The Greek Library Catalogue

Anonymous

De officiis

Edition reference
De officiis (= officia palatii Constantinopoleos), ed. J. Verpeaux, Pseudo-Kodinos. Traité des offices [Le Monde Byzantin 1. Paris: Centre National de la Recherche Scientifique, 1966]: 130–287.
CTS identifier
urn:cts:greekLit:tlg3168.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

130

αʹ—Περὶ τῆς τάξεως τῶν τε ἀξιω-

μάτων καὶ ὀφφικίων·

βʹ—Περὶ τῶν φορεμάτων ἑκάστου

τῶν τε ἀξιωμάτων καὶ ὀφφικίων·

γʹ—Περὶ τῆς ὑπηρεσίας ἑκάστου

τῶν ὀφφικίων·

δʹ—Περὶ τῆς τῶν δεσποτικῶν

ἑορτῶν τάξεως καὶ τῶν κατ' αὐτὰς

τελουμένων ἐθίμων, ἐν αἷς δια-

λαμβάνεται καὶ περὶ τῆς τοῦ

μεγάλου δομεστίκου ὑπηρεσίας, τοῦ

τε πιγκέρνη, τοῦ δομεστίκου τῆς

τραπέζης καὶ τοῦ ἐπὶ τῆς τραπέζης.

131

εʹ—Περὶ ἑτέρων διαφόρων ἑορτῶν

ἐν αἷς ἀπέρχεται ὁ βασιλεὺς εἰ

ἐνδημῶν τῇ Κωνσταντινουπόλει

εὑρίσκεται·

Ϛʹ—Περὶ τῆς ἐν τῷ φωσσάτῳ τοῦ

μεγάλου δομεστίκου ὑπηρεσίας τοῦ

τε μεγάλου δρουγγαρίου τῆς

βίγλης, τοῦ ἐπὶ τοῦ στρατοῦ καὶ

τοῦ μεγάλου ἀδνουμιαστοῦ·

ζʹ—Περὶ στεφηφορίας βασιλέως·

ηʹ—Περὶ προβλήσεως δεσπότου·

θʹ—Περὶ προβλήσεως σεβαστο-

κράτορος καὶ καίσαρος·

ιʹ—Περὶ προβλήσεως πατριαρχῶν

καὶ ἀρχιερισκόπων·

ιαʹ—Περὶ πενθίμων βασιλικῶν

φορεμάτων·

132

ιβʹ—Περὶ μελλονύμφης δεσποίνης.

133

{ΑʹΠερὶ τῆς τάξεως τῶν τε

ἀξιωμάτων καὶ ὀφφικίων.}

Οἱ τοῦ βασιλέως υἱοὶ οἱ δεσπόται

προΐστανται τῶν ἀδελφῶν καὶ τῶν

γαμβρῶν τοῦ βασιλέως, δεσποτῶν

καὶ αὐτῶν ὄντων.

Δεσπότης,

Σεβαστοκράτωρ,

134

Καίσαρ,

Πρωτοβεστιάριος.

Ὁ δὲ βασιλεὺς Μιχαὴλ τῶν

Παλαιολόγων ὁ πρῶτος, ἀπὸ τοῦ

πρωτοσεβάστου τὰ πράσινα φορέ-

ματα ἀφελών, ἐφόρεσε ταῦτα τὸν

ἀνεψιὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρ-

χανειώτην, τιμήσας πρωτοβεστιά-

ριον.

Μέγας δούξ,

Μέγας δομέστικος.

Ὁ δὲ βασιλεὺς Ἀνδρόνικος τῶν

Παλαιολόγων ὁ πρῶτος, ἐπάρας

ἅπερ ἀρχῆθεν ἐφόρει ὁ ἔπαρχος

κίτρινα, ἐφόρεσε ταῦτα Ἰωάννην

τὸν Παλαιολόγον τὸν ἀνεψιὸν

αὐτοῦ, τὸν τοῦ Πορφυρογεννήτου

υἱόν, ποιήσας πανυπερσέβαστον,

135

τῶν ἀνεψιῶν αὐτοῦ ὑπερέχοντα

πάντων, ἔτι γε μὴν καὶ τοῦ πρωτο-

βεστιαρίου, τοῦ μεγάλου δουκός,

τοῦ μεγάλου δομεστίκου καὶ τῶν

λοιπῶν.

Ὁ δέ γε βασιλεὺς Ἀνδρόνικος

ὁ δεύτερος καὶ οὗτος δὴ ὁ βασιλεὺς

ὁ πάππος αὐτοῦ ἐποίησαν τὸν

μέγαν δομέστικον τὸν Καντακου-

ζηνὸν Ἰωάννην, ὃς ἐγεγόνει καὶ

136

βασιλεύς, ἰσοστάσιον τῷ πανυ-

περσεβάστῳ. Ἔπειτα οὗτος δὴ ὁ

βασιλεὺς Ἀνδρόνικος, μετὰ τὸν

τοῦ βασιλέως θάνατον τοῦ πάππου

αὐτοῦ, τιμήσας τοῦτον δὴ τὸν

μέγαν δομέστικον τὸν Καντακου-

ζηνὸν ὑπερέχοντα πάντων ἐποίησε,

τῶν μὲν τοῦ πάππου καὶ βασιλέως

ἀνεψιῶν, ἑαυτοῦ δὲ θείων, τῶν

ἑτέρων τε πάντων, καὶ αὐτοῦ δὴ

τοῦ πανυπερσεβάστου καὶ τοῦ πρω-

τοβεστιαρίου· ἦν οὖν οὗτος

ἐντεῦθεν ὁ μέγας δηλαδὴ δομέστι-

κος, μετὰ τὸν καίσαρα, ἀρχή, καὶ

καθεξῆς οἱ λοιποί.

137

Πανυπερσέβαστος,

Πρωτοβεστιάριος,

Μέγας δούξ,

Πρωτοστράτωρ,

Μέγας στρατοπεδάρχης,

Μέγας πριμμικήριος,

Μέγας κονοσταῦλος,

Μέγας λογοθέτης,

Πρωτοσέβαστος,

Πιγκέρνης,

Κουροπαλάτης,

Παρακοιμώμενος τῆς σφενδόνης,

Παρακοιμώμενος τοῦ κοιτῶνος,

Λογοθέτης τοῦ γενικοῦ· τὸν

οὖν Μετοχίτην Θεόδωρον, λογοθέ-

την ὄντα τοῦ γενικοῦ, ὁ βασιλεὺς

Ἀνδρόνικος τῶν Παλαιολόγων ὁ

πρῶτος τιμήσας μέγαν λογοθέτην

πεποίηκεν· ὃς καὶ ἦν μὲν ὑπερέ-

χων τοῦ μεγάλου στρατοπεδάρχου,

ὑπὸ τὸ πρωτοστράτορα δέ.

Μετὰ δὲ τὸν τοῦ κοιτῶνος παρα-

κοιμώμενον πρωτοβεστιαρίτης,

138

Δομέστικος τῆς τραπέζης,

Ἐπὶ τῆς τραπέζης,

Μέγας παπίας,

Ἔπαρχος,

Μέγας δρουγγάριος τῆς βίγλης,

Μέγας ἑταιρειάρχης,

Μέγας χαρτουλλάριος,

Λογοθέτης τοῦ δρόμου,

Πρωτασηκρῆτις,

Ἐπὶ τοῦ στρατοῦ,

Μυστικός,

Δομέστικος τῶν σχολῶν,

Μέγας δρουγγάριος τοῦ στόλου,

Πριμμικήριος τῆς αὐλῆς,

Πρωτοσπαθάριος,

Μέγας ἄρχων,

Τατᾶς τῆς αὐλῆς,

Μέγας τζαούσιος,

Πραίτωρ τοῦ δήμου,

Λογοθέτης τῶν οἰκειακῶν,

Μέγας λογαριαστής,

Πρωτοκυνηγός,

Σκουτέριος,

Ἀμηράλιος,

Ἐπὶ τῶν δεήσεων,

Κοιαίστωρ,

Μέγας ἀδνουμιαστής,

Λογοθέτης τοῦ στρατιωτικοῦ,

Πρωτοϊερακάριος,

Λογοθέτης τῶν ἀγελῶν,

Μέγας διερμηνευτής,

Ἀκόλουθος,

Κριτὴς τοῦ φωσσάτου,

Ἄρχων τοῦ ἀλλαγίου,

Πρωταλλαγάτωρ,

Μέγας διοικητής,

139

Ὀρφανοτρόφος,

Πρωτονοτάριος,

Ἐπὶ τῶν ἀναμνήσεων,

Δομέστικος τῶν τειχέων,

Προκαθήμενος τοῦ κοιτῶνος,

Προκαθήμενος τοῦ βεστιαρίου,

Βεστιαρίου,

Ἑταιρειάρχης,

Λογαριαστὴς τῆς αὐλῆς,

Στρατοπεδάρχης τῶν μονοκα-

βάλλων,

Στρατοπεδάρχης τῶν τζαγγρα-

τόρων,

Στρατοπεδάρχης τῶν μουρτά-

των,

Στρατοπεδάρχης τῶν τζακώνων,

Προκαθήμενος τῶν μεγάλων

παλατίων,

Προκαθήμενος τῶν Βλαχερνῶν

παλατίων,

Δομέστικος τῶν θεμάτων,

Δομέστικος τῶν ἀνατολικῶν

θεμάτων,

Δομέστικος τῶν δυσικῶν θεμά-

των,

Μέγας μυρταΐτης,

Πρωτοκόμης,

Παπίας,

Δρουγγάριος,

Σεβαστός,

Μυρταΐτης,

Εἰσὶ καὶ προκαθήμενοι πόλεων,

κατ' ἀξίαν ἑκάστης αὐτῶν.

140

Ἐπὶ τοῦ κανικλείου ἦν ὁ συμ-

πένθερος τοῦ βασιλέως ὁ Χοῦμνος

καὶ οὔτε εἰς παράστασιν ἐστάθη

ποτέ, οὔτε εἰς ἀσπασμὸν παρεγέ-

νετο· διὸ καὶ ἦν ὁ τόπος αὐτοῦ

ἀνεπίγνωστος. Κατεῖχε δὲ δικανί-

κιον ξύλον λεῖον.

Ὡσαύτως καὶ ὁ τοῦ μεγάλου

βαϊούλου τόπος ἀνεπίγνωστος ἦν.

141

{ΒʹΠερὶ τῶν φορεμάτων ἑκάστου τῶν

τε ἀξιωμάτων καὶ ὀφφικίων.}

Τὸ σκιάδιον τοῦ δεσπότου ὁλο-

μάργαρον, ὁ ἀὴρ αὐτοῦ ἔχει ὀνόμα-

142

τα τοῦ φοροῦντος αὐτὸ χρυσοκλα-

δαρικὰ συρματέϊνα. Τὰ σεῖα οἷα

143

καὶ τὰ βασιλικά, πλὴν τοῦ κόμπου

καὶ τῶν φοινικίων. Τὸ κόκκινον

ῥοῦχον αὐτοῦ, ὥσπερ καὶ τὸ

βασιλικόν, μετὰ ῥιζῶν, ἄνευ τῶν

στρατηλατικίων. Τὸ ταμπάριον

αὐτοῦ κόκκινον μετὰ μαργελλίων.

Αἱ κάλτζαι κόκκιναι. Τὰ δ' ὑπο-

144

δήματα αὐτοῦ διβολέα, χρώματος

ὀξέος καὶ λευκοῦ, ἔχοντα ἀετοὺς

μαργαριταρεΐνους ἐκ πλαγίων τε

καὶ ἐπὶ τῶν ταρσῶν, ἤτοι ἐπάνω

τῶν τῶν ὑποδημάτων μουζακίων.

Τὰ σίδηρα τῶν πτερνιστηρίων

αὐτοῦ οἷα καὶ τὰ βασιλικά, τὰ δὲ

πτερνιστηρόλωρα διβολέα. Ἡ

σέλλα τοῦ ἀλόγου αὐτοῦ διβολέα

ὡσαύτως, μετὰ ἀετῶν μαργαρι-

ταρεΐνων ἔμπροσθέν τε καὶ ὄπισθεν

καὶ εἰς τὰ τέσσαρα μέρη τῶν

ἱδρομαχίων· ἔχουσα καὶ μαργέλ-

λιον ἔμπροσθεν καὶ ὄπισθεν, ὡς

145

καὶ ἡ βασιλική. Οὐ μὴν καὶ μετὰ

μαργάρων τὸ κοπριτούριον διβο-

λέον. Αἱ δὲ σκάλαι οἷαι καὶ αἱ

βασιλικαί. Ἐπὶ τοῦ μετώπου τῆς

κεφαλαρέας τοῦ χαλιναρίου, διβο-

λέας καὶ αὐτῆς οὔσης, ἀπηώρηται

φοῦντα μετὰ φοινικίων, οἷα καὶ

ἐπὶ τοῦ βασιλικοῦ, οὐ μὴν δὲ καὶ

κόμπωσι. Τὸ δὲ τῆς σέλλας ἐπα-

νωσκέπιον ἄσπρος κάμπος μετὰ

ἀετῶν κοκκίνων μικρῶν. Ὡσαύτως

καὶ ἡ τέντα αὐτοῦ ἄσπρη, ἀετό-

πουλα γέμουσα κόκκινα. Πεζεύει

δὲ ὁ δεσπότης ἐν ᾧ ἂν τόπῳ

προστάξοι τοῦτον ὁ βασιλεύς. Ἐπὶ

κεφαλῆς ἔτι νέος μὲν ὢν ὁ δεσπό-

της φορεῖ ἐν τῷ παλατίῳ οὐδέν,

ἀλλ' ἔνι οὕτως ἀσκεπής. Ὅταν δὲ

καβαλλικεύῃ, φορεῖ οἷον προεί-

πομεν σκιάδιον. Εἰς ἐφήβου δὲ

χρόνον καταντήσας φορεῖ καὶ ἐν

τῷ παλατίῳ τὸ δηλωθὲν σκιά-

διον. Κατὰ δὲ τὰς ἑορτὰς σκαρά-

νικον χρυσοχοϊκόν, λιθάρια καὶ

146

μαργαριτάρια ἔχον οὕτω λεγόμενα

περίχυτα. Τὸ δὲ καββάδιον αὐτοῦ

ὀξὺ ἢ κόκκινον, μαργαριταρέϊνον,

οἷον ἂν ἐκ τούτων ὀρέγοιτο καὶ

ἀποδέχοιτο.

147

Τὸ τοῦ σεβαστοκράτορος σκα-

ράνικον καὶ τὸ τοῦ καίσαρος ἐπὶ

τῶν ἑορτῶν ζητεῖται.

Τὰ σκιάδια τῶν γαμβρῶν τοῦ

βασιλέως, δεσποτῶν ὄντων, χρυ-

σοκόκκινα, συρματέϊνα, ἔχοντα

σταυροὺς μαργαριταρεΐνους καὶ

γύρους.

Τὸ τοῦ σεβαστοκράτορος σκιά-

διον χρυσοκόκκινον, συρματέϊνον.

Ὁ ἀὴρ καὶ τὰ σεῖα οἷα καὶ τὰ τοῦ

δεσπότου. Τὸ κόκκινον ῥοῦχον

αὐτοῦ οἷον μὲν καὶ αὐτὸ τὸ τοῦ

δεσπότου, ἄνευ δὲ ῥιζῶν. Τὸ

ταμπάριον αὐτοῦ τὸ μὲν παλαιὸν

ζητεῖται, πλὴν αἱ κάλτζαι ἠερά-

νεαι. Ὁ δὲ βασιλεὺς ὁ Καντα-

κουζηνὸς τοὺς γυναικαδέλφους

αὐτοῦ Ἰωάννην καὶ Μανουὴλ τοὺς

Ἀσανίους τιμήσας σεβαστοκράτο-

148

ρας δέδωκε φορεῖν αὐτοὺς ταμπά-

ρια καὶ κάλτζας οἷα καὶ οἱ

δεσπόται. Τὰ ὑποδήματα αὐτοῦ

ἠεράνεα, ἔχοντα ἀετοὺς συρμα-

τεΐνους εἰς ἀέρα κόκκινον, ἐφ' ὧν

εἴρηται τόπων τῶν τοῦ δεσπότου.

Ὁμοίως ἥ τε σέλλα καὶ τὸ

κοπριτούριον ἠεράνεα· αἱ σκάλαι

οἷαι καὶ αἱ τοῦ δεσπότου· τὸ τῆς

σέλλας ἐπανωσκέπιον ἠεράνεον καὶ

αὐτό, μετὰ ἀετῶν κοκκίνων τεσσά-

ρων. Ἡ τέντα αὐτοῦ ἄσπρη

ἔχουσα χαρτάρια κατὰ ῥαφὴν

ἠεράνεα. Πεζεύει δὲ καὶ οὗτος

ἐν τῇ τοῦ παλατίου αὐλῇ εἰς τὸ

τετράστυλον· λέγω δὲ τοῦτο διὰ

τὸ τοῦ τόπου γνώρισμα. Τοῦ

βασιλέως δ' ἐν ἄλλῳ τόπῳ εὑρι-

σκομένου πεζεύει κατ' ἀναλογίαν

κἀκεῖσε τοῦ τόπου τοῦ τετρα-

στύλου.

Τὸ τοῦ καίσαρος σκιάδιον

συρματέϊνον, χρυσοκόκκινον, οἷον

149

τὸ τοῦ σεβαστοκράτορος. Ὁ ἀὴρ

καὶ τὰ σεῖα οἷα τὰ αὐτοῦ. Καὶ τὸ

ῥοῦχον ὡσαύτως οἷον τὸ ἐκείνου.

Τὸ δὲ ταμπάριον καὶ τούτου

ζητεῖται. Αἱ κάλτζαι καὶ τὰ ὑπο-

δήματα ἠεράνεα. Ὁμοίως καὶ ἡ

σέλλα τά τε τοῦ κοπριτουρίου καὶ

τοῦ ἐπανωσκεπίου καὶ ἡ τέντα

αὐτοῦ οἷα καὶ ἡ τοῦ σεβαστοκρά-

τορος, μετὰ χαρταρίων ἠερανέων,

ἄνευ ἀετῶν. Πεζεύει δὲ καὶ οὗτος

ἐντὸς τῆς τοῦ παλατίου αὐλῆς

πλησίον οὗ ὁ σεβαστοκράτωρ

πεζεύει.

Τὸν μέντοι δεσπότην ἔμπροσθεν

τοῦ βασιλέως καλοῦσιν οὕτως

ἁπλῶς «δέσποτά μου», καὶ «ἡ

βασιλεία σου»· τὸν δὲ σεβασ-

150

τοκράτορα, «δέσποτά μου σεβασ-

τόκρατορ», καὶ «ἡ βασιλεία

σου»· τὸν καίσαρα δὲ καὶ τοῦτον,

«δέσποτά μου καίσαρ», καὶ «ἡ

βασιλεία σου», ὥσπερ καὶ τὸν

σεβαστοκράτορα.

Εἰδέναι δὲ δεῖ ὅτι εἰ δεήσει ἀνε-

νέγκαι τινὰ τῶν ἀρχόντων τῷ

βασιλεῖ τι ὥστε καὶ τοῦ ὀνόματος

τοῦ δεσπότου μνησθῆναι, «ὁ

αὐθεντόπουλός μου» λέγει «ὁ

υἱός σου ὁ δεσπότης». Εἰ δὲ πρὸς

ἀλλήλους ἄρχοντες ὁμιλοῦντες

μνημονεύουσι τούτου, «ὁ αὐθεντό-

πουλός μας» λέγουσιν «ὁ δεσπό-

της». Ἂν δὲ ἄρχων πάλιν μετὰ

ἀνθρώπου τοῦ δεσπότου ὁμιλῇ,

εἰ μὲν βούλοιτο, λέγει «ὁ αὐθεν-

τόπουλός μου ὁ δεσπότης·» εἰ δὲ

καὶ «ὁ αὐθέντης μας» εἴποι «ὁ

δεσπότης» διὰ πλείονα τιμήν, οὐ

κωλύεται. Ἂν δὲ πάλιν ἄνθρωπος

τοῦ δεσπότου δεήσῃ ἀνενεγκεῖν τῷ

βασιλεῖ ὥστε καὶ τοῦ ὀνόματος

τοῦ αὐθέντου αὐτοῦ μνησθῆναι, οὐχ

«ὁ αὐθεντόπουλός μου» λέγει ἢ

«ὁ αὐθέντης μου ὁ υἱός σου»,

151

ἀλλ' «ὁ κύριός μου ὁ υἱός σου ὁ

δεσπότης»· καίτοι γε ταυτο-

δύναμόν ἐστιν «ὁ κύριός μου»

εἰπεῖν καὶ «ὁ αὐθέντης μου»,

ἀλλ' οὕτως ἐπεκράτησεν. Οὐδὲ γὰρ

τῷ δεσπότῃ λέγει τις, εἰ δεήσει,

«κύριέ μου», καίτοι γε ταυτο-

δυνάμου ὄντος, ὡς εἴπομεν, ἀλλὰ

«δέσποτά μου»· ἄρχοντι δὲ

λέγει «κύριέ μου».

Τὸ σκιάδιον τοῦ μεγάλου δομεσ-

τίκου χρυσοκόκκινον, κλαπωτόν,

μετὰ ἀέρος χρυσοκοκκίνου κλα-

πωτοῦ καὶ αὐτοῦ. Τὰ σεῖα χρυσο-

κόκκινα, οἷα καὶ ὁ ἀήρ. Τὸ δικανί-

κιον αὐτοῦ μετὰ κόμπων ἰνοκοπη-

τῶν. Ὁ μὲν ἐπάνω κόνδυλος

χρυσοῦς, λεῖος· ὁ μετ' αὐτὸν

χρυσοῦς μὲν καὶ αὐτός, ἐντετυ-

λιγμένος δὲ διὰ σχοινοπλοκίου

ἀργυροῦ· ὁ μετ' αὐτὸν τρίτος

χρυσοῦς λεῖος κατὰ τὸν πρῶτον,

ὁ δὲ τέταρτος κατὰ τὸν δεύτερον

ἐντετυλιγμένος σχοινοπλοκίῳ ἀρ-

γυρῷ καὶ καθεξῆς ὁμοίως τοῖς

152

ῥηθεῖσι. Τὸ σκαράνικον αὐτοῦ

χρυσοκόκκινον, συρματέϊνον, ἔχον

ἔμπροσθέν τε καὶ ὄπισθεν εἰκονι-

κῶς τὸν βασιλέα ἰνοκοπητὸν ἱστά-

μενον ἐστεμμένον, ἐκ δεξιῶν μέντοι

ἄγγελον ἕνα, καὶ ἕτερον ἐξ ἀρισ-

τερῶν, περικυκλουμένους διὰ μαρ-

γάρων, ἔτι τε καὶ τὴν τοῦ βασιλέως

εἰκόνα. Ἔχει δὲ τὸ σκαράνικον

γύρωθεν ἐπὶ τοῦ μετώπου σειρὰν

μαργαριταρεΐνην. Τὸ καββάδιον

αὐτοῦ διβολέον, μετὰ μαργελλίων

συρματεΐνων. Αὐτὰ δὴ ταῦτα, τό

τε σκιάδιον δηλαδὴ καὶ τὰ φορέ-

ματα, ἐφόρουν καὶ οἱ τοῦ βασιλέως

τοῦ πρώτου Ἀνδρονίκου ἀνεψιοί,

ὅ τε πανυπερσέβαστος, ὁ πρωτο-

βεστιάριος καὶ οἱ ἕτεροι· ἅτινα

ἐδόθησαν καὶ τῷ Καντακουζηνῷ

Ἰωάννῃ παρὰ τῶν δύο βασιλέων,

ὅτε μέγας δομέστικος ἐγεγόνει.

Τὰ ὑποδήματα τοῦ πανυπερσε-

βάστου κίτρινα· ὡσαύτως καὶ ἡ

σέλλα, ἔχουσα ἔμπροσθέν τε καὶ

ὄπισθεν μαργέλλιον κλαπωτόν. Καὶ

153

τὸ ταμπάριον αὐτοῦ κίτρινον μετὰ

μαργελλίων.

Τὸ δικανίκιον τοῦ πρωτοβεσ-

τιαρίου χρυσοπράσινον, χρυσοχοϊ-

κόν, ὑπὸ ὑελίου. Τὰ ὑποδήματα

αὐτοῦ πράσινα· ἔτι τε καὶ ἡ σέλλα

ἔχουσα καὶ αὐτὴ μαργέλλιον, ὡς

καὶ ἡ τοῦ πανυπερσεβάστου. Καὶ

τὸ ταμπάριον αὐτοῦ πράσινον μετὰ

μαργελλίων.

Τὸ σκιάδιον τοῦ μεγάλου δουκὸς

χρυσοκόκκινον, κλαπωτόν, ἄνευ

ἀέρος. Τὸ σκαράνικον αὐτοῦ χρυσο-

κόκκινον, συρματέϊνον, ἔχον καὶ

αὐτὸ ἔμπροσθεν μὲν εἰκονικῶς τὸν

βασιλέα ἱστάμενον ἰνοκοπητόν,

ὄπισθεν δὲ καθήμενον ἐπὶ θρόνου.

Τὸ καββάδιον αὐτοῦ βλάτιον οἷον

154

ἂν βούλοιτο ἀπὸ τῶν συνήθων.

Τὸ δὲ δικανίκιον αὐτοῦ ἔχει μὲν

κόμπους χρυσοῦς ἐγκοπτούς, καὶ

κονδύλους ὡσαύτως χρυσοῦς, κε-

κλωσμένους δὲ διὰ σχοινοπλοκίου

ἀργυροῦ ὡς τοὺς τοῦ δικανικίου

τοῦ μεγάλου δομεστίκου.

Τὸ τοῦ πρωτοστράτορος σκιά-

διον τό τε σκαράνικον καὶ τὸ

καββάδιον αὐτοῦ ὅμοια τοῖς τοῦ

μεγάλου δουκός. Τοῦ δὲ δικανικίου

αὐτοῦ οἱ κόμποι, ὁ μὲν ἐπάνω

χρυσοῦς, οἱ ἐφεξῆς ἀργυροῖ· οἱ

κόνδυλοι δὲ χρυσοῖ.

Τὰ τοῦ μεγάλου λογοθέτου φορέ-

ματα, ἤτοι τό τε σκιάδιον, τὸ καβ-

βάδιον καὶ τὸ σκαράνικον, οἷα τὰ

τοῦ πρωτοστράτορος· οὐδὲν δὲ

φέρει δικανίκιον.

Καὶ τὰ τοῦ μεγάλου στρατο-

πεδάρχου, ἤως τὸ σκιάδιον, τὸ

καββάδιον καὶ τὸ σκαράνικον, οἷα

τὰ τοῦ πρωτοστράτορος καὶ τοῦ

μεγάλου λογοθέτου. Τοῦ μέντοι

δικανικίου αὐτοῦ οἱ κόνδυλοι πάν-

τες ἀργυροῖ ἄνευ τοῦ πρώτου, οἱ

δὲ κόμποι χρυσοῖ ἐγκοπτοί.

155

Τὸ τοῦ μεγάλου πριμμικηρίου

σκιάδιον συρματέϊνον, τὸ καββά-

διον οἷα τὰ τῶν πρὸ αὐτοῦ. Τὸ τοῦ

σκαρανίκου αὐτοῦ βλάτιον βερικοκ-

κόχροον, συρματέϊνον· ὥσπερ οὖν

τὸ φαιόν ἐστι μέσον λευκοῦ καὶ

μέλανος, οὕτω καὶ τοῦτο μέσον

κοκκίνου καὶ λευκοῦ. Ἔχει δὲ καὶ

τὸ τούτου σκαράνικον τὸν βασιλέα

εἰκονικῶς, ἔμπροσθεν μὲν ἱστά-

μενον ὑπὸ ὑελίου λεγομένου διαγε-

λάστου, ὄπισθεν δὲ καθήμενον ἐπὶ

θρόνου. Τὸ δικανίκιον αὐτοῦ ξύλον

κεχρυσωμένον, οἷον τὸ τοῦ βασι-

λέως.

Καὶ τὰ τοῦ μεγάλου κονοσταύ-

λου πάντα ὡς τὰ τοῦ μεγάλου

πριμμικηρίου. Οὐδὲν δὲ κρατεῖ

δικανίκιον.

Τὰ τοῦ πρωτοσεβάστου φορέμα-

τα οἷα τὰ τοῦ μεγάλου κονοσταύ-

λου. Τὸ δὲ σκιάδιον αὐτοῦ χρυσο-

πράσινον· πλὴν τὸ σύρμα, οὕτω

βλάτιον. Τὸ σκαράνικον δὲ οἷον τὸ

τοῦ μεγάλου πριμμικηρίου· καὶ

ἄνευ δικανικίου.

Τὰ τοῦ πιγκέρνη πάντα οἷα τὰ

τοῦ μεγάλου πριμμικηρίου, ἄνευ

δὲ δικανικίου.

156

Καὶ τὰ τοῦ κουροπαλάτου ὅμοια

τοῖς τοῦ πιγκέρνη, καὶ ἄνευ δικανι-

κίου.

Τὰ τοῦ παρακοιμωμένου τῆς

σφενδόνης φορέματα ὅμοια τοῖς

τοῦ κουροπαλάτου. Τὸ δικανίκιον

αὐτοῦ ξύλον. Ὁ ἐπάνω κόνδυλος

κεχρυσωμένος, ὁ δεύτερος χρυσά-

σπρος κεκλωσμένος, ὁ μετ' αὐτὸν

πάλιν κεχρυσωμένος, ὁ δὲ μετὰ

τοῦτον αὖ κεκλωσμένος, καὶ καθε-

ξῆς ὁμοίως.

Καὶ τὰ τοῦ παρακοιμωμένου τοῦ

κοιτῶνος πάντα οἷα τὰ τοῦ παρα-

κοιμωμένου τῆς σφενδόνης· πλὴν

ὁ μὲν πρῶτος κόνδυλος τοῦ δικα-

νικίου αὐτοῦ χρυσοῦς ὡς καὶ οἱ τῶν

ἄλλων, τὸ δ' ἐφεξῆς ἕως κάτω

χρυσάσπρον κεκλωσμένον.

Τὸ τοῦ λογοθέτου τοῦ γενικοῦ

σκιάδιον ἄσπρον βλάτιον μετὰ

μαργελλίων. Τὸ καββάδιον ἐκ τῶν

συνήθως πολιτευομένων βλατίων.

Τὸ δὲ σκαράνικον αὐτοῦ χρυσά-

σπρον βλάτιον, συρματέϊνον, ἔχον

157

ἔμπροσθέν τε καὶ ὄπισθεν τὴν τοῦ

βασιλέως εἰκόνα διαγέλαστον,

ὥσπερ καὶ τὸ τοῦ παρακοιμω-

μένου· καὶ ἄνευ δικανικίου.

Τὸ τοῦ πρωτοβεστιαρίτου σκιά-

διον κλαπωτόν. Τὸ καββάδιον καὶ

τὸ σκαράνικον αὐτοῦ οἷα τὰ τοῦ

λογοθέτου τοῦ γενικοῦ. Τοῦ δὲ

δικανικίου αὐτοῦ ὁ πρῶτος μὲν

κόνδυλος χρυσοῦς, τὸ δ' ἐφεξῆς

συβαλταρέα χρυσοκόκκινον.

Τὰ τοῦ δομεστίκου τῆς τραπέζης

φορέματα ὅμοια τοῖς τοῦ πρωτο-

βεστιαρίτου, ἄνευ δὲ δικανικίου.

Τὰ τοῦ ἐπὶ τῆς τραπέζης οἷα τὰ

αὐτῶν, τοῦ τε πρωτοβεστιαρίτου

καὶ τοῦ δομεστίκου τῆς τραπέζης.

Τοῦ δὲ δικανικίου αὐτοῦ ὁ μὲν

πρῶτος κόνδυλος χρυσοῦς, ὁ δὲ

δεύτερος μαῦρος, εἶτα χρυσοῦς

καὶ πάλιν μαῦρος, καὶ καθεξῆς

ὁμοίως.

Τὰ τοῦ μεγάλου παπίου φορέ-

ματα ὅμοια τοῖς τοῦ δομεστίκου

158

τῆς τραπέζης καὶ τοῦ ἐπὶ τῆς

τραπέζης. Τὸ δὲ δικανίκιον αὐτοῦ,

ὥσπερ τὸ τοῦ παρακοιμωμένου

τῆς σφενδόνης ἔχει κόνδυλον χρυ-

σοῦν καὶ κόνδυλον χρυσάσπρον,

οὕτω τοῦτο κόνδυλον χρυσοῦν καὶ

κόνδυλον χρυσοκόκκινον.

Καὶ τὰ τοῦ ἐπάρχου οἷα τὰ τοῦ

μεγάλου παπίου, ἄνευ δὲ δικανι-

κίου.

Τὰ τοῦ μεγάλου δρουγγαρίου

τῆς βίγλης φορέματα, ἤως τό τε

σκιάδιον καὶ τὸ καββάδιον, ὅμοια

τοῖς τοῦ ἐπάρχου. Τὸ δὲ τοῦ σκα-

ρανίκου αὐτοῦ βλάτιον χρυσοκί-

τρινον, χρυσοκλαδαρικὸν συρματέϊ-

νον, ἔχον ἔμπροσθεν μὲν τὸν

βασιλέα εἰκονικῶς καθήμενον ἐπὶ

θρόνου χρυσοῦν ἀναβατόν, ὄπισθεν

δὲ ἔφιππον. Τὸ δικανίκιον αὐτοῦ

μετὰ τὸν ἐπάνω κόνδυλον κεχρυσω-

μένον ὄντα, ὡς καὶ τοὺς τῶν

πάντων, χρυσοκόκκινον κεκλωσ-

μένον ἕως κάτω.

Σημείωσαι ὅτι ἀπὸ τοῦ μεγάλου

δομεστίκου μέχρι καὶ τοῦ αὐτοῦ

μεγάλου δρουγγαρίου τῆς βίγλης

πάντες ἄρχοντες, ὅτε μὲν βούλον-

ται, φοροῦσι καββάδια, ὅτε δέ,

159

ἐπιλούρικα· ἀπὸ δὲ τοῦ αὐτοῦ

καὶ κάτω οὐχ οὕτως.

Τὰ τοῦ μεγάλου ἑταιρειάρχου

φορέματα οἷα τὰ τοῦ μεγάλου

δρουγγαρίου. Τὸ δικανίκιον αὐτοῦ,

ὥσπερ τὸ τοῦ αὐτοῦ μεγάλου

δρουγγαρίου χρυσοκόκκινον, οὕτω

τοῦτο χρυσοηέρανον κεκλωσμένον.

Τὰ τοῦ μεγάλου χαρτουλαρίου

οἷα τὰ τοῦ μεγάλου ἑταιρειάρχου,

ἄνευ δὲ δικανικίου.

Τὸ τοῦ λογοθέτου τοῦ δρόμου

σκιάδιον οἷον τὸ τοῦ μεγάλου

χαρτουλαρίου. Φακεωλίδα δὲ φορεῖ

οὗτος καὶ ἐπιλούρικον, οὐ μὴν

σκαράνικον.

Τὸ τοῦ πρωτασηκρῆτις σκιάδιον

βλάτιον, διβολέον, χρώματος ὀξέος

καὶ λευκοῦ, ἔχον μαργέλλια συρμα-

τέϊνα πλατέα, οὐ μὴν σταυροειδῶς,

ἀλλὰ κυκλόθεν, περί τε τὸ ἄκρον

160

τοῦ σκιαδίου καὶ τὸν γῦρον τῆς

τρούλης, ἥτις ἔχει ἐπάνω τύπον

τριφύλλου, διὰ μαργελλίου, οἷον

εἴπομεν. Φορεῖ δὲ φακεωλίδα καὶ

ἐπιλούρικον, οἷα τὰ τοῦ λογοθέ-

του· καὶ οὐδ' οὗτος σκαράνικον.

Τὸ τοῦ ἐπὶ τοῦ στρατοῦ σκιά-

διον κλαπωτόν. Τὸ δὲ καββάδιον

καὶ τὸ σκαράνικον αὐτοῦ οἷα τὰ

τοῦ μεγάλου χαρτουλαρίου.

Τὰ τοῦ μυστικοῦ φακεωλὶς καὶ

ἐπιλούρικον, οὐ μὴν καὶ σκαράνι-

κον.

Τὰ τοῦ δομεστίκου τῶν σχολῶν

φορέματα ὅμοια τοῖς τοῦ ἐπὶ τοῦ

στρατοῦ. Τὸ δικανίκιον αὐτοῦ

ἀργυροῦν μέν, ἀχρύσωτον δέ, ἔχον

ἐπάνω κόμπον καὶ μετὰ τὸν κόν-

δυλον ἕτερον κόμπον καὶ πλέον

οὐδὲν,

Τὰ τοῦ μεγάλου δρουγγαρίου

τοῦ στόλου φορέματα πάντα ὅμοια

τοῖς τοῦ δομεστίκου τῶν σχολῶν,

καὶ ἄνευ δικανικίου.

Τὰ τοῦ πριμμικηρίου τῆς αὐλῆς,

ἤως τό τε σκιάδιον καὶ τὸ καββά-

διον καὶ τὸ σκαράνικον, ὡς καὶ τὰ

τοῦ μεγάλου δρουγγαρίου. Τὸ δὲ

δικανίκιον αὐτοῦ χρυσοηέρανον

161

συβαλταρέα, ὥσπερ τὸ τοῦ πρωτο-

βεστιαρίτου χρυσοκόκκινον.

Τὸ τοῦ πρωτοσπαθαρίου σκιά-

διον, τὸ καββάδιον καὶ τὸ σκαρά-

νικον ὅμοια τοῖς τοῦ πριμμικηρίου

τῆς αὐλῆς. Οὐδὲν δὲ κρατεῖ δικα-

νίκιον.

Τὰ τοῦ μεγάλου ἄρχοντος οἷα

τὰ τοῦ αὐτοῦ πρωτοσπαθαρίου.

Καὶ οὐδὲ οὗτος κρατεῖ δικανίκιον.

Καὶ τὰ τοῦ τατᾶ τῆς αὐλῆς ὡς

τὰ τοῦ μεγάλου ἄρχοντος. Τὸ

δικανίκιον αὐτοῦ ξύλον λεῖον.

Τὸ τοῦ μεγάλου τζαουσίου σκιά-

διον, τὸ καββάδιον καὶ τὸ σκαρά-

νικον, καὶ ταῦτα ὡς τὰ τοῦ τατᾶ

τῆς αὐλῆς. Φέρει δὲ οὗτος ἀπὸ

τοῦ ἀριστεροῦ μέρους τῆς ζώνης

αὐτοῦ σειρομάστην, ὃν κοινῶς

καλοῦσι σαλίβαν.

Τὰ τοῦ πραίτορος τοῦ δήμου

πάντα φορέματα ὅμοια τοῖς τοῦ

μεγάλου τζαουσίου. Τὸ δικανίκιον

αὐτοῦ ξύλον λεῖον.

Τὰ τοῦ λογοθέτου τῶν οἰκειακῶν

φακεωλὶς καὶ ἐπιλούρικον, οὐ μὴν

δὲ σκαράνικον.

162

Τὰ τοῦ μεγάλου λογαριαστοῦ

οἷα τὰ τοῦ λογοθέτου τῶν οἰκεια-

κῶν.

Τὸ τοῦ πρωτοκυνηγοῦ σκιάδιον,

τὸ καββάδιον καὶ τὸ σκαράνικον

ὡς τὰ τοῦ πραίτορος τοῦ δήμου.

Καὶ τὰ τοῦ σκουτερίου τοιαῦτα.

Τὰ τοῦ ἀμηραλίου ὡσαύτως.

Τὰ τοῦ ἐπὶ τῶν δεήσεων φακεω-

λὶς καὶ ἐπιλούρικον, οὐ μὴν δὲ καὶ

σκαράνικον.

Τὸ τοῦ κοιαίστορος σκιάδιον,

τὸ καββάδιον καὶ τὸ σκαράνικον

ὅμοια τοῖς τοῦ μεγάλου τζαουσίου.

Καὶ τὰ τοῦ μεγάλου ἀδνουμιασ-

τοῦ οἷα τὰ τοῦ κοιαίστορος. Τὸ δὲ

δικανίκιον αὐτοῦ ἀργυροῦν ἀχρύ-

σωτον, ἔχον ἐπάνω κόμπον ἕνα καὶ

μόνον, ἔχοντα ἐπικαθημένην περι-

στεράν.

Τὰ τοῦ λογοθέτου τοῦ στρατιω-

τικοῦ φορέματα φακεωλὶς καὶ

ἐπιλούρικον, οὐ μὴν καὶ σκαρά-

νικον.

Τὸ τοῦ πρωτοϊερακαρίου σκιά-

διον, τὸ καββάδιον καὶ τὸ σκαρά-

νικον ὅμοια τοῖς τοῦ μεγάλου

ἀδνουμιαστοῦ. Φέρει δὲ ἐπὶ ζώνης

χειρόρτιον ἀριστερόν, ἔχον περὶ

τὴν τῆς εἰσόδου ἄκραν ἐρραμένον

μαργέλλιον ὑφαντόν, ἔχον ἀετοὺς

ὀξέους.

163

Τὰ τοῦ λογοθέτου τῶν ἀγελῶν

φακεωλὶς καὶ ἐπιλούρικον ὡς τὰ

τοῦ λογοθέτου τοῦ στρατιωτικοῦ,

οὐ μὴν καὶ σκαράνικον.

Τὸ τοῦ μεγάλου διερμηνευτοῦ

σκιάδιον καὶ τὸ καββάδιον ὡς τὰ

τοῦ πρωτοϊερακαρίου. Τὸ δὲ σκαρά-

νικον αὐτοῦ ἐνδεδυμένον κόκκινον

χάσδεον, ἔχον ἐπὶ κορυφῆς μικρὰν

φοῦνταν κοκκίνην. Τοῦ δὲ δικανι-

κίου αὐτοῦ τὸ μὲν ἓν πλάγιον

κόκκινον, τὸ δὲ ἕτερον ἀργυροῦν

διὰ πεταλίου ζωγραφικοῦ.

Τὸ τοῦ ἀκολούθου σκιάδιον, τὸ

καββάδιον καὶ τὸ σκαράνικον ὅμοια

τοῖς τοῦ μεγάλου διερμηνευτοῦ,

ἄνευ δὲ δικανικίου.

Τὰ τοῦ μεγάλου διοικητοῦ φορέ-

ματα οἷα τὰ τοῦ ἀκολούθου. Φέρει

δὲ δικανίκιον ξύλον λεῖον ἄνευ

κόμπου.

Καὶ τὰ τοῦ κριτοῦ τοῦ φωσσάτου

ὡς τὰ τοῦ μεγάλου διοικητοῦ·

οὐδὲν δὲ κρατεῖ δικανίκιον.

Τὰ τοῦ ἄρχοντος τοῦ ἀλλαγίου

πάντα οἷα τὰ τοῦ κριτοῦ τοῦ φωσ-

σάτου· κρατεῖ δὲ δικανίκιον ξύλον

λεῖον.

Τὸ τοῦ πρωταλλαγάτορος σκιά-

διον, τὸ καββάδιον καὶ τὸ σκαρά-

νικον ὅμοια τοῖς τοῦ ἄρχοντος τοῦ

ἀλλαγίου. Φέρει δὲ ἀντὶ δικανικίου

ἣν ἰδιωτικῶς καλοῦσι ματζοῦκαν,

164

ἀργυρᾶν κεχρυσωμένην, ἧς ὁ στυ-

λειὸς ἐνδεδυμένος βλατίῳ κοκ-

κίνῳ, ἔχων εἰς τὸ ἄκρον κάτω

κεχρυσωμένον βουτίον καὶ κατὰ

τὴν μέσην δέμα ὡσαύτως κεχρυσω-

μένον.

Τὰ τοῦ ὀρφανοτρόφου τοιαῦτα,

ἄνευ δὲ δικανικίου.

Καὶ τὰ τοῦ πρωτονοταρίου πάν-

τα ὁμοίως.

Τὰ τοῦ ἐπὶ τῶν ἀναμνήσεων

οἷα τὰ τῶν πρὸ αὐτοῦ, πρωτονο-

ταρίου τε καὶ τῶν λοιπῶν. Τοῦ δὲ

δικανικίου αὐτοῦ ὁ μὲν ἐπάνω

κόνδυλος κεχρυσωμένος, τὸ δὲ

λοιπὸν συβαλταρέα ἀσπροκόκκινον,

ἄνευ χρυσαφίου τινός.

Τὰ τοῦ δομεστίκου τῶν τειχέων

ὡς τὰ τοῦ ἐπὶ τῶν ἀναμνήσεων.

Τὸ δὲ δικανίκιον αὐτοῦ ξύλον

λεῖον.

Τὸ τοῦ προκαθημένου τοῦ κοι-

τῶνος σκιάδιον, τὸ καββάδιον καὶ

τὸ κόκκινον σκαράνικον ὅμοια τοῖς

τοῦ δομεστίκου τῶν τειχέων. Τὸ

δικανίκιον αὐτοῦ ξύλον λεῖον.

165

Τὰ τοῦ προκαθημένου τοῦ βεσ-

τιαρίου πάντα, καὶ τὸ δικανίκιον,

οἷα τὰ τοῦ προκαθημένου τοῦ

κοιτῶνος.

Καὶ τὰ τοῦ βεστιαρίου τοιαῦτα,

ἄνευ δὲ δικανικίου.

Τὰ τοῦ ἑταιρειάρχου πάντα

ὁμοίως τούτοις. Τὸ δὲ δικανίκιον

αὐτοῦ, ὥσπερ τὸ τοῦ μεγάλου

ἑταιρειάρχου χρυσοηέρανον κε-

κλωσμένον, οὕτω τοῦτο κιτρινοη-

έρανον κεκλωσμένον.

Τὰ τοῦ λογαριαστοῦ τῆς αὐλῆς

τοιαῦτα. Τὸ δὲ δικανίκιον αὐτοῦ

ξύλον λεῖον.

Τὰ τοῦ στρατοπεδάρχου τῶν

μονοκαβάλλων ὁμοίως.

Τὰ τοῦ στρατοπεδάρχου τῶν

τζαγγρατόρων ὅμοια τοῖς τοῦ πρὸ

αὐτοῦ.

Τὰ τοῦ στρατοπεδάρχου τῶν

μουρτάτων οἷα τὰ τοῦ στρατο-

πεδάρχου τῶν τζαγγρατόρων.

Καὶ τὰ τοῦ στρατοπεδάρχου

τῶν τζακώνων ὅμοια κατὰ πάντα

τοῖς πρὸ αὐτοῦ.

Τὰ τοῦ προκαθημένου τῶν μεγά-

λων παλατίων πάντα οἷα τὰ τῶν

πρὸ αὐτοῦ. Ὡσαύτως καὶ τὸ

δικανίκιον αὐτοῦ ξύλον λεῖον.

166

Καὶ τὰ τοῦ προκαθημένου τῶν

τῶν Βλαχερνῶν παλατίων ἀπα-

ραλλάκτως τοιαῦτα.

Τὰ τοῦ δομεστίκου τῶν θεμά-

των πάντα ὡσαύτως.

Τὰ τοῦ δομεστίκου τῶν ἀνατο-

λικῶν θεμάτων τοιαῦτα.

Καὶ τὰ τοῦ δομεστίκου τῶν

δυσικῶν θεμάτων πάντα, ἔτι τε καὶ

τὸ δικανίκιον αὐτοῦ, ὅμοια τοῖς

τῶν πρὸ αὐτοῦ.

Τὰ τοῦ μεγάλου μυρταΐτου,

ἤτοι τὸ μὲν 〈σκιάδιον, τὸ〉 καββά-

διον καὶ τὸ κόκκινον σκαράνικον

αὐτοῦ, ὡς τὰ τῶν πρὸ αὐτοῦ. Τὸ

δὲ δικανίκιον αὐτοῦ ἀργυροῦν,

χρυσοχοϊκόν, γαμματίζον ἄνωθεν.

Καὶ τὰ τοῦ πρωτοκόμητος φορέ-

ματα ὁμοίως τοιαῦτα. Οὐδὲν δὲ

κρατεῖ δικανίκιον.

Ὁ δὲ δρουγγάριος κρατεῖ δικα-

νίκιον μόνον ξύλον λεῖον.

Ὁ σεβαστὸς οὐδέν.

Ὡσαύτως καὶ ὁ μυρταΐτης.

Οἱ προκαθήμενοι τῶν ἐντίμων

πόλεων κρατοῦσι δικανίκια ξύλα

ἄσπρα.

Ὁ δὲ παπίας κρατεῖ δικανίκιον

μόνον ξύλον χωρὶς κόμπου.

167

{ΓʹΠερὶ τῆς ὑπηρεσίας ἑκάστου

τῶν ὀφφικίων.}

Ὁ δεσπότης μέν, ὁ σεβαστο-

κράτωρ καὶ ὁ καίσαρ οὐδεμίαν

ὑπηρεσίαν ἔχουσιν, ἐὰν μὴ ταχθῶ-

σιν εἰς ἡγεμονίαν.

Αἱ δὲ τοῦ μεγάλου δομεστίκου

ὑπηρεσίαι καὶ τοῦ πρωτοβεστια-

ρίου κείσθωσαν τό γε νῦν ἔχον·

λεχθήσονται γὰρ ἐν τῷ προσήκοντι

τόπῳ.

Ὁ πανυπερσέβαστος οὐδεμίαν

ὑπηρεσίαν ἔχει.

Ὁ μέγας δούξ, ὥσπερ ὁ μέγας

δομέστικος εὑρίσκεται εἰς τὸ φωσ-

σάτον ἅπαν κεφαλή, οὕτω κατὰ

θάλασσαν οὗτος. Καὶ οἱ μὲν εἰς τὰ

ἕτερα κάτεργα εὑρισκόμενοι ἄρχον-

τες ὡς κεφαλαὶ ἱστῶσι τὸ σύνηθες

βασιλικὸν φλάμουλον ἤτοι σταυρὸν

μετὰ πυρεκβόλων· οὗτος δὲ ὁ

μέγας δοὺξ τὴν τοῦ βασιλέως

στήλην ἵστησιν ἔφιππον. Ἔχει

δὲ ὑπ' αὐτὸν τόν τε μέγαν δρουγ-

γάριον τοῦ στόλου, τὸν ἀμηράλιον,

τὸν πρωτοκόμητα, τοὺς δρουγγα-

ρίους καὶ τοὺς κόμητας.

168

Ὁ πρωτοστράτωρ τοῦ μεγάλου

δομεστίκου ἀπόντος φέρει τὴν τοῦ

βασιλέως σπάθην. Ὅτε οὖν ὁ

βασιλεὺς μέλλει τοῦ ἵππου ἐπι-

βήσεσθαι, τοῦ κόμητος τῶν βασι-

λικῶν ἵππων κομίσαντος ἵππον

καὶ κρατοῦντος αὐτόν, μετὰ τὸν

βασιλέα ἐπιβῆναι, ὁ πρωτοστρά-

τωρ ἀπὸ τοῦ χαλινοῦ λαβὼν σύρει

τὸν ἵππον μέχρι καὶ τοῦ τετάρτου

ἢ πέμπτου τῆς τοῦ παλατίου

αὐλῆς μέρους. Ἔπειτα διαδεξά-

μενος τοῦτον ὁ μέγας χαρτουλάριος

φέρει διὰ τοῦ χαλινοῦ ἕως τῆς

πύλης. Ὡσαύτως ποιεῖ καὶ ὁπότε

μέλλει πεζεύσειν ὁ βασιλεύς, φέρων

δηλονότι ἀπὸ τῆς πύλης τὸν ἵππον

μέχρι καὶ τοῦ προρρηθέντος τόπου,

ἀφ' οὗ διαδέχεται πάλιν αὐτὸν

ὁ πρωτοστράτωρ, φέρων ἕως καὶ

τοῦ πεζεύματος. Εἰ δ' ἴσως τύχοι

τὸν πρωτοστράτορα ἀποδημεῖν,

ποιεῖ τοῦτο ἀπ' ἀρχῆς μέχρι τέλους

ὁ μέγας χαρτουλάριος. Ἂν δὲ καὶ

οὗτος ἀποδημεῖ, φέρει τὸν ἵππον

ἀπὸ τῶν καθευρεθέντων ἀρχόντων

ὁ ἐντιμότερος.

Δεῖ δὲ γινώσκειν ὅτι ἔθος ἐστὶ

καθ' ἑκάστην ἑτοίμους εἶναι ἵππους

ἑπτά, οἳ καὶ καλοῦνται στρώσια,

ἐκδεχομένους τὸν βασιλέα καβαλ-

λικεῦσαι οἷον ἂν ἐκ τούτων βού-

169

λοιτο. Οἱ δὲ λοιποὶ ἵπποι ἀκολου-

θοῦσιν, οἳ καὶ καλοῦνται συρτά.

Ὁ μέντοι δηλωθεὶς κόμης ἐπ'

ἀδείας ἔχει, οἷον ἂν ἐκ τῶν

βασιλικῶν ἵππων βούλοιτο, καβαλ-

λικεύειν εἰς τὸ καβαλλαρίκιον τοῦ

βασιλέως, ἄγειν τε καὶ φέρειν ἐν

τῇ αὐλῇ καὶ ἐθίζειν· πεζεύειν

δ' αὖ εἰς τὸ καβαλλαρίκιον. Ἐντὸς

μέντοι, ὡς εἴρηται, τῆς αὐλῆς

μόνον, ἐκβῆναι δὲ ταύτης ἱππότης

ἢ εἰσελθεῖν οὔθ' οὗτος οὔτε τις

ἕτερος. Εἰ δὲ δεήσει ἄρχοντάς

τινας καβαλλικεῦσαι ἐν τῇ αὐλῇ,

πεζῇ μὲν εἰσέρχονται, εἶτα καβαλ-

λικεύουσι. Πάλιν δὲ εἰς τὴν ἐκβο-

λὴν αὐτῶν πεζεύοντες ἐξέρχονται

πεζῇ. Ἔχει τε ἄδειαν ὁ κόμης

βασιλέως παρόντος βασιλικὸν κα-

βαλλικεύειν συρτόν, οἷον ἂν βού-

λοιτο· ἀπόντος δ' οὐχ οὕτως.

Ἀλλὰ σαγίσματος τῶν τοῦ ἵππου

καπουλίων ἐπικειμένου μέχρι καὶ

τῆς ἡμισείας σκέποντος σέλλας,

οὕτω καβαλλικεύει, ἀπερχόμενος

ἀλλαχοῦ μὲν οὐδαμοῦ, ἕως δὲ καὶ

μόνου τοῦ στρατορικίου.

Ἔθος δὲ ὅτι καὶ τοῦτο κατ'

ἔτος ἐστίν, τὸ κατὰ τὸν τοῦ μεγά-

λου Πάσχα καιρὸν γίνεσθαι σέλλας

βασιλικὰς καὶ χαλινοὺς καὶ ἐπα-

170

νωσκέπια πάντα καινά, καὶ τὰ

παλαιὰ λαμβάνειν πάντα τὸν κόμη-

τα, ἤτοι τάς τε σέλλας μετὰ τῶν

κομπωσίων καὶ τοὺς χαλινοὺς

οὕτω μετὰ τῶν φουντῶν.

Ἡ δὲ τῶν λεγομένων συρτῶν

βασιλικῶν ἵππων ἀκολούθησις,

ὁπηνίκα καβαλλικεύει ὁ βασιλεύς,

λέγεται γενέσθαι ἐξ αἰτίας τοιᾶσδε.

Τὸν βασιλέα Θεόφιλόν φασι γενέσ-

θαι φιλοδίκαιον. Ἱππότην οὖν

φερόμενόν ποτε, ὑπαντῆσαί φασι

γυναῖκα, κράζουσαν ἑαυτῆς εἶναι

τὸν ἵππον ᾧ ἐποχεῖται ὁ βασιλεύς.

Τοῦ τοιούτου τοίνυν ἐξετασθέντος

εὑρεθῆναι ἀληθεύουσαν τὴν γυναῖ-

κα· εἶναι μὲν γὰρ τὸν ἵππον

αὐτῆς, τὸν δ' ἔπαρχον ἀφελόμενον

δῶρον, ὡς ἑαυτοῦ τοῦτον ὄντα,

προσαγαγεῖν τῷ βασιλεῖ. Τούτου

τοίνυν δήλου γεγονότος τὸν μὲν

βασιλέα εὐθύς, ὡς εἶχε, καταβῆναι

τοῦ ἵππου καὶ δοῦναι τοῦτον τῇ

κεκτημένῃ. Ἐπεὶ δ' οὐκ ἦσαν

τότε ἵπποι βασιλικοὶ συρόμενοι,

171

ἐγένετο δὲ ὁ βασιλεὺς ἐν χρείᾳ

ἵππου καὶ ἐκαβαλλίκευσεν ἵππον

τὸν τυχόντα, ἐτάχθη ἡ τῶν

συρτῶν ἀκολούθησις, ὡς ἄν, εἴ τι

συμβεβηκὸς τύχοι, εἴησαν ἕτοιμοι

ἵπποι βασιλικοὶ πρὸς τὸ ἀφιππά-

σασθαι τὸν βασιλέα.

Ἡ μέντοι σπάθη τοῦ βασιλέως

ἀεὶ εἰς τὸ ῥουχαρεῖον εὑρίσκεται,

τὰ δὲ ὑποδήματα εἰς τὸ βεστιάριον.

Ἔστι καὶ ἕτερον εἶδος ὑποδημά-

των, ἃ καλοῦνται τζαγκία, ἔχοντα

ἐκ πλαγίων κατὰ τὰς κνήμας καὶ

ἐπὶ τῶν ταρσῶν ἀετοὺς διὰ λίθων

καὶ μαργάρων, ἅτινα καὶ φορεῖ ὁ

βασιλεὺς εἴς τε τοὺς περιπάτους

καὶ τὰς προκύψεις. Καὶ ὁ ταῦτα

172

ποιῶν οὐ τζαγκάριος, ὡς οἱ ἕτεροι,

ἀλλὰ τζαγκὰς ὀνομάζεται. Ὁπη-

νίκα γοῦν δεήσει τὸν βασιλέα

καβαλλικεῦσαι, φέρει τὰ ὑποδή-

ματα παιδόπουλον τοῦ βεστιαρίου

ἐντός, οὕτω κοινῶς ὀνομαζομένου

ἀλλαξιμαρίου. Ἑτοιμασθέντος οὖν

καὶ καβαλλικεύσαντος τοῦ βασι-

λέως, οἱ ἀνακαρισταὶ κρούουσι τὰ

ἀνάκαρα, σαλπίζουσι δὲ καὶ οἱ

σαλπιγκταὶ ὁμοίως καὶ οἱ βυκινά-

τορες δι' ὀργάνων ἀργυρῶν. Αἱ

μέντοι κατὰ τὴν τοιαύτην ὑπηρε-

σίαν σαλπίζουσαι σάλπιγγες οὐ

κατὰ τὰς ἄλλας εἰσὶ σάλπιγγας,

ἀλλ' ἕτερόν τι σχῆμα. Δηλοῖ δὲ ἡ

τῶν τοιούτων ὀργάνων φωνή,

τὸ ἐάνπερ τι αἰτῇ τις τοῦ λαοῦ

ἢ ἀδικῆται, ἀκούσας τούτων δρα-

μὼν ἀνενέγκῃ.

173

Γίνεται μέντοι τὸ τοιοῦτον, εἰ

κατὰ τὴν πρωΐαν τύχοι καβαλλι-

κεύων ὁ βασιλεύς· μετὰ δὲ τὸ

γεῦμα καβαλλικεύσειν μέλλοντος

οὐδαμῶς γίνεται τοῦτο. Ἡ δὲ

αἰτία ἀγνοεῖται. Στοχαστικῶς γε

μὴν λέγω ὡς ἐπείπερ οἱ τοῦ πλή-

θους ἄνθρωποι πρωΐας μὲν νήφου-

σι, μετὰ δὲ τὸ γεῦμα μεθύουσιν

ὡς ἐπὶ τὸ πλεῖστον καὶ προπετέσ-

τεροι γίνονται, εἰκότως πρωΐας

μὲν σαλπίζουσι δι' ὃν εἴπομεν

τρόπον, μετὰ δὲ τὸ γεῦμα οὐδαμῶς,

ἵνα μή τις μεθύων ἀτάκτως καὶ

προπετῶς προσέλθῃ τῷ βασιλεῖ.

Ἔτι ὁ πρωτοστράτωρ ἔνι καὶ

δεφένσωρ τῶν κουρσευόντων. Τού-

των γὰρ μήτε τάξιν ἐχόντων μήτε

φλάμουλον ἴδιον, ἀλλ' ἀτάκτως

οὕτως ἀπολυομένων, ὁ πρωτοσ-

τράτωρ ὀπίσω τούτων εὑρισκό-

μενος δεφενδεύει τούτους, ἐὰν ἄρα

πόλεμον εὕρωσιν· διὰ τοῦτο καὶ

γὰρ πρωτοστράτωρ καλεῖται, διὰ

τὸ προηγεῖσθαι παντὸς αὐτὸν τοῦ

στρατοῦ. Ἀπὸ δὲ τῶν κουρσευο-

μένων ζῴων πάντα τὰ ποικίλα, ἃ

ὀνομάζονται φυτίλια, ἔθος ἐστὶ

λαμβάνειν τὸν πρωτοστράτορα.

174

Ὁ μέγας λογοθέτης διατάττει

τὰ παρὰ τοῦ βασιλέως ἀποστελ-

λόμενα προστάγματά τε καὶ χρυσό-

βουλλα πρός τε ῥῆγας, σουλτάνους

καὶ τοπάρχας. Καὶ τοῦτο μὲν

ἴδιον τοῦ μεγάλου λογοθέτου

ὑπηρέτημα, τὸ δὲ τοῦ μεσαστι-

κίου ἐνεργεῖν, ᾧ ἂν ἐπιτάξοι ὁ

βασιλεύς.

Ὁ μέγας στρατοπεδάρχης ἐστὶν

ἐπιμελητὴς τῶν τῆς στρατιᾶς ἐπι-

τηδείων, ἤτοι τροφίμων, ποτῶν

καὶ πάντων τῶν χρειωδῶν.

Ὁ μέγας πριμμικήριος ἐντὸς

τοῦ παλατίου εἰς τὴν παράστασιν,

παιδοπούλου τοῦ βεστιαρίου κομί-

ζοντος τὸ βασιλικὸν δικανίκιον

μέχρι καὶ τοῦ τρικλίνου διμοίρου,

οὗτος τοῦτο λαμβάνων τῷ βασιλεῖ

φέρων δίδωσιν. Ὅταν δ' αὖ τοῦτο

παρὰ τοῦ βασιλέως λάβῃ, ἐπ'

ἀδείας ἔχει πολλάκις κατέχειν

αὐτὸς τιμῆς ἕνεκα. Τὸ δὲ οἰκεῖον

δικανίκιον δίδωσι πρὸς τὸ ῥηθὲν

τοῦ βεστιαρίου παιδόπουλον, ὃς

καὶ ἐξάγει τοῦτο ἐν τῷ αὐτῷ

σχήματι, κατὰ καὶ τὸ βασιλικόν.

175

Ἔνι δὲ καὶ τεταγμένον δίδοσθαι

πρὸς τὸν μέγαν πριμμικήριον κατὰ

Κυριακήν, χάριν δικανικίου, ὑπέρ-

πυρον ἕν. Ἂν δ' ἴσως οὗτος ἀπο-

δημῇ, δίδωσι τὸ δικανίκιον ὁ

ἐντιμότερος τῶν καθευρεθέντων

ἀρχόντων. Εὑρίσκεται δὲ καὶ εἰς

τὸ φωσσάτον κεφαλὴ τῆς βασιλικῆς

συντάξεως. Ἔχει δὲ καὶ ἰδικὸν

αὐτοῦ φλάμουλον ἐν τῇ τοιαύτῃ

συντάξει.

Ὁ μέγας κονοσταῦλος εὑρίσκε-

ται κεφαλὴ τῶν ῥογατόρων φράγ-

γων.

Ὁ πρωτοσέβαστος οὐδεμίαν

ὑπηρεσίαν ἔχει.

Ἡ τοῦ πιγκέρνη ὑπηρεσία, ὅτε

καὶ ἡ τοῦ μεγάλου δομεστίκου

λεχθήσεται.

Ὁ κουροπαλάτης εἶχε μὲν εἰς

τὸ παλαιὸν ὑπηρεσίαν, ἥτις ἐστὶν

ἀνεπίγνωστος, νῦν δὲ οὐδεμίαν.

Ὁ παρακοιμώμενος τῆς σφεν-

δόνης τὴν τοῦ βασιλέως σφενδόνην

λαμβάνων σφραγίζει διὰ κηροῦ

ἔνθα δεῖ· ἡ δὲ τοιαύτη σφραγίς,

ἡ διὰ κηροῦ δηλαδή, οὐδαμοῦ

γίνεται ἀλλαχοῦ παρὰ τοῦ βασι-

λέως, εἰ μὴ πρὸς τὴν δέσποιναν τὴν

μάναν αὐτοῦ καὶ τὴν δέσποιναν τὴν

γυναῖκα αὐτοῦ καὶ τὸν βασιλέα

τὸν υἱὸν αὐτοῦ. Πρὸς δὲ δεσπότας,

176

πατριάρχας καὶ τοὺς λοιποὺς

ἄρχοντας τῶν ἐντιμοτέρων διὰ

μολυβδίνης βούλλης. Φέρει δὲ οὗτος

καὶ τὴν βασιλικὴν σπάθην, ἀπο-

δημοῦντος τοῦ πρωτοστράτορος.

Ὁ παρακοιμώμενος τοῦ κοι-

τῶνος εὑρίσκεται κεφαλὴ τῶν ἐν

τῷ κοιτῶνι παιδοπούλων καὶ τῶν

κοιτωναρίων, ἔχων ὑπ' αὐτὸν

καὶ τὸν προκαθήμενον τοῦ κοιτῶ-

νος. Μένει δὲ καὶ ἐντὸς τοῦ

παλατίου. Τοῦ παρακοιμωμένου δὲ

τῆς σφενδόνης ἀποδημοῦντος οὗτος

φέρει τὴν τοῦ βασιλέως σπάθην.

Ἡ τοῦ γενικοῦ λογοθέτου ὑπη-

ρεσία οὐ γινώσκεται.

Ὁ πρωτοβεστιαρίτης ἐστὶν ὑπη-

ρέτης τῆς παραστάσεως. Πρὸ γὰρ

τοῦ τὸν βασιλέα τοῦ κελλίου

αὐτοῦ ἐξελθεῖν οὗτος εὑρίσκεται ἐν

τῷ τρικλίνῳ μετά τε τοῦ μεγάλου

ἑταιρειάρχου καὶ τοῦ τῆς αὐλῆς

πριμμικηρίου. Καὶ μετὰ τὸ ἐξελ-

θεῖν καὶ σταθῆναι τὸν βασιλέα

ἐξέρχεται ὁ πρωτοβεστιαρίτης καὶ

καλεῖ τοὺς τῶν ἀρχόντων ἐντιμο-

τέρους εἰς τὴν παράστασιν. Ἔπειτα

ὁ μέγας ἑταιρειάρχης καὶ καλεῖ καὶ

οὗτός τινας τῶν προτέρων πλείους.

Καὶ μετὰ τοῦτον ἐξέρχεται ὁ

πριμμικήριος τῆς αὐλῆς καὶ καλεῖ

177

καὶ οὗτος ὡσαύτως τοὺς λοιποὺς

τῶν ἀρχόντων. Εἶτα φέρουσι τὸ

τοῦ βασιλέως δικανίκιον· οὗ καὶ

δοθέντος τῷ βασιλεῖ παρὰ τοῦ

μεγάλου πριμμικηρίου, ὡς εἴρη-

ται, εὐθὺς οἱ ἑταιρειάρχαι καλοῦσι

τοὺς ἐπιλοίπους, τοὺς τὰ κόκκινα

δηλονότι φοροῦντας σκαράνικα, καὶ

πάντας τοὺς κάτω. Καὶ γίνεται

μὲν τοῦτο οὕτω πάντοτε, κατά τε

τὴν τοῦ ὄρθρου ὥραν, τῆς λειτουρ-

γίας καὶ τοῦ ἑσπερινοῦ· μετὰ δὲ

τὴν ἀπόλυσιν, εἰ μὲν ἔχει θέλημα

ὁ βασιλεὺς ἢ ἵνα δημηγορήσῃ ἢ

εὐεργετήσῃ ὀφφίκιον πρός τινα,

ἔτι ἡ παράστασις ἵσταται. Εἰ δὲ

μή, τοῦ πρωτοβεστιαρίτου τὸ

ἑαυτοῦ δικανίκιον κρούσαντος ἐπ'

ἐδάφους ἠρέμα, οἱ ἑταιρειάρχαι οἱ

δικανίκια ξύλα φέροντες λέγουσι

τοῖς μετὰ τὸ δικανίκιον εἰσελθοῦσι

τοῦ βασιλέως, καὶ ἐξέρχονται.

Εἰ δ' ἔτι τῆς παραστάσεως ἱστα-

μένης δεήσει ἀνενεχθῆναι τῷ βασι-

λεῖ, εἴτε δι' ἀποκρισιάριον εἴτε

δι' ἄλλον, τι τῶν ἀναγκαίων, οὐδεὶς

τῶν ἀρχόντων ἔχει τοῦτο ἐπ'

ἀδείας ποιῆσαι, μὴ τοῦ βασιλέως

ἴσως ἐπιτάξαντος, εἰ μὴ μόνος ὁ

πρωτοβεστιαρίτης· εἰ δ' οὗτος

ἀποδημεῖ, ὁ μέγας ἑταιρειάρχης,

178

εἰ δὲ καὶ οὗτος, ὁ τῆς αὐλῆς πριμ-

μικήριος.

Ἡ τοῦ δομεστίκου τῆς τραπέζης

ὑπηρεσία καὶ τοῦ ἐπὶ τῆς τραπέζης

λεχθήσεται, ὅτε καὶ ἡ τοῦ μεγάλου

δομεστίκου.

Ὁ μέγας παπίας εἶχε μὲν πάλαι

ὑπηρεσίαν ἀνεπίγνωστον, νῦν δὲ

οὐδεμίαν.

Ὁ ἔπαρχος ὡσαύτως· νῦν δὲ

οὐδὲ οὗτος.

Ἡ τοῦ μεγάλου δρουγγαρίου

τῆς βίγλης ὑπηρεσία εἰρήσεται καὶ

αὐτή, ὅτε καὶ ἡ τοῦ μεγάλου

δομεστίκου ἡ εἰς τὸ φωσσάτον.

Τὸ τοῦ μεγάλου ἑταιρειάρχου

ὑπηρέτημα ἐλέχθη μὲν πρότερον,

ὅτε περὶ τῆς παραστάσεως ἐλέ-

γομεν. Δέχεται δὲ οὗτος καὶ τοὺς

προσερχομένους πανταχόθεν φυγά-

δας· διὸ καὶ ἑταιρειάρχης καλεῖται,

ὡς τοὺς ἑταίρους ἤτοι τοὺς φίλους

δεχόμενος.

Ὁ λογοθέτης τοῦ δρόμου εἶχε

μὲν πάλαι καὶ οὗτος ὑπηρεσίαν

ἡμῖν ἀνεπίγνωστον, νῦν δὲ οὐδε-

μίαν.

Τὸ τοῦ πρωτασηκρῆτις ὑπηρέ-

τημα δῆλον καὶ ἀπ' αὐτοῦ τοῦ

ὀνόματος· πρῶτος γὰρ τῶν κριτῶν

λέγεται. Ἔστι δ' ὅτε συγκρίνουσι

μετ' αὐτοῦ βασιλικῷ ὁρισμῷ καὶ

ἕτεροι ἐντιμότεροι τούτου.

179

Τὸ τοῦ ἐπὶ τοῦ στρατοῦ ὑπηρέ-

τημα λεχθήσεται καὶ τοῦτο, ὅτε

καὶ τὸ τοῦ μεγάλου δομεστίκου τὸ

εἰς τὸ φωσσάτον.

Ἡ τοῦ μυστικοῦ ὑπηρεσία νοεῖ-

ται καὶ ἀπ' αὐτοῦ τοῦ ὀνόματος.

Ὁ δομέστικος τῶν σχολῶν

πάλαι μὲν εἶχεν ὑπηρεσίαν σχεδὸν

ἣν ὁ μέγας δομέστικος ἄρτι, νῦν

δὲ οὐδεμίαν.

Ὁ μέγας δρουγγάριος τοῦ στό-

λου τὸν αὐτὸν λόγον ἔχει πρὸς τὸν

μέγαν δοῦκαν ὃν ὁ τῆς βίγλης

μέγας δρουγγάριος πρὸς τὸν μέγαν

δομέστικον.

Ὁ πριμμικήριος τῆς αὐλῆς ἔχει

μὲν ἐν τῇ παραστάσει ὑπηρεσίαν

οἵαν προείπομεν, εὐτακτεῖ δὲ καὶ

τοὺς ἐν τῇ αὐλῇ πάντας. Ὥσπερ

γὰρ τῶν ἀρχόντων ἕκαστος τὸν

ἀποτεταγμένον καὶ ἴδιον ἔχει τόπον

εἰς τὴν παράστασιν, οὕτω καὶ

τῶν ἐν τῇ αὐλῇ τάξεων ἑκάστη

τὸν ἴδιον αὐτῆς κέκτηται τόπον.

Οἱ μὲν γὰρ Βάραγγοι εὑρίσκονται

180

ὑπηρετοῦντες εἴς τε τὰς θύρας

τοῦ κελλίου τοῦ βασιλέως καὶ εἰς

τὸ τρίκλινον, ἐν τῇ αὐλῇ δὲ τοῦ

παλατίου στρατιῶται ὀνομαζόμε-

νοι οὕτω παραμοναί, ἔχοντες

ἄλογα, ἐφ' ὧν καὶ ἀλλαγάτωρ.

Καὶ μετ' αὐτοὺς ἕτεροι, παραμο-

ναὶ μὲν καὶ οὗτοι, πλὴν ἄνευ

ἀλόγων, ἔχοντες ἀλλαγάτωρα καὶ

οὗτοι, φέροντες ἐν χερσὶ πάντες τὰς

σπάθας αὐτῶν. Εἶτα εὑρίσκονται

οἱ ὀνομαζόμενοι σωματοφύλακες

τζάκωνες, φέροντες καὶ οὗτοι

ἀπελατίκια. Καὶ μετὰ τούτους

ἕτεροι, πεζοὶ μὲν καὶ οὗτοι, ὀνομα-

ζόμενοι δὲ μουρτάτοι, τόξα ἕκασ-

τος φέροντες. Αἱ μέντοι παραμοναὶ

μετὰ σκιαδίων, οἱ τζάκωνες δὲ

μετὰ καπασίων φοροῦντες καὶ

ἐπανωκλίβανα ἠεράνεα, λέοντας

περὶ τὸ στῆθος ἔχοντα ἱσταμένους

ἄσπρους βλέποντας ἀντικρὺ κατὰ

πρόσωπον· ὡσαύτως καὶ ὄπισθεν.

Εἰσὶ καὶ κορτινάριοι, ἔχοντες

καὶ οὗτοι ἔνοχον, ὃς κόμης καλεῖ-

ται· οἵτινες δὴ κἂν ἐλάττων τάξις

εὑρίσκωνται, ἀλλ' οὖν κάτω ἵσταν-

181

ται τῆς προκύψεως. Οἱ δὲ Βαρδα-

ριῶται εἰς τὴν τῆς αὐλῆς θύραν.

Πάντες οὖν οὗτοι, οἱ εἰρημένοι,

καθ' ἣν ὥραν ὅ τε ὀρθρινὸς ὕμνος

ψάλλεται, ὁ τῆς λειτουργίας καὶ

ὁ τοῦ ἑσπερινοῦ, κατὰ τάξιν ἵσταν-

ται, εὐτακτοῦντος αὐτοὺς τοῦ

πριμμικηρίου τῆς αὐλῆς, καθὰ

εἴρηται.

Ὑπηρετοῦσι δὲ οἱ κορτινάριοι

εἰς τὴν τοῦ βασιλέως σκηνήν,

ἥτις καὶ κόρτη ὀνομάζεται. Ὁ

μέντοι κόμης αὐτῶν καὶ αὐτοὶ

δ' οὗτοι πανία φοροῦσι κόκκινα

ἐκ τῶν τῆς κόρτης παλαιῶν

πανίων, ἐξ ὧν καὶ ἐπὶ κεφαλῆς

σκουφίας μόνον κοκκίνας ἐντὸς

μὲν τῆς αὐλῆς, οὐ μὴν δὲ καὶ

καπάσια· ἔτι τε καὶ κάλτζας

τοιαύτας, μετὰ παπουτζίων μαύ-

ρων. Ἐκτὸς δὲ φοροῦσι τὰς τοιαύ-

τας σκουφίας μετὰ καπασίων.

Τοιαῦτα ἐνδύματα κόκκινα

ἐνδύονται μὲν καὶ οἱ Βαρδαριῶται,

διὰ πανίου, οὐκ ἐκ τῆς κόρτης

ἀλλ' ἐξ οἰκείων, ἐπὶ κεφαλῆς δὲ

περσικὸν φόρεμα, ἀγγουρωτὸν ὀνο-

μαζόμενον, ἔχον ἀντὶ μαργελλίων

πανίον κίτρινον. Κρέμανται δὲ ἐπὶ

ζώνης ἑκάστου τούτων λῶροι, οὓς

καλοῦσι μαγκλάβια, μαστίζειν τοὺς

182

ἀξίους μαστίζεσθαι, φέροντες ἀεὶ

καὶ δικανίκια. Ὅτε δὲ καβαλλι-

κεύσει ὁ βασιλεύς, προηγοῦνται

καὶ φέροντες αὐτὰ ὄρθια εὐτακ-

τοῦσι τὸν λαόν. Ἔχουσι δὲ οὗτοι

καὶ πριμμικήριον. Τούτους πάλαι

Πέρσας κατὰ γένος ὄντας ὁ βασι-

λεὺς vacat μετοικίσας ἐκεῖθεν εἰς

τὸν Βαρδάριον ἐκάθισε ποταμόν,

ἀφ' οὗ καὶ Βαρδαριῶται καλοῦνται.

Ὁ πρωτοσπαθάριος λέγεται ὅτι

ἦν κατὰ μὲν τὸ παλαιὸν πρῶτος

τῶν σπαθαρίων παραμονῶν. Νῦν

δὲ οὐδεμίαν ὑπηρεσίαν ἔχει.

Ὁ μέγας ἄρχων οὐδὲ ἓν ὑπηρέ-

τημα κέκτηται.

Καὶ ὁ τατᾶς τῆς αὐλῆς ὡσαύτως.

Οἱ μεγάλοι τζαούσιοι εὑρίσκον-

ται εὐτακτοῦντες τὴν τοῦ βασιλέως

σύνταξιν, ὑπὸ τὸν μέγαν πριμμι-

κήριον ὄντες.

Ὁ πραίτωρ τοῦ δήμου οὐδ'

οὗτος ἔχει ὑπηρεσίαν τινά.

Ὁ τῶν οἰκειακῶν λογοθέτης

ὡσαύτως.

Καὶ ὁ μέγας λογαριαστὴς οὐδ'

οὗτος ἔχει τὸ ὑπηρέτημα νῦν.

Ὁ πρωτοκυνηγὸς ἔχει μὲν τὴν

183

ὑπηρεσίαν ταύτην, ὅτι τοῦ βασι-

λέως τὸν ἵππον ἀναβαίνοντος οὐδεὶς

ἕτερος τὴν σκάλαν κατέχει εἰ μὴ

μόνος οὗτος, εἰ παρὼν εὑρίσκεται·

ἄρχει δὲ καὶ τῶν κυνηγῶν τῶν

λεγομένων σκυλλομάγγων. Εἰ δέ

ποτε κυνηγετοῦντος τοῦ βασιλέως

αἱμαχθῆναι συμβῇ τι τῶν ἱματίων

αὐτοῦ, λαμβάνει τοῦτο κατ' εὐερ-

γεσίαν ὁ πρωτοκυνηγός.

Ὁ σκουτέριος βαστάζει τὸ

διβέλλιον καὶ τοῦ βασιλέως σκου-

τάριον, οὐ μόνον εἰς τὰς προκύψεις,

ἀλλὰ κἂν ὅπου ὁ βασιλεὺς ἔξω

ἀπέρχηται. Εὑρίσκονται δὲ μετὰ

τοῦ διβελλίου καὶ πάντες οἱ ἀκο-

λουθοῦντες Βάραγγοι. Εἴτε οὖν εἰς

τὸ φωσσάτον ὁ βασιλεὺς εὑρίσκεται

εἴτε καὶ ἀλλαχοῦ, τὸ διβέλλιον

πάντοτε ἔμπροσθεν αὐτοῦ φέρεται.

Ὁ ἀμηράλιος ὑπὸ τὸν μέγαν

δοῦκαν εὑρίσκεται, προηγεῖται δὲ

τοῦ στόλου παντός.

Ὁ ἐπὶ τῶν δεήσεων δέχεται τὰς

τῶν αἰτούντων καὶ τῶν ἀδικουμέ-

νων ἀναφοράς, καβαλλαρίου διερ-

χομένου τοῦ βασιλέως.

184

Ὁ κοιαίστωρ εἶχε μὲν πάλαι

καὶ οὗτος ὑπηρεσίαν, νῦν δὲ οὐδα-

μῶς.

Τὸ τοῦ μεγάλου ἀδνουμιαστοῦ

ὑπηρέτημα λεχθήσεται καὶ τοῦτο,

ὁπηνίκα τὸ τοῦ μεγάλου δομεστί-

κ…

The complete text is available when the reading interface loads.