Chronicon
- Edition reference
- Chronicon sive Minus [Sp.], ed. V. Grecu, Georgios Sphrantzes. Memorii 1401–1477 [Scriptores Byzantini 5. Bucharest: Academia Republicae Romanicae, 1966]: 2–146.
- CTS identifier
urn:cts:greekLit:tlg3143.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
1
{ΟΙΚΤΡΟΣ ΓΕΩΡΓΙΟΣ ΣΦΡΑΝΤΖΗΣ, Ο ΚΑΙ ΠΡΩΤΟΒΕΣΤΙΑΡΙΤΗΣ,
ΓΡΗΓΟΡΙΟΣ ΤΑΧΑ ΜΟΝΑΧΟΣ, ΤΑΥΤΑ ΕΓΡΑΨΑΜΕΝ ΑΠΟ ΤΩΝ
ΚΑΘ' ΕΑΥΤΟΝ ΚΑΙ ΤΙΝΩΝ ΜΕΡΙΚΩΝ ΓΕΓΟΝΟΤΩΝ
ΕΝ ΤΩ ΤΗΣ ΑΘΛΙΑΣ ΖΩΗΣ ΑΥΤΟΥ ΧΡΟΝΩ.}
Καλὸν ἦν μοι, εἰ οὐκ ἐγεννήθην, ἢ παιδίον ἀποθανεῖν.
Ἐπειδὴ τοῦτο οὐκ ἐγένετο, ἰστέον ὅτι ἐν ἔτει ͵ϚϠθ–ῳ ἐγεννή-
θην, Αὐγούστῳ λʹ, ἡμέρᾳ τρίτῃ· ἀνεγεννήθην δὲ ὑπὸ τῆς
ὁσιωτάτης καὶ ἁγίας Θωμαΐδος, περὶ ἧς ἐν τῳ προσήκοντι
τόπῳ μέλλομεν διηγήσεσθαι τἀληθές.
1
1
Καὶ τῇ κη–ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ δεκάτου ἔτους ἐσκοτώθη
ὁ ἀμηρᾶς Παϊαζήτης παρὰ τοῦ Τεμήρη· ὃς δὲ Παϊαζήτης ἦν πέμπτος
αὐθέντης τῆς γενεᾶς αὐτοῦ. Ἐρτογρούλης γὰρ ἦν ὁ πρῶτος καὶ ὁ δεύτε-
ρος Ὀτμάνης, ἐξ οὗ καὶ Ἀτουμαλίδαι· ὁ τρίτος Ὀρχάνης, ὁ τέταρτος
Μοράτης, ὁ πέμπτος Παϊαζήτης, ὁ ἕκτος Μεχέμετις, ὁ ἕβδομος Μορά-
της, ὁ ὄγδοος Μεχέμετις, ὃς δὴ καὶ ἡμᾶς ᾐχμαλώτευσε καὶ ἐξέωσε τῆς
Κωνσταντινουπόλεως.
2
1
Εἰς τὰς ἀρχὰς οὖν τοῦ ιβ–ου ἔτους ἐπανῆλθεν ἀπὸ τῆς Δύσεως
εἰς τὴν Κωνσταντινούπολιν ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ ὁ Παλαιο-
λόγος.
2
Καὶ τῷ ιγ–ῳ ἔτει μηνὶ Φευρουαρίου η–ῃ ἐγεννήθη αὐτῷ καὶ ὁ
δεύτερος Κωνσταντῖνος, ὃς ἐγεγόνει καὶ βασιλεύς.
3
1
Ἀφ' οὗ δὴ ιβ–ου ἔτους μέχρι καὶ τοῦ κα–ου πολλῶν γενο-
μένων ἀναγκαίων καὶ μνήμης ἀξίων, λέγω δή, τῆς εἰς τὴν Δύσιν ἀφίξεων
τῶν πέντε υἱῶν ἀμηρᾶ τοῦ Παϊαζήτη, ἤγουν τοῦ Μουλσουμάνου, τοῦ Μω-
σῆ, τοῦ Ἰεσσαί, τοῦ Μεχέμετι καὶ τοῦ Ἰωσούφη, ὃς ἐγεγόνει καὶ Χρισ-
τιανὸς καὶ Δημήτριος ἐπωνομάσθη· τοῦ θανάτου τοῦ βασιλέως κυροῦ
Ἰωάννου εἰς τὴν Θεσσαλονίκην καὶ τῆς ἐλεύσεως ἐκεῖ τοῦ ἁγίου βασι-
λέως κυροῦ Μανουὴλ καὶ θείου αὐτοῦ καὶ τῆς τοῦ υἱοῦ αὐτοῦ δεσπότου
κὺρ Ἀνδρονίκου εἰς τὴν Θεσσαλονίκην ἀποκαταστάσεως· καὶ τοῦ θανά-
του τοῦ δεσπότου κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου εἰς τὸν Μυζη-
θρᾶν καὶ τοῦ ἁγίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ κὺρ Μανουὴλ εἰς τὸν
Μορέαν ἐλεύσεως· καὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ Μουλσουμάνου παρὰ τοῦ
ἀδελφοῦ αὐτοῦ Μωσῆ καὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ
τοῦ βασιλέως τοῦ ἁγίου κὺρ Μανουήλ· καὶ τῆς περὶ τὰ μέρη τῆς Λαρίσσου
ἐκτυφλώσεως Ὀρχάνη, τοῦ υἱοῦ τοῦ Μουλσουμάνου· καὶ τῆς ἐλεύσεως
ἀπὸ τῆς Ἀνατολῆς εἰς τὴν Δύσιν τοῦ ἀδελφοῦ αὐτοῦ Μεχέμετι τοῦ καὶ
Κυρίτζη καὶ τῆς ἥττης καὶ ἐπιστροφῆς αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ πά-
λιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πόλεως εἰς τὴν Δύσιν καὶ τῆς νίκης αὐτοῦ
καὶ τοῦ θανάτου τοῦ Μωσῆ· ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ ἁγίου τοῦ
βασιλέως κὺρ Μανουήλ, Κωνσταντίνου τὸν θάνατον ἐν τῇ Μονεμβασίᾳ,
ἀλλὰ δὴ καὶ δύο θυγατέρων αὐτοῦ· καὶ τῆς γεννήσεως εἰς τὴν Πόλιν τοῦ
αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους νοσή-
ματος καὶ τοῦ θανάτου ὁμοίως τοῦ τζαλαπῆ κὺρ Δημητρίου· καὶ τῆς γεν-
νήσεως τοῦ αὐθεντοπούλου κὺρ Δημητρίου καὶ τοῦ αὐθεντοπούλου κὺρ
Θωμᾶ· καὶ ἄλλων τινῶν μερικῶν ἀναγκαίων. Ταῦτα δὴ πάντα διὰ τὸ τῆς
ἡλικίας μου ἀτελὲς πάντη, οὐ καλῶς εἰδότος μου καὶ ἀκριβῶς, ἐν ᾧ δὴ
χρόνῳ καὶ μηνὶ ἐγένοντο καὶ πῶς, σιωπῇ παραλείπω.
4
1
Τὸν δὲ Ἰούλιον μῆνα τοῦ κα–ου ἔτους ἐξελθὼν ἀπὸ τῆς Πό-
λεως ἀπῆλθεν εἰς τὴν νῆσον Θάσον ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ καὶ
ἀπῆρεν αὐτὴν τὸν Σεπτέβριον τοῦ κβ–ου ἔτους. Εἶτ' ἀπ' ἐκεῖ ἀπῆλθεν εἰς
τὴν Θεσσαλονίκην καὶ εἰς τὸν Μορέαν καὶ ἔκτισε τὸ Ἑξαμίλιον.
2
Τῷ κβ–ῳ ἔτει Μαρτίῳ γὰρ ἔσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν
ὀνομαζομένῳ. Καὶ τῇ η–ῃ τοῦ Ἀπριλίου μηνὸς ἤρξατο ἀνακαθαίρειν καὶ
ἀνοικοδομεῖν αὐτὸ δὴ τὸ Ἑξαμίλιον, ὅπερ ἔνι τὸ μῆκος οὐργιὲς ͵γωʹ.
Ἀνέστησε δὲ πύργους ἐπ' αὐτῷ ρνγʹ. Εὑρέθησαν καὶ γράμματα ἐν μαρ-
μάρῳ λέγοντα οὕτως· «Φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ,
φυλάξῃ τὸν αὐτοκράτορα Ἰουστινιανὸν καὶ τὸν πιστὸν αὐτοῦ δοῦλον
Βικτωρῖνον καὶ πάντας τοὺς ἐν τῇ Ἑλλάδι οἰκοῦντας τοὺς ἐκ θεοῦ ζῶν-
τας.»
3
Καὶ τῷ κδ–ῳ ἔτει μηνὶ Μαρτίῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν. Ἐν
ᾧ μηνὶ μετὰ τὴν ἄφιξιν αὐτοῦ δὴ τοῦ ἁγίου βασιλέως καὶ ὁ πατριάρχης
κὺρ Εὐθύμιος ἀπέθανε· καὶ τῇ κα–ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους ἐγεγόνει πα-
τριάρχης ὁ Ἐφέσου κὺρ Ἰωσήφ.
4
Καὶ τῷ κε–ῳ ἔτει ἀπῆλθεν εἰς τὸν Μορέαν ὁ βασιλεὺς κὺρ Ἰωάν-
νης ἐν ᾥρᾳ τοῦ φθινοπώρου· ἐν ᾧ δὴ καιρῷ, εἰς τὴν Θεσσαλονίκην διερ-
χόμενος, τὸν πλαστὸν υἱὸν τοῦ Παϊαζήτου ἐκεῖνον τὸν Μουσταφᾶν ἀ-
πῆρε διωκόμενον παρὰ τοῦ τάχα ἀδελφοῦ αὐτοῦ Μεχεμέτι καὶ εἰς τὴν
Λῆμνον ἀπέστειλε, μετέπειτα δὲ εἰς τὸν Μυζηθρᾶν.
5
1
Ἐν δὲ τῷ χειμῶνι τοῦ αὐτοῦ δὴ ἔτους θανατικοῦ γενομένου
ἐν τῇ Μαύρῃ Θαλάσσῃ καὶ φαμελικῶς εὑρισκομένων εἰς κάστρον ἓν τῶν
ἐκεῖσε κεφαλατεύοντες ὁ γαμβρός μου Γρηγόριος ὁ Παλαιολόγος ὁ Μα-
μωνᾶς, ἀνὴρ ἄριστος υἱὸς μεγάλου δουκὸς τοῦ Μαρωνᾶ καὶ αὐθέντη ποτὲ
τῆς Μονεμβασίας καὶ τῶν περὶ αὐτήν· ἔτι δὲ καὶ ἡ ἀδελφή μου καὶ γυ-
νὴ αὐτοῦ καὶ παιδὶ ἓν αὐτῶν θῆλυ, ἀπέθανε πρῶτον τὸ παιδὶ καὶ εἰς ζʹ
ἡμέρας τοῦ παιδὸς ὁ πατὴρ αὐτοῦ καὶ εἰς ἑπτὰ ἡμέρας τοῦ πατρὸς ἡ μή-
τηρ αὐτοῦ, ἔτι δὲ καὶ ἓξ τῶν ὑποχειρίων αὐτῶν, ἀνδρῶν τε καὶ γυναικῶν,
ἐναπολειφθέντων δὲ δύο καὶ μόνον τῶν αὐτῶν. Ἐλθόντες ἐν τῇ Πόλει
εἶπον ἐν μιᾷ φωνῇ ταῦτα τοὺς ἀθλίους μου γενέτας, οἳ καὶ ἀλλοτρόπως
ἀπέθανον ἀκούσαντες τοῦτο, εἰ καὶ οὐκ ἀπέθανον ὡς τελέως ἀπὸ τούτου,
μετέπειτα καὶ ἀσθενῶς· ὅπερ ἦν καὶ αἴτιον τοῦ μὴ ἐλθεῖν τὸν γενήσαντά
με εἰς τὸν Μορέαν μετὰ τοῦ αὐθεντοπούλου κὺρ Θωμᾶ εἰς τάξιν τατᾶ
αὐτοῦ, καὶ ἐμοῦ μετ' αὐτοῦ εἰς ὑπηρεσίαν ἐπιτραπεζίου καὶ κελλιώτου
αὐτοῦ, ὡς ὡρίσθημεν παρὰ τοῦ ἁγίου βασιλέως, τοῦ πατρὸς τοῦ ῥηθέντος
αὐθεντοπούλου· καὶ ἡτοιμαζόμεθα, καὶ ἀπὸ τοῦ ὅτι ὁ μὲν ἐμοῦ πρῶτος
ἀδελφὸς ἦν εἰς τὸν Μορέαν μετὰ τοῦ βασιλέως. Ὁ δὲ μετ' ἐμὲ ἕτερος,
ὡς ἐπῆλθεν ὁ θάνατος τοῦ ἀδελφοῦ, ἀφεὶς καὶ πατέρα καὶ μητέρα καὶ
ἀδελφούς, εἰς τὴν τοῦ Χαρσιανίτου λεγομένην μονήν, ἐν ᾗ ἦν καὶ ὁ κατ'
ἀλήθειαν διδάσκαλος κὺρ Ἰωσήφ, γέγονε καλόγερος.
2
Τοῦ δ' αὐτοῦ θανατικοῦ γενομένου περὶ τὸ ἔαρ καὶ τὸ θέρος καὶ
εἰς τὴν Πόλιν, ἐν μηνὶ Αὐγούστῳ ἀπέθανε καὶ ἡ δέσποινα κυρὰ Ἄννα
ἡ ἀπὸ τῆς Ῥωσσίας λοιμώθει νόσῳ καὶ ἐτάφη ἐν τῇ τοῦ Λιβὸς μονῇ.
6
1
Καὶ εἰς τὰς ἀρχὰς τοῦ κϚ–ου ἔτους ἐστάλη καὶ εἰς τὸν Μο-
ρέαν παρὰ τοῦ ἁγίου βασιλέως καὶ πατρὸς αὐτοῦ καὶ ὁ αὐθεντόπουλος
κὺρ Θωμᾶς· ἐν ᾧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ ὁ βασιλεὺς
κὺρ Ἰωάννης. Καὶ ἐμὲ ὁ βασιλεὺς ὁ ἅγιος καὶ πατὴρ αὐτοῦ εἰς τὸ κελ-
λίον αὑτοῦ προσηγάγετο Μαρτίῳ ιζ–ῃ, ὑπάρχοντός μου χρόνων ιϚϚʹʹ, ἐκεί-
νου δὲ τοῦ ἁγίου ξθϚʹʹ.
2
Καὶ τῷ κζ–ῳ ἔτει ἐν μηνὶ Νοεμβρίῳ ἦλθεν εἰς τὴν Πόλιν καὶ ἡ
δέσποινα κυρὰ Σοφία, ἡ τοῦ Μόντες Φεράντες μαρκεσίου θυγάτηρ. Καὶ
τῇ ιθ–ῃ τοῦ Ἰαννουαρίου τοῦ αὐτοῦ ἔτους εὐλογήθη αὐτὴν καὶ ἐστέφθη
καὶ βασιλεὺς ὁ κὺρ Ἰωάννης ἐν τῇ ἁγίᾳ Σοφίᾳ· ἐν ᾗ δὲ στέψει ἐγεγό-
νει ὄντως ἑορτῶν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων.
7
1
Καὶ τῷ κη–ῳ ἔτει ἦλθεν ὁ ἀμηρᾶς ὁ καὶ Κυρίτζης καὶ Με-
χεμέτης, ἵνα ἀπὸ τῆς Πόλεως περάσῃ εἰς τὴν Ἀνατολήν· καὶ προμαθόν-
τες ὡς ἐν μυστηρίῳ ἀπὸ τῶν ἐκείνου, ὅτι ὑπάγει, ἵνα τὰ τῆς Ἀνατολῆς
διορθώσῃ, καὶ, ὡσὰν ἐπιστρέψῃ, ἔχει σκοπὸν καὶ μελέτην ἐλθεῖν κατὰ τῆς
Πόλεως, πάντες οἱ τοῦ βασιλέως τοῦ ἁγίου ἐμπιστευθέντες τὸ μυστήριον,
ἄρχοντες καὶ τῶν ἱερωμένων παρώτρυνον καὶ ἐβουλεύοντο τῷ ἁγίῳ βα-
σιλεῖ, ἵνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐ κατεπείσθη ποτέ, λέγων. „Οὐκ
ἀθετῶ τὸν ὅρκον, ὃν πρὸς ἐκεῖνον ἐποιησάμην, ἂν ἐβεβαιούμην καὶ ἔτι,
ὅτι, καὶ ἂν ἔλθῃ, μέλλει αἰχμαλωτεύσειν ἡμᾶς· εἰ δὲ πάλιν ἐκεῖνος ἀθε-
τήσῃ τοὺς ὅρκους του, ἀπέμεινεν εἰς τὸν θεὸν τὸν πολλὰ πλεῖον δυνά-
μενον ἐκείνου“.
2
Διὰ ταύτην δὴ τὴν αἰτίαν οὐδέ τινα τῶν υἱῶν αὐτοῦ ἔστειλεν εἰς
συνάντησιν αὐτοῦ δὴ τοῦ ἀσεβοῦς, ἀλλὰ μόνους τὸν ἄριστον ἄνδρα Δημή-
τριον τὸν Λεοντάριν, Ἰσάκιον τὸν Ἀσάνην καὶ Μανουὴλ πρωτοστράτορα
τὸν Καντακουζηνὸν μετὰ πολλῶν ἀρχοντοπούλων καὶ στρατιωτῶν καὶ
δώρων· οἳ καὶ συνήντησαν αὐτῷ περὶ τὰ Κουτουλοῦ καὶ ἦλθον μετ' ἐκεί-
νου ἕως εἰς τὸ Διπλοκιόνιον, ὅλην δηλονότι τὴν ὁδὸν ὁμιλῶν μετὰ τοῦ
Λεοντάρι.
3
Ἐκεῖσε δὲ εἰς τὸ Διπλοκιόνιον εὑρεθέντες καὶ ὁ βασιλεὺς ὁ ἅγιος
καὶ οἱ υἱοὶ αὐτοῦ μετὰ ἑνὸς κατέργου, ἵνα περάσῃ ἐκεῖνον, καὶ ἐμβὰς
εἰς αὐτό, εἰς τὴν θάλασσαν μέσον ἐχαιρετήθησαν πρὸς ἀλλήλους ἀπὸ τὰ
κάτεργα καὶ ὁμιλοῦντες ἀπῆλθον μέχρι εἰς τὸν πέρα τόπον τῆς Ἀνατο-
λῆς, ὅπερ νῦν Σκουτάριον ὀνομάζεται, πρότερον δὲ Χρυσόπολις. Καὶ
ἐκεῖνος μὲν ἐξελθὼν ἀπὸ τοῦ κατέργου ἀνέβη εἰς τένδας, ἃς αὐτῷ προη-
τοίμασαν. Οἱ δὲ βασιλεῖς μετὰ τῶν κατέργων τρώγοντες καὶ πίνοντες καὶ
ἀποστολὰς τροφίμους πρὸς ἀλλήλους ἀποστέλλοντες, περὶ τὸν ἑσπερι-
νὸν ἐκεῖνος μὲν καβαλικεύσας ἀπῆλθε τὴν ὁδὸν τὴν περὶ τὴν Νικομή-
δειαν φέρουσαν, οἱ δὲ βασιλεῖς ἐπανέστρεψαν οἴκαδε.
4
Τὸ δὲ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντος εἰς τὴν Δύσιν διὰ
τῆς ὁδοῦ τῆς Καλλιπόλεως, ἀπῆλθεν εἰς τὴν Ἀνδριανούπολιν. Ὁ δὲ ἅγιος
βασιλεὺς ἑτοιμάσας τὸν Λεοντάριν Δημήτριον ἔστειλε πρὸς ἐκεῖνον, ἵνα
καὶ περὶ τῶν προμελετωμένων μάθῃ καὶ προμηνύσῃ καὶ ἐκεῖνον ἐλέγξῃ
διὰ τῆς καλῆς ἀγάπης καὶ τιμῆς, ἧς πρὸς ἐκεῖνον ἐπεδείξαντο, καὶ διὰ
τοῦ περάματος καὶ διὰ τοῦ τοιούτου ἀποκρισιαρίου, τοῦ προσώπου λέγω
καὶ τῶν δώρων, ὧν προσεκόμιζεν. Εἶδεν οὖν αὐτὸν ὁ ἀμηρᾶς μετὰ τιμῆς
καὶ ἀγάπης ὅτι πλείστης καὶ τέλος εἶπε πρὸς αὐτόν· «Ἔχω ἡμέρας, ὅτι
οὐχ ὑγιῶς ἔχω· ἀμὴ θέλω γενεῖν καλὰ καὶ θέλομεν φάγειν καὶ πιεῖν ὁμοῦ
καὶ ὁμιλήσειν». Ἐκεῖνος δὲ μετὰ τρεῖς ἡμέρας ἀπέθανε.
8
1
Καὶ τὸν μὲν Λεοντάριν τὸ τυχὸν οὐκ ἐποίησαν, ἀλλ' ἦν
εἰς τὴν κατούναν αὑτοῦ, καὶ τάχα θαυμάζων, πῶς οὐδὲν παρακαλεῖται αὐ-
τὸν ὁ αὐθέντης, ἵνα καὶ τὰς δουλείας αὐτοῦ ἀκούσῃ. Τούτου μαθόντος τὸν
θάνατον αὐτοῦ κατ' αὐτὴν δὴ σχεδὸν τὴν ὥραν, ἐπειδὴ δὲ τὰς στράτας
ἔκλεισαν κρυφίως τὰς φερούσας εἰς τὴν Πόλιν, καὶ πολλοὺς γραμματοκο-
μιστὰς ἀποστείλας ὁ Λεοντάρις, οὐδὲν τοὺς ἀφῆκαν νὰ διέλθουν. Καὶ
ἡμέραι παρῆλθον, ἰδοὺ ἀπὸ τούτου τὸ κατὰ τῆς Πόλεως ἀπεκαλύφθη μυ-
στήριον· καὶ θροῦς μέγας ἐγένετο καὶ βουλὴ καὶ μελέτη· καὶ πολλοὺς
ἐλέγχους ὁ ἅγιος ἔλαβε βασιλεὺς παρὰ τῶν βουλευόντων, ἵνα πιάσῃ
αὐτόν, εἰς τὴν μονὴν τῆς Περιβλέπτου δι' αἰτίαν θανατικοῦ εὑρισ-
κομένου.
2
Μόλις οὖν ποτὲ δι' ἄλλης ὁδοῦ τῆς εἰς Μεσέμβριαν ἀπαγούσης
στείλας ὁ Λεοντάρις ἄνθρωπον καὶ ἀπ' ἐκεῖ διὰ θαλάσσης ἐλθόντος, ἔφε-
ρε γραφήν, ὅτι ὁ ἀμηρᾶς ἀπέθανε· καὶ ἐγένετο τοῦτο δὴ τὸ ”Ἑσπέρας
αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.”
3
Καὶ ἰδοὺ ἔπεσον εἰς ἑτέραν φροντίδα καὶ βουλὴν καὶ μελέτην,
πότερον νὰ ἔχωσι τὸν υἱὸν αὐτοῦ τὸν Μουράτην ἀγάπην καὶ νὰ παρα-
χωρήσωσιν εἶναι αὐτὸν αὐθέντην, ὡς καὶ τὰ ὁρκωμοτικὰ αὐτῶν διελάμ-
βανον, ἢ νὰ φέρωσι τὸν Μουσταφᾶν ἀπὸ τοῦ Μυζηθρᾶ καὶ ποιήσωσιν
αὐτὸν αὐθέντην εἰς τὴν Δύσιν καὶ ὁ Μουράτης ἔνι εἰς τὴν Ἀνατολὴν
αὐθέντης. Τοῦ μὲν ἁγίου βασιλέως καὶ πατρὸς τὸ πρῶτον βουλευομένου
καὶ κρίνοντος δίκαιον ἐκ πολλῶν αἰτιῶν, τοῦ δὲ υἱοῦ αὐτοῦ καὶ τοῦ Καντα-
κουζηνοῦ Δημητρίου, ὅτι νὰ ποιήσουν τὸ δεύτερον, καὶ ὅτι δίδῃ τους καὶ
τὴν Καλλίπολιν, μόλις δέ ποτε οἱονεὶ ὡς κατὰ παραχώρησιν δέδωκεν
ἐξουσίαν ὁ ἅγιος βασιλεὺς τῷ υἱῷ αὑτοῦ· „Ὡς θέλεις“, ἐπειπών, ”ποίη-
σον· ἐγὼ γάρ εἰμι, υἱέ μου, καὶ γέρων καὶ ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά-
του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις”.
9
1
Καὶ ἐν μηνὶ Σεπτεβρίῳ τοῦ κθ–ου ἔτους μετὰ κατέργων ἀπελ-
θόντος εἰς τὴν Καλλίπολιν τοῦ βασιλέως κὺρ Ἰωάννου, ἀμηρᾶν τὸν Μουσ-
ταφᾶν φέρων ἀπὸ τοῦ Μορέως αὐθέντην ἐξέβαλεν εἰς τὴν Δύσιν· καὶ
ἡ Καλλίπολις αὐτὸν προσεκύνησε καὶ μετά τινας ἡμέρας ζητηθεῖσα παρὰ
τοῦ βασιλέως, τάχα κατὰ τὰς ὑποσχέσεις, ἀπεκρίνατο· „πάντες οἱ Τοῦρ-
κοι λέγουσιν, ὅτι ἡ πίστις ἡμῶν ἡ Καλλίπολις ἔνι, καὶ οὐδὲν ἐμπορεῖ
νὰ τὴν δώσωμεν“, πολλὰ τοῦ Μουράτη ἀπὸ τὴν Ἀνατολὴν δι' ἀποκρι-
σιαρίων δεομένου καὶ τάσσοντος.
2
Περὶ δὲ τὰς ἀρχὰς τοῦ χειμῶνος τοῦ αὐτοῦ ἔτους περάσαντος τοῦ
Παϊζήτη ἀπὸ τὸ ἐπάνω Στενὸν εἰς τὴν Δύσιν, ἀνδρὸς χρησίμου, μπεηλαρ-
μπεῒ καὶ βιζίρου ὄντος τοῦ πατρὸς τοῦ Μουράτη καὶ τὴν Ἄγκυραν ἔχον-
τος κεφαλατίκιον, εἰς τὸ ἂν δυνηθῇ νὰ κρατήσῃ εἰς τὴν ἐξουσίαν τοῦ
Μουράτη τὴν Δύσιν δηλονότι. Καὶ τοῦ Μουσταφᾶ πάλιν ἀπελθόντος ἀπὸ τὴν
Καλλίπολιν εἰς τὸ νὰ κυριεύσῃ αὐτοῦ, εἰς τὸ περὶ τὴν Ἀνδριανούπολιν
ἐπίασεν αὐτὸν δὴ τὸν Παϊαζήτην καὶ τὸν ἐσκότωσε καὶ τὴν εἰς τὴν Δύσιν
πᾶσαν ἀρχὴν τῶν ἀσεβῶν ἐκυρίευσεν.
3
Καὶ πάλιν ἐπιστρέψας ὁ Μουσταφᾶς εἰς τὴν Καλλίπολιν τῷ αὐ-
τῷ ἔτει ἐπέρασεν εἰς τὴν Ἀνατολὴν κατὰ τοῦ ἀνεψιοῦ αὐτοῦ Μουράτη
εἰς τὴν Προῦσαν εὑρισκομένου· καὶ ἡττηθεὶς ἐπανέστρεψεν εἰς τὴν Δύσιν.
4
Καὶ τὸ θέρος τοῦ αὐτοῦ ἔτους ἐπέρασε καὶ αὐτὸς δὴ ὁ Μουρά-
της μετὰ γενουϊτικῶν καραβίων καὶ διώξας τὸν θεῖον αὐτοῦ ἔφθασε καὶ
ἐσκότωσε περὶ τὰς ἀρχὰς τοῦ λ–οῦ ἔτους.
10
1
Καὶ τῇ η–ῃ τοῦ Ἰουνίου τοῦ αὐτοῦ ἔτους ἔστειλε καὶ ἀπέ-
κλεισε τὴν Πόλιν διὰ τοῦ Μιχάλμπεη καὶ τῇ ιε–ῃ τοῦ αὐτοῦ ἦλθε καὶ
ὁ Μουράτης καὶ αὐθέντης αὐτοῦ καὶ ἐπολιόρκει τὴν πόλιν, φέρων μετ'
αὐτοῦ καὶ δεσμίους τοὺς ἀποκρισιαρίους, οὓς προαπέστειλαν εἰς ἐκεῖ-
νον διὰ κατάστασιν ἀγάπης Δημήτριον τὸν Καντακουζηνὸν καὶ Ματθαῖον
τὸν Λάσκαριν καὶ τὸν γραμματικὸν Ἄγγελον τὸν Φιλομμάτην.
2
Καὶ τῇ κβ–ᾳ τοῦ Αὐγούστου μηνὸς ἐπολέμησεν αὐτὴν δὴ τὴν πό-
λιν καθολικὸν πόλεμον. Καὶ τῇ Ϛ–ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ λα–ου ἔ-
τους ἀπῆλθεν ἄπρακτος ἀπὸ τῆς Πόλεως βοηθείᾳ θεοῦ.
11
1
Καὶ τῇ λ–ῃ τοῦ αὐτοῦ μηνὸς ἦλθεν ὁ Μουσταφόπουλος καὶ
ἀδελφὸς αὐτοῦ δὴ τοῦ Μουράτη καὶ ἐπέρασεν εἰς τὴν Πόλιν καὶ ἔπεσεν
ἔξω εἰς τὸν αὐθεντικὸν περίβολον· καὶ ἐπὶ τὴν αὔριον τῇ α–ῃ Ὀκτωβρίου
ἦλθεν εἰς προσκύνησιν τῶν βασιλέων.
2
Καὶ τῇ αὐτῇ ἡμέρᾳ μετὰ τὸν ἄριστον ἐγένετο τὸ τῆς ἡμιπληξίας
νόσημα τῷ ἁγίῳ βασιλεῖ κὺρ Μανουήλ, ὃν ἰδόντες οἱ ἀπὸ τῆς Ἀνατολῆς
μετὰ τοῦ Μουσταφοπούλου Τοῦρκοι καὶ θαυμάσαντες καὶ ἀπ' αὐτῆς μό-
νης τῆς θεωρίας αὐτοῦ μετὰ θαύματος ἔλεγον, ὅτι τὸν τῆς πίστεως αὐτῶν
ἀρχηγὸν Μαχούμετ ὁμοιάζει, ὡς καὶ ὅ ποτε Παϊαζήτης καὶ ἐχθρὸς αὐτοῦ
περὶ αὐτοῦ εἴρηκεν, ὅτι τὸν βασιλέα καὶ ὁποῦ οὐδὲν ἐγνωρίζει αὐτὸν
καὶ ἀπὸ μόνης τῆς αὐτοῦ θεωρίας θέλει εἰπεῖν, ὅτι ”αὐτὸς τυχένει νὰ
ἔνι βασιλεύς”.
3
Ὁ δὲ Μουσταφόπουλος πλημμελήσας καὶ πλείους ἡμέρας εἰς
τὴν Πόλιν ἀπὸ τὸ συμβὰν εἰς τὸν βασιλέα τὸν ἅγιον, τέλος ἀπῆλθε μέ-
χρι καὶ τῆς Σηλυμβρίας καὶ μικρὸν διατρίψας ἐπανέστρεψεν εἰς τὴν Πό-
λιν καὶ περάσας ἀπῆλθεν εἰς τὴν Προῦσαν. Τὸ δὲ ἔαρ· πάλιν τοῦ αὐτοῦ
ἔτους ἐπέρασε καὶ ὁ ἀδελφὸς αὐτοῦ κατ' αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ
ἐσκότωσεν αὐτὸν προδοσίᾳ τῶν ἰδίων αὐτοῦ.
12
1
Καὶ τὸν Μάϊον τοῦ αὐτοῦ ἔτους ἐχάλασε καὶ ὁ Τουραχάνης
τὸ Ἑξαμίλιον εἰς τὸν Μορέαν καὶ πολλοὺς τῶν Ἀλβανιτῶν ἐσκότωσεν.
2
Καὶ τὸ θέρος τοῦ αὐτοῦ ἔτους ἔφυγεν ὁ αὐθεντόπουλος κὺρ Δη-
μήτριος μετὰ Ἰλαρίωνος Ντώρια καὶ Γιούργη Ἰζαοὺλ καὶ γαμβροῦ αὐτοῦ
δὴ τοῦ Ντώρια καὶ ἀπῆλθον εἰς τὸν Γαλατᾶν, ἵνα ὑπάγωσιν εἰς τοὺς
Τούρκους, εἰ καὶ οὐκ ἀπῆλθον, ἀλλ' εἰς τὴν Οὐγγαρίαν.
3
Καὶ τῇ ιε–ῃ τοῦ Νοεμβρίου τοῦ λβ–ου ἔτους διέβη ὁ βασιλεὺς
κὺρ Ἰωάννης εἰς τὴν Ἰταλίαν καὶ Οὐγγαρίαν, ποήσας δεσπότην τὸν ἀ-
δελφὸν αὑτοῦ τὸν αὐθεντόπουλον κὺρ Κωνσταντῖνον καὶ καταλείψας
αὐτὸν εἰς τὴν Πόλιν ἀντ' αὐτοῦ.
4
Τῇ δὲ κβ–ᾳ τοῦ Φευρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐποιήσαμεν
ὁρκωμοτικὰ ἀγάπην μετὰ τοῦ ἀμηρᾶ τοῦ Μουράτη ἀποκρισιρίων ἀπελ-
θόντων Λουκᾶ τοῦ Νοταρᾶ τοῦ γεγονότος ὕστερον καὶ μεγάλου δουκός,
τοῦ Μελαχρηνοῦ Μανουὴλ καὶ ἐμοῦ δι' αἰτίας ταύτας, ὅτι ὁ μὲν Μελα-
χρηνὸς προαπῆλθεν εἰς τὸν ἀμηρᾶν καὶ ἐγνώρισεν, ὅτι θέλει γενέσθαι
τὴν ἀγάπην· ὁ δὲ Νοταρᾶς, ἴνα τελέσῃ αὐτὴν καλῶς κατὰ τὸ δυνατὸν ὡς
χρήσιμος καὶ καλός· ἐγὼ δὲ ὡς ἀπὸ τὴν ἁγίαν δέσποιναν συγγενίδα αὐ-
τοῦ δὴ τοῦ ἀμηρᾶ ἀπὸ τὴν μάναν του καὶ ὅτι, ἂν δεήσῃ, νὰ γράψω καὶ
δι' ὑφειλτῶν εἴς τε τὸν ἅγιον βασιλέα καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν βασι-
λέα εἰς τὴν Οὐγγαρίαν εὑρισκόμενον.
13
1
Καὶ εἰς τὸ τέλος τοῦ Ὀκτωβρίου μηνὸς τοῦ λγ–ου ἔτους
ἐπανῆλθε καὶ εἰς τὴν Πόλιν ἀπὸ τοῦ μέρους τοῦ εἰς τὸν Δανούβιον πο-
ταμὸν Κελλίου ὀνομαζομένου ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἀπελθόντων κα-
τέργων ἀπὸ τῆς Πόλεως ἐκεῖσε.
2
Προέπεμψε γὰρ ἀπὸ τὴν Οὐγγαρίαν ἄνθρωπον ἀλλόγλωσσον καὶ
ἀλλογενῆ, τοῦ ἐλθεῖν διὰ τῆς στερεᾶς μετὰ πιττακίου ὑφειλτοῦ. Οὗπερ ἐλθόν-
τος ἐζήτει νὰ ἴδῃ τὸν βασιλέα, ὅτι ἔχει τι τῶν ἀναγκαίων. Τοῦτο πῶς
ἤθελε γενεῖν, ἄνθρωπος τοιοῦτος νὰ ἴδῃ βασιλέα ἀσθενῆ, κατάκοιτος γὰρ
ἦν, καὶ μόνος πρὸς μόνον; Πολλῶν οὖν λόγων δαπανηθέντων, τέλος ἐστά-
λησαν πρὸς τὸν ἄνθρωπον δύο τῶν κελλιωτῶν καὶ συντρόφων μου καὶ
εἶπον τῷ ἀνθρώπῳ· „Ἢ τῷ παρόντι εἰπὲ τὸ θέλεις“, δείξαντες ἐμέ, ”ἢ
ἄπελθε, ἔνθα θέλεις”.
3
Τότε παραλαβών με ἰδίως, δέδωκέ μοι χαρτὶ τὸ ὑφειλτὸν καὶ
ἐδήλωσέ μοι καὶ ὅθεν καὶ ὁπότε ἐξῆλθεν. Ὡς διώρθωσα τὸ ὑφειλτὸν
καὶ ἀπῆλθον ἀναγνῶναι τοῦτο, ἀνέφερον, ὅτι ζητῶ εὐεργεσίαν, ἐπεὶ χα-
ριέντα μέλλει ἀναφέρειν, ἐκεῖσε καὶ τῆς ἁγίας δεσποίνης καθεζομένης
καὶ τῆς νύμφης αὐτῆς, τοῦ δεσπότου λείποντος εἰς τὸ κυνήγιον. Καὶ
ἀναγνοὺς τὸ χαρτί, ὅτι καὶ ὑγιαίνει καὶ ἀπέρχεται καλῶς καὶ εἰς τὰ περὶ
τὴν Μεγάλην Βλαχίαν καὶ νὰ ἀπέλθωσιν εἰς τὸ Κελλὶν ὀνομαζόμενον
τόπον κάτεργα, ἵνα ἐπάρωσι καὶ φέρωσιν αὐτόν, ἐχάρησαν μεγάλως.
4
Καὶ μετὰ μικρὸν ὁρίζει ὁ ἅγιος βασιλεὺς πρὸς τὸν ῥοχάριν αὐ-
τοῦ· „Δὸς πρὸς τὸν Σφραντζῆν τὸ καβάδι, τὸν μολυβὸν χαμουχᾶν, τὸν μετὰ
βαρεοκοιλίας ἐνδεδυμένον· καὶ ἂς ἔχῃ καὶ τὸ σεντοῦκιν, ὅπερ μοι ἐζή-
τησεν“. Ἦν γὰρ εἰς τὰς χεῖράς μου σεντοῦκιν κάλλιστον καὶ μέγα, ἔχον
πολλὰ καὶ καλὰ εἴδη, ἅπερ διεδόθησαν τὰ μὲν τοῖς υἱοῖς αὐτοῦ, τὰ δὲ ὑπὲρ
τῆς ἁγίας ψυχῆς αὐτοῦ. Καὶ τέλος ἐζήτησα ἐγὼ τὸ σεντοῦκιν καὶ ὥρισέ
μοι, ὅτι ”αὐτὸ ἦτον τοῦ αὐθεντός μου, τοῦ βασιλέως τοῦ πατρός μου, καὶ
εἶχα ἐν αὐτῷ μετὰ τῆς εὐχῆς ἐκείνου πολλὰ καὶ καλὰ καὶ πολλῷ πλείω
τῶν ὧν εἶδες, καὶ θέλω πάλιν νὰ τὸ δώσω καὶ ἐγὼ πρὸς τὸν βασιλέα
τὸν υἱόν μου, ἵνα ἐν αὐτῷ ἔχῃ καὶ ἐκεῖνος μετὰ τῆς εὐχῆς μου τὰ ἑαυ-
τοῦ”. Τότε δὲ πάλιν ὥρισεν, ἵνα τὸ ἔχω· καὶ εἶχον αὐτὸ μετὰ τῆς ἁγίας
εὐχῆς ἐκείνου γεμάτον ἀπὸ πάντων τῶν χρησίμων καὶ τιμίων τοῦ βίου
τούτου τοῦ ματαίου. Ἡ δὲ ἁγία δέσποινα ὁρίζει καὶ φέρουσί με χαμου-
χᾶν καλὸν προύσινον, ἡ δὲ νέα δέσποινα μηνύει με, ὅτι „τὸ δεῖνά μου
ῥοῦχον, ὅταν μέλλῃ λαβεῖν γυναῖκα, θέλει εἶσθεν ἐκείνης“.
14
1
Τῇ δὲ κα–ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους τέθνηκεν
ὁ ἐν μακαρίᾳ τῃ λήξει γενόμενος ἀοίδιμος καὶ εὐσεβὴς βασιλεὺς κὺρ
Μανουήλ, ὁ διὰ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεὶς πρὸ ἡ-
μερῶν δύο Ματθαῖος μοναχός· καὶ ἐτάφη τῇ αὐτῇ ἡμέρᾳ ἐν τῇ σεβασμίᾳ
βασιλικῇ καὶ περικαλλεῖ μονῇ τοῦ Παντοκράτορος μετὰ πένθους καὶ συν-
δρομῆς, οἵας οὐ γέγονε πώποτε εἴς τινα τῶν ἄλλων. Ἦσαν δὲ πᾶσαι αἱ
τῆς ζωῆς αὐτοῦ ἡμέραι ἔτη οζʹ καὶ ἡμέραι κεʹ.
2
Καὶ τῷ λδ–ῳ ἔτει μηνὶ Αὐγούστῳ διέβη φυγοῦσα εἰς τὴν αὑτῆς
πατρίδα ἡ δέσποινα κυρὰ Σοφία.
3
Καὶ τῷ λε–ῳ ἔτει τοῦ Αὐγούστου κθ–ῃ ἔφερον μετὰ κατέργων
ἀπὸ τὴν Τραπεζοῦντα κυρὰν Μαρίαν τὴν Κομνενήν, θυγατέρα κυροῦ
Ἀλεξίου βασιλέως Τραπεζοῦντος τοῦ Κομνηνοῦ.
4
Καὶ τῷ λϚ–ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς
κὺρ Ἰωάννης.
15
1
Καὶ τῷ αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ ἐξῆλθεν αὐτὸς δὴ ὁ βα-
σιλεὺς ἀπὸ τῆς Πόλεως καὶ ἀπῆλθεν εἰς τὸν Μορέαν τῇ κϚ–ῃ Δεκεμβρίου
μετὰ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ δεσπότου κυροῦ Κωνσταντίνου, διὰ τὸ
βούλεσθαι γενέσθαι τὸν ἀδελφὸν αὐτῶν τὸν δεσπότην κὺρ Θεόδωρον
καλόγερον, καὶ ὁ κὺρ Κωνσταντῖνος ἐναπομείνῃ αὐθέντης τοῦ Μορέως,
εἰ καὶ μετεμελήθη καὶ οὐκ ἐγένετο.
2
Μεθ' ὧν καὶ ἐγὼ ἀρχῇ εἰς τὸν Μορέαν ἦλθον, εἰς τὴν τοῦ βα-
σιλέως μὲν δουλοσύνην ὑπάρχων, εἰς δὲ τὴν τοῦ δεσπότου κυροῦ Κων-
σταντίνου ἀποβλέπων ἐξ αἰτίας τοιαύτης· τοῦ γὰρ ἀοιδίμου καὶ μακαρί-
του πατρὸς αὐτῶν ἐγγίζοντος πρὸς τὸ ἀποθανεῖν, ὥρισέ μοι καὶ ἔγραψα
ἰδίως, οὐχὶ διαθήκην αὐτοῦ, οὐ γὰρ διατίθενται οἱ βασιλεῖς, ἀλλὰ προσ-
τάττουσιν, ὅτι νὰ ἔχῃ εἷς ἕκαστος τῶν υἱῶν αὐτοῦ ὁ μὲν τόδε, ὁ δὲ
τόδε ἀπὸ τῶν ἰδίων αὐτοῦ ἀξιολόγων εἰδῶν· καὶ τὸ λοιπὸν τοῦ βίου αὐ-
τοῦ ἵνα μερισθῇ εἰς τέσσαρα μεριδικά· εἰς παραστάσιμα καὶ λειτουργίας
ὑπὲρ αὐτοῦ κατεπέκεινα τῶν συνήθων, ὧν πολυτελῶς καὶ καλῶς ἐτελέσ-
θησαν παρὰ τῶν αὐτοῦ καὶ τῶν εἰσοδημάτων τῆς βασιλείας, εἰς τοὺς
πτωχούς, εἰς τοὺς ἰατροὺς καὶ εἰς τοὺς αὐτοῦ κελλιώτας· ἐπίτροποι δὲ
νὰ ὦσιν ὁ πνευματικὸς αὐτοῦ ὁ εἰς τῶν Ξανθοπούλων Μακάριος ὁ ἐξ
Ἰουδαίων, ὁ διδάσκαλος Ἰωσὴφ ὁ εἰς τοῦ Χαρσιανίτου, καὶ ἐγώ.
3
Καὶ ἀναγνωσθείσης ταύτης δὴ τῆς προστάξεως παρ' ἐμοῦ ἔμπροσ-
θεν αὐτοῦ καὶ τῆς ἁγίας δεσποίνης καὶ τοῦ βασιλέως καὶ υἱοῦ αὐτῶν
καὶ μόνων, τέλος ὥρισε πρὸς τὸν υἱὸν αὑτοῦ· ”Ὑιέ μου, ἤκουσας τὸ σᾶς
προστάττω διὰ τοὺς ἰδίους μου, ὁποῦ με λατρεύουσιν”· ἔγραφε γὰρ „οἱ δὲ
κελλιῶταί μου, οἴτινες ἐδούλευσαν μοι καλῶς καὶ εὐνοικῶς διάκεινται
καὶ δουλικῶς, ὡς ἔνι εἰκῶς, εἰς ἐμέ, ἂς ἔχωσι παρὰ πάντων ὑμῶν τῶν
υἱῶν μου ἀγάπην τε καὶ ἀναδοχὴν καὶ προμήθειαν κατὰ τὸ ἀναλογοῦν
ἑνὶ ἑκάστῳ“.
4
Ἰδίως δὲ πάλιν λέγω σοι διὰ τοῦτον δὴ τὸν Σφραντζῆν, ὅτι ”ἐ-
δούλευσέ μοι καλῶς καὶ ἐθεράπευσέ μοι εἰς τὰ τῆς ψυχῆς μου καὶ τοῦ
σώματος· καὶ νῦν εἰς τὰ τῆς ἀσθενείας μου πλέον τῶν ἄλλων μοι θερα-
πεύει· θαῤῥῶ, ὅτι καὶ τὰ ὑπὲρ τῆς ψυχῆς μου μετὰ θάνατον καλῶς τὰ
θέλει ἐξοικονομήσει. Ἡ νεότης οὖν αὐτοῦ καὶ τὸ γῆρας τὸ ἐμὸν οὐδὲν
ἀφῆκαν, ἵνα τι γένηται πρὸς αὐτὸν ἀντάξιον τῆς ἀγάπης καὶ δουλοσύ-
νης αὐτοῦ. Ἀφίημι δὲ αὐτὸν εἰς σὲ καὶ νὰ ἔχῃς τὴν εὐχήν μου, τὸ ἐτύ-
χενεν ἵνα γένηται παρ' ἐμοῦ καὶ οὐδὲν ἐγένετο, δι' ἃς αἰτίας εἶπον, ἄς
γένηται παρὰ σοῦ”.
5
Ἐπεὶ δὲ μετὰ τοῦ δεσπότου κυροῦ Κωνσταντίνου εἶχον ἀγάπην
καὶ πληροφορίαν, ἣν ὁ θεὸς ἀπεδέχετο, ὅτι ὁ τοῦ πατρός μου ἀδελφὸς
ἦν αὐτοῦ τατᾶς καὶ οἱ υἱοὶ αὐτοῦ συνανάτροφοι καὶ φίλοι καὶ δοῦλοι
αὐτοῦ καὶ ἐγὼ μετ' αὐτῶν· εἶτα ἔφερεν ὁ καιρὸς καὶ οἰκείωσιν ἐμοῦ εἰς
τὸν μακαρίτην καὶ ἀοίδιμον πατέρα αὐτοῦ καὶ τὰ ἔχρηζεν ἀπ' ἐκεῖνον,
πολλὰ καὶ ἀναγκαῖα, εὕρισκεν αὐτὰ δι' ἐμοῦ, ἠγάπα καὶ τὸ νά με εἶχε
καὶ ἰδίως εἰς τὴν δουλοσύνην του.
6
Καὶ συνηθείας καὶ τάξεως οὔσης εἰς τὰ τῶν βασιλέων ὁσπήτια,
ὅτι τοῦ πατρὸς οἱ κελλιῶται νὰ χωρῶσι καὶ εἰς τὰ κελλία τῶν υἱῶν αὐ-
τοῦ, οὐχὶ δὲ τῶν υἱῶν εἰς τὸ τοῦ πατρός, —τοῦτο δὲ ἕως ἂν ἐν τοῖς
ζῶσιν ὁ πατὴρ εὑρίσκεται, οὐχὶ δὲ καὶ μετὰ θάνατον, —ὡς ἀπέθανεν ὁ
μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, μετὰ τὸ ἐκείνου πρῶτον μνημόσυ-
νον ἐπιστρέψαντες πάντες ἡμεῖς οἱ ἐκείνου κελλιῶται εἰς τὸ παλάτιν,
—ἔθος γὰρ ἔνι καὶ τοῦτο, ὅτι οἱ κελλιῶται αὐτοῦ δὴ τοῦ βασιλέως νὰ
καταμένωσι περὶ τὸν τάφον αὐτοῦ μέχρι καὶ τοῦ πρώτου μνημοσύνου, —
ἀπῆλθον καὶ εἰς τὸ ὁσπήτιον, ὅπερ κατέμεινεν ὁ ῥηθεὶς δεσπότης κὺρ
Κωνσταντῖνος καὶ ἐκάθισα ἔξω ὡς οἱ πολλοί.
7
Μαθὼν δὲ τοῦτο ἔστειλε τὸν θῖόν μου καὶ ὥρισέ μοι, ὅτι „σὺ
μὲν ἐτήρησας τὴν τάξιν καὶ οὐδὲν ἦλθες εἰς τὸ κελλίον μου ἐξ ὀρθοῦ,
ὡς ἐποίεις ζῶντος τοῦ αὐθεντός μου τοῦ βασιλέως τοῦ πατρός μου· ἀμὴ
πάλιν ἡμεῖς διὰ τὸ χρέος τῆς εἰς ἐκεῖνον ἀγάπης σου καὶ δουλοσύνης
καὶ τῆς εἰς ἡμᾶς εὐεργετοῦμέν σοι καὶ οὕτως, ὡσὰν ᾗ εἰς τὴν δουλο-
σύνην τοῦ βασιλέως τοῦ ἀδελφοῦ μου, νὰ ἔρχεται ἐξ ὀρθοῦ εἰς τὸ κελ-
λίν μου, ὡς καὶ πρότερον“.
8
Ἀπὸ τούτων οὖν τῶν αἰτιῶν, ὡς ὡρίσθη παρὰ τοῦ βασιλέως καὶ
ἀδελφοῦ αὐτοῦ, ὅτι νὰ συνακολουθήσω αὐτῷ ἀπερχομένῳ εἰς τὸν Μο-
ρέαν, δι' ἣν αἰτίαν προεδηλώσαμεν, ὥρισέ μοι ἰδίως, ὅτι ”τόδε μέλλει
γενέσθαι· καὶ ἀγαπῶ νὰ ἠμπορῇ νά σε εἶχον μετ' ἐμοῦ”. Καὶ ἀνέφερον
αὐτῷ „καὶ ἐγὼ τοῦτο πολλῷ πλέον, σωζομένου μόνον, ὅτι νὰ ἔνι μετὰ
ἀποδοχῆς καὶ ὁρισμοῦ τοῦ αὐθεντὸς τοῦ βασιλέως τοῦ ἀδελφοῦ σου“.
Ἐζήτησεν οὖν τοῦτο τὸν ἀδελφὸν αὐτοῦ δι' ἑαυτοῦ μετὰ λόγων παρα-
κλητικῶν καὶ αἰτίων ἀναγκαίων, ὁποῦ τὸν ἠνάγκαζον, ἵνα ἔχῃ τὸ ἐμὸν
χρείαν. Ἐκεῖνος δὲ ἀπελογίσατο, ὡς ζητοῦντα ἀδύνατόν τι, οὐ δι' ἄλλο
τι, ἀλλ' ἢ διὰ τὸν ὁρισμὸν τοῦ πατρὸς αὐτῶν καὶ τὴν πρὸς ἐκεῖνον ἐμὴν
διὰ στόματος παράδοσιν. Ὁ δὲ πάλιν ἐζήτησε τοῦτο διὰ τῆς ἁγίας δεσ-
ποίνης καὶ μητρὸς αὐτῶν καὶ ἔτι μετὰ τῶν μεσαζόντων αὐτοῦ. Καὶ μό-
λις ποτὲ ὥρισε τοῦτο, ὅτι ”ἂς ἔλθῃ μεθ' ἡμῶν ὁ Σφραντζῆς· καὶ εἰ μὲν
ἀπομείνῃ ὁ ἀδελφός μου ἐκεῖ, νὰ τὸν ἀφήσω νὰ ἔχῃ αὐτόν, ἐπεὶ καὶ
ἡ κυρά μου ἡ δέσποινα ὥρισέ μοι περὶ τούτου καὶ συγχωρεῖ το. Εἰ δὲ
ἐπαναστρέψει ἐδὼ ὁ ἀδελφός μου μετ' ἐμοῦ, οὐδὲν τυχένει, εἰ μὴ νὰ ἔνι
εἰς ἐμέ, καθὼς ὥρισεν ὁ αὐθέντης μου ὁ βασιλεὺς ὁ πατήρ μου, νὰ ἔχω-
μεν δίκαιον νὰ ποιήσωμεν εἰς αὐτόν.”
16
1
Ἐρχόμενοι δὲ εἰς τὸν Μορέαν, τοῦ μὲν ὑπῆρχον τελείως
ὑποχείριος, ὡς προεῖπον, πρὸς δὲ τὸν ἀγάπῃ καὶ ἐλπίδι προσαπέβλεπον.
Ἀποσωθέντες οὖν εἰς τὸν Μορέαν καὶ κατὰ τοῦ τόπου παντός, οὗ ἐντὸς
τοῦ Μορέως ἐκράτει δεσπότης ὁ Κάρουλος, ἀπελθόντες πάντες οἱ αὐθέν-
ται καὶ ἀδελφοί, τέλος, ἐπεὶ οὔτε οὗτοι ἦσαν τεθαῤῥηκότες, ὅτι θέλουν
δολώσειν εἰς ἑαυτοὺς ὅλον τὸν τόπον, ὃν εἶχεν ὁ Κάρουλος, οὔτε πά-
λιν ἐκεῖνος, ὅτι νὰ δυνηθῇ νὰ φυλάξῃ τὸν ἐπίλοιπον τόπον, ὁποῦ ἀπέ-
μεινεν αὐτόν, —ἀπήρασι γὰρ οἱ αὐθένται ἡμῶν τινὰ τῶν αὐτοῦ, —ἐφά-
νη καλόν, ἵνα ὁ δεσπότης κὺρ Κωνσταντῖνος ἐπάρῃ τὴν ἀνεψιὰν αὐτοῦ
δὴ τοῦ Καρούλου δεσπότου εἰς νόμιμον γυναῖκα καὶ τὰ κάστρη, ὅσα δὴ
καὶ εἶχεν εἰς τὸν Μορέαν, λάβῃ εἰς προῖκαν αὐτῆς. Οὗ δὴ γενομένου
τελείου τῇ α–ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους, σταλεὶς ἐγὼ παρέλαβον τὴν Γλα-
ρέντζαν, καὶ ἄλλοι τὰ ἄλλα.
2
Καὶ ἐπαναστρέψαντες εἰς τὸν Μυζηθρᾶν ἐνεργεῖτο τὸ τῆς καλο-
γερικῆς τοῦ δεσπότου κυροῦ Θεοδώρου.
3
Διὰ δὲ τὸ νὰ ἐπάρουν, ἂν ἠμπορέσουν, τὴν Πάτραν, ἀναγκαῖον
καὶ χρήσιμον τόπον, καὶ διὰ τὸ νὰ μηδὲν εὑρίσκωνται εἰς τὸν Μυζη-
θρᾶν οἱ ἀδελφοὶ τοῦ ἀδελφοῦ αὐτῶν βουλομένου γενέσθαι καλόγερον,
ἐξελθόντες τῇ α–ῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους, ἦλθον κατὰ τῆς Πάτρας οἱ
τρεῖς τῶν ἀδελφῶν. Καὶ περὶ τοὺς μύλους αὐτῆς σκηνώσαντες, ἐκεῖσε
καὶ τὴν ἀνεψιὰν τοῦ δεσπότου Καρούλου ἔφερον, κυρὰν Θεοδώραν· καὶ
ἐκεῖσε αὐτὴν καὶ ὁ δεσπότης κὺρ Κωνσταντῖνος τὴν εὐλογήθη.
4
Εἰς δὲ τὴν Πάτραν οὐδὲν ἐκατορθώθη τι πρὸς ἅλωσιν, ἀλλ' ἦν
μᾶλλον καὶ αἴτιον, ὅτι καὶ ὅπερ ὁ ἀδελφὸς αὐτῶν κὺρ Θεόδωρος ὁ δε-
σπότης εἰς τὸν Μυζηθρᾶν ἔστησεν, ἵνα ποιήσῃ, ἀθετήσῃ, ὅπερ ἦν αἴτιον
πολλῶν κακῶν.
5
Ὡς οὖν εἰς τὰ τῆς Πάτρας τι συμπέρασμα χρηστὸν οὐδὲν ἐκατορ-
θοῦτο, ἀλλ' ἢ μόνον τρία καστελλόπουλα ὁποῦ ἀπῆραν, ποιήσαντες εἰ-
ρήνην μετὰ τῶν ἐν τῷ κάστρῳ καὶ ὅτι νὰ δίδουν καὶ κατ' ἔτος πρὸς τὸν
δεσπότην κὺρ Κωνσταντῖνον φλωρία φʹ, ἐγερθέντες ἀπῆλθον, ὁ μὲν βα-
σιλεὺς δι' ἄλλης ὁδοῦ εἰς τὸν Μυζηθρᾶν, ὁ δὲ δεσπότης κὺρ Κωνσταν-
τῖνος δι' ἄλλης εἰς τὸ Χλουμοῦτζιν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ βασι-
λίσσης.
6
Μετὰ δέ τινα καιρὸν ὀλίγον, ἐπεὶ ὁ βασιλεὺς ἤθελεν ἵνα ἀπέλθῃ
ὄπισθεν εἰς τὸ ὁσπήτιον αὑτοῦ, μηνυθεὶς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπῆλθεν
εἰς τὸν Μυζηθρᾶν ἀπὸ τὸ Χλουμοῦτζιν. Κἀκεῖσε διαβιβάσαντες ἀμφό-
τεροι οἱ δὴ ἀδελφοὶ ἡμέρας ὀλίγας, τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ λζ–ου ἔτους
ἐκαβαλλίκευσαν ὁμοῦ καὶ ἀπῆλθον μέχρι καὶ τῆς Κορίνθου. Καὶ ὁ μὲν
βασιλεὺς ἐμβὰς εἰς τὰ κάτεργα ἀπέπλευσεν εἰς τὴν Κωνσταντινούπολιν,
ὁ δὲ δεσπότης κὺρ Θεόδωρος ἀπῆλθεν ὄπισθεν τὴν αὐτὴν ὁδὸν τὴν φέ-
ρουσαν εἰς τὸν Μυζηθρᾶν· καὶ ὁ κὺρ Θωμᾶς ὁ αὐθεντόπουλος, μετ' αὐ-
τοῦ μέχρι τινός, ἀπῆλθεν εἰς τὰ Καλάβρυτα.
7
Ἡμεῖς δὲ μετὰ τοῦ αὐθεντὸς ἡμῶν κυροῦ Κωνσταντίνου τοῦ δεσ-
πότου διὰ τῆς ἄλλης ὁδοῦ ἤλθομεν εἰς τὴν Βοστίτζαν. Καὶ γὰρ εἰ καὶ
καλόγερος οὐ ἐγένετο ὁ δεσπότης κὺρ Θεόδωρος, ἵνα ἀπομείνῃ ἅπας ὁ
τόπος αὐτοῦ εἰς τὸν κὺρ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ, ἀλλ' οὖν
καὶ οὕτως δέδωκε πρὸς αὐτὸν τὴν Βοστίτζαν, καὶ εἰς τὸ ἄλλο μέρος,
ὅσα δὴ ἦρχεν ὁ Φραγγόπουλος πρωτοστράτωρ, Ἀνδροῦσαν λέγω καὶ
Καλαμάταν καὶ Πήδημα καὶ Μάνην καὶ Νησὶν καὶ Σπιτάλιν καὶ Γρεμ-
πένιν καὶ Ἀετὸν καὶ Λωῒ καὶ Νεόκαστρον καὶ Ἀρχάγγελον καὶ ἕτερα πολλά·
ἃ καὶ σταλεὶς ἐγὼ παρέλαβον ταῦτα παρὰ τοῦ ῥηθέντος πρωτοστράτορος.
8
Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Μαρτίῳ δ–ῃ, τέθνηκεν ὁ δεσπότης
κὺρ Ἀνδρόνικος, ὁ διὰ τοῦ θείου σχήματος μετονομασθεὶς Ἀκάκιος·
καὶ ἐτάφη ἐν τῇ τοῦ Παντοκράτορος μονῇ, ἐν ᾗ καὶ κατέμενε.
17
1
Βουλῆς δὲ ἀποκρύφου, μόνον εἰς ἐμὲ οὔσης παρὰ τοῦ
αὐθεντός μου καὶ δεσπότου, ὅτι νὰ ἀπέλθωμεν κατὰ τῆς Πάτρας· καὶ εἰ
μὲν ἐπάρωμεν αὐτήν, ἰδοὺ νὰ εὑρισκώμεθα εἰς τὸν Μορέαν καὶ ὁ τόπος
αὐτοῦ ὁ τῆς Μαύρης δηλονότι θαλάσσης δοθῇ πρὸς τὸν ἀδελφὸν αὐτοῦ
τὸν βασιλέα. Εἰ δὲ οὐδὲν ἐπάρωμεν τὴν Πάτραν, νὰ ὑπάγωμεν ὄπισθεν
εἰς τὴν Πόλιν καὶ νὰ ἔχῃ ἐνταῦθα εἰς τὸν Μορέαν τὰ τῆς προικὸς αὐτοῦ
κάστρη καὶ ἐκεῖσε τὸν τόπον τοῦ τὴν Μαύρην δηλονότι θάλασσαν· τὰ
δὲ δοθέντα παρὰ τοῦ δεσπότου κάστρα πάλιν νὰ δοθῶσιν, ἔνθα ὁ βασι-
λεὺς διακρίνει. Παρηκολούθησε καὶ τοῦτο, ὅπερ ἦτον ἀπὸ μέρος βεβαίω-
σις τῆς ἀποκρύφου μελέτης.
2
Ἀπὸ τῆς Βοστίτζας διερχόμενοι διὰ τῆς ὁδοῦ τῆς Πάτρας, ἵνα
εἰς τὴν Γλαρέντζαν καὶ τὸ Χλουμοῦτζιν ἀπέλθωμεν, ἔνθα καὶ ἡ βασίλισ-
σα, ἐστάλη Ἀνδρόνικος Λάσκαρις ὁ Παδιάτης εἰς τοὺς ἐν τῇ Πάτρᾳ
ἄρχοντας διά τινας δουλείας· κἀκεῖσε προσμείναντος, συνέτυχον αὐτῷ
ἰδίως καὶ ἱερεὺς καὶ λαϊκοὶ περὶ τοῦ, ἂν θέλῃ ὁ αὐθέντης αὐτοῦ, ἔχουσι
τρόπον, ὅτι νὰ ποιήσουν νὰ ἐπάρῃ τὴν Πάτραν. Ἐλθόντος δὲ τοῦ Λάσ-
καρι καὶ εἰπόντος μετὰ τῶν ἄλλων καὶ τὰ τῶν Πατρηνῶν ἀπόκρυφα ἀπε-
πέμφθη ὡς ἀδύνατα καὶ περισσὰ καὶ ἀκούσαντος καὶ λέγοντος.
3
Σταλεὶς οὖν εἰς κεφαλὴν εἰς τὴν Ἀνδροῦσαν ὁ αὐτὸς Λάσκαρις,
ἔτι δὲ καὶ οἱ ἄλλοι ἄρχοντες εἰς τὰ ἐκεῖσε κάστρη κεφαλάδες, ἀλλὰ δὴ
καὶ ὁ πρῶτος τῶν ἀρχόντων τοῦ ὁσπητίου αὐτοῦ ὁ Λάσκαρις Ἀλέξιος
εἶχε λαβεῖν εἰς κεφαλάτικον τὴν Βοστίτζαν καὶ ἐναπέμεινεν ἐκεῖσε.
4
Διερχόμενοι, ὡς δεδήλωκα, τοῦ δεσπότου καὶ αὐθεντός μου μετ'
ἐμοῦ καὶ μόνου ἐνεργοῦντος τὸ περὶ τῆς Πάτρας, εὑρισκομένων εἰς τὴν
Γλαρέντζαν, ἐγράψαμεν πολλάκις πρὸς οὓς συνέτυχον περὶ τούτου τὸν
Παδιάτην καὶ ἀντέγραψάν μας καὶ πολλάκις, πλὴν ἔκρινον τὸ παρ' ἡμῶν
ἀδύνατον, ὡς καὶ ὁ καιρὸς ἔδειξεν.
5
Τέλος ἐστήσαμεν, ἵνα ἀπέλθωμεν καὶ νυκτὸς οὔσης εὐρεθῶμεν
εἰς τόπον πλησίον τοῦ τέλους ἀμπελίων αὐτῶν δὴ τῶν πατρηνῶν εἰς Τρεῖς
Ἐκκλησίας ὀνομαζόμενον, ἐπεὶ καὶ ἦσαν παλαιόθεν 〈ἐκεῖσε〉· ἐκεῖσε δὲ
εὑρεθῶσι καὶ οἱ ἄνθρωποι καὶ δηλώσωσιν εἰς πλάτος τὰ διὰ γραφῆς·
καὶ εἰ μὲν δυνατά εἰσι, νὰ ἐνεργηθῶσιν, εἰ δ' οὖν, νὰ ἀπέλθωμεν φανε-
ρῶς καὶ νὰ ἀποκλείσωμεν τὸ κάστρον καὶ ὡς φέρῃ τὸ φέρον.
6
Καὶ ἰδοὺ ἐγράψαμεν ὁρισμοὺς εἰς πάντας τοὺς ἐν τῇ περιοχῇ τῆς
Ἀνδρούσης, ὅτι τῇ ιε–ῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἵνα ἔλθωσι
μετ' ἀρμάτων καὶ τῶν πλειόνων ἀνθρώπων τῆς ἀρχῆς ἑνὸς ἑκάστου αὐ-
τῶν, ἵνα μετὰ πρέποντος διέλθῃ τὸν τόπον τοῦ πριγκίπου καὶ ἀπέλθῃ εἰς
τὰ περὶ Ἀνδροῦσαν ὁ νέος αὐθέντης τοῦ τόπου ἐκείνου· ὁμοίως ἐμηνύ-
θη καὶ Λάσκαρις ἀπὸ τὴν Βοστίτζαν.
7
Ἐλθόντες δέ, ὡς ἐκαβαλλικεύσαμεν καὶ οὐδὲν ἐπιάσαμεν τὴν πε-
ρὶ τὸν Ἀλφειὸν ὁδόν, ἀλλὰ τὴν ἀριστεράν, ἐθαύμαζον καὶ πρὸς ἀλλή-
λους ἔλεγον ἐρωτῶντες· „Ποῦ ἀπερχόμεθα;“ Ἐλθόντες δὲ περὶ τὸν συμ-
φωνηθέντα τόπον περὶ ὥραν ἀλεκτροφωνίας καὶ εὑρόντες καὶ τοὺς ἀν-
θρώπους καὶ ἰδόντες αὐτοὺς καὶ ἀπράκτους καὶ ἄπρακτα λέγοντες, ἀπε-
πέμψαμεν. Ἐξημερωθέντες δ' ἐκεῖσε, βουλευόμενοι τί ἄρα νὰ πραχθῇ·
τὸ φωσσάτον νὰ πηλαλήσῃ νὰ αἰχμαλωτίσῃ τοὺς εὑρισκομένους ἔξωθεν
ἀνθρώπους καὶ πᾶσαν τῶν Ἑβραίων οἴκησιν, ὡς ἐφάνη ἄπρακτον διὰ πολ-
λὰ αἴτια, ἰδοὺ καὶ ἀπὸ τὸ κάστρον ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες, τί
ἄρα καὶ ἔνι, —οὐδὲ γὰρ προενόησαν τὸ τυχόν, —ἀπέστειλαν ἕνα τῶν
ἀρχόντων καὶ ἕνα κανόνικα Μάρκον ὀνομαζόμενον μετὰ καὶ δραγομά-
νου καὶ ἀνθρώπων, ἵνα μάθωσι, τίς ἔνι καὶ διὰ τί; Ὡς δὲ εἶδον, τίς ἔνι,
καὶ ἤκουσαν, ὅτι ”ἤλθομεν ἢ νὰ μᾶς δώσητε τὸ κάστρον ἢ νὰ τὸ ἐπά-
ρωμεν, μεθ' οἵου τρόπου ἐμπορέσωμεν,” ἐπιστρέψαντες καὶ μετὰ σπου-
δῆς καὶ κρούσαντες λάρμα συνήχθησαν βίᾳ πάντες οἱ ἐκτὸς ἐντός. Ἡμεῖς
δ' ἐπὶ τὴν αὔριον, ἡ τῶν Βαΐων καὶ ἑορτὴ τυχοῦσα, τεμόντες πάντες βαΐα
μυρσίνης, τοῦ τόπου πλῆθος ἔχοντος, καὶ φέροντες ἀνὰ χεῖρας, ἐλθόντες
ἐπέσαμεν περὶ τὰς πόρτας τοῦ κάστρου.
8
Ὡς δ' ἐκείμεθα τῇ κϚ–ῃ τοῦ αὐτοῦ μηνὸς Μαρτίου μετὰ τὴν τοῦ
μεγάλου Σαββάτου ἀκολουθίαν, ὡς ἐφάγομεν, ἐκαθήμεθα εἰς τὴν τοῦ αὐ-
θεντὸς ἡμῶν τένταν, ὁμιλοῦντες περισσά. Ἄφνω δὲ ἐξεπόρτησαν ἀπὸ
τῆς Πόρτας τῆς Ἑβραϊκῆς ἢ τοῦ Ζευγαλατίου, —καὶ οὕτως γὰρ ὠνομά-
ζετο, —καβαλλάριοι ὀλίγοι καί, διωχθέντες ὡς ἐφάνησαν, ἀπῆλθον καὶ
ἐσέβησαν εἰς τὴν τοῦ Ἀγιαλοῦ Πόρταν, ἐκεῖσε κατασκευαστικῶς πάντες
οἱ τοῦ κάστρου ὑπάρχοντες μετὰ τζαγρῶν καὶ τοξαρίων καὶ σκολόπων.
Τοῦ δὲ δεσπότου κἀμοῦ εὑρεθέντων ἔμπροσθεν εἰς τὸν διωγμὸν τῶν κα-
βαλλαρίων, διὰ τὸ εὑρεθῆναι κατὰ τύχην τὰ ἄλογα ἡμῶν ἕτοιμα πλη-
σίον τοῦ γεφυρίου τῆς ὁδοῦ τῆς ἀπερχομένης εἰς τὸν ἅγιον Ἀνδρέαν,
τὶς τῶν Πατρηνῶν ἐτόξευσεν οὕτως τὸ τοῦ δεσπότου ἄλογον, ὅτι εὐθὺς
ἔπεσε· καὶ δραμόντες, ἵνα ἢ σκοτώσωσιν ἢ πιάσωσιν αὐτόν, εὑρέθην ἐγὼ
ὑπέρμαχος καὶ ἐκεῖνος μὲν θεοῦ βοηθείᾳ ἀποπλακεὶς ἀπὸ τὸ ἄλογον ἔ-
φυγε πεζός.
9
Ἐγὼ δὲ καὶ δέδωκα καὶ ἕνα καὶ ἐπίασα, υἱὸν Σταματέλλου, ἀλλὰ
καὶ δεδώκασί με, καὶ ἐμὲ καὶ τὸ ἄλογόν μου τοσαῦτα, ὅτι ἀδυνατῆσαν
ἔπεσε καὶ ἐπλάκωσέ με, ἄλογον ἄριστον, ὅπερ ὁ ἀμηρᾶς δέδωκε τῷ Ἀ-
σάνῃ Ἰσαακίῳ, ὅταν ἐσυνήντησαν ἐκείνῳ· ὁ δ' Ἀσάνης τῷ γαμβρῷ αὐ-
τοῦ τῷ Φιλανθρωπηνῷ Γεωργίῳ κἀκεῖνος τῷ ἀνεψιῷ αὐτοῦ τῷ Κομνηνῷ
τῷ τοῦ πρωτοστράτορος τοῦ Καντακουζηνοῦ γαμβρῷ· καὶ φεύγοντος μετ'
αὐτοῦ, ἵνα εἰς τὸν Γαλατᾶν ἀπέλθῃ, φθάσας ὁ ἀδελφός μου ἐπίασεν αὐ-
τὸν καὶ εὐεργετήθη ὁ ἀδελφός μου τὸ ἄλογον αὐτοῦ παρὰ τοῦ βασιλέως·
ἐγὼ δὲ πάλιν ἀπῆρα τοῦτο παρ' ἐκείνου, ἐρχόμενος εἰς τὸν Μορέαν.
10
Πιάσαντές με οὖν, μετὰ πολλῶν λαβωμάτων ἀπαγαγόντες με,
ἔβαλόν με εἰς τὸν κουλᾶν εἰς ὁσπήτιον σκοτεινόν, ἔχον μύρμηκας καὶ
σιταρόψιρας καὶ ποντικοὺς διὰ τὸ εἶναι ἐν αὐτῷ πρὸ τοῦ σιτηρέσιον·
ἔβαλόν με καὶ σίδηρα μονοκάνονα καὶ εἰς τὸν ἀριστερὸν πόδα ἅλυσον
στερεὰν εἰς τζόπον μέγαν καρφωμένην. Καὶ ἐκοιτώμην ἐν τῇ τοιαύτῃ
φυλακῇ πικρῶς διαβιβάζων ἀπό τε τῶν λαβωμάτων καὶ τῶν σιδήρων καὶ
τοῦ ξηροῦ κοιτασμοῦ καὶ τῶν ἄλλων, ὁποῦ εἶχεν, ὡς ἐδηλώσαμεν, τὸ
ὁσπήτιον κακῶν.
18
1
Ἐνταῦθα δ' ἐστι προσῆκον διηγήσασθαι καὶ περὶ τῆς
ὁσιωτάτης Θωμαΐδος. Αὕτη γένους χρησίμου ὑπάρχουσα ἐν τῇ Ἀνατο-
λῇ, ἀπορφανισθεῖσα, φέροντες εἰς τὴν Κωνσταντινούπολιν οἱ συγγενεῖς
αὐτῆς, δεδώκασι τῇ ἀδελφῇ τῶν τριῶν ἀρχιερέων καὶ ἀδελφῶν, τῶν Καβα-
σιλαίων, καὶ μητρὶ τοῦ σοφωτάτου Καβασίλα Νικολάου.
2
Ἡ δὲ ταύτην ἔχουσα καὶ παιδεύουσα μετὰ καιρόν τινα ἀπῆλθεν
εἰς τὴν Θεσσαλονίκην, Νείλου του Καβάσιλα καὶ ἀδελφοῦ αὐτῆς ἀρχιε-
ρέως ἐκεῖσε ὄντος, καὶ εἰς τὴν μονὴν τῆς ἁγίας Θεοδώρας ᾤκησαν μετὰ
Παλαιολογίνας, γυναικὸς ἐναρέτου καὶ λογίας, περὶ ἧς πολλοὺς καὶ πολ-
λάκις ἤκουσα παρὰ τοῦ ἀοιδίμου βασιλέως κυροῦ Μανουὴλ ἐπαίνους·
καὶ πολλοὺς κανόνας εἴς τε τὸν ἅγιον Δημήτριον καὶ τὴν ἁγίαν Θεοδώ-
ραν καὶ ἄλλους ἁγίους ἀνέγνωσα ἐκείνης ποιήματα, ἔχουσαι σὺν αὐταῖς
καὶ τὴν ὁσίαν Θωμαΐδα καὶ παιδεύουσαι εἴς τε ἀρετὴν καὶ λόγον.
3
Ὡς δὲ ἦλθεν τὸ τέλος αὐτῶν, κατέλιπον αὐτὴν πάντα τὰ αὑτῶν,
ἀλλὰ δὴ καὶ τοῦ Κυπριανοῦ γυνήν, ἥτις ἀγανακτήσασα τὸ σκληρὸν τοῦ
ἀνδρὸς αὑτῆς ἀπελθοῦσα εἰς τὰς ῥηθείσας μοναχὰς καλογραία γέγονεν·
ἐπεὶ δὲ περὶ τὸ τέλος αὐτῶν ἐγένετο, πάλιν εἰς τὴν κληρονόμον ἐκείνων
καὶ τοῦ βίου ὅπως δήποτε καὶ τῆς ἀρέτης ὑπετάγη· καὶ καλῶς διήνυσε
τὸν τῆς ὑποταγῆς δρόμον μέχρι θανάτου, Κυπριανοῦ δὲ γυνὴν λέγω, τοῦ
ἐλθόντος εἰς τὴν Κωνσταντινούπολιν καὶ τὴν μονὴν κτίσαντος τὴν εἰς
ὄνομα τῶν ἁγίων Θεοδώρων, ἐπονομαζομένην δὲ τοῦ Κυπριανοῦ.
4
Τῶν δὲ ἀσεβῶν τὴν Θεσσαλονίκην παραλαβόντων, ἐξελθοῦσα ἡ
ὁσία Θωμαῒς μετὰ καὶ τῆς ὑπτακτικῆς αὐτῆς τῆς Κυπριανῆς ἦλθεν εἰς
τὴν Λῆμνον, ἵνα ἀπ' ἐκεῖσε πάλιν εἰς τὴν Κωνσταντινούπολιν. Ἐν ᾗ Λήμ-
νῳ ὁ πάππος μου εὑρισκόμενος μετὰ τῆς γυναικὸς αὑτοῦ καὶ τῶν παί-
δων, ἰδοῦσα αὐτὴν καὶ τὴν αὐτῆς ἀρετὴν καὶ τὸν λόγον ἡ πρώτη τῶν
τριῶν θυγατέρων αὐτοῦ, —τῆς κυρίως πρώτης θυγατρὸς αὐτοῦ εἰς τὴν
Θεσσαλονίκην ἀπομεινάσης μετὰ καὶ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν παίδων
—καταλείψασα γονεῖς καὶ ἀδελφὰς καὶ ἀδελφοὺς καὶ τὸν ὃν ἐμνηστεύ-
σατο εἰς ἄνδρα, ἀπελθοῦσα γέγονε καλογραία καὶ ἐν ὑποταγῇ αὐτῆς δὴ
τῆς ὁσίας. Ἐκεῖθεν δὲ ἐξελθοῦσαι καὶ ἐλθοῦσαι αἱ τρεῖς καὶ μόνον ἐν
τῇ Κωνσταντίνου κατήντησαν ἀρχὴν ἐν τῇ μονῇ τῇ ἐπονομαζομένῃ τῆς
Κλέραινας.
5
Διαδοθεῖσα δὲ ἡ ἀρετὴ αὐτῆς δὴ τῆς ὁσίας καὶ ἡ εἰς τὴν θείαν
γραφὴν ἐμπειρία εἴς τε τὸν βασιλέα καὶ τὸν πατριάρχην καὶ πάντας τοὺς
τῆς πόλεως, ὁ μὲν βασιλεὺς ἐγύρευσεν, ἵνα καὶ λάβῃ μοναστήριον, οἷον
ἔνι μεγαλώτερον καὶ πολυεισοδώτερον, ὁ δὲ πατριάρχης τὸ δοῦναι αὐτὴν
ἔνταλμα πνευματικῆς ἐξουσίας εἰς τὰς βουλομένας τῆς πόλεως γυναῖκας,
οἱ δὲ τῆς πόλεως ὅτι καὶ νὰ προσέρχωνται καὶ νὰ βλέπουν καὶ νὰ θε-
ραπεύουν εἰς τὰς πρὸς χρείαν αὐτῶν· οὐδὲ γὰρ ἦν ἐν ἐκείναις οὔτε χρυ-
σίον, οὔτε ἀργύριον, οὐκ ἄλλοτι, εἰ μὴ τὸ ἐργόχειρον καὶ ἡ τοῦ θεοῦ
διὰ τῶν ἀρχόντων προμήθεια.
6
Λαβοῦσα δὲ μικρόν τι κάθισμα, συνέδραμον εἰς ὑποταγὴν τοσαῦ-
ται, ὅσαι οὐκ ἂν ἐχώρησαν εἴς τε τὴν τοῦ Λιβὸς μονὴν καὶ τῆς Κυρα-
μάρθας, ἡ δὲ οὐ πλείους ἢ δύο καὶ δέκα προσελάβετο. Καὶ ἦσαν τοιαῦ-
ται εἴς τε ἀκτημοσύνην καὶ ὑπακοὴν καὶ σωφροσύνην καὶ πᾶν εἴ τι εἰς
θεὸν εὐαπόδεκτον, ὅτι κατέλιπον οἱ τῆς πόλεως λέγειν „ἡ ἁγία“, ἀλλ'
”αἱ ἅγιαι”. καὶ αὐτὸ δὴ τὸ ὄνομα εἶχον εἰς αὐτὰς ἁγίας. Καὶ τὸ μὲν τῶν
καλογραιῶν τὸ κοινὸν τῆς τροφῆς καὶ φορεμάτων καὶ τὸ μὴ ἔχειν τι ἴδιον
καὶ τὸ μὴ ποιῆσαι τὸ μικρότερον, ἢ πρὸς…
εἰ…
χα…
The complete text is available when the reading interface loads.