The Greek Library Catalogue

Anonymous

Epistula ad Mechemet II

Edition reference
Epistula ad Mechemet II, ed. Reinsch, op. cit., 3–9.
CTS identifier
urn:cts:greekLit:tlg3147.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tisch

15

τε καὶ ἀφηγησάμενος ἐν τῷδε τῷ

βιβλίῳ πέμπω τοῦτο τῇ

βασιλικῇ σου ἐπιστασίᾳ καὶ σοφίᾳ

δοκιμασθησόμενόν τε καὶ κρι-

θησόμενον.

16

κἂν μέν τι γεν-

ναῖον εὑρεθῇ παρ' αὐτῷ τῇ τε

ἀληθείᾳ ξυμβαῖνον καὶ τῶν σῶν

ἔργων ἐφάμιλλον τῇ τε βασιλικῇ

κυρωθείη ψήφῳ, χάριν τε ὁμολο-

γήσομεν τῷ τε θεῷ καὶ σοί, βασι-

λεῦ, τοιαύτην ὕλην ἡμῖν παρα-

σχόντι ταῖς ἀρίσταις τῶν πράξεων

εἰς ἐπίδειξιν τῶν ἡμετέρων λόγων,

καὶ ἅμα θαρροῦντες πρὸς ὅλον

τὸν ἑξῆς ἀγῶνα ἀποδυσόμεθα καὶ

μετὰ χαρᾶς πρὸς τὰ λοιπὰ τῶν

ἔργων χωρήσομεν, ἃ σὺν θεῷ σοι

πεπράξεται, πυθόμενοι δὴ μόνον

καὶ πολλὰ τῶν σφόδρα ἀναγκαίων

καὶ ἀγνοουμένων ἡμῖν.

17

εἰ δὲ φανῶσιν

οἱ ἡμέτεροι λόγοι πολλῷ τῶν σῶν

ἔργων ὄντες καταδεέστεροι καὶ

πρὸς τὸ μέγεθος τούτων οὐκ

ἐξικνούμενοι, ὃ πᾶσα παθεῖν αὐ-

τοὺς ἀνάγκη, τό τε βιβλίον ὡς

ἀχρεῖον ἀποδοκιμασθῇ, τηνικαῦτα

δὴ καὶ αὐτὸς πόρρωθεν προσ-

κυνήσας καὶ σιωπὴν ἀσπασάμενος

ἑτέροις παραχωρήσω τῆς ἱστορίας

πολλῷ τὰ τοιαῦτα ἐμοῦ βελτίοσι.

seragl

t

{ΕΠΙΣΤΟΛΗ

ΠΡΟΣ ΤΟΝ ΜΕΓΙΣΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ}

περιέχουσα τὸν σκοπὸν τοῦ βι-

βλίου

καὶ τὴν αἰτίαν

δηλοῦσα τῆς συγγραφῆς.

ante 1

αὐτοκράτορι μεγίστῳ, βασιλεῖ βα-

σιλέων Μεχεμέτει, εὐτυχεῖ, νικητῇ,

τροπαιούχῳ, θριαμβευτῇ, ἀηττή-

τῳ, κυρίῳ γῆς καὶ θαλάσσης θεοῦ

θελήματι, Κριτόβουλος νησιώτης

δοῦλος τῶν δούλων τῶν σῶν.

1

πολλῶν καὶ μεγάλων ἔργων

αὐτουργὸν ὄντα σε ὁρῶν, ὦ μέ-

γιστε αὐτοκράτωρ, καὶ πολλῶν

καὶ μεγάλων (τῶν πάλαι φημὶ)

στρατηγῶν τε καὶ βασιλέων κρα-

τοῦντα, οὐ μόνον Περσῶν τε καὶ

τῶν ἄλλων γενῶν, ἀλλὰ δὴ καὶ

Ῥωμαίων τε καὶ Ἑλλήνων, ἐπί τε

δόξῃ καὶ φρονήσει καὶ ἀνδρίᾳ καὶ

στρατηγικῇ ἀρετῇ οὐδ' ὅσον

ἐξεῖναι καὶ παραβάλλειν, οὐ δί-

καιον ᾠήθην ἐκείνους μὲν καὶ τὰ

ἐκείνων ἔργα καὶ πράξεις ἐξ ἐκεί-

νου μέχρι καὶ νῦν τῇ διαδοχῇ τοῦ

χρόνου παραδοθέντα ταῖς Ἑλλη-

νικαῖς ἱστορίαις καὶ ξυγγραφαῖς

ᾄδεσθαι καὶ θαυμάζεσθαι παρὰ

πᾶσι καὶ μνήμης ἐς ἀΐδιον ἀπο-

λαύειν, σὲ δὲ τοιοῦτον ὄντα καὶ

τηλικοῦτον πάσης τε σχεδὸν τῆς

ὑφ' ἡλίου κρατοῦντα καὶ λαμπροῖς

καὶ μεγάλοις σεμνυνόμενον ἔργοις

ἐς τὸν ἔπειτα χρόνον ἀμάρτυρον

ἔχειν τὴν ἀρετὴν καὶ τὰ

μέγιστα καὶ κάλλιστα τῶν ἔρ-

γων τῶν σῶν ὥσπερ τινὰ τῶν

ἀφανῶν καὶ ἀδόξων μηδεμιᾶς γοῦν

μνήμης ἢ ξυγγραφῆς Ἑλληνικῆς

ἀξιῶσαι τοὺς νῦν, ἀλλ' ἐᾶσαι

ταῦτα λήθης παραδοθῆναι βυθοῖς,

καὶ τὰ μὲν τῶν ἄλλων ἔργα σμικρά

τε ὄντα καὶ κατ' οὐδὲν ἐπεοικότα

τοῖς σοῖς πολύ τοι ἐπιφανέστερα

καὶ ἐπικυδέστερα ἐς ἀνθρώπους

ἕνεκά γε Ἑλλήνων καὶ τῆς Ἑλλή-

νων ἱστορίας γενέσθαι, τὰς δὲ σὰς

πράξεις μεγίστας τε οὔσας καὶ

κατ' οὐδὲν ἀπεοικυίας τῶν Ἀλεξ-

άνδρου τοῦ Μακεδόνος καὶ τῶν

κατ' ἐκεῖνον στρατηγῶν τε καὶ

βασιλέων μὴ Ἑλληνικῶς ἐς τοὺς

Ἕλληνας ἐκδοθῆναι μηδὲ τῷ μετὰ

ταῦτα χρόνῳ παραδοθῆναι εἰς

ἔπαινον μὲν ἀγήρω καὶ τιμὴν τοῦ

κατωρθωκότος, μίμημα δὲ καὶ μά-

θημα κάλλιστον τοῖς σπουδαίοις,

καίτοι σύ γε δὴ μόνος βασιλέων

ἢ κομιδῇ σὺν ὀλίγοις ἔργα συνῆψας

καὶ λόγους καὶ φιλοσοφίαν καὶ

βασιλείαν ὁ αὐτὸς ὢν βασιλεύς

τ' ἀγαθὸς κρατερός τε μαχητής.

2

διὸ δή μοι καὶ προσῆκόν τε

ἅμα καὶ δίκαιον ἔδοξε τῇ σῇ ἀγαθῇ

τύχῃ θαρρήσαντι τὸν παρόντα

πόνον ἀναδέξασθαι καὶ τὰς σὰς

ἀριστείας καὶ πράξεις πολλῷ τῶν

ἄλλων διαφερούσας κατά τε πλῆ-

θος καὶ μέγεθος ὡς οἷόν τέ μοι

Ἑλληνικῇ ξυγγραφῇ παραδοῦναι.

3

ἴσως μὲν γὰρ καὶ πολλοὶ τῶν

ἐλλογίμων Ἀρράβων τε καὶ Περ-

σῶν ἀκριβέστερον ἀναγράψουσι

ταύτας καὶ τοῖς μεθ' ἡμᾶς παρα-

δώσουσιν ἐπιστάμενοί τε καλῶς

καὶ παρηκολουθηκότες τοῖς ἔρ-

γοις, οὐδὲν δὲ οἷον ἡ τῶν Ἑλλή-

νων φωνὴ μέγιστον ἔχουσα παρὰ

πᾶσι τὸ κλέος· κἀκεῖνα μὲν Πέρ-

σαις καὶ Ἄρραψιν ἔσται γνώριμα

μόνοις καὶ τοῖς τὴν ἐκείνων ἐπαΐ-

ουσι γλῶτταν, ταῦτα δὲ οὐχ Ἕλλησι

μόνον, ἀλλὰ καὶ τοῖς ἑσπερίοις

ἅπασι τῶν γενῶν καὶ δὴ καὶ τοῖς

ἔξω Στηλῶν καὶ τοῖς τὰς Βρετανι-

κὰς Νήσους οἰκοῦσι καὶ πολλοῖς

ἄλλοις κοινή τις ἔσται φιλοτιμία

καὶ θαῦμα ἐς τὴν ἐκείνων γλῶτ-

ταν ἑρμηνευθέντα φιλέλλησί τε

οὖσι καὶ τὰ τοιαῦτα σπουδαίοις.

ὃ δή με καὶ μᾶλλον ἐπῆρε πρὸς

τοῦτο, πολλοὺς ἕξειν λογιζομένῳ

καὶ κριτὰς καὶ μάρτυρας τῆς ἐμῆς

συγγραφῆς.

4

τοίνυν, ὦ μέγιστε αὐτοκρά-

τωρ, πολλὰ πονήσας ἤδη (οὐδὲ

γὰρ αὐτὸς τοῖς ἔργοις παρῆν, ἵνα

δὴ καὶ τὸ ἀκριβὲς τούτων εἰδέναι

ἔχοιμι, ἀλλ' ἱστορῶν τε ἅμα καὶ

πυνθανόμενος τῶν εἰδότων καὶ ὡς

ἐνῆν ἀκριβῶς ἐξετάζων) ξυνέ-

γραψα τουτὶ τὸ βιβλίον ἐν πέντε

τμήμασι διελών, ἀρχὴν τῆς ξυγ-

γραφῆς ποιησάμενος, ἥνπερ καὶ

αὐτὸς ἐποιήσω τῆς βασιλείας ἐκ

τῆς Ἀσίας ἐς τὴν Εὐρώπην τὸ

πρῶτον διαβὰς μεταστάντος σοι

τοῦ πατρός.

5-15

περιέχει δὲ τὸν πόλεμον

Ῥωμαίων καὶ τὴν τῆς Πόλεως

ἅλωσιν τά τε τῆς Αἴνου καὶ τῶν

Φωκέων καὶ δὴ καὶ τῶν Τριβαλ-

λῶν, ὡς ἐπράχθη, καὶ τὴν ὅλην

τούτων καταστροφὴν καὶ δουλεί-

αν· ἔτι δὲ τὴν ἐς Πελοπόννη-

σον πρώτην καὶ δευτέραν ἐσ-

βολὴν τοῦ βασιλέως, καὶ ὡς ὑπ-

ηγάγετο πᾶσαν καὶ τὰς ἐν αὐτῇ

πόλεις ἐχειρώσατο, τὰς μὲν ὁμο-

λογίᾳ, τὰς δὲ καὶ πολέμῳ, ἐχυρω-

τάτας τε οὔσας καὶ λόγου ἀξίας,

Κόρινθόν τέ φημι καὶ Σπάρτην καὶ

Τέγεαν καὶ Πάτρας τῆς Ἀχαΐας,

καὶ φρούρια ἐξεῖλε πλεῖστα καὶ

ἐρυμνότατα καὶ κατέστησε πᾶσαν

τὴν Πέλοπος φόρου ὑποτελῆ·

τήν τε ἐς τὴν Ἰλλυρίδα πρώτην

ἐσβολὴν καὶ δῄωσιν ταύτης καὶ

λείας ἔλασιν ὅτι γε πλείστης·

πρὸς δὲ τούτοις τά τε κατὰ

Σινώπην καὶ Τραπεζοῦντα, πόλεις

μεγάλας τε καὶ εὐδαίμονας καὶ

βασίλεια οὔσας, καὶ ὡς παρ-

εστήσατο ταύτας ὁμολογίᾳ καὶ

πᾶσαν τὴν ἔξω χώραν αὐτῶν ἐχει-

ρώσατο·

πρὸς δέ γε οἰκοδομὰς

ἐν τῇ Πόλει λαμπράς τε καὶ

πολυτελεῖς νεών τε καὶ νεωρίων

καὶ βασιλείων καὶ ἀγορῶν

καὶ φρουρίων,

τά τε ἄλλα τῶν ἔργων ἑξῆς

ὡς ἐπράχθη πάντα καὶ δὴ καὶ δημη-

γορίας τῶν πάνυ σπουδαίων τοῦ

αὐτοκράτορος, χρόνου τε πλῆθος

ἔτη ἑπτὰ

πρὸς τοῖς δέκα.

πέμπω τοίνυν 〈τοῦτο〉 τῇ

βασιλικῇ σου ἐπιστασίᾳ καὶ σοφίᾳ

δοκιμασθησόμενόν τε καὶ κρι-

θησόμενον.

16

κἂν μέν τι γεν-

ναῖον εὑρεθῇ παρ' αὐτῷ τῇ τε

ἀληθείᾳ συμβαῖνον καὶ τῶν σῶν

ἔργων ἐφάμιλλον τῇ τε βασιλικῇ

κυρωθείη ψήφῳ, χάριν τε ὁμολο-

γήσομεν τῷ τε θεῷ καὶ σοί, βασι-

λεῦ, τοιαύτην ὕλην ἡμῖν παρα-

σχόντι ταῖς ἀρίσταις τῶν πράξεων

εἰς ἐπίδειξιν τῶν ἡμετέρων λόγων,

καὶ ἅμα θαρροῦντες πρὸς ὅλον

τὸν ἑξῆς ἀγῶνα ἀποδυσόμεθα καὶ

μετὰ χαρᾶς πρὸς τὰ λοιπὰ τῶν

ἔργων χωρήσομεν.

πυθόμενοι δὴ μόνον

καὶ πολλὰ τῶν σφόδρα ἀναγκαίων

καὶ ἀγνοουμένων ἡμῖν, δι' ἃ δὴ

καὶ ἐς δεῦρο τὴν ὅλην ξυγγραφὴν

ἀνηρτήσαμεν.

17

εἰ δὲ φανῶσιν

οἱ ἡμέτεροι λόγοι πολλῷ τῶν σῶν

ἔργων ὄντες καταδεέστεροι καὶ

πρὸς τὸ μέγεθος τούτων οὐκ

ἐξικνούμενοι, ὃ πᾶσα παθεῖν αὐ-

τοὺς ἀνάγκη, τό τε βιβλίον ὡς

ἀχρεῖον ἀποδοκιμασθῇ, τηνικαῦτα

δὴ καὶ αὐτὸς πόρρωθεν προσ-

κυνήσας καὶ σιωπὴν ἀσπασάμενος

ἑτέροις παραχωρήσω τῆς ἱστορίας

πολλῷ τὰ τοιαῦτα ἐμοῦ βελτίοσιν.