Historiae
- Edition reference
- Historiae, ed. Reinsch, op. cit., 11–207.
- CTS identifier
urn:cts:greekLit:tlg3147.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
t
1
{ΚΡΙΤΟΒΟΥΛΟΥ}
ΞΥΓΓΡΑΦΗΣ ΙΣΤΟΡΙΩΝ ΠΡΩΤΗ
περιέχει ἥδε ἀρχὴν τῆς βασιλείας Μεχέμετι μεγίστου αὐτοκράτορος
καὶ πάροδον ἐς αὐτήν, ἔργα καὶ πράξεις αὐτοῦ τειχισμόν τε τοῦ ἐν
Βοσπόρῳ νέου φρουρίου πόλεμόν τε τῆς Κωνσταντινουπόλεως καὶ
ἅλωσιν ταύτης, χρόνου πλῆθος ἔτη τρία.
1
1
{σημείωσαι τὰς αἰτίας τῆς συγγραφῆς}
Κριτόβουλος ὁ νησιώτης, τὰ πρῶτα τῶν Ἰμβριωτῶν, τὴν ξυγ-
γραφὴν τήνδε ξυνέγραψε δικαιώσας μὴ πράγματα οὕτω μεγάλα καὶ
θαυμαστὰ ἐφ' ἡμῶν γεγονότα μεῖναι ἀνήκουστα, ἀλλὰ ξυγγραψάμενος
παραδοῦναι ταῖς μεθ' ἡμᾶς γενεαῖς, ὡς μήτε ἔργα γενναῖά τε καὶ
ἀξιαφήγητα καὶ τῶν παλαιῶν λειπόμενα μηδενὸς τῷ χρόνῳ καλυ-
φθέντα ἐξ ἀνθρώπων ἀφανισθείη μήτε οἱ γεγονότες ἐς ὕστερον τὰ
μέγιστα ζημιωθεῖεν τοιαύτης ἀμοιρήσαντες ἱστορίας τε καὶ μαθήσεως,
καὶ οἱ ταῦτα δὲ πράξαντες ἔχωσί τι μνημεῖον κάλλιστον εἰς τὸν ἔπειτα
χρόνον τῆς σφῶν αὐτῶν ἀνδρίας καὶ ἀρετῆς ἐκ τῆσδε τῆς ξυγγραφῆς
καὶ τῆς τῶν ἔργων ἀποδείξεως.
2
ἐδόκει δέ μοι καὶ διὰ τόδε οὐχ
ἥκιστα ἀναγκαία εἶναι ἥδε ἡ νῦν ξυγγραφή· τὰ μὲν γὰρ παλαιὰ τῶν
ἔργων πρεσβύτατα ὄντα καὶ μέγιστα δυσπαράδεκτά πώς εἰσι καὶ εἰς
ἀκοὴν ἔρχεται μόγις τῷ χρόνῳ ὥσπερ γηράσκοντα καὶ διαπιστούμενα
ἢ τῷ γε πολλῷ τῆς μνήμης συνεθισμῷ καὶ καταφρονεῖται· πᾶν γὰρ τὸ
πλεονάζον ἐς κόρον ἥκει, κόρος δὲ ἀηδίαν φέρει. τὰ δὲ δὴ νῦν καινά
τε ὄντα καὶ προσεχῆ καὶ ὡς γνώριμα εὐπαράδεκτά τέ ἐστι καὶ κατ-
έχεται καὶ ὡς προσεχῆ μᾶλλον θαυμάζεται, καὶ τοσούτῳ μᾶλλον ὅσῳ
καὶ μᾶλλον διαφέροντα ᾖ καὶ τὴν πίστιν ἔχοντα τῷ σαφεῖ καὶ γνωρίμῳ
χαιρόντων τε τῶν ἀνθρώπων ὡς τὰ πολλὰ τοῖς καινοτέροις τῶν ἔργων
καὶ τούτοις μᾶλλον ἐθελόντων ἕπεσθαι.
3
διὰ ταῦτα δὴ καὶ ἕτερα
τοιαῦτα ἀναγκαία μοι κατεφάνη εἶναι ἥδε ἡ ξυγγραφή· ἔργα τε γὰρ
δὴ μεγάλα καὶ θαυμαστὰ ἐν τοῖς νῦν καιροῖς καὶ τάδε ἐπράχθη οἷα τὸ
παλαιὸν ἐν Ἕλλησι καὶ βαρβάροις, προσέτι δὲ καὶ Ῥωμαίοις, μεγίστην
ἀπόδειξιν παρεχόμενα ἀρετῆς καὶ ἀνδρίας τῶν ἐπιφανεστάτων ἀνδρῶν
ἀρχή τε κατελύθη μεγίστη δὴ καὶ πρεσβυτάτη ὧν ἴσμεν ἐν ὀλίγῳ χρόνῳ
καταπολεμηθεῖσα ἡ τῶν Ῥωμαίων κίνησίς τε μεγίστη δὴ πάντων γέγο-
νεν αὕτη καὶ μεταβολὴ πραγμάτων οὐ τῶν τυχόντων.
4
γράψω δὴ
καθέκαστα ὡς ἐγένετο ἀκριβῶς τούς τε λόγους ξυναρμόζων τοῖς ἔργοις
τά τε ἔργα μηδαμοῦ τῶν καιρῶν ἀποδιιστὰς ἔν τε τοῖς προσώποις καὶ
τοῖς καιροῖς τὴν γιγνομένην τάξιν μετὰ τοῦ προσήκοντος σῴζων καὶ
διὰ πάντων τἀληθοῦς πλεῖστον λόγον ποιούμενος.
2
1
τὰ μὲν οὖν πρὸ ἡμῶν καὶ ὅσα ἐς τοὺς ἄνω χρόνους ἥκει τοῦδε
τοῦ γένους ἢ ὅσα οἱ ἐξ ἐκείνων μέχρις ἡμῶν διαδοχῇ προσεχεῖ κατ-
αγόμενοι βασιλεῖς αὐτῶν κατὰ καιροὺς ἔπραξαν ἔργα γενναῖα καὶ θαυ-
μαστὰ καὶ πολέμους οὓς ἐπολέμησαν καὶ νίκας ἃς ἐπεξῆλθον, δι' ὧν
τὴν τῶν Ῥωμαίων μεγάλην ἀρχὴν τοῦ χρόνου προϊόντος κατὰ μικρὸν
ἐταπείνωσάν τε καὶ ἐς τόδε κατήγαγον, ἕως ἐχειρώσαντο πᾶσαν καὶ
καθεῖλον τελείως, τὰ δὴ τοιαῦτα πολλοῖς τε εἴρηται πρὸ ἡμῶν καὶ
ἡμῖν ἐς τὸ παρὸν οὐ σκοπὸς περὶ τούτων διεξιέναι οὐδὲ τῆς παρούσης
ὕλη νῦν ξυγγραφῆς· ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον θεοῦ διδόντος ἐν
ἄλλοις βιβλίοις ξυντάξομεν ἰδίαν ξυστησάμενοι πραγματείαν ἀκριβῶς
ἐπιμνησθέντες τῶν τε καιρῶν τῶν τε πραγμάτων τῶν τε καλῶς ἐπεξειρ-
γασμένων αὐτά.
2
εἰ γὰρ καὶ πολλοὶ περὶ τούτων εἰρήκασιν, ἀλλ'
οὐ κατὰ τάξιν οὐδὲ καλῶς τε καὶ ὡς ἔδει τὴν ἱστορίαν ξυνέθεσαν,
ἀλλ' ὡς ἂν ἐπῆλθεν αὐτοῖς ἢ κατὰ τὸ δοκοῦν τῆς γνώμης ἢ τὸ ξυμ-
βαῖνον τῆς μνήμης ἢ τῆς τῶν πραγμάτων πείρας εἶχον, τῆς δ' ἀκριβείας
ὀλίγον ἐφρόντισαν.
3
οὔκουν, οὐ περὶ τούτων ὁ λόγος ἡμῖν νῦν,
ἀλλ' ὅπως τὰ τοῦ νῦν μεγάλου βασιλέως ἔργα Μεχεμέτεω μέγιστά τε
ὄντα καὶ μηδεμίαν ὑπερβολὴν τοῖς πρὸ αὐτῶν καταλείποντα ἰδίᾳ
ξυγγραφῇ τε καὶ ἀφηγήσει τοῖς μεθ' ἡμᾶς παραδῶμεν μίμημά τε καὶ
σπούδασμα κάλλιστον τοῖς αἱρουμένοις τε καὶ ψυχῆς ἀνδρίαν ὑπο-
φαίνουσι προθέντες αὐτά.
4
τοσοῦτον γὰρ οὗτος οὐ μόνον τῶν
ἄλλων τοὺς πρὸ αὐτοῦ, ἀλλὰ δὴ καὶ τοὺς ἐκ γένους αὐτῷ βασιλεῖς
κατά τε ἀρετὴν καὶ ἀνδρίαν καὶ στρατηγίαν καὶ τύχην καὶ τὴν τῶν
πολεμικῶν ἐμπειρίαν ὑπερεβάλλετο, ὅσον ἐκεῖνοι τοὺς πρὸ αὐτῶν τε
καὶ κατ' αὐτοὺς γενομένους τούτοις ἀπέκρυψαν.
3
1
{παραίτησις}
παραιτοῦμαι δὲ τούς τε νῦν τούς τε χρόνῳ ὕστερόν ποτε ξυν-
εσομένους τῇδε τῇ ξυγγραφῇ μηδεμίαν ἀβελτερίαν ἢ κακοήθειαν κατα-
γνῶναι ἡμῶν, εἰ μήτε ξυναλγοῦντες ταῖς ἡμετέραις κακοπραγίαις μήτε
δὴ ταῖς τοῦ γένους βαρούμενοι ξυμφοραῖς προῃρήμεθα ἀναγράφειν
τε καὶ φανερῶς ἐκπομπεύειν καὶ διασύρειν τὰ οἰκεῖα κακὰ δέον ξυν-
καλύπτειν μᾶλλον ἐς δύναμιν καὶ μηδαμοῦ τοῖς πολλοῖς ἔκφορα καθ-
ιστᾶν.
2
πρῶτον μὲν γὰρ οὐχ ὥστε μέμψιν τινὰ περιάψαι τῷ γένει
οὐδ' ἐπὶ τῷ κακῶς εἰπεῖν τε καὶ διασῦραι τὰ ἡμέτερα ἐς τόδε προ-
ήχθημεν· πόρρω γὰρ τοῦτο καὶ τῆς παρούσης πραγματείας καὶ τοῦ
προκειμένου σκοποῦ, ἀλλὰ δὴ καὶ τοῦ ἤθους ἡμῶν. οὐχ οὕτω γὰρ ἡμεῖς
ἀνάλγητοι καὶ πικροὶ τὴν γνώμην ὥστε πρὸς τοῖς οὖσι κακοῖς ἀντὶ
τοῦ συναλγεῖν μᾶλλον καὶ κατηγορίαν προστρίβειν ἐθέλειν καὶ περιάπ-
τειν τῷ γένει.
3
ἔπειτα οὐδ' οὕτως εὐήθεις ἢ διακρίσεως ἄμοιροι καὶ
τῶν ἀνθρωπίνων πραγμάτων ὅλως ἐκτὸς ὡς μήτε τὰς τούτων εἰδέναι
τύχας τε καὶ μεταβολὰς μήτε τὸ ἄστατον καὶ ἀβέβαιον καὶ ἀνώμαλον,
ἀλλ' ἐν τοσαύτῃ ξυγχύσει καὶ ἀταξίᾳ πραγμάτων καὶ τοῖς κοινοῖς
τῆς φύσεως ἀρρωστήμασι παρὰ μόνου τοῦ ἡμετέρου γένους ζητεῖν
τὸ ὑγιές τε καὶ στάσιμον καὶ ὅλως ἀκίνητον ὡς ἂν ἔξω τούτων παντά-
πασιν ὄντος ἢ κρείττονός τινος φύσεως καὶ μηδαμοῦ δυναμένου ξυμ-
φέρεσθαί τε καὶ ξυμμεταβάλλειν τοῖς ἄλλοις.
4
τίς γὰρ οὐκ οἶδεν,
ὡς, ἐξότου γεγόνασιν ἄνθρωποι, τὰ τῆς βασιλείας καὶ τῆς ἀρχῆς οὐδ'
ὅλως ἔμεινεν ἐπὶ τῶν αὐτῶν οὐδ' ἑνὶ γένει τε καὶ ἔθνει περιεκλείσθη,
ἀλλ' ὥσπερ πλανώμενά τε ἀεὶ καὶ ἐξ ἐθνῶν ἔθνη καὶ τόπους ἐκ τόπων
ἀμείβοντα πανταχοῦ μεταβέβηκέ τε καὶ περιέστη, νῦν μὲν ἐς Ἀσσυ-
ρίους καὶ Μήδους καὶ Πέρσας, νῦν δὲ ἐς Ἕλληνας καὶ Ῥωμαίους
κατὰ καιρούς τε καὶ περιόδους ἐνιαυτῶν ἐπιχωριάσαντά τε καὶ οὐδέ-
ποτε ἐπὶ τῶν αὐτῶν βεβηκότα;
5
οὐδὲν τοίνυν θαυμαστὸν καὶ νῦν
τὰ ἑαυτῶν δρᾶσαί τε καὶ παθεῖν καὶ Ῥωμαίους μὲν τὴν ἀρχὴν καὶ τὴν
τύχην ἀπολιπεῖν, πρὸς ἑτέρους δὲ διαβῆναί τε καὶ μεταχωρῆσαι,
ὥσπερ ἐξ ἄλλων ἐς τούτους, πανταχοῦ τὴν ἰδίαν φύσιν τε καὶ τάξιν
τηροῦντα.
6
πῶς οὖν ἔνεστιν ἡμῖν δικαίως τοῦ γένους κατηγορεῖν
ὡς μὴ δυνηθέντος διὰ τέλους κατασχεῖν τὴν εὐδαιμονίαν καὶ τηρῆσαι
τὴν ἀρχὴν καὶ τὴν τύχην ἀπαρασάλευτον;
7
εἰ δέ τινες ἐν καιροῖς
ἰδίοις τῶν πραγμάτων ἐπιστατοῦντες μοχθηρίᾳ φύσεως κακοὶ γεγόνασι
περὶ τὴν ἀρχὴν καὶ τοῖς πράγμασιν οὐκ εἰς δέον ἐχρήσαντο, οὐκ ἔστι
τοῦτο τοῦ γένους ἁμάρτημα, ἀλλὰ τῶν κακῶς τε καὶ ὡς οὐκ ἔδει
χρησαμένων τοῖς πράγμασιν· οὓς καὶ δίκαιον μόνους εὐθύνειν, ἀλλὰ μὴ
τοῦ γένους κατηγορεῖν, ὥσπερ δὴ καὶ τοὺς ἀγαθοὺς νῦν ἐπαινεῖν καὶ
τὰ τούτων ἔργα ἐκ παντὸς τρόπου θαυμάζειν τε καὶ κοσμεῖν καὶ μὴ διὰ
τὴν ἐνίων ῥᾳθυμίαν τε καὶ κακίαν ἀποστερεῖν ἐθέλειν τούτους τῶν
ἐπαίνων καὶ τῶν ἄθλων τῆς ἀρετῆς· ἀλλ' οὐ δίκαιον.
8
τοῦτο τοίνυν
καὶ Ἰώσηπος ὁ Ἑβραῖος εἰδὼς φιλαλήθης ὢν καὶ τοῖς πράγμασι καλῶς
ἐφιστῶν ἐπαινεῖ μὲν ἐν τῷ τῆς ἁλώσεως βιβλίῳ τὴν Ῥωμαίων τύχην
καὶ ἀρετὴν καὶ τῷ λόγῳ φιλαλήθως ἐπαίρει, καθάπτεται δὲ τῶν ἐν
τῷ γένει φανέντων κακῶν τούς τε μηδὲν ἠδικηκότας τῶν ὀνειδῶν
ἀπαλλάττει· ὃ δὴ καὶ ἡμεῖς ἐξ ἅπαντος τρόπου ποιήσομεν μηδὲν ὑπο-
στειλάμενοι τὸ παράπαν, ἀλλ' ἐν πᾶσι τό τε προσῆκον καὶ τὴν ἀλήθειαν
σῴζοντες. καὶ τούτων μὲν ἅλις, τῶν δὲ προκειμένων ἐχώμεθα.
4
1
{ἀρχὴ τῆς ἱστορίας}
ἔτος μὲν οὖν ἐνειστήκει τῶν ἀπ' ἀρχῆς ἔννατον καὶ πεντηκοστὸν
πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις, καὶ τελευτᾷ τὸν βίον
Μωράτης ὁ βασιλεὺς ζήσας τὰ πάντα δύο καὶ πεντήκοντα ἔτη, ἄρξας
δὲ ἓν καὶ τριάκοντα, ἀνὴρ ἄριστος ἐν πᾶσι καὶ μεγαλόφρων, ἀλλὰ δὴ
καὶ στρατηγικώτατος καὶ πολλὰ παρὰ τὸν βίον ἐπιδειξάμενος ἔργα
γενναῖα καὶ θαυμαστά, ὥσπερ δὴ μαρτυροῦσιν αἱ πράξεις αὐταί, τοῦ
λαμπροτάτου γένους ὢν Ἀτουμάνων ἕκτος αὐτὸς εὐγενὴς ἐξ εὐγενῶν.
2
{ὅρα τὴν γενεὰν ἄνωθεν τοῦ βασιλέως γενεαλογουμένου ἀπὸ
Περσέως καὶ Ἀχαιμένου τῶν εὐγενῶν Ἑλλήνων ἄνωθεν}
οὗτοι δὲ τοῦ παλαιτάτου γένους εἰσὶν Ἀχαιμενιδῶν τε καὶ Περ-
σειδῶν, ἀφ' ὧν δὴ γενῶν οἱ τῶν Περσῶν βασιλεῖς πάντες κατήγοντο.
ἦσαν μὲν γὰρ δὴ καὶ ἄλλα γένη Περσῶν, ὡς Ἡρόδοτος ἱστορεῖ, ἀλλὰ
δημοτικὰ καὶ κοινά, ταῦτα δὲ μόνα ἐξαίρετα ἦσαν τῶν βασιλέων τὸ
ἀνέκαθεν ἀπὸ Ἀχαιμένους καὶ Περσέως ἔχοντα τὴν ἀρχήν· οὗτοι δ'
ἦσαν Ἕλληνες ἀπὸ Δαναοῦ καταγόμενοι καὶ Λυγκέως, οἵτινες Αἰγύπ-
τιοι ὄντες τὸ ἐξαρχῆς ἐκ πόλεως Χέμμιος τῆς ἐν τῷ Ἕλει κειμένης ἐς
τὴν Ἑλλάδα μετῳκίσθησαν. χρόνοις δ' ὕστερον οἱ τούτων ἀπόγονοι
κατὰ συμφοράς, Ἀχαιμενίδαι τε καὶ Περσεῖδαι, διαβάντες ἐς τὴν
Ἀσίαν ἐν Περσίδι τὴν ἀρχὴν κατεστήσαντο καὶ τελευτήσαντες οὗτοι
κατέλιπον τό τε γένος καὶ τὴν ἐπωνυμίαν τῷ τόπῳ.
3
τελευτήσαντος
δ', ᾗπερ ἔφην, Μωράτεω παραλαμβάνει τὴν βασιλείαν Μεχεμέτης ὁ
τούτου υἱὸς ἕβδομος αὐτὸς εἰκοστὸν ἔτος ἄγων ἤδη τῆς ἡλικίας μετά-
πεμπτος ἐξ Ἀσίας γεγονώς· ἐκεῖ γὰρ εἶχε τὴν ἀρχὴν δόντος αὐτῷ τοῦ
πατρός.
4
{ὅρα σημεῖα παρακολουθήσαντα ξένα ἐπὶ τῇ εἰς
τὴν βασιλείαν παρόδῳ τοῦ βασιλέως}
πολλὰ δ' εὐθὺς τότε καὶ παρὰ τὸ εἰωθὸς ὑπεσήμηνε τὸ θεῖον
ἀήθη τέ τινα καὶ τερατώδη, ὥσπερ δὴ κἀν τῇ τούτου γεννήσει, οὕτω
δὴ κἀν τῇ εἰς τὴν βασιλείαν παρόδῳ· σεισμοί τε γὰρ ἀήθεις καὶ ξένοι
γεγόνασι καὶ βρασμοὶ γῆς καὶ τὰ ἐξ οὐρανοῦ, βρονταί τε καὶ ἀστραπαὶ
σκληραὶ καὶ σκηπτοὶ καὶ πρηστῆρες φρικώδεις καὶ σέλας ὁρώμενον
καὶ οἷα πολλὰ πολλάκις προφοιβάζειν φιλεῖ τὸ θεῖον ἐπὶ ταῖς μεγίσταις
τῶν καθεστώτων καινοτομίαις τε καὶ μεταβολαῖς. οἵ τε μάντεις τε
καὶ θεοφορούμενοι καὶ δὴ καὶ χρησμολόγοι καὶ θεοπρόποι πολλὰ
ἐπεθείαζόν τε καὶ ᾖδον ἐπί τε τοῖς μέλλουσι γίνεσθαι καὶ ἅμα παρα-
δηλοῦντα τὴν τοῦ νέου βασιλέως ἐσομένην περὶ πάντα τύχην καὶ
ἀρετὴν καὶ ὡς μέγιστον ἐν πᾶσιν ἔσται τὸ κράτος αὐτῷ καὶ πάντας
ὑπερβαλεῖται τοὺς πρὸ αὐτοῦ βασιλέας πολλῷ τινι καὶ ἀπείρῳ τῷ μέσῳ
ἐπί τε δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ κατορθώμασι.
5
1
καταστὰς δὲ κληρονόμος μεγάλης ἀρχῆς καὶ πολλῶν μὲν χρη-
μάτων, πολλῶν δὲ ὅπλων, πολλῶν δὲ στρατιωτῶν τε καὶ καταλόγων
γενόμενος κύριος καὶ τί γὰρ ἢ τὰ πλεῖστα καὶ κράτιστα τῆς Ἀσίας τε
καὶ Εὐρώπης ἔχων ὑφ' ἑαυτὸν οὐκ ἀποχρῆν ἐνόμισεν αὐτῷ ταῦτα οὐδὲ
τοῖς παροῦσιν ἠγάπησεν, ἀλλ' εὐθὺς πᾶσαν ἐπέτρεχε τὴν οἰκουμένην
τῷ λογισμῷ καὶ τὴν ταύτης ἀρχὴν εἶχεν ἐν νῷ καὶ πρὸς Ἀλεξάνδρους
ἑώρα καὶ Πομπηίους καὶ Καίσαρας καὶ τοὺς κατ' ἐκείνους βασιλεῖς
τε καὶ στρατηγούς.
2
{σημείωσαι ὡς καὶ φιλόσοφος ἦν ὁ βασιλεύς}
εἶχε μὲν γὰρ καὶ τὴν φύσιν συνεργοῦσαν καλῶς τό τε δραστήριον
αὐτῆς καὶ ὀξὺ περὶ πάντα καὶ τὸ τῆς ψυχῆς ἄγαν ἀρχικὸν καὶ βασιλι-
κόν, μάλιστα δὲ πρὸς τοῦτο ἐνῆγον αὐτὸν ἥ τε σοφία καὶ τὸ πάντα
τὰ τῶν παλαιῶν εἰδέναι καλῶς· ἤσκητο γὰρ ἐς ἄκρον πᾶσαν τὴν
Ἀρράβων καὶ Περσῶν καὶ ὅση τῶν Ἑλλήνων ἐς τὴν Ἀρράβων τε καὶ
Περσῶν γλῶσσαν μεθερμηνεύθη, λέγω δὴ τῶν ἀπὸ τοῦ Περιπάτου καὶ
τῆς Στοᾶς, παιδευταῖς χρησάμενος Ἀρράβων τε καὶ Περσῶν τοῖς
σπουδαιοτάτοις τε καὶ σοφοῖς τὰ τοιαῦτα.
3
{σπονδαὶ τοῦ βασιλέως μετὰ Κωνσταντίνου
τοῦ βασιλέως Ῥωμαίων καὶ Καραμάνου}
οὕτω δὲ γνώμης ἔχων καὶ τοιούτοις χρώμενος λογισμοῖς οὐδεμίαν
ἀναβολὴν ἔτι δίδωσι τῷ τε καιρῷ καὶ τοῖς πράγμασιν, ἀλλ' εὐθὺς
ὅλος γίνεται τούτων. καὶ πρῶτα μὲν σπένδεται Ῥωμαίοις καὶ βασιλεῖ
Κωνσταντίνῳ, μετὰ δὲ τοῦτο καὶ Καραμάνῳ τῷ τῆς ἄνω Φρυγίας τε
καὶ Κιλικίας ἐπάρχοντι ἔς τε τὸ παρὸν λυσιτελεῖν τοῦτο τοῖς αὑτοῦ
πράγμασιν ἡγησάμενος.
4
ἔπειτα ἐς ἐξέτασιν καθίσταται τῆς ὅλης
ἀρχῆς τάς τε τῶν ὑπ' αὐτῷ γενῶν σατραπείας φυλοκρινῶν καὶ τοὺς
μὲν ἐκβάλλων, τοὺς δὲ ἀντεισάγων τῶν σατραπῶν, ὅσοι τούτῳ ἐδόκουν
στρατηγίᾳ τε καὶ ξυνέσει διαφέρειν τῶν ἄλλων καὶ μὴν καὶ δικαιοσύνῃ·
ἐμέλησε γὰρ καὶ τοῦτο πρὸ τῶν ἄλλων αὐτῷ τοῦ ὡς ἄριστα καὶ
δικαιότατα τὴν ὑφ' αὑτῷ πᾶσαν ἀρχὴν διοικεῖσθαι.
5
{ἐξέτασις τῶν καταλόγων καὶ τῆς στρατιᾶς καὶ τῶν ἐν τέλει}
ἔτι δὲ τούς τε καταλόγους καὶ τὰς τάξεις τῶν στρατευμάτων
ἐξήταζε τό τε ἱππικὸν ἅμα καὶ ὁπλιτικὸν τούς τε ἐκ τοῦ βασιλικοῦ
ταμιείου τρεφομένους· καὶ μάλιστα δὴ τὴν βασίλειον αὐλὴν διὰ φρον-
τίδος ἐποιεῖτο πολλῆς καὶ εἰς ἐπίδοσιν ἦγε, λέγω δὴ τοὺς νεοδαμώδεις
τούτους καὶ πεζεταίρους καὶ τὸ περὶ αὑτὸν ἄγημα, οὓς τῇ σφῶν
γλώττῃ γενητζάρους καλεῖν εἰώθασι νέον σύνταγμα τῆς φωνῆς ση-
μαινούσης, εἰδὼς ταύτῃ τὸ κράτος προσὸν αὐτῷ καὶ τῇ τοῦ σώματος
φυλακῇ καὶ τῇ τῆς ὅλης ἀρχῆς. πρὸς δὲ τούτοις ὅπλων τε καὶ βελῶν
καὶ τῶν ἐς τὴν τοῦ πολέμου χρείαν τε καὶ παρασκευὴν ἀναγκαίων τε
καὶ χρησίμων συλλογὴν ἐποιεῖτο.
6
{ἐξέτασις τῶν δημοσίων χρημάτων καὶ τῶν ταμιευόντων αὐτά}
1
μετὰ δὲ ταῦτα τοὺς θησαυροὺς ἀνηρεύνα τοὺς πατρικοὺς ἀνα-
κρίνων ὅτι μάλιστα τοὺς τούτων ταμίας τούς τε τῶν ἐτησίων φόρων
ἄρχοντας ἀκριβῶς ἐξήταζε καὶ εἰς ἀνάγκην ἦγε λογοθεσίων. καὶ πολλὰ
δὴ τῶν δημοσίων τε καὶ βασιλικῶν χρημάτων εὗρε κακῶς δαπανώμενα
καὶ ἐς οὐδὲν ἀναλισκόμενα δέον, τριτημόριόν που μάλιστα τῶν ἐπετεί-
ων φόρων, ἃ καὶ τῷ βασιλικῷ ταμιείῳ ἐπανεσώσατο, εἴς τε τὸ ἑξῆς
καλῶς διετήρησε τὴν τούτων φυλακὴν τούς τε ἐτησίους φόρους εἰς
μεγίστην ἐπίδοσιν ἤγαγε πολλούς τε τῶν φορολόγων ἀρχόντων σω-
φρονίσας τῷ φόβῳ καὶ πιστοὺς καὶ φρονίμους ἀντικαταστήσας αὐτῶν
ἐς τὴν τούτων συλλογήν τε καὶ φυλακήν· ὁ γάρ τοι πατὴρ αὐτῷ
ἁπλοϊκώτερόν πως τοῖς πράγμασι προσεφέρετο καὶ τῶν τοιούτων
βραχὺν ἐποιεῖτο λόγον.
2
διατιθεμένῳ δὲ ταῦθ' οὕτως τῷ βασιλεῖ
καὶ τὰ κατὰ τὴν ἀρχὴν ἄριστα καὶ κάλλιστα διοικοῦντι καὶ πρὸς
μειζόνων ἔργων παρασκευὴν ἑτοιμάζοντι ἐξήκει τὸ πεντηκοστὸν καὶ
ἔννατον ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις,
πρῶτον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ.
6
1
ὁ δ' εὐθὺς ὅλος γίνεται τοῦ προκειμένου σκοποῦ. ὁ δὲ ἦν·
φρούριον ἐρυμνὸν ἔγνω τειχίσαι ἐν τῷ Βοσπόρῳ ἀπὸ τοῦ τῆς Εὐρώπης
μέρους καταντικρὺ τοῦ πέραν φρουρίου τῆς Ἀσίας, ταύτῃ ᾗ στενότα-
τόν τε καὶ ῥοωδέστατον, καὶ διαλαβεῖν τὸν πορθμὸν καὶ συνάψαι τὰς
ἠπείρους ἀμφοτέρας, Ἀσίαν τε καὶ Εὐρώπην, καὶ ἐπ' αὐτῷ ποιήσασθαι
τὴν τούτων διάβασιν, ὅταν αὐτῷ βουλομένῳ ᾖ, καὶ μὴ ἐπ' ἄλλοις
εἶναι διαβῆναί τε καὶ μὴ μηδὲ διισταμένων ἄρχειν αὐτῶν.
2
ᾔδει γὰρ
καλῶς, ὅσα καὶ οἷα πράγματα τὸ τοιοῦτον παρέσχεν αὐτοῖς ἐν τῷ
προτοῦ χρόνῳ ἐπί τε τῶν πάππων καὶ τοῦ πατρὸς καὶ ὅσην ἐναντίω-
σιν ἤνεγκε τοῦτο τοῖς σφῶν πράγμασι καὶ ὡς ὀλίγου ἐδέησε πολλάκις
τὴν ἑτέραν αὐτοὺς τῶν ἠπείρων ἀποβαλεῖν, τοῦτο μὲν τοῦ βασιλέως
Ῥωμαίων ἐν ἐπικαίρῳ τῆς Πόλεως καθημένου καὶ ἐφεδρεύοντος ἀεὶ
τοῖς καιροῖς τε καὶ πράγμασι τά τε πολλὰ θαλαττοκρατοῦντος καὶ
ἐπεξάγοντος αὐτοῖς ἔστιν οὗ τοῦ σφῶν γένους ὃν ἂν ἐθέλῃ καὶ
βλάπτοντος, τοῦτο δὲ καὶ τῶν Ἰταλῶν καὶ μάλιστα δὲ τῶν Ἐνετῶν ἐν
ταῖς μεταξὺ σφῶν διαφοραῖς τριήρεσιν ἐπιπλεόντων πολλάκις μακραῖς
τόν τε Βόσπορον καὶ Ἑλλήσποντον καὶ κωλυόντων τὴν τούτων διά-
βασιν.
3
οὐ ταῦτα δὲ μόνον ἐνῆγεν αὐτόν, ἀλλ' ὅτι καὶ πρὸς τὸν
προκείμενόν οἱ σκοπὸν καλῶς ἔχειν ἐδόκει τὸ φρούριον τειχισθὲν καὶ
πρὸς τὴν ὅσον οὐ καὶ μελετωμένην πολιορκίαν τῆς Πόλεως ἐπιτειχι-
σμὸν ἐνόμιζεν ἰσχυρότατον ἀποκλείων αὐτῇ οὐ μόνον τὰς ἠπείρους
Ἀσίαν τε καὶ Εὐρώπην, ἀλλὰ δὴ καὶ τὰς θαλάσσας ἀμφοτέρας, ἄνω
μὲν τὸν Εὔξεινον Πόντον διὰ τοῦ Βοσπόρου, κάτω δὲ τόν τε Αἰγαῖον
καὶ πᾶσαν τὴν Ἑλληνικὴν θάλασσαν διὰ τοῦ Ἑλλησπόντου.
4
οὕτω
δὲ διανοηθεὶς χειμῶνος μὲν τὰ πρὸς τὴν οἰκοδομὴν πάντα κελεύει
παρασκευάζεσθαι, λίθους τέ φημι καὶ ξύλα καὶ σίδηρον καὶ ὅσα ἄλλα
πρὸς τοῦτο χρήσιμα, ἄρχοντας ἐπιστήσας τοῖς ἔργοις τοὺς σπουδαι-
οτάτους τε καὶ ἐμπειροτάτους ἐντειλάμενος τὴν ταχίστην ἅπαντά οἱ
εὐτρεπῆ θέσθαι ὡς ἅμα ἦρι ἁψομένῳ τοῦ ἔργου. καὶ ὁ μὲν οὕτως.
7
1
{πρεσβεία τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὸν αὐτοκρά-
τορα Μεχέμετιν μὴ τειχίζειν τὸ φρούριον ἀξιοῦσα}
βασιλεὺς δὲ Κωνσταντῖνος καὶ οἱ τῆς Πόλεως τοῦτο μαθόντες
δεινὸν ἡγοῦντο τὸ πρᾶγμα καὶ μεγάλων κακῶν ἀρχὴν καὶ δουλείας
πρόδηλον ἀφορμὴν νομίζοντες, ὅπερ ἦν ἀληθές, ἐπιτειχισμὸν σφίσι τε
αὐτοῖς καὶ τῇ πόλει κατασκευάζεσθαι τοῦτο καὶ δυσφόρως ἔφερον.
2
ἔδοξε δ' οὖν ὡς ἐκ τῶν παρόντων αὐτοῖς πρεσβείαν τε πέμπειν
καὶ πειρᾶσθαι, εἰ δύναιντο, τρόπῳ παντὶ τῷ δυνατῷ τὴν ἐπιχείρησιν
ταύτην κωλύειν· καὶ πέμπουσι δὴ πρέσβεις.
3
οἱ δὲ ἀφικόμενοι
λόγοις τε παντοίοις ἐχρῶντο τῶν τε ξυνθηκῶν καὶ τῶν ὡμολογημένων
ἀναμιμνῄσκοντες καὶ ὡς ἐν πάσαις ταῖς προγεγενημέναις τε καὶ ἀνα-
γεγραμμέναις αὐτοῖς σπονδαῖς ἐπί τε τῶν πάππων καὶ τοῦ πατρός,
ἀλλὰ δὴ καὶ αὐτοῦ, παντάπασιν ἀπείρητο μηδένα κτίζειν ἐν τῷδε τῷ
χώρῳ μήτε φρούριον μήτε ἄλλο τι, ἀλλὰ καὶ τὸν βουλόμενον ἢ ὅλως
ἐπιχειρήσοντα καὶ ἀμφοτέρους κωλύειν τρόπῳ παντὶ καὶ διεσώθη τὸ
ἐξ ἐκείνου μέχρι καὶ νῦν. „ὁ χῶρος ἐλεύθερος, διάβασις δὲ μόνον
ἁπλῶς“, ἔφασαν, ”τῶν ὑμετέρων στρατευμάτων τῶν τε ἄλλων ἀπο-
σκευῶν ἐξ ἠπείρου ἐς ἤπειρον”. καὶ ἅμα ἠξίουν μηδαμοῦ λύειν τὰς
σπονδὰς χθὲς δὴ καὶ πρώην γεγενημένας μικρῶν ἕνεκα μηδὲ ἀδικεῖν
ἐθέλειν μηδὲν ἀδικοῦντας αὐτούς.
8
1
{ἀπόκρισις τοῦ βασιλέως Μεχέμετι πρὸς τοὺς πρέσβεις}
βασιλεὺς δὲ ἀποκρίνεται τούτοις· „οὔτε ἀδικεῖν ὑμᾶς, ἄνδρες
Ῥωμαῖοι, ἡγοῦμαι οὔτε παρὰ τὰ ξυγκείμενα πράττειν καὶ τὰς σπονδὰς
ἐν τῷδε τῷ ἔργῳ, ἀσφαλίζεσθαι δὲ μόνον τὰ ἑαυτοῦ, μὴ μετὰ βλάβης
μέντοι γε ὑμετέρας· ἕκαστον δὲ τὰ ἴδια φυλάττειν καὶ βεβαιοῦν μη-
δαμοῦ τοὺς ἐνσπόνδους βλάπτοντα δίκαιόν τέ ἐστι καὶ ἀνεμέσητον καὶ
πᾶσιν ἐφεῖται.
2
ἐγὼ δέ, ὡς ὁρᾶτε, Ἀσίας τε καὶ Εὐρώπης ἄρχω
ἠπείρων διισταμένων ἀλλήλαις καὶ πολλοὺς ἔχω τοὺς ἐναντιουμένους
τε καὶ ἀνθισταμένους τῇ ἡμετέρᾳ ἀρχῇ ἐν ἑκατέρᾳ τούτων, καὶ δεῖ
πανταχοῦ τε παρεῖναί με καὶ ἀμφοτέραις ἀρκεῖν, εἴ γε μὴ βουλοίμην
ἐξίστασθαι τούτων ἑκὼν εἶναι τοῖς ἡμετέροις ἐχθροῖς.
3
ἴστε δὲ
δήπου καλῶς ὅσα καὶ οἷα πράγματα παρέσχον ἡμῖν ἐπὶ τοὐμοῦ πατρὸς
αἱ τριήρεις τῶν Ἰταλῶν βουλομένοις διαβῆναι κατὰ Παιόνων ἐπελθόν-
των τῇ ἡμετέρᾳ περιπλέουσαί τε τὴν ἡμετέραν θάλασσαν καὶ κωλύ-
ουσαι διαβαίνειν ἡμᾶς.
4
δεῖ οὖν ἀποτειχίσαι τε τὴν ἐπιχείρησιν
ταύτην αὐτοῖς καὶ ἀσφαλίσασθαι τὴν ἡμετέραν καὶ μὴ πρὸς τῷ
βλαβερῷ καὶ πᾶσιν ὄφλειν αἰσχύνην ἡμᾶς ὡς μὴ δυναμένους φυλάξαι
τὴν ἡμετέραν θάλασσαν καὶ ἀρχήν.
5
ὁ δὲ χῶρος οὗτος, ἐν ᾧ τὸ
φρούριον μέλλω τειχίζειν, ἡμέτερός τέ ἐστι καὶ τῶν ἡμετέρων διάβασις
ἄνωθεν ἀπό τε Ἀσίας ἐς τὴν Εὐρώπην καὶ ἀπὸ ταύτης ἐς τὴν ἑτέραν
καὶ οὐ δεῖ δήπου πολυπραγμονεῖν ὅλως ὑμᾶς, εἴ γε βούλοισθε τὴν
εἰρήνην ἄγειν, εἰ μή που καὶ αὐτοὶ τῆς διαβάσεως ταύτης εἴργειν ἡμᾶς
βούλοισθε· τοῦτο γὰρ ἄλλος ἂν εἴη λόγος.
6
σπονδὰς δὲ οὔτε λύω
οὔτε βουλήσομαι μενόντων καὶ ὑμῶν κατὰ χώραν καὶ μηδαμοῦ τὰ
ἡμέτερα πολυπραγμονούντων μηδὲ περιεργάζεσθαι βουλομένων.“
9
1
ταῦτα ἀποκρινάμενος ἀποπέμπει τοὺς πρέσβεις. οἱ δ' ἐπαν-
ήκοντες ἀπαγγέλλουσι πάντα τῷ βασιλεῖ Κωνσταντίνῳ καὶ τοῖς ἐν τέλει
Ῥωμαίων, τά τε ἄλλα καὶ δὴ καὶ ὡς οὐκ ἔνεστιν ὅλως διακωλῦσαι
τὴν ἐπιχείρησιν ταύτην οὔτε λόγοις οὔτε πειθοῖ, βίᾳ μέντοι γε μόνῃ,
εἰ δύναιντο.
2
οἱ δὲ (καὶ γὰρ ἐδόκει αὐτοῖς τὸ πρᾶγμα σφόδρα
δεινόν, ὥσπερ δῆτα καὶ ἦν) μὴ ἔχοντες μέντοι γε ὅ τι καὶ δράσαιεν
καὶ ἄκοντες ἡσυχίαν ἦγον.
10
1
{κίνησις τοῦ βασιλέως κατὰ γῆν τε καὶ θάλασσαν καὶ ἄφιξις
ἐς τὸν Βόσπορον ἐπὶ τειχισμῷ τοῦ φρουρίου}
Μεχέμετις δὲ ὁ βασιλεύς, ὡς ἔαρ ὑπέφαινεν ἤδη καὶ πάντα
οἱ ἦν εὐτρεπῆ, πληρώσας τριήρεις τριάκοντα καὶ καλῶς ὁπλίσας ὡς
ἐς ναυμαχίαν, εἴ γε τούτου δεήσειεν, εἴ ποτέ τις ἐναντίωσις εἴη, παρα-
σκευάσας δὲ καὶ ἕτερα πλοῖα σκευαγωγὰ πλεῖστα, ἀπὸ Καλλιου-
πόλεως ἐξέπεμπεν ἐπὶ Βόσπορον· αὐτὸς δὲ στρατῷ πολλῷ κατὰ γῆν
ἐπορεύετο.
2
καταλαβὼν δὲ τὸν πορθμὸν ἑβδομαῖος καθίζει τὴν
στρατιάν. καὶ αὐτὸς ἀναλαβὼν τῶν ἐν τέλει τινάς, ἀλλὰ δὴ καὶ γερόν-
των ἐνίους, οὓς ᾔδει τῶν τοιούτων ἀκριβῆ πεῖραν ἔχοντας, παριππεύων
κατεσκόπει τὸν χῶρον τήν τε θέσιν αὐτοῦ καὶ τὸ κομιδῇ στενὸν τοῦ
πορθμοῦ καὶ σφόδρα συνεσταλμένον τούς τε ἑλικοειδεῖς ἀγκῶνας καὶ
τῶν πρωνῶν τὰς πυκνὰς ἐξοχάς τε καὶ ἐς τὰ ἔσω συννεύσεις τε καὶ
καμπὰς τοῦ τε ῥοῦ τὸν ὀξύτατον δρόμον καὶ τὰς ἐγγινομένας αὐτῷ
διὰ τοὺς ἀγκῶνας συνεχεῖς δίνας καὶ παλιρροίας καὶ ἴλιγγας καὶ ὅσα
ἄλλα δυσέκπλωτόν τε καὶ δυσδιεξίτητον ποιεῖ τὸν πορθμόν.
3
ἃ δὴ
καὶ οἱ παλαιοὶ τῶν Ἑλλήνων κατανοήσαντες Συμπληγάδας τὸν χῶρον
ὠνόμασαν καὶ Ἡρακλέα τε πρῶτον ἔφασαν διαβῆναι ταύτας καὶ μετὰ
τοῦτον 〈ξὺν〉 τοῖς Ἀργοναύταις Ἰάσονα, σὺν πόνῳ μέντοι γε πλείστῳ
καὶ τούτους διά τε τὸ κατησφαλισμένον καὶ οἱονεὶ πεφραγμένον τε καὶ
συμπλῆττον τῇ τε στενότητι τοῦ χωρίου καὶ τοῦ πορθμοῦ καὶ ταῖς
πυκναῖς τῶν ἄκρων εἰσοχαῖς τε καὶ ἐξοχαῖς ὡς δοκεῖν κύκλωθεν
ἤπειρον εἶναι τοῖς ἀναπλέουσί τε καὶ καταπλέουσι, αὐτοὺς δ' ἐν τῷ
μέσῳ ἀπειλημμένους ὥσπερ ἐν λίμνῃ βραχείᾳ μηδαμοῦ διέξοδον ἔχειν,
ἔτι τε τῷ πολλῷ ῥοθίῳ καὶ τῇ σφοδρᾷ ῥύμῃ τῶν καταφερομένων ὑδά-
των ἅτε ἀπὸ μεγίστου καὶ εὐρυτάτου πελάγους ἄνωθεν τοῦ Εὐξείνου
Πόντου κατερχομένων καὶ ἐς στενὸν κομιδῇ τελευτώντων τε καὶ
ξυγκλειομένων τῷ τε ὠθισμῷ καὶ τῇ βίᾳ τοῦ ῥοῦ καχλαζόντων τε καὶ
συνελισσόντων ἅμα καὶ ἐποκελλόντων τὰ σκάφη καὶ προσαρασσόντων
ταῖς πέτραις καὶ καταγνύντων, εἰ μήπου πολλή τις ἐπιμέλεια εἴη τῶν
ἐμπλεόντων καὶ ἐπιστήμη.
4
ἀναμετρῶν δὲ καὶ τὸ μεταξὺ τοῦ
πορθμοῦ, ἵναπερ τὸ στενότατον εἴη, εὕρισκε μάλιστά που σταδίους
ἑπτά.
11
1
{τειχισμὸς τοῦ φρουρίου}
ταῦτα οὖν ἅπαντα καλῶς ἀναθεωρήσας τε καὶ κατασκεψάμε-
νος τῷ τε λογισμῷ ἄριστα διαγνούς, ἐπεί οἱ κατεφαίνετο τὸ χωρίον
ἐπικαιρότατον, ἐνταῦθα τειχίζειν ἔγνω τὸ φρούριον· καὶ διαλαμβάνει
δὴ σημείοις τὸν χῶρον, ὃν ἔμελλε τειχίζειν.
2
σχεδιάσας δὲ τοῦ
φρουρίου τὴν θέσιν τε καὶ τὸ μέγεθος τῶν τε πύργων καὶ μεταπυργίων
τὰς βάσεις καὶ ἀποστάσεις ἔτι τε προπύργια καὶ ἐπάλξεις καὶ πύλας
καὶ ὅσα ἄλλα καλῶς τε καὶ ὡς ἦν αὐτῷ κατὰ νοῦν, κατακερματίζει
τοῖς ἐν τέλει κελεύσας ὅτι τάχιστα ἀνύτειν τὸ ἔργον καὶ ἆθλα προὔ-
θηκε κάλλιστα τοῖς ἄριστα καὶ τάχιστα τοῦτο ἐξειργασμένοις· καὶ
αὐτὸς δὲ τὸ παρὰ τὴν θάλασσαν μέρος τοῦ φρουρίου λαμβάνει.
3
{σημείωσαι τὴν συντομίαν τοῦ τειχισμοῦ
τοῦ φρουρίου καὶ ὡς ἦν ἐχυρώτατον}
ἀρξάμενος δὲ τῆς οἰκοδομῆς μεσοῦντος ἔαρος ἤδη χειρί τε πολλῇ
καὶ δαπάνῃ καὶ σπουδῇ καὶ ἀντιφιλοτιμήσει πάντων πρὸς τὸ ἔργον
κεχρημένων πρὶν ὅλον τὸ θέρος ἐξήκειν τειχίζει τὸ φρούριον ἐρυμνό-
τατον πάντῃ καὶ ἀσφαλέστατον καὶ τῶν πώποτε φρουρίων ὀνομαστό-
τατον λίθοις τε μεγίστοις λογάδην ξυντεθειμένοις ἐξειργασμένον σι-
δήρῳ τε πολλῷ καὶ μολύβδῳ τοῖς γόμφοις ἐνισχημένοις καὶ πολλοῖς
ἄλλοις κατωχυρωμένον τε καὶ κατησφαλισμένον πύργων τε πυκνότητι
καὶ μεγέθει καὶ ἀσφαλείᾳ ἐς ὕψος ἠρμένων μεταπυργίων τε καὶ ἐπ-
άλξεων καρτερότητι ὕψει τε καὶ τείχους παχύτητι.
4
{σημείωσαι τὸ σχῆμα τοῦ φρουρίου}
εὖρος τῷ τείχει, ᾗ εὐρύτατον, πήχεις δύο καὶ δέκα, ὕψος δὲ
τετραπλάσιον· καὶ μέγεθος δὲ οὐ κατὰ φρούριον, ἀλλὰ πολίχνῃ
προσεοικός. τρίγωνον δὲ κατασκευάζει τοῦ φρουρίου τὸ σχῆμα τὴν μὲν
ὀρθὴν γωνίαν ἄνω πρὸς τὸ ἄναντες ἔχον καὶ τῇ κορυφῇ (ἦν γὰρ
ἠρέμα πρόσαντες τὸ χωρίον) ὥσπερ τινὰ πρόβολον μετὰ πύργου προ-
βεβλημένην ἰσχυροτάτου τε καὶ μεγίστου συνάπτουσάν τε τὰς δύο
ἐγκαρσίας πλευρὰς καὶ φυλάττουσαν, τὰς δὲ δύο γωνίας τῆς βάσεως
κάτω περὶ τὸν αἰγιαλὸν ἑκατέρωθεν τῆς πλευρᾶς, ἣ τοῦτον ἐπέχει, καὶ
αὐτὰς πύργοις ἰσχυροτάτοις τε καὶ μεγίστοις ἠσφαλισμένας· καὶ αὐταὶ
δὲ αἱ πλευραὶ πύργοις ἑτέροις πεπύκνωνται ἐλάσσοσι μὲν τῷ μεγέθει
τῶν ἐν ταῖς γωνίαις, δυνάμει δὲ οὐδὲν ἀποδέουσι.
5
τοῦτο δὲ τὸ
σχῆμα καὶ ταύτην τὴν θέσιν ἐμηχανήσατο τοῦ φρουρίου, τῇ μὲν ἵν' ὡς
πλεῖστον ἐπέχῃ τοῦ αἰγιαλοῦ διὰ τὰς πετροβόλους μηχανάς, αἳ πυκναὶ
περὶ αὐτὸν ἔμελλον τίθεσθαι τετραμμέναι πρὸς θάλασσαν, ἵνα δὴ τὸν
διέκπλουν κωλύωσι καταγνῦσαι τὰ σκάφη, τῇ δὲ καὶ τὴν ἄκραν ἄνω
κατέχον τε καὶ φρουροῦν καὶ τοὺς πολεμίους εἶργον ὡς πορρωτάτω,
ἵνα μὴ ὑπὲρ κεφαλῆς οὗτοι βάλλοντες τοὺς ἐπὶ τῶν ἐπάλξεων βλά-
πτωσιν, ἀλλ' ἀνασοβῶνται πόρρωθεν.
6
{σημείωσαι τὴν θέσιν τῶν πετροβόλων μηχανῶν}
τειχίσας δὲ τὸν εἰρημένον τρόπον ἐπισκευάζει παντοίοις ὅπλοις,
βέλεσί τε καὶ τόξοις καὶ δόρασιν, ἔτι δὲ ἀσπίσι καὶ θυρεοῖς καὶ πολ-
λοῖς ἄλλοις τοιούτοις· πρὸς δὲ τούτοις πετροβόλοις μηχαναῖς καὶ ἀφ-
ετηρίοις μείζοσί τε καὶ μείοσι πάσας τὰς ἐπάλξεις ὁπλίζει τῶν τε
πύργων καὶ μεταπυργίων καὶ προπυργίων, τὰς δὲ μεγίστας τῶν μη-
χανῶν τίθησι παρὰ τὴν θάλασσαν ὑπὸ τὸ τεῖχος χαμαὶ πυκνώσας παρ'
ὅλην τὴν πλευρὰν τετραμμένας ἐς θάλασσαν, ᾗπερ ἔφην, οὐκ ἐπ'
εὐθείας ὁρώσας, ἀλλ' ἄλλῃ καὶ ἄλλῃ τοῦ πελάγους καὶ ἐπαμφοτεριζού-
σας τὰς μὲν δεξιὰς ἐπὶ τὰ ἀριστερά, τὰς δὲ ἀριστερὰς ἐπὶ τὰ δεξιὰ
ὁρώσας τε καὶ ἐξ ὑπερδεξίων βαλλούσας καὶ τὸν διέκπλουν, ᾗπερ
ἔφην, κωλυούσας.
7
ἀφιεῖσαι γὰρ λίθους παμμεγέθεις τε καὶ στρογ-
γύλους ἐν χρῷ θαλάσσης ὥσπερ νηχομένους ἀπό τε τοῦ φρουρίου
τοῦδε μέχρι τοῦ πέραν καὶ ἀπ' ἐκείνου πάλιν ἐπὶ τόδε τὸν αὐτὸν
τρόπον ἕτεραι μηχαναὶ οὐκ ἐῶσι διεκπλεῦσαι μὴ ὅτι γε ὁλκάδα ἢ
τριήρη ἢ ἄλλο τι τῶν φορτηγῶν καὶ σκευαγωγῶν, ἀλλ' οὐδὲ τὸ σμικρό-
τατον ἀκάτιον τοῦ μὴ οὐ κατᾶξαί τε καὶ συντρῖψαι καὶ ὑποβρύχιον
τῷ βυθῷ παραδοῦναι, οὕτω τοι νυκτὸς ὥσπερ δὴ καὶ ἡμέρας, εἰ μή
που κατὰ γνώμην εἴη γε τοῦ φρουράρχου.
8
{ὅρα τὸν τρόπον τῆς συναφῆς τῶν ἠπείρων}
οὕτως αὐτῷ τὰ τοῦ φρουρίου ἐμελετήθη καὶ τοῦτον τὸν τρόπον
τάς τε ἠπείρους συνῆψε καὶ τὴν διάβασιν ὑφ' αὑτῷ πεποίηται. ἐπι-
σκευάσας τοίνυν αὐτὸ καλῶς καὶ ὁπλίσας καὶ τοῖς πᾶσιν ἀχείρωτον
καταστήσας ἢ μᾶλλον εἰπεῖν ὅλως ἀνεπιχείρητον φρουράν τε ἱκανὴν
ἐγκαταλιπὼν καὶ φρούραρχον ἕνα τῶν πιστοτάτων αὐτῷ ἀποδείξας
ταῖς τε μηχαναῖς ἐπιστήσας τοὺς καλῶς τε καὶ ἐπιστημόνως χρησο-
μένους ἐπάνεισιν ἐς τὴν Ἀδριανοῦ φθινοπώρου φθίνοντος ἤδη. καὶ
ἑξηκοστὸν ἔτος πρὸς τοῖς ἐννακοσίοις τε καὶ ἑξακισχιλίοις τοῖς ὅλοις
ἠνύετο, δεύτερον δὲ τῆς ἀρχῆς τῷ βασιλεῖ.
12
1
{ἐπάνοδος τοῦ βασιλέως ἐς τὴν Ἀδριανοῦ καὶ
οἰκοδομὴ τῶν νέων βασιλείων}
κατὰ δὲ τὸν αὐτὸν χρόνον οἰκοδομεῖ καὶ βασίλεια λαμπρὰ
περὶ τὴν Ἀδριανοῦ αὐτοῦ που περὶ τὸν Εὗρον ποταμὸν πέραν τοῦ
ἄστεος λίθοις τε λαμπροῖς καὶ μαρμάροις διαφανέσι κεκοσμημένα
χρυσῷ τε πολλῷ καὶ ἀργύρῳ καταστραπτόμενα ἔνδοθέν τε καὶ
ἔξωθεν, ἔτι δὲ γλυφικῇ καὶ γραφικῇ τέχνῃ πεποικιλμένα καὶ διαφόροις
ἄλλαις πολυτελείαις φιλοτίμως ἐξειργασμένα καὶ ἠσκημένα·
2
πα-
ραδείσους τε φυτεύει περὶ αὐτὰ φυτοῖς τε παντοίοις καὶ δένδροις ἡμέ-
ροις κομῶντας καὶ καρποῖς ὡραίοις βρίθοντας, ζῴων τε διάφορα γένη
ἡμέρων τε καὶ ἀγρίων καὶ πτηνῶν ἀγέλας τούτοις ἐμβάλλει καὶ πολλοῖς
ἄλλοις ἀγάλλει καλοῖς, ὅσα τέρψιν ἅμα καὶ κόσμον οἶδε φέρειν καὶ
ἡδονήν.
3
κατασκευάζει δὲ καὶ βασίλειον αὐλὴν φιλοτίμως σύνεγγυς
τούτων καὶ οἴκησιν ὅτι πλείστην ποιεῖται νέων καταλόγων καὶ πε-
ζεταίρων ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν πανταχόθεν ἀσφαλιζόμενος τὰ
βασίλεια. καὶ ταῦτα μὲν ἐς τοσοῦτον.
13
1
ὁ δὲ τὴν πάλαι οἱ μελετωμένην βουλὴν καὶ ὃν ὤδινε λογισμὸν
ἐν τῇ ψυχῇ καὶ πρὸς ὃν ἔφερεν αὐτῷ πάντα σκοπὸν ἐξ ἀρχῆς εἰς
πέρας ἄγειν ἤδη διενοεῖτο καὶ μηκέτι μέλλειν μηδ' ἐν ἀναβολαῖς εἶναι·
ἡ δὲ ἦν πόλεμον ἐξενεγκεῖν Ῥωμαίοις καὶ βασιλεῖ Κωνσταντίνῳ καὶ
πολιορκίαν τῇ Πόλει.
2
ἐνόμιζε γάρ, ὅπερ καὶ ἦν, ὡς, εἰ ταύτην
ἕλοι τρόπῳ παντὶ καὶ τῶν ταύτης κύριος κατασταίη, μηδὲν εἶναι τὸ
κωλῦσον ἔτι ἐντὸς ὀλίγου χρόνου ὡς ἔκ τινος ὅλων κοινῆς ἀκροπόλεως
ταύτης ὁρμώμενον τὰ λοιπὰ πάντα καταδραμεῖν καὶ ὑφ' ἑαυτῷ ποι-
ήσασθαι.
3
διά τοι τοῦτο οὐδαμοῦ καθεκτὸς ἦν ἔτι οὐδ' ἐπὶ τῶν
αὐτῶν τοῦ λοιποῦ μένειν ἠξίου καὶ εἰρήνην ἄγειν, ἀλλὰ πολεμητέα
οἱ ἐδόκει εἶναι ἐν τάχει καὶ τὴν Πόλιν ἐξαιρετέα.
4
ἐνῆγον δὲ αὐτὸν
μάλιστα πρὸς τοῦτο καὶ θεοσημεῖαί τινες, ἔτι δὲ μαντεῖαι καὶ οἰωνισμοὶ
καὶ κληδόνες καὶ ἄλλα ἄττα, οἷς τε προσεῖχε πάνυ καὶ οἷς τὸ μέλλον
ἄνθρωποι θηρῶνται, ἃ πάντα ἐς ταὐτὸν ἔφερε καὶ χρηστάς οἱ ὑπετίθει
ἐλπίδας ἁλώσιμον εἶναι τὴν Πόλιν αὐτῷ.
5
συγκαλέσας οὖν τοὺς
ἐν τέλει πάντας, σατράπας τέ φημι καὶ στρατηγοὺς καὶ ἰλάρχας καὶ
ταγματάρχας καὶ ἡγεμόνας τῶν τάξεων, καὶ ξύλλογον ποιήσας ἔλεξε
τοιάδε.
14
1
{δημηγορία τοῦ βασιλέως παροξύνουσα πρὸς τὸν κατὰ τῆς Πόλεως πό-
λεμον τοὺς ὑπ' αὐτόν, ἐν ᾗ καὶ ἀνάμνησις τῶν προγεγενημένων ἔργων
παρὰ τῶν προγόνων αὐτῶν, καὶ σύντομον ἔχουσα περιήγησιν τῆς ὅλης
ἀρχῆς αὐτοῦ}
”ἄνδρες φίλοι καὶ τῆς ἡμετέρας αὐλῆς, ὅτι μὲν οἱ ἡμέτεροι
πρόγονοι τὴν ἀρχὴν τήνδε, ἣν ἔχομεν, μετὰ πολλῶν ἀγώνων τε καὶ
κινδύνων τῶν μεγίστων ἐκτήσαντο καὶ ἐς δεῦρο διαδοχῇ τῇ σφῶν
αὐτῶν διασώσαντες παῖς παρὰ πατρὸς ἐκδεχόμενοι παρέπεμψαν ἐς
ἐμέ, πάντες ἴστε δήπου καλῶς, οἱ μὲν ὑμῶν καὶ κοινωνοὶ ἐνίων ἔργων
ἐν μέρει γεγονότες ἐκείνοις, ὅσοιπερ ἐν τῇδε τῇ νῦν μάλιστα καθεστη-
κυίᾳ ἡλικίᾳ τυγχάνετε πρεσβύτατοι ὄντες, οἱ δὲ καὶ παρὰ τῶν πατέρων
ἀκοῇ παρειληφότες, ὅσοι νέοι ἐστέ· οὐδὲ γάρ εἰσι τῶν πάνυ παλαιῶν
οὐδ' οἷα καὶ διὰ χρόνου πλῆθος λανθάνειν, ἀλλ' ὄψις ταῦτα μαρτυρεῖ
τῶν λεγόντων μᾶλλον ἢ τῶν ὁρώντων ἀκοὴ βεβαιοῖ, χθὲς καὶ πρώην
γεγενημένα.
2
{ὅρα τὴν εὐψυχίαν τῶν ἀνδρῶν}
πάρεστι γὰρ σαφῶς ἔτι καὶ νῦν ὁρᾶν πανταχοῦ τῆς ἡμετέρας
σημεῖα τῶν ἐκείνων ἔργων δεικνύμενα ἐναργῆ· τείχη τε φρουρίων καὶ
πόλεων χθὲς καὶ πρώην κατεσκαμμένων γῆν τε τοῖς ἐκείνων αἵμασι
σχεδὸν ἔτι φοινισσομένην καὶ μεμιγμένην καὶ πολλὰ τοιαῦτα, μνημεῖα
ἅττα κάλλιστα τῆς ἐκείνων ἀνδρίας καὶ ἀρετῆς καὶ τῆς ἐν τοῖς δεινοῖς
εὐψυχίας ἀείμνηστα μαρτύρια· τοσαύτῃ γὰρ ἀνδρίᾳ ψυχῆς καὶ γνώμης
στερρότητι καὶ φρονήματος μεγαλείῳ περὶ πάντα ἐχρήσαντο, ὡς εὐθὺς
ἐξ ἀρχῆς ἐκ πάνυ μικρῶν ἀρχῶν καὶ δυνάμεως εἰς νοῦν βαλέσθαι
καθελεῖν τὴν Ῥωμαίων ἡγεμονίαν καὶ πᾶσαν ἐλπίσαι τὴν τῆς Ἀσίας
τε καὶ Εὐρώπης ἀρχήν· καὶ μέντοι γε οὐκ ἐψεύσθησαν.
3
{ὅρα καταδρομὴν τῆς Ἀσίας}
ὁρμηθέντες γὰρ τὴν ἀρχὴν ἀπὸ τῶν Κιλικίας καὶ Ταύρου ὀρῶν
μετὰ σμικρᾶς, ὅπερ ἔφην, ἰσχύος, μεγίστου μέντοι γε λογισμοῦ καὶ
φρονήματος κατατρέχουσι μὲν εὐθὺς Λυκίαν καὶ Παμφυλίαν καὶ τὴν
ἄνω Φρυγίαν, καταστρέφονται δὲ Λυδούς, Κᾶρας, Μυσούς, Φρύγας
τοὺς κάτω, Ἴωνας, πᾶσαν τὴν Ἑλληνικὴν παραλίαν, ἔτι δὲ χειροῦνται
Γαλάτας, Καππαδόκας, Παφλαγόνας, Χάλυβας, Βιθυνούς, Ἑλλησ-
ποντίους, ἁπλῶς εἰπεῖν πᾶσαν ἣν ὁ Ταῦρος ἐντὸς ὁρίζει ἀπὸ Κιλικίας
παρήκων μέχρι Σινώπης τῆς πρὸς τῷ Εὐξείνῳ Πόντῳ, ἣν δὴ κάτω
Ἀσίαν φασίν, ἐντὸς ὀλίγου χρόνου χειροῦνται καὶ ὑφ' ἑαυτοῖς βεβαίως
ποιοῦνται.
4
{ὅρα τὴν ἀρχὴν τῆς διαβάσεως τῆς ἐς τὴν Εὐρώπην}
καταστάντες δὲ κύριοι ταύτης ἁπάσης καὶ τῆς παραλίας αὐτῆς
καὶ τῶν ἐν αὐτῇ πόλεων ἄρξαντες ἐγκρατῶς βασίλειόν τε τὴν Προυσίου
καταστησάμενοι διαβαίνουσι τὸν Ἑλλήσποντον εὐαρίθμητοι πάνυ ἅτε
οὐκ ἐπὶ πολέμῳ προφανεῖ, ἀλλ' ἐπὶ λῃστείᾳ προσκαίρῳ τε καὶ κλοπῇ
διαβάντες καὶ ἅμα τῆς ταύτῃ θαλάσσης εἰργόμενοι τῶν Ῥωμαίων ἔτι
κρατούντων αὐτῆς.
5
καταλαβόντες δὲ τὴν ἄκραν τοῦ ὄρους τοῦ
πρὸ τοῦ σήματος τῆς Ἕλλης καὶ τῆς Χερρονήσου ἰσθμοῦ κειμένου καὶ
φρούριον ἐξ ἐπιδρομῆς ἢ ἀπάτης λαβόντες αὐτοῦ τὸ μὲν πρῶτον ἐκεῖ-
θεν ὁρμώμενοι λῃστείαις τε ἐχρῶντο καὶ καταδρομαῖς ἀφανέσι καὶ
προνομαῖς ληιζόμενοι τοὺς ἐγγύς.
6
{καταδρομὴ τῆς Εὐρώπης}
ὡς δὲ κατὰ μικρὸν προϊόντες καὶ ἀεὶ πλείους γινόμενοι καί τινα
τῶν σύνεγγυς φρουρίων τὰ μὲν ἐξ ἐπιδρομῆς βίᾳ, τὰ δὲ ἀπάτῃ ἑλόντες
ἐκράτησαν καὶ ἐς τὸ πεδίον κατέβησαν, ἐνταῦθα λοιπὸν οὐκέτι οὐδὲν
ἦν αὐτοῖς ἐμποδών, ἀλλὰ πεδία τε εἴχετο καὶ κῶμαι διηρπάζοντο καὶ
πόλεις ἡλίσκοντο καὶ φρούρια κατεσκάπτετο καὶ στρατεύματα ἡττᾶτο
καὶ γένη πολλὰ καὶ μεγάλα ἐχειροῦτο, καὶ βραχεῖ λόγῳ κατατρέχουσι
μὲν οὐκ ἐν πολλῷ χρόνῳ Θρᾴκην ἅπασαν καὶ Μακεδονίαν, κατα-
στρέφονται δὲ Μυσοὺς τούς τε ἐν τῇ μεσογείᾳ καὶ πρὸς τῷ Ἴστρῳ
οἰκοῦντας, ἔτι δὲ Ἰλλυριούς, Τριβαλλούς, Ἕλληνας ἄλλα τε γένη
πολλά, χειροῦνται δὲ φρούρια ἐρυμνὰ καὶ πόλεις πολλὰς καὶ μεγάλας
τὰς μὲν ἐν τῇ μεσογείᾳ, τὰς δὲ ἐν τῇ παραλίᾳ κειμένας.
7
καὶ τί
δεῖ πόλεις καὶ ἔθνη καταλέγοντα διατρίβειν; πᾶσαν, ἣν ὁ Ἴστρος ἐντὸς
ὁρίζει ἀπὸ τῶν ἐκβολῶν αὐτοῦ τῶν πρὸς τὸν Εὔξεινον Πόντον ἀνιόντι
μέχρι τῶν εἰσβολῶν Σάου τῶν ἐς αὐτὸν κἀκεῖθεν διὰ τῆς μεσογείας
ἰόντι μεταξὺ Βόστρων τε καὶ Δαλματῶν Παιόνων τε τῶν ἐντὸς Σάου
καὶ Ἰλλυριῶν πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον μέχρις Ἰονίου
Κόλπου, χειροῦνταί τε βεβαίως καὶ καταστρέφονται καὶ φόρου ποι-
οῦνται ὑποτελεῖς πάντας τοὺς ἐν αὐτῇ, σὺν αὐτοῖς δὲ καὶ τοὺς πέραν
τοῦ Ἴστρου Γέτας, οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶσαν τὴν παραλίαν αὐτῆς
πλήν γε δὴ Πελοποννήσου ὑπὲρ τοὺς μυρίους σταδίους περίπλουν
ἔχουσαν.
8
ταῦτα δὲ οὐκ ἀμογητὶ μὲν οὐδ' ὡς ἄν τις ἁπλῶς ἐπέλθοι
τῷ λόγῳ οὐδ' ἄνευ ἐναντιωμάτων τε καὶ κωλυμάτων τῶν μεγίστων οὐδ'
ἀναιμωτὶ καὶ κινδύνων χωρὶς ἔσχον τε τὴν ἀρχὴν καὶ διεσώσαντο
μέχρι νῦν, ἀλλὰ μετὰ πολλῶν μὲν αἱμάτων, πολλῶν δὲ τραυμάτων,
πολλῶν δὲ ἱδρώτων καὶ πόνων.
9
καὶ γὰρ καὶ γένη πολλὰ καὶ
μεγάλα ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ ἐναντία τούτοις ὅπλα ἤραντο καὶ
λαμπρῶς ὑπὲρ ἐλευθερίας ἠγωνίσαντο μέχρι θανάτου καὶ μετ' ἀρετῆς,
καὶ πόλεις ἐν αὐταῖς πολλαὶ καὶ μεγάλαι καὶ τείχεσι καὶ σώμασι καὶ
ὅπλοις καὶ πλούτῳ καὶ ἀρετῇ τῶν ἐνοικούντων καὶ πολλοῖς ἄλλοις
ὠχυρωμέναι πρὸς ἄμυναν διανίσταντο, καὶ φρούρια ἐρυμνὰ καὶ δυσά-
λωτα καὶ τόποι δύσβατοι καὶ δυσχωρίαι πολλαὶ καὶ ποταμοὶ συνεχεῖς
καὶ οὐ ῥᾳδίως διαβατοὶ καὶ πολλὰ τοιαῦτα εἶργον αὐτούς, τὸ δὲ
μέγιστον αἱ τῶν Ῥωμαίων δυνάμεις κατά τε γῆν καὶ θάλασσαν ἀεὶ
κατὰ πρόσωπον αὐτοῖς ἀνθιστάμεναι καὶ μαχόμεναι καὶ πολλὴν ἐναν-
τίωσίν τε καὶ ἀγωνίαν παρέχουσαι.
10
{ὅρα ἔπαινον τῶν ἀνδρῶν ἐκείνων καὶ τῶν βασιλέων αὐτῶν}
ἀλλ' ὅμως οὐδὲν τούτων ἐπέσχεν αὐτοὺς τοῦ πρόσω οὐδ'
ἐκώλυσε τὴν τούτων ὁρμήν τε καὶ ἀρετήν, ἕως ἅπαντα καταστρεψά-
μενοί τε καὶ καθελόντες τελείως ἐκρατύναντο τὴν ἀρχὴν βεβαίως καὶ
τοῖς πᾶσιν ἐχυρωτάτην ἀπέδειξαν ἄνδρες ἀγαθοὶ γενόμενοι διὰ τέλους
καὶ μηδὲν τοῦ ἐξ ἀρχῆς ὅλως ὑφέντες λογισμοῦ καὶ φρονήματος.
11
κρατοῦντες μὲν γὰρ τῶν ἐχθρῶν ἐπεξήρχοντο μέχρι πολλοῦ, νικώ-
μενοι δὲ οὐκ ἀνέπιπτον οὐδὲ τὰς χρηστὰς ἀφῄρουν ἐλπίδας, ἀλλὰ τῷ
τε σφῶν αὐτῶν εὐψύχῳ καὶ τῇ ἐλπίδι τοῦ μέλλοντος τὸ πᾶν ἐπι-
τρέποντες, ἔτι δὲ καὶ τῷ τῆς τύχης ἀδήλῳ αὖθις εἴχοντο τῶν πραγμά-
των ἐρρωμένως τολμῶντες μὲν καὶ παρὰ δύναμιν, κινδυνεύοντες δὲ καὶ
παρὰ γνώμην, ἐν δὲ τοῖς δεινοῖς ὄντες εὐέλπιδες, καὶ μὴν ἀνένδοτοι
μὲν ἐν πόνοις, ἄοκνοι δὲ πρὸς πᾶν τὸ δόξαν εὖ ἔχειν αὐτοῖς, πρὸς
δὲ μηδὲν τῶν καλῶν μελληταί, ὀξεῖς μὲν ἐπινοῆσαι τὸ δέον, ταχεῖς δὲ
τὸ νοηθὲν ἔργῳ τελέσαι·
12
ἀποδημίαις τε μακραῖς χαίροντες ἀεὶ
πρὸς τὸ κτᾶσθαί τι τῶν οὐκ ὄντων καὶ μηδέποτε μένοντες ἐπὶ τῶν
αὐτῶν μηδὲ τοὺς ἄλλους ἐῶντες, τὸ μὲν παρὸν ἐς οὐδὲν λογιζόμενοι
διὰ τὸ ἀεὶ τῶν ἀπόντων ἐφίεσθαι, τὸ δὲ μὴ ἤδη κτηθέν, ἐπινοηθὲν
δέ, ὡς ὂν κατέχοντες, ἐλάχιστα μὲν ἀπολαύοντες τῶν ὑπαρχόντων διὰ
τὴν τοῦ πλείονος ἔφεσιν, ἀεὶ δὲ μοχθοῦντες διὰ τὴν τῶν μὴ ὄντων
κτῆσίν τε καὶ ἀπόλαυσιν, τοῖς μὲν σώμασιν ὡς ἀλλοτρίοις χρώμενοι
πρὸς τοὺς πόνους τε καὶ κινδύνους μηδ' ὅλως τούτων φειδόμενοι καὶ
σφαλλομένων πολλάκις, τὰς δὲ ψυχὰς ἀήττητοι διαμένοντες, καὶ οὕτως
ὅλον τὸν ἴδιον αἰῶνα μοχθοῦντες ἐναγώνιόν τε καὶ ἐπίπονον αὑτοῖς
καταστησάμενοι τὴν ζωὴν εἰς τοῦτο δόξης τε καὶ δυνάμεως ἦραν τὴν
ἀρχὴν καὶ σώμασι καὶ χρήμασι καὶ ὅπλοις καὶ τριήρεσι καὶ πᾶσι
τοῖς ὑπάρχουσι μεγίστην τε ἀπέδειξαν καὶ πρὸς πόλεμον καὶ εἰρήνην
αὐταρκεστάτην καὶ ἡμῖν παρέδοσαν.
13
ἣν μὴ φανῶμεν προδιδόντες
τό γε ἡμῶν μέρος μηδὲ τὰς τῶν προγόνων ἀνδραγαθίας ἀφανίσωμεν
μηδὲ τὴν ἡμετέραν αὐτῶν ἀναιρήσωμεν δόξαν, ἣν ἔσχομεν ἐκ πάνυ
πολλοῦ ὀνομαστοὶ παρὰ πᾶσιν ὄντες ἐπ' ἀνδρίᾳ καὶ στρατηγίᾳ καὶ
ἀρετῇ καὶ ἀκαταγώνιστοι ἐς δεῦρο καὶ δοκοῦντες καὶ ὄντες, μιᾶς νῦν
πόλεως ἡττημένοι καὶ ταύτης οὐδὲ τοῦ θαρρεῖν ἐχούσης ἔτι καιρὸν
ὑπὲρ ἑαυτῆς, ἀλλὰ κεκενωμένης μὲν διόλου τῶν οἰκητόρων σχεδόν,
πάντα δὲ τὰ πρόσθεν καλὰ περικεκομμένης τε καὶ περιῃρημένης
τελείως τῷ τε μακρῷ χρόνῳ καὶ ταῖς συνεχέσι καταδρομαῖς καὶ πο-
λιορκίαις τῶν ἡμετέρων καὶ μηδὲ πόλεως οὔσης ἔτι, ὄνομα δὲ μόνον
σῳζούσης· τὰ δ' ἄλλα γῆς ἀροσίμου καὶ φυτῶν καὶ ἀμπέλων περίβολός
ἐστιν, ὡς ὁρᾶτε, καὶ ματαίων οἰκοδομιῶν τε καὶ τοίχων κενῶν καὶ
τούτων ἐρειπίων τῶν πλείστων.
14
ὁρᾶτε γάρ, ὡς ἐν τῷ μέσῳ κει-
μένη τῆς ἡμετέρας ἀρχῆς ἐν ἐπικαίρῳ τε γῆς καὶ θαλάσσης ὅσα καὶ
οἷα πράγματα παρέσχεν ἡμῖν ἐξ ἀρχῆς ἀεὶ πολεμοῦσα καὶ νῦν ἔτι
παρέχει τοῖς ἡμετέροις πράγμασιν ἐφεδρεύουσα καὶ ταῖς ἡμῶν ἀκαι-
ρίαις ἀεὶ ἐπιφυομένη καὶ τὰ μέγιστα βλάπτουσα.
15
{ὅρα διάβασιν τῶν Παιόνων τοῦ Ἴστρου
καὶ ἧτταν ὑπὸ Παϊαζήτεω}
τίς γὰρ οὐκ οἶδεν, ὡς ἐπὶ τοῦ ἡμετέρου προγόνου Παϊαζήτου
ἐκείνου πᾶσαν τὴν ἑσπέραν ἐκίνησε καθ' ἡμῶν ὁ ταύτης βασιλεύς, ἀπὸ
μὲν Ὠκεανοῦ καὶ Μασσαλίας Γαλάτας τε τοὺς ἑσπερίους καὶ Πυρηναί-
ους καὶ Ἱσπανούς, ἀπὸ δὲ Ῥήνου ποταμοῦ καὶ τῶν προσαρκτίων Κελ-
τοὺς καὶ Κελτίβηράς τε καὶ Γερμανούς, τόν τε Παιόνων τε καὶ Δακῶν
βασιλέα πολύ τι χρῆμα στρατιᾶς ἄγοντα κατὰ γῆν, ἔτι δὲ καὶ διὰ τοῦ
ποταμοῦ τριήρεις; οἳ καὶ διαβάντες τὸν Ἴστρον καὶ παρὰ τὰς τούτου
ὄχθας ἐν τῇ ἡμετέρᾳ στρατοπεδεύσαντες οὐδὲν ἐνενόουν μικρόν, ἀλλ'
ἢ πᾶσαν τὴν ἡμετέραν δύναμιν καὶ ἀρχὴν καθελεῖν καὶ τῆς Εὐρώπης
τε καὶ Ἀσίας ἡμᾶς ἐκβαλεῖν, εἰ μὴ ἡ τοῦ Παϊαζήτου τότε στρατηγία
καὶ…
αὐτοὺς…
κ…
The complete text is available when the reading interface loads.