The Greek Library Catalogue

Anonymous

Historia Turcobyzantina

Edition reference
Historia Turcobyzantina, ed. V. Grecu, Ducas. Istoria Turco-Bizantina (1341–1462) [Scriptores Byzantini 1. Bucharest: Academia Republicae Romanicae, 1958]: 29–435.
CTS identifier
urn:cts:greekLit:tlg3146.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

MICHAELIS (?) DUCAE HISTORIA TURCOBYZANTINA

[Ἀριθμοὶ ἐτῶν ἀπὸ τοῦ αου ἀνθρώπου ἕως τῆς ἡμετέρας γενεᾶς]

1

1

Ἀπὸ Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου τοῦ πλασθέντος παρὰ Θεοῦ, ἕως

Νῶε, ἐφ' ὃν ὁ κατακλυσμὸς γέγονε, γενεαὶ δέκα γεγόνασι· πρώτη, ἡ καὶ παρὰ

Θεοῦ, τοῦ Ἀδάμ· μετὰ δὲ σλʹ ἔτη, βα, ἡ τοῦ Σῆθ παρὰ τοῦ Ἀδάμ· μετὰ δὲ

τὸν Σῆθ σεʹ ἔτη, γη, ἡ τοῦ Ἑνὼς ἐκ τοῦ Σῆθ· μετὰ δὲ τὸν Ἑνὼς ρϘʹ ἔτη, δη,

ἡ τοῦ Καϊνὰν ἐκ τοῦ Ἑνώς· μετὰ δὲ τὸν Καϊνὰν ροʹ ἔτη, εη, ἡ τοῦ Μαλελεὴλ

ἐκ τοῦ Καϊνάν· μετὰ δὲ τὸν Μαλελεὴλ ρξεʹ ἔτη, Ϛη, ἡ τοῦ Ἰάρεδ ἐκ τοῦ Μαλε-

λεήλ· μετὰ δὲ τὸν Ἰάρεδ ρξβʹ ἔτη, ζη, ἡ τοῦ Ἐνὼχ ἐκ τοῦ Ἰάρεδ· μετὰ δὲ τὸν

Ἐνὼχ ρξεʹ ἔτη, ηη, ἡ τοῦ Μαθουσάλα ἐκ τοῦ Ἐνώχ· μετὰ δὲ τὸν Μαθουσάλα

ρξζʹ ἔτη, θη, ἡ τοῦ Λάμεχ ἐκ τοῦ Μαθουσάλα· μετὰ δὲ τὸν Λάμεχ ρπηʹ ἔτη, ιη

ἡ τοῦ Νῶε. Νῶε δὲ ἦν ἐτῶν χʹ καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς

γῆς, ὥστε ἀριθμεῖσθαι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ.

2

Ὁμοίως καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ γενεαὶ δέκα, ἔτη χίλια

ἑκατὸν εἴκοσι ἕν. Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε μετοίκησεν εἰς

γῆν Χαναὰν ἐκ τῆς Μεσοποταμίας· κἀκεῖ διατρίψας ἔτη κεʹ ἔτεκε τὸν Ἰσαάκ.

Ἔτεκε δὲ Ἰσαὰκ παῖδας δύο· Ἠσαῦ καὶ Ἰακώβ. Γενόμενος δὲ Ἰακὼβ χρόνων

ρλʹ κατῆλθεν εἰς Αἴγυπτον ἅμα τοῖς ιβʹ υἱοῖς αὐτοῦ καὶ τοῖς ἐκγόνοις αὐτοῦ

τὸν ἀριθμὸν οεʹ. Παρῴκησε δὲ Ἀβραὰμ σὺν τῷ σπέρματι αὐτοῦ εἰς γῆν Χαναὰν

ἔτη τετρακόσια τριάκοντα τρία καὶ πληθυνθὲν εἰς δωδεκάφυλον ἐλογίσθη καὶ

πλῆθος εἰς ἑξακοσίας χιλιάδας κατεψηφίσθη ἐκ τῶν ιβʹ υἱῶν τοῦ Ἰακώβ, ὧν τὰ

ὀνόματα ταῦτα· Ῥουβίμ, Συμεών, Λευί, Ἰούδας, Ἰσάχαρ, Ζαβουλών, Νεφθα-

λείμ, Γάδ, Ἀσήρ, Δάν, Ἰωσὴφ καὶ Βενιαμήν.

3

Καὶ τοῦ μὲν Λευὶ ἀπόγονοι Μωϋσῆς καὶ Ἀαρών· καὶ ὁ μὲν τὸ ἱερα-

τεύειν ἤρξατο, ὁ δὲ Μωϋσῆς πρὸς τὸ ἄρχειν μεθίστατο· ὃς ἐν τῷ ὀγδοηκοστῷ ἔτει

τῆς ζωῆς αὐτοῦ πατεῖ τὴν Ἐρυθρὰν Θάλασσαν καὶ ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου.

Οὗτος ὁ Μωϋσῆς ἤκμασεν ἐν τοῖς καιροῖς Ἰνάχου πρώτου βασιλεύσαντος· οὕτως

ἀρχαιότεροι Ἑλλήνων Ἰουδαῖοι.

4

Διατρίψαντες δὲ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα καὶ ὑπὸ Ἰησοῦ τοῦ

Ναυῆ ἀρχόμενοι ἔτη εἴκοσι πέντε καὶ ὑπὸ τῶν κριτῶν ἔτη τετρακόσια πεντήκον-

τα τέσσαρα μέχρι τῆς βασιλείας Σαούλ, τοῦ πρώτου παρ' αὐτοῖς καταστάντος

βασιλέως, ἐφ' ᾧ ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ὁ μέγας τίκτεται Δα-

βίδ, ὥστε συναθροίζεσθαι ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ δεκατέσσαρες, ἔτη

͵ακδʹ καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, ἔτη

χθʹ καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσα-

ρες, ἔτη φδʹ.

Ὁμοῦ κατὰ τὰς τῶν χρόνων ἀκολουθίας συμψηφίσαντες εὕρωμεν ἀπὸ τοῦ

πρώτου Ἀδὰμ ἕως τοῦ Χριστοῦ ἔτη ͵εφʹ.

5

Ἀπὸ δὲ τῆς ἐνσάρκου οἰκονομίας ἕως τοῦ Μεγάλου Κωνσταντίνου

ἔτη τιηʹ.

Ἀπὸ δὲ τῆς βασιλείας τοῦ Μεγάλου Κωνσταντίνου ἕως τῆς βασιλείας

Ἰουστινιανοῦ τοῦ βασιλέως ἔτη σιʹ· ἐν τῷ 〈χρόνῳ〉 αὐτοῦ ᾠκοδομήθη τὸ μέγα

τέμενος τὸ ἐπ' ὀνόματι τῆς τοῦ Θεοῦ ἁγίας Σοφίας παρ' αὐτοῦ σκευασθέν.

Ἀπὸ δὲ τῆς βασιλείας Ἰουστινιανοῦ ἕως τῆς βασιλείας Κωνσταντίνου καὶ

Εἰρήνης τῆς μητρὸς αὐτοῦ ἔτη σξʹ.

Ἀπὸ δὲ τῆς βασιλείας Εἰρήνης ἕως τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ

ἔτη διακόσια ἐνενήκοντα πέντε.

Ἐβασίλευε δὲ Ἀλέξιος ἔτη λζα καὶ μῆνας δʹ καὶ ἥμισυ· Ἰωάννης, ὁ

υἱὸς αὐτοῦ, ἔτη κδʹ μῆνας ηʹ· Μανουήλ, ὁ υἱὸς Ἰωάννου ἔτη λζα μῆνας θʹ·

Ἀλέξιος, ὁ υἱὸς Μανουήλ, καὶ Ἀνδρόνικος, ὁ φονεὺς Ἀλεξίου, ἔτη γʹ, ὥστε

εἶναι τὰ πάντα ἔτη τῆς βασιλείας τῶν Κομνηνῶν ἔτη ραʹ μῆνας θʹ.

6

Μετὰ δὲ τὸν Ἀνδρόνικον ἐβασίλευσεν Ἰσαάκιος ὁ Ἄγγελος ἔτη θʹ μῆ-

νας ηʹ· Ἀλέξιος ὁ Ἄγγελος, ἀδελφὸς Ἰσαακίου, ἔτη θʹ· Δούκας ὁ Μούρτζου-

φλος μῆνας βʹ, ὥστε εἶναι ἀπὸ κτήσεως κόσμου ἕως τῆς βασιλείας Δούκα, ἐν ᾗ

καὶ ἑάλω ἡ Κωνσταντινούπολις παρὰ τῶν Λατίνων, ἔτη ͵Ϛψιβʹ, Ἀπριλίῳ ιβʹ

ἡμέρᾳ δευτέρᾳ τῆς ϚηϚ ἑβδομάδος τῶν νηστειῶν.

2

1

Μετὰ δὲ τὴν τῆς Πόλεως ἅλωσιν ἐβασίλευσε Θεόδωρος Λάσκαρις ἐν

Νικαίᾳ ἔτη ιηʹ· Ἰωάννης Δούκας ὁ Βατάτζης καὶ γαμβρὸς Θεοδώρου τοῦ Λά-

σκαρι ἐπὶ θυγατρὶ ἐν τῇ Μαγνησίᾳ τῇ ἐν Σιπύλῳ, ἔτη λγʹ· Θεόδωρος Λάσκα-

ρις, ὁ υἱὸς αὐτοῦ, ἔτη δʹ· Ἰωάννης Λάσκαρις ὁ καὶ πρὸ τοῦ στεφθῆναι τυφλω-

θεὶς παρὰ τοῦ Μιχαὴλ τοῦ Παλαιολόγου καὶ ἐξωσθεὶς τῆς βασιλείας 〈ἔτη γʹ〉· ἐν

τῷ γω αὐτοῦ ἔτει ἐξώσθησαν καὶ οἱ Λατῖνοι τῆς Πόλεως καὶ εἰσῆλθε βασιλεύων

ἐκ τῆς ἀνατολῆς Μιχαὴλ ὁ Παλαιολόγος.

2

Μέχρι τῆς βασιλείας τούτου ἡ Μικρὰ Ἀσία, Παφλαγονία, Μυσία, ἡ

καὶ Βιθυνία, Φρυγία Μεγάλη, Φρυγία Καπατιανή, Καρία καὶ μέρος Κιλικίας,

Λυδία πᾶσα ὑπὸ Ῥωμαίους τελοῦσαι ἦσαν. Οἱ δὲ Τοῦρκοι ἐγκάτοικοι Λυκαονίας

ὄντες τὰ ἐπείκεινα ἦρχον, ἤτοι Λυκαονίαν, Καππαδοκίαν, Γαλατίαν, Παμφυλίαν,

Ἀρμενίαν, Ἑλενόποντον, Πισιδίαν, Λυκίαν, Κοίλην, Συρίαν καὶ ἕτερα.

3

Ἐβασίλευσε δὲ Μιχαὴλ ἔτη κδʹ· μετὰ δὲ τὸν Μιχαὴλ ὁ υἱὸς αὐτοῦ

Ἀνδρόνικος ὁ Παλαιολόγος ἔτη μγʹ· ἐν τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ ἑάλω μη-

τρόπολις τῆς Ἀσίας Ἔφεσος καὶ ἡ ἐπαρχία Καρίας παρὰ τοῦ Μανταχία· καὶ

ἡ Λυδία παρὰ τοῦ Ἀτὴν ἄχρι Σμύρνης· καὶ ἡ Μαγνησία μέχρι Περγάμου με-

τὰ πάσης τῆς Μαγεδὼν ἐπαρχίας παρὰ τοῦ Σαρχάν· Φρυγία πᾶσα παρὰ τοῦ

Καρμιάν· ἑτέρα Φρυγία ἡ Μεγάλη ἀρχομένη ἀπὸ Ἀσσοῦ πόλεως ἄχρι καὶ Ἑλ-

λησπόντου παρὰ τοῦ Καρασή. Βιθυνία πᾶσα καὶ μέρος τῶν Παφλαγόνων παρὰ

τοῦ Ὀθμάν· οἳ ἦταν ἀρχηγοὶ Τούρκων.

4

Σὺν αὐτῷ δὲ τῷ Ἀνδρονίκῳ ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς αὐτοῦ. Μετὰ

δὲ τὸν Μιχαὴλ ἐβασίλευσεν Ἀνδρόνικος ὁ ἐπονομαζόμενος νεώτερος ἔτη ιγʹ· με-

τὰ δὲ τὸν Ἀνδρόνικον Ἰωάννης ὁ Παλαιολόγος, ὁ υἱὸς αὐτοῦ, νέος ὢν καὶ παι-

δαγωγούμενος παρὰ κυρίου Ἰωάννου τοῦ Καντακουζηνοῦ.

5

Ἐν τῷ αὐτοῦ χρόνῳ ἤρξαντο οἱ Τοῦρκοι περᾶν τὸν Ἑλλήσποντον ἐκ

μὲν τῆς Ἀσίας Ὁμοῦρ, ἔκγονος Ἀτήν, ἀρχηγὸς Τούρκων, δεσπόζων Σμύρναν,

Ἔφεσον καὶ τὰ πέριξ, ἐκ δὲ Προύσης Ὀρχάν, ἔκγονος τοῦ ῥηθέντος Ὀθμάν.

Περῶντες γοῦν λῃστρικῷ τρόπῳ ἐπόρθουν Χεῤῥόνησον πᾶσαν καὶ παράλιον Θρᾴ-

κης· μὴ ἔχοντες τὸν ἀνθιστάμενον ἢ ἀνταίροντα ἀφόβως ἄχρι Διδυμοτείχου καὶ

πρὸς τὴν βασιλεύουσαν ἄχρι Σηλυβρίας κατέτρεχον, ὡς τὴν πᾶσαν Θρᾴκην ὑπὸ

χεῖρα ποιήσοντες. Ἐν τῇ βασιλείᾳ γοῦν τοῦ ῥηθέντος Ἰωάννου ἔτι μείρακος ὄντος,

ἑάλω Χίος νῆσος παρὰ τῶν Γενουϊτῶν καὶ αἱ λοιπαὶ Κυκλάδαι νῆσοι παρὰ τῶν

ἀπὸ Ναυάρας ἀφικομένων Φράγκων καὶ Πελοπόννησος πᾶσα πλὴν Λακεδαιμόνων

καὶ Μονεμβασίας· καὶ αἱ κατ' Ἰωνίαν Φώκαιαι παρὰ τῶν Γενουϊτῶν.

3

1

Ἐν δὲ τῷ αὐτῷ ἔτει ἐτεθνήκει καὶ ὁ προῤῥηθεὶς Ὀρχάν, ὁ ἀρχηγὸς

τῶν Τούρκων, καταλιπὼν τὴν ἡγεμονίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Μουράτ· ὃς ἐγκρα-

τέστερος τῶν Θρᾳκικῶν πόλεων γενόμενος, πολιορκήσας τὴν Ἀδριανούπολιν ἔσχε

καὶ Θετταλίαν πᾶσαν πλὴν Θεσσαλονίκης. Ὡς οὖν σχεδὸν πᾶσαν τὴν Ῥωμαίων

γῆν ὑπὸ χεῖρα κατέχων, καὶ εἰς Τριβαλλοὺς ἀφίκετο· καὶ πολλὰ τῶν αὐτῶν πο-

λίχνια καὶ κώμας ἀφανίσας καὶ τοὺς οἰκήτορας αἰχμαλώτους ποιῶν εἰς τὴν πε-

ραίαν διὰ τοῦ ἐν Χεῤῥονήσῳ πορθμοῦ ἀπέμπεμπε. Ὁρῶν οὖν ταῦτα ὁ τότε τὴν

Σερβίαν κραλεύων Λάζαρος, υἱὸς Στεφάνου τοῦ κράλη Σερβίας, συναγηοχὼς

πᾶσαν τὴν ὑπ' αὐτοῦ δύναμιν συμπλέκεται τῷ τυράννῳ καὶ ἐξ ἀμφοῖν τῶν δυ-

νάμεων πίπτουσι πλεῖστοι. Εἶτα γίνεταί τι καινὸν καὶ ὑπὲρ λόγον τεχνούργημα.

Ἀνήρ τις τῶν ἐνδόξων, Σέρβος νέος, ἀνδρεῖος καὶ τολμηρὸς ὡς οὐδεὶς ἄλλος

τῶν τότε, καθὼς ἀπεδείχθη, ἀποσπασθεὶς ἐκ τῆς φάλαγγος τῶν χριστιανῶν εἰς

μέσον τῆς παρατάξεως τῶν Τούρκων ὡς αὐτόμολος πίπτει. Καὶ δῆτα ἁρ-

πάσαντες οἱ Τοῦρκοι τοῦτον, αὐτὸς δὲ τὸν ἡγεμόνα ὀνομαστὶ καλῶν καὶ „Βού-

λομαι τοῦτον ἰδεῖν καὶ λόγους τινὰς ὑποψιθυρίσαι, ὡς ἐγκρατὴς γενέσθαι του-

τουῒ τοῦ πολέμου, ἕνεκα γὰρ τούτου αὐτόμολος ἐληλύθειν,“ εἰπών, τὸν ἡγεμόνα

δεικνύουσι. Ὁ Μουρὰτ δὲ διὰ τῆς χειρὸς δειγματίσας τοῦτον ὡς πρὸς αὐτὸν

ἐλθεῖν, ὁ νέος ὁρμήσας καὶ πλησίον ἐλθὼν ξιφιδίῳ κατὰ καρδίας καιρίαν δίδωσι

πληγήν· καὶ αὐτὸς παρὰ τῶν πελεκυφόρων καὶ ὑπασπιστῶν τοῦ Μουρὰτ μελη-

δὸν κατατέμνεται.

2

Τότε οἱ Τοῦρκοι τὸ παρ' ἐλπίδα καινὸν θεασάμενοι καὶ οἷον κακὸν αὐ-

θωρὸν ἐπ' ὄψιν ἐπιπεσὸν μὴ ἐνεγκάμενοι, βουλὴν εὐσύνοπτον βουλεύονται μάλα

καὶ σοφιστικήν. Ἐν μέσῳ τῆς παρατάξεως σκηνὴν πεπηγότες εἴσω τὸν ἡμιθανῆ

Μουρὰτ τεθήκασιν· αὐτοὶ δὲ ὡς οὐδένα τοὺς πολλοὺς κινδύνους ἀπώσαντες, εἴσω

τῶν παρατάξεων ὡς κύνες λυττῶντες ἐχώρησαν. Οἱ δὲ Σέρβοι ἀγνοοῦντες τὴν

εἰς αὐτοὺς γενηθεῖσαν παρὰ τοῦ καλοῦ νέου ἐκείνου εὐστοχίαν καὶ τὴν εἰς τοὺς

Τούρκους τοῦ ἡγεμόνος ζημίαν, ἀλλὰ μᾶλλον ἀπεγνωκότες, ὡς ὁ καλὸς ἐκεῖνος

στρατηγὸς ἄτερ κέρδους τοῦ προσδοκουμένου ἀπώλετο, δειλοκαρδίως κἀκεῖνοι

πρὸς τοὺς Τούρκους ἀντεῖχον, ἕως οὗ τέλος ὁ πόλεμος εἴληφε. Συλλαμβάνεται

οὖν ὁ Λάζαρος καὶ σὺν αὐτῷ τῶν μεγιστάνων οἱ πλεῖστοι, οὓς ἀπαγαγόντες ἐν

τῇ σκηνῇ, ᾗ ἔκειτο ὁ Μουρὰτ ἤδη τὰ λοίσθια πνέων, σὺν τῷ Λαζάρῳ πάντας

τοὺς ὑπ' αὐτὸν ἄρδην κατέσφαξαν· καὶ σὺν αὐτοῖς καὶ Μουράτ, ἄμφω τέλος

ἐδέξαντο.

3

Τὸ δεξιὸν κέρας μήπω τῶν πραττομένων αἰσθόμενόν τι, ἀλλ' οὔτε τὸ

ἀριστερόν, ἐν δὲ τῇ οὐραγίᾳ ταῦτα ἐπράχθησαν. Ἦν δὲ ὁ ἔξαρχος τοῦ δεξιοῦ

κέρατος Σαβούτζιος, ὁ πρῶτος τῶν υἱῶν Μουράτ, τοῦ δὲ ἀριστεροῦ ὁ δεύτερος

ὁ καὶ Παγιαζήτ, δεινὸς καὶ δραστήριος ὡς οὐδεὶς τῶν ἄλλων, ὃν καὶ μετακαλέ-

σαντες οἱ τῆς βουλῆς ἐξοχώτατοι τοῦ Μουράτ, οὓς καὶ βεζίρηδας κατὰ τὴν αὐ-

τῶν γλῶτταν καλοῦσιν, ἀνακαλύπτουσι τὰ γενόμενα καὶ τὸ πτῶμα τὸ πατρικὸν

ἐμφανίζουσιν. Ὁ δὲ οὐδὲ σχῆμα οἰμωγῆς ἢ κλαυθμοῦ ἐν ταῖς παρειαῖς ἀναφα-

νὲν μετακαλεῖται Σαβούτζιον τὸν ἀδελφὸν ὡς δῆθεν ἐκ τοῦ πατρός, ἵνα σκέψων-

ταί τι βαθύτερον. Ἀναγνοοῦντος δὲ τοῦ Σαβουτζίου τὸ δρᾶμα, ἑκὼν ἔρχεται ὡς

πρὸς τὸν πατέρα καὶ ἄκων συλλαμβάνεται παρὰ τοῦ ἀδελφοῦ καὶ τοὺς ὀφθαλ-

μοὺς ἐξορύττεται.

4

Καὶ ἀρχηγὸς τῶν Τούρκων ὁ Παγιαζὴτ ἀναδείκνυται, ἀνὴρ δεινὸς καὶ

περὶ τὰ πολεμικὰ ἔργα γρήγορος, χριστιανομάχος ὡς οὐδεὶς τῶν κατ' αὐτόν, ἐν

τῇ τῶν Ἀράβων θρησκείᾳ μαθητὴς τοῦ Μωάμεδ θερμότατος, φυλάττων τὰς

ἀθέσμους αὐτοῦ ἐντολὰς ἄχρι καὶ τῆς ὑστάτης στιγμῆς, ἄγρυπνος καὶ διανυκτε-

ρεύων ἔν τε βουλαῖς καὶ μηχανουργίαις κατὰ τῶν τοῦ Χριστοῦ λογικῶν προ-

βάτων.

4

1

Οὗτος τὴν ἡγεμονίαν ἀναδυσάμενος πρῶτον μὲν Σέρβους μετὰ τὴν

πτῶσιν Λαζάρου καὶ τοῦ Μουράτ, ὡς λόγος φθάσας ἐδήλωσεν, ὑποτελεῖς καὶ

ὑποφόρους πεποίηκεν, ὁμήρους τε καὶ συνθήκας λαβών, ὡς ὁ τοῦ Λαζάρου ἐκεί-

νου υἱὸς Στέφανος, ὃν καὶ κράλην ἡ Σερβία μετὰ τὴν συμφορὰν ἐκείνην κεχει-

ροτόνηκεν, εἴη σὺν τῇ στρατιᾷ αὐτοῦ, ὅποι διάγει ὁ Παγιαζήτ, κἀκεῖνος συνεκ-

στρατεύεσθαι καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαρίαν, τὴν τοῦ Λαζάρου θυγατέραν, εἰς

γάμον ἐκδώσειν αὐτῷ, παρθένον οὖσαν καὶ τρυφεράν, καὶ ἀργύρου τάλαντα ἱκανὰ

ἐκ τῶν μετάλλων Σερβίας.

2

Καὶ οὕτω μὲν Σέρβοι τοῖς Τούρκοις ὑπόσπονδοι γεγονότες, ὁ Παγιαζὴτ

πᾶσαν τὴν ἱππικὴν τῶν Θρᾳκικῶν καὶ Θετταλικῶν δυνάμεων συναγηοχὼς ἐπὶ

τὴν περαίαν τὴν πρὸς ἕω τὴν πορείαν ποιεῖ καὶ διαβὰς τὸν πορθμὸν τὸν ἐν μέσῳ

Καλλιουπόλεως καὶ Λαμψάκου μετὰ πολλοῦ συμμαχικοῦ Τούρκων τε καὶ Ῥω-

μαίων τῶν ὑπὸ χεῖρα ἐπὶ τὸ Κοτυάειον ἀνατρέχει, μητρόπολιν τῆς Φρυγίας, καὶ

τήν τε πόλιν εἷλε καὶ τὸν Καρμιὰν τὸν ἀρχηγὸν τῆς Φρυγίας. Γενόμενος δὲ

ἐν τοῖς πράγμασι τῆς Φρυγίας ὁ Παγιαζὴτ τὸν Καρμιάνον ἐν τῇ Προύσῃ ἐξέ-

πεμψεν· ὁ δ' ἀποδράσας εἰς Πέρσας ἐξέφυγεν. Ὁ δὲ Παγιαζὴτ τὴν Φρυγίαν

διαβὰς καὶ ἀπὸ Λαοδικείας εἰς Ἔφεσον κατελθὼν ἐγκρατὴς τῆς Ἰωνίας ἐγένετο

καὶ τὸν Ἰεσαί, ἔγγονον τοῦ Ἀτήν, ἀρχηγὸν ὄντα τῆς Ἰωνίας κατασχὼν ἐν τῇ

κατὰ Βιθυνίαν Νικαίᾳ ἐξώρισεν· κἀκεῖ τὸ λοιπὸν τῆς ζωῆς αὐτοῦ διεβίβασεν.

Τὰς δὲ δυνάμεις πάσας διαβιβάσας τὸν Μαίανδρον καὶ Καρίαν πᾶσαν καὶ Λυ-

κίαν ἀψοφητὶ λαβών, ὁ τούτων ἀρχηγὸς Ἐλιὲζ πρὸς Πέρσας φυγὰς ὤχετο.

3

Λαβὼν δὲ τὰς δυνάμεις πάσας, ὀπισθορμῶν ἐν τῇ Λυδίᾳ παραγίνεται,

τὴν πορείαν ἀπὸ τοῦ Τμώλου, τοῦ μεγίστου ὄρους τῆς Λυδίας, εἰς Σάρδεις, μη-

τρόπολιν τῆς Λυδίας, κατελθών. Καὶ πρὸς Μαγνησίαν τὴν ἐν Σιπύλῳ τὴν πο-

ρείαν ποιούμενος, ἐξῆλθεν εἰς συνάντησιν αὐτοῦ Χχηδήρ, ὁ ἀρχηγὸς Λυδίας καὶ

τῶν Αἰολίδων πόλεων, ὁ ἔγγονος τοῦ Σαρχάν, καὶ παρέδωκεν ἑαυτόν. Αὐτὸς δὲ

μεταδοὺς μερικῆς τιμῆς, ἐπεὶ γαμβρὸς ἐπ' ἀδελφῇ ἦν ὁ Χχηδήρ, πέμπει τοῦτον

πρὸς Προῦσαν, ὡς ἐν ὀλίγῳ δὲ καὶ φαρμάκῳ τοῦτον ἀπέκτεινεν. Ὁ δὲ Παγια-

ζὴτ τὴν πρὸς Φιλαδέλφειαν ἀπάγουσαν εἶχεν ὁδόν· καὶ γὰρ αὕτη ὡς ὑπερέχουσα

τῷ μεγέθει καὶ πολύανδρος οὖσα ἐπεκράτει ἔγγιστά που τοῖς ρʹ ἔτεσιν. Καὶ ἡ

ὑφήλιος πᾶσα ἦν ὑπόχειρος παρὰ τῶν Τούρκων, ἡ δὲ πόλις αὕτη δίκην ἀστέρος

ἐν συννεφώδει μεσουρανήματι φαίνουσα ἦν. Πολιορκήσας δὲ ταύτην ... καὶ μὴ

δυνάμενοι διὰ τὴν ἔνδειαν τῶν τροφῶν παρεδόθησαν. Λαβὼν δὲ τὰς δυνάμεις

πάσας τῆς ἕω, προκαταστήσας ἐν ταῖς ἐπαρχείαις ἀρχηγοὺς καὶ ἡγεμόνας, οὓς

αὐτὸς ἠβούλετο, πρὸς τὰ ἑσπέρια χωρεῖ. Καὶ δὴ τὸν πορθμὸν διαβάς, ἐπεὶ τὸ

τῆς Καλλιουπόλεως φρούριον πρὸ πολλοῦ καιροῦ παρά τε τῶν Κατελάνων καὶ

παρ' αὐτῶν Τούρκων διεφθαρμένον καὶ εἰς παντελῆ ἀφανισμὸν ἦν, αὐτὸς ἐκ

βάθρων ἄλλο καινὸν ᾠκοδόμηκε καὶ ὁρμητήριον ἕνεκα τριήρεων φυλακήν· καὶ

πύργον ὑπερμεγέθη πρὸς ἀντιπαράταξιν ὑπερεστηκότα τοῦ λιμένος ᾠκοδόμησεν.

5

1

Ὁ δὲ βασιλεὺς Ἰωάννης ὑπερβὰς τὴν μειρακιώδη καὶ νεανικὴν μεθηλι-

κίωσιν καὶ τὴν ἀνδρῴαν μεθ' ὅσης ναρκότητος πρὸς τὴν πρεσβυτικὴν ἑτοιμάζετο

τῷ τότε καιρῷ, καὶ γὰρ νέος ὢν καὶ παιδαγωγῷ χρώμενος κυρῷ Ἰωάννῃ τῷ

προῤῥηθέντι Καντακουζηνῷ, ἀνδρὶ συνετῷ καὶ περὶ τὰ πολεμικὰ μαχιμωτάτῳ

καὶ τῶν εὐγενῶν, ὡς εἴποι τις, ἄνθος εὔοσμον. Τοιοῦτον γὰρ ὄντα καὶ ὁ προβε-

βασιλευκὼς Ἀνδρόνικος κατὰ πάντα ὡς ἀδελφὸν ἡγεῖτο καὶ τὴν βασιλείαν σὺν

τῷ παιδί, τελευτῶντος, ἀνέθετο. Ἀλλ' ἡ τῶν Ῥωμαίων οὐκ ἀγαθὴ τύχη μῖσος

ἐνέσπειρε καὶ φθόνον ἀπέτεκε, καὶ γὰρ φθονοῦσι μᾶλλον τοῖς μᾶλλον ἐπ' ἀρετῇ

προιοῦσιν.

2

Ὅθεν καὶ κατὰ τὸν τότε καιρόν, νέος ὢν ἔτι ὁ βασιλεὺς Ἰωάννης,

ἠβούλετο ὁ Καντακουζηνὸς κηδεστὴς αὐτοῦ γενέσθαι ἐπὶ θυγατρὶ Ἑλένῃ. Οἱ δὲ

λοιποὶ τῆς συγκλήτου φθονοῦντες, πρὸς τὴν μητέρα τοῦ βασιλέως, ἐξ Ἀλαμανῶν

καὶ Γερμανῶν ὡς ἐκ συνήθους μακροῦ τῷ βασιλεῖ τῶν Ῥωμαίων ἀγαγέσθαι

νύμφην ἔφασκον, οὐχὶ δ' ἐκ τοῦ ὑπηκόου, ”ὅπως ἀρωγὴν καὶ βοήθειαν ἐν καιρῷ

δεομένῳ παρὰ τοῦ γένους ἐκείνου σχοίημεν.”—Συγκατανευούσης οὖν εἰς τοῦτο

καὶ τῆς δεσποίνης Ἄννης, ὡς ὅτι καὶ ἐξ Ἀλαμανῶν ἦν καὶ προθύμως εἶχε πάλιν

ἐκ τῶν αὐτῶν αἱμάτων πορφύραν βάψαι τῷ βασιλεῖ καὶ παιδί, παρορᾶται Καν-

τακουζηνός. Καὶ αὐτὸς τῆς ἐπιτροπῆς τὸν φόρτον ἀποφορτίζεται· ἔξεισι τῆς Κων-

σταντίνου καὶ πρὸς Μακεδονίαν μεθίσταται. Καὶ οἱ τὸν φθόνον τρέφοντες εὗρον

εὐχέρειαν καὶ καθοσίωσιν κατ' αὐτοῦ πλάττουσιν· καὶ τῇ βασιλίδι καὶ μητρὶ

τοῦ βασιλέως τὸ πλάσμα ὡς πρᾶγμα βέβαιον ἀπαγγέλουσι καὶ δοκίμιον τοῦ πράγ-

ματος τῇ δεσποίνῃ συμβουλεύονται· „Γενηθήτω,“ λέγοντες, ”πρόσταγμα παρὰ

τῆς σῆς βασιλείας πρὸς τὸν δομέστικον, ὥστε λαβεῖν τὰς τῶν Μακεδόνων ἴλας

καὶ ἐλθεῖν τάχυ πρὸς τὸ Βυζάντιον.”—Ἐκεῖνοι μὲν γὰρ ἐνενόουν· εἰ μὲν ἀπαντή-

σει πρὸς τὸ θέσπισμα, τὸν θηρώμενον ἕξουσιν ὡς ἀνδράποδον· εἰ δ' ἀπορκούσει

τὸ προσταχθέν, εὔδηλον τὴν κατηγορίαν καταγγελοῦσι καὶ ἄλλον ἐν τοῖς πράγ-

μασι χειροτονήσουσιν ἔφεδρον.

3

Οἱ δὲ τοῦ Καντακουζηνοῦ προσγενεῖς τε καὶ φίλοι τὸ δρᾶμα λαθραίως

διὰ γραφῆς δηλοῦσι καί· „Εἰ μὲν βούλει τὸν ἥλιον ὁρᾶν καὶ σκότους ἀπέχεσθαι,

τὰ πρωτεῖα τῇ παρακοῇ νέμε,“ γεγράφασιν· ”εἰ δ' ὑπήκοος γένῃ, ἕξεις πρὸ θα-

νάτου τὴν σκότωσιν.”—Ταῦτα μαθὼν ὁ Καντακουζηνὸς καὶ τοῦ θεσπίσματος κα-

ταφρονήσας, προφανῶς ἀντέστη. Οἱ δὲ τῆς πόλεως ἄλλον ἀντ' αὐτοῦ ψηφίζου-

σιν ἔπαρχον, Ἀλέξιον τὸν Ἀπόκαυκον, ἄνδρα ἀγενῆ τε καὶ ἄνανδρον, πλὴν ποι-

κίλον ἐν πανουργίᾳ καὶ δεινὸν ἐν σκαιότητι, ὃν καὶ μέγα δοῦκαν ἡ βασιλὶς ὠφφι-

κίωσεν.

4

Οὗτος μαθὼν τοὺς τὸν Καντακουζηνὸν ἀπαγγείλαντας τὰ γενόμενα

καὶ συλλαβὼν ἅπαντας προσγενεῖς τε καὶ φίλους, ἐν τῷ φρουρίῳ τοῦ Μεγάλου

Παλατίου ἀπέκλεισε τὸν ἀριθμὸν ὑπὲρ διακοσίους, ἄνδρας ἡμιθέους ἥρωας καὶ

Πελοπίδων καὶ Αἰακίδων ἀπόγονα. Τούτους ἔχων ἔνδον ὡς στρουθία εἰς πάγην

καὶ φοβηθεὶς μή ποτε νεωτερίσαντες ἀντέχωσι τοῦ φρουρίου καὶ γέγωνται οἱ δέσ-

μιοι ἐγκρατεῖς δι' ἐπισκέψεως τῶν συγγενῶν καὶ φίλων, καὶ γὰρ τὸ πλεῖστον

τῆς πόλεως μέρος, ὅσον τῆς γερουσίας ὅσον τὸ συρφετόν, ἐσέβετο Καντακουζη-

νὸν ὡς μεγαλοδωρότατον καὶ εἰς ἅπαντας εὐεργετικώτατον, βουλεύεται βουλὴν

πονηράν· τὴν μὲν ἡμέραν ἔχειν ἀλλήλοις τὸν ὅμιλον καὶ συνδιάγειν ἐντὸς τοῦ

φρουρίου τοὺς ἅπαντας, τὴν δὲ νύκτα κατὰ μέρος σύνδυο καὶ σύντρεις ἀσφαλί-

ζεσθαι ἐν οἰκίσκοις τισί. Τὸ δὲ βουληθὲν εἰς ἔργον ἤγετο· καὶ δὴ σανίδαι καὶ

ξύλα καὶ τέκτονες παρεσκευάζοντο. Ὡς δὲ τὸ πραττόμενον οἱ φρουρούμενοι ἔγνω-

σαν, εἶπον ἐν ἑαυτοῖς· „Οὐκ ἄλλο τοῦτο πλὴν προφανὴς ἡμέτερος ὄλεθρος· ἡ

γὰρ ἀπ' ἀλλήλων διάστασις τὴν νυκτώδη πνιγμονὴν ἢ τὴν ἐν βυθῷ τῆς θαλάσ-

σης καταπόντωσιν προμαντεύεται.“—Ταῦτ' ἔφασκον καὶ εἰς ἀθυμίαν ἐνέπεσον.

Ὁ δ' Ἀπόκαυκος ἐλθὼν τοῦ μεθοδεῦσαι τὰς σκηνὰς πῶς δεῖ πῆξαι τοῖς ἀρχι-

τέκτοσιν, μόνος ἔφιππος οὐκ ἄλλου τινὸς συνιππεύοντος πλὴν ἑνὸς δούλου καὶ

τούτου πεζοποροῦντος ὡς ἔθος, ἐντὸς δὲ τῆς θύρας τοῦ φρουρίου γενόμενος καὶ

τοῦτον οἱ ἐκεῖ κατεχόμενοι ὡς φθορέα κοινὸν καὶ ψυχάρπαγα θεασάμενοι, μίαν

τῶν παρατυχόντων σανίδων φλιᾶς ἕνεκα λεπτυνθεῖσαν λαβὼν εἷς τῶν προυχόν-

των ἐκ γένους Ῥαοὺλ ἀντὶ ξίφους παίει κατὰ κεφαλῆς τὸν Ἀπόκαυκον.

Ὁ δὲ κατὰ γῆς ἀπὸ τοῦ ἵππου ὡς ἀπ' οὐρανοῦ ἄλλος Σατὰν πίπτει. Ὁ δὲ δοῦ-

λος πλέκεται τῷ Ῥαοὺλ καὶ ἄμφω μονομαχοῦντες εἱστήκεσαν. Τούτων δ' ἀσχο-

λουμένων ἐπὶ τῇ πάλῃ, ἕτερος τῶν ἐγκλείστων πέλεκυν παρὰ τῶν τοῦ τέκτονος

χειρῶν ἁρπάσας τὸν χαμαὶ πεσόντα καρατομεῖ καὶ τὴν κεφαλὴν ἐν ἑνὶ μέρει

τῶν προμαχώνων ξύλῳ πεπερονημένην προσπήγνυσι.

5

Τοῦτο οὐκ εἰς μικρὰν ἀθυμίαν ἐνέβαλε τοὺς Βυζαντίους σὺν ἅμα τῇ

κρατούσῃ καὶ παντὶ τῷ στρατῷ. Ἀλλὰ φύρδην ἅπαντες συνδραμόντες ἐντὸς τοῦ

παλατίου εἰσῆλθον οὐκ ἀκόπως οὐδ' ἀναιμωτί, ἀλλὰ μετὰ πολλῆς τῆς βίας· καὶ

πάντας κατέσφαξαν πλὴν ἓξ σωθέντων ἐν τῷ ὑπογαίῳ τοῦ ναοῦ τῆς Νέας· καὶ

γὰρ τοὺς πλείονας ἐν μέσῳ τοῦ ναοῦ τούτου κατέθυσαν οὐκ αἰδοῖ ἢ φειδοῖ χρη-

σάμενοι τῶν ἀδύτων ἕνεκα καὶ τοῦ θυσιαστηρίου. Ἐξ ὧν εἷς ὁ πρὸς πατρὸς ἐμὸς

πάππος ἐτύγχανεν· Μιχαὴλ Δούκας. Οἱ καὶ ἄμφια ἐνδυθέντες μοναχῶν τῶν ἐκ

τῆς μονῆς ἐξῄεσαν τῆς Κωνσταντίνου καὶ τὴν περαίαν διαβάντες εἰς τὰ μέρη τῆς

ἕω διεσπάρησαν, οἱ μὲν εἰς Βιθυνίαν, ἕτερος ἀλλαχοῦ, ὁ δ' ἐμὸς πάππος εἰς

Ἀσίαν. Καὶ δὴ ἐντυχὼν τῷ Ἐσέ, τῷ υἱῷ τοῦ Ἀτήν, καὶ τὰ κατ' αὐτὸν δῆλα

ποιήσας,—καὶ γὰρ ὑπῆρχε παιδείας μεστὸς καὶ πάσης ἄλλης τῆς ἔξω σοφίας

ἀνάπλεος καὶ ἰατρικῆς τέχνης οὐκ ἄμοιρος, γένει τε καταγόμενος τῶν ἀνέκαθεν

Δούκων κἀκ τῆς αὐτῆς σειρᾶς· χρυσόκοσμος κρίκος,—δεξιοῦται τοῦτον ὁ τύ-

ραννος καὶ προνοεῖ καὶ φιλοτιμεῖται τὸν ἄνδρα σιτηρεσίοις παντοίοις καὶ εὐερ-

γεσίαις ἀμείψας καὶ τοῦτον ἐν Ἐφέσῳ καθίστησιν. Καὶ τὴν μετοικίαν ὡς πα-

τρίδα ἐνηγκαλίσατο καὶ τὸν ἀλλογενῆ καὶ βάρβαρον ὡς θεόστεπτον ἔσεβε

καὶ ἐτίμα, εἰς νοῦν λαμβάνων τὰς ἀτασθαλίας τῶν Ῥωμαίων καὶ προβλέ-

πων, ὡς ὅτι ἐν ὀλίγῳ πάντα τὰ τῆς Θρᾴκης καὶ μέχρι Δανούβεως ὑπὸ χεῖρας

τῶν Τούρκων πεσοῦνται καὶ αὐτοκράτορες φανήσονται ὡς ἐν ὀλίγῳ, καθὼς καὶ

πρὸ ὀλίγου ἐν Φρυγίᾳ τε καὶ Ἀσίᾳ καὶ τῶν ἐπέκεινα ἐγένοντο, Θεοῦ παραχω-

ροῦντος διὰ τὰς ἀνομίας τῶν τότε πολιτευομένων Ῥωμαίων καὶ ἡμετέρων ἀπο-

πάππων.

6

1

Ὁ γὰρ Ἰωάννης ὁ Καντακουζηνός, ὃν καὶ φθάσας ὁ λόγος ἐδήλω-

σεν, μαθὼν τὴν γεγονῶσαν εἰς τοὺς αὐτοῦ συγγενεῖς τε καὶ φίλους ἄδικον σφα-

γήν, καί τινες ἐκ τῆς πόλεως εἰς αὐτὸν ἀφικόμενοι οὐκ ὀλίγοι τὸν ἀριθμόν,

προσγενεῖς ὄντες αὐτῷ καὶ τῶν φονευθέντων καθ' αἷμα καὶ ἐξ ἀγχιστείας πλείο-

νες, μελανειμονοῦντες παρέστησαν τῷ Καντακουζηνῷ, κλαίοντες καὶ ὀλοφυρόμε-

νοι καὶ καταβοῶντες αὐτοῦ, ὡς· ”Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν καὶ

τοὺς ἡμετέρους ἀπεβαλόμεθα καὶ τὸ ἄνθος τῶν Ῥωμαίων κατεμαράνθη καὶ ὄλω-

λεν· ἡ βασιλεία ἐν χερσὶ γυναικείαις κερκίδος δίκην παρακλώθουσα καὶ παρα-

τρακτοῦσα τὴν ἁλουργίδα, ἡ ἀρχὴ ἐν ὑπομαζίῳ βρέφει μόλις τὸν νοῦν καὶ τὴν

γλῶτταν ἐν παιγνίοις καὶ ψελλίσμασιν ἐνεργεῖν δυναμένῳ, ἡ δυναστεία ἐν ἀγο-

ραίοις καὶ μηδαμινοῖς ἀνδράσι, πείσθητι τῶν ῥημάτων ἡμῶν καὶ ἀντιλαβοῦ τὴν

ἡγεμονίαν καὶ περίζωσαι τὴν ῥωμφαίαν σου ἐπὶ τὸν μηρόν σου καὶ ἔντεινε καὶ

κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.”

2

Τότε ὁ Καντακουζηνὸς ἀναλογισάμενος τὰς ἐπαναστάσεις τῆς βασιλί-

δος καὶ τῆς συγκλήτου, φθόνῳ φερόμενοι κατ' αὐτοῦ ἄνευ τινὸς εὐλόγου αἰτίας

καὶ τῆς τυχούσης ἐπιβουλῆς, συνυπακούει τοῖς Ῥωμαίοις καὶ ἀμφιέννυται τὰ

κόκκινα καὶ τὰ σηρικὰ πέδιλα καὶ βασιλεὺς παρὰ τοῦ στρατοῦ ἀναγορεύεται·

οἶμαι τοῦ Θεοῦ εἰς τοῦτο σκληρύναντος τὴν καρδίαν αὐτοῦ τοῦ διχοστατῆσαι

τὴν βασιλείαν Ῥωμαίων καὶ διὰ μέσου τούτων εἰσάξαι τοὺς Τούρκους τοῦ κα-

ταφθεῖραι πᾶσαν γῆν Ῥωμαίων τὴν ὑπὸ χεῖρα καὶ οὐ μόνον Ῥωμαίων, ἀλλὰ

καὶ Τριβαλλῶν καὶ Μυσῶν καὶ Ἀλβανιτῶν καὶ παντὸς ἄλλου δυτικοῦ ἔθνους

κρίμασιν, οἷς οἶδεν ὁ ἀκοίμητος ὀφθαλμός, τὰ μὲν ἄλλα γένη τιμωρῶν διὰ τὰς

συνεχεῖς ἀντάρσεις κατὰ Ῥωμαίων, τοὺς δὲ Ῥωμαίους διὰ τοὺς φρικωδεστά-

τους ὅρκους καὶ ἀφορισμοὺς ἀφορήτους, οὓς ἔφερον κατὰ κεφαλῆς αὐτῶν, ὀμνύν-

τες καὶ ἐξομνύντες τοῦ φυλάξαι τὴν βασιλείαν τῷ υἱῷ τοῦ Λάσκαρι καὶ μηδ'

ὅλως συνομαρτεῖν καὶ συνανταίρειν τῷ Παλαιολόγῳ πρὸς ἀποστασίαν, ἀντιστρό-

φως δὲ πάλιν ἀντομνύντες, ὥς τ' ἔχειν καὶ στέργειν βασιλέα τῶν Ῥωμαίων τὸν

Παλαιολόγον, ἀποτυφλώσαντες πρῶτον Ἰωάννην τὸν Λάσκαριν καὶ ἀναθέματι

καθυπαχθέντες αὐτοὶ καθ' ἑαυτῶν ὡς οἱ Ἰουδαῖοι ἐν τῷ καιρῷ τοῦ δεσποτικοῦ

πάθους ἐπισπάσαντες τὴν ἀράν· οἱ καὶ ἄρδην ἀπώλοντο, ὡς παρακατιὼν ὁ λόγος

δηλώσει, τὴν ταυτοπάθειαν τῶν Ἰουδαίων κατακριθέντες ζηλωταὶ τῶν παρανο-

μιῶν γενόμενοι.

3

Εὐθέως οὖν παραλαβών, ἃς εἶχε, δυνάμεις Θρᾳκικὰς καὶ τοὺς ἐκ τῆς

πόλεως αὐτομόλους πρὸς κράλην Σερβίας παραγίνεται καὶ τὴν ἅπασαν, ἣν ἀδί-

κως ὑπέστη, ζημίαν καὶ ὄνειδος καὶ τὴν ἐκ τοῦ γένους τῶν οἰκείων φθοράν,

ἅπαντα καταγγείλας. Ἦν γὰρ εὐδοκιμῶν ὁ Στέφανος τῷ τότε καιρῷ· οὕτω γὰρ

ἦν τῷ κράλῃ τὸ ὄνομα.

4

Καὶ γάρ, ὡς ἔθος, τὸ ὀγκῶδες καὶ βαρὺ ταπεινωθέν, τὸ κοῦφον καὶ

λεπτὸν εἰς ὕψος αἴρεται. Αἱ γὰρ δυστυχίαι τῶν Ῥωμαίων καὶ αἱ καθημεριναὶ

ἀλλεπάλληλαι ταραχαὶ καὶ οἱ ἐμφύλιοι πόλεμοι τοὺς βαρβάρους καὶ ἀγελαίους

ὑπερέχοντας αὐτῶν πεποιήκασιν. Ὅθεν καὶ ὁ τῶν Σέρβων ἀρχηγὸς ἐτόλμησεν

ἀναδύσασθαι κράτος καὶ κράλης ὀνομάζεσθαι· τοῦτο γὰρ τὸ βάρβαρον ὄνομα

ἐξελληνιζόμενον βασιλεὺς ἑρμηνεύεται.

5

Ἐνωτισθεὶς οὖν τὰ ῥήματα Καντακουζηνοῦ καὶ πλήρης ἡδονῆς γεγο-

νὼς συνέθετο τοῦ δοῦναι αὐτῷ βοήθειαν καὶ ἀρωγὴν πρὸς ἀντιπαράταξιν τῶν

Ῥωμαίων· ὃ καὶ πεποίηκεν. Οἱ δὲ τῆς πόλεως μαθόντες τὴν ἀποστασίαν Καντα-

κουζηνοῦ καὶ τὰ παράσημα τῆς βασιλείας ἐνδυθέντα καὶ παρὰ πᾶσιν ὡς βασιλέα

ἀναγορευόμενον τοῖς ἐν τοῖς Θρᾳκῴοις μέρεσιν οἰκοῦσιν ἄχρις αὐτῆς Σηλυβρίας,

κατωδυνῶντο τὴν ψυχὴν καὶ πλήρεις δειλίας καὶ φόβου γενόμενοι συνείχοντο

κοινολογοῦντες ὁ καθεὶς πρὸς τὸν γείτονα· „Τί ἄρα ἔσται τὸ ἀποβησόμενον; Τί

δὲ ἡ πρὸς τὰ κακὰ ῥέπουσα τύχη τοῖς Ῥωμαίοις ἔκλωσεν;“

7

1

Τῶν τοῦ Ἀτὴν Τούρκου υἱὸς εἷς Ὁμοῦρ ἐπονομαζόμενος, ἀρχηγὸς

τῶν ἐν τῇ Σμύρνῃ πολιχνίων καὶ αὐτῆς Σμύρνης, κατὰ διαδοχὴν λαβόντος τὴν

ἡγεμονίαν παρὰ τοῦ πατρὸς αὐτοῦ Ἀτήν, τολμηρὸς ὢν καὶ θρασυκάρδιος, ἐντυ-

χὼν καὶ λιμένας, οἵους ἐγκολπίζεται ἡ Ἰωνία καὶ δρυμῶνας πολυξύλους καὶ πρὸς

κατασκευὰς φορτικῶν νηῶν καὶ μακρῶν τριήρων ἐπιτηδείους, κατεσκεύασεν αὐ-

τάρκως, πρὸς ἃς ἠβούλετο, λῃστρικὰς διήρεις τε καὶ τριήρεις καὶ ἐπεμβαίνων

αὐτὰς ἐπόρθει τὰς περικύκλῳ πόλεις καὶ νήσους· Μιτυλήνην σὺν πάσῃ νήσῳ

Λέσβῳ, Χίον, Σάμον, Ναξίαν καὶ πάσας τὰς περικύκλῳ νήσους. Μαθὼν δὲ τὴν

διχοστασίαν τῶν Ῥωμαίων καὶ ὅπως Ἰωάννης ὁ Καντακουζηνός, ἀνὴρ εὐγενής

τε καὶ τῶν πάλαι ἡρώων ἀπόγονος, ἀνδρεῖος μαχιμώτατός τε περὶ τὰ πολεμικὰ

καὶ συνετὸς ἐν ἅπασιν ἀγαθοῖς ἤθεσι 〈ἐπανέστη〉, βουλὴν βουλεύεται πονηράν.

Στόλον γὰρ εὐτρεπίσας τὸν ἀριθμὸν ὑπὲρ τὰ τεσσαράκοντα λαίφη καὶ ἐξελθὼν

τοῦ λιμένος πρὸς Καλλιούπολιν ἀφίκετο αὐτοκάλεστος· κακεῖθεν ἐξελθὼν διὰ ξη-

ρᾶς ἄχρις Διδυμοτείχου ἀφίκετο. Ἔτυχε γὰρ ἐκεῖσε διάγουσα ἡ γυνὴ τοῦ Καν-

τακουζηνοῦ πανοικί· ἀπερχομένου γὰρ αὐτοῦ ἐν Σερβίᾳ, συναγαγὼν πάντα τὰ

ἐν τῷ οἴκῳ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ πᾶσαν ἄλλην περουσίαν καὶ παῖδάς τε καὶ

γυναῖκα ἐκ τῆς Ἀδριανοῦ εἰς Διδυμότειχον ἤγαγε· καὶ πᾶσαν ἄλλην τὴν τυχοῦ-

σαν ἐπιμέλειαν τοῦ πολιχνίου παρασκευάσας, τότε πρὸς τὸν κράλην ἀφίκετο.

2

Ὁ δὲ Ὁμοῦρ μὴ εὑρὼν τὸν ποθούμενον ἐδεινοπάθει καὶ ἐδυσχέραινε·

ἐπιθύμει γὰρ τοῦ ἰδεῖν αὐτὸν καὶ ὁμιλῆσαι καὶ ὅρκους διδόναι καὶ λαβεῖν παρ'

αὐτοῦ τοῦ εἶναι ἐφ' ὅρου ζωῆς αὐτῶν ἀδελφοὺς καὶ συλλήπτορας. Ἡ δὲ Καντα-

κουζηνὴ δεξιωσαμένη τοῦτον καὶ φιλοφρόνως ἀποδεξαμένη σὺν πάσῃ δαψιλεῖ

ζῳοτροφίᾳ καὶ ἐν ἅπασιν ἀγαθοῖς, διήρκεσεν μῆνας τρεῖς ἐκδεχόμενος τὸν Καν-

τακουζηνόν, ἔχων μεθ' ἑαυτοῦ ἕως πεντακοσίους Τούρκους ἱππεῖς καὶ ἑτέρους

τόσους πεζοὺς ἐκ τῶν αὐτοῦ τριήρων. Οἱ δὲ λοιποὶ τοῦ στόλου συναθροισθέντες

καὶ εἰς τὰ τῶν ὑπερεχόντων πλοίων ἐμβάντες τὴν παράλιον πᾶσαν ἐλεηλάτουν

ἐξ αὐτῆς Καλλιουπόλεως ἄχρι Σηλυβρίας, ὡς δῆθεν συμμαχῶν τῷ Καντακουζη-

νῷ, τῇ δ' ἀληθείᾳ ἰχνηλατῶν τῆς Θρᾴκης γῆν. Αὐτὸς δὲ διὰ ξηρᾶς σὺν τοῖς

αὐτοῦ κατέδραμεν ἄχρι Ῥεδαιστοῦ καὶ κουρσεύσας καὶ ἀπολέσας ἐστράφη εἰς

Διδυμότειχον. Ἰδὼν οὖν τὴν ἄφιξιν τοῦ Καντακουζηνοῦ βραδεῖαν οὖσαν καὶ

βουληθεὶς ὀπισθόρμητος γενέσθαι,—ἤκουσε γάρ, ὅτι οἱ τῆς Ῥόδου

φρέριοι

στόλον κατασκευάσαντες ἀφίκοντο ἐν τῷ λιμένι τῆς Σμύρνης καὶ ἤρξαντο οἰκο-

δομεῖν φρούριον ἐν αὐτῷ ὡς ἐπ' ὀνόματι τοῦ ἁγίου Πέτρου ἕνεκα σωτηρίας τῶν

φυγάδων αἰχμαλώτων,—τὰ πρὸς εἰρήνην καὶ φιλίαν καλῶς διατεθεὶς αὐτός, ἡ

δὲ Καντακουζηνὴ σὺν δώροις ὅτι πλείστοις φιλοξενήσασα ἀπέπεμψεν, ἐλθὼν

μετ' αἰχμαλωσίας ἱκανῆς, ἀπαρχῆς οὔσης τοῦ καρποῦ τῆς ἁμαρτίας τῶν Ῥω-

μαίων τῶν κατοικούντων ἐν Θρᾴκῃ καὶ ἐν πάσαις ταῖς κατὰ δύσιν μέρεσιν. Οἱ

γὰρ Βιθυνοὶ καὶ Φρύγες καὶ οἱ ἐν πάσαις τῆς ἑῴας οἰκοῦντες ἐπαρχίαις,—προ-

λαβὼν γὰρ ὁ χρόνος κατέφθειρεν,—οἳ καὶ ὑπὸ τῶν Τούρκων κατεφθάρησαν.

3

Ἐλθὼν δὲ ὁ Ὁμοῦρ ἐν τῇ Σμύρνῃ καὶ ἰδὼν τὸ πολίχνιον ἤδη ὑπὸ τῶν

φρερίων πεπληρωμένον, μεστὸν ἀνθρώπων πολεμικῶν καὶ εὐμηχάνων, πλήρης

κατεργασμένον καὶ μηδεμιᾶς ἄλλης δεούσης οἰκοδομῆς, ὠδυνήθη τὴν ψυχὴν καὶ

ἐπιμόνως καθ' ἑαυτὸν ἐβουλεύσατο ἢ τὸ φρούριον κατασχεῖν ἢ τὴν ψυχὴν

ἀποβαλέσθαι. Ἀρξάμενος δὲ μάχεσθαι καὶ ἀντιμάχεσθαι καὶ πολεμικὰς μηχανὰς

ἐξετάζειν καὶ ἐφευρίσκειν, οὐ διέλιπε νύκτα καὶ ἡμέραν διεγείρων πολέμους διά

τε ἀκροβολισμῶν καὶ γαιορυγμάτων καὶ τειχορυγμάτων καὶ πασῶν ἄλλων κατα-

σκευῶν. Ἤδη δὲ ἐν τοῖς τοιούτοις ἀγωνίσμασι καὶ παλαίσμασιν ὥπερ τις ἄλλος

Λυαῖος ἀντιμαχόμενος ἠδυνήθη εἰς τόσον, ὡς καὶ τὴν τάφρον τοῦ πολιχνίου δια-

περᾶσαι σὺν τοῖς αὐτοῦ καὶ κλίμακας ἐν τοῖς τείχεσι θεῖναι· καὶ ὡς λυσσητὴρ

κύων ὥρμησεν αὐτὸς πρῶτος ἀναβῆναι καὶ τὸ τρόπαιον αὐτὸς μόνος λαβεῖν. Ἡ

δ' ἄνω πρόνοια ἡ τὰ πάντα καλῶς ἄγουσα καὶ μεταφέρουσα, ὁρῶσα τὸ θηριό-

γνωμον αὐτοῦ καὶ δρακόντειον ὅρμημα μεσάζοντος ἤδη τῆς ἀναβάσεως τῶν βαθ-

μίδων τῆς κλίμακος καὶ ἀναπετάσας μικρὸν τὴν περικεφαλαίαν ἀπὸ τῆς ὄψεως

τοῦ ἰδεῖν τί τὸ ἐλλεῖπον μέχρι τοῦ προμαχῶνος, καὶ βέλος ἀφίεται τζαγρόβελος

κατ' αὐτοῦ καὶ περωνᾶται τὸ ἐπισκύνιον διὰ μέσου τῶν ὀφρύων καὶ πίπτει κύμ-

βαχος ἄνωθεν κάτω καὶ οὕτω βιαίως ἀπέῤῥηξε τὴν ψυχήν. Ἁρπάσαντες δ' αὐ-

τὸν οἱ συστρατιῶται, ἔνδον πεσόντος τῆς τάφρου, πολλῶν πεσόντων Τούρκων,

ἔφερον αὐτὸν νεκρὸν ἐν τῷ πολιχνίῳ τῆς Σμύρνης, τὸ κείμενον ἐν τῇ κορυφῇ

τοῦ ὄρους· ὅπερ φρούριον ἐτύγχανεν ἀκρόπολίς ποτε τῆς παλαιᾶς καὶ διεφθαρ-

μένης Σμύρνης· ἀνακαινίσας αὐτὸ προλαβὼν ὀλίγοις ἔτεσιν Ἰωάννης ὁ Δούκας,

βασιλεὺς τῶν Ῥωμαίων, ὁ Ἀτὴν δὲ ἀρχηγὸς Τούρκων, ὁ καὶ πατὴρ τοῦ Ὁμοῦρ,

παρὰ τῶν Ῥωμαίων ἐν ταῖς ἡμέραις Ἀνδρονίκου τοῦ Γέροντος ἔλαβε καὶ κα-

τεῖχε. Τοιοῦτον ἤδη τὸ τέλος ὁ Ὁμοῦρ ἔσχεν.

8

1

Ὁ δὲ Καντακουζηνὸς συνθήκας ποιήσας μετὰ τοῦ κράλη καὶ φι-

λίαν ἄσπονδον, μεσολαβόντων κάστρων καὶ πόλεων καὶ ἐπαρχιῶν τῆς δυστυχοῦς

βασιλείας τῶν Ῥωμαίων καὶ ἀντὶ 〈εἰς〉 Ῥωμαίους δεσπότας κληροδοτηθέντων

εἰς ἡγεμόνας βαρβάρους, Τριβαλλούς τε καὶ Σέρβους, ἤρξατο δὲ κατατρέχειν

καὶ αὐτὸς καὶ λεηλατεῖν καὶ φθείρειν πάσας τὰς πόλεις τῆς Θρᾴκης ἄχρις αὐ-

τῆς Σηλυβρίας. Οἱ δὲ τῆς πόλεως ἐννοήσαντες τὸ γεγονὸς παρὰ τοῦ Ὁμοῦρ τὸν

πέρυσιν χειμῶνα καὶ σκοποῦντες, ὅτι τοῦτον ὁ Καντακουζηνὸς μετεπέμψατο καὶ

αὐτὸς ἦν αἴτιος τῆς ἐνδημίας τοῦ Ὁμοῦρ, οὐκ εἰδότες, ὅτι αὐτόκλητος ἐληλύθει

ἢ ὅτι ἡ κλώθουσα ἀντιστρόφως τὰ νήματα κακὴ τύχη τῶν Ῥωμαίων προεξένησεν

αὐτὸν τοῦ ἐλθεῖν καὶ καταπατῆσαι χώματα εὐθαλῆ Ῥωμαίων γῆς, βουλὴν βου-

λεύονται πονηρὰν καὶ κατὰ τῆς κεφαλῆς αὐτῶν ὀργὴν καὶ μῆνιν θεήλατον. Προ-

ξενοῦσι τῇ δεσποίνῃ Ἄννῃ, τῇ μητρὶ τοῦ βασιλέως Ἰωάννου ἔτι μείρακος, τοῦ

στεῖλαι πρέσβεις εἰς τὸν ἡγεμόνα τῆς Βιθυνίας καὶ Φρυγίας ἔτι δὲ καὶ τῆς

Παφλαγονίας, τὸν ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, τὸν Ὀρχάν, τοῦ αἰτῆσαι ἀρω-

γὴν καὶ βοήθειαν, ὡς ἵνα καταπολεμίσῃ τῷ Καντακουζηνῷ, ἀποστάτῃ ὄντι τῆς

βασιλείας, συνθεμένη δοῦναι αὐτῷ ποσότητα χρυσίου πολλοῦ καὶ οὓς ἐξανδρα-

ποδίσουσιν οἱ Τοῦρκοι Ῥωμαίους ὑπηκόους τοῦ Καντακοζηνοῦ, ἔχωσιν ἄδειαν

πωλεῖν καὶ πιπράσκειν, ἔνθα βούλονται· καὶ τοὺς μὴ θέλοντας πωλῆσαι τοὺς αὐ-

τοῦ αἰχμαλώτους ἀνεμποδίστως περᾶν αὐτοὺς ἀπὸ τοῦ Σκουταρίου καὶ ἄγειν καὶ

φέρειν αὐτούς, ἔνθα βούλονται.

2

Ταῦτα ἐνωτισθεὶς ὁ Ὀρχὰν καὶ ἡδέως ἀκούσας, ἐδίψη γὰρ τὴν τοιαύ-

την πρὸ πολλοῦ γεῦσιν, καὶ θαρσαλέως πηδήσας καὶ μετὰ πολλῆς ἡδονῆς τό·

”Μετὰ χαρᾶς” προσειπών, πέμπει τοὺς πρέσβεις ἀγαλλομένους καὶ χαίροντας·

οὐκ εἰδότες οἱ ἄθλιοι τίνα μετακαλοῦνται εἰς βοήθειαν καὶ ποίαν βοτάνην ἐκθλί-

βουσιν, ἵνα ποιήσωσιν ἔμπλαστρον εἰς τὴν νόσον, ἣν ἡ ἁμαρτία αὐτῶν προεξένησε.

Στείλας οὖν Τούρκους τὸν ἀριθμὸν χιλιάδας δέκα ὁ Ὀρχὰν καί, τὸν πορθὸν δια-

βάντες τῆς Πόλεως, δέχονται τούτους μετὰ χαρᾶς οἱ Πολῖται· καὶ τὰ τῆς πό-

λεως τείχη καὶ τὰς ἔνδον ἀγυιὰς καταπατήσαντες καὶ φιλοξενηθέντες παρὰ τῆς

δεσποίνης καὶ τῶν Ῥωμαίων ἐξίασι κατὰ τοῦ Καντακουζηνοῦ.

3

Ὁ δὲ Καντακουζηνὸς ἀσφαλτώσας τὰ φρούρια καὶ ζῳοτροφίας καὶ τὰ

πρὸς τὴν χρείαν ἅπαντα καλῶς ἐπιμελησάμενος, ἔξεισι καὶ αὐτὸς μετὰ τῶν σὺν

αὐτῷ Ῥωμαϊκῶν καὶ Σερβικῶν στρατευμάτων· καὶ συμπλακεὶς καὶ πρώτην καὶ

δευτέραν εἰσβολήν, οὐκ εἶχον οἱ Τοῦρκοι κερδᾶναί τι τῶν αὐτοῦ, ἦν γὰρ ὁ ἀνὴρ

περὶ τὰ πάντα πολεμικώτατος, ἀλκὴν ἔχων καὶ τέχνην πολέμων ὡς οὐδεὶς τῶν

ἄλλων τοῦ τότε καιροῦ. Ὅσοι μὲν τῶν Τούρκων ἠνδραποδίζοντο, μαχείρας αὐ-

τοὺς παρανάλωμα ἐπεποίει, ὅσοι δὲ τῶν Ῥωμαίων, μόνον τοῖς ἐνδύμασιν αὐτοὺς

ἀφελοῦντες, γυμνοὺς ἀφίεσαν οἴκαδε πορεύεσθαι.

4

Οἱ δὲ Τοῦρκοι τὸ πολεμεῖν ἀφέντες, τὸ σκυλεύειν τὰς κώμας κατέτρε-

χον καὶ δὴ ὁρμαθοὺς ἀναριθμήτους ἐξ ἁλύσεων ἀνθρώπους συμπλέξαντες εἰς τὴν

Κωνσταντίνου ἄνδρας τε καὶ γυναῖκας, θηλάζοντα νήπια καὶ ἐφήβους νέους, ἱε-

ρεῖς καὶ μοναχούς, ἅπαντας φύρδην ὡς πρόβατα, ἐν τῇ λεωφόρῳ ὡς Σκύθας ἢ

Ἀβασγοὺς ἀπεμπολοῦντες ἐκόμιζον. Καὶ τὸ δεινότερον, ὅτι, εἰ ἔτυχε, μὴ παρα-

χρῆμα οὐχ εὑρίσκετο ὁ ἀγοράζων, ἐν ταῖς ὄψεσι τῶν Ῥωμαίων δεινῶς οἱ Ῥω-

μαῖοι παρὰ τῶν βαρβάρων, ὢ τῆς ἀσπλαγχνίας, ἐμαστίζοντο, οὐκ ἄλλο τὸ πα-

νουργευόμενον ἢ ὅτι καμφθέντες αὐτοὺς ἐξωνήσουσι. Τοὺς δὲ μὴ ἐξωνουμέ-

νους παρευθὺς τὸν πορθμὸν διαβάσαντες, ἐν τῇ Προύσῃ καὶ ἀνωτέρω τούτους

ἀπέπεμπον ἐν τοῖς Τούρκοις πιπραθησομένους. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν· Παν-

ταχοῦ κλαυθμοί, πανταχοῦ ὀδυρμοί, πανταχοῦ δάκρυα ἐπ' ὄψεσι τῶν Ῥωμαίων

καὶ ὁ ἐλεῶν οὐκ ἦν οὐτ' Ἕλλην οὔτε βάρβαρος.

9

1

Τότε ὁ Καντακουζηνὸς εἰς νοῦν λαβὼν τὸ γεγονὸς καὶ μὴ φέρων τὴν

ἄτοπον πρᾶξιν, ἣν ἀθέσμως μετεχειρίσαντο οἱ τῆς Πόλεως πρὸς τοὺς ἔξω Ῥω-

μαίους, βουλὴν βουλεύεται πονηράν, Θεοῦ σκληρύνοντος, οἶμαι, τὴν καρδίαν αὐ-

τοῦ διὰ τὸ καταποντισθῆναι ἄρδην τοὺς Ῥωμαίους. Καὶ στείλας πρέσβεις εἰς

τὸν Ὀρχὰν αἰτεῖ παρ' αὐτοῦ βοήθειαν ὡς ἀδικούμενος ὑπὸ τῶν Ῥωμαίων καὶ

ὡς ἐπίτροπος ὢν τῆς βασιλείας τοῦ ἀποιχομένου βασιλέως Ἀνδρονίκου καὶ οἱ

Ῥωμαῖοι φθονήσαντες ἐξέωσαν αὐτὸν τῆς ἐπιτροπῆς καὶ κατέσφαξαν τοὺς αὐτοῦ

συγγενεῖς κἀκεῖνον φυγάδα πεποίηκαν. Εἰ οὖν ἀντιλάβηται αὐτὸν καὶ χεῖρα

βοηθείας ὀρέξῃ, ἔχει δοῦναι αὐτῷ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα μετὰ καὶ

πολλῶν θησαυρῶν χάριν προικὸς καὶ ἔχειν αὐτὸν ὡς υἱὸν καὶ ὑπακούειν αὐτῷ

εἰς πάντα τὰ θελήματα αὐτοῦ. Τότε ὁ Ὀρχὰν ἀκούσας τοὺς πρέσβεις παρ' ἐλπί-

δα γαμικῶν συναλλαγμάτων φθεγγομένους φωνὰς καὶ θησαυρῶν ἀπείρων ἀγγε-

λίας, κεχηνὼς οὑτωσὶ ὡς βοῦς διψῶν ἐν καύσωνι θέρους ἐν λάκκῳ πλήρης ὕδα-

τος ψυχροτάτου πίνων μὴ κορεννύμενος τῶν ναμάτων, οὕτω καὶ οὗτος ἐνωτι-

σθείς, ὑπὸ τῆς βαρβαρικῆς ἀκολασίας—καὶ γὰρ ἀκράτητον τὸ ἔθνος αὐτὸ καὶ

οἰστρομανὲς ὡς οὐδὲ ἓν τῶν πάντων γενῶν, ἀκόλαστον ὑπὲρ πάσας φυλὰς καὶ

ἀκόρεστον ἀσωτίαις, τοσοῦτον γὰρ πυροῦται, ὅτι καὶ κατὰ φύσιν καὶ παρὰ

φύσιν ἐν θηλείαις, ἐν ἄρρεσιν, ἐν ἀλόγοις ζῴοις ἀδεῶς καὶ ἀκρατῶς μιγνύμενον

οὐ παύεται· καὶ ταῦτα τὸ ἀναιδὲς καὶ ἀπάνθρωπον ἔθνος, εἰ Ἑλληνίδα ἢ Ἰτα-

λὴν ἢ ἄλλην τινὰ ἑτερογενῆ προσλάβηται ἢ αἰχμάλωτον ἢ αὐτόμολον, ὡς Ἀφρο-

δίτην τινὰ ἢ Σεμέλην ἀσπάζονται, τὴν ὁμογενῆ δὲ καὶ αὐτόγλωτον ὡς ἄρ-

κτον ἢ ὕαινα βδελύττοντες·—ἀκούσας τοίνυν ὁ ῥηθεὶς ἀρχηγὸς Ὀρχὰν τὴν

πρὸς γάμον τῆς κόρης συνάφειαν, ἦν γὰρ ὡραία τῷ εἴδει καὶ τὴν ὄψιν οὐκ ἄχα-

ρις, καὶ τὸν τῆς προικὸς ὄγκον καὶ τὰ σταλθέντα παρὰ τοῦ Καντακουζηνοῦ

προγαμιαῖα δωρήματα, συνένευσεν εὐκόλως. Καὶ φιλοτιμήσας τοὺς πρέσβεις ἀπέ-

πεμψεν, ὅρκους δοὺς καὶ λαβών, ὡς ἀπὸ τοῦ γε καὶ εἰς τὸ ἑξῆς ἔσται γαμβρὸς

τοῦ Καντακουζηνοῦ καὶ εἰς πᾶσαν ἀρωγὴν καὶ βοήθειαν ὡς υἱὸς πρὸς πατέρα

ἀόκνως ἑτοιμασθήσεται, μόνον τὴν μελλονύμφην σὺν τῇ φερνῇ συντόμως πρὸ

τοῦ ἔαρος εἰ μεταπέμψει· ἔτυχε γὰρ αὕτη ἡ μιαρὰ μνηστεία ἐν Ἰαννουαρίῳ μηνὶ

γενέσθαι τοῦ τότε χρόνου. Καὶ σὺν τούτοις ἐστάλθησαν ὡς πέντε χιλιάδες Τοῦρ-

κοι τῷ Καντακουζηνῷ, ἄνδρες μαχιμώτατοι καὶ ὀξεῖς εἰς θυμὸν καὶ τῶν Ῥω-

μαίων φθορεῖς, ὡς εἰκάσοι τις αὐτοὺς εἰς κύνας καρχαρόδοντας ἢ χάρωντας.

2

Ἀποδεξάμενος οὖν αὐτοὺς ὁ Καντακουζηνὸς κατὰ τὴν συνήθη φιλοφρο-

σύνην μετὰ δώρων ὅτι πλείστων καὶ ὑποσχέσεων κατακορέσας αὐτούς, ἑτοιμά-

ζετο τὴν πρὸς τὸ Βυζάντιον παρασκευὴν ἔχων μεθ' ἑαυτοῦ τὸ στῖφος τῶν Τούρ-

κων καὶ ἑτέρους τόσους ἢ καὶ πλείονας Σέρβους καὶ Ῥωμαίους, ὅσους ἡ Θρᾴκη

τότε ἔχειν ἠδύνατο. Καὶ δὴ ἑτοιμάσας τὰ τῆς προικὸς καὶ πέμψας τὴν θυγατέρα

αὐτοῦ τῷ Ὀρχὰν σὺν πάσῃ τιμῇ καὶ περιφανείᾳ καὶ δόξῃ καὶ πολλῇ τῇ λαμ-

πρότητι, αὐτὸς εἰς πόλεμον ἠσχολεῖτο καὶ δῆτα ἀρξάμενος ἀπὸ Σηλυβρίας ληί-

ζειν καὶ καίειν πάσας κώμας καὶ πόλεις ἄχρις αὐτῆς Πόλεως. Καὶ τοὺς δυστυ-

χεῖς Ῥωμαίους, οὓς μὲν Σέρβοι ᾐχμαλώτευον, εἰς Σερβίαν ἀπέπεμπον, οὓς

δὲ Τοῦρκοι, τὸν πορθμὸν διαβιβάζοντες εἰς Προῦσαν καὶ τὰς λοιπὰς πόλεις δο-

ρυαλώτους ἐπόμπευον. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν· τίνες οἱ αἰχμαλωτίζοντες;

Ῥωμαῖοι· Τίνες οἱ αἰχμαλωτιζόμενοι; Ῥωμαῖοι· Τίνες οἱ σπαθίζοντες; Ῥω-

μαῖοι· Τίνες σπαθιζόμενοι; Ῥωμαῖοι· Τίνων τὰ νεκρὰ σώματα; Ῥωμαίων· Τίνες

οἱ νεκρώσαντες; Ῥωμαῖοι· Ὦ δεινῆς συμφορᾶς·

3

Ἐλθόντος δὲ τοῦ Καντακουζηνοῦ σὺν αὐτῷ τῷ στρατῷ, ὅπερ εἰρήκα-

μεν, ἄχρι καὶ τῶν πυλῶν τῆς Κωνσταντίνου, πολλοὺς τῶν Ῥωμαίων φθείρας

καὶ δορυαλώτους πλείστους καὶ πάντα τὰ πέριξ ἐν ἐρημίᾳ καὶ ἀφανισμῷ κατα-

στήσας, ἐζήτει τὴν πόλιν λέγων ὡς· „Οὐκ ἀδικήσων τινὰ ἢ ἀδικήσας ἐλήλυθα,

ὦ ἄνδρες, ἀλλ' ὡς ἀδικηθεὶς καὶ ἀδικούμενος. Ἐπίτροπός εἰμι τῆς βασιλείας

Ῥωμαίων παρὰ τοῦ ἀποιχομένου βασιλέως Ἀνδρονίκου. Ὁ νεὸς αὐτὸς καὶ διά-

δοχος τῆς βασιλείας ἐμός ἐστι βασιλεὺς καὶ υἱὸς κατὰ θέσιν· οὕτως γάρ μοι ἀνέ-

θηκεν ὁ πατὴρ αὐτοῦ ἐνώπιον τοῦ θεοῦ. Τί κακὸν ἔπραξα, εἰ βούλομαι λαβεῖν

αὐτὸν γαμβρόν; Οὐκ οἴδατε, ὅτι ὁ πατὴρ αὐτοῦ ὡς ἀδελφὸν γνήσιον καὶ ἑώρα

καὶ ἐπρόσεχε καὶ ἐφίλει καὶ τὴν βασιλείαν πολλάκις ὡς ἐκεῖνον αὐτὸν καὶ ἀνε-

τίθει καὶ συνεμέριζε ταύτην μετ' ἐμοῦ; Οὐκ εἰμὶ τῶν ἐνδόξων, τῶν εὐγενεστάτων,

τῶν περιφανῶν, τῶν ἐν πλούτῳ καυχομένων ὁ ὑπέροχος, τῶν ἐν στρατηγίαις

ὁ ἀλκιμώτατος; Τί με καταφρονεῖτε; Καὶ ταῦτα, γένος τῆς κάτω τύχης καὶ μι-

ξοβάρβαρον τυγχάνοντες. Διὰ τί τοῦτο ἦλθον, ὦ πολῖται; Οὐκ ἀδικήσων τινά,

ἀλλὰ μᾶλλον δικαιώσων. Καὶ τοὺς μὲν ἐπταικότας ἀφίημι τὰ παραπτώματα, τοὺς

δ' ἀδικηθέντας δικαιώσω ἐκ τῶν ἐμῶν θησαυρῶν καὶ εἰρηναίαν κατάστασιν

εἰσάξω ἐν τῇ τῶν Ῥωμαίων πολιτείᾳ. Εἰ δ' οὖν, ἐγὼ τὸ πᾶν ἐκδικήσω καὶ ἀντα-

ποδώσω Θεοῦ κελεύοντός μοι διὰ τὰς ἀνομίας ὑμῶν. Ἀνοίξατέ μοι 〈τὰς〉 πύλας·

ὄμνυμι τὸν δεσπότην Χριστὸν καὶ τὴν πανυπέραγνον αὐτοῦ μητέρα, οὐχ ὡς ἐχ-

θρός, ἀλλ' ὡς φίλος φανήσομαι.“

4

Οἱ δὲ τῆς πόλεως τὸ παράπαν ἀπόκρισιν μὴ δόντες, ὡς ἔτυχεν, ἀλλὰ

καταφρονοῦντες, ὕβρεις καὶ ἀτίμους λόγους οἱ τοῦ δήμου χυδαῖοι ἐκ τῶν προ-

μαχώνων κατέχεον αὐτόν τε λοιδοροῦντες καὶ τὴν αὐτοῦ σύζυγον· καὶ τὴν θυγα-

τέραν Ἑλένην,…

ρ…

The complete text is available when the reading interface loads.