The Greek Library Catalogue

Anonymous

De extremo Thessalonicensi excidio narratio

Edition reference
De extremo Thessalonicensi excidio narratio, ed. I. Bekker, "Ἰωάννου Ἀναγνώστου Διήγησις περὶ τῆς τελευταίας ἁλώσεως τῆς Θεσσαλονίκης," in Georgius Phrantzes, Ioannes Cananus, Ioannes Anagnostes [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1838]: 483–528.
CTS identifier
urn:cts:greekLit:tlg3145.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ

Διήγησις περὶ τῆς τελευταίας ἁλώσεως τῆς Θεσσαλονίκης

συντεθεῖσα πρός τινα τῶν ἀξιολόγων,

πολλάκις αἰτήσαντα περὶ ταύτης, ἐν ἐπιτόμῳ.}

1

Πολλὰ μὲν ἡμῖν πολλάκις καὶ ἄλλα τὸ τῆς ψυχῆς

σου φιλόπονον ἀριδήλως ἐγνώρισεν, ἀνδρῶν ἄριστε καὶ

φιλομαθέστατε, οὐχ ἧττον δὲ καὶ ἡ πρὸς τὴν διήγησιν τῶν

ἤδη τῇ περιφανεῖ τὸ πρότερον πόλει Θεσσαλονίκῃ συμβε-

βηκότων σπουδή σου καὶ τὸ λόγοις ἡμᾶς συνετῶς ἄγαν

ἔχουσι διεγεῖραι, ταύτην ὡς ἂν ἐπίδηλόν σοι κατὰ δύνα-

μιν θέσθαι τὴν ἡμετέραν σπουδάσωμεν καὶ ὥσπερ ὑπ' ὄψιν

ἀγάγωμεν. Δείκνυσι γάρ σου περιφανῶς τὴν ψυχήν, περὶ

τὴν τῶν ἀναγκαίων ὅπως μάθησιν ἔχει καὶ ὡς ἐκ τοῦ προσ-

έχειν ἱστορίαις καὶ λόγοις, οἷς ἄνθρωποι πρὸς τὰ κρείττω

σαφῶς μετατίθενται, τῶν μελλόντων ὅλη καὶ μὴ μεθιστα-

μένων καθίσταται. Πλὴν ἀλλ' οὕτω θαυμασίας οὔσης γε

τῆς σπουδῆς, ἐκεῖνο πᾶς ὁστισοῦν εὖ φρονῶν, οἶμαι, τῶν

οὐκ ἐπαινουμένων ἂν οἰηθείη, ὅτι γε τοὺς εἰς ἄκρον δυνά-

μεως λόγων ἐληλακότας παραδραμὼν καὶ προὔργου παν-

τὸς τὸ λογογραφεῖν ἀεὶ ποιουμένους, ἐμοὶ τὴν τοσαύτην

ἐγχείρησιν ἀπερισκέπτως ἀνέθου, νωθρότητι διανοίας ἀμα-

θῶς ἀληθῶς ἔχοντι περὶ λόγους καὶ πρὸς πᾶσαν ἡντινοῦν

ἀγαθῶν κτῆσιν ῥαθυμοῦντι καθάπαξ. Καὶ ταὐτόν, οἶμαι,

πέπονθας ταῖς μελίσσαις, ὅτε τὰς ἀρχὰς ζητεῖν τοῦ μέλι-

τος κατεπείγονται· παρατρέχουσι μὲν γάρ, ὥς φασι, τῶν

ἀνθέων τὰ εὔοσμα, ἐφίπτανται δὲ τῷ θύμῳ, φυτῷ δριμύ-

τητος γέμοντι καὶ λίαν ἀνόσμῳ. Ἀλλὰ δεινὸν ἡ φιλία,

πάντας ἁπλῶς τοὺς ἐνισχυμένους γε ταύτῃ πάντα καὶ

λέγειν ὑπὲρ τῶν φίλων καὶ πράττειν πρὸς βίαν κινοῦσα,

τὸν παρὰ τῶν πολλῶν ἔπαινον αὐτοῖς προξενεῖν εἰωθυῖα.

Τοῦτο γὰρ ἦν τὸ καὶ σὲ τοσοῦτον ἡμᾶς ἀναπεῖσαι κατα-

ναγκάσαν, τὴν ἐκ τῶν ἀκουόντων ἡμῖν εὐφημίαν ἴσως προσ-

γενέσθαι βεβουλημένον, κἀντεῦθεν τῇ φιλίᾳ χαρίσασθαι.

Ἐγὼ μὲν οὗν βουλοίμην ἂν τὴν σιωπὴν ὡς ἀκίνδυνον

μᾶλλον ἑλέσθαι καὶ τὴν παροῦσαν ὑπόθεσιν ὡς τὴν ἐμὴν

ὑπερβαίνουσαν δύναμιν παραιτήσασθαι πάνυ δικαίως.

Λαβὼν δ' ἐπὶ νοῦν τῆς ἀπειθείας τὸν κίνδυνον ὅσος καὶ

διὰ τοῦτ' εἰς ἀνάγκην συνελαθεὶς ἀπαραίτητον, δεῖν ᾤμην

ἕτοιμον ἐμαυτὸν παρασχεῖν σου τῇ ἀξιώσει καί σου τοὐ-

πίταγμα πεπληρωκέναι ὡς δύναμις. Κἀπειδήπερ ἐπικλινὴς

ἐγὼ καὶ εὐγνώμων πρὸς τὸ ζητούμενον ὤφθην σοι καὶ σὴν

χάριν, ὧν οὐκ ἐβουλόμην κατατετολμηκέναι προῄρημαι,

δίκαιον ἂν εἴη καὶ σὲ τῆς ἐγχειρήσεως ταύτης ἡμῖν ταῖς

εὐχαῖς συνεφάψασθαι, ἵν' ὁδηγηθέντες καὶ δύναμιν ἐσχη-

κότες λόγου καὶ διανοίας ὀξύτητα, τῆς σῆς φανῶμεν ἄξιον

ἐπιθυμίας ἐργάσασθαι καὶ μηδὲ τὴν ὑπόθεσιν καθυβρί-

σωμεν. Παρακαλῶ δὲ καὶ πάντας τοὺς ἐντευξομένους τῷ

πάσης ἀμουσίας πεπληρωμένῳ τῷδε συγγράμματι συγ-

γνώμην ἡμῖν παρασχεῖν ἐξ ἑτοίμου, τὴν ἡμετέραν εὐπεί-

θειαν ἀποδεξαμένους. Οὐ γὰρ δυνάμει λόγων τεθαρρη-

κότες ἐπὶ τοῦτο προήγμεθα, ἵνα καὶ μέμψιν σχῶμεν δι-

καίως παρὰ τοῦ βουλομένου παντὸς (πολλοῦ γε καὶ γὰρ

δέομεν τοῦ λόγους εἰδέναι καὶ τούτοις γε χρῆσθαι κατ'

ἐπιστήμην θαρρεῖν), τῇ δ' ἐπιταγῇ τοῦ προστεταχότος ἡμῖν

καὶ τῷ μὴ μέμψιν ἔχειν, εἴ τις τὴν ἑαυτοῦ πρός τι τῶν

ἀναγκαίων ἐνδείκνυται δύναμιν, ἀνέγκλητον εἶναι, οἰό-

μενοι πανταχοῦ τὸ πάνθ' ὁντινοῦν μὴ πρὸς ἐπίδειξιν, πρὸς

δὲ τὸ μὴ τάφῳ σιγῆς παραπέμπεσθαι τὰ πρὸς ἀκρόασιν

ἄξια, τοῖς κατὰ δύναμιν ἐγχειρεῖν λόγοις ἑκάστοτε. Ποιή-

σομαι δὲ τὸν λόγον ἁπλοῦν τε καὶ εὔληπτον, ἀλλὰ δὴ καὶ

συνεσταλμένον ὡς τὰ πολλὰ κατὰ τὸν σὸν λόγον, τἀναγ-

καῖα μόνον περιλαβὼν καὶ ὅσα δὴ παρεθέντα ζημία σοι

λογισθήσεται πρὸς ἀκρόασιν κεχηνότι.

2

[Εἰ μὲν οὖν τις ἐτύγχανες ὢν τῶν οὐκ εἰδότων τὴν

πόλιν, τὰ καθ' ἕκαστόν τε ἠγνόεις αὐτῆς, ὥσπερ οἱ πρῶ-

τον ἐξ ἀλλοδαπῆς εἰς ἑτέραν μετοικήσαντες πόλιν, ἕως

ἂν τὸ τοῦ χρόνου μῆκος ταύτην αὐτοῖς κατὰ μέρος γνω-

ρίσειεν, ἐδεόμην λόγων ἂν ἐνταῦθα μακρῶν, ἵνα μηδὲν

τῶν τῆς πόλεως τὴν σὴν διαφύγῃ γνῶσιν. Ἐπεὶ δὲ πρὸς

θρέμμα ταύτης τὸν λόγον ποιοῦμαι καὶ ἀκριβέστερον ἢ

πολλοὺς ἄλλους τὰ κατ' αὐτὴν ἐγνωκότα, μάτην οἱ μα-

κροὶ περὶ τούτων λόγοι καὶ ἡ περὶ τῆς θέσεως μεγέθους τε

καὶ κάλλους καὶ τειχῶν ἀσφαλείας καὶ προσέτι τοῦ εὖ

κεκρᾶσθαι καὶ τῶν ἄλλων ἀκρίβεια καὶ μάλισθ' ὅτι πρὸ

μακρῶν ἐτῶν τὰ περὶ τῆς πόλεως ἕτεροι φιλοπόνως ἄγαν

δυνάμει λόγου καὶ ῥητορικῆς εὐγλωττίας δεινότητι ἠκρι-

βωμένως ἐξέθεντο καὶ μετὰ τὴν πρώτην πασῶν εἰπεῖν λαμ-

προτέραν πολλαῖς ἀποδείξεσιν ἀποφῆναι ταύτην ἐσπού-

δασαν. Ἐκείνοις δ' ἐμαυτὸν ἔγωγε μόνον διηγούμενος

δώσω, ὧνπερ ἡ πόλις ἐν τῷ τῆς νῦν ἁλώσεως χρόνῳ πε-

πείρατο, καθάπερ ἔφης καὶ σὺ πρὸς ἡμᾶς, μικρὸν πρὸ ταύ-

της ἀπάρας ἐνθένδε καὶ διὰ τοῦτο τὸ κακὸν οὐκ εἰδὼς

ἀκριβῶς ὅπως κεχώρηκε. Τὰ τῶν Λατίνων γὰρ οἶδ' ὅτι

καὶ αὐτὸς οἶσθα σαφέστατα τῇ πόλει παρὼν καὶ καθ'

ἑκάστην ὁρῶν τὰ γινόμενα].

Ἔπασχεν οὗν τῶν Λατίνων κρατούντων ἡ πόλις, ὡς

οἶδας, καὶ ὁσημέραι θλίψεις ἡμῖν ἐπήγοντο πανταχόθεν

καὶ λόγων πολλῶν παρ' ἑκάστοις, πῶς ἂν ἀνεθείημεν,

γιγνομένων τρόπος ἦν οὐδ' ὁστισοῦν ὁ τούτων ἡμᾶς τῶν

δεινῶν ἀπαλλάξων. Οὔτε γὰρ οἱ Τοῦρκοι τοῖς Λατίνοις

ἐβούλοντο σπείσασθαι, πολλάκις πρεσβευσαμένοις περὶ

τούτου καὶ δεηθεῖσιν, οὐθ' ἡμῖν ἐξῆν πρᾶξαι τὸ κατὰ γνώ-

μην, ὀλίγοις ἄγαν καθεστηκόσι καὶ ἀνισότητι γνώμης ἀπο-

βεβληκόσι τὸ ὁμονοεῖν, ὡς ἄρα καί σοι γνώριμον τοῦτο

σὺν ἡμῖν γε ὄντι καὶ τῶν δεινῶν ἐκείνων τοῖς ἄλλοις παρα-

πλησίως εἰληφότι τὴν πεῖραν.

3

Οὕτω οὖν ἡμῖν ἔχουσιν, ὅσαι τε ὧραι μυρία τὰ

χαλεπὰ φέρουσι καὶ τὴν σωτηρίαν ἀπαγορεύουσιν, κακὸν

ἐξαίφνης ἐπῆλθεν ἕτερον καὶ στερροτέραν εἰπεῖν ἀδάμαν-

τος πλῆξαν ψυχήν. Τὸ δ' ἦν ἡ τοῦ καλοῦ ποιμένος καὶ

κατὰ τὸν πρῶτον ποιμένα τὴν ψυχὴν ἐφ' ἑκάστης ἀφει-

δῶς ὑπὲρ τοῦ ποιμνίου τιθέντος κατὰ θεῖον βούλημα τε-

λευτή, ἐν καλῷ μὲν ἐκείνῳ γεγενημένη, βλάβος δ' ἡμῖν

ἐπενεγκοῦσα πολύ, τῶν ἐκείνου λιτῶν πρὸς θεὸν στερη-

θεῖσιν, αἷς ἐσωζόμεθα. [Ὅτι δὲ κατὰ θείαν αὕτη βούλη-

σιν ἦν, ἄκουε τοῦ φανέντος τῷ μακαρίῳ περιόντι κατ'

ὄναρ ἐκείνῳ. Ἔδοξε πρὸ τοῦ τὴν πόλιν τῷ πολέμῳ λη-

φθῆναι οἶκόν τινα λαμπρὸν εἰσιέναι καὶ παμμεγέθη, περι-

σκοπεῖν τε αὐτὸν κατὰ μέρος καὶ θαυμάζειν αὐτοῦ τό τε

κάλλος καὶ μέγεθος, ἐν τούτῳ δ' ὄντι φωνὴν ἔξωθεν ἐνε-

χθῆναι λέγουσαν: «ὁ μὲν οἶκος οὗτος, οὗ τὰ καθ' ἕκαστον,

ὦ δέσποτα, ὡς λίαν λαμπρὰ καὶ ὡραῖα θαυμάζεις περι-

αθρῶν, πίπτει τὸ τάχος καί, ἵνα μή σε καλύψῃ πεσών,

ἔξιθι τούτου ταχέως». Οὕτως εἶχεν ἡ ὄψις καὶ εἰς ἔργον

ἧκεν οὐκ εἰς μακράν. Ἐκεῖνος μὲν γάρ, ἵνα ἀναφανῇ δί-

καιος καὶ τῶν πολλῶν τῆς ἀρετῆς ἐκείνου καμάτων λάβῃ

τὰς ἀντιδόσεις, εἰκότως οὕτω καὶ πρὸ τῆς κοινῆς συμφο-

ρᾶς, πρὸς ὃν ἐπόθει κύριον ἐξεδήμησεν. Οὐ γὰρ δίκαιον

τοῦτο παρὰ θεῷ κέκριτο, τοιούτων ἵνα κακῶν πεῖραν σχῇ

καὶ κοινωνήσῃ τῶν ἴσων ἡμῖν· «ἀνόμοιος γὰρ ἦν τοῖς ἄλ-

λοις ὁ βίος ἐκείνου καὶ ἐξηλλαγμέναι αἱ τρίβοι», τοῦ Σο-

λομῶντος εἰπεῖν, «ἡμεῖς δὲ κακίας γέμοντες ὅλως, καὶ

ὀπίσω τῶν ἐνθυμάτων τῆς καρδίας ἡμῶν τῆς πονηρᾶς»,

τοῦτο δὴ τὸ τοῦ Ἱερεμίου, «πορευόμενοι καὶ κατὰ τὸν πά-

λαι γογγυσταὶ τυγχάνοντες Ἰσραήλ», κατὰ τὴν ἡμετέραν

ἐπιθυμίαν ἀπολαύειν ὅπως οὐκ ἔχωμεν τῶν πραγμάτων,

δικαίως οὕτω πεπράγαμεν δυστυχέστατα καὶ τούτου τἀν-

δρὸς ἐστερήμεθα, μόνου περιλειφθέντος ἐν τοιούτοις και-

ροῖς καὶ τοσούτοις ἀνιαροῖς παραμύθιον. Πάντες γὰρ

ὥσπερ τινὰ δύναμιν ζωτικὴν ἐν ἡμῖν ἐνομίζομεν τοῦτον

καὶ τὴν τελευτὴν ἐκείνου μηδὲν ἄλλο νομίζειν εἴχομεν ἢ

τῆς ἐφ' ἡμᾶς τοῦ θεοῦ δικαιοτάτης παιδείας οἷον προοί-

μιον. Τοῦτο τῶν κατειπεῖν ᾑρημένων ἐκείνου σαφέστατος

ἔλεγχος καὶ τοὺς ἀδικίαν κατ' ἐκείνου λαλοῦντας ὅτι μὴ

προδοσίαν ἐσκέψατο, μηδὲ τῶν σφίσι δοκούντων συνιέντας

βαθύτερον, ἐνδίκως ἐπιστομίζει. Οἶμαι γὰρ ἐγώ, δεῖξαι

βουληθεὶς ὁ θεὸς οἷος μὲν ὁ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ τίνων

ἄξιος ἦν, οἷοι δ' ἡμεῖς καὶ τίνας εἰσπραχθῆναι δίκας δί-

καιοι ἦμεν, διὰ τοῦτο τὰ καθ' ἑκάτερον μέρος οὕτως ᾠκο-

νόμησε συμφερόντως].

4

[Τούτου οὗν τοῦ δεινοῦ, τῆς τελευτῆς ἐκείνου φημί,

προστεθειμένου τοῖς ἄλλοις καὶ πάντων τῶν ἐν τῇ πόλει,

ἀνδρῶν, γυναικῶν, παίδων, Λατίνων τε καὶ αὐτῶν Ἰουδαίων,

ἐλεεινῶς πρὸς ἀλλήλους διομιλούντων καὶ τὰ μὲν ἄλλα,

ὅσα τούτους ἐπίεζε δηλονότι τῇ λήθῃ παραπεμπόντων,

τὴν τοῦ ποιμένος δὲ στέρησιν ἐπὶ νοῦν λαμβανόντων καὶ

συνεχῶς προφερόντων, τῆς τοῦ Θεοῦ τε παιδείας, ὡς προὔ-

φην, καὶ τῆς γεγενημένης ἁλώσεως καὶ λεγόντων σημεῖον

τοῦτο καὶ πιστευόντων, —οὕτως οὖν διατεθέντων καὶ] ὀλί-

γου δή τινος ἐν τῷ μεταξὺ παρεληλυθότος τοῦ χρόνου,

χεῖρον ἢ πρότερον ἔσχε τὰ πράγματα καὶ σύγχυσις παν-

ταχοῦ, ἄλλων ἄλλα βουλευομένων καὶ μηδὲν ἐν ταὐτῷ

συνελθεῖν δυναμένων. Καὶ παραπλήσιόν τι τοῖς ἐπὶ νηὸς

χειμαζομένοις ἐπάσχομεν, ὅταν ὁ κυβερνήτης ἀπῇ· πάντα

γὰρ ἐκεῖ ταράχου μεστὰ καὶ ἡ ναῦς, οὐκ ἔχουσα τὸν ἰθύ-

νοντα ταῖς τῶν ἀνέμων βίαις τοῦ πρόσω χωρεῖν ἀκινδύ-

νως, οὐ συγχωρεῖται. Τῶν μὲν οὖν δὴ πλειόνων δυσχεραι-

νόντων ὅτι μὴ σφίσιν ἐξῆν προδοῦναι τὴν πόλιν τοῖς Τούρ-

κοις, [δεδιότων ἴσως ὃ γέγονεν ὕστερον,] ἄγγελος ἧκε τὸν

Μουράτην ἐφ' ἡμᾶς κεκινῆσθαι μηνύων, πλεῖστον ὅσον

στρατὸν συναγείραντα καὶ διὰ πάντων καλῶς παρεσκευα-

σμένον. Τοῖς μὲν οὖν δεκτέα πως ἔδοξεν ἡ ἀγγελία καὶ

πιθανή, τοῖς δὲ μή, καὶ μάλιστα Λατίνοις, εἴτε μεγαλο-

ψυχεῖν προσποιουμένοις εἴτε πεῖραν οὐκ ἐσχηκόσι τῶν

Τούρκων, ᾧ καὶ μᾶλλον ἔγωγε πείθομαι. Πόθεν γὰρ εἴδη-

σις τούτοις ἐν θαλάττῃ καὶ γεννωμένοις καὶ εἰς γῆρας

διαιτωμένοις, πρὸς συμπλοκάς τε καὶ μάχας, αἷς τὸ τῶν

Τούρκων κέχρηται γένος, ἔχουσιν οὐκ ἐπιτηδείως καὶ μηδὲ

δυναμένοις ἢ διὰ τριηρῶν ἀπελθεῖν εἰς ὑπερορίαν, ἡνίκ'

ἂν καὶ ἔνθα βούλοιντο;

Μικρὸν τὸ μεταξὺ καὶ πάλιν ἕτερος ἄγγελος ταὐτὰ

τῷ προτέρῳ καὶ αὐτὸς διαγγέλλων καὶ τοὺς λόγους ὅρ-

κοις πιστούμενος ἀσφαλέσιν, ἐφ' οἷς ἐπείσθημεν μὲν ἡμεῖς,

μηδὲν ἄλλο παρ' αὐτὸ προσδοκῶντες (τοῦτο γὰρ ὁ πολυ-

ετὴς ἡμᾶς ἐδίδασκε συγκλεισμὸς καὶ τὰ πράγματα), ἐπεί-

σθησαν δὲ καὶ Λατῖνοι καὶ πρὸς παρασκευὴν δεῖν ἔδοξε

τούτοις διεγηγέρθαι.

5

Καὶ δὴ πρῶτον μέν, οὗπερ ἤρξαντο πρότερον ἔρ-

γου, πρὸς τελείωσιν σπουδαιότερον διετέθησαν. Τὸ δ' ἦν

ἡ περὶ τὰς ἐπάλξεις αὐτῶν ἐπιμέλεια· μικρὸν γὰρ πρόσθεν

διὰ φροντίδος πολλῆς πεποιήκεσαν τὰς ἐπάλξεις τοῦ τεί-

χους παντὸς διαφράξαι σανίσιν, ὡς ἐν ἀσπίσι, τοὺς μὲν

ἔξω πολεμίους ἀπειργούσαις τοῦ βέλεσι τιτρώσκειν τοὺς

ἔνδον δεῆσαν προκῦψαι, τοῖς δ' ἐπὶ τῶν τειχῶν ἱσταμέ-

νοις πολλὴν τὴν ἄδειαν παρεχούσαις ἀφανῶς λίθοις ἄνω-

θεν βάλλειν τοὺς ἐπιόντας καὶ τῷ προστυχόντι παντὶ

προσπελάσαι τοῖς τείχεσι βουληθέντας. Ἔπειτα δὲ δεῖν

ἀριθμῆσαι τοὺς ἄνδρας ᾠήθησαν καὶ καταμαθεῖν, εἰ πρὸς

τὰς τοῦ ὅλου τείχους ἐπάλξεις καὶ τὸν περίβολον τὸν πρὸς

ἤπειρον ἐξαρκοῦσι. Καὶ δὴ στῆναι πάντας ἐπὶ τῶν τειχῶν

μεθ' ὧν εἶχεν ἕκαστος ἐπιτρέπουσιν ὅπλων, ὡς ἂν καὶ

μάρτυρας τοὺς ἰδίους ἔχωσιν ὀφθαλμούς. Οὗ δὴ γεγονό-

τος ἦν ἰδεῖν ἐπὶ δύο καὶ τρεῖς ἐπάλξεις ἕνα ἄνδρα ἱστά-

μενον καὶ τούτων τοὺς πλείους μήθ' ὅπλα κεκτημένους

(προανάλωσε γὰρ ἡ πενία) μήτε πρὸς μάχην ἐπιτηδείους

καὶ πόλεμον· τοῖς γὰρ συνεχέσι κακοῖς καὶ τῇ περὶ τὸ

ζῆν ἀπορίᾳ περιῄρηνται καὶ τὸ δύνασθαι. Οἱ Λατῖνοι

δ' ὅμως, ἄλλως οὐκ ἔχοντες διαπράξασθαι (ἄνδρας γὰρ

ἑτέρους μαχίμους οὐκ εἶχον παρὰ τοὺς ὄντας τῇ πόλει),

δεῖν ἐξ ἀνάγκης ᾤοντο πάντας γοῦν ἑτοίμως ἔχειν πρὸς

πόλεμον. [Μεταστῆσαι δὲ καὶ τὴν ἀγορὰν πρὸς φυλακὴν

ἀκριβεστέραν τῆς πόλεως δέον κεκρίκασιν, εἰ καὶ πέρας

ἴσως τοῦτο λαβεῖν οὐκ ἔσχεν, ἐπιθεμένων αἴφνης τῶν πο-

λεμίων καὶ θᾶττον ἢ πάντες προσεδοκῶμεν· «ἂν γὰρ τὴν

πόλιν», ἔφησαν, «κυκλώσωσι μὲν οἱ πολέμιοι καὶ τοῦ πολε-

μεῖν συνεχῶς γίνωνται, ἡμεῖς δὲ πρὸς τὴν ἀγοράν, πόρρω

κειμένην, ἀπίωμεν τὰ πρὸς χρείαν ὠνούμενοι, παρέξομεν

ὑπὸ τῆς τῶν τειχῶν ἐρημίας τὴν πόλιν αὐτοῖς, μηδένα

πόνον μηδαμῶς προϋπενεγκοῦσι.» Καλῶς οὖν διὰ πάν-

των καί, ὡς παρεῖχεν ἡ δύναμις, παρεσκευασμένων ἁπάν-

των πάντα παθεῖν ὑπὲρ τῆς πατρίδος, προθυμίαν πάντες

ἐνεδειξάμεθα τὴν αὐτὴν καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ θεῷ

καὶ τῷ Μυροβλύτῃ Μάρτυρι σαλεύοντες ἦμεν καὶ περιε-

σκοποῦμεν νύκτωρ καὶ μεθ' ἡμέραν τὴν ἔφοδον τῶν βαρ-

βάρων, καθ' ἑκάστην κατὰ τὰς ἀγγελίας αὐτοὺς ἐκδε-

χόμενοι.

6

Ἡμέραι παρῆλθον αὖθις ὀλίγαι καὶ τρίτος ἄγγε-

λος ἤδη πρὸς τὴν πόλιν ἀφῖκτο, τὴν εἰς τὰ Λαγκαδᾶ τοῦ

Μουράτου δηλῶν ἄφιξιν καὶ ὡς οὐχ ἱκανὸν τὸ πεδίον, εἰς

πολὺ μῆκος ἐκτεταμένον ἐκεῖνο, πρὸς τοσαύτην πληθὺν

στρατευμάτων· διήγγειλε δὲ καὶ τὴν παρασκευὴν ὑπὲρ λό-

γον οὖσαν καὶ μὴ ῥᾳδίαν ῥηθῆναι. Πάλιν οὖν ἡμεῖς ἐν

σπουδῇ καὶ πάλιν ἐν ἐπιμελείᾳ μεγάλῃ. Παρῆν δὲ ἡ κυρία

τῶν ἡμερῶν, καὶ περὶ μέσας νύκτας σεισμὸς τῇ πόλει

γίνεται μέγας καὶ φόβον ταῖς ἁπάντων ἐνῆκε ψυχαῖς, τε-

κμήριόν τε τοῦτο οὐκ ἀγαθῶν ἡγήσαντο πάντες πραγμά-

των· οὕτω γάρ, οἳ πρὸ μακροῦ τὴν πόλιν ἐκεῖνοι συνέ-

σειον [συ]σεισμοί, παρεσκεύασαν τοὺς ἀνθρώπους καὶ

τοιαύτην ἔδωκαν ὑπόληψιν ἔχειν ἀνωμαλίας πραγμάτων

κἀκεῖνοι προηγγελκότες καὶ δεινῶν ἑσμὸν ἐπαγαγόντες

τῇ πόλει. Καὶ τοῦτο μὲν νυκτός. Ἀρξαμένης δὲ τῆς ἕω καὶ

τοῦ ἡλίου καθαρῶς οὔπω τῇ γῇ τὰς ἀκτῖνας ἐπαφιέντος,

τῆς στρατιᾶς τι μέρος ὁρᾶται τῇ πόλει προβάλλον, μήτε

σημαίαν, ὡς ἔθος, ἠρμένην ἔχοντες, μήτε βαδίζοντες ἰλα-

δόν. Ὁ δὲ τρόπος· ἔδοξε τῷ Μουράτῃ φιλίοις τισὶ τοὺς

ἐνοικοῦντας ἡμᾶς τῇ πόλει ῥήμασιν ὑπελθεῖν πρότερον,

ὥστε μή τι τῶν ἐν ὑστέροις συμβεβηκότων γενέσθαι καὶ

κακ〈ῶς〉 τὴν πόλιν ἁλῶναι· ὑπέτρεφον γὰρ ἐλπίδες τοῖς

αὐτοῦ λόγοις ταύτην εὐθὺς ὑποκλῖναι καὶ μὴ ἂν ἑλέσθαι

κρατηθῆναι διὰ πολέμου. Τοῦτο δ' ἐποίησε δυοῖν ἕνεκα, τοῦ

τε μὴ πόλεμον ὑποστῆναι τὸν μυριάνθρωπον ἐκεῖνον στρα-

τόν, εἶτ' ἀποτυχόντα, μεγάλην αἰσχύνην ὀφλῆσαι καὶ τοῦ

πεισθῆναι τοῖς λόγοις τῶν ἐπειγόντων αὐτὸν ἐπὶ τὴν πόλιν

ἀφῖχθαι· καὶ γὰρ ἦσαν οἱ τοῦτον ἀεὶ συνωθοῦντες καὶ πεί-

θοντες, ὡς, εἰ μόνον ὀφθείη, ταύτην ἑτοίμως ἄνευ πολέμου

καὶ πόνων λαβεῖν. Πέπομφε τοίνυν ἄνδρας χριστιανούς,

οὐκ ἀγνῶτας, πόλεων ἐξ ἑτέρων, ἡμῖν τὰ σωτήρια συμ-

βουλεύσοντας καὶ κατὰ τῶν Λατίνων διεγεροῦντας ὡς

οἷόν τε· οἳ καὶ παραγενόμενοι καὶ τοῖς ἀπὸ τῶν τειχῶν

πεμπομένοις βέλεσι μὴ τρωθῆναι τὰ σώματα δεδιότες,

ὀπισθόρμητοι γίνονται, μηδὲν ἢ ὀλίγα πρὸς ἓν μέρος δη-

λώσαντες, ᾧ π〈ροσπελάσαι〉 δεδύνηνται. Ἐφ' ᾧ καὶ μεμ-

πταῖοι 〈γενέσθαι〉 ἔδοξάν τισιν ὑποστρέψαντες· «δέον γὰρ

πολλάκις καὶ κατὰ πολλὰ τῶν τειχῶν μέρη περιιέναι καὶ

τὰ ὑπεσχημένα τῷ Μουράτῃ φανερὰ καταστῆσαι, λόγοις

τε χρήσασθαι συμβουλίας, ὡς ἂν προθύμους παρασκευά-

σωσι πρὸς τὸ κοινῇ συνελθότας σκέψασθαι τὸ συνοῖσον,

οὐ καλῶς πρὸς ἡμᾶς διετέθησαν», εἶπον, «ἠμεληκότες τοῦ

ἐπιτάγματος». Πλὴν ἀλλ' οὕτω μὲν οὗτοι πράξαντες ὤφθη-

σαν, εἴτ' ἐθελονταὶ εἴτε καὶ ἄκοντες.

7

Ὁ δὲ Μουράτης ἀνηνύτοις ἰδὼν ἐπιχειρεῖν ἐν τούτῳ

τῷ μέρει (οὐ γὰρ οἷς ἔξωθεν μόνον ἐκήρυττον ἐπείθοντό

τινες, ἀλλὰ καὶ πλύνειν τοῦτον ὕβρεσιν ὑπ' ἀβελτηρίας

καὶ ἀλόγου θρασύτητος οὐκ ἀπώκνουν) τοῦ θυμοῦ τε γέ-

γονεν ὅλος καὶ τὸν στρατὸν προσέταξε μεταστῆναι καὶ

περὶ τὴν πόλιν στρατοπε〈δεύσα〉σθαι. Οἱ δὲ προσεχώ-

ρουν, ἅτε μελισσῶν σμήνη, τοῦ ἡμετέρου λίαν διψῶντες

αἵματος καὶ πάντας ἄρδην καταπιεῖν γλιχόμενοι. Τῇ πό-

λει δὲ προσεγγίσαντες καὶ τὰς σκηνάς, ὥσπερ ἔθος, πηξά-

μενοι, δίκην φρουρίου πᾶσαν περιέλαβον ταύτην, ὡς μη-

δαμοῦ σχεδὸν κενὸν ἀνθρώπων φαίνεσθαι τόπον. Εἶτα

τοὺς στρατηγοὺς ἕκαστον ἐν ὡρισμένῳ τῆς πόλεως μέρει

πρὸς τὸ πολεμεῖν ἀποτάξας, αὐτὸς τὰς ἰδίας σκηνὰς

ἀντικρὺ τῆς ἀκροπόλεως πήγνυσιν, ὡς ἂν πάντας ἐκ με-

τεώρου καλῶς ὁρᾶν ἔχοι καὶ πᾶσαν τὴν πόλιν ἐντός.

Ἡμεῖς δὲ ταῦθ' ἑορακότες καὶ τῆς ἡμῶν σωτηρίας ὑπερα-

γωνίσασθαι προθυμούμενοι (καὶ γὰρ οὐδὲ ἦν ἄλλως εἰκὸς)

μεθ' ὧν εἴχομεν ὅπλων ἐπὶ τὸ τεῖχος ἐθέομεν ἕκαστος,

ἄλλος ἄλλον παρελθεῖν τῷ τάχει φιλονεικοῦντες καὶ οἷον

ἀνδριζόμενοι 〈κατὰ〉 τῶν ἐκτός, ἀγνοοῦντες ὅπῃ τὰ τῆς

σπουδῆς ἐκείνης χωρήσει. Ὡς δ' ἀνέβημεν, διημερεύειν

ἐκεῖσε καὶ διανυκτερεύειν συνθέμενοι καὶ διέκριναν ἡμᾶς

οἱ κρατοῦντες τῆς πόλεως, Λατίνους καὶ Ῥωμαίους καὶ

τοὺς τὴν λῃστείαν μετερχομένους ἀναμεὶξ στήσαντες (οὐ

γὰρ πιστεύειν ἡμῖν καθαρῶς εἶχον) καὶ θάνατον τοῖς φρο-

νήσουσι προδοσίαν ἠπείλησαν, τοὺς Τζεταρίους, ὡς ἡ

κοινὴ φωνὴ τούτους ἐκάλει, [Λῃστῶν δ' ἦσαν οὗτοι σύν-

ταγμα ἐκ διαφόρων τόπων συναθροισθέντες,] φύλακας εἰς

τοῦτ' ἐπιστήσαντες.

8

Ὡς οὖν τοῦ πολεμεῖν γεγενήμεθα πάντες καὶ κατὰ

τῶν ἐπιόντων ἀνδρίζεσθαι, ἄλλο τι πάλιν παρὰ τὴν ἡμε-

τέραν ἐφάνη πράξας ὑπόνοιαν ὁ Μουράτης. Πάντες γὰρ

ἡμεῖς ὑπενοοῦμεν, τοσοῦτον 〈στρατὸν〉 βαρὺν θεασάμε-

νοι καὶ τοσαύτας τὰς ἑλεπόλεις, ἃς τὸ τῶν καμήλων πλῆ-

θος καὶ τῶν ἁμαξῶν ἐπεκόμιζον καθ' ἑκάστην, ὡς οὐκ ἂν

φθάσειε καὶ μανικῶς αὐτίκα κατὰ τοῦ τείχους ὁρμήσει,

παίειν μὲν αὐτὸ προστάξας τῇ χειροποιήτῳ τοῦ λίθου

βροντῇ, τοὺς δ' ἄνωθεν κωλύειν τῆς ἐπὶ τῶν τειχῶν στά-

σεως διὰ τῶν ἀφιεμένων βελῶν καὶ παντὶ μηχανήματι

πρὸς τὸ κρατῆσαι κεχρῆσθαι τῆς πόλεως. Ὁ δὲ τούτων

μὲν ἔδειξεν οὐδέν, μικρὸν δ' ἡσυχάσας καὶ τὴν πόλιν κύκλῳ

περιβλεψάμενος, κήρυκας καὶ αὖθις ἐξέπεμψεν, ἐλευθερίαν

ἡμῖν ὑπισχνούμενος καὶ φιλοτιμίας ἑτέρας, τοῖς παρ' αὐ-

τοῖς ταυτὶ πιστούμενος ὅρκοις, εἰ τὴν πόλιν προοίμεθα

τοῖς τούτου λόγοις πεισθέντες καὶ τἀναντία πάλιν αὐτῶν

προσετίθει καὶ χαλεπώτερα τούτων, εἰ μὴ καταπειθεῖς

ἐν τούτῳ γεν〈οίμεθα〉.

[Ἀλλ' ἐνταῦθα μικρὸν ἐρήσομαι τ〈οὺς〉 κατηγοροῦν-

τας τοῦ δεῖνος καὶ τῆς δεῖνος. Ποῦ ποθ' ὑμεῖς ἦτε, ὅθ' ὁ

Μουράτης τὰ τοιαῦτα ὑπέσχετο; Οὐκ ἐν τῇ πόλει καὶ αὐτή-

κοοι τῶν κηρυττομένων; Πῶς οὖν οὐκ ἐχρήσασθε τῷ λο-

γισμῷ; Πῶς, ἃ διενοεῖσθε, οὐκ εἰς πέρας ἠγάγετε; Πῶς,

ἃ τῶν ἄλλων κατηγορεῖτε μὴ πεπραχότων, ὑμεῖς οὐκ ἐπρά-

ξατε καιροῦ καλοῦντος καὶ τῶν ἀπειργόντων οὐκ ὄντων;

Τότε γὰρ ποιμὴν οὐκ ἦν (μῆνας γὰρ εἶχεν ἓξ γενόμενος

ἐξ ἀνθρώπων) οὐδὲ ἀραὶ οὐδ' ὅς' ἕτερ' ἀπαριθμεῖτε. Τί

λοιπὸν τὸ κωλῦσαν ὑμᾶς ἦν; Ἢ τίνος ἔργον, ὅσα συμβέ-

βηκεν; Οὐδενός, πᾶς τις ἂν εἴποι λογιζόμενος εὐσεβῶς,

ἢ τῆς ἡμῶν ἁμαρτίας ἑκάστου τὸν ἀόργητον εἰς ὀργὴν

καθ' ἡμῶν κινησάσης, παιδείαν ἡμῖν ἐπενεγκεῖν πταίου-

σιν 〈ἀδι〉όρθωτα, ἵνα γοῦν ἑαυτῶν γενόμενοι τοῦ λοιποῦ

σωφρονήσωμεν. Εἰ δέ τις τῶν πρὶν ἀπομνημονεύων χρό-

νων καὶ πάλιν ἡμῖν ἀντιλέγει καὶ τῷ ποιμένι τὴν αἰτίαν

ἐπάγει τοῖς προδεδόσθαι ἐθέλουσι μὴ τὰ ἴσα φρονήσαντι

καὶ βουλευσαμένῳ, μεμηνότος, οἶμαι, κέκτηται λογισμούς.

Πρῶτον μὲν γὰρ οὐ τοῦ σχήματος τοῦ ἀρχιερέως στρατη-

γικῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν μὲν τυρρα-

νικῶς ἐξωθεῖν τῆς ἀρχῆς, τὸν δὲ ἀντεισάγειν καὶ πραγμά-

των πολλῶν καὶ φόνου καὶ ζημιῶν, τούτων δὴ τῶν ἐν ταῖς

ἐναλλαγαῖς τῶν ἀρχῶν συμβαινόντων, αἴτιον δείκνυσθαι.

Οὐ γὰρ ἐπὶ θρόνον αὐτὸν καθίζουσι τυραννικόν, ἀλλ' ἐπὶ

θρόνον ἱερατικὸν καὶ δεσπότου πραέος καὶ εἰρήνην διδά-

ξαντος. Καὶ δεῖ τοῦτον ἐκ παντὸς τρόπου μιμεῖσθαι καὶ

λόγοις ἕ〈πεσθαι αὐτῷ〉 καὶ πράγμασιν. Ἔπειτα 〈δὲ τί

τοῦτο〉, ὅπερ εἴργαστο; Ὅτι τοῖς τοῦ Θεοῦ ν〈όμοις〉 ἐμ-

μένειν παρῄει καὶ τὴν εὐσέβειαν συνεβούλευε μὴ προέ-

σθαι; Ὅτι μὴ κατεξανίστασθαι τῶν ἀρχόντων, ἀλλὰ

τούτους ὡς ἐκ Θεοῦ προβληθέντας ἐδίδασκε στέργειν; Καὶ

τί γε ἄλλο προσῆκεν ἐκείνῳ ψυχὰς ἀνθρώπων πρὸς Θεοῦ

πιστευθέντι; Ὅμως ἐκεῖνος καὶ οὕτως ἔχων, ἐφ' ἑκάστου

σχεδὸν ἔτους ἠξίου τὴν πόλιν ἀπολιπεῖν καὶ πρὸς τὴν

ἐνεγκαμένην γενέσθαι, ἴσως ἵν' ἡμεῖς ὑπὲρ ἑαυτῶν φρον-

τίσωμεν. Ἀλλ' οὐδ' οὕτως ἠνείχεσθε. Οὕτω γνώμης τινὲς

τετυχήκεσαν πρὸς πᾶν ὁτιοῦν τὸ τρεπτὸν κεκτημένης καὶ

συμμεταβαλλομένης τοῖς καιροῖς καὶ τοῖς πράγμασιν.

Ἀλλ' οἱ μὲν τὰ τοιαῦτα λέγειν ὁρμώμενοι λογίσαιντο ποτε

........ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα.]

9

Πρῶτον καὶ δεύτερον ὁ Μουράτης πεπραχώς, ὅπερ

εἰρήκειμεν, καὶ γράμματα τοῖς βέλεσι πεπομφὼς ἐντὸς

πλεῖστα, τοῖς αὐτοῖς ὅρκοις καὶ ταῦτα συνδούμενα καὶ

τὰ αὐτὰ διαγγέλλοντα. Ὡς ἤνυε πλέον οὐδὲν (οὐ γὰρ

ἐξῆν βουλομένοις τοῖς ἐν τῇ πόλει τῷ τῶν Λατίνων δέει

καὶ μάλιστα τῶν συμπαρισταμένων αὐτοῖς ἐπὶ φυλακῇ

λῃστῶν, τῇ σφῶν ἀδεῶς χρήσασθαι γνώμῃ), τρέπεται τότ'

ἐξ ἀνάγκης ἐπὶ τὸ πολεμεῖν, οὐδὲ τότε τοσοῦτον ἀπὸ τῆς

ἀπειθείας τῶν ἔνδον καὶ τῆς ἐνστάσεως ὅσον ἐκ τούτου.

Ὁλκὰς ἐφάνη τις ἐξαπίνης Λατινικὴ σῖτον ἔχουσα φόρτον

καὶ κομίζουσα τοῦτον ἐν τῇ πόλει χρῃζούσῃ. Οἱ δ' ὑπετό-

πασαν ταύτην ἰδόντες συμμάχους ἔχειν καὶ ὅπλα διὰ

τὸν πόλεμον καὶ δεδιότες τὴν ἧτταν, συμμαχίας ἐπὶ τὴν

πόλιν ἐλθούσης, ὅλῃ δεῖν ᾤοντο χρήσασθαι τῇ τούτων δυ-

νάμει καὶ περὶ τὰ πολεμικὰ τέχνῃ πρὶν τὴν ὁλκάδα καθορ-

μισθῆναι. Μικρὸν μὲν οὖν πρότερον, ὅτε καὶ τοὺς κήρυκας

ἔπεμπεν, ὑπεισερχόμενοι τὸ προτείχισμα μέρος τῶν πολε-

μούντων ἀωρὶ τῶν νυκτῶν καὶ τοῦθ' ὑπορύττοντες ἐν ἀδείᾳ

(οὔτε γὰρ ἐπ' αὐτῷ φύλακες ἦσαν, οὐκ ἀρκούντων τῶν

ἔνδον, οὔτ' ἐξωθεῖν αὐτοὺς εἶχεν οὐδεὶς οὐδ' ὁπωσοῦν,

τούτου προβεβλημένου) πολλὰ τούτου κατέσπασαν εἰς

ἔδαφος μέρη, ὥστ' ἔχειν εἰσιέναι παμπληθεῖς ἐν τῷ μεταξὺ

τῶν τειχῶν τόπῳ, κλίμακάς τε εἰσκομίσαι μετ' εὐχερείας

καὶ ταύταις τὸ μέγα τεῖχος ἐπαναβῆναι. Βάσιμον οὖν τὸ

ἔξω πεποιήκεσαν διατείχισμα τοῦτον τὸν τρόπον καὶ τῆς

τοξικῆς πολλάκις τῆς ἡμέρας, ἀλλὰ δὴ καὶ τῆς νυκτὸς

οὐκ ἠμέλουν, τοῦ μικροῦ τείχους, ὅτε πρὸς κατάπτωσιν

ᾔεσαν· πῶς γὰρ ἂν ἔσχον μετὰ πλείονος ὑπορύττειν ἀδείας

αὐτό, τοὺς ἐπὶ τοῦ μείζονος τείχους, εἰ μὴ τοῖς βέλεσιν

ἀπεῖργον μὴ κατ' αὐτῶν καὶ τούτους ὁμοίως χωρεῖν καὶ

τὰ παραπλήσια δρᾶν; Πλὴν καὶ οὕτως οὐδ' ἡμεῖς ἠμελοῦ-

μεν τοῦ κατὰ δύναμιν ἔργου. [Πλέον δὲ τῶν ἄλλων ἐχρώ-

μεθα τῇ καλουμένῃ σκευῇ, ἧς ἦχον μὲν ἠκούομεν μόνον,

ἔργον δὲ οὐδέποτ' εἴδομέν τι λαμπρὸν καὶ ταῦτα πολλῆς

ἐν ἡμῖν οὔσης τῆς ἐσκευασμένης βοτάνης, ἀφειδῶς τε κατὰ

πάντα καιρὸν ἀναλισκομένης.]

10

Ταῦτ' οὖν ἐπὶ τρισὶν ἦσαν ἡμέραις γινόμενα καὶ

τηνικαῦτα δή τινες ἔν τισι τῶν τειχῶν μέρεσιν ἔξωθεν

περὶ μέσας νύκτας ἰόντες, τῆς ἡμετέρας κηδόμενοι σωτη-

ρίας, πᾶσαν ἡμῖν πρὸς πόλεμον παρεσκευάσθαι τὴν στρα-

τιὰν προαγγέλλουσιν, ὅσον τε περὶ τὸν Μουράτην πεζὸν

καὶ τῆς τετάρτης ἡμέρας διαυγασάσης βούλεσθαι καθ'

ἡμῶν ὅλῃ δυνάμει κεχωρηκέναι καὶ ὡς πλοῖα παρασκευά-

σειαν καὶ τούτοις ἵν' ἀπὸ τοῦ κατὰ θάλατταν μέρους

ἰόντες πρὸς διττὰς ἀναγκάσωσιν ἡμᾶς ἀσχοληθῆναι φρον-

τίδας. Ὃ καὶ σφόδρα τὰς ἡμετέρας ψυχὰς διετάραξε καὶ

εἰς ἀπορίαν ἐνέβαλεν ὅσην, ὡς βλάβην ἡμῖν δυνάμενον

οὐ τὴν τυχοῦσαν ἐπαγαγεῖν. Δήλης τοιγαροῦν ταυτησὶ

γεγενημένης τῆς ἀγγελίας καὶ πάντων ἡμῶν ἐν περιστά-

σει καὶ λογισμοῖς ὄντων, πῶς ἂν διατεθείημεν πρὸς τὸν

πόλεμον, πάσης τε σχεδὸν ἡλικίας οὔσης ἐν ἐγρηγόρσει,

δεήσεις ἐκτενεῖς θεῷ καὶ τῷ Μυροβλύτι Μάρτυρι καθ' ὅλην

ἐκείνην προσαγόντων τὴν νύκτα (πάντες γὰρ ᾔδεσαν ἐν

χρῷ τοῦ κινδύνου καθεστηκέναι), οἱ Λατῖνοι περὶ πολλοῦ

τὸ τοῦ αἰγιαλοῦ ποιούμενοι μέρος διὰ τὰς τρεῖς, αἳ παρ-

ῆσαν τῇ πόλει, τριήρεις, μὴ πυρὸς ἔργον ταύτας ἐλθόντες

οἱ Τοῦρκοι ποιήσωσι, τοὺς σφῶν τοξότας, μεμερισμένους

ὄντας ἐπὶ φυλακῇ τῶν τειχῶν, ὑπαναχωρεῖν αὐτοὺς περι-

ιόντες ἐπέσκηπτον, τῶν ἄλλων τὴν σκέψιν ταύτην μὴ γι-

νωσκόντων, μηδ' ὅπερ ἐκείνοις ἡ ἀπὸ τῶν τειχῶν βούλεται

ἀναχώρησις. [Εἰ γὰρ καθαρῶς ἐγύμνουν τὸ πρᾶγμα, ὡς

ἐπὶ φυλακῇ τοῦ λιμένος καὶ τῶν τριηρῶν καταβιβάζουσι

τούτους τοῦ τείχους, εὐέλπιδες ἂν ἦσαν οἱ περιλελειμ-

μένοι τῷ τείχει καὶ οὐκ ἂν φυγὴν αὐτῶν ὑπετόπασαν.

Ἀλλ' ἥκιστα γέγονεν οὕτω.] Κἀντεῦθεν ἡ ἐκείνων ἀπὸ τοῦ

τείχους διάστασις δειλίαν οὐ τὴν τυχοῦσαν ταῖς ἁπάντων

ἐνῆκε ψυχαῖς καὶ κατὰ τὸ μέσον αὐτὸ τῆς νυκτὸς φυγῇ

πολλοὶ χρησάμενοι λεληθότως ἀπῄεσαν οἴκαδε, μέρος

τῶν τειχῶν οὐκ ὀλίγον ἔρημον καταλελοιπότες. Τοῦτο

μείζων ἔδοξεν, ὅσον κατ' ἀνθρώπινον λογισμόν, αἰτία τοῦ

μεθ' ἡμέραν κακοῦ. [Καὶ γὰρ εἰ μενόντων ἁπάντων ἐπὶ τοῦ

τείχους, μία ψυχὴ γενομένων καὶ θάνατον ἑλομένων ὑπὲρ

φυλακῆς τῆς πατρίδος, μόλις ἂν ἡ πόλις ἐξ αὑτῆς διατε-

τήρητο, πῶς ἂν τοιοῦδε συμβεβηκότος οὐκ εἶχε μετ' εὐκο-

λίας ἁλῶναι;]

Οὕτως οὖν τῶν Λατίνων διαπραξαμένων καὶ τῶν

τριηρῶν μίαν πρὸς ναυμαχίαν πεπληρωκότων διὰ τὴν

τῶν πλοίων αἰφνίδιον προσδοκίαν, ἀληθεῖς διεδείκνυντο

καὶ οἱ περὶ τούτων ἡμῖν ἠγγελκότες. Ὄρθρου γὰρ ἐπι-

στάντος τὰ πλοῖα πρὸς τὸν λιμένα πάσαις κώπαις καταί-

ρειν ἐπείγονται τὰ βεβουλευμένα διαπερᾶναι. Ὡς δὲ πλη-

σίον γένοιντο, τὴν κατ' αὐτῶν συσκευὴν τῶν ἐν αὐτοῖς

οὐκ εἰδότων καὶ ἡ τριήρης, ὡς εἶχε τάχους, αὐτίκα χωρεῖ

κατ' αὐτῶν καὶ εἰς τοσοῦτον αὐτὰ κατηνάγκασεν καὶ εἰς

φυγὴν ἔτρεψεν, ὡς ἀποκεῖλαι κατὰ τὴν ἤπειρον καὶ τὴν

τῶν Τούρκων ἐκείνην ἐπίνοιαν ἀποδεδεῖχθαι ματαίαν.

[Ἀλλὰ τούτου μὲν ἀνώτεροι τετηρήμεθα· εἴθε δὲ καὶ τοῦ

κατὰ τὴν ἡμέραν κακοῦ].

11

Τῆς τετάρτης τοιγαροῦν ἐπιστάσης ἡμέρας 〈καὶ〉

τοῦ ἡλίου καθαρῶς τοῖς ἀνθρώποις μήπω τὸ φῶς παρα-

σχόντος, ὁρῶμεν κατὰ τὴν ἀγγελίαν καὶ τὸ πλῆθος ἅπαν

προσχωροῦντας τῷ τείχει, τοὺς μὲν κλίμακας ἐπιφερομέ-

νους, τοὺς δὲ σανίδας, ἑτέρους πεπλεγμένας ἀσπίδας ἐκ

πτόρθων, πάντας ἁπλῶς κομίζοντας ἑλεπόλεις καὶ πεφρα-

γμένους, ὡς ἔθος καὶ τῇ τῆς ἡμετέρας ἀπωλείας ἐπιθυμίᾳ

οἷον βεβακχευμένους καὶ ἀλλήλους ἐπὶ τῇ ἡμετέρᾳ σφαγῇ

παροτρύνοντας. Αὐτίκα δὲ καὶ ἡμεῖς, ὡς ἐφικτόν, διανέ-

στημεν καὶ ὅλοι τοῦ πολεμεῖν γεγενήμεθα [καὶ τεθνάναι.

Καὶ τοῦτο μὲν ἄνδρες· γυναῖκες δὲ καὶ αὐτῶν τῶν ἐπιφα-

νῶν ἡμῖν ἀνδρικῶς συνεφήπτοντο τοῦ πολέμου, λίθους ὅλῃ

ψυχῇ πρὸς ἄμυναν τῶν ἐπιόντων κομίζουσαι. Πολλαὶ δὲ

καὶ ὅτι γυναῖκες ἦσαν ἐπιλαθόμεναι, τὰ τῶν ἀνδρῶν ἐπε-

δείκνυντο, συμπαριστάμεναί τε τούτοις καὶ στερρῶς κατ'

αὐτοὺς ἀγωνίζεσθαι προθυμούμεναι. Κεκίνητο οὖν ἡ στρα-

τιὰ καὶ τοσοῦτο τοῖς τείχεσι προσεπέλασαν, ὡς δύνασθαι

κἀκείνους λίθους πέμπειν κάτωθεν ἐφ' ἡμᾶς ταῖν χεροῖν.

Εἶτ' ἐπίνοιαν οἱ τοιούτων ἐξεῦρον στρατηγοὶ ἐκείνοις μὲν

ἀνακωχὴν ἔχουσαν ἱκανήν, ἡμῖν δὲ πόνον διηνεκῆ καὶ πό-

λεμον ἀδιάπαυστον. Πρῶτον μὲν γὰρ δεῖν ᾠήθησαν πρὸς

τὸν τῆς πόλεως ἅπαντα κύκλον διαγωνίζεσθαι, εἰ καὶ

πολὺς ἦν αὐτοῖς ὁ πόνος τοσαύτην διέρχεσθαι πόλιν καὶ

τοὺς σφῶν πρὸς τὸ πολεμεῖν γενναίως διανιστᾶν, εἴ ποτ'

ὀκλάσειαν· ἔπειτα δὲ διέκριναν εἰς μοίρας ἅπαν τὸ πλῆ-

θος, ὥστ' ἔχειν ἀλλήλους διαναπαύειν τοῦ κόπου τῇ δι'

ἀλλήλων διαδοχῇ. Καὶ τότε δὴ προσέταξαν τὸ κατ' ἀνα-

τολὰς ἅπαν μέρος καὶ τὸ πρὸς δύσιν περιλαβεῖν ἀπὸ τῆς

ἀκροπόλεως ἄνωθεν ἄχρις αὐτῆς τῆς θαλάττης. Εὐαλω-

τότερον δὲ τὸ κατ' ἀνατολὰς ἐθεάσαντο μέρος, οἷα δὴ

σαθρότερον ἐν πολλοῖς τυγχάνον τοῖς μέρεσιν· ὅθεν τὸ

πλέον καὶ μαχιμώτερον αὐτόθι διατετάχασι πολεμεῖν. Ὁ

Μουράτης δὲ τοῖς ἀμφ' αὐτὸν ἅμα πεζοῖς, διακριθεῖσι

καὶ αὐτοῖς παραπλησίως τοῖς ἄλλοις, ἀπὸ τοῦ καλουμέ-

νου Τριγωνίου μέχρις οὗ ἡ μονὴ τυγχάνει τοῦ Χορταΐτου,

τοῦ πολεμεῖν οὔκουν οὐκ ἔληγεν οὐδ' αὐτός· ἔγνω γὰρ

εὐχερέστερον ἐκεῖθεν ληφθῆναι τὴν πόλιν, τήν τε σαθρό-

τητα τοῦ τείχους ἰδών, καὶ ὡς ἑνὶ τείχει τὴν ἀσφάλειαν

ἡ πόλις ἐξ ἐκείνου τοῦ μέρους αὐχεῖ.]

12

Ἔλαβεν οὖν ἀρχὴν ὁ πόλεμος ἀρξαμένης ἡμέρας,

ὡς διειλήφειμεν. Κἀκεῖνοι διακριθέντες καὶ ἀλλήλους

διαδεχόμενοι, πλῆθος ὄντες, τοὺς κεκμηκότας ἀκμῆτες ἕτε-

ροι διεδέχοντο καὶ παρεῖχον ἀλλήλοις ἐκεχειρίαν. Καὶ οἱ

μὲν ἐχρῶντο τῇ τοξικῇ τοσοῦτον εὐστόχως, ὡς μηδ' ὁντι-

νοῦν ἡμῶν προκῦψαι γοῦν τοῦ τείχους θαρρεῖν· οἱ δὲ τῇ

τῶν ἀνθρώπων ἐρημίᾳ τόλμῃ ψυχῆς ὑπ' αὐτοῖς χωροῦντες

τοῖς τείχεσι παντοίαις αὐτὰ μηχαναῖς κατασπᾶν διεμη-

χανῶντο, πᾶσαν ἑλέπολιν τεκτήναντες εὐφυῶς καὶ ἅπαν

πρὸς τοῦτο μηχάνημα· ἕτεροι δὲ ταῖς κλίμαξιν ἀνιέναι

προὐθυμοῦντο γενναίως. Καὶ πάντ' ἦσαν αὐτοῖς ἐνεργά·

τῇ πρώτῃ γὰρ ἅμα προσβολῇ τοῦ πολέμου τοὺς ἐπ' ἐκεῖνο

τὸ μέρος τοῦ Τριγωνίου σχεδὸν ἅπαντας ἡμιθνῆτας κατέ-

στησαν διὰ τῶν βελῶν, δίκην νιφάδων πεμπομένων εἰς

τὸν ἀέρα· καὶ κενὸν εὐθὺς ἐκεῖνο τὸ μέρος, οὐκ ὄντων

ἑτέρων εἰς φυλακὴν ἐπιστῆναι καὶ τὴν τῶν πολεμίων ἔφο-

δον ἀποκρούσασθαι. [Ἡμεῖς δ' ὀλίγοι καὶ μηδὲ πάντες

ἐπὶ τῶν τειχῶν, δι' ἣν αἰτίαν ὀλίγον πρότερον ἐδηλώσα-

μεν, διηγειρόμεθα μὲν καὶ ὑπὲρ τὴν δύναμιν, οὐδὲν δὲ τὰ

ἡμέτερα πρὸς ἐκείνους. Οὐ βέλεσι δὲ μόνον ἐχρῶντο τὸ

πλῆθος, ἀλλὰ καὶ τῇ καλουμένῃ σκευῇ· μικρὰ δέ τις ἦν

αὕτη πρὸς συντριβὴν τῶν ἐπὶ τὰς ἐπάλξεις ξυλίνων δια-

φραγμάτων καὶ τὸ μὴ δύνασθαι στῆναί τινας ἐφ' ὅπερ

ἐπέμπετο μέρος.] Ἔθεε δὲ καὶ ὁ τῆς Δύσεως στρατηγὸς

ἔφιππος τὸ κατ' ἀνατολὰς διερχόμενος τῆς πόλεως μέ-

ρος, ὅπλοις κατάφρακτος, λόγοις πάντας διερεθίζων καὶ

πρὸς εὐψυχίαν ἀλείφων καὶ ἀμοιβῶν προσεπαγγελλόμε-

νος. Καὶ μὴ τοῦτο μόνον, ἀλλ' ἵν' ἔτι καὶ προθυμοτέρους

ἐργάσηται καὶ οἷον κατὰ τῆς ἡμῶν σωτηρίας ἐκμήνῃ,

σηρικά τινα προσέταξεν ἱμάτια κατὰ μέσον ἀχθῆναι καὶ

μισθὸν αὐτὰ προὔθηκε τοῖς ὑπορύττουσί τε τὸ τεῖχος καὶ

λίθον ἐκ τούτου τοῖς δυνησομένοις ἐκείνῳ κομίσαι, μέγα

βοῶν, ὁσάκις ἄν τις τοῦτο ποιήσει, καὶ τὴν ἀντίδοσιν

ἔχειν. Ἀλλὰ καὶ τῷ πρώτως ἀνελθεῖν τὸ τεῖχος δυνησο-

μένῳ πολλαί τινες προὔκειντο δωρεαὶ καὶ ὑποσχέσεις μυ-

ρίαι. Τῷ τοι καὶ εἶδες ἂν ἐν ἐκείνοις πρᾶγμα παντὸς ἄξιον

θαύματος· ἐπιλαθόμενοι γὰρ ὅτι σῶμα περίκεινται πρὸς

καιρίαν πληγὴν ἀντισχεῖν δυνάμενον οὐδαμῶς καὶ θάνα-

τον ἔχον αὐτῷ συνεπόμενον, ὥσπερ τινες ἄγριοι θῆρες

ἐπὶ τὸ τεῖχος ἐχώρουν, τοσοῦτον ἐγγίσαντες, ὡς καὶ λί-

θοις τῶν ξυλίνων διαφραγμάτων καταβαλεῖν οὐκ ὀλίγα.

Οἱ μὲν οὖν οὕτως· οἱ δὲ τὸ τεῖχος ὑποδύντες, ᾗ σαθρότε-

ρον εὕρισκον, κατώρυττον ἐν σπουδῇ καὶ κατέρριπτον.

Καὶ ἡμεῖς τῇ τῶν βελῶν συνεχείᾳ κατ' αὐτῶν οὔτε λίθους

οὔτ' ἄλλο τι δυνατῶς εἴχομεν ἀφιέναι· τοσαύτη γὰρ ἦν

ἡ συνέχεια τούτων, ὡς οὐδὲ τὴν χεῖρά τις εἶχε τῶν ἐπάλ-

ξεων ἐκβαλεῖν πρὸς ἄφεσιν λίθου. Τοσοῦτο δὲ μόνον ἐδυ-

νάμεθα πάντες, πέμπειν λίθους ἐξ ἀφανοῦς κατὰ τῶν ὑπερ-

χομένων τὸ τεῖχος, ὡς ἂν τῆς διὰ τῶν κλιμάκων ἀνόδου

τούτους κωλύωμεν. Καὶ οὐκ ἄν τις τὸ παρ' ἡμῶν ἔκρινεν

ἔργον πολέμου· τίνα γὰρ ἂν καὶ ἐπήγαγε βλάβην λίθος

ἄνευ σκοποῦ ἀφιέμενος ἐκ χειρὸς ναρκώσης, τοῦ πέμπον-

τος οὐχ ὁρᾶν δυναμένου πρὸς τίνα καὶ πῇ τοῦτον ἀφίησι;

Ταύτῃ τοι οὖν τῶν πολεμίων διὰ πάντων ἰσχυρῶν δει-

κνυμένων, τοῦ πολέμου τε μηδαμῶς ἀμελούντων καὶ πάν-

των ἡμῶν ἐν ταράχῳ πολλῷ καὶ φόβῳ καθεστηκότων καὶ

τῶν μὲν παύσασθαι τοῦ πολεμεῖν τὸν Μουράτην ὑπο-

νοούντων, τῶν δὲ τὴν ἡμετέραν ἀπώλειαν προσδοκώντων

καὶ διατεινομένων μὴ ἂν ἄλλως γενέσθαι ἢ τὴν πόλιν

ἁλῶναι, —οὕτως οὖν τῶν πραγμάτων διακειμένων καὶ

πολλῆς ἐν ἡμῖν συγχύσεως οὔσης, τῶν μὲν πρὸς τὸ πολε-

μεῖν ἴσως ἀσχολουμένων, τῶν δὲ καταναρκωθέντων καθ-

άπαξ, ἑτέρων δὲ τοῖς ἀπὸ τῶν βελῶν τραύμασιν ἐναπο-

θανόντων, ἐνίων δὲ καὶ φευγόντων ἀπὸ τῶν τειχῶν, μηκέτι

μένειν ἐκεῖσε δυναμένων ὑπὸ τοῦ δέους, οὕτω τῆς τετάρ-

της ἡ τρίτη παρελήλυθεν ὥρα, καὶ ἡ πόλις φεῦ παρὰ τῶν

πολεμίων τοῦτον ἑάλω τὸν τρόπον.]

13

[Ὡς εἰς πολλὰ τὰς κλίμακας ἦσαν κομίσαντες μέρη

καὶ πῇ μὲν ἐγγίσαι τῷ τείχει ταύτας οὐκ ἔσχον, ἀπω-

θούντων τῶν ἄνω, μέχρις οὗ κατενάρκωσε τούτους ὁ φό-

βος, πῇ δὲ θέντες καί τινας ἀναβεβηκότες βαθμίδας οὐκ

ἴσχυσαν τὸ ἐγχείρημα συμπερᾶναι, τινῶν εὐψυχίαν ὑπὲρ

τοὺς ἄλλους κτωμένων ἐν ἐκείνοις τοῖς μέρεσιν εὑρεθέντων

καὶ λίθοις χερμάσι καταβεβληκότων ἅμα ταῖς κλίμαξι

τούτους, καὶ πολλοὺς τὸ ζῆν ἐζημιωκότων, —ὡς οὖν οὕτω

ταῦτα γένοιτο καὶ πλήρεις ἦσαν ἐκεῖνοι θυμοῦ (μὴ οὐκ

ὀλίγην ἡγοῦντο γὰρ ὀφλήσειν αἰσχύνην ἡττημένοι φανέν-

τες), περιεργότερον στοχασάμενοι, καὶ τῶν κλιμάκων μίαν

κατὰ τὸ Τριγώνιον θέντες, οὗ γωνία τις ἦν ἐκ πύργου καὶ

οὐκ εἶχεν, ὅθεν ἄν τις τῆς ἀνόδου κωλῦσαι τὸν ἀναβαί-

νοντα καὶ πολλή τις τῶν ἀνθρώπων ἐτύγχανεν ἐρημία,

τόλμην ψυχῆς τῶν ἄλλων τις πεζῶν ἐνδειξάμενος, τὸ ξίφος

ἐνδακὼν τοῖς ὀδοῦσι καὶ τὸ θανεῖν ἀνθῃρημένος τοῦ ζῆν,

ἵνα μόνον ἀνδρείας δόξαν κομίσηται, μεθ' ὅσης ἄν τις

εἴποι τῆς εὐτολμίας τὸ τεῖχος ἀναβεβήκει, μηδ' οὑτινο-

σοῦν αἰσθομένου τῶν ἔνδον καὶ κατ' ἄλλο μέρος τῶν

ἐναντίων τηρούντων τὴν ἄνοδον. Λατῖνον οὖν εὐθὺς ἐν

ταῖς πυργοβάρεσιν εὑρηκὼς τετρωμένον ἔναγχος καὶ τὰ

λοίσθια πνέοντα, τούτου τὴν κεφαλὴν ἐκτεμὼν τῶν πολε-

μούντων εἰς μέσον κατέρριψε, δείξας ὅπως τε τοῦ μέρους

ἐκείνου κεκράτηκε καὶ ὡς τὰ τείχη πάντες ἀπολιπόντες

ᾤχοντο ἀμεταστρεπτί. Ἐννάτην ἦγε καὶ εἰκοστὴν ὁ Μάρ-

τιος τότε, ἔτος δὲ τριακοστὸν ὄγδοον πρὸς τῷ ἑξακισχι-

λιοστῷ ἐνακοσιοστῷ ἐνειστήκει. Παραθαρρύνας τοίνυν

ἐκεῖνος πάντας πεζοὺς τὸ τάχος τε ἀνιέναι ἐβόα καὶ τὴν

ἐρημίαν ἐδήλου. Οἱ δ' ὡς εἶχον πάσας παραχρῆμα κλίμα-

κας θέντες, συχνοὶ δι' αὐτῶν ἀναβαίνειν ἠπείγοντο σὺν

βοῇ καὶ τῷ τῶν ἀπὸ δέρρης τυμπάνων ἤχῳ· φέρει γὰρ καὶ

τοῦτο πολλήν τινα ἐν τοῖς πολέμοις τὴν ἔκπληξιν. Πολλοὶ

δὲ παραβόλως καὶ ἀναρριχᾶσθαι παρωρμῶντο προθύμως

διὰ πολλὴν τοῦ κέρδους ἐπιθυμίαν καὶ διὰ τῶν πυργοβά-

ρεων ἐπεισπίπτειν ἐσπούδαζον. Ὅσοι μὲν οὖν ἐδύναντο,

τόνδε τὸν τρόπον ἀνέβαινον. Οἷς δ' οὐκ ἦν ἐφικτὸν διὰ

τῶν κλιμάκων, διὰ τῶν ὀρυγμάτων, ὧν εἰργάσαντο, πολ-

λῶν ὄντων, ἐπὶ τὴν πόλιν δρομαῖοι συνέρρεον, ἄλλος ἄλ-

λον τῷ τάχει νικῶντες καὶ ταῖν χεροῖν τὰ ξίφη φέροντες,

καὶ οἷον ἐρίζοντες, τὶς ἂν φθάσειε πρότερος ἐπὶ τὸ τῆς πό-

λεως οἰκούμενον μέρος καὶ μάλιστα τὸ πρὸς θάλατταν πρὸς

αὐτὸ γὰρ τοὺς πλείους καὶ μάλιστα τοὺς Λατίνους ὑπέ-

λαβον διὰ τὰς τριήρεις προσπεφευγέναι. Πάντες οὖν ἡμεῖς,

ὡς εἶχεν ἕκαστος τάχους, οἱ μὲν κατ' οἴκους ἐθέομεν, οἱ

δὲ ναοῖς ἱεροῖς κατεφεύγομεν, ἕτεροι ὑπονόμους καὶ μνή-

ματα καὶ εἴ τι πρὸς σωτηρίαν ἦν ἐπιτήδειον ὑποδῦναι σὺν

τρόμῳ ἠγωνιζόμεθα, ἄλλοι τὸ τοῦ αἰγιαλοῦ κατελάμβανον

μέρος, οἰόμενοι δῆθεν τῶν τριηρῶν ἐπιβῆναι ἢ πλοίων ἑτέ-

ρων, μεθ' ὅσης ἄν τις εἴποι τῆς φρίκης· ᾤοντο γὰρ πολλοὶ

μήπω τοὺς πολεμίους εἰσιέναι ἐκεῖθεν. Τὸ δ' ἦν τοὐναν-

τίον καὶ τῆς γε ἐλπίδος διήμαρτον οἱ τοῦτο διανοούμενοι.

τοῦτο καὶ κατὰ τὸν πύργον τὸν καλούμενον Σαμαρείαν

εἶδον πάντες συμβάν. Πάντων γὰρ προσδοκώντων ὡς,

ὅταν ἡ πόλις ἁλῷ, μὴ ἂν τοῦτον εὐθὺς προδεδόσθαι ἢ τὴν

ταχίστην διὰ πολέμου ληφθῆναι, πρὸς τὴν τῆς θαλάττης

αὐτὴν κείμενον ἠϊόνα καὶ διατειχίσμασι καὶ ὅπλοις καὶ

πᾶσι τοῖς ἀναγκαίοις καλῶς κατωχυρωμένον, —ταύτην

οὖν τὴν ματαίαν ἐλπίδα πάλαι ἡμῶν κεκτημένων, οὐκ

ὀλίγοι δή τινες καὶ πρὸς τοῦτον κατέδραμον ἐπὶ φυλακῇ

τῶν ἰδίων σωμάτων· πλὴν κἀνταῦθα τῆς ἐλπίδος διήμαρ-

τον. Μόγις γὰρ τῶν Λατίνων, ὅσοι προὔχοντες ἦσαν, καὶ

Τζεταρίων ὀλίγοι μετὰ τῶν προϋπαρχόντων εἰς φυλακὴν

εἰς τοῦτον συνέφυγον μόνον καὶ τοὺς ἄλλους εὐθὺς κεκω-

λύκεσαν τῆς εἰσόδου. Οἳ καὶ διὰ τοῦ κατὰ θάλατταν προ-

βεβλημένου διατειχίσματος (Τζερέμπουλον τοῦτο καλεῖν

πάντες εἰώθαμεν) εἰς τὰς τριήρεις εἰσίασι, πρὸ μικροῦ

πρὸς αὐτὸν μετὰ προεισιόντων ἄλλων ἐκ τοῦ λιμένος

καθορμισθείσας].

14

[Διὰ τῶν κλιμάκων οὖν καὶ τῶν ὀρυγμάτων, ὡς

ἔφημεν, τῶν πολεμίων τῆς πόλεως ἐντὸς γενομένων, οἱ

μὲν ἐπὶ τὰς οἰκίας συνέτρεχον καὶ τοὺς ἀνθρώπους, οἱ

δ' ἐπὶ τὰς πύλας τῆς πόλεως αὐτὰς ἀναπεταννύναι πρὸς

τὸ τὴν πόλιν εἰσελθεῖν ἅμα παντὶ τῷ στρατεύματι τὸν

Μουράτην. Καὶ εἶδες ἂν δίκην μελισσῶν ἢ θηρῶν ἀγρίων

εἰσιόντας αὐτοὺς ὠρυομένους καὶ φόνον πνέοντας τὸν ἡμέ-

τερον καὶ τὴν πόλιν τοὺς μὲν πεζῇ, τοὺς δ' ἐφίππους δια-

λαμβάνοντας. Ὡς δ' ἡ πόλις πεπλήρωτο πᾶσα καὶ πάντ'

εἶχον αὐτούς, καὶ νεῲ ἱεροὶ καὶ μοναὶ θεῖαι καὶ ἀγυιαὶ

καὶ οἰκίαι, τότε δὴ τὸ θρήνων πολλῶν ἐκεῖνο καὶ δακρύων

ἄξιον πρᾶγμα ἐπράττετο. Διαλαβόντες γὰρ τὴν πόλιν

πᾶσαν, ὥσπερ εἰρήκειμεν, καὶ οἷα λύκοι βαρεῖς ἐφ' ἡμᾶς

ἐφορμήσαντες, ἁρπάζειν ἅπαντα ἔσπευδον κατὰ τὴν τοῦ

κρατοῦντος ὑπόσχεσιν· ἔφη γὰρ ἐν τῷ πολεμεῖν ὡς, εἴ γε

ἡ πόλις ληφθείη καὶ τὴν ἐπιθυμίαν εἰς πέρας ἀχθεῖσαν

ἴδοι τὴν ἑαυτοῦ, ἔχειν μετ' ἐξουσίας ἕκαστον, εἴ τι ἂν

λάβοι καὶ παρὰ παντὸς ἀναφαίρετον. Εἷλκον οὖν ἀναμεὶξ

ἄνδρας, γυναῖκας, παιδία, πᾶσαν ὁμοῦ ἡλικίαν, δεδεμέ-

νους, ὥσπερ ἄλογα ζῶα καὶ πρὸς τὸ στρατόπεδον ἔξω

τῆς πόλεως πάντας ἐξῆγον. Καὶ σιωπῶ τοὺς πεσόντας,

οὐχ ὑπὲρ ἀριθμὸν ὄντας, κατά τε τὰ τείχη καὶ τὰς ἀγυιάς,

μηδὲ ταφῆς ἠξιωμένους, «ἑλώρια δὲ κειμένους κύνεσσιν

οἰωνοῖσί τε πᾶσι» καθ' Ὅμηρον, οὐκ ἄνδρας μόνον ἀλλὰ

καὶ γυναῖκας, καὶ τούτων μάλιστα τοὺς γηραιοτέρους τε

καὶ ἀσθενεστέρους. Σπεύδων γὰρ ἕκαστος τῶν πολεμίων

δέει τοῦ πλήθους, οὓς ἐκράτησε, τὸ τάχος ἀγαγεῖν ἔξω

καὶ τοῖς συσκήνοις αὑτοῦ παραδοῦναι, μή τινος ἰσχυρο-

τέρου τὸ κέρδος γένηται, ὅπερ ἂν εἶδε τῶν ἀνδραπόδων

ὑπὸ γήρως ἢ καὶ νόσου τάχα τινὸς οὐκ ἔχον τοῖς ἄλλοις

βαίνειν παραπλησίως, τὴν κεφαλὴν ἀπέτεμνε τούτου καὶ

ζημίαν ἥκιστα ἐλογίζετο. Τότε πρῶτον παῖδες μὲν γονέων,

γυναῖκες δὲ ἀνδρῶν καὶ φίλοι φίλων καὶ οἱ καθ' αἷμα τῶν

ὁμοίων ἐλεεινῶς ἐχωρίζοντο. Καὶ τὸ θανεῖν ἡμᾶς ἀδίκως

ἐν ὑποψίαις ἐτύγχανε. Καὶ συνεχύθη μὲν ἡ πόλις καὶ βοὴ

παρὰ πάντων σύμμεικτος ἦρτο καὶ θορύβου πάντα καὶ

γόων μεστά. Οἱ μὲν γὰρ ἄγοντες ἐξήρχοντο τοὺς δυστυ-

χεῖς ἐν δεσμοῖς, οἱ δ' εἰσεχέοντο, σπουδάζοντες ἁρπάσαι

τοὺς προτέρους, ἅπερ διέφυγε. Πλὴν ἀλλ' οὐκ ἐξ ἴσης

πᾶσιν ἧκε τὸ κέρδος· τοσοῦτο γὰρ ἦσαν τὸ πλῆθος, ὅτι

μέρος αὐτῶν τὴν πόλιν τῶν ἀνθρώπων ἐκένωσε καὶ τῶν

αὐτοῖς προσόντων χρημάτων καὶ μάλισθ' ὅσον τὴν ἀρχὴν

εἰσῄει διὰ τῶν κλιμάκων πεζόν.]

[Ὡς οὖν οὕτω ταῦτα προβαίη καὶ περιέσχον ἡμᾶς εἰς

ἑπτακισχιλίους ἀριθμουμένους ἅμα γυναιξὶ καὶ παιδίοις,

πάντας εἰς τὸ στρατόπεδον ἀγαγόντες ταῖς σκηναῖς ἐν-

διάγειν παρέσχον, δεδεμένους κἀκεῖ καὶ τὰ τιμήματ' ἀπη-

ρίθμουν ἑκάστων, οἰμωγαὶ δὲ καὶ δάκρυα πανταχοῦ. Νή-

πια μὲν γάρ, ὅσα ταῖς μητρῴαις ἐναποκείμενα ἦσαν ἀγ-

κάλαις καὶ ὑποτίτθια, ἐλεεινῶς…

The complete text is available when the reading interface loads.