Georgius SPHRANTZES
- Edition reference
- Συγγραφικαὶ ἱστορίαι (libri vii de Andronico Palaeologo), ed. I. Bekker, Georgii Pachymeris de Michaele et Andronico Palaeologis libri tredecim, vol. 2 [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1835]: 3–652.
- CTS identifier
urn:cts:greekLit:tlg3142.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
τοῦ βασιλέως. 22. περὶ τοῦ ῥιφθέντος τόμου ἐν ᾧ ἐγέγραπτο κατηγο-
ρήματά τινα, καὶ περὶ τῆς τούτου ἀπολογίας τοῦ βασιλέως. 23. περὶ
τοῦ κινηθέντος κατὰ τοῦ Φιλαδελφείας ἐγκλήματος. 24. περὶ τῶν ἀπο-
τεθειμένων χαρτίων καὶ ὅπως εὑρέθησαν. 25. περὶ τοῦ Ταρχανειώτου
Ἰωάννου, ὅπως κατ' ἀνατολὴν στρατηγὸς ἀπεστάλη. 26. περὶ τῶν κατὰ
τὰ βόρεια Τοχάρων καὶ τοῦ Σφεντισθλάβου. 27. περὶ τοῦ κήδους τοῦ
πρὸς Τουκταῒν τοῦ βασιλέως. 28. περὶ τοῦ ῥαγδαίου ὑετοῦ καὶ τῶν
τότε συμπεσόντων. 29. περὶ τοῦ θανάτου τοῦ Λαζῶν Ἰωάννου, καὶ
τοῦ θανάτου τοῦ Βέκκου. 30. περὶ τοῦ κράλη Σερβίας καὶ τοῦ Κοτα-
νίτζη. 31. περὶ τοῦ πρὸς κράλην Σερβίας ἐπὶ τῇ θυγατρὶ κήδους τοῦ
βασιλέως. 32. περὶ τῆς ὀνομασίας τῆς δεσποσύνου, πῶς Σιμωνὶς
ἐκλήθη. 33. περὶ τοῦ μεγίστου χειμῶνος.
7
ΤΗΣ ΤΕΤΑΡΤΗΣ. 1. ἐξέλευσις τοῦ βασιλέως ἐπὶ Θεσσαλονίκης.
2. περὶ τῆς εἰς Σηλυβρίαν τοῦ πατριάρχου ἀφίξεως. 3. ὅπως ἐν Θεσσα-
λονίκῃ διατρίβων ἐνήργει ὁ βασιλεύς. 4. περὶ τῶν ἀντιδοθέντων ὁμή-
ρων διὰ τὸ κῆδος. 5. ὅπως ὑπεδέξατο βασιλεὺς τὸν κράλην Σερβίας.
6. περὶ τῆς τῶν Βενετικῶν περὶ τὴν Θεσσαλονίκην πρεσβείας. 7. περὶ
τῆς θυγατρὸς τοῦ ἐπὶ τοῦ κανικλείου. 8. περὶ τῆς ὑποστροφῆς τοῦ βα-
σιλέως, καὶ ὅπως εἰσήγετο. 9. ὅπως ὁ βασιλεὺς εἰς τὸ πατριαρχεῖον
παραγίνεται καὶ πείθει ἀνιέναι. 10. περὶ τῶν κατὰ τὸν Ἐφέσου Ἰωάν-
νην. 11. περὶ τῶν κατὰ τοῦ πατριάρχου κατηγοριῶν τῶν ἀρχιερέων.
12. ὅπως πρὸς βασιλέα ὁ πατριάρχης ἀπήντα καὶ μὴ κληθείς. 13. ὅπως
Μιχαὴλ ὁ δεσπότης τὴν τοῦ Τερτερῆ θυγατέρα εἰς γάμον ἠγάγετο.
14. περὶ τοῦ φαινομένου κατ' οὐρανὸν ἑσπέρας κομήτου. 15. περὶ τῆς
ἐκλείψεως τῆς σελήνης δι' ὅλου. 16. περὶ τῶν προσχωρησάντων τῷ βα-
σιλεῖ Ἀλανῶν. 17. περὶ τοῦ βασιλέως Μιχαὴλ καὶ τῆς αὐτοῦ ἐπ' ἀνα-
τολῆς ἐξελεύσεως. 18. ὅπως ὁ βασιλεὺς Μιχαὴλ ἀπέτυχε θήρας πολεμι-
κῆς. 19. ὅπως οἱ Ἀλανοὶ κατηνάγκαζον τὸν βασιλέα Μιχαὴλ ἀνεθῆναι
τοῦ πολέμου. 20. ἀναχώρησις τοῦ βασιλέως ἀπὸ Μαγνησίας. 21. ἀπα-
νάστασις τῶν κατὰ ἀνατολὴν χωρῶν. 22. ἀναχώρησις Ἀλανῶν ἐκ βασι-
λέως, καὶ τὰ κατὰ τὸν μέγαν δομέστικον Ῥαούλ. 23. περὶ τῶν προσ-
βαλουσῶν τῇ πόλει Βενετικῶν νεῶν. 24. περὶ τῶν κατὰ τὴν νῆσον
Πριγκίπων τελεσθέντων τοῖς πειραταῖς. 25. ἧττα τοῦ ἑταιρειάρχου
Μουζάλωνος κατὰ Νικομήδειαν. 26. καταφυγὴ τῶν ἔξω πανοικὶ πρὸς
τὴν πόλιν. 27. περὶ τῆς τῶν ἀρχιερέων ἐνοχλήσεως καὶ τοῦ Σηλυβρίας.
28. ὑβριοπάθησις πατριάρχου διὰ τὴν συκοφαντίαν καὶ ἀναχώρησις.
29. παραίτησις τοῦ πατριάρχου Ἰωάννου. 30. περὶ τῶν κατὰ τὸν Κου-
ξίμπαξιν Τόχαρον. 31. συνοδικαὶ σκέψεις περὶ τῆς τοῦ πατριάρχου πα-
ραιτήσεως. 32. περὶ τῆς πρὸς Ἰωάννην τοῦ Ἀλεξανδρείας ἀφίξεως καὶ
τῆς ἀπολογίας ἐκείνου. 33. περὶ τῆς δοκιμασίας τῶν Ἀρσενιατῶν.
8
34. περὶ τοῦ διαμηνύματος καὶ τοῦ λόγου τῆς συμβουλῆς τοῦ Ἀθανα-
σίου. 35. περὶ τῆς τῶν ἱερῶν ἀνδρῶν συνάξεως καὶ τῆς τοῦ βασιλέως
ἐρωτήσεως. 36. περὶ τῆς δημηγορίας τοῦ βασιλέως καὶ τῆς πρὸς τὸν
Ἀθανάσιον ἀφίξεως.
ΤΗΣ ΠΕΜΠΤΗΣ. 1. ὅπως ὁ βασιλεὺς ἅμ' ἀρχιερεῦσι καὶ λαῷ
ἀπῆλθεν εἰς Ἀθανάσιον. 2. περὶ τοῦ τῶν ἀρχιερέων ἐπὶ τῷ Ἀθανασίῳ
σχίσματος. 3. περὶ τῆς εἰς τὸν Ἰωάννην τοῦ βασιλέως ἀφίξεως καὶ τοῦ
ἐκφωνηθέντος ἀφορισμοῦ. 4. περὶ τοῦ θανάτου τῆς δεσποίνης Θεοδώ-
ρας. 5. τὰ περὶ τῆς ἐξελεύσεως τῆς δεσποίνης Εἰρήνης καὶ τῶν γάμων
τῶν παίδων αὐτῆς. 6. συσκέψεις περὶ τοῦ ἐκφωνηθέντος παρ' Ἰωάννου
ἀφορισμοῦ. 7. περὶ τῆς τῶν ἀρχιερέων ἐν τῷ τῶν ἁγίων ἀποστόλων
ναῷ συνάξεως διὰ ταῦτα. 8. περὶ τοῦ Μελιτᾶ. 9. περὶ τῆς τῶν ὅλων
διαφθορᾶς καὶ ἐπαναστάσεως. 10. περὶ τῆς τοῦ βασιλέως Μιχαὴλ εἰς
Κύζικον, εἶτα εἰς Πηγὰς ἀναχωρήσεως. 11. περὶ τῶν γεγονότων σει-
σμῶν ἐν τῷ διὰ Ῥόδου κλίματι. 12. περὶ τῶν ἐκ προσκλήσεως ἐλθόν-
των Λατίνων, καὶ ὁποῖα ἔδρασαν. 13. περὶ Μιχαὴλ τοῦ δεσπότου,
ὅπως ὑποπτευθεὶς ἐπεσχέθη. 14. μάχη Κατελάνων καὶ Γεννουϊτῶν,
καὶ φόνος τοῦ μεγάλου δρουγγαρίου. 15. περὶ τοῦ κατὰ τὴν Μαγνη-
σίαν τεραστικοῦ θαύματος. 16. περὶ τοῦ κατὰ τὰς Σάρδεις τῶν ἡμετέ-
ρων ἐκ περινοίας ἀνδραγαθήματος. 17. περὶ τῆς τοῦ βασιλέως Μιχαὴλ
εἰς τὴν πόλιν ἐπανελεύσεως. 18. περὶ τῆς καταδρομῆς κατὰ τὸν Αἷμον
τοῦ Σφεντισθλάβου. 19. περὶ τῆς καταδίκης τοῦ δεσπότου Μιχαὴλ τοῦ
Ἀγγέλου. 20. περὶ τῆς εἰρήνης τῶν ἀποσχισθέντων ἀρχιερέων διὰ τὸν
Ἀθανάσιον. 21. περὶ τῶν καταλαβόντων τὴν περαίαν δεινῶν, καὶ
ἔτι τῶν ὁπηδήποτε, ἐξαγγελία. 22. θάνατος τοῦ πορφυρογεννήτου.
23. περὶ τοῦ μεγάλου καὶ ἔτι δουκός. 24. περὶ τοῦ Ἀτταλειώτου καὶ
τῶν Μαγνησιωτῶν καὶ τοῦ δούκα Νοστόγγου. 25. περὶ τῶν κατὰ τὴν
Τρίπολιν τὴν κατὰ Μαίανδρον συμβάντων. 26. περὶ τοῦ μεγάλου καὶ
ἔτι δουκὸς καὶ τῶν περὶ τὸν Ἀτταλειώτην. 27. περὶ τοῦ Ἰωάννου τοῦ
9
Χοιροβοσκοῦ τοῦ καὶ Ματζουκάτου λεγομένου. 28. ἐκστρατεία τοῦ βα-
σιλέως Μιχαὴλ εἰς τὰ περὶ δύσιν. 29. ἀνδραγαθία κατὰ Γεννουϊτῶν
τοῦ τῶν Λαζῶν ἄρχοντος Ἀλεξίου. 30. τὰ κατὰ τὴν Ἄννην τὴν κατὰ
δύσιν βασίλισσαν. 31. ἀπόδρασις Ἀλανῶν ἐκ τοῦ μεγάλου δουκός, καὶ
ἀνδραγαθία περὶ τὰς Πηγάς. 32. τεράστιον τελεσθὲν παρὰ τῆς ἁγίας
ὁσιομάρτυρος Θεοδοσίας.
ΤΗΣ ΕΚΤΗΣ. πρόλογος. 1. περὶ τοῦ τῶν ἀνατολικῶν Τοχάρων
Κάνι τοῦ Καζάνη. 2. δημηγορία τοῦ βασιλέως πρὸς τοὺς σχιζομένους,
καὶ ἀπολογία ἐκείνων. 3. διαπεραίωσις τοῦ μεγάλου δουκὸς σὺν τοῖς
Κατελάνοις πρὸς δύσιν. 4. περὶ τῆς ἐπιδημίας τοῦ Μπυριγερίου Τέντζα
Κατελάνου καὶ τῶν κατ' αὐτόν. 5. δημηγορία πρὸς Κατελάνους τοῦ
βασιλέως. 6. προσαγγελία πρὸς βασιλέα κατὰ Κατελάνων τῶν Γεννουϊ-
τῶν. 7. ἄφιξις πρὸς βασιλέα τοῦ μεγάλου δουκὸς καὶ ὑπὲρ τοῦ Μπυρι-
γερίου ἀξίωσις. 8. αἰτία τῆς τοῦ σιτοκρίθου συναγωγῆς ἀπὸ δύ-
σεως. 9. ἐπισκευασία τῶν κατ' αὐτοὺς Γεννουϊτῶν κατὰ τὴν περαίαν.
10. περὶ τοῦ πειρατοῦ Ἀνδρέου καὶ τῆς αὐτοῦ παραδοχῆς. 11. μετά-
κλησις παρὰ βασιλέως Μπυριγερίου Τέντζα. 12. ὅρκοι τοῦ Μπυριγε-
ρίου Τέντζα καὶ ἀξιώματα. 13. ἀτασθαλία κατὰ δύσιν τῶν Κατελάνων.
14. πρεσβεία τῶν Κατελάνων πρὸς βασιλέα, καὶ ἀπολογία τοῦ βασιλέως.
15. ἀπόδρασις τοῦ μεγάλου δουκὸς Μπυριγερίου Τέντζα. 16. ἀποστολὴ
τοῦ βασιλέως πρὸς τὸν ἀπὸ μεγάλων δουκῶν, καὶ ἐπαγγελίαι τοῦ Και-
σαρικοῦ ἀξιώματος. 17. ὅρκοι τοῦ βασιλέως πρὸς τὸν ὃν Καίσαρα κα-
θίστα καὶ ἀποστολαί. 18. δημηγορία πρὸς τοὺς συνηλεγμένους τοῦ
Ἰταλοῦ Ῥουντζέρη καὶ Καίσαρος μετ' ὀλίγον. 19. πρεσβεία καὶ αὖθις
τῶν Κατελάνων πρὸς βασιλέα καὶ τοῦ αὐτῶν ἐξηγουμένου. 20. κατά-
στασις τοῦ πανυπερσεβαστικοῦ ἀξιώματος ἐπὶ τῷ υἱῷ τοῦ πορφυρογεν-
νήτου. 21. περὶ τοῦ φαμούσου, καὶ τοῦ τελεσθέντος εἰς τὸν Ἀρμένιον.
10
καὶ δημηγορία τοῦ βασιλέως. 22. ἀνάρρησις τοῦ Καίσαρος Ἰταλοῦ.
23. ὅπως ἀπῆλθε πρὸς βασιλέα Μιχαὴλ ὁ Καῖσαρ, καὶ τὰ κατ' ἐκείνου.
24. φόνος τοῦ Ἰταλοῦ Καίσαρος. 25. ὅτι Κατελάνοι ὑποκνισθέντες τὰ
κατὰ δύσιν ἠρήμουν. 26. περὶ τῶν διὰ τὸν ἀμηραλῆν πραχθέντων.
27. περὶ τῶν ἐκ Γεννούας φανεισῶν ιϚʹ μακρῶν νηῶν. 28. περὶ τῶν διὰ
τοὺς φρερίους τοὺς κατὰ τὴν πόλιν συμβάντων. 29. ὅπως Ἀμογάβαροί
τε καὶ Κατελάνοι κατεπολεμήθησαν. 30. ὅπως ἐσφάλησαν κατὰ πόλε-
μον οἱ Ῥωμαῖοι. 31. δημηγορία τοῦ βασιλέως περὶ τῆς τοῦ λαοῦ ἀτα-
ξίας καὶ περὶ ὅρκων. 32. περὶ τῆς τοῦ βασιλέως Μιχαὴλ μάχης πρὸς
Ἀμογαβάρους. 33. περὶ τῶν ἐν τῇ Ἀδριανουπόλει ἐγκεκλεισμένων Ἀμο-
γαβάρων. 34. περὶ τοῦ Ἀνδρέου Μουρίσκου καὶ τῶν ἐκείνῳ πεπραγμέ-
νων. 35. περὶ τῶν μετὰ τῆς Σμιλτζαίνης συνοικεσίων.
ΤΗΣ ΕΒΔΟΜΗΣ. 1. μεταχείρισις εἰρηνικὴ τοῦ βασιλέως πρὸς
Ἀμογαβάρους. 2. δημηγορία πεμφθεῖσα Κατελάνοις πρὸς βασιλέως.
3. πῶς οἱ Πέρσαι ἀντιπερᾶν εἰς ἀνατολὴν ἐκωλύθησαν. 4. ἀποστασία
τῶν Ἀλανῶν καὶ τῶν Τουρκοπούλων. 5. περὶ τοῦ ῥιφέντος φαμούσου
τόμου. 6. περὶ τῆς Μαδύτου, ὡς ἑάλω Ἀμογαβάροις. 7. ἀπαγωγὴ
Μπυριγερίου πρὸς Γέννουαν. 8. τὰ περὶ τοῦ πατριάρχου Ἀλεξανδρείας.
9. τὰ συμπεσόντα δεινὰ Κουβουκλείοις. 10. περὶ τοῦ γεγονότος ἐμπρη-
σμοῦ κατὰ τὴν πόλιν. 11. περὶ τοῦ Ἀνδρέου Μουρίσκου. 12. περὶ τοῦ
Ῥομοφόρτου Λατίνου. 13. ἅλωσις Θυραίων καὶ τῆς Ἐφέσου. 14. ἀπο-
στολὴ βασιλέως πρὸς Γέννουαν ὑπὲρ συμμαχίας. 15. περὶ τοῦ Μελὴκ
Ἰσαάκ. 16. περὶ τοῦ πάπα Ἀλεξανδρείας. 17. περὶ τοῦ μοναχοῦ Ἱλα-
ρίωνος. 18. περὶ τῶν ἐκ Γεννούας ἀναχθεισῶν νηῶν. 19. ἐκστρατεία
Ἀμογαβάρων κατ' Ἀλανῶν. 20. καταγωγὴ καὶ αὖθις τῶν ἐς Λάζους
ἀναχθεισῶν νηῶν. 21. ὡς ἑάλωσαν τὰ κατὰ τὸν Γάνον. 22. τὰ κατὰ
τὸν Μελὴκ καὶ πάλιν Ἰσαάκ. 23. τὰ περὶ τὴν τῆς ἐκκλησίας τάξιν συμ-
11
βάντα. 24. τὰ περὶ τοῦ μεγάλου πριμικηρίου τοῦ Κασσιανοῦ. 25. περὶ
τῆς τῶν Ἰβήρων συμμαχίας, καὶ ὅπως αὐτῆς ἀπετύγχανον. 26. πῶς οἱ
ἐχθροί τινα τῶν ἀνὰ τὸν Γάνον φρουρίων παρεστήσαντο. 27. πρεσβεία
Γεννουϊτῶν ἅμα καὶ βασιλέως πρὸς Ἀμογαβάρους. 28. τὰ κατὰ τὴν
Βιζύην πραχθέντα. 29. ἔτι τὰ κατὰ τὸν Ἰσαὰκ Μελὴκ καὶ τοὺς Τούρ-
κους. 30. περὶ τοῦ Φαρέντα Τζιμῆ. 31. τὰ κατὰ τὴν Ῥόδον συμβάντα.
32. περὶ τῆς ἐπαναστάσεως τῶν Ἀμογαβάρων. 33. ἅλωσις τῆς Τρικοκ-
κίας παρὰ Περσῶν. 34. περὶ τῶν ἑπτὰ νεῶν τῶν μετὰ Γίδου Ἀμογα-
βάροις ἐπιστασῶν. 35. τὸ πρὸς τὸν πατριαρχοῦντα ἀποσταλὲν γράμμα
παρὰ τῶν ἀρχόντων τῆς ἐκκλησίας. 36. πῶς διῆλθον Ἀμογάβαροι καὶ
σὺν Τούρκοις, καὶ πρὸς Κασάνδρειαν κατήντησαν.
{Α.}
Οὕτω μὲν τοῦ βασιλέως Μιχαὴλ μεταλλάξαντος ὁ ἐξ ἐκείνου
Ἀνδρόνικος αὐτόθεν τὸ κράτος ἔχων, τεταινιωμένος εἰς βασιλέα,
ἐπειλῆφθαι καὶ μόνος τῶν πραγμάτων κατηναγκάζετο, καὶ μᾶλ-
λον ὅτι τὸ Τοχαρικὸν ἐπιστὰν ἕτοιμον ἦν κατὰ τὰς προφθάσας
ὁμολογίας ὁρμᾶν ὅπῃ ἄρα καὶ κελευσθείη πρὸς βασιλέως. μηδὲ
γὰρ εἶναι κενοὺς ὑποστρέφειν, αἱμοχαρεῖς γε ὄντας καὶ μόνον
ὁρῶντας πρὸς τὸ κερδαίνειν, ὁπόθεν δὲ καὶ τίσι, μηδ' ἐπαΐειν
ἔχοντας, ὡς κινδυνεύειν, εἰ μή γε σκύλων ἐξ ἀλλοδαπῆς ἐπιβάλ-
12
λοιντο, ἐπὶ Ῥωμαίους ὁρμᾶν καί γ' ἑτοίμους κειμένους εἰς προ-
νομὴν ἀπάγειν τε καὶ σκυλεύειν τὸν σφῶν τρόπον καὶ νόμον, μη-
δὲν μηδενὸς φροντίζοντας. τῷ τοι καὶ νέος ὢν ὁ ὑπολειφθείς,
ἔτη γεγονὼς τέσσαρα πρὸς τοῖς εἴκοσι τηνικάδε, πρὸς τοιοῦτον
ὄγκον ἀρχῆς κατωρρώδει. ηὖξε δὲ τὴν ὀρρωδίαν καὶ ἡ τῶν πρα-
γμάτων σύγχυσις, καὶ ὅτι πολλοῖς ἐπεισφρῆσαν τὸ τῆς ἐκκλησίας
σκάνδαλον ἀποστατεῖν ἐποίει τὰς γνώμας τοῦ βασιλεύοντος, εἰ
καὶ τοῖς σώμασι τέως ὑποτετάχατο. τὰ μὲν οὖν παρὰ πόδας καὶ
λίαν ἐξεθεράπευε, πλείστοις μὲν καὶ ἄλλοις συμβούλοις χρώμε-
νος, μάλιστα δὲ καὶ διαφερόντως τῷ Μουζάλωνι Θεοδώρῳ, ὃν
ὁ πατὴρ εἰς μέγαν λογοθέτην τοῦ Ἀκροπολίτου ἀποθανόντος
ἐτίμα. καὶ δὴ ἐκ μεγάλου παπίου εἶτα δὲ καὶ πιγκέρνου εἰς μέ-
γαν κονοσταῦλον τὸν Ταρχανειώτην τιμήσας Γλαβᾶν τοῖς Τοχά-
ροις ἐφίστησιν, οὐκ ὀλίγου καὶ τοῦ Ῥωμαϊκοῦ περὶ τὸν δεσπότην
Μιχαὴλ ὄντος, ἐφ' ᾧπερ σφᾶς ὁρμῆσαι ἔξω που τῆς τῶν Ῥω-
μαίων εἰς Τριβαλλῶν, οὐ χρείᾳ τέως πολέμου, ἀλλὰ κέρδους
τῶν κεκλημένων καὶ σκύλων καὶ λημμάτων ἕνεκα, ὡς μὴ κενὴν
σφίσι γενέσθαι τὴν ἐκστρατείαν, καὶ μᾶλλον παρακεκλημένοις
πρὸς βασιλέως, ἐξ ὧν καὶ καταδραμοῦνται μισθοφορήσουσιν.
ὁ δ' οὖν βασιλεὺς τὰ εἰκότα ἐκείνους καὶ λόγοις καὶ δώροις φιλο-
φρονησάμενος συνάμα τοῖς ἀμφὶ τὸν δεσπότην καὶ τὸν μέγαν κο-
13
νοσταῦλον ἀπέπεμπεν, ἅμα μὲν προσβαλοῦντας ἅμα δὲ καὶ κερ-
δανοῦντας ἑτέρωθεν. αὐτὰς δὲ διὰ ταχέων ἄρτι πρώτως μηνο-
λογησάμενος πρόσταγμα τῷ πατριαρχοῦντι ἐπέστελλε, γράψας δι'
ἀπορρήτων καὶ τῷ μεγάλῳ τζαουσίῳ τῷ Παπύλᾳ, ἐκείνῳ μὲν τὰ
εἰς φυλακὴν ἀσφαλεστάτην τῆς πόλεως προτρεπόμενος, τῷ δέ γε
πατριάρχῃ τὸν τοῦ βασιλέως δηλοποιούμενος θάνατον, καὶ ὡς
αὐτὸς ἐπιστήσεται κατὰ πόδας· μηδὲ γὰρ ἂν ἄλλως εἶναι γνῶναι
τὴν Αὐγοῦσταν περὶ τῶν συμβάντων πρὶν ἂν αὐτὸς ἐπιστῇ κατὰ
παραμυθίαν ὡς δῆθεν τὴν πρέπουσαν. ὁ γοῦν πατριάρχης ἔτυχε
μὲν καὶ πρὸ τὸ δρᾶμα μαθεῖν, καὶ θρήνοις ὡς εἰκὸς τὸν τοῦ
βασιλέως ἀφωσιώσατο θάνατον, μὴ γνωσθὲν ὅλως τοῖς περὶ
ἐκεῖνον ἐφ' ᾧ καὶ θρηνοίη. τότε δὲ δεξάμενος τὸ τοῦ βασιλέως
πρόσταγμα παρὰ τοῦ Παπύλου, καὶ ὡς εἰκὸς ἐποικτισάμενος,
ἐκείνῳ μὲν τὰ εἰκότα κοινολογησάμενος ἀποπέμπει, τῷ δέ γε συγ-
γραφεῖ παρέχει τὸ πρόσταγμα, ἐρωτῶν εἰ αὐτὸς ἔχοι γνῶναι δια-
στοχασάμενος οὗ τινὸς ἂν εἴη τὸ μηνολόγημα· ἐπὶ τοσοῦτον γὰρ
καὶ παρέϊκτο τοῖς τοῦ πατρὸς ὡς μὴ ῥᾳδίως διαγνῶναι ἔχειν καὶ
τὸν εἰδήμονα, ἐκ μόνης δέ τινος ξυσμῆς βραχυτάτης ἐπὶ τῇ
παραλλάξει κατανοούμενον ὑπονοεῖν ἐδίδου τὴν χεῖρα. καὶ γνω-
ρίσασιν ἤδη τὸ σύμβαμα τότε καὶ δῆλος μὲν ἦν πατριάρχης
ἀλύων, δῆλος δὲ καὶ παραμυθούμενος, τὰ μεγάλα παρὰ βασι-
14
λέως ἔχειν ἐλπίζων περὶ τῆς κατὰ τὴν ἐκκλησίαν ὡς εἰκὸς ἀνυψώ-
σεως, αὐτοῦ γε νύττοντος. καὶ ἡ πρὸς αὐτὸν ἀγάπη τοῦ βασι-
λέως, πολλή τις οὖσα καὶ θαυμαστή, ἐχέγγυον τῶν ἐλπιζομένων
εἰς πίστιν ἦν. ὁ μὲν οὖν ἐν τούτοις ἦν.
2. Ὁ δέ γε βασιλεὺς μεθ' ἡμέρας καταλαβὼν τὴν Κων-
σταντινούπολιν ἐμφανὴς ἦν λογισμοὺς στρέφων καὶ μάλα δια-
νοούμενος περὶ ὧν ἂν καὶ πράξοι, ἐφ' ᾧ τὸ τῆς ἐκκλησίας σχίσμα
συνουλωθείη κατασταλέντος τοῦ ἀνοιδοῦντος. τὸ δ' ἦν οὖκ
ὀλίγης καὶ τῆς τυχούσης μελέτης, ἀλλὰ καὶ τῆς ἀναγκαίας, ὡς
ἐῴκει, καὶ προύργου παντός. ἔτυχε γὰρ καὶ ἡ αὐτοῦ θεία ἡ
Εὐλογία βουλὰς εἰσάγουσα πιθανάς, καὶ τὰ πολλὰ κατεπείγουσα
καὶ ἄλλως παρακεκινημένον ἐξ ἑαυτοῦ τὸν κρατοῦντα τὰ χθὲς καὶ
πρὸ τρίτης ἀναλαμβάνειν καὶ τοῖς σχιζομένοις ἀπολογεῖσθαι, ὡς
παρὰ γνώμην τῷ πατρὶ συμπράξοι καὶ ὡς καταγνοίη τῆς πράξεως,
ὡς ὑπ' αὐτοῖς ὅλον γενέσθαι, κἄν τι δικαιοῖεν ἐκεῖνοι παθεῖν αὐ-
τόν, ἑτοίμως ὑπέχειν τὰς δίκας ὡς ἁμαρτήσαντα. καὶ τῷ μὲν
οὕτως ἐδόκει, ὑποποιουμένῳ τὰς γνώμας τῶν σχιζομένων, ὥσπερ
ἂν εἰ ἀνερρωγότος βοθύνου ἐξαπιναίως πεσὼν ἐζήτει παρ' ἐκεί-
νων ἀναλαμβάνεσθαι. αἱ γὰρ διὰ χρυσοβουλλείων λόγων πίστεις
15
καὶ οἱ ἐν αὐτοῖς ὅρκοι, καὶ ὅς' ἄττα ξυμβεβήκει τοῖς βασιλεύου-
σιν, αὐτῷ δηλονότι καὶ τῷ πατρί, εἰς τὴν τῆς τελεσθείσης εἰρή-
νης βεβαίωσιν, οὐκ ἀπεοικὸς πρὸς βοθύνους ἔχειν καὶ φάραγγας
παρ' αὐτῷ, οἷς ὀλίσθῳ γνώμης ἐμπεσεῖν ᾤετο. οἱ δέ γε πρὸς
τοῦτο παρακινοῦντες (ἡ Εὐλογία οὗτοι καὶ ὁ Μουζάλων Θεόδω-
ρος) ἐῴκεσαν μὲν καὶ κινουμένοις εἰς ζῆλον διὰ τὰ πραχθέντα, καί
γε ζητοῦντες τὴν τῆς ἐκκλησίας κατάστασιν κατεφαίνοντο, ἐδό-
κουν δὲ τοῖς πολλοῖς προκατειλημμένοι τὰς γνώμας καὶ κατὰ τοῦ
ἀποιχομένου μηνίοντες οἷς ὅτι ἡ μὲν εἰς τὸ τοῦ ἁγίου Γρηγορίου
φρούριον συνάμα παιδὶ τῇ τοῦ Ῥαοὺλ γυναικὶ ἐξωρίζετο, ἐπαύ-
ξοντος καὶ τοῦ κατὰ τὴν Μαρίαν συμβάντος τὸ ἔχθος, ἣν θυγα-
τέρα ταύτης καὶ Βουλγάρων δέσποιναν ὁ λόγος προυδείκνυ, ὁ δὲ
ζηλοῦν δόξας καὶ τὴν εἰς Ἰταλοὺς πρεσβείαν ἀποποιούμενος ἑνί γε
καὶ μόνῳ εἰς τιμωρίαν ἀλλακτῇ τῷ αὐταδέλφῳ ἐχρήσατο Λέοντι
τὰς ἐπιφορὰς τῶν ῥάβδων δεχόμενος. συνάμα δ' ἄμφω τὰς
αἰτίας πρὸς τὸν πατριαρχοῦντα ἀνάγοντες, δεινὸν κατ' ἐκείνου
ὡς δόξαντος τὴν αἰτίαν εἰληφέναι τῆς ἐπ' ἐκείνους ἀγανακτή-
σεως.
3. Ὡς γοῦν ἡ τῶν Χριστοῦ γενεθλίων προσήλαυνεν ἑορ-
τή, καὶ ἔδει μέν, ὡς εἴθιστο, προελθεῖν βασιλέα, ἔδει δὲ καὶ
16
τὴν μυστικὴν ἐν ἀνακτόροις ἱερουργίαν τελεῖσθαι, καὶ ἡ μὲν
προέλευσις κατὰ δεῖγμα λύπης, κάτω που τοῦ βασιλέως ἱσταμέ-
νου, οὐκ ἐγεγόνει, τὰ δὲ τῆς μυστικῆς ἱερουργίας ἠπράκτει, μή
πως καὶ ὁ εἰς πατριάρχην ἔτι τελῶν μνημονεύοιτο. ὃ δὴ κἀκεῖ-
νοι μὲν ἐπείλυον τέως αἰτίας πλαττόμενοι, δῆλοι δ' ἦσαν ἄλλοις
τὰ μὴ ὄντα προφασιζόμενοι. ἡ γὰρ Εὐλογία νόμῳ μὲν συμπα-
θείας ἐθρήνει τὸν ἀποιχόμενον, τὸ δὲ πλέων θρηνεῖν προσεποιεῖτο
τὴν τοῦ ἀδελφοῦ διὰ τὸ χθὲς γεγονὸς ἐξαπώλειαν, καὶ τὴν Αὐ-
γοῦσταν θρηνοῦσαν τὸν σύζυγον ἐν οὐ καλαῖς περὶ ἐκεῖνον ἐλπί-
σιν ἐποίει, ὡς οὐδὲν ἐντεῦθεν τοῦ ὑπὲρ ἐκείνου πραχθησομένου,
κἂν ὅ τι καὶ ᾖ, βοηθήσοντος. ὅθεν καὶ τοῖς πατριάρχαις συνελ-
θοῦσι κατὰ παραμυθίαν ἐκείνη κατώδυνος οὖσα τὸ ποιητέον ὑπὲρ
τῆς ἐκείνου ψυχῆς ἐπυνθάνετο. καὶ πρώτως ἔδειξεν ἐκείνη
τοιαῦτ' ἐρωτῶσα τὸ παρὰ τοῦ βασιλέως βυσσοδομευόμενον.
ἐκεῖνος γὰρ καὶ νύκτας ὅλας παρὰ Ἰωσὴφ ἴαυε, καὶ ἀνάγειν ἐπει-
ρᾶτο οὕνεκα σμικρᾶς πνοῆς νέκυν τὸ σύνολον ὄντα. ὡς δ' οἱ
17
περὶ ἐκεῖνον ἐκ τοῦ παραχρῆμα πεισθέντες μόνον οὐ κατήπειγον
τὴν ἀνάβασιν, οἱ μὲν ὡς ἄν γε τὰ τῆς ἐκκλησίας δῆθεν κατα-
στήσωσι πράγματα τοῦ κατὰ τὸν πάπαν λυθέντος σκανδάλου, οἱ
δὲ ὡς ἂν καὶ πλεῖον τοῦ εἰκότος κατεπαρθεῖεν καί γ' ἀνακαθάρ-
σεις μὲν ἐκκλησίας, ἀπομόρξεις δ' ἐκείνων καὶ ἱερῶν ἄλλων,
ἐπιτιμήσεις δὲ καὶ κολάσεις τῶν τῆς ἐκκλησίας πείθοντες πατριάρ-
χην τελέσειαν (ἦσαν δ' οὗτοι καὶ μᾶλλον ὁ Γαλησιώτης τε Γαλα-
κτίων καὶ ὁ Μελέτιος, ὃς καὶ ἅγιος, ὁ ἐν τῇ μονῇ τοῦ ἁγίου καὶ
δικαίου Λαζάρου κείμενος, ὧν ὁ μὲν στέρησιν ὀμμάτων ὁ δ' ἐκ-
τομὴν γλώττης πέπονθεν, ἐπ' αἰτίαις ὁ μὲν ψεύδους, ὡς ἴδοι
βασιλέα λέγων ἀζύμοις εἰς ἁγιασμὸν χρώμενον, τὴν ἀνατολὴν
διερχόμενος, ὁ δ' ὕβρεως, Ἰουλιανὸν ἄλλον τὸν βασιλέα εἰπὼν
κατὰ πρόσωπον), ὁ βασιλεὺς ἔνθεν μὲν ἀποστέλλων τὸν πα-
τριαρχοῦντα Ἰωάννην τὴν ἐκείνου ἀπελογεῖτο παρόρασιν, ὡς βίᾳ
καὶ ἐξ ἀνάγκης γεννησομένην. τὸ γὰρ ἐκ πολλῶν σκάνδαλον
18
ἀναζεῖν πεῖθον καὶ τὸν εὔνουν ἀποστατεῖν, αὐτὸν δὲ νέον εἰς ἀρ-
χὴν καθιστάμενον ἀνάγκην ἔχειν τὸ ἀνορμοῦν καταστέλλειν καί
γε τὰς γνώμας, καθόσον ἔστι, τῶν ὑποδεξομένων ἐξημεροῦν.
πολλοὺς δ' ἀκούειν σχίζεσθαι καὶ μεγάλους προφασιζομένους τὴν
τοῦ Ἰωσὴφ ἀναχώρησιν καὶ τὸ σκάνδαλον ὃ δὴ πρωϊζὰ ξυνέβη,
οὓς παρορᾶν μηδ' ὅλως ξυμφέρειν νεωστὶ μοναρχοῦντι. καὶ δὴ
καὶ ἐπ' αὐτῷ γε μεγίστην πληροφορίαν ἔχειν ἀγάπης ἧς ᾔδει τῆς
ἀπ' ἐκείνου πρὸς ἑαυτόν, μὴ μόνον πατριάρχου τιμὴν ἀλλά γε
δὴ καὶ ζωὴν αὐτὴν ὑπὲρ τοῦ βασιλέως προεῖσθαι καὶ τῆς ἐκείνου
συστάσεως. ἄλλως μέντοι μηδὲ χολᾶν ἀξιῶν, αὐτὴν ἐκείνην
τὴν ἀγάπην ἣν ᾔδει καὶ τὴν τιμὴν ἕξοντα παρ' αὐτοῦ, εἰ καὶ
ἄλλος τῆς ἐκκλησίας προστήσεται. καὶ ταῦτα μὲν πέμπων τὸν
Μελιτηνιώτην χαρτοφύλακα καὶ ἀρχιδιάκονον θερμῶς τὴν ἀνάγ-
κην ἀπελογεῖτο, ἐκεῖθεν δὲ συνδιανυκτερεύων τῷ Ἰωσὴφ καὶ τοῖς
περὶ ἐκεῖνον τὴν εἰς τὸ πατριαρχεῖον προκαθίστα ἀνάβασιν.
4. Ὁ μὲν οὖν Ἰωάννης καὶ ἄλλως εὐθὺς ὤν, ἔτι δὲ καὶ
τῆς τοῦ πατριάρχου τιμῆς ἐπικόρως ἔχων, ὡς πολλάκις καὶ λέ-
19
γων καὶ πράττων ἔδειξεν, ἐλπίζων δὲ καί τι γενέσθαι τῶν ἀγα-
θῶν ἐκ τῆς τοῦ Ἰωσὴφ ἀναβάσεως (τὰ γὰρ ξυμβάντα οὐκ ἂν πάν-
τως ξυνέβη ζῶντος ἐκείνου, ὡς ἐκ πολλῶν ἔστιν ὑπονοεῖν), διὰ
ταῦτα ἕτοιμος μὲν ὢν ἐκεῖνος κατὰ τὴν Χριστοῦ ἑορτὴν λειτουρ-
γεῖν, ἕτοιμος δὲ καὶ περὶ τῆς τοῦ ἀποιχομένου κατὰ τὸ εἰκὸς μνή-
μης φροντίζειν, ἀφεὶς τὰ πάντα τῇ ὑστεραίᾳ τῆς ἑορτῆς κάτεισι,
καὶ τῇ τῆς Παναχράντου μονῇ φέρων ἑαυτὸν δίδωσι, ζητήσας
παρὰ βασιλέως καὶ τοὺς ἀπάξοντας, πρόφασιν μὲν ὡς ὑπερα-
σπιοῦντας, ἤν τις τῶν τοῦ κλήρου ἀπαιδεύτως ἐπ' ἐκεῖνον ὁρ-
μῴη, τῷ δὲ βαθυτέρῳ σκοπῷ τὴν τοῦ λειποταξίου ἐκφεύγων κα-
τηγορίαν, ὡς ἐκεῖνος ᾤετο, παρὰ θεῷ κρίνοντι. καὶ ταῦτα μὲν
ἐπράττετο εἰκοστῇ ἕκτῃ μηνὸς Σκιρροφοριῶνος· (5) τοῦ δ' αὐ-
τοῦ μηνὸς μετὰ τὴν τριακοστὴν τὸ πρὸς ἑσπέραν ἐντεθεὶς λίκνῳ
ὁ Ἰωσήφ, μόνον οὐκ ἄπνους, πολλῶν παρ' ἑκάτερα παρεπομέ-
νων καὶ ἐπευφημούντων τὰ προπεμπτήρια, ἐφ' ὕμνοις καὶ κρό-
τοις ἀνθρώπων, ἔτι δὲ καὶ τῶν τῆς ἐκκλησίας συνακτηρίων κω-
δώνων, εἰς τὸ πατριαρχεῖον ἀνάγεται. οἱ δὲ τοῦ κλήρου μόλις
τὴν ἑσπερινὴν ὑμνῳδίαν καθ' ἑαυτοὺς ἐκτελέσαντες, ἐπεὶ ὄρ-
θρος ἦν καὶ πρὸς τὴν ἐκκλησίαν ἀπήντων κατὰ τὸ σύνηθες, σφί-
σιν ἑαυτοῖς ἄβατον τὸν ναὸν κατενόουν, ὡς μηδὲ σημάντροις
καὶ κώδωσιν ἠθροισμένοι· ὡς δὲ καὶ τὴν αἰτίαν ἐμάνθανον,
20
προστεταγμένον μηδ' εἰσιτητὸν εἶναι εἰς ἐκκλησίαν ἐκείνοις θεοῦ,
ἔξω που στάντες καὶ τὰ τῆς εὐχῆς ἐκτελέσαντες (τὸ γὰρ τῆς
ἑορτῆς περιφανὲς καὶ παραβαίνειν τὰ σφίσιν δοκοῦντα ἔπειθον
τοὺς τοῦ κλήρου) τέλος ἐπὶ τῶν οἰκιῶν καθεσθέντες ἐκαραδόκουν
τὸ μέλλον, καὶ τί δεῖ νοεῖν τοῖς παραγεγονόσι τὸ πρόσταγμα.
ἐπέφωσκεν ἡ ἡμέρα, καὶ οἱ μὲν ἐπιβατηρίους εὐχὰς ἐσχεδίαζον
ὡς ἐπὶ τῇ μεγάλῃ ἐκκλησίᾳ καθαίρεσθαι προσδοκῶντες, οἱ δὲ
ἐτέλουν ἁγιασμοὺς τοὺς δι' ὕδατος, καὶ πρόστωα καὶ ἐξώστωα
ἀναστήματά τε καὶ κίονες, ἀλλὰ καὶ τίμιαι εἰκόνες τοῦ μεγίστου
νεὼ διὰ τῆς τοῦ ὕδατος ἐπιρραντίσεως ἡγιάζοντο. διήρχετο τοί-
νυν τυφλῷ ποδὶ χειροκρατούμενος ὁ Γαλακτίων καὶ ἐπερράντιζε,
καὶ τό, ὡς ἐκείνοις ἐδόκει, μύσος τῶν σεβασμίων εἰκόνων ὑπ'
αὐτοῖς ἀπεκαθαίρετο ἁγιάζουσιν. ἐζήτουν δὲ καὶ οἱ ὁρῶντες
ἀπολυμαίνεσθαι, (6) καὶ δὴ ἄλλα μὲν λαϊκοῖς ἄλλα δὲ ἱερωμέ-
νοις ἐσχεδιάζοντο ἐπιτίμια. καὶ τὰ μὲν τῶν λαϊκῶν μέλον ἦν
ἐκτιθέναι τοῖς μοναχοῖς, καὶ ὡς σφίσιν ἐδόκει, πολλῶν καὶ ὀλί-
γων ἐτίμων τοῖς προσιοῦσιν, εἰ μὲν ἐπὶ μόνῃ ψαλμῳδίᾳ καὶ ἱε-
ροῦ κλάσματος μεταλήψει τὰ τῆς κοινωνίας εἶχον, μετρίοις, εἰ
δὲ καὶ ἐπὶ τῶν θείων δώρων μετοχῇ, ἐπιτιμῶντες τοῖς μείζοσιν.
21
ἀρχιερεῦσι δέ γε καὶ κληρικοῖς, αὐτοὶ τῷ πατριάρχῃ ὑποβαλλό-
μενοι ἐκείνῳ προσανετίθουν τὰ πρόστιμα. καὶ δὴ νοσοκομουμέ-
νου αὐτοὶ πράττοντες, ἔστι δ' οὗ κἀκείνῳ τὰ τῆς ἰδίας προσα-
νατιθέμενοι γνώμης, ἐν πολλοῖς ἑπομένῳ καὶ ἄκοντι, καθίστων
τὴν ἐκκλησίαν ὡς σφίσι δέδοκτο. ποιναὶ γὰρ βαρεῖαι τοῖς κατά
τι προστησομένοις εἵποντο. ὅθεν καὶ τοῦ ναοῦ πᾶσιν ἐγκεκλεισμέ-
νου, τῶν ἀρχιερέων προσελθόντων ἐφ' ᾧ καὶ μαθεῖν ἐπὶ τίσιν
αἰτίαις πράττοιεν ταῦτα, αὐτοὶ τὸν μὲν πατριάρχην προθέντες
ἄψυχον οἷον φόρτον, τὸν δὲ μοναχὸν Γεννάδιον προστησάμενοι,
τὰ φρίκης ἐκεῖνα πλήρη ἀπελογοῦντο, ὡς παρανενόμηται μὲν
σφίσι τὰ μέγιστα, παραβέβασται δὲ τὸ ἱερὸν εὐαγγέλιον. ἐφ' ᾧ
καὶ δεινοπαθήσασι ταραχὴ καὶ θόρυβος ἐγεγόνει, καὶ κατεμέμ-
φοντο τοῦ εἰπόντος, καί γε τοῦ πατριάρχου διεπυνθάνοντο εἰ
αὐτοῦ θέλοντος λέγοιντο ταῦτα. ὁ δὲ ἀπέσκωπτε τὸν εἰπόντα,
καὶ ὡς οἷόν τε τὰ παριστάμενα προσωμάλιζε. τέλος ἐκτιθεῖσι
γνώμην τοῦ πατριάρχου καὶ ἐπ' ἐκκλησίας ἀναγινώσκουσιν, ἀρ-
χιερεῦσι μὲν καὶ κληρικοῖς τρίμηνον καιρὸν προστιμῶντες, λαϊ-
κοῖς δὲ κατὰ τὸ μέτρον τῆς κοινωνίας, πλὴν ἐπ' ἔλαττον τὰ τῶν
ἐπιτιμημάτων τάττοντες. τοῖς δέ γ' ἀρχιδιακόνοις, τῷ τε Με-
λιτηνιώτῃ φημὶ καὶ τῷ Μετοχίτῃ, ὅτι πρέσβεις ἐκπεμφθέντες
22
πρὸς βασιλέως ξυνῆλθον τῷ πάπᾳ λειτουργοῦντι καί γε συνί-
σταντο, ἐπείπερ καὶ ἐνταῦθα οἱ ἀμφὶ τὸν Παράστρον Ἰωάννην
φρέριοι, καὶ αὐτοὶ πρὸς τοῦ πάπα κατὰ πρεσβείαν σταλέντες,
οὕτως ἔπραττον λειτουργοῦντος τότε τοῦ πατριάρχου Ἰωσήφ, καί
γ' ἀνεκτὸν ἐδόκει καὶ μηδὲν ἔχον πρόκριμα, ἀλλ' ὅμως ἐπὶ τοιαύ-
ταις αἰτίαις ὡς παραβᾶσι τὰ μέγιστα τέλειαν ἐπῆγον καθαίρεσιν.
7. Εἶτα μηνὸς Ἑκατομβαιῶνος πέμπτης ὀψὲ ἱκανῶς τὸν
ναὸν καθαγνίσαντες (ἤπειγε γὰρ ἡ τῶν θεοφανείων ἑορτὴ) εἰς
κοινωνίαν τοῦ ψάλλειν τοὺς τῆς ἐκκλησίας παραλαμβάνουσι. καὶ
δὴ τελεσθέντων τῶν ὕμνων, ἐπεὶ ἔδει καὶ τὴν τοῦ ἁγιάσματος
γίνεσθαι τελετήν, συνέρχονται μὲν ἀμφὶ τὴν φιάλην τῆς ἐκκλη-
σίας ἅμα μὲν ἐκεῖνοι ἅμα δὲ κληρικοὶ ἅμα δὲ καὶ λαός, ὅσοι τῶν
Γραικῶν καὶ ὅσοι τῶν Ἰταλῶν, προϊστῶσι δὲ τὸν τυφλὸν Γα-
λακτίωνα τῆς τελετῆς ἔξαρχον, καὶ ὑπὸ πολλῷ καὶ δαψιλεῖ τῷ
φωτί, δοθέντων κηρῶν καὶ αὐτοῖς Ἰταλοῖς, τὰ τῆς ἑορτῆς ἐτε-
λοῦντο. καὶ οἱ μὲν ταῦτα, τοῦ βασιλέως, ὡς σφίσιν ἤρεσκε,
πάνθ' ὑφιέντος πράττειν. ὡς ἂν γοῦν μόνον τὰ τῆς χθεσινῆς
καταιγίδος καταστορεσθεῖεν, ἧς χάριν δῆλος ἦν τοῖς ἀμφ' ἐκεῖ-
νον πιστοῖς καὶ πρότερον ὀδυνώμενος, τῷ πατρὶ συνάρχων τε
καὶ συμπράττων, εἰ καὶ μηδ' ὅλως ἀντιβαίνειν εἶχε, ταῖς τοῦ
καιροῦ δυσκολίαις ἀγχόμενος. οἱ μὲν οὖν οὕτως συμπαραλαβόν-
23
τες καὶ τοὺς τοῦ κλήρου, ἄλλοι δέ γε τοὺς Ἰταλοὺς ὁρῶντες ἱστα-
μένους μετὰ κηρῶν, δι' οὓς χθὲς καὶ πρὸ τρίτης ἡ ἐκκλησία
καθαιρομένη ὑπ' εὐχαῖς ἱλαστηρίοις ἠνοίγετο, ὀνείρους ἐδόκουν
ὁρᾶν τὰ τελούμενα. ἀλλ' ὁ τότε καιρὸς ἐξεχώρει, καὶ τοιαῦτα
τέως ἐπράττετο. ὁ γὰρ βασιλεύς, νοῦς ὢν ἐκεῖνος φιληδῶν τῷ
καλῷ, καὶ τῆς ἐκκλησίας εἰρήνης καὶ αὐτὴν ψυχὴν προϊέμενος,
ἠφίει πόλλ' ἄττα καὶ παρὰ τὴν αὐτοῦ γνώμην γίνεσθαι, μόνῳ
τῷ τέλει πιστεύων, ἵν' εἴ πως ἐντεῦθεν ὁ λαὸς εἰρηνεύσειε τῶν
τῆς διχοστασίας ἀπαμβλυνθέντων κέντρων. παρ' ἣν αἰτίαν καὶ
σφίσιν ἐξεκεχώρητο πράττειν, καὶ τὰ δεινὰ ἐφῆπται ὡς παραβε-
βηκόσι τοῖς κοινωνεῖν ἀναγκασθεῖσιν, ὅπου γε κἂν εἰ κακίας δί-
κας ὑπέχειν ἐδικαιοῦντο διὰ ταῦτα ἃ δὴ καὶ βιασθέντων ἐπράχθη-
σαν, ἄλλους ἐχρῆν εἶναι τοὺς προστιμῶντας, οὐ τοὺς χάριν βα-
σιλικῆς εὐμενείας βιασαμένους, οἳ δὴ καὶ μίαν εἶχον τῆς μὲν
πλημμελείας ἀπολογίαν τῆς δὲ προστροπῆς ἀποφυγήν, εἰ καὶ αὐ-
τοὶ χωροῖεν ὁμόσε τοῖς βιασθεῖσιν. ἀλλ' οὔπω ταῦτα. ἔτι δ'
ὑπετύφετο τοῖς ταλαιπώροις τὸ χαλεπόν, κἂν τέως λόγοις ἡμέ-
24
ροις καὶ τῇ τοῦ πατριάρχου ἐνστάσει ταῖς ἀληθείαις συνεκαλύπτε-
το. τοῖς μὲν γὰρ τῶν ἐσχάτων προστιμᾶν ἐδόκει ὡς πλημμελή-
σασι καὶ τὰ ἔσχατα, πατριάρχῃ δὲ τὴν βίαν εἰδότι καὶ τὴν πάλαι
τοῦ βασιλέως ἐπίθεσιν, ὡς καὶ καθοσιώσεως τοὺς ἀνθισταμένους
ἐγκαλεῖσθαι καί γε δὴ τὰ τῶν καθωσιωμένων εἰς τιμωρίαν ὑπέ-
χειν, συγγνωστὰ τὰ ἐκ βίας διεγινώσκοντο. πλὴν ἀλλ' αὐτῷ
μὲν μέλον ἦν τῶν νοσοκομιῶν, ἐκεῖνοι δὲ τοὺς ἀρχιερεῖς ὑπο-
ποιούμενοι τὸ πᾶν τῆς αἰτίας προσανετίθουν τῷ γε πατριαρχεύ-
σαντι, ὥσπερ ἂν οὐκ αὐτὸς ἦν, ἄλλου μὴ καταδεξομένου τὴν
τοῦ θρόνου τιμήν. πλὴν τὸ δύσζηλον, ὥσπερ ἀλόγοις, οὕτω
δὴ καὶ λογικοῖς ἐφῆπται. καὶ διὰ τοῦτο τοὺς μὲν ἄλλους ἀμη-
γέπη τῶν μώμων ἀνίεσαν καὶ τῆς μέμψεως, πλέον δ' ἐκείνῳ
ἐπεῖχον ὡς ἀδικήσαντι, καί γε αὐτὸν μηδ' ἐν ἐπιεικέσι λογίζε-
σθαι σπουδὴ ἦν πάσης ἀσχολίας καθυπερτέρα. εἰς τί γὰρ ἔδει
καὶ κρίνεσθαι, καὶ μᾶλλον διὰ τὸ εἶναι ποιμένα τὸν τοῦ θρόνου
καθαιρεθέντα τοῦ πρώτου προτιμηθέντος, κἂν καλῶς εἶχε τῆς
γνώμης κἂν μή, εἰ μή γε αὐτὸν μὲν ἐβούλοντο ἀχρειοῦν, τοῖς
λοιποῖς δὲ προστρίβειν ἄγος τὸ μέγιστον, καὶ οὓς τέως εἶχον κατ'
ἐκείνου συλλήπτορας ὡς ὀρθοσεβεῖς σφαλέντος, τούτους καταδι-
25
κάζειν ὡς κοινωνοὺς ἐσφαλμένου καθύστερον, ὡς καί τινα τότε
τῶν ἐχεφρόνων λέγειν (ὁ Ἀδριανουπόλεως δ' οὗτος ἦν ὁ Θεόκτι-
στος) ὡς νῦν μὲν εἰς ὄπτησιν τὴν ἐκείνου ὀβελοῖς ξυλίνοις χρῶν-
ται τοῖς κρίνουσιν, ὕστερον δὲ καὶ αὐτοὶ πυρὶ δοθέντες καυθή-
σονται· ὃ καὶ γέγονεν ὕστερον.
8. Τότε δ' οὖν ὑποποιούμενοι μὲν ἀρχιερεῖς, ὑποποιού-
μενοι δὲ παντοίως καὶ τὸν Ἀλεξανδρείας πατριάρχην Ἀθανάσιον,
ἄνδρα πολλοῦ τινὸς ἄξιον, θρόνους τε προτιθεῖσι δύο, ὃν μὲν
κενὸν εἰς τιμὴν καὶ σχῆμα τοῦ πατριάρχου Κωνσταντινουπόλεως,
ὃν δὲ τὸν Ἀλεξανδρείας προκαθεζόμενον ἔχοντα. καί γ' ἑαυτοὺς
καθιστῶσιν εἰς δικαίῳ τοῦ πατριάρχου ἤδη νοσοῦντος τοποτη-
ροῦντας, σύνοδόν τε συγκροτοῦσιν ἀρχιερέων, παρόντος μὲν
ἐκεῖσε καὶ τοῦ μεγάλου λογοθέτου, παρόντος δὲ καὶ Γεωργίου
τοῦ Κυπρίου καὶ τοῦ ῥήτορος Ὁλοβώλου, ἄρτι ἐκ τῆς τοῦ με-
γάλου Ἀγροῦ μονῆς ἐπιδεδημηκότος τῇ Κωνσταντίνου, καί γε
τοῦ μοναχοῦ Θεοδοσίου Σαπωνοπούλου, ὃν ἐν πρωτονοταρίοις
ἔχοντος τοῦ κρατοῦντος ὁ μοναχὸς διεδέξατο βίος, καὶ ἄλλων
πλείστων προκαθημένων. καὶ τὰ τῶν γραφέντων εὐθύνειν ἠβού-
λοντο, οὐκ εἰρηνικῇ σκέψει μᾶλλον, τὸ μὲν ἀσφαλὲς ἐγκρίνοντες
τὸ δ' ἀπεμφαῖνον εὐθύνοντες· ἀλλ' ὅτι τὰ σκάνδαλα ᾔρετο, κἂν
26
καλῶς οἱ γράφοντες εἶχον τῆς δόξης, οὐχ ὅπως ἔκρινον ἐξετάζειν,
ἀλλὰ μόνον ὅτι καὶ δόγματα ἐλαλήθησαν καὶ γραφαὶ ἀνεπτύχθη-
σαν καὶ λόγοι πατέρων εἰς ἀκοὴν ὠτίου ἐτέθησαν, μεγίστην
ταῦτα παραβασίαν ἡγούμενοι, τοὺς μηδ' ὅ τι καὶ αἵρεσις εἴη γι-
νώσκοντας ὡς τὰ μέγιστα παραβάντας ἔκρινον, καὶ μηδὲν ὀρθοῦ
ὅλως παρεκκλῖναι διατεινομένους λιβέλλους ἐζήτουν πίστεως. εἰ
δ' ἔγρυξέ τις περὶ δογμάτων γράψας, οὐ τὸ γραφέν, τὸν γρά-
ψαντα δ' αἰτιώμενοι καταδίκαις ὑπῆγον ἐσχάταις. καὶ προηγου-
μένως αὐτὸς δὴ ὁ τῶν λογοθετῶν μέγας, ὁ καὶ πῦρ πνέων ὑπὲρ
δογμάτων, ὡς ἐῴκει, παρεῖχε τὸ σύγγραμμα καίεσθαι, οὐχ ὅτι
ἔσφαλταί οἱ, καθὰ δὴ καὶ αὐτὸς ἔνορκος ἐπὶ τῇ συνόδῳ διωμο-
λόγει, αὐτόθεν λογογραφοῦντι περὶ δογμάτων, ἀλλ' ὅτι γρά-
φειν ἐπῄει καὶ συντάττειν πατέρων ῥητὰ χρήσιμά πως δοκοῦντά
οἱ πρὸς τὰ τότε τελούμενα, ταῦτα καὶ πολλῶν πρότερον καὶ με-
γάλων αὐτοῖς δὴ συγχρησαμένων ἐφ' ὁμοίαις ταῖς ὑποθέσεσιν·
27
ἀλλ' ὅμως ἐπείπερ οὐκ ἐν καιρῷ εἰρήνης ἐλέχθησαν, ἀλλ' ὅτε
δεινόν τι κῦμα καὶ τετριγὸς κατεστρόβει τὴν ἐκκλησίαν ἐκ τῆς
τῶν πολλῶν ἀνεγέρσεως, ἅμα δὲ καὶ τῷ δοκεῖν περιεῖναί οἱ τῆς
εὐσεβείας, οὐχ ὡς ῥητὰ πατέρων ἐδίδου τὰ συνταχθέντα πυρί,
ἀλλ' ὡς ἴδιον σύγγραμμα. καθεξῆς δ' ἐπὶ τούτῳ καὶ τὸ τοῦ
παλαιοῦ μεγάλου λογοθέτου σύγγραμμα, ὁμοίως κἀκεῖνο ἔχον,
καὶ ἄλλοις οἷς γράφειν ἐπῄει καὶ μόνον μεμνῆσθαι δογμάτων ἐπά-
γοντες μῶμον, πυρὶ παρεδίδουν τοὺς τόμους.
Ἐντεῦθεν οὐδὲ τὸν πατριαρχεύσαντα Ἰωάννην αἰτιῶν
ἠφίουν, ἀλλὰ καὶ μᾶλλον ἐκεῖνον αἰτίαις ὑπῆγον αἱρέσεως, ὅτι
καὶ ἐπὶ τοῖς πατέρων ταῖς ἀληθείαις ῥητοῖς λιχνευσάμενος ἀντι-
λαβὰς διδόναι τοῖς αἰτιωμένοις ὡς εἰκὸς ἐκινδύνευε, καὶ παρὰ τὸ
εἰκὸς ταῖς ἐννοίαις τῶν ῥητῶν ἐμβαθύνων ἐπὶ τοῖς ὑπὲρ νοῦν ἀν-
θρωπίναις διανοίαις παρατολμᾶν· τὰ γὰρ περὶ θεοῦ σιωπῇ μᾶλ-
λον ἔχειν τε καὶ τιμᾶν ἢ λόγοις συνιστᾶν καὶ δεικνύειν πέφυκεν.
(9) ἐκεῖνος τοίνυν τὸ ἐκ πατρὸς δι' υἱοῦ τὸ πνεῦμα παρὰ τῶν
πατέρων λεγόμενον ἐκπορεύεσθαι ἐπὶ τῇ θεολογίᾳ τοῦ πνεύματος,
μὴ τοῦτο μόνον λαμβάνων ὅτι πρόσθεσις καὶ παρὰ τοῖς ἡμετέροις
πατράσι τετόλμηται ἐπ' αὐτῇ δὴ ταύτῃ τῇ ἀνεννοήτῳ ἐκ πατρὸς
ἐκπορεύσει τοῦ πνεύματος, ἐφ' ᾧ γε τὴν προσθήκην τῶν Ἰτα-
λῶν ἰᾶσθαι μετρίως ἴσως, εἴπερ ἐβούλετο, ἀλλὰ καὶ διδοὺς ἐξε-
28
τάσεσι καὶ τὰ ὑπὲρ νοῦν ἐρευνῶν ἀνθρωπίνοις νοήμασιν ἔλαθεν
οὐκ οἰσταῖς αἰτίαις περιβαλὼν ἑαυτόν. οὐ χεῖρον δ' εἰπεῖν καὶ
διασαφῆσαι τό γε ξυμβεβηκός, καὶ τίσι περιπαρεὶς τῶν γραφῶν
οὐ καλαῖς ταῖς αἰτίαις ξυνείχετο, κἂν μόνος ἐκεῖνος, μηδενὸς
ἄλλου συμπράττειν τολμῶντος, θεολογίας ἄπειρον πέλαγος μι-
κρῷ τινὶ ἀκατίῳ, ἀνθρωπίνῳ νοΐ, παραμετρεῖν ἐτόλμα πειρᾶ-
σθαι, τῷ ὑπὲρ τῆς εἰρήνης ζήλῳ ὥσπερ τινὶ φώσσωνι, ὡς ἐκεῖ-
νος ᾤετο, κουφιζόμενος, πιστεύων τοῖς ὀψιγόνοις, ὡς ἔλεγε,
κἂν οἱ παρόντες οὐκ ἀπεδέχοντο τὸ ἐγχείρημα. ἐκεῖνος τοίνυν
τὰς τῶν ἁγίων γραφὰς ἐπιμελέστερον διερχόμενος, τὸ μὲν ἐκ πα-
τρὸς δι' υἱοῦ προχεῖσθαι ἐκλάμπειν χορηγεῖσθαι προϊέναι τὸ
πνεῦμα τὸ ἅγιον πολλῶν καὶ πολλάκις λεγόντων ἐμάνθανε, τὸ
δὲ καὶ ἐκπορεύεσθαι πρώτως μὲν παρὰ τῷ μεγάλῳ Μαξίμῳ ῥη-
θὲν εὕρισκε, δευτέρως δὲ καὶ παρὰ τῷ θεολογικωτάτῳ Δαμα-
σκηνῷ, ἐφ' οἷς καὶ τὸν μέγαν Ταράσιον σὺν ἑβδόμῃ πάσῃ συνό-
δῳ, ἐπὶ ὁμολογίᾳ τῆς πίστεως πρὸς τοὺς ἀνατολικοὺς πατριάρ-
χας, ἀριδήλως κατενόει θεολογοῦντας. εὑρὼν γοῦν τὸν τοῦ
Μαρωνείας Νικήταν καὶ χαρτοφύλακα, ὕστερον δὲ καὶ Θεσσα-
λονίκης πρόεδρον, καὶ ἐπὶ τούτῳ καὶ τὸν Βλεμμίδην Νικηφόρον
γραφαῖς συγχρησαμένους εἰς τὴν ὑπὲρ τῶν Ἰταλῶν ὡς δῆθεν
ἀπολογίαν, καὶ Φώτιον αὐτὸν λέγοντα ὡς καὶ Ἀμβρόσιός τε καὶ
Αὐγουστῖνος καὶ τρίτος Ἱερώνυμος οὕτω μετὰ προσθήκης ἐθεο-
29
λόγουν περὶ τοῦ πνεύματος, ἀλλ' ὡς Ῥωμαῖοι πάντως καὶ οὐχ
ὡς Γραικοὶ ἔγραφόν τε καὶ ἔλεγον τὴν προσθήκην, τῆς μὲν λύ-
σεως τούτου καὶ λίαν ὡς ἀσθενοῦς κατεγίνωσκεν, ὥσπερ ἂν ἦν
ἱκανὸν τὸν αὐτὸν καὶ ἕνα πατέρα νῦν μὲν ὡς Γραικὸν μεγαλύνειν
νῦν δ' ὡς Ῥωμαῖον αἱρέσεως γράφεσθαι, Ἱερώνυμον δὲ καὶ Αὐ-
γουστῖνον τὸν μὲν ὑπὸ Δαμάσῳ παιδευθέντα καὶ σύγχρονον Βα-
σιλείου τοῦ πάνυ καὶ μέγαν ἐγνώριζεν, Αὐγουστῖνον δὲ τὸν Ἱπ-
πῶνος καὶ ἐπὶ τῆς ἕκτης συνόδου μακαρίας μνήμης ἠξιωμένον καὶ
εὐφημούμενον, τὸν δὲ τρίτον Ἀμβρόσιον καὶ παρ' ἡμῖν ἐπὶ τῆς
ἐκκλησίας μεγαλυνόμενον. τὸ γοῦν τὸν Φώτιον οὕτω λέγειν περὶ
ἐκείνων καὶ ἀποφαίνεσθαι οὐκ ἔκρινε συνετὸν καὶ ἄλλως δίκαιόν
τε καὶ ἰσχυρόν, ἐκείνων δὲ ταῖς βίβλοις προσσχὼν καί τι παθὼν
ἀνθρώπινον, φιλοτιμησάμενος, εἴ γε καὶ αὐτὸς σφίσι τῆς γνώ-
μης συνάροιτο, εἰ καὶ οὐδεὶς ἄλλος προσαπεδέχετο τὸ ἐγχείρημα,
βάξιν παρηρτημένην ἐντεῦθεν οὐκ ἐπαινετὴν δεδιώς, μέτεισί τε
φιλοπονώτερον τὰς γραφὰς καὶ τὰ παρεγγεγραμμένα τοῖς λόγοις
ἐκείνων ῥησείδια ἐξ ὅλων λόγων τῶν ἁγίων συνέλεγε. καὶ νῦν
μὲν εὕρισκεν Ἀθανάσιον λέγοντα “ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς
τρίαδος τάξει τὸ πνεῦμα γινώσκεσθαι μὴ προοδικῶς ὂν ἐκ θεοῦ
δι' υἱοῦ, ἀλλὰ ποιητικῶς, ὡς λέγουσι”, νῦν δὲ τὸν μέγαν Βα-
σίλειον “ἀξιώματι μὲν δευτερεύειν τοῦ υἱοῦ τὸ πνεῦμα παραδί-
30
δωσιν ἴσως ὁ τῆς ἀληθείας λόγος.” τὴν δὲ κατασκευὴν τῆς προ-
τάσεως, ἐν πολλαῖς μὲν τῶν βίβλων κειμένην καὶ ταύτην, ἐν δέ
γ' ἐνίαις παρῃρημένην εὕρισκεν. ἑτέρωθι τὸν Νύσσης Γρηγό-
ριον οὕτω πως διαιροῦντα τὰς περὶ θεοῦ δόξας ὡς τὸ μὲν αἴτιον
πιστεύειν τὸ δὲ ἐκ τοῦ αἰτίου, καὶ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην
διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ
δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. καὶ αὖθις ἐν τῷ τέλει τοῦ
τῶν Ἀντιρρητικῶν πρώτου “δευτερεύει μὲν ὁ υἱὸς τοῦ πατρὸς
αἰτίου, δευτερεύει δὲ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ κατὰ τὸν τῆς αἰ-
τίας λόγον.” ἀλλαχοῦ δὲ τὸν μέγαν Κύριλλον λέγοντα “τὸ ἐκ
ἀμφοῖν οὐσιωδῶς ὑπάρχον, τουτέστιν ἐκ πατρὸς δι' υἱοῦ”, καὶ
αὖθις στόμα μὲν τοῦ πατρὸς λέγοντα τὸν υἱόν, θεολογοῦντα δὲ
περὶ τοῦ πνεύματος “καθάπερ διὰ στόματος τὴν ἰδίαν ἡμῖν
ὑποσημαῖνον ὕπαρξιν.” Ἐπιφάνιον δὲ καὶ ἐν πολλοῖς καὶ πολλά-
κις τὰ αὐτὰ λέγοντα κατελάμβανεν. ἔδοξεν οὖν ἐκείνῳ ταῦτά τε
καὶ πλείω συνάγειν καὶ λογογραφεῖν τὴν τῶν πατέρων θεολογίαν,
ὡς ᾤετο. καὶ τὸ ἀτηρὸν μὲν τῆς κατηγορίας τῶν Ἰταλῶν, ὃ δὴ
καὶ τοῖς κοινωνοῦσι διὰ τῆς ἀναφορᾶς τοῦ ὀνόματος προσετρί-
βετο, ἐξιᾶσθαι τέως κατὰ τὸ δυνατὸν καὶ θεραπεύειν ἠβούλετο·
δεδιὼς δ' αὖθις καὶ τὰς κατηγορίας τῆς τόλμης, ταῖς ἀληθείαις
ὅρκους προανετάττετο τοὺς φρικώδεις ἦ μὴν μὴ ὡς δῆθεν κατα-
31
γινώσκειν τῶν ἡμετέρων ἢ ἐγκαλεῖν ἐλλείψεως, κἀκείνοις προσκεῖ-
σθαι ὡς κρειττόνως λέγουσιν, ἤ τι τοιοῦτον καὶ ἐννοεῖν γρά-
φοντα, ἀλλ' ἵνα τέως καὶ μόνον τὸ ἔγκλημα θεραπεύοιτο, οὐ
τῶν Ἰταλῶν, οὔμενουν (ἐκείνοις γάρ, κἂν ἐπὶ πᾶσιν ἀφιῶνται
τῶν ἐγκλημάτων, ἀλλ' οὖν τῷ τολμῆσαι προσθεῖναι τῷ συμ-
βόλῳ τὴν λέξιν ἔγκλημα κεῖσθαι τὸ μέγιστον), ἀλλὰ τῶν κοινω-
νούντων ἐκείνοις εἰρήνης τρόπον καὶ παλαιᾶς καταστάσεως ἕνεκα.
ἀντεπεξῆγε δὲ καὶ τὴν ἐπὶ τοῦ μονογενοῦς ἐκ εἰς τὴν διὰ κατὰ τὴν
τῶν προθέσεων ἀντιπαραχώρησιν, ὅπου ἂν καὶ ἐν τοῖς περὶ τοῦ
υἱοῦ τόποις εὑρίσκηται. οὕτω γάρ φησι διδάσκειν καὶ τὴν ἱερὰν
ὁπλοθήκην, βίβλον οὖσαν ἐγκρινομένην ταῖς γνησίαις τῆς ἐκκλη-
σίας. τοῦτο δ' ἐποίει τὴν τῶν Ἰταλῶν προσθήκην τοῖς ἡμετέ-
ροις βουλόμενος ἐξισοῦν. καὶ τέλος ἡ κορωνὶς τῆς τόλμης, ὅτι
εὑρίσκων μὲν καὶ τὸν θεολογικώτατον Δαμασκηνὸν ἐν τρεισκαιδε-
κάτῳ τῶν θεολογικῶν αὐτοῦ κεφαλαίων λέγοντα “καὶ διὰ λόγου
προβολεὺς ἐκφαντορικοῦ πνεύματος,” ἐκλαμβανόμενος δὲ τὸ
προβολεὺς εἰς τὸ αἴτιος (μηδὲ γὰρ εἶναι τὴν λέξιν ἐπ' ἄλλου ση-
μαινομένου λαμβάνεσθαι) καὶ διὰ λόγου αἴτιον τὸν πατέρα λέ-
32
γων τοῦ πνεύματος, χώραν αἰτίας δεδώκει καὶ οὐ παροπτέας,
οὐδέ γε μὴν τῆς τυχούσης, συνδοξάζειν αἴτιον τὸν υἱὸν ἐπὶ τῇ ἐκ
πατρὸς αἰτίᾳ τοῦ πνεύματος. καίτοι γε τὰ μέτριά γε τοῖς λό-
γοις αὐτοῦ προσαρχόμενος, ὅτε τις καὶ ἀντεπῆγεν αὐτῷ τὴν αἰ-
τίαν, ὡς πολλῶν ἐπὶ θεοῦ λεγομένων καὶ δὴ καὶ κακίας ἐπιφερόν-
των ἔμφασιν τὰ μὲν λεγόμενα ὡς ἁγίων ῥήματα προσιέμεθα, τὸ
δ' ὑπεμφαῖνον οὐ προσδεχόμεθα, “λέγετέ” φησιν, “ὦ οὗτοι,
θεὸς τέλειος ὁ πατήρ, καὶ θεὸς τέλειος ὁ υἱός, καὶ θεὸς τέλειος
ὁ παράκλητος. ἆρ' οὖν διὰ τὸ τρεῖς θεοὺς ὑπεμφαίνεσθαι κα-
ταρρυπαροῦμεν τὴν θεολογίαν;” τέως εἰς ἀποφυγὴν τοῦ ἐγκλή-
ματος καὶ τρισὶ κεφαλαίοις τὸν ἐπὶ τῇ τῆς ὀρθοδοξίας ἡμέρᾳ ἀνα-
γινωσκόμενον ὅρον ἐπ' ἐκκλησίας ἐπηύξανε προστιθείς, ποιούμε-
νος ὑπ' ἀνάθεμα τρίτον τὸν ἤτοι δοξάζοντα ἢ αἴτιον ἢ μετὰ τοῦ
πατρὸς συναίτιον τὸν υἱὸν τοῦ πνεύματος, ἢ συγκοινωνεῖν ἐν
γνώσει καταδεχόμενον τοῖς οὕτω λέγουσι καὶ δοξάζουσι. ταῦτα
ἔλεγε, ταῦτ' ἔγραφεν. “εἰ δ' ἀνήκει τι”, φησί, “τῇ διὰ εἰς
33
τὸν τῆς αἰτίας λόγον, τοῦτο τόλμημα μὲν λέγειν ἢ ἐννοεῖν, εἰ δέ
τις τολμῴη, τὸ ἐκ τοῦ λόγου μὲν ἐρεῖ ἐμφαινόμενον, αἰτίαν δὲ
πάντως ἀποίσεται τοῦ τολμήματος.”
Ταῦτα κατὰ τὸν Βέκκον ταῖς ἀληθείαις, καὶ πλέον οὐδέν.
διὸ δὴ καὶ ἡμεῖς ἐξεπίτηδες τὰ τῆς ἱστορίας κατὰ λεπτὸν ἐπλατύ-
ναμεν, ἵν' ᾖ δῆλον ὅπως καὶ ἐφ' οἵαις αἰτίαις ὅσον οὐκ ἤδη ἡ
ἐκκλησία πᾶσα τοῦ κακοῦ παραπολαύειν ἤμελλε. σῶφρον ἦν οὖν
κατ' ἐμὴν γνώμην μηδὲν περὶ τούτων κινεῖσθαι. ἀλλ' ὅμως τέως
καὶ οἱ ἐκεῖνον ἐποτρύνοντες αἴτιοι· βουλόμενος γὰρ τοῖς αἰτιω-
μένοις ἀπολογεῖσθαι καὶ ἔγκλημα φεύγειν αἱρέσεως ἔλαθεν αἱρέσει
δόξας δικαίως περιπαρείς.
Ἐκεῖνοι μὲν οὖν ἓν εἶχον κατὰ σκοπόν, τὸ καθυποκλῖναι
τὸν Ἰωάννην τῷ Ἰωσήφ, καὶ παρ' ἐκείνου πείθειν ζητεῖν συγ-
γνώμην οἷς ὅτι ζῶντος ἐκείνου ἐπιβῆναι τοῦ θρόνου τολμήσειε,
καὶ τὰ τῆς εἰρήνης μὴ καταδεχομένου, ὡς καὶ ὑποχωρεῖν διὰ ταύ-
την, ἐκεῖνος μὴ ὅτι γε μόνον τὴν πατριαρχείαν καταδέχοιτο, ἀλλὰ
καὶ γραφαῖς πειρῷτο δεικνύναι τὴν πρᾶξιν ἀνεπιτίμητον. ὅθεν
καὶ ὁσημέραι σύνοδον μὲν ἐντελῆ καθίστων, (10) κρότοις δὲ
συχνοῖς τῶν τῆς ἐκκλησίας κωδώνων ξύγκλυδας ξυμφοροῦντες καὶ
πλήθη, εἴ πού τις ὡς ἠσέβησαν πείθοι, παρακινησείοντα τὰς
34
ὁρμὰς καθ' ὧν ἄρα τοῦ ὀρθοῦ παρακινησάντων σφᾶς ὑποπτεύ-
σειαν, καὶ μάλα θερμῶς ἠξίουν τὸν Ἰωάννην καταπέμπεσθαι
κριθησόμενον. συχνῶν γοῦν διαμηνυμάτων πρὸς ἐκεῖνον γινο-
μένων ἐφ' ᾧ παραγίνοιτο λόγον δώσων τῶν γεγραμμένων, καὶ
μάλ' ἐκείνων ἐπιδεικνυμένων τοῖς πλήθεσιν, ἐκεῖνος τὸ ἄλογον
τῆς ὁρμῆς τῶν πολλῶν δεδιὼς ἐπὶ πολύ τε ὤκνει καὶ ἀνεβάλλετο
τὴν ὡς ἐκείνους ἄφιξιν· δήλην γὰρ εἶναι τὴν παρακινδύνευσιν,
εἰ πλῆθος ἀσεβῆσαι πεισθείη, ὥστε μὴ μένειν ἐπὶ τοῦ καθεστη-
κότος τρόπου ἀλλ' ὅλαις ὁρμαῖς ἐπὶ τὸν…
…
The complete text is available when the reading interface loads.