζόμενα.

ἐκεῖνο γάρ ἐστι τὸ αὐτοὸν ἢ αὐτοζωὴ καὶ αὐτονοῦς, τὸ δὲ

παρὰ τοῦτο ἅπαν μᾶλλον μὴ ὂν ἢ ὄν, ἐπεὶ ἦν, ὅτε οὖκ ἦν

τὸ ὂν τῇδε συνοχῇ τούτου, καὶ μένει ὂν καὶ ζῇ καὶ νοεῖ.

τόσον γὰρ μετέσχε ζωῆς ὅσον ἐκεῖνο παρέσχε, καὶ τοσοῦτον

νοεῖ ὅσον ἐκεῖνο μετέδωκε, ζωὴ δὲ καὶ νοῦς ἐν τῷ ὄντι οὐχ

ὡς ἔν τινι καθεστήκασιν. οὕτω μὲν οὖν καὶ διὰ ταῦτα τὸ

πρώτως ὂν ζῶν καὶ νοοῦν τυγχάνον μένει καὶ ἀστασίαστον.

πῶς γὰρ ἂν ἡ οὐσία πρὸς τὴν οἰκείαν ζωὴν στασιάσειεν

ἣν προήγαγεν; ἢ πῶς αὕτη πρὸς ἐκείνην ἢ ὁ νοῦς πρὸς

τὴν οἰκείαν οὐσίαν τε καὶ ζωὴν ἢ αὕτη πρὸς ταῦτα;

12

Ἐντεῦθεν ἓν ὂν ἁπλούστατόν τε καὶ ἡνωμένον τρία

ἐστί, καὶ διὰ τοῦτο καὶ ἀστασίαστον, θαυμασίαν ἔχον τὴν

ἕνωσιν καὶ θαυμασιωτέραν δὲ τὴν διαίρεσιν, ἢ ἄρρητον

ταύτην καὶ ἀρρητοτέραν ἐκείνην. ἵνα δὲ καὶ ἐκ θειοτέρων

γραφῶν τὰ λεγόμενα παραστήσωμεν, ὅτι ἔστιν ὁ ὤν, ὁ

πατήρ, ἐξ οὗ ἡ ζωὴ καὶ ὁ νοῦς, μάρτυς ὁ φάσκων πρὸς

τὸν Μωυσὴν ἐρωτῶντα, τί ἂν εἴη τούτου τὸ ὄνομα, ‘ἐγώ

εἰμι ὁ ὢν’ εἰρηκώς. ὁ δὲ υἱὸς ζωή, ἐκ τοῦ ὄντος ἐνυπό-

στατος προϊὼν καὶ εἰς αὐτὸν ἐπιστρέφων. καὶ μαρτυρεῖ ἐν

εὐαγγελίοις λέγων· ‘ἐγώ εἰμι ἡ ζωή’. τὸ δὲ πνεῦμα νοῦς,

τὸ παρὰ τοῦ ὄντος καὶ αὐτὸ προϊὸν ὡς ἐκ πηγαίας οὐσίας

καὶ διὰ τῆς ζωῆς οὐσιωδῶς ἐμφαινόμενον καὶ ἐπιμένον ἐν

αὐτῇ καὶ διὰ ταύτης πρὸς τὸ ἐξ οὗ ἐπιστρέφον, ἵνα ταῦτα

εἶεν καὶ ἓν καὶ τρία. τοῦτο νοῦν τοῦ παντὸς Ἕλληνες,

ἀμυδράν τινα γνῶσιν ἐξ αὐτοῦ λαβόντες, ὠνόμασαν. τοῦτο

γάρ ἐστι τὸ τὰ πάντα διακοσμοῦν καὶ τοῖς πᾶσιν ἐμπλα-

τυνόμενον μετὰ τῆς δημιουργικῆς δυνάμεως, τῆς οὐσιο-

ποιοῦ καὶ ζωοποιοῦ, λεπτομέρειά τις τυγχάνον τῆς ὅλης

φύσεως, ὃ καὶ ὀσμὴν τῆς θεότητος ἔφη τις τῶν θεολογη-

σάντων τὰ θεῖά τε καὶ ἡμέτερα.

13

Ἤδη μὲν εἰκόσι λόγοις ἀποδέδεικται ὡς τὸ πρῶτον ὂν

ἀνάγκη τρία εἶναι ἓν ὄν καὶ ἀστασίαστον διὰ τὸ μηδὲν

τῶν τοιούτων ἔν τινι στασιάζειν τῶν εἰρημένων, σωστικῶν

ὄντων ἀλλήλων καὶ διαμονῆς αἰτίων καὶ τῆς δημιουργικῆς

αἰτίας συμπαραιτίων, τῆς ὕλης μὴ ἐχούσης τοῦτο δὴ τὸ

ἀστασίαστον, ἁπλουστάτης καὶ ταύτης τελούσης καθ' οὓς

εἰρήκαμεν λόγους. στασιάζει δὲ αὕτη διὰ τὸ μὴ μετέχειν

ζωῆς τε καὶ νοῦ, αὐτοΰλη οὖσα καὶ μακρὰν τῶν εἰδοποι-

ούντων καθεστηκυῖα.

14

Οὕτω μὲν ἡμῖν τὸ τοῦ θεολόγου πατρὸς ἀπόρημα

λέλυται, πῶς τε τὸ ἓν στασιάζειν πέφυκε καὶ πῶς μεμένηκεν

ἀστασίαστον. ἀλλ' ἐντεῦθεν οἷόν τι καὶ πόρισμα ἡμῖν ἐκ

τῶν λελεγμένων εὑρέθη, ὡς τοῦ ἀνθρώπου τῇ παραβάσει

τῆς ἐντολῆς κατακριθέντος τὸν θάνατον μὴ ἂν ἄλλο ἐκ τῶν

τριῶν πεφυκέναι τοῦτον λαβεῖν ἐπὶ τῷ σῶσαι καὶ εἰς τὸ

πρῶτον ἐπαναγαγεῖν ἀξίωμα, εἰ μὴ τὴν πρώτην ζωὴν εἴτουν

τὴν αὐτοζωήν. ἐπεὶ γὰρ οὐκ ἀφάντησιν τῆς οὐσίας αὐτοῦ

κατακέκριται οὔτε μὴν τὴν παντελῆ φθορὰν τοῦ νοός, τῆς

ἀθανασίας δὲ ὑπέστη τὴν ἔκπτωσιν, ἔδει τὴν πρώτην ζωὴν

τὸν τεθνηκότα φορέσαι, εἴ πως μεταστοιχειώσει πρὸς τὸ

ἀθάνατον.

15

Μήποτε δὲ ἄρα καὶ τὸ δαιμόνιον φῦλον ἐντεῦθεν

φαίνεται, μὴ πεφυκὸς ἀναδέξασθαι τὴν πρὸς τὴν πρώτην

τάξιν ἐπάνοδον. πῶς γὰρ ἄν, εἰ ἦν πρὸς φύσεως τοῦτο,

οὐ διαπέπρακται τῷ ἀγαθῷ δημιουργῷ, εἰς ἄκρον προνοου-

μένῳ τῶν οἰκείων δημιουργημάτων, καὶ τῷ εὐσπλάγχνως

κινουμένῳ περὶ τὸ ἑκάστου ἀγαθὸν καὶ τὴν τούτου τελεί-

ωσιν; ἀλλὰ δὴ καὶ ἐπὶ τούτοις οὔτε οὐσία διέφθαρται εἰς

τὸ μὴ ὂν προσχωρῆσαι οὔτε μὴν ἡ ζωή. εἰσὶ γὰρ καὶ ζῶσι

κἂν οὐκ εὐδαίμονα τὴν ζωήν, ὁ νοῦς δὲ αὐτοῖς ἀνατέτραπται

καὶ διέφθαρται καὶ οἷον εἰς ἕτερόν τι εἶδος προυχώρησεν·

οὐ γὰρ ἀλλοίωσιν πέπονθεν ἀλλ' ἑτέραν τινὰ εἰδοποίησιν·

ἔδει γὰρ τὴν ἀπὸ τοῦ νοῦ θεραπείαν σφίσι γενέσθαι. τοῦ

πρώτου δὲ ἦν τοῦτο νοῦ, νοῦν δὲ νοῦν προσλαβεῖν τε καὶ

διορθώσασθαι ἀμήχανον ἦν· ἄλλως τε καὶ ἀμερὲς ἀμερεῖ

πῶς ἂν συνδεδραμήκει εἰς ἕνωσιν; διὰ ταῦτα ὡς οἶμαι ἡ

τῶν δαιμόνων φύσις ἀπρόσληπτος μεμενήκει τῷ πρώτῳ νῷ

καὶ διὰ τοῦτο καὶ ἀδιόρθωτος. ἔστω σοι καὶ τοῦτο ὡς

ἕτερόν τι πόρισμα, ἐκ τῶν εἰρημένων ἀναφανέν.

16

Ἰδού σοι διασεσάφηται τὰ ἠπορημένα καθὼς ἦν ἡμῖν

δυνατόν, τό τε ‘ἡ μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος

ἔστη’ καὶ τὸ ‘ἔστιν ὅτε καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ

πολλὰ γίνεσθαι’. ἡ γὰρ ὕλη ὡς ἀπεδείξαμεν ἓν οὖσα καὶ

πάντη ἁπλούστατον στασιάζει πρὸς ἑαυτὴν τοῖς μεταπτώ-

σεσι τῶν εἰδῶν, τὸ δὲ τοιοῦτον ἓν ὁποῖον εἰρήκαμεν ἀστα-

σίαστον πάντη μένει καὶ ἀδιάρρηκτον, ὑπερηρμένον πάσης

ἑνώσεως καὶ διαιρέσεως. οὐ γάρ ἐστιν ἕν, ἀλλ' ὑπὲρ τὸ

ἓν καὶ διὰ τοῦτο τρία, οὐδὲ διαιρέσει τινὶ ὑποπίπτει, ὑπὲρ

διαίρεσιν γάρ, καὶ διὰ τοῦτο ἕν. ὑπὲρ γὰρ ἕνωσιν τούτου

ἡ ἕνωσις καὶ ὑπὲρ διαίρεσιν ἡ διαίρεσις, ὃ καὶ κρειττόνως

ἄν τις ὀνομάσειε τὸ ὑπερηνωμένον καὶ ὑπερδιῃρημένον. ἐξ

αὐτῆς γὰρ πᾶσα ἕνωσις καὶ πᾶσα διαίρεσις, ὡς ἐκ μεθεκ-

τῶν μετεχόμενα, ὡς ἐξ οὐσίας παραγόμενά τε καὶ οὐσιού-

μενα διὰ τὴν ἄπειρον τούτου φύσιν τὴν γόνιμον καὶ τὴν

οὐσιοποιὸν δύναμιν, τήν τε ζωοποιὸν ἐνέργειαν καὶ τὴν

νοοποιὸν τελειότητα.

{Γεωργίου τοῦ Ἀκροπολίτου λόγος εἰς τοὺςἁγίους καὶ πανευφήμους μεγάλους ἀποστόλουςΠέτρον καὶ Παῦλον. εὐλόγησον πάτερ· —}Οὐχ ἁπλοῦς μὲν ὁ παρὼν λόγος εἰ καὶ ἐξ ἁπλῆςπροσφέρεται διαθέσεως· Πέτρος γὰρ καὶ Παῦλος εἰς εὐφη-μίαν προτίθενται. ἦν μὲν οὖν καὶ ἄλλως τὸ πρᾶγμα τῶνπάνυ δυσχερεστάτων καὶ μὴ ῥᾳδίως ἐξικνουμένων τῆς ἐγχει-ρήσεως, μὴ ὅτι γε ἡμῖν τοῖς χαμαὶ κειμένοις καὶ περὶ τὴνὕλην ἰλυσπωμένοις καὶ τῷ βορβόρῳ τῶν παθῶν ἐγκαλινδου-μένοις διηνεκῶς, ἀλλὰ καὶ τοῖς ἄγαν ὑψηλοῖς τὴν διάνοιαν,οἷς τὸ ἀπὸ γενέσεως διατέτμηται κάλυμμα, καὶ φῶς ὁρῶσινἐν τοῖς οὖσι τὸ καθαρώτατον· ‘ἐφαπτέον γὰρ τῷ καθαρῷκαθαροῦ’ ἤκουσα παλαιοῦ τινος εἰρηκότος σοφοῦ. ἀλλ'οὕτω μὲν οὖν καὶ πᾶσιν ἁγίοις ἐξ ἁγίων χειλέων ὕμνοςἁρμόδιος, μάλιστα δὲ τῶν ἄλλων τοῖς κρείττοσι, καὶ ὅσῳτῶν λοιπῶν τῷ βαθμῷ καὶ τῇ τάξει προφέρουσι, τοσούτῳ καὶτοὺς εὐφημοῦντας τοὺς ἐν τοῖς ὁμοίοις ἀγωνίσμασιν ὑπερ-βάλλεσθαι 〈δεῖ〉 καὶ μέτροις ἴσοις ἀντιμετρεῖσθαι τοὺς ἐπαι-νέτας τε καὶ οἷς πεποίηται τὰ ἐγκώμια ἔν τε τῇ τοῦ λόγουδυνάμει καὶ τῇ ἐνεργείᾳ τῆς ἀρετῆς, ὡς μὴ μεῖζον ἢ κατὰτὴν ἰσχὺν αὐτῶν ὑπεισέρχεσθαι στάδιον, μὴ ἀνῦσαι μέν,