De Constantinopoli oppugnata
- Edition reference
- De Constantinopoli oppugnata, ed. E. Pinto, Giovanni Cananos. L'assedio di Costantinopoli, Messina: Edizioni Dr. Antonino Sfameni, 1977: 53–75.
- CTS identifier
urn:cts:greekLit:tlg3144.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1
{Διήγησις περὶ τοῦ ἐν Κωνσταντινουπόλει
t2
γεγονότος πολέμου κατὰ τὸ ͵ϚϠλʹ ἔτος,
t3
ὅτε ὁ Ἀμουρὰτ Πεὶς παρέπεσε ταύτῃ μετὰ
t4
δυνάμεως βαρείας καὶ παρολίγον ταύτην ἐκράτει,
t5
εἰ μὴ ἡ ὑπέραγνος Μήτηρ τοῦ Κυρίου ταύτην
t6
ἐφύλαξε, συγγραφεῖσα παρὰ κυρίου
t7
Ἰωάννου τοῦ Κανανοῦ}
1
1. <«Μυστήριον βασιλέως κρύπτειν
2
καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακη-
3
ρύττειν ἔνδοξον»>· εἶπε γὰρ ὁ ἄγγελος τῷ Τωβήτ.
4
Τοῦτο νῦν καὶ ἐμὲ λίαν ὠθεῖ καὶ θαρρύνει καὶ τολμηρὸν
5
ποιεῖ κήρυκα, ὅπως τὸ πανθαύμαστον θαῦμα τῆς Πα-
6
ναγίας μου διηγήσομαι. Ἐκκόπτει δ' ἐμὲ ἡ ἀπειρία τοῦ
7
λόγου, ἀντωθεῖ δ' ἐμὲ πάλιν καὶ ἕλκει τὸ ἴδιον τῆς
8
ὀρέξεως, τὸ ἀνθρώπινον πάθος. Καὶ ἥττημαι, καὶ τὴν
9
ἧτταν ὁμολογῶ, καὶ ἀπὸ τούτων τὴν ἱστορίαν ἠρξάμην.
10
Καὶ δέομαι τοὺς ἀναγινώσκοντας ταύτην καὶ τῶν γραμ-
11
μάτων τὴν πεῖραν ἔχοντας, μήτε τὸν κόρον τοῦ λόγου
12
ἀκηδιάσωσι μήτε τὴν σολοικοβάρβαρον καταγνώσονται
13
φράσιν, ἐπεὶ κἀγὼ τῆς ἀπειρίας μου τῶν γραμμάτων
14
ὁμολογῶ τὴν ἀσθένειαν. Ἀλλὰ οὐδὲ διὰ σοφοὺς ἢ λο-
15
γίους ἔγραψα ταῦτα, ἀλλὰ διὰ ἰδιώτας καὶ μόνον, ὡς
16
καὶ ἐγὼ ἰδιώτης, ἵνα οἱ ἰδιῶται ὡς ἰδιῶται ἀπεριέργως
17
καὶ ἀκαταγνώστως ἀναγινώσκουσι ταύτην. Διὰ δὲ δὴ
18
ταῦτα πάντα τολμηρὸς ἐγενόμην γραφεύς τε καὶ κῆρυξ,
19
καὶ τὸ πολυθρύλητον θαῦμα τῆς Παναγίας καὶ τὴν
20
καθ' ἡμῶν τῶν Ἀγαρηνῶν ἐπιδρομὴν καὶ τὴν πολιορ-
21
κίαν τῆς πόλεως ἱστόρησα κατὰ τὴν τοῦ λόγου μου
22
δύναμιν, καὶ ἀπὸ τούτων ἠρξάμην.
23
2. Ἐν ἔτει τριακοστῷ δευτέρῳ τῆς ἡγεμονίας τῶν
24
βασιλέων Μανουὴλ τοῦ Παλαιολόγου καὶ τοῦ υἱοῦ αὐτοῦ
25
Ἰωάννου, ἐν τῷ ἑξακισχιλιοστῷ ἐννακοσιοστῷ τριακο-
26
στῷ ἔτει, ἰνδικτιῶνος πεντεκαιδεκάτης, δεκάτῃ μηνὸς
27
Ἰουνίου, ἡμέρᾳ τρίτῃ, τῆς ἡμέρας ὥρᾳ δευτέρᾳ, κατέ-
28
δραμεν αὖθις ἄφνω στρατιὰ καθ' ἡμῶν Μουσουλμάνων,
29
δὶς πέντε τὸν ἀριθμὸν χιλιάδες, ἔχοντες καὶ στρατάρχην
30
ἄνδρα μανὸν καὶ αἱματοβόρον, καὶ τὸ ὄνομα τούτου Μι-
31
χάλπαις ἐκαλεῖτο, καὶ πᾶσαν πόλιν καὶ χώραν τὴν
32
ὑπὸ τὴν βασιλικὴν ἐξουσίαν ἐν μιᾷ καιροῦ ῥοπῇ ὑπὸ
33
τὴν ἑαυτῶν ἐποιήσαντο, καὶ ἡμᾶς ἀπεστέρησαν τῆσδε
34
τῆς πόλεως πάντα τὰ πλησίον, καὶ ταύτης 〈τὰ χωρία〉
35
ἔφθειραν, ἐλεηλάτησαν, ᾐχμαλώτευσαν, καὶ τοὺς μὲν
36
τῶν ἀνδρῶν κατέσφαξαν, τοὺς δὲ καὶ πόρρω τοῦ Ἰκο-
37
νίου καὶ Ἀρατζάπητας Κύφας διαβιβάσαντες, τὰς δὲ
38
γυναῖκας ἀσελγῶς αἰσχρουργήσαντες, τὰ δὲ βρέφη εἰς
39
περιτομὴν τῷ Μωάμεθ προσέφερον, καὶ πᾶν ζῶον ὑπό-
40
ζυγον καὶ ἀζύγων διέφθειραν καὶ ἠφάνισαν. Τὴν δὲ
41
ζημίαν τῶν γεννημάτων καὶ τῶν ἀμπελώνων τὴν λύμην
42
τίς ἄρα καὶ ποία δυνήσεται γλῶσσα ταύτην ἐξιχνιάσαι;
43
Καὶ γὰρ ἐν τῷ καιρῷ τῆς συγκλείσεως ἀπαραπροσδο-
44
κήτως κατέδραμον καὶ ἡμᾶς ἀπέκλεισαν, καὶ ὑπὸ τὴν
45
δεσποτείαν αὐτῶν πάντα τὰ ἔξω ἐγένοντο. Τὸ δὲ καὶ
46
πῶς καὶ πόθεν καὶ δι' ἥντινα ἡ συμφορὰ καὶ φθορὰ
47
καὶ ταῦτα τὰ δεινότατα χαλεπὰ τοῖς δυστυχοῖς καὶ
48
ἀθλίοις ἐπέβη Ῥωμαίοις σιωπᾶν ἡμῖν ἄμεινον ἔδοξεν.
49
Τῆς δὲ πικροτάτης μάχης ἐκείνης καὶ τοῦ φρικτοτάτου
50
πολέμου τὸ πέρας χρὴ διηγήσασθαι.
51
3. Τὸ μὲν γὰρ πρῶτον στράτευμα τῶν Μουσουλ-
52
μάνων ἐκείνων τῇ δεκάτῃ τοῦ Ἰουνίου κατέδραμε καὶ
53
ἡμᾶς ἀπέκλεισεν, ὡς προέφημεν, τῇ δὲ εἰκοστῇ τούτου
54
ἑτέρα ἐφάνη στρατιὰ Μουσουλμάνων ὡς νέφος χαλάζης
55
πλῆρες καὶ τετρυγὸς ὀλέθριον καὶ πᾶσαν καὶ παντοίαν
56
τὴν ὑπὸ τῶν Ῥωμαίων ἠμαύρωσαν γῆν, καὶ ὡς φλὸξ
57
ἀστραπῆς καιομένης πάντα κατέκαυσε καὶ ἐνεπύρισε,
58
καὶ πᾶν ξύλον κάρπιμον καὶ δένδρον εὔκαρπον καὶ τὰς
59
κουρβούλας τῶν ἀμπελώνων ἐκ ῥίζης ἀπέτεμον, καὶ
60
πᾶν ἄλλο δεινὸν καὶ ὀλέθριον καθ' ἡμῶν ἐποιήσαντο.
61
Ὁ δὲ στρατάρχης ὁ μέγας καὶ πάντων ἐκείνων ἀμηρᾶς
62
καὶ δεσπότης ἔφθασεν. Ἦλθε μανὸς καὶ ἠγριωμένος,
63
ἀλαζὼν ἐπηρμένος, ὑπέρογκος καὶ γαυριώμενος καὶ τὴν
64
ὀφρὺν εἰς οὐρανὸν αἴρων, καὶ ὑψηλὸς παρὰ πάντας ἐνό-
65
μιζεν εἶναι, καὶ ὑπελάμβανε παρ' αὑτοῦ διοικεῖσθαι τὰ
66
πάντα, καὶ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἄγεται ἅπας ὁ
67
κόσμος. Ἀλλὰ καὶ πάμπολλα ἄγων μηχανικώτατα καὶ
68
μαχιμώτατα ἔργα, προσδοκῶν δι' αὐτῶν μέρος τοῦ τοί-
69
χου χαλάσαι τῆς πόλεως καὶ ἀπὸ τούτου ταύτην κατα-
70
κρατῆσαι καὶ τοὺς Ῥωμαίους αἰχμαλωτίσαι καὶ τοῦ
71
Χριστοῦ τὸ ὄνομα ἀποσβέσαι. Ἀλλὰ καὶ στρατιὰς στρα-
72
τιῶν καὶ γενεὰς γενεῶν καὶ πλήθη πληθῶν, πεζῶν καὶ
73
ἱππέων, ἔσχε τοσοῦτον ὥστε ἅπας ὁ κόσμος ἐκεῖνος ἐσκέ-
74
πετο ὑπ' ἐκείνων.
75
4. Τότε δὲ αὐτοῦ τῇ κελεύσει τοῦ Μουρὰτ Πείς, τῇ
76
κλήσει 〈τε〉 τοῦ δεσπότου τῶν Τούρκων, ποιοῦνται πα-
77
στίαν μίαν. Ἀλλ' αὕτη ἡ μία πολλὰς ὑπερέβην μεγί-
78
στους· καὶ γὰρ ἀπὸ τὸ ἓν ἄκρον τῆς πόλεως τῆς Χρυσίας
79
ἕως τὸ ἕτερον ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει. Καὶ ἦν
80
δὲ ἡ παστία πλησίον τοῦ κάστρου ὅσον τόξου βολήν,
81
καὶ οὐ πλέον. Καὶ ἦν δὲ πᾶσα στερεὰ καὶ ὀχυρωτάτη
82
ἀπὸ ξύλων μεγίστων καὶ χονδρῶν σανίδων. Καὶ πλοκο-
83
τὰς ἀπὸ βέργας ἔθηκαν ἔμπροσθεν τῆς παστίας, ἵνα
84
δέχωνται τὰς σαγίττας τῶν τόξων καὶ τῶν τζαγρῶν
85
τῶν Ῥωμαίων, καὶ τῶν βουμπάρδων τὰς πέτρας. Ὄπι-
86
σθεν δὲ ταύτης ἐθέσπισεν ἵνα ἵστανται στρατιῶται ἐκ
87
πασῶν γενεῶν τοῦ στρατεύματος τούτου τολμηροὶ καὶ
88
ἀνδρεῖοι, τὸ μέν, ὡς τὸ ἔθος, εἰς προσοχὴν τῆς παστίας,
89
τὸ δὲ ἵνα φυλάσσονται δι' ἐκείνης, οἱ δὲ ἵνα μάχονται
90
ἐξ ἐκείνης ὄπισθεν μετὰ τζαγρῶν τε καὶ τόξων καὶ τῶν
91
σκευῶν τῶν μεγάλων καὶ τῶν μικρῶν τῶν ἀπείρων ὧν
92
ἔφερον διὰ τούτου.
93
5. Τὰς δὲ σκευὰς τὰς μεγίστους ἐκείνας, ὁποίας
94
εἶχον τὰς ἐλπίδας ὅτι δι' ἐκείνας τὰ τείχη τῆς πόλεως
95
θέλουν χαλάσειν καὶ ἀπὸ τούτου τὴν πόλιν αἰχμαλωτί-
96
σαι, ἔστησαν περιέργως εἰς τόπον ἐν ᾧ σοῦδαν οὐκ εἶχεν
97
ὁμοίαν σουδῶν τῶν ἑτέρων, ἀλλὰ κεχαλασμένη ὑπῆρχεν,
98
καὶ ἔκπαλαι γέμουσαν χῶμαν, καὶ ἄντικρυς ταύτης
99
πύργος εὑρέθην ἐκ συμβάσματος λίαν σεσαθρωμένος καὶ
100
ἐσκισμένος ἀπὸ ἄνωθεν ἕως κάτω. Καὶ προσδοκῶντες
101
οἱ Τοῦρκοι ὅτι τῶν μεγίστων βουμπάρδων αἱ πέτραι τὸν
102
σεσαθρωμένον πύργον ἐκεῖνον θέλουν χαλάσειν, καὶ ἐπεὶ
103
ὁ τόπος σοῦδαν οὐκ ἔχει τοὺς Τούρκους νὰ ἐμποδίσῃ,
104
ἀκωλύτως εἰς τὸ ἔξω κάστρον θέλουσι φθάσειν, καὶ ἐκ
105
τοῦ χαλάσματος τοὺς Ῥωμαίους θέλουν διώξειν, καὶ τὴν
106
πόλιν θέλουν δουλώσειν. Πλὴν εἰς κενὸν ἐκατήντησε
107
τέλος ἡ τῶν ἀσεβῶν προσδοκία, ἐπεὶ ἑβδομήκοντα βόλια
108
τῆς σκευῆς τῆς μεγίστης ἐκείνης τὸν σεσαθρωμένον
109
ἐκεῖνον ἔκρουσε πύργον, καὶ οὐδεμίαν βλάβην τοῖς Ῥω-
110
μαίοις τοῦτο προὐξένησεν, ἀλλ' οὐδὲ τοῖς Τούρκοις ὠφέ-
111
λειαν. Πλὴν γὰρ ὁ τόπος καὶ σοῦδα καὶ πύργος πλησίον
112
ὑπῆρχεν Κυριακῆς τῆς ἁγίας, μέσον Ῥωμανοῦ τοῦ ἁγίου
113
καὶ τῆς Χαρσῆς τε τὴν πύλην, καὶ πλησιέστερον τούτων
114
εἰς τὸν ποταμὸν τὸν ἐπονομαζόμενον Λύκον. Καὶ ταῦτα
115
μὲν περὶ τῶν βουμπάρδων τὴν ἀπραξίαν.
116
6. Περὶ δὲ τῶν ἄλλων τῶν κατασκευῶν τῶν μα-
117
χίμων, τῶν παντοίων ἐκείνων τῶν κατὰ τῆς πόλεως
118
εἰργασμένων εἰς πολιορκίαν ἐκείνης, καὶ ἀφανισμὸν τῶν
119
Ῥωμαίων, τίς διηγήσεται ἄρα; πλὴν ἐκ τῶν πολλῶν
120
ὀλίγας διηγήσομαι ἄρτι. Πύργους ξυλίνους μεγίστους
121
μὲ τροχοὺς σιδηροδεσμουμένους πολλοὺς ἐποιήσαντο τότε,
122
ὅσον τὸ ὕψος τῶν πύργων τῆς πόλεως· μᾶλλον καὶ ὑπε-
123
ρεῖχον ἐκείνους. Καὶ ζεύγη βοῶν καὶ βουβαλίων ἀπείρων
124
εἴχασιν ἐξ ἑτοίμου, ἵνα τοὺς πύργους ταυρίσουν μετὰ
125
σχοινίων καὶ πλησίον τῆς σούδας φέρωσιν καὶ ἐξ ἐκεί-
126
νων τὸ ἔξω κάστρον πολεμήσωσι καὶ ἀφανίσουν. Ἀλλὰ
127
καὶ φαλκούνια ἐποιήσαντο καὶ χελώνας καὶ ἀρκουδά-
128
μαξα καὶ ἄλλα πολλὰ ξύλινα καὶ μηχανικώτατα ἔργα,
129
καὶ ἑλεπόλεις ἐκατεσκεύασαν καὶ μηχανικὰς ἀγκάλας
130
μὲ τροχοὺς μικρούς, καὶ μεγάλας σκεπαστὰς καὶ μεσέας
131
ὑπὲρ ἀριθμὸν διεπράξαντο, καὶ κατέναντι τῶν πόρτων
132
τῆς πόλεως τεράστια μεγάλα εἰργάσαντο, κάστρη ξύ-
133
λινα ὑπερμεγέθη ἐποιήσαντο μὲ τροχοὺς σιδηροδεσμου-
134
μένους, ὥστε τοὺς θεωροῦντας ἐκεῖνα καὶ ἀγνοοῦντας
135
τῶν κάστρων τοὺς πολέμους, καὶ τὸ ἀχρησίμευτον γὰρ
136
ἐκείνων καὶ λίαν ἐξέπληξε καὶ μέγα ἐθρόησεν.
137
7. Ἀλλὰ καὶ τὴν γῆν ἄλλοι ἔσκαπτον ἐκ τῆς
138
παστίας ὄπισθεν, καὶ εἰς βάθος πολὺ ἐκατέβησαν, ὡς
139
ἵνα κάτωθεν ἀπὸ τὴν κάτω ὄψιν τῆς σούδας περάσωσιν
140
ἀθεώρητοι τὴν νύκτα ἄνω ἱσταμένων Ῥωμαίων καὶ μα-
141
χομένων, καὶ φθάσωσιν εἰς τὰ τείχη τοῦ καθολικοῦ καὶ
142
μεγίστου κάστρου τῆς πόλεως, καὶ κόψωσι τοῦτο λα-
143
θραίως πάντων, καὶ πουντελειάσωσιν κατὰ τὸ ἔθος τῶν
144
πολεμούντων, εἶτα πῦρ εἰς τὰ ξύλα τῶν πουντελείων
145
ἀνάψωσιν, ὅπως τὴν ξυλίνην κατασκευὴν τὴν κρατοῦ-
146
σαν τὸ κάστρον καταφλέξωσιν, καὶ ἄφνω πεσοῦνται τὰ
147
τείχη τῆς πόλεως, καὶ ἅμα εὐθὺς τῶν Τούρκων τὰ στρα-
148
τεύματα θρασέως κατὰ τῶν Ῥωμαίων εἰσβάλλουσιν καὶ
149
ἐκ τοῦ χαλάσματος ἐκείνους διώξουσιν καὶ τὴν πόλιν
150
κρατήσουσιν. Ἄλλοι τοὺς ἀγωγοὺς ἀνεγύρευον τοὺς ἔκ-
151
παλαι τὸ νερὸν εἰς τὰς στέρνας τῆς πόλεως ἔφερον,
152
ὅπως τινὰ ἐξ αὐτῶν ἐπιτύχωσιν, καὶ λαθραίως τῶν
153
Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ ἐντὸς γενήσονται τῆς πό-
154
λεως νυκτός, καὶ ἀπαραπροσδοκήτως ταύτην κρατή-
155
σουσι καὶ αἰχμαλωτίσουσιν.
156
8. Πλὴν καὶ κήρυκας ἐξαπέστειλε πανταχόθεν ὁ
157
δεσπότης τῶν Τούρκων, καὶ ἐδιελάλησαν οὕτως, καὶ εἶ-
158
πον ἐνόρκως ὅτι τῆς πόλεώς τε τὸν πλοῦτον καὶ τὸν
159
λαὸν ἅπαντα ὁ ἀμηρᾶς εἰς διαγουμὰν παραδίδη καὶ
160
κοῦρσος τοῖς Μουσουλμάνοις, καὶ φθάσετε εἰς τὸ κέρδος.
161
Ταῦτα μὲν εἶπε, μετὰ τεχνάσματος δὲ τοιούτου ὅπως
162
νὰ συναχθῶσι τὰ στρατεύματα πάντα τῶν Μουσουλ-
163
μάνων, ὁποῖον καὶ ἐγένετο τότε. Ὡς γὰρ ἐξεχύθη ἡ
164
φήμη εἰς τὰ ἔθνη τῶν Μουσουλμάνων πῶς ἐπαραδόθην
165
ἡ πόλις εἰς διαγουμὰν καὶ αἰχμαλωσίαν, σχεδὸν ἐκ πά-
166
σης γῆς καὶ γενεᾶς Μουσουλμάνων ἔφθασαν πρὸς τὸ
167
κέρδος μὴ μόνον οἱ ἐπιστήμονες εἰς τὰ κούρση καὶ τοὺς
168
πολέμους, ἀλλὰ καὶ οἱ ἀνεπιστήμονες καὶ σαρλίδες, του-
169
τέστι πραγματεῦται, καταλλάκται, μυροψοὶ καὶ τζαγκά-
170
ροι, ἀλλὰ καὶ Τούρκων πολλοὶ καλογέροι. Ὑπὲρ αἰτίας
171
τοιαύτης ἐσυνήχθησαν πάντες, οἱ μὲν στρατιῶται διὰ
172
τὸ κοῦρσος, οἱ δὲ σαρλίδες ἵνα ἀγοράσουν τὰ κουρσιμαῖα,
173
ἤγουν τοὺς αἰχμαλώτους, καὶ οἱ μὲν τὰς γυναῖκας, ἄλλοι
174
τοὺς ἄνδρας, ἄλλοι τὰ βρέφη, καὶ ἄλλοι τὰ ζῶα, καὶ
175
ἄλλοι τὰ πράγματα, οἱ δὲ Τουρκοκαλογέροι τὰς καλο-
176
γραίας ἡμῶν κέρδος καὶ κοῦρσος εὐεργεσίαν νὰ ἔχουν
177
παρὰ τοῦ δεσπότου τῶν Τούρκων. Διὰ γοῦν τὴν προσδο-
178
κίαν ταύτην ἐσυνάχθησαν ἐκ πάσης τῆς γῆς Μουσουλ-
179
μάνων ἀναρίθμητα πλήθη, ὥστε ἐκατεθαύμαζον πάντες
180
οἱ θεωροῦντες τὴν πλησμονὴν τοῦ φωσάτου.
181
9. Τότε δὴ καὶ σαγίττας συνῆξαν τοσοῦτον ἀνα-
182
ρίθμητον πλῆθος ὥστε ἐδυσπιστοῦμεν τὸ πρῶτον τὴν
183
φήμην τοῦ λόγου ἕως τοῦ πολέμου τὴν ὥραν. Ἡ δὲ συ-
184
ναγωγὴ τούτων ἐγένετο οὕτως. Πᾶσα οἰκία παντὸς ἀν-
185
θρώπου τοῦ εὑρισκομένου εἰς τὴν δεσποτείαν τῶν Τούρ-
186
κων ἀνατολῆς καὶ δύσεως πάσης δέδωκε τούτων ἑκάστη
187
ἀπὸ δέκα ἕως εἴκοσι σαγίττας τῶν τόξων. Ἀλλὰ καὶ
188
πλείονας τούτων ἐδόξευσαν τοῦ πολέμου τὴν ὥραν,
189
ὁποίας τὸ ἁρματοφυλάκιον εἶχε τοῦ Τούρκου καὶ τὰ ταρ-
190
φάσια τοῦ φωσάτου. Εἶχε καὶ μετ' αὐτοῦ τότε σιδηρο-
191
δεσμουμένους τοὺς ἀποκρισιαρίους τοῦ βασιλέως, ὁποίους
192
αὐτὸς ᾐτήσατο μᾶλλον ἵνα πέμψῃ περὶ εἰρήνης τε καὶ
193
ἀγάπης. Αὐτὸς δὲ ὡς βάρβαρος ὠμὸς καὶ ἀπάνθρωπος
194
σίδηρα καὶ φυλακὰς αὐτοὺς κατεδίκασε, καὶ τοὺς ἀναι-
195
τίους ὡς ὑπαιτίους ἠπείλει εἰς θάνατον, προβαλλόμενος
196
δὲ τάχα καὶ αἰτίαν, ἀλλὰ ψυχράν· ἔλεγε γάρ· «Διότι με
197
οἱ Ῥωμαῖοι ἀναισχύντως συνέτυχον, διὰ τοῦτο αὐτοὺς
198
εἰς φυλακὴν κατεδίκασα».
199
10. Ἀλλὰ καὶ τότε τις τῶν Μουσουλμάνων ὑψη-
200
λός τε καὶ μέγας καὶ φοβερὸς παρ' ἐκείνοις, ὡς ὅτι ἐκ
201
σειρᾶς τε καὶ γένους τοῦ Μουχουμὲτ κατήγετο. Τοῦτον
202
καὶ ὡς πατριάρχην αὐτὸν ἐτιμοῦσαν, καὶ ὡς προφήτην
203
αὐτὸν προσεκύνουν, καὶ ἐσέβοντο τοῦτον ὡς αὐτὸν τὸν
204
Μωάμεθ. Τοσοῦτον καὶ τοιοῦτος μέγιστος ἦν οὖν ἐκεῖνος
205
ὅτι τὴν θυγατέραν τοῦ ἀμηρᾶ καὶ δεσπότου τῶν Μου-
206
σουλμάνων παρθένον οὖσαν ἥρπαξε παρὰ γνώμην ἐκεί-
207
νου καὶ ἔφθειρε καὶ ἐκράτησε, καὶ ἔσχεν ἐκείνην ἐν τῷ
208
κοιτῶνι καὶ τῷ κλινιδίῳ ἐκείνου, καὶ οὐδεὶς ἐτόλμησεν
209
αὐτὸν σκῶψαι ἤ τι εἰπεῖν πρὸς ἐκεῖνον. Ἀλλὰ καὶ μᾶλλον
210
ὁ ἀμηρᾶς καὶ ἀδελφὸς ὁ τῆς κόρης εἶπεν· «Ἡγίασε ταύ-
211
την ἡ συνουσία τοῦ πατριάρχου τοῦ συγγενοῦς τοῦ Μωά-
212
μεθ, καὶ τὸ γεννηθὲν ἐξ ἐκείνης ἅγιον ἔστω ὡς ἐξ αἵμα-
213
τος τοῦ Μωάμεθ κατὰ τὸν νόμον καὶ ἁγιασμὸν τοῦ Ῥα-
214
σοὺλ Μαχουμέτη». Αὐτὸς δὲ ὁ μέγιστος καὶ πολὺς παρ'
215
ἐκείνοις ὁ εὐγενὴς πατριάρχης, ὃν εἶχον προορατικὸν καὶ
216
προφήτην, τοὔνομα Μηρσαΐτης τῇ Περσικῇ διαλέκτῳ
217
ἀπέστειλεν ἀποκρισιαρίους ἀπὸ τῆς Προύσης ἧς ἐκατοί-
218
κει πρὸς τὸν δεσπότην τῶν Τούρκων, καὶ εἶπεν· «Ὅρα
219
μήπως συνάψῃς πόλεμον μετὰ τῶν Ῥωμαίων καὶ τὸν
220
στρατὸν ἀπολέσῃς καὶ τὰ γένη τῶν Μουσουλμάνων,
221
ἕως ὅτε ἐγὼ νὰ φθάσω καὶ δηλώσω τὴν ὥραν τῆς συμ-
222
πλοκῆς τοῦ πολέμου, ὡς ὁ μέγας ἡμῖν διδάσκει Ῥασοὺλ
223
ὁ προφήτης. Καὶ γινώσκω δὲ τοῦτο ὡς προορατικὸς καὶ
224
προφήτης». Ταῦτα δὲ ἀκούσας τῶν Τούρκων ὁ δεσπότης
225
ἔπραξεν ὡς ὡρίσθην, καὶ ἀνέμενε τὸν ψευδοπροφήτην.
226
Καὶ μεθ' ἡμέρας ὀλίγας ἔφθασεν.
227
11. Ἦλθεν ὁ Μηρσαΐτης καὶ πατριάρχης τῶν
228
Τούρκων μετὰ πεντακοσίους Τουρκοκαλογέρους, ἐπὶ ἡμιό-
229
νου καθήμενος, καὶ τῷ σχήματι σοβαρώτατος καὶ τὸ
230
μεγαλεῖον δεινότατος. Τὰ δὲ πλήθη τῶν Μουσουλμάνων
231
εἰς ὑπαπαντὴν ἐξέδραμον τὴν ἐκείνου, καὶ ὡς ἄγγελον
232
ἐκ τοῦ οὐρανοῦ καταβάντα τὰ μωροθαύμαστα γένη τῶν
233
Τούρκων ὑπεδέξαντο τοῦτον, καὶ μὴ μόνον τοὺς πόδας
234
ἐκείνου ἠσπάζοντο καὶ τὰς χεῖρας, ἀλλὰ καὶ τοῦ ἡμιόνου
235
τοὺς χαλινοὺς καὶ τοὺς πόδας οὗ ἐποχεῖτο. Ὁμοίως καὶ
236
ὁ δεσπότης τῶν Τούρκων δουλοπρεπῶς ὑπεδέξατο τοῦτον.
237
Αὐτὸς δὲ σοβαρὸς καὶ μεγαλουπέροχος ἑωρᾶτο τοῖς πᾶσιν.
238
Πλὴν δὲ ἐπηρμένος καὶ γεγαυριωμένος ὡς ὑψηλός τε
239
καὶ μέγας καὶ ὡς ἀπόγονος τοῦ Μωάμεθ ἐκατεδέξατο
240
μόλις, καὶ ἐφθέγξατο ταῦτα· «Γινώσκετε, Μουσουλμά-
241
νοι, καὶ σὺ αὐτὸς ὁ πάντων τούτων δεσπότης. Ἐγὼ
242
μὲν ἀπεστάλην παρὰ τοῦ μεγάλου προφήτου Ῥασοὺλ
243
Μαχουμέτη, ἵνα ὑμῖν εἴπω τοῦ πολέμου τὴν ὥραν, ὡς
244
προορατικὸς καὶ προφήτης, ὅπως δουλώσωμεν τοὺς Ῥω-
245
μαίους καὶ αἰχμαλωτίσωμεν καὶ τὴν πόλιν. Ἑτοιμά-
246
ζεσθε δὲ πρὸς τοῦτο ἕως ὅτου νὰ φθάσει ἡ ὥρα, ὁποίαν
247
ἐγὼ γινώσκω». Καὶ ταῦτα εἰπόντος ἀπέβη τοῦ ἡμιόνου
248
οὗ ἐποχεῖτο, καὶ εἰσῆλθεν εἰς τὴν τένταν τὴν ἱσταμένην
249
ἀπὸ κεντούκλου, καὶ ἤρξατο ἀναγινώσκειν τὰς βίβλους
250
τοῦ Μωάμεθ καὶ τὰ Ῥάμπλια πράττειν. Μετὰ ὑποκρί-
251
σεως δὲ ταῦτα ἐποίει, ὡς ἵνα ἀπατῶνται οἱ Τοῦρκοι
252
καὶ προσκυνοῦν καὶ δοξάζουν ὡς προφήτην ἐκεῖνον, καθὰ
253
καὶ ὁ δεσπότης τῶν Τούρκων καὶ πάντες οἱ Μουσουλ-
254
μάνοι ἀληθῆ καὶ βέβαια κρατοῦσιν πάντα τὰ λαληθέντα
255
ἐκ τούτου, καὶ πάντες τὴν κέλευσιν ἔμενον τὴν ἐκείνου,
256
ἵνα προστάξει τοῦ πολέμου τὴν ὥραν καὶ δράμωσι πάντες
257
καὶ κρατήσουν τὴν πόλιν καὶ τοὺς Ῥωμαίους αἰχμα-
258
λωτίσωσι πάντας.
259
12. Ταύτη δὴ ἡ κενὴ καὶ ματαία ἐλπὶς μέγα
260
θράσος καὶ τόλμην καὶ εὐφροσύνην τοῖς Τούρκοις ἐνέ-
261
πλησε τότε, καὶ ἀπὸ τούτου ἔχαιρον καὶ ἐσπατάλουν.
262
Ἀλλὰ καὶ καθ' ἡμέραν καὶ νύκτα τὰς παλάμας
263
ἐκρότουν, καὶ τοῦ Μηρσαΐτη τὴν φωνὴν ἀνέμενον ὡς
264
ἀγγέλου ἀληθεστάτου, ὡς ἵνα αἰχμαλωτίσουσι τοὺς Ῥω-
265
μαίους. Ἀλλὰ καὶ καθ' ἡμέραν καὶ νύκταν καὶ ὥραν
266
τὴν γλῶσσαν αὐτῶν καθ' ἡμῶν ὡς δίστομον ξίφος ἠκό-
267
νισαν καὶ φωνὰς ἀγρίους καὶ ἀνημέρους ἔλεγον ἀναι-
268
δῶς καὶ ὑβριστικῶς. Μὴ μόνον κατὰ πατριαρχῶν τε καὶ
269
βασιλέων αἰσχροτάτας φωνὰς ἀνέπεμπον, ἀλλὰ καὶ κατὰ
270
τῆς πίστεως ἡμῶν τολμηρῶς ὀνειδίζοντες καὶ ἀναιδῶς
271
βλασφημοῦντες ἔλεγον· «Ποῦ ὁ Θεός σας ὦ σκοτεινοὶ
272
Ῥωμαῖοι; ποῦ ὁ Χριστός σας; ποῦ εἶναι οἱ ἅγιοί σας νὰ
273
σὰς βοηθήσουν; Αὔριον τὴν πόλιν ἐπέρνομεν, καὶ ἐσᾶς
274
αἰχμαλώτους καὶ σκλάβους ἔχομεν, καὶ τὰς γυναῖκάς
275
σας καὶ τὰ παιδία σας ἔμπροσθεν ὑμῶν ἀτιμάσομεν,
276
καὶ τὰς καλογραίας σας μὲ τοὺς Τουρκοκαλογέρους μας
277
νὰ παντρέψομεν. Μὰ τὴν πίστιν μας ἀλήθεια ὁ προ-
278
φήτης μας ἔτζη λέγει». Ταῦτα δὲ ὡς βέβαια καὶ ὁμο-
279
λογούμενα οἱ ἀσεβεῖς εἴχασι, καὶ διὰ τοῦτο τὸν Θεὸν
280
ἡμῶν ὀνείδιζον ἀσεβῶς ταῦτα.
281
13. Ὡς δὴ ἔφθασεν ἡ τελεία ἡμέρα τοῦ πολέμου
282
τῶν Τούρκων, ὁποίαν παρ' ἐκείνοις ὁ μέγας προεθέσπισε
283
Μηρσαΐτης ὁ προφήτης ἐκείνων, εἶπε πρὸς τὸν στρατάρ-
284
χην καὶ δεσπότην τῶν Μουσουλμάνων· «Μὴ βράδυνε
285
ἐπὶ πλέον, ἀλλὰ ταχέως τὰς τάξεις τάξον καθοπλισθῆ-
286
ναι, καὶ πᾶν μηχανικώτατον καὶ πολεμικώτατον ἔργον
287
ἔχοντες ἐξ ἑτοίμου, καὶ σὺν τούτοις γενέσθω τῆς πόλεώς
288
τε πλησίον ὅσον τόξου βολὴν εἰς τὸ κάστρον. Καὶ σύν-
289
θημα» εἶπε «προστάσσω τοιόνδε. Ὅταν ἐφ' ἵππου ὑψη-
290
λοῦ με καθήμενον θεωρήσητε καὶ ἐν δεξιᾷ τῇ χειρί μου
291
σπάθην γεγυμνωμένην θεάσητε καὶ τρὶς τῆς φωνῆς μου
292
ἀκούσητε, μετὰ βοῆς καὶ κραυγῆς καὶ ὁρμῆς καὶ κρότων
293
καὶ ὀργάνων κατὰ τῶν Ῥωμαίων εἰσβάλετε. Καὶ αὐτο-
294
μάτως πεσοῦνται τὰ τείχη τῆς πόλεως, καὶ ἀκωλύτως
295
γένεσθε ἐντὸς καὶ ταύτην αἰχμαλωτίσατε». Καὶ ταύτας
296
μὲν τὰς ληρολογίας ὁ Μηρσαΐτης ὡς βεβαίας ὁμολογῶν
297
τοῖς Μουσουλμάνοις δημηγορῶν ἔλεγεν, ὡς ἔχων τὰς
298
προφητείας ἐκ τοῦ Μωάμεθ καὶ Ῥασοὺλ Μαχουμέτη τὰς
299
βίβλους.
300
14. Καὶ αὐτὸς μὲν εἶπε ταῦτα· ὁ δὲ στρατάρχης
301
καὶ δεσπότης τῶν Τούρκων τὸ κελευσθὲν ἐκπληρώσας
302
καὶ προστάξας τὰς τάξεις ἁπάσας καθοπλισθῆναι, καὶ
303
πᾶσαν τὴν παρασκευὴν τοῦ πολέμου φέροντες ἀνὰ χεῖρας,
304
εὐθὺς τὰ πλήθη τῶν Μουσουλμάνων καὶ τὰ στρατεύ-
305
ματα πάντα τὸ προσταχθὲν ἐκπληροῦσι, καὶ μὲ ὅπλα
306
παντοῖα καὶ παρασκευὰς τὰς μεγίστας καὶ τὰ μηχα-
307
νικώτατα ἔργα ἐσπάραξαν κατὰ τάξιν. Καὶ οἱ μὲν σκά-
308
λας ἔφερον, καὶ σκάλας παντοίας, μικρὰς καὶ μεγάλας,
309
ἄλλοι δὲ τζόκους, καὶ ἕτεροι συστάς, καὶ ἄλλοι πῦρ μετὰ
310
μαζαλάδων, ἕτεροι δὲ σκλώπους, ἄλλοι δὲ σιδηρᾶ μά-
311
χιμα ὅπλα δρεπανηφόρα μετὰ κονταρίων μακρέων τὰ
312
ἐπονομαζόμενα φάλκας, ἕτεροι δὲ σκουτάρια στερεὰ καὶ
313
μεγάλα, καὶ τὰ πάντα μετὰ σιδήρων, καὶ πλοκοτὰς
314
δὲ ἄλλοι, καὶ παβέζια ἄλλοι, ἄλλοι δὲ ἀγγύρας σιδη-
315
ρέας, καὶ ἄλλο πᾶν πολεμικὸν ἔργον ἔφερον ἀνὰ χεῖρας.
316
Καὶ κατάφρακτοι πάντες μετὰ ἰσχυρᾶς καὶ σιδηρᾶς πα-
317
νοπλίας καὶ περικεφαλαίας μεγίστους. Καὶ τοσοῦτον
318
ὑπῆρχε τῆς στρατιᾶς ἐκείνης τὸ πλῆθος ὅτι ἀπὸ τὸ ἓν
319
ἄκρον τῆς πόλεως τῆς Χρυσίας ἄχρι καὶ τὸ ἕτερον τὸ
320
ἄκρον τῆς Ξυλοπόρτης ἐκράτει.
321
15. Οἱ δὲ στρατηγοὶ τοῦ φωσάτου τὰς συντάξεις
322
τῶν Τούρκων ἔστησαν κατὰ τάξιν πλησίον τοῦ κάστρου,
323
ὡς ἐθέσπισεν ὁ ψευδοπροφήτης. Τοὺς δὲ τοξότας ἐκείνους
324
τοὺς ἀναριθμήτους τῶν Τούρκων ἐκέλευσαν πάντας ὁμοῦ
325
τοξεύειν ἐπάνω τοῦ κάστρου καὶ τῶν προμαχιονίων, ὡς
326
ἵνα λαβώσουν καὶ φονεύσουν τινὰς τῶν Ῥωμαίων, καὶ
327
φοβηθῶσιν οἱ ἄλλοι καὶ φύγωσιν ἐκ τοῦ τείχους, καὶ
328
ἀπὸ τούτου ἄδειαν εὕρουν καὶ ἀναβῶσιν οἱ Μουσουλ-
329
μάνοι ἐπάνω ἀνεμποδίστως, καὶ κρατήσουν τὴν πόλιν.
330
Ὁ δὲ λαὸς τῶν Ῥωμαίων ὁρῶν τὰ πολεμικὰ καὶ μάχιμα
331
ἔργα τῶν Τούρκων, καὶ τὴν πλησμονὴν τοῦ φωσάτου
332
γενεῶν τῶν ἀπείρων, καὶ τὴν ὁρμὴν τῶν Ταρτάρων καὶ
333
τῶν Μουσουλμάνων τὴν τόλμην, καὶ τὰ πρὸ ὀλίγου
334
πραχθέντα, ὅτι ἐντὸς εἰς τὰς σούδας ἀπέκτειναν οἱ Τοῦρ-
335
κοι Ῥωμαίους καὶ ἄλλους ἔμπροσθεν εἰς τὰς πόρτας,
336
ἐδειλίασαν μέγα, καὶ σχεδὸν πρὸς φυγὴν οἱ πλείονες
337
ἐθεώρουν. Ὢ ὥρας τῆς πικροτάτης ἐκείνης, ὢ λύπης
338
τῆς ἀφορήτου, ὢ ἀπελπισίας μεγίστης.
339
16. Τίς οὐκ ἔφριξε τὴν ἡμέραν ἐκείνην; τίς οὐκ
340
ἐτρόμαξε τὴν ὥραν ταύτην ὁρῶν τοὺς Ῥωμαίους εἰς
341
τοσαύτην δειλίαν καὶ τοὺς Μουσουλμάνους εἰς θράσος
342
τοσοῦτον; Καὶ τίς τῶν ἀκαταπλήκτων τότε οὐ κατε-
343
πλήγη καὶ τῶν ἀνδρείων οὐκ ἐφοβήθη, οὐχὶ τὸν θάνατον,
344
οὐχὶ τὸν θάνατον λέγω, φυσικὸς γὰρ ὑπάρχει, ἀλλὰ τῆς
345
μεγαλοπόλεως ταύτης τὴν ἅλωσιν καὶ τὴν αἰχμαλω-
346
σίαν τοῦ γένους, τῶν γυναικῶν τὰς ἀτιμίας, τῶν σω-
347
φρόνων τὰς αἰσχρουργίας, τὴν περιτομὴν τῶν βρεφῶν,
348
τῶν ναῶν τὴν ἀπώλειαν, τῶν ἁγίων εἰκόνων τοὺς ἐμ-
349
παιγμούς, τοῦ μεγίστου Θεοῦ τὴν σοφίαν ὑμνητήριον
350
τοῦ Μωάμεθ καὶ κατοικητήριον τῶν δαιμόνων καὶ μασγή-
351
διον ἀποκαταστῆσαι τοῦ Ῥασοὺλ καὶ Μωάμεθ. Τὸ δὲ
352
χεῖρον καὶ βλαβερὸν καὶ μυριοπλάσιον τοῦ κακίστου θα-
353
νάτου κάκιστον τῇ μεταθέσει καὶ ἀπωλείᾳ τῆς εὐσεβοῦς
354
πίστεως τῶν Χριστιανῶν πρὸς τῶν Μουσουλμάνων τὸ
355
σέβας καὶ τὴν περιτομὴν τοῦ Μωάμεθ. Ὢ θρήνου μεγί-
356
στου ἄξιος ἡ ὥρα ἐκείνη, ὢ τρικυμίας ἀκατασχέτου.
357
Τίς ἡμῶν τὰς οἰμωγὰς οὐ συνεπένθησε τότε; τίς ἀκοὴ
358
φέρει τὸ ἄκουσμα, ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ εἰς τὰς
359
τοσαύτας καὶ τοιαύτας καὶ τηλικαύτας ἀνάγκας οὐ-
360
δένα βοηθοῦντα ἢ διεγεῖραι ἢ παροτρῦναι ἡμεῖς εἴχομεν,
361
ἐπεὶ ὁ μὲν εἷς βασιλεὺς κατατρυχόμενος ὑπῆρχεν ἐκ νό-
362
σου καὶ γήρους, καὶ οὐκ ἠδύνατο ὁπλισθῆναι ἢ ἀναβῆναι
363
ἐφ' ἵππου, ἀλλὰ ἐντὸς τοῦ παλατίου εὑρίσκετο καὶ τὸ
364
κατὰ δύναμιν ἔπραττεν. Ὁ δ' ἄλλος ἀνέβη ἐφ' ἵππου
365
καθωπλισμένος ὡς ἔδει, καὶ τὴν πύλην ἐξῆλθε Ῥωμανοῦ
366
τοῦ ἁγίου, καὶ ἔστη ἐκεῖσε πλησίον τῆς πόρτης.
367
17. Ὡς δὲ ἔφθασεν ἡ ὥρα ὁποία ἣν ὁ ἄθεος ἀνέ-
368
μενε Μηρσαΐτης, ἤγουν ἡ μία ἐκάζοθεν ἐκ τὸ μέσον
369
ἡμέρας, ἀνέβην ἐφ' ἵππου ὑψηλοῦ καὶ μεγάλου, καὶ οἱ
370
περὶ ἐκεῖνον πεντακόσιοι ἄνδρες τοὺς ἔφερεν Τουρκοκα-
371
λογέρους, ὡς ἵνα ἔχωσιν οὗτοι κέρδος καὶ κοῦρσος τὰς
372
καλογραίας τῆς πόλεως, ἀνεβόησαν ὕμνον τῇ Περσικῇ
373
διαλέκτῳ πρὸς τὸν Μωάμεθ καὶ εὐφημίας πρὸς Μηρσαΐ-
374
την. Καὶ τρὶς ἐποιήσαντο τοῦτο, ἕως ὅτε αὐτὸς ἔλθη
375
πρὸς τὴν μάχην. Πλὴν καὶ σκουτάριον ἐβάσταζον ἔμ-
376
προσθεν τούτου μέγιστον παρὰ φύσιν, ὡς ἵνα θαυμά-
377
ζουσιν ἀπὸ τούτου τὰ μωροθαύμαστα ἔθνη τῶν Μου-
378
σουλμάνων τὸν Μηρσαΐτην ἐκεῖνον. Αὐτὸς δὲ ὅταν πλη-
379
σίον ἦλθε πρὸς τὰς συντάξεις τῶν Μουσουλμάνων, ἀνε-
380
βόησε μέγα, «Ῥασούλ, Ῥασοὺλ Μαχουμέτη». Καὶ
381
γυμνώσας τὸ ξίφος καὶ ὠθήσας τὸν ἵππον, καὶ κράξας
382
πρὸς τὰς συντάξεις τὸ «Ἀλὰχ Ταγκρύ, Ῥασοὺλ Μαχου-
383
μέτη», συνανεβόησαν ἅμα καὶ τῶν Μουσουλμάνων τὰ
384
πλήθη, καὶ μετὰ ὁρμῆς καὶ κραυγῆς καὶ κρότων καὶ ὀρ-
385
γάνων καὶ μυρίων ἄλλων ἀλαλαγμάτων τε καὶ σαλπίγ-
386
γων ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου ἀπὸ τῆς Ξυλοπόρ-
387
της ἕως καὶ τῆς Χρυσίας, τὴν αὐτὴν λέγω καὶ μίαν ὥραν
388
τῆς ἡμέρας ἐκείνης. Καὶ πᾶν πολεμικὸν ὄργανον ἔφερον
389
ἀνὰ χεῖρας, καὶ ἠκούμβησαν εἰς τὰ τείχη, ἔθηκαν σκάλας,
390
ἀνέβαιναν εἰς τὸ κάστρον, ἐτρυποῦσαν τοὺς πύργους.
391
Καὶ οὐδεὶς εὑρέθην ὁ ἐμποδίσας ἐκείνους ἐκ τοῦ μεγίστου
392
φόβου καὶ δειλίας ὁποίας ἔλαβον οἱ Ῥωμαῖοι.
393
18. Τίς γὰρ οὐκ ἐτρόμαξε τὴν ὥραν ἐκείνην; τίς
394
οὐκ ἔφριξε ταύτης τὴν θέαν; τίς ἀκοὴ φέρει τὸ ἄκουσμα,
395
ποία ὄψις τὸ θέαμα; Καὶ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ μυ-
396
ριάδας βελῶν, τουτέστι σαγίττας, ἐτόξευσαν ἐπάνω τῶν
397
Ῥωμαίων, καὶ ἔπεσον εἰς τὰ τείχη τῆς πόλεως καὶ
398
ἐντός, ὥστε καὶ τὸν αἰθέρα ἐκάλυψαν καὶ αὐτὸ τὸ φῶς
399
τοῦ ἡλίου ἐσκέπασαν, καὶ ἡμᾶς πάντας φόβος ἐκράτησε
400
καὶ δειλία ἐξέπληξε, καὶ μικρὸν ἀπεκρύβημεν. Ἀλλ' οὐ
401
μακράν, ἀλλ' ὄπισθεν τῶν προμαχιονίων ἐστάθημεν. Ὡς
402
δὲ οἱ Τοῦρκοι γυμνὸν τὸ κάστρον ἀπὸ ἀνθρώπους ἰδόντες
403
ὑπέλαβον ἀφυλάκτως εἶναι, καὶ μετὰ θράσους μεγίστου
404
καθ' ἡμῶν εἰσβάλλουσι πάντες. Καὶ οἱ μὲν μετὰ σκαλῶν
405
ἀνέβαινον δι' ᾧ εἰς τὸ κάστρον, οἱ δὲ καὶ μὲ τὰς ἀγγύρας
406
καὶ τὰς φάλκας ἐκείνας. Ἄλλοι δὲ ἐτρυποῦσαν μὲ συ-
407
στὰς τοὺς πύργους, ἄλλοι ἐχαλοῦσαν μὲ τζόκους τὸ
408
κάστρον, ἄλλοι ἔκαψαν τὰς πόρτας τοῦ ἔξω κάστρου,
409
καὶ πᾶν τολμηρὸν καὶ ἀνδρεῖον οἱ ἀσεβεῖς ἐποιοῦντο
410
πρὸς κατάπληξιν τὴν ἡμετέραν. Ταῦτα ὁρῶντες οἱ δυ-
411
στυχεῖς καὶ ἀπελπισμένοι Ῥωμαῖοι εἰς ἑαυτοὺς ἐπανῆλ-
412
θον, καὶ περιεργασθέντες πῶς πόθεν, ἀλλαχόθεν χεῖραν
413
οὐκ ἔχοντες βοηθείας οὔτε τινὰ πρὸς τὸ διεγεῖραι καὶ
414
παροτρῦναι τὸν λαὸν πρὸς τῶν Τούρκων τὴν μάχην τὴν
415
φρικτοτάτην ὥραν ἐκείνην. Καὶ ἐξενεγκόντες οὗτοι ἑαυ-
416
τοὺς διεγείρονται πρὸς ἀνδρείαν καὶ τόλμην. Καὶ γὰρ
417
οἱ δειλοὶ τὸ πρότερον καὶ φυγοὶ καὶ κατατρυπούμενοι
418
ἄφνω τολμηροὶ εὑρέθησαν καὶ γενναῖοι πολεμισταὶ καὶ
419
ἀνδρεῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ δεινῶν λα-
420
βωμάτων καὶ τῶν παντοίων θανάτων.
421
19. Καὶ τῆς Παναγίας τῇ βοηθείᾳ τῇ τόλμῃ ῥω-
422
σθέντες ὁρμῶσι ξιφήρεις κατὰ τῶν ἀσεβῶν καὶ μὲ λίθους,
423
καὶ ὡς καπνοῦ κινήσαντος σμῆνος ἄλλος ἐπ' ἄλλῳ διε-
424
γείρεται, καὶ ἀνίσταται γένος ἅπαν καὶ ἡλικία πᾶσα,
425
καὶ ἕκαστος μεθ' ὧν ἠδύνατο ὅπλων, ἕτεροι δὲ καὶ ἄνευ
426
τῶν ὅπλων, ἄλλοι μετὰ ξιφῶν τε καὶ κονταρίων. Ἕτεροι
427
δὲ οὐδὲ ἐξ αὐτῶν εὐποροῦσαν, ἀλλὰ τὰς ταύλας ὅπου
428
ἐτρώγαν καὶ τὰ τυμπάνια τῶν βουτζίων ἔδησαν μὲ σχοι-
429
νία, καὶ ἐβάσταζαν ἀντὶ σκουταρίων. Τινὲς δὲ οὐδὲ μετ'
430
αὐτῶν εἰς τὸν πόλεμον ἦλθον, ἀλλὰ μὲ λίθους καὶ μόνον
431
ἐμάχοντο τολμηρῶς καὶ ἀνδρείως, ὡς κατάφρακτοι μετὰ
432
παντοίων τῶν ὅπλων. Καὶ ἕτερος ἔτερον, καὶ ἄλλος
433
ἄλλον, καὶ πρὸς ἀλλήλων ἀλλήλοις ἀνδρείως καὶ θαρ-
434
σαλέως ἠγωνίζοντο, καὶ ἐπαροτρύναντο πρὸς τὴν σφο-
435
δροτάτην μάχην ἐκείνην, λέγων «Ναὶ, ὦ φίλοι, ὦ ἀδελ-
436
φοί, ὦ συμπατριῶται, ἀγωνισώμεθα σήμερον, σπουδά-
437
σωμεν, προκινδυνεύσωμεν ἑαυτοὺς ὑπὲρ ἐμαυτῶν καὶ γυ-
438
ναικῶν καὶ τέκνων καὶ ὑπὲρ ἐλευθερίας τοῦ γένους καὶ
439
τῆς πατρίδος ἡμῶν καὶ τῆς μεγαλοπόλεως ταύτης, καὶ
440
τὸ μεῖζον, τῆς ἀληθοῦς πίστεως τῶν Χριστιανῶν. Τί
441
οὖν, ἐὰν μὴ νῦν ἀποθάνομεν; Οὐ τεθνηξόμεθα πλέον;
442
Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, δράμωμεν πρὸς τὸν
443
κίνδυνον τοῦ πολέμου ὡς οἱ μάρτυρες πρὸς τὸ στάδιον
444
τῶν τυράννων». Ταῦτα διαλεγομένων καὶ παροτρυνο-
445
μένων πρὸς ἀλλήλους ἔσπευδον πάντες, καὶ ἠγωνίζοντο
446
ὡς κεκραιπαληκοὶ καὶ βεβαπτισμένοι ἐξ οἴνου, καὶ ὡς
447
ἐκ συνθήματος ἅμα ἐκ τοῦ ἑνὸς ἄκρου τῆς πόλεως ἄχρι
448
καὶ τοῦ ἑτέρου ἐν μιᾷ φωνῇ καὶ ὁρμῇ καὶ κραυγῇ κατὰ
449
τῶν πολεμίων εἰσβάλλουσι, καὶ σφοδροτάτου συρραγέν-
450
τος πολέμου καὶ καρτερωτάτης τῆς μάχης ἐφ' ἱκανῆς
451
τε τῆς ὥρας πολλοὶ ἐκ τῶν δύο μερῶν ἐλαβώθησαν καὶ
452
ἀπέθανον.
453
20. Τὸ δὲ ἀκατάπληκτον τῶν ἀνδρικωτάτων καὶ
454
γενναιοτάτων Ῥωμαίων δειλοὺς καὶ τρεπτοὺς τοὺς Μου-
455
σουλμάνους ἀπέδειξεν. Καὶ τοὺς μὲν ἀναβαίνοντας μετὰ
456
τῆς φάλκας ἐπάνω τοῦ ἔξω κάστρου τὰς κεφαλὰς ἀπέ-
457
τεμον τούτων καὶ πρὸς βασιλέα ἔφερον, τοὺς δὲ Μου-
458
σουλμάνους τοὺς ἄλλους τοὺς ἐτρυποῦσαν τὸ κάστρον
459
καὶ τοὺς πύργους, ἀπέκτειναν ἐντὸς εἰς τὰς τρύπας.
460
Τὰ δὲ πλήθη τὰ ἄλλα τὰ γεγαυριωμένα καὶ ἐπηρμένα
461
τῶν Τούρκων ἐλάβωσαν, ἐφόνευσαν, ἐδίωξαν, καὶ τὰ
462
πολεμικὰ καὶ μαχιμώτατα τούτων ἔργα ἐπήρασι. Καὶ
463
μὴ μόνον οἱ στρατιῶται καὶ οἱ ἐπιστήμονες τοῦ πολέμου
464
ἠργάζοντο ταῦτα, ἀλλὰ καὶ τῆς πολιτείας οἱ ἄρχοντες
465
καὶ τῆς χώρας οἱ ἐπιστήμονες καὶ τὸ κοινὸν ἅπαν καὶ
466
τῶν ἱερέων καὶ τῶν μοναχῶν τὰ συστήματα καὶ τῶν
467
ἀρχιερέων οἱ κρείττονες καὶ πνευματικῶν τῶν ὁσίων οἱ
468
ὁσιώτατοι· καὶ τῶν ἔξω χωρῶν οἱ ἄνθρωποι τολμηροὶ
469
καὶ γενναῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ τραυ-
470
μάτων καὶ τῶν θανάτων ἐφάνησαν.
471
21. Ἀλλὰ καὶ γυναῖκες πολλαὶ εἰς ἀνδρὸς θράσος
472
μεταλλαττόμεναι ἐπὶ τοῦ πολέμου τὴν ὥραν τὴν φρικτο-
473
τάτην ἐκείνην οὐκ ἀπεκρύβησαν, οὐδὲ ὡς γυναῖκες ἐδει-
474
λίασαν, ἀλλὰ καὶ μᾶλλον τοῦ πολέμου τὴν ὥραν εἰς τὸ
475
ἔξω κάστρον ἔφθασαν, καὶ αἱ μὲν πέτρας εἰς τὸ τεῖχος
476
ἀνέβαζον πρὸς τοὺς πολεμιστὰς τῶν Ῥωμαίων, καὶ ηὐ-
477
δρείωναν αὐτούς, καὶ ὠθοῦσαν αὐτοὺς πρὸς τὴν μάχην
478
καὶ τὸν πόλεμον· ἄλλαι δὲ ἐκρατοῦσαν ᾠὰ καὶ στουππιά,
479
καὶ τοὺς λαβωμένους ἰάτρευον· ἄλλαι ὕδατα καὶ οἴνους
480
ἐπότιζον αὐτοὺς φλεγομένους τῇ δίψῃ ἐκ τοῦ πολέμου·
481
ἄλλαι δὲ τοὺς γνησίους αὐτῶν ἀδελφοὺς καὶ τέκνα καὶ
482
τοὺς ὁμοζύγους κατεμπόδιζον μὴ καταβῆναι ἀπὸ τοῦ
483
τείχους τοῦ κάστρου καὶ τοῦ πολέμου σχολάσαι, ἀλλὰ
484
ἀφόβως καὶ ἀκλονήτως καὶ θαρσαλέως πολεμίζειν τοῖς
485
Τούρκοις ἔλεγον. Ἀλλὰ καὶ μετὰ προσοχῆς καὶ στρα-
486
τιᾶς ἐκεῖναι περιεπάτουν ἐκεῖσε. Ἐστρατεύοντο δὲ καὶ
487
πρὸς ἀλλήλας, μία τὴν ἄλλην ἐνουθέτει, καὶ ἔλεγεν·
488
«Βλέπε μὴ πλησιάσῃς τὸ κάστρον τὸ μέγα, ὅτι τῶν
489
Τούρκων αἱ σαγίτται κρόνουν ἐκεῖσε καὶ εἰς τὸ μέρος
490
ἐκεῖνο, ἀλλὰ περιπατεῖτε πλησίον εἰς τὸ μέρος τοῦ ἔξω
491
κάστρου, ἵνα σκέπεσθε ὑπὸ τούτου». Πλὴν ἐλαβώθησαν
492
καί τινες μὲ σαγίττας. Καὶ οὐδὲ αὐτὸ τὰς ἄλλας ἐθρόη-
493
σεν, ἵνα εἰσέλθουσιν ἐντὸς τοῦ κάστρου τῆς πόλεως, ἀλλὰ
494
ἐσπούδαξαν καὶ ἐκεῖναι τὸ δυνατὸν αὐτῶν εἰς τὴν μάχην
495
μέχρι τὸ πέρας ἴδωσι τοῦ πολέμου.
496
22. Ἐπεὶ δὲ καὶ πρὸς δυσμὰς ἐξέκλινε τὸ φῶς
497
τοῦ ἡλίου, καὶ οἱ Ῥωμαῖοι ἀκλονήτως ἵσταντο πρὸς
498
τὴν μάχην τὴν φρικτοτάτην τῶν Τούρκων, καὶ ἠγωνί-
499
ζοντο καὶ ἀνδρείως, οἱ ἀσεβεῖς ἀπὸ τούτων καὶ ἄπρακτοι
500
εὑρεθέντες καὶ ᾐσχυμμένοι καὶ ἡττημένοι ἀναιδῶς στρα-
501
φέντες ἔφευγον. Καὶ δῆλον ὅτι τὰ πολεμικὰ καὶ μάχιμα
502
τούτων ὅπλα τὰ μὲν πλησίον τοῦ κάστρου τοῖς Ῥω-
503
μαίοις ἄκοντες καταλείψαντες, τὰ δὲ μακρότερα ἑκόντες
504
τῷ πυρὶ παρέδωκαν. Καὶ τέρας ἔδοξε τοῦτο καὶ ἐξαίσιον
505
ἔργον, πῶς οἱ ἐπηρμένοι καὶ γαυριώμενοι τὸ πρότερον
506
ἄφνω κατηφεῖς εὑρέθησαν καὶ ἀχρεῖοι, καὶ πῶς οἱ πρό-
507
τερον ἐπεθύμουν τὸν πόλεμον τῶν Ῥωμαίων, ἀπαραπρο-
508
σδοκήτως τὸ λοιπὸν ἔφυγον ἀπὸ τούτων. Καὶ γὰρ ἀλη-
509
θῶς τοῦτο ἔργον ἀοράτως ἐπέμφθη ἐκ δυνάμεως θείας.
510
Καὶ οἱ Ῥωμαῖοι τοῦτο ἰδόντες ἐξεπλήττοντο μὲν τὸ
511
θαῦμα, ἔχαιρον δὲ τὴν φυγήν τε τῶν πολεμίων ἐκείνων,
512
καὶ χαίροντες ἔλεγον· «Ὢ γλυκύτητα ἡμέρας ταύτης
513
καὶ ὥρας, ὢ μεταλλαγῆς θαυμασίας καὶ ἐναλλαγῆς
514
ἀνελπίστου, ὢ ἀπαραπροσδοκήτου ἐλευθερίας καὶ εὐφρο-
515
σύνης, ὢ εὐθυμίας ἀνεκλαλήτου καὶ ἡδονῆς ἀνεκφρά-
516
στου».
517
23. Καὶ γὰρ ταῦτα τῶν πολυάθλων Ῥωμαίων λε-
518
γόντων ἔχαιρον ἅμα καὶ σκιρτῶντες εὐθύμουν, τὰς πα-
519
λάμας ἐκρότουν, καὶ τρανῶς τὸν Θεὸν εὐχαρίστουν, καὶ
520
τὴν Παναγίαν ἀνέπεμπον ὕμνους, καὶ ἐκ ψυχῆς δοξά-
521
ζοντες ἔλεγον· «Τοῦτο τὸ πολυύμνητον καὶ πολυθρύ-
522
λητον καὶ ἐξαίσιον καὶ ἐξαίρετον καὶ θαυμάσιον καὶ
523
θαύματος ἄξιον θαῦμα τῆς Παναγίας ἀληθῶς καὶ ἀναμ-
524
φιβόλως ὑπῆρχεν, ὡς καὶ τὰς μαρτυρίας ἔχομεν παρὰ
525
μαρτύρων ἀπαραγράπτων κατὰ τοὺς φιλευσεβεῖς νόμους.
526
Φάσκοντες γὰρ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι ἀξιο-
527
πιστότεραί εἰσιν. Ἐπειδὴ δὲ οἱ ἐχθροὶ καὶ πολέμιοι ἡμῶν
528
δέδωκαν μαρτυρίαν τοιαύτην, πάνυ ἐστὶν ἀληθέστατον
529
τὸ θαῦμα τῆς Παναγίας. Ἔλεγεν γὰρ Μηρσαΐτης καὶ
530
πατριάρχης τῶν Τούρκων, ὅτι ἡ πόλις ἐπρόκειτο παρ'
531
ἡμῶν αἰχμαλωτισθῆναι, ὡς οἱ σοφοὶ τῆς Περσίας εἰς
532
τὸν καιρὸν τοῦ Μωάμεθ ἐψηφοφόρησαν περὶ τούτου, καὶ
533
εὗρον ὅτι εἰς τὸ ἔτος καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν
534
ταύτης τῆς ὥρας ἡ πόλις παρ' ἡμῶν πρόκειται κρατη-
535
θῆναι. Καὶ ἔμελλε τοῦτο γενέσθαι κατὰ τὴν δύναμιν
536
τῶν ἀστέρων καὶ τὴν τέχνην τῶν ἀστρονόμων».
537
24. Ἀμὴ ἡ γυναῖκα ἐκείνη ἡ ὀξέα φοροῦσα καὶ
538
περιπατοῦσα τοῦ κάστρου καὶ τῶν προμαχιονίων ἐπάνω
539
ἀφόβως τοῦ πολέμου τὴν ὥραν, ἐκείνη ἀντέπραξε τὰς
540
δυνάμεις τῶν ἄστρων καὶ τὴν τέχνην τῶν ἀστρολόγων.
541
Πλὴν οὐκ ἀπὸ γῆς οὐδὲ ἐξ ἀνθρώπων τὴν δύναμιν εἶχεν,
542
ἀλλ' ἐξ οὐρανοῦ καὶ ἀοράτου δυνάμεως. Ὁμοίως καὶ τὰ
543
στρατεύματα πάντα τῶν Τούρκων ἐσυνεμαρτύρουν ἐνόρ-
544
κως τὸν Μηρσαΐτην ἐκεῖνον, καὶ ἐδιηγοῦντο πρὸς πάντας
545
ὅτι τοῦ πολέμου τὴν ὥραν, ὅταν μὲ θράσους καὶ ὁρμῆς
546
ἀκρατήτου ἔφθασαν εἰς τὰ τείχη τοῦ κάστρου, ἵνα ἀνα-
547
βῶσιν ἐπάνω καὶ διώξωσι τοὺς Ῥωμαίους καὶ τὴν πόλιν
548
αἰχμαλωτίσουν, τότε εἶδον γυναῖκαν ὀξέα ῥοῦκα φοροῦ-
549
σαν καὶ περιπατοῦσαν ἐπάνω τῶν προμαχιονίων τοῦ ἔξω
550
κάστρου. Καὶ ταύτην ἰδόντες, σκότος καὶ ζάλη καὶ τρό-
551
μος καὶ φόβος ἄφνω εἰς τὰς ψυχὰς εἰσῆλθε τῶν πάντων,
552
καὶ πρὸς φυγὴν ἔβλεψαν, καὶ εἰς πόλεμον οὐδὲ ὅλως, καὶ
553
ἀπὸ δυνάμεώς τε καὶ τέχνης τῆς γυναικὸς γὰρ ἐκείνης
554
ἔλαβον τὴν δειλίαν, καὶ ἠλευθερώθη ἡ πόλις.
555
25. Ἐγένοντο δὲ ταῦτα κατὰ τὸν καιρὸν τοῦ ἑξα-
556
κισχιλιοστοῦ ἐννακοσιοστοῦ τριακοστοῦ ἔτους, μηνὸς Αὐ-
557
γούστου κδʹ, ἡμέρᾳ δευτέρᾳ, ὥρᾳ τῆς ἡμέρας ἑβδόμῃ.
558
Καὶ παρὰ μὲν τῶν Τούρκων ἐλαβώθησαν καὶ ἀπέθανον
559
ἐπέκεινα μιᾶς χιλιάδος, ἐκ δὲ τῶν ἡμετέρων μετὰ ἀλη-
560
θείας ἐλαβώθησαν μὲν ἐλάττονες ἀπὸ ἑκατόν, ἀπέθανον
561
δὲ οὐ πλείονες τῶν τριάκοντα. Καὶ χαίρετε, ὦ φίλοι,
562
χαίρετε τὸ μὲν τὴν ἐλευθερίαν τῆς πόλεως, τὸ δὲ τῶν
563
Ῥωμαίων τὸ γενναῖον καὶ ἀκατάπληκτον, τὸ δὲ τὸ παν-
564
θαύμαστον θαῦμα τῆς Παναγίας, καὶ ταύτην ὑμνήσατε,
565
δοξολογήσατε, καὶ ὕμνους εὐχαριστηρίους ἀναπέμψατε
566
εἰς τὸ μέγιστον ἔργον τῆς ἐλευθερίας, ἧς εὐεργετήθημεν
567
παρὰ τῆς ἐνδόξου καὶ ἀειπαρθένου Μητρὸς τοῦ Κυρίου,
568
καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ
569
δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.