The Greek Library Catalogue

Anonymous

Historiae

Edition reference
Historiae, ed. L. Schopen, Ioannis Cantacuzeni eximperatoris historiarum libri iv, 3 vols. [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1:1828; 2:1831; 3:1832]: 1:7– 560; 2:11–615; 3:8–365.
CTS identifier
urn:cts:greekLit:tlg3169.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

7

{ΝΕΙΛΟΣ ΧΡΙΣΤΟΔΟΥΛΩι.}

ἐπειδή σε βούλεσθαι οἶδα μηδὲν τῶν ἡμετέρων ἀγνοεῖν, εἰ

καὶ μηδέν τι γενναῖον ἔχοιμεν λέγειν, ἅ γε ἔνεστι, σιωπᾷν οὐ

θέμις. οἶσθα τοὺς περιπάτους οὓς ἑκάστοτε μετὰ τῶν φίλων

ποιούμεθα, ἐν οἷς πολλὰ, τὰ μὲν σπουδῇ, τὰ δὲ παιδιᾷ προσή-

κοντα λέγεται. ἐν τούτοις τινῶν τὸν τῶν βασιλέων διεξιόντων

πόλεμον, ὅπως τε τὴν ἀρχὴν συνέστη καὶ ἤκμασεν εἰς τοσοῦ-

τον, καὶ τί τὸ πεῖσαν τοὺς γενναίους ἀγνοῆσαι τὴν φύσιν, καὶ

πότερος αὐτῶν μάχης ἤρξατο, καὶ τίς πρὸς διαλλαγὰς ὀξύτε-

8

ρος· οἱ μὲν τὸν πάππον, οἱ δὲ τὸν νεώτερον αἰτίαις ἐνέχεσθαι

ἠξίουν. ἐγὼ δὲ ἀκούων ἐπλήγην τοῖς λόγοις, ῥᾳθυμίαν κατε-

γνωκὼς τῶν ἀνδρῶν, οἳ παρηκολουθηκότες τοῖς πράγμασιν ἐξ

ἀρχῆς, οὐ κατέλιπον τῷ βίῳ τὴν τῶν πεπραγμένων διήγησιν.

ἀλλ' ἔστι καὶ περὶ ἐκείνων διπλᾶ λογίζεσθαι, καθάπερ καὶ περὶ

τῶν Εὐκλείδου φασίν. ἀλλὰ σὺ δίκαιος ἂν εἴης ἀπαλλάττειν

πραγμάτων ἡμᾶς, τά τε ἐπὶ τῶν βασιλέων τά τε ἐφ' ἡμῶν γε-

γονότα διδάξας· τὸ δ' ἂν γένοιτο, ἐπιτομωτάτῃ χρησάμενος

ὁ δῷ τινι συγγραφῆς, δι' ἧς μόνης ἔξεστι τἀληθὲς εὑρεῖν. καὶ

ὅτε γὰρ τὰ κοινὰ διετέλεις πράττων, σωτηρία τοῖς πράγμασιν

ἦσθα· καὶ νῦν σαυτοῦ γεγονὼς, ἀληθείας καὶ δικαιοσύνης παρά-

δειγμα τὸν βίον κατέστησας τὸν σαυτοῦ. ὡς μὲν οὖν τῶν γε-

γονότων καὶ νομιζόμενος καὶ ὢν αὐτουργὸς, οὐκ ἀγνοήσεις δή-

που τὰ σά· ὡς δὲ μηδὲν τῆς ἀληθείας διὰ βίου πρότερον ἡγη-

σάμενος, τἀληθὲς ἐρεῖς· ὡς δὲ ῥᾳθυμίαν ἐξορίσας παντάπασι

τῆς ψυχῆς, οὐ λογιῇ τὸν ἐπὶ τῷ πράγματι πόνον. ἔστι δὲ καὶ

εἰς παράδειγμα τὴν ἡμετέραν ἱκετείαν ἀνενεγκεῖν. ἄν τε γὰρ

τοὺς ἔξωθεν, ἄν τε τοὺς ἡμετέρους ἡγεμόνας ἐνθυμηθῇς, οὐδα-

μῶς ἀτιμάσεις τὴν ἱστορίαν. καὶ οὗτοι γὰρ κἀκεῖνοι ἐπὶ τὸ

συγγράφειν καθῆκαν ἑαυτοὺς, οὐ μικρὰ τὸν ἀνθρώπινον βίον ἐκ

τοιούτων ὀνήσειν οἰόμενοι. καὶ ἁπλῶς δὲ εἰπεῖν, οἱ μὲν ἠθικοὶ

τῶν λόγων, ὅσοι ἢ ἀρετὴν ἐπῄνεσαν ἢ κακίαν διέβαλον, καλοί

9

τέ εἰσι καὶ θαυμάζεσθαι δίκαιοι· εἰ δὲ καὶ δυνατὸν κατὰ τού-

τους τοὺς ἀνθρώπους βιῶναι, ἐνταῦθα δὴ πολὺς ὁ λόγος, τινῶν

ἀξιούντων μὴ δύνασθαι τὰ πράγματα διὰ τέλους συμβαίνειν

τοῖς λόγοις. οἷς δὲ ἐμέλησε πράξεις ἀνδρῶν ἀναγράφειν, ἐξ ὧν

ἀρετὴν καὶ κακίαν, τὴν μέν ἐστιν ἑλέσθαι, τὴν δὲ φυγεῖν, τοῖς

τοιούτοις ἀντιλέγειν οὐ πάνυ τοι ῥᾴδιον, ὅτι μὴ λογισμοῖς, ἀλλὰ

πράγμασι πείθουσιν, οἷς ἐρίζειν μανία σαφής. ὡς οὖν τὰ μέ-

γιστα ὀνήσων τὸν ἀνθρώπινον βίον, ἂν μὴ κατ' ἐλπίδας τὰ

παρόντα ἐκβῇ, ἐξ ὧν ἐστι τούς τε ἄλλους εὖ ποιεῖν καὶ τὸ

σαυτοῦ διασώζειν ἦθος, ἑλοῦ.

{ΧΡΙΣΤΟΔΟΥΛΟΣ ΝΕΙΛΩι.}

Ἐπῄνεσα σοῦ τὸν τρόπον, ὦ φίλε Νεῖλε, τὴν σὴν ἐπι-

στολὴν ἀναγνούς. τὸ γὰρ μαθεῖν ἐθέλειν ἃ τοῖς βασιλεῦσι Ῥω-

μαίων συνέβησαν ἐφ' ἡμῶν, τἀληθές ἐστιν εἰδέναι ποθοῦντος.

παράδοξα γάρ τινα καὶ ἀλλόκοτα συνέβησαν ἐπ' αὐτῶν καὶ

οὐδαμῶς προσόμοια τοῖς ἐπὶ τῶν προτέρων βασιλέων, ἀλλὰ

πολύν τινα τὸν παράλογόν ἐστιν εὑρεῖν ἐν αὐτοῖς, ἔν τε ταῖς

ἀγχιστρόφοις τῶν πραγμάτων μεταβολαῖς καὶ ἐν τοῖς τῶν ἀν-

θρώπων ἤθεσι καὶ βίοις, τῶν μὲν εἰς τὸ πάντη εὐσταθὲς καὶ

ἀκίνητον καὶ μηδαμῶς εἶκον ταῖς μεταβολαῖς τῶν πραγμάτων

ἑαυτοὺς κάλλιστα ἁρμοσάντων, τῶν δὲ τοὐναντίον ἅπαν Εὐρί-

10

που δίκην μεταφερομένων ἀεὶ καὶ ἀστατούντων. οὐ μὴν ἀλλὰ

καὶ τῶν τοῦ θεοῦ κριμάτων τὸ βάθος φανεῖται τῷ βουλομένῳ

τοῖς πράγμασι προσέχειν ἐπιμελῶς. τούτου δὴ χάριν ὤκνουν

ἐπιπολὺ τῶν λόγων ἅψασθαι τουτωνὶ, τῆς διηγήσεως ἀναλο-

γιζόμενος τὸ πολυειδὲς καὶ ποικίλον· ἐπεὶ δὲ φιλίας οὐδὲν

ἰσχυρότερον οὐδὲ πιθανώτερον καὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν,

ταύτῃ βιασθεὶς κἀγὼ ἤδη ἄρχομαι λόγου. ὁ δὲ τῆς ἀληθείας

θεὸς μὴ περιέλοι λόγον ἀληθείας ἐκ στόματός μου· οὐ γὰρ

ἀπεχθείᾳ τινὶ ἢ φιλίᾳ, ἐξ ὧν τὸ ψεῦδος ἐπιπολὺ τίκτεται, πρὸς

τούτους ὑπήχθην τοὺς λόγους, ἀλλ' ἀληθείας ἕνεκα καὶ πρὸς

ἀληθείας ἐραστὴν τούτους ποιοῦμαι. ἔτι δὲ οὐδ' ἀκοῇ ταῦτα

πρὸς τῶν παλαιοτέρων παρειληφὼς ἢ φήμαις προσέχων καὶ

μύθοις ὑγιὲς οὐδὲν ἔχουσιν, ἐξ ὧν συμβέβηκε τοῖς πολλοῖς τῶν

συγγραφέων ἀποπλανηθῆναι τῆς ἀληθείας, ἀλλ' αὐτὸς ἐφ' ἅπασι

παρὼν καὶ ὡς ἔνεστι μάλιστα τἀληθῆ περὶ πάντων εἴπερ τις

εἰδὼς, οὕτω δὴ ποιήσομαι τὴν περὶ αὐτῶν διήγησιν, τὴν ἀλή-

θειαν προστησάμενος καὶ πάσης ἄλλης αἰτίας αὐτὴν προτιμή-

σας. εἰ δὴ σὺ μὲν ἀληθείας ἐραστὴς, ἐμέ τε οὐδέν ἐστι τὸ

πεῖσον ταύτης ἀποστῆναι διὰ πάσης τῆς διηγήσεως, ἔχεις ὅπερ

ἐπόθεις. ἄξιον δὲ μικρὸν ἄνωθεν ἀναλαβεῖν τὴν σειρὰν τοῦ γέ-

νους τῶν βασιλέων, ὡς ἂν εἰδείημεν, τίς ἐκ τίνος ἔφυ, τίνας τε

αὐτὸς τετοκὼς τίνα προέστησε βασιλεύειν, τοὺς ἄλλους κατα-

στήσας τελεῖν ὑπ' αὐτόν.

11

Ὁ βασιλεὺς τοίνυν Ἀλέξιος, ὁ τὴν ἐπωνυμίαν Ἄγγελος, τῷ

Θεοδώρῳ Λάσκαρι τὴν θυγατέρα κατεγγυήσας, τὴν βασίλειον

ἀρχὴν παρέπεμψε πρὸς αὐτόν. οὗτος δὲ αὖ πάλιν ἄῤῥενος παι-

δὸς ἀπορῶν, Ἰωάννῃ τῷ Βατάτζῃ ἐξ ἀρχοντικῆς τάξεως ὄντι

Εἰρήνην τὴν θυγατέρα συνέζευξεν, ἀποδείξας καὶ βασιλέα τὸν

κηδεστήν. αὐτῷ δὲ Θεόδωρος γεγέννηται παῖς, Ῥωμαίων καὶ αὐ-

τὸς βασιλεύσας. ἐξ αὐτοῦ δὲ γεγέννηται Ἰωάννης, ἐφ' οὗ δὴ τῆς

βασιλικῆς τοῦ γένους διατμηθείσης σειρᾶς, ἐπὶ Μιχαὴλ τὸν Πα-

λαιολόγον ἡ βασιλεία μετέβη· ὃς δὴ παῖδας ἐγέννησεν ἄῤῥενας

τρεῖς, Ἀνδρόνικον, ὃς καὶ τῶν βασιλικῶν ἐπελάβετο σκήπτρων, καὶ

Κωνσταντῖνον τὸν ἐν τῇ πορφύρᾳ τεχθέντα, καὶ τρίτον Θεόδωρον·

ἀλλὰ καὶ θηλείας τοσαύτας, Εἰρήνην καὶ Εὐδοκίαν καὶ Ἄνναν.

οὗτος δὴ ὁ βασιλεὺς Ἀνδρόνικος ὁ τοῦ Μιχαὴλ βασιλέως παῖς,

δυσὶ γάμοις προσομιλήσας, ἐκ μὲν Ἄννης τῆς θυγατρὸς τοῦ τῆς

Οὐγκρίας ῥηγὸς, παῖδας ἐγέννησεν ἄῤῥενας δύο, Μιχαὴλ τὸν

βασιλεύσαντα σὺν αὐτῷ, καὶ τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον

δεσπότην ὀνομασθέντα, ὡς καὶ μετὰ τὸν βασιλέα τεχθέντα καὶ

τὰ δευτερεῖα φερόμενον ἐπὶ πᾶσιν. ἐκ δὲ τῆς πρὸς δεύτερον

γάμον ὁμιλησάσης αὐτῷ Εἰρήνης, τῆς θυγατρὸς μαρκέση Μουμ-

φαρὰ ἄρχοντος Λουμπαρδίας, ἐγέννησεν υἱοὺς τρεῖς, Ἰωάννην,

Θεόδωρον καὶ Δημήτριον, καὶ θυγατέρα μίαν τὴν Σιμωνίδα.

ὁ δέ γε βασιλεὺς Μιχαὴλ, ὁ τοῦ προῤῥηθέντος Ἀνδρονίκου βα-

σιλέως παῖς, εἰς γάμον ἑαυτῷ συναρμόσας τὴν θυγατέρα τοῦ

τῆς Ἀρμενίας ῥηγὸς, παῖδας ἔσχεν ἐξ αὐτῆς τόν τε βασιλέα

12

Ἀνδρόνικον καὶ Μανουὴλ τὸν δεσπότην, καὶ θυγατέρας, Ἄν-

ναν καὶ Θεοδώραν. Ἃ μὲν οὖν συμβέβηκεν ἐπὶ τῶν ἀναγεγραμ-

μένων βασιλέων, ἀπὸ τῶν τοῦ Λάσκαρι χρόνων ἄχρι Μιχαὴλ

βασιλέως τοῦ τῶν Παλαιολόγων δευτέρου, πολλοῖς ἐγένετο

συγγράψασθαι σπούδασμα οὐ μικρόν· ἐξ ὧν αὐτός τε σὺ καὶ

εἴ τις ἕτερος βούλοιτο, δυνηθείη ἂν ἀκριβῶς μαθεῖν περὶ τῶν

πεπραγμένων· εἴ γε μὴ κἀκεῖνοι, ταῖς προῤῥηθείσαις ἐνσχε-

θέντες αἰτίαις, τὸ μὲν ἀληθῆ λέγειν εἴασαν χαίρειν, αὐτοὶ δὲ

ὅπως ποτὲ ἔτυχον διακείμενοι περὶ ὧν διελέγοντο, οὕτω δὴ

καὶ τὴν διήγησιν ἀπέδωκαν τῶν πραγμάτων, ἀρκεῖν αὐτοῖς

ἡγούμενοι πρὸς ἀντιμισθίαν τῶν πόνων, ἢ τὸν φιλούμενον ἐπαι-

νέσαι, ἢ τὸν μισούμενον καθυβρίσαι, τῆς δ' ἀληθείας μηδὲν

φροντίσαντες. ἐξ ὅτου δ' ὁ βασιλεὺς Μιχαὴλ, τῶν Παλαιολό-

γων ὁ δεύτερος δηλαδὴ, τοῦ παρόντος ἀπέστη βίου, ἢ οὐδεὶς

συνεγράψατο τὰ τοῖν βασιλέοιν ἐξειργασμένα ἔν τε τοῖς εἰρήνης

καιροῖς καὶ ἐν οἷς περὶ τῆς ἀρχῆς ἐπολέμησαν πρὸς ἀλλήλους·

ἢ εἴγε καὶ συνεγράψατο, οὐκ ἂν οἶμαι καθαρῶς τῆς ἀληθείας

αὐτὸν ἐφάπτεσθαι, ἅτε δὴ τῶν πραγμάτων ἀκριβῆ γνῶσιν

οὐκ ἐσχηκότα, πολλῶν ἐν ὀλίγῳ χρόνῳ καὶ ποικίλων συνενε-

χθέντων. διὸ σύ τε καλῶς ἐποίησας παρὰ τοῦ σαφῶς εἰδότος

ἐθελήσας μαθεῖν, ἐγώ τε μηδὲν μελλήσας, τὴν διήγησιν ἐκθή-

σομαι τῶν πραγμάτων, τῆς ἀληθείας προτιμήσας μηδέν.

13

αʹ. Ὁ τοίνυν βασιλεὺς οὑτοσὶ Μιχαὴλ, συμβασιλεύων

Ἀνδρονίκῳ τῷ βασιλεῖ καὶ πατρὶ, καὶ παῖδας ἐσχηκὼς, καθάπερ

εἰπόντες ἔφθημεν, ἄῤῥενας δύο καὶ θυγατέρας τοσαύτας, τὴν

μὲν ἑτέραν τῶν θυγατέρων τὴν Ἄνναν Θωμᾷ τῷ δεσπότῃ,

τῷ τοῦ Νικηφόρου τοῦ δεσπότου παιδὶ, ἄρχοντι τῆς Ἀκαρνα-

νίας πρὸς γάμον ἐξέδωκε· τὴν Θεοδώραν δὲ τῷ βασιλεῖ Μυσῶν

Σφεντισθλάβῳ· τοὺς υἱοὺς δὲ αὐτοῦ, τὸν βασιλέα Ἀνδρόνικον

καὶ Μανουὴλ τὸν δεσπότην, παρὰ τῷ βασιλεῖ καὶ πάππῳ αὐ-

τῶν ἀφεὶς ἀνάγεσθαι βασιλικῶς, αὐτὸς ἐπεραιώθη πρὸς ἕω,

τοῖς ὑπηκόοις ἐκεῖσε τῇ βασιλείᾳ Ῥωμαίων τὴν δυνατὴν εἰσοί-

σων βοήθειαν, πάσχουσι κακῶς ὑπὸ τῶν Περσῶν. ὀλίγον δέ

τινα χρόνον ἐνδιατρίψας ἐκεῖ, καὶ πρὸς τὴν Κωνσταντίνου

πόλιν ἐπανελθὼν, πέμπεται παρὰ τοῦ πατρὸς αὐτῷ καὶ βασι-

λέως τῇ Ἀδριανοῦ πόλει ἐνδιατρίβειν. καὶ διέτριψεν ἐκεῖ χρό-

νον τινὰ συχνόν· εἶτα τοῦ πατρὸς πάλιν προστεταχότος, πρὸς

Θεσσαλονίκην ἀπῆρεν. ἐν τούτοις ὄντος αὐτοῦ, ἥκουσι κακῶν

ἄγγελοι πρὸς αὐτὸν, τὴν τῷ δεσπότῃ συνοικοῦσαν Θωμᾷ θυ-

γατέρα αὐτοῦ λέγοντες τεθνηκέναι· καὶ μετὰ μικρὸν ἕτεροι

τῶν προτέρων βαρυτέρας φέροντες ἀγγελίας τὸν υἱὸν αὐτοῦ

Μανουὴλ δεσπότην ἔφασαν τεθνηκέναι. εἴτε δὲ καὶ νόσημά

τι τῶν ὀξέων ἔνδον οἰκουροῦν ἔτι ἡ τῆς ἀθυμίας ὑπανῆψε φλὸξ,

εἴτε καὶ αὐτὴ καθ' αὑτὴν ἡ ἀμετρία τῆς λύπης ἤρκεσε πρὸς θά-

νατον αὐτῷ, μετὰ ὀγδόην ἡμέραν τῆς ἀγγελίας τῆς τελευτῆς

14

τοῦ παιδὸς τελευτᾷ καὶ αὐτὸς ἐν Θεσσαλονίκῃ, τρίτον πρὸς

τεσσαράκοντα χρόνον ἄγων τῆς ἡλικίας, ἔτους ἐννάτου πρὸς

τοῖς εἴκοσι καὶ ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, δωδεκάτῃ μηνὸς

ὀκτωβρίου, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος. τούτων οὕτω συνε-

νεχθέντων, ἀγγέλλεται τῷ βασιλεῖ Ἀνδρονίκῳ τῷ τοῦ τετελευ-

τηκότος πατρὶ ἡ τοῦ βασιλέως καὶ υἱοῦ τελευτὴ, καὶ χρόνον

μέν τινα συχνὸν ἐπένθησεν ἐπὶ τῷ βασιλεῖ καὶ παιδί· οὐ γὰρ

ἄκρας ἔψαυσεν αὐτοῦ καρδίας ἡ τοῦ καλοῦ παιδὸς τελευτή· εἶτα

δαίμονός τινος τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, βαρὺ καὶ ἄγριον

κατὰ τῆς Ῥωμαίων πνεύσαντος εὐτυχίας, ἢ τἀληθέστερον μᾶλ-

λον εἰπεῖν, αὐτοῦ τοῦ τὰ πάντα οἰκονομοῦντος θεοῦ πρὸς ἔκτι-

σιν τῶν ἐπὶ πλήθει καὶ μεγέθει τὸ μέτρον ὑπερβαινόντων ἡμε-

τέρων σφαλμάτων τὰ τοιαῦτα παραχωροῦντος, ἐπὶ νοῦν ἔρχε-

ται τῷ βασιλεῖ Ἀνδρονίκῳ, τὸν μὲν καθεστῶτα βασιλέα τὸν

ἔγγονον αὐτοῦ τὸν νέον Ἀνδρόνικον ἀποστερῆσαι τῆς βασιλείας

καὶ εἰς ἰδιώτου μεταστῆσαι σχῆμα, τὸν υἱὸν δὲ αὐτοῦ τὸν Κων-

σταντῖνον δεσπότην ὄντα τῷ διαδήματι τῆς βασιλείας κοσμῆσαι.

οὐ μᾶλλον αὐτοῦ τούτου γε ἕνεκα διανοηθεὶς τοῦτο τοῦ Κων-

σταντίνου, ἢ ὥστε τὸ τῆς βασιλείας ἀξίωμα καὶ εἰς τὸν ἐκ

παλλακῆς αὐτῷ δὴ τῷ Κωνσταντίνῳ προσόντα παῖδα μετα-

βῆναι τὸν Μιχαὴλ, ὡς πατρόθεν καὶ ἐξ ἁρμονίας αὐτῷ προσ-

ῆκον, ὃς δὴ καὶ Καθαρὸς ὠνόμαστο, μητρόθεν λαχὼν τὴν

κλῆσιν. οὗτος δὴ ὁ Μιχαὴλ εἷλκε μὲν καὶ τὰς τοῦ γένους πηγὰς

ἐκ φαύλης καὶ ἀσήμου μητρὸς, ἦν δὲ καὶ τἆλλα ἄξιος οὐδενός.

οὔτε γὰρ φύσεως ἔτυχεν εὐρώστου πρὸς τὸ φρονεῖν, οὔτ' ἐγ-

15

κυκλίου πεῖραν ἔσχε παιδείας, οὔτε πρὸς στρατείας ἤσκητο τὸ

παράπαν, οὔτε πρός τι τῶν ὅσα νέους κοσμεῖ εὐφυῶς εἶχε κἂν

ἐπ' ὀλίγον, ἀλλ' οὕτω παντάπασιν ὄντα παντὸς ἐστερημένον κα-

λοῦ, δεινὸς ἔρως εἰσῆλθε τὸν βασιλέα, τῇ λαμπρᾷ ταύτῃ καὶ

βαθείας δεομένῃ φρενὸς ἐπιστῆσαι βασιλείᾳ Ῥωμαίων. οὕτω δὴ

διανοηθεὶς καὶ ἔργου ἥπτετο ἤδη, καὶ τὸν Μιχαὴλ ἐκ τῆς παρὰ

μητρὶ διατριβῆς ἀφελὼν, σύνοικον ἀπέδειξεν ἑαυτῷ καὶ συν-

διατρίβοντα, αὑτῷ τε ἀεὶ παρακαθήμενον καὶ παριστάμενον,

καὶ τὰ πρῶτα τῶν γνησίων ἀποφερόμενον, ὅσα γε εἰς τιμήν·

ἔτι τε διὰ σπουδῆς ἐποιεῖτο πάσης, ἔν τε τοῖς πρὸς τοὺς ὁθεν-

δήποθεν πρέσβεις χρηματισμοῖς, κἀν ταῖς πρὸς ἀρχιερέας ἤ

τινας τῶν σοφῶν ὁμιλίαις, ἢ καὶ ἄλλοις τισὶ λόγοις τὸν ἀκροα-

τὴν δοκοῦσι συνετώτερον ποιεῖν ἑαυτοῦ, παρεῖναι καὶ ἀκροᾶ-

σθαι τὸν Μιχαήλ· εἰ δέ ποτε συμβεβήκει τὸν Μιχαὴλ μὴ παρεῖ-

ναι ταῖς ἀγωνιστικαῖς ὁμιλίαις τοῦ βασιλέως, μετεκαλεῖτο τοῦ-

τον διὰ πολλῶν ὡς δή τι προὔργου ποιῶν. σκοπὸς δ' ἦν αὐτῷ,

τὸ ἐμφανὲς μὲν, ὡς ἂν αὐτῷ περιποιήσῃ τιμὴν καὶ Ῥωμαί-

ους πείσῃ ὡς ἐγγόνῳ βασιλέως αὐτῷ προσέχειν· τῇ δ' ἀληθείᾳ,

πρὸς τὸ μελετώμενον αὐτὸν τῆς ἀρχῆς ἐξασκῆσαι ὕψος, καὶ

πρὸς πεῖραν ἀναγαγεῖν διοικήσεως πραγμάτων βασιλικῶν. καί-

τοι γε αὐτὸς ὁ βασιλεὺς Ἀνδρόνικος μετὰ τὰς συμβάσεις, ἃς

ἐποιήσατο πρὸς τὸν ἔγγονον καὶ βασιλέα τὸν νέον Ἀνδρόνικον, ἑαυ-

τὸν ἐξαιτιώμενος περὶ τούτου, οὐκ ἐκ περινοίας τινὸς ἢ κα-

16

κούργου σκέψεως ἔλεγε τὰ κατὰ τὸν Μιχαὴλ γεγενῆσθαι, ἀλλ'

ἀπεριέργως οὕτω καὶ ἁπλῶς ἐκ τοῦ συντυχόντος. καὶ ἦν ἂν τοῖς

τοιούτοις λόγοις ἰσχυρὰ πίστις τό τε τοῦ βασιλέως ἀξίωμα καὶ

τὸ διὰ βίου παντὸς αὐτὸν τῇ ἀληθείᾳ προσέχειν, εἰ μὴ τὰ τῶν

πραγμάτων τέλη τὰς ἀρχὰς ἀπέδειξαν ἑαυτῶν οὐχ ὡς ἔτυχεν,

οὐδ' ἐκ τοῦ συμβεβηκότος, ἀλλ' ἐκ περινοίας καὶ σκέψεως οὐ

δικαίας γεγενημένας· σκεπτέον δὲ ἐκ τῶν πραγμάτων.

βʹ. Ἔθους γὰρ ἐπικρατοῦντος παρὰ Ῥωμαίοις, ἐπειδὰν

ἀπολίπῃ τὸν βίον ὁ βασιλεὺς, τοὺς μὲν ἐπιτρόπους τῶν ἐπαρ-

χιῶν ἅπαντας παραλύεσθαι τῆς ἀρχῆς, εἰς ἓν δὲ συνιόντας,

ὅρκοις βεβαιοῦν τὴν πίστιν τῷ ὑπολειπομένῳ βασιλεῖ, εἴ γε εἷς

ἐστιν ἢ καὶ δύο, εἶτ' αὖθις, οἷς ἂν αὐτῷ δόξειε, τὰς ἀρχὰς

ἐγχειρίζειν· ὥριστο καὶ τότε παρὰ τοῦ βασιλέως, μετὰ τὴν

τοῦ υἱοῦ καὶ βασιλέως τελευτὴν Μιχαὴλ, τούς τε ἐν τέλει καὶ

τοὺς ἐν ἀξιώμασι πάντας, μέλλοντας καθίστασθαι πρὸς ἀρχὰς,

ὅρκοις ἐμπεδοῦν τὴν πίστιν τοῖς βασιλεῦσιν. ἐτελοῦντο τοίνυν

οἱ ὅρκοι οὐ κατὰ τὸν πρότερον συνήθη τύπον. ἔτι γὰρ καὶ

Μιχαὴλ ἐν ζῶσιν ὄντος τοῦ βασιλέως, εἴπερ ἐδέησέ τινα ὅρκῳ

δοῦναι πίστιν τοῖς βασιλεῦσι, προαπαριθμησάμενος τὰ ἅγια ἐν

οἷς ὤμνυεν, εἶτα στέργειν ἔλεγε καὶ βασιλέας, πρῶτον μὲν

Ἀνδρόνικον τὸν καὶ πρεσβύτερον τῷ χρόνῳ καὶ πατέρα τῶν

βασιλέων, καὶ τὴν αὐτοῦ γαμετὴν, εἶτα μετ' ἐκεῖνον τὸν υἱὸν

17

αὐτοῦ Μιχαὴλ ὁμοῦ τῇ συζύγῳ, καὶ τρίτον τὸν νέον Ἀνδρόνι-

κον, υἱὸν μὲν ὄντα τοῦ Μιχαὴλ, υἱωνὸν δὲ Ἀνδρονίκου· τοῦ

τοιούτου ἔθους ἀπὸ τῶν χρόνων ἀρξαμένου τοῦ πρώτου βεβα-

σιλευκότος Παλαιολόγου τοῦ Μιχαήλ· πρότερον γὰρ οὐκ ἐξ-

ῆν τῷ παιδὶ τοῦ βασιλέως ὅρκους ἀποδιδόναι, ἀλλ' οὐδὲ παρα-

σήμοις κεκοσμῆσθαι βασιλικοῖς, εἰ μὴ, τοῦ πατρὸς αὐτῷ μετα-

στάντος τοῦ βίου, τὸ κράτος τῆς βασιλείας ἤδη καθαρῶς πρὸς

αὐτὸν μεταβαίη. ὥσπερ ἔφημεν τοίνυν, ἔτι τοῦ Μιχαὴλ ζῶν-

τος τελουμένων τῶν ὅρκων, μετὰ τὴν ἐκείνου τελευτὴν ὥριστο

τοὺς ὀμνύοντας πρὸς μόνον τὸν πρεσβύτερον Ἀνδρόνικον ποιεῖ-

σθαι τοὺς ὅρκους καὶ ὃν ἂν αὐτὸς βασιλέα Ῥωμαίων καταστή-

σῃ, τὸ τοῦ νέου βασιλέως ὄνομα Ἀνδρονίκου παντάπασιν ἐκ-

βαλόντας. τοῦτο πάντας μὲν ἠνίασε τοὺς συνετωτέρους Ῥω-

μαίων, καταστοχαζομένους ἤδη τὴν μέλλουσαν ἔσεσθαι τῶν

Ῥωμαϊκῶν πραγμάτων φθορὰν ἐκ τῆς ἀναφυομένης μεταξὺ

τῶν βασιλέων στάσεως καὶ διαφορᾶς· τῷ δέει μέντοι τοῦ κρα-

τοῦντος ἄκοντες πάντες ὤμνυον ὡς ἐκελεύοντο, πλὴν ἑνὸς μόνου

τοῦ Καντακουζηνοῦ Ἀνδρονίκου, τῇ τοῦ παρακοιμωμένου τε-

τιμημένου ἀξίᾳ· οὗτος γὰρ χρησάμενος παῤῥησίᾳ κατὰ καιρὸν,

ἀθέτησιν ἔλεγεν εἶναι τοῦ θεοῦ φανερὰν, εἰ μὴ καὶ τὸν νέον

βασιλέα Ἀνδρόνικον συμπαραλάβοι τοῖς ὅρκοις· τοῦτον γὰρ

τὸν τρόπον καὶ πρότερον ὀμωμοκέναι. διὸ καὶ οἱ ἐπὶ τῆς ὁρκω-

μοσίας τεταγμένοι, συνιδόντες τὴν ἔνστασιν τοῦ ἀνδρὸς ὡς

δικαίαν, ἄκοντες μὲν, ὅμως δ' οὖν συνεχώρησαν αὐτῷ τὸν

18

πρότερον τύπον ἐκθέσθαι τοῦ ὅρκου· τοῦτο δὴ παρ' αὐτῶν

γνωρίσας ὁ πάππος καὶ βασιλεὺς, βαρέως μὲν ἤνεγκε τὴν

τοῦ ἀνδρὸς παῤῥησίαν, τοῦ δὲ μή τινα ταραχὴν ποιῆσαι τὴν

πρὸς ἐκεῖνον ἔνστασιν, συνεχώρησε καὶ αὐτός. Ὁ μέντοι νέος

Ἀνδρόνικος ταῦτα μαθὼν, ἐπλήγη μὲν σφοδρῶς τὴν ψυχὴν,

τὴν ἀρχὴν τῶν τοιούτων πραγμάτων εἰς αὐτοῦ καταστροφὴν

ἀποβλέπουσαν ἐννοῶν, ἔφερε δὲ τὸ ἄλγος σιγῇ, θυμὸν ἔδων,

καθ' Ὅμηρον, καὶ οὐδὲ λόγῳ γοῦν ἐθέλων δοκεῖν ἀπαυθαδιά-

ζειν πρὸς τὸν πάππον καὶ βασιλέα. ἐκεῖνος μὲν οὖν οὕτω κα-

θῆστο σιγῇ· εἷς δέ τις τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων, καὶ

τὰς σειρὰς ἑλκόντων τοῦ γένους μητρόθεν μὲν ἐξ αἱμάτων βα-

σιλικῶν, πατρὸς δὲ ὢν παῖς τοῦ παρὰ τοῖς Κομάνοις εὐγενε-

στάτου, οἳ προσεχώρησαν Βατάτζῃ τῷ βασιλεῖ τῆς Ῥωμαίων

βασιλείας ἐπειλημμένῳ, Συτζιγὰν βαρβαρικῶς καλουμένου, ἐκ

δὲ τοῦ ἀπὸ τοῦ ἁγίου φωτίσματος αὐτὸν ἀναδεξαμένου Συρ-

γιάννη ἐπικληθέντος· τούτου δὴ τοῦ Συργιάννη παῖς Συργι-

άννης νυκτὸς τῷ νέῳ βασιλεῖ προσελθὼν, „πάντως ἤκουσταί

σοι, βασιλεῦ“ ἔφη ”τὰ καινουργήματα ταυτὶ τὰ νέα, καὶ στο-

χάζεσθαι τὸ τέλος τῶν πραγμάτων ἐκ τῆς ἀρχῆς ὄντι συνετῷ

σοι προσήκει. οὐ γάρ ἐστιν εἰπεῖν, ὡς ὁ σὸς πάππος καὶ βασι-

λεὺς ἐξ ἀνοίας ἢ ἀπειρίας τοιαῦτα προήχθη δρᾷν. ὁ παρελθὼν

γὰρ χρόνος καὶ ἐμπειρίαν πολλὴν καὶ φρονήσεως αὐτῷ μέγεθος

19

μαρτυρεῖ· ἀλλ' εἰ μὴ πρότερον ὃν μέλλει τῷ τῆς ἁλουργίδος

ἄνθει κοσμήσειν, κατέστησεν ἐν βεβαίῳ, οὐκ ἂν ἀπεστέρει σὲ

ταύτης ἀναφανδόν. τὸ γὰρ σὲ μὲν ἐκβαλεῖν τῶν ὅρκων, ἀν-

τεισαγαγεῖν δὲ ὃν ἂν αὐτὸς καταστήσῃ, οὐδὲν ἄλλο δύνασθαί

μοι δοκεῖ. δεῖ δή σε βουλεύσασθαι περὶ τοῦ πράγματος συνε-

τῶς· οὐ γὰρ περὶ μικρῶν καὶ εὐκαταφρονήτων βουλεύσῃ, ἀλλ'

ἢ καλῶς ζῆν, ἢ μὴ ἀτίμως ἀποθανεῖν· ἐγὼ δ' ἐμαυτὸν παρέξω

σοι προθυμότατον πρὸς ἅπαν τὸ προσταττόμενον, ἑτοίμως

ἔχοντα μὴ πράγματα μόνον καὶ κτήματα, ἀλλὰ καὶ αὐτὴν

ζωὴν ὑπὲρ τῆς σῆς προέσθαι τιμῆς.” Τούτων τῶν λόγων ἀκού-

σας ὁ βασιλεὺς, „τῆς μὲν εἰς ἐμέ σου φιλίας ἕνεκα καὶ προθυ-

μίας ὁμολογῶ σοι χάριν“ ἔφη ”πολλήν· ἐπεὶ δ' ὁ μέγας δο-

μέστικος ὁ Καντακουζηνὸς Ἰωάννης καὶ σοὶ μὲν οἰκείως διά-

κειται πάνυ καὶ φιλικῶς, ἐμοὶ δὲ συνδέδεται δεσμοῖς φιλίας

ἀῤῥήκτοις, ἐκ βρεφικῆς ἡλικίας ἄχρι καὶ δεῦρο συνηυξημένης

ἡμῖν καὶ εἰς βάθος προκοψάσης τοσοῦτον, ὡς δοκεῖν τὴν μὲν

ἐμὴν ψυχὴν τὸ ἐκείνου σῶμα κινεῖν, τὴν δ' ἐκείνου ψυχὴν

ἐν ἐμοὶ κινεῖσθαι καὶ ταῦτα καὶ λέγειν καὶ πράττειν ἅπερ

ἂν ἐγὼ βούλωμαι, καὶ τρόπον τινὰ τὰς ἀμφοτέρων ψυχὰς

συντακείσας εἰς μίαν ἀμφότερα τὰ σώματα κινεῖν· ἐπεὶ τοίνυν

συμφυῶς οὕτως ἔχομεν πρὸς ἀλλήλους, οὐκ ἀνεκτὸν ἡγοῦμαι

μόνος τι βουλεύσασθαι περὶ ἐμαυτοῦ, κἂν ἐν ἐσχάτοις κινδύ-

νοις συμβαίνῃ περιπεσεῖν. ἀλλ' ἐπεὶ σὺ πρὸς Θρᾴκην ἀπέρ-

χῃ τῆς ἐκείνου διάδοχος ἐσόμενος ἀρχῆς, γράμματα πρὸς αὐ-

20

τὸν λαβὼν τῆς ἐμῆς χειρὸς, ὡς ἂν πιστεύσῃ πρὸς λόγους σοι

συνελθεῖν, ἄλλως γὰρ οὐ θαῤῥήσειεν ἂν, ταῦτ' ἐπίδος αὐτῷ·

καὶ συνελθόντων ὑμῶν εἰς ἓν καὶ βουλευσαμένων περὶ τῶν

προκειμένων, ἅπερ ἂν ὑμῖν δόξῃ λυσιτελῆ καὶ ὠφέλιμα, ταῦτ'

ἔσται συνδοκοῦντα κἀμοί. πέπεισμαι γὰρ ἀκριβῶς, ὡς, εἰ μὴ

θεὸς οἷς οἶδε τρόποις τὴν ὑμῶν σφήλειε γνῶσιν, οὐκ ἂν ἁμάρ-

τοι τοῦ καλοῦ καὶ λυσιτελοῦντος καὶ ὠφελίμου, καὶ φρονή-

σεως ὀξείας ἕνεκα καὶ πείρας πραγμάτων πολιτικῶν καὶ τῆς

περὶ ἐμὲ φιλίας ἄκρας καὶ συναφείας.” τούτων οὕτω ῥηθέν-

των, τὰ γράμματα λαβὼν ἐκ βασιλέως ὁ Συργιάννης ἐχώρει

πρὸς Θρᾴκην· ἔνθα δὴ τῷ μεγάλῳ συγγενόμενος δομεστίκῳ,

καὶ τά τε συμβάντα γνωρίσας αὐτῷ, καὶ τὰ τοῦ βασιλέως

γράμματα ἐγχειρίσας, ἐβουλεύοντο περὶ τῶν παρόντων, καὶ

δύο καὶ τρισὶν ἐφεξῆς ἡμέραις. καὶ ποικίλης καὶ πολυειδοῦς

τῆς βουλῆς γενομένης, ἐπεὶ περὶ τῶν μεγίστων ἦν ὁ ἀγών· καὶ

πολλῶν ῥηθέντων παρ' ἀμφοτέρων, ἐπεὶ καὶ φρονήσεως ἕνεκα

καὶ πείρας στρατηγικῆς τοῖς μάλιστα πρώτοις τῶν Ῥωμαίων

συνημιλλῶντο· τέλος ὁ μέγας δομέστικος εἶπε τοιάδε·

γʹ. „Πολλῶν ἂν ἠλλαξάμην πραγμάτων, ὦ βέλτιστε φίλων,

ἢ μᾶλλον καὶ αὐτῆς τῆς ζωῆς οὐκ ὀλίγου μέρους τινὸς, μὴ τὴν

βουλὴν ἡμῖν περὶ πραγμάτων προκεῖσθαι τοιούτων, ὥστ' ἀμ-

φοτέρωθεν ἔχειν τὸ ἐπικίνδυνον οὐκ ὀλίγον, ὅπως ἂν ἀποβαίη.

ἐπὶ μὲν γὰρ τῶν ἄλλων πραγμάτων βουλευομένοις ἐστὶ συνά-

γειν ἐκ λογισμῶν, ὡς, ὡδὶ μὲν ἀπαντησάντων, σχήσει κα-

21

λῶς, μὴ οὕτω δὲ, τοὐναντίον ἅπαν ἂν ἀποβαίη· ἐφ' οὗ δὲ νῦν

βουλευόμεθα, εἰ μὲν νικήσει τὰ χείρω, τῆς ζωῆς ἐστιν ἐκπε-

σεῖν· εἰ δὲ τὰ δοκοῦντα βελτίω γένηται κρείττω, κακῶν ἐσμὸν

προσδοκᾷν ἀνάγκη. τοῦ βασιλέως γὰρ ἡμῶν τοιαῦτα βουλευο-

μένου περὶ τοῦ ἐγγόνου καὶ βασιλέως, εἰ μὲν εἰς πέρας ἔλθῃ

τὰ μελετώμενα, οὐδεμίαν ὑπερβολὴν ἐλλείψει κακῶν. ἄνθρω-

πον γὰρ πολλῶν ἀντάξιον ἄλλων, φρονήσει μὲν τοῖς πρώτοις

τῶν πρωτείων ἀμφισβητοῦντα, ἀνδρίᾳ δὲ ψυχῆς πολλῷ τῷ

μέσῳ τοὺς ἄλλους ὑπερνικῶντα, ἐλευθερίᾳ δὲ γνώμης καὶ φύ-

σεως ἐπιτηδειότητι τῷ τοσούτῳ μεγέθει προσήκοντα τῆς ἀρχῆς,

φιλίας δὲ εἰδότα καὶ τηροῦντα θεσμοὺς, ὅλως δὲ κοινὸν ἄγαλ-

μα τῆς φύσεως ὄντα, οὕτως ἐρήμην ἐπὶ τοῖς μεγίστοις ἁλῶναι

συμβαίνει, καὶ ἢ ζῆν παντὸς θανάτου βαρυτέραν ζωὴν, (ὁ χθὲς

καὶ πρώην ὡς βασιλεὺς καὶ προσκυνούμενος καὶ τιμώμενος,

σήμερον καταφρονούμενος καὶ περιυβριζόμενος καὶ τῶν ἀγο-

ραίων καὶ τοῦ δήμου νομιζόμενος εἷς,) ἢ τεθνάναι παντὸς ἔξω

καὶ δικαίου καὶ λόγου. εἰ δὲ δυνηθείη τρόπῳ δή τινι τὸν κίν-

δυνον ἐκφυγεῖν, τότ' ἤδη τραγικοῦ τινος δεησόμεθα ποιητοῦ

τὰς συμβησομένας παρ' ἀλλήλων Ῥωμαίοις ἐκτραγῳδήσοντος

συμφοράς. τίς γὰρ οὐκ ἐννοεῖ, κἂν ἀψύχων ἀναισθητότερος

ᾖ, ὡς διαστάντων τῶν βασιλέων, ἀνάγκη συνδιαστῆναι καὶ τὴν

ἀρχὴν, καὶ μάχας συῤῥαγῆναι παρ' ἀμφοτέρων μερῶν, καὶ

ὥσπερ ἐν νυκτομαχίᾳ συμπεσόντας ἀλλήλοις συγγενικῶν αἱμά-

22

των ἐμπλησθῆναι καὶ φιλικῶν; καὶ ἐῶ λεηλασίας καὶ πραγμά-

των φθορὰς, ἐν αἷς διαφθεροῦμεν τὴν οἰκείαν ὡς πολεμίαν.

τί οὖν ἄν τις βουλεύσαιτο πρὸς τοσαύτην ἀνακύπτουσαν βλά-

στην κακῶν; τὸ μὲν γὰρ τὸν νέον βασιλέα περιϊδεῖν οὕτως ἐξ

οὐδεμιᾶς αἰτίας προπηλακισθέντα καὶ τὴν βασιλείαν ἀφαιρε-

θέντα, ἴσως δὲ καὶ περὶ τὸ ζῆν κινδυνεύσοντα, οὐδὲν ἔμοιγε

ἧττον θανάτου· τὸ δ' αὖ πάλιν πρὸ τοῦ προσήκοντος χρόνου

πρὸς πόλεμον ἑτοίμους ὀφθῆναι, ὡς δοκεῖν καὶ τοῖς ἔξωθεν

αὐτοὺς ἡμᾶς ἐξεπίτηδες τὸν βασιλέα παρορμᾷν πρὸς ἀποστα-

σίαν τοῦ πάππου καὶ βασιλέως, ἀβουλίας εἶναί μοι δοκεῖ τῆς

ἐσχάτης. ἐγὼ γὰρ τοσούτου δέω πρὸς ἀποστασίαν τοῦ βασι-

λέως τὸν ἔγγονον αὐτοῦ καὶ βασιλέα παρακινεῖν, ὥστε, καί-

τοι τοῦτον πάνυ φιλῶν καὶ, ὡς ὁρᾷς, ἕτοιμος ὢν καὶ τὴν ψυ-

χὴν αὐτὴν ὑπὲρ αὐτοῦ προέσθαι, εὖ ἴσθι σαφῶς, οὐκ ἂν αὐτῷ

συνέπραξα πρὸς οὐδὲν, εἴγε τῆς ἀρχῆς αὐτὸν ἑώρων προθυ-

μούμενον ἀποστερῆσαι τὸν βασιλέα χρησάμενον πλεονεξίᾳ καὶ

ἁρπαγῇ. ἦν γὰρ ἂν ἐκεῖνος μὲν οὐδὲν διαφέρων Ἀβεσσαλὼμ,

Ἀχιτόφελ δ' ἐγώ. τοιγαροῦν ἐπειδήπερ εἰς τοιαύτην συνηλάθη-

μεν ἀνάγκην πραγμάτων, δεῖν εἶναι νομίζω τὸ μέσον ἑλομένους,

ἑκατέρων ἀποσχέσθαι τῶν ἄκρων, καὶ μήτ' ἀμελῶς πάνυ καὶ

ῥᾳθύμως διάγειν, ὡς μηδενὸς προσδοκωμένου δεινοῦ, μήτ'

αὖ πάλιν ἀπερισκέπτως οὕτω καὶ θρασέως τὰ δοκοῦντα συμ-

φέροντα πράττειν. τοῦτο δὲ γένοιτ' ἂν, εἴγε τὴν μὲν προσ-

23

δοκωμένην φλόγα τῶν πειρασμῶν σβεννύομεν, ὅση δύναμις,

συνέσει χρώμενοι καὶ εὐβουλίᾳ· τὸν νέον δὲ βασιλέα καταστή-

σομεν ἐν ἀσφαλείᾳ, ὡς μηδένα κίνδυνον ὑφορᾶσθαι, ἂν τῆς

θαλάσσης ἐκταραχθείσης τὸ κλυδώνιον ὑπερζέσῃ. εἰ μὲν οὖν

τὰς ἡμετέρας τε καὶ πάντων Ῥωμαίων ἁμαρτίας ὑπεριδὼν ὁ

θεὸς ἄνωθεν κατασβέσει τὴν προσδοκωμένην φλόγα τῶν πει-

ρασμῶν, τὴν καρδίαν τοῦ βασιλέως εὐθεῖαν ἀπεργασάμενος

πρὸς βασιλέα τὸν νέον, συχνὰς αὐτῷ προσήκει χάριτας ὁμο-

λογεῖν ῥυσαμένῳ τῶν συμφορῶν· εἰ δ' αὖ, ὃ μὴ γένοιτο, ἵνα

πολλῶν κακῶν πεῖραν Ῥωμαῖοι λάβωσιν, ἡ ψυχὴ σκληρυνθεῖσα

τοῦ βασιλέως ἀνήκεστόν τι βουλεύσεται περὶ τοῦ ἐγγόνου, τότ'

ἤδη τῇ προκατασκευασθείσῃ ἀσφαλείᾳ τὸν νέον θέμενοι βασι-

λέα, οὕτω χωρήσομεν πρὸς τὸ πράττειν, τὸν θεὸν προστησά-

μενοι μάρτυρα τῆς ἀδικίας καὶ τῶν πραττομένων ἐξεταστήν.“

δʹ. Οὕτω τοῦ μεγάλου δομεστίκου διαλεχθέντος, πάντα μὲν

ἔφησεν ὁ Συργιάννης πρὸς γνώμης αὑτῷ εἰρῆσθαι καὶ πᾶσιν

ὡς καλῶς ἔχουσι συμφωνεῖν, πλὴν ὀλίγου τινὸς ἐνδεῖν ἔτι τοῖς

λόγοις ἐλθεῖν πρὸς πέρας· δεῖν γὰρ ἐξευρεῖν, ὅπως ποτὲ καὶ ἥτις

ἔσται ἡ τοῦ βασιλέως ἀσφάλεια. κοινῇ δὲ συνδιασκεψαμένοις

περὶ τούτου, ἔδοξεν ἀμφοτέροις αἵρεσιν προθεῖναι τῷ νέῳ βα-

σιλεῖ τῶν δύο τουτωνὶ ἑτέρου, ἢ πρὸς τὴν Ἀδριανοῦ μεταβῆ-

ναι πόλιν, ἅτε μεγάλην οὖσαν καὶ πολυάνθρωπον καὶ στρα-

τιὰν οὐκ εὐκαταφρόνητον ἔχουσαν ἱδρυμένην ἐν ἑαυτῇ, ἄλλως

θ' ὅτι καὶ τοῦ βασιλέως Μιχαὴλ τοῦ πατρὸς αὐτῷ χρόνον ἐκεῖ

διατρίψαντος μάλα συχνὸν, πολλοὶ προσεγένοντο αὐτῷ οἰκεῖοι

24

καὶ φίλοι καὶ βουλησόμενοι μάλα προθύμως ὑπὲρ τοῦ παιδὸς

αὐτοῦ διακινδυνεύειν· ἢ, εἰ μὴ τοῦτο βούλοιτο, δεδιὼς ὡς, εἰ

μὴ πρὸς συμβάσεις ὁ βασιλεὺς καὶ πάππος αὐτῷ, ἀλλὰ πρὸς

πόλεμον μᾶλλον ὑπὲρ τὸ δέον χωρήσει παροξυνθεὶς, ῥᾳδίως

σχήσων στρατιὰς συχνὰς ἐκπέμπειν πρὸς μάχην, οἷα δὴ πλη-

σίον οὔσης τῆς Κωνσταντίνου, πρὸς τὸ τῆς Χριστοῦ πόλεως

φρούριον ἀφικέσθαι, ἅμα μὲν ὡς ὂν καρτερὸν ἔκ τε τῆς φύ-

σεως τῆς κατασκευῆς, τοῦτό που καὶ τῶν τειχῶν, ἅμα δ' ὅτι

καὶ ὡσπερεί τι κλεῖθρον κεῖται τῶν κλιμάτων ἑκατέρων μέσον,

τὴν δυτικὴν στρατιὰν πολλήν τινα οὖσαν καὶ πρὸς μάχας ἐξη-

σκημένην τῆς ἐκ τῆς ἕω καὶ τῆς Θρᾴκης διεῖργον· καὶ τρίτον,

ὅτι παράλιον ὂν καὶ τὴν ἐκ θαλάττης ὁθενδήποθεν εὐκαίρως

ἂν παράσχοιτο συμμαχίαν. Τοῦτο πέρας ἐπιθέμενοι τῇ βουλῇ,

ἀλλήλοις τε συνταξάμενοι, ὁ μὲν ἔμεινεν ἐν Θρᾴκῃ, ταύτης ἐπι-

τροπεύων, Καντακουζηνὸς δ' ὁ μέγας δομέστικος τῆς πρὸς τὴν

Κωνσταντινοῦ φερούσης εἴχετο, τὴν σύνευνον αὐτῷ καταλι-

πὼν ἐν τῇ Καλλίου πόλει· ἐν ταύτῃ γὰρ διέτριβε τὸ πλεῖστον

τοῦ χρόνου, τοῦτο μὲν ὡς ἐπικαίρως ἔχοντος τοῦ χωρίου πρὸς

τὰς ἐφόδους ἀνθίστασθαι τῶν βαρβάρων, τοῦτο δ' ὅτι καὶ τοῦ

ναυτικοῦ παντὸς ἐν ταύτῃ κατῳκισμένου, πολλῶν ὄντων τριή-

ρεων πληρωμάτων, τοὺς ἐγχωρίους συνέβαινεν ἁρπαγὰς ὑπομέ-

νειν καὶ βίας, τοῦ φοβοῦντος οὐκ ὄντος καὶ τὰς ὁρμὰς ἐπέχον-

τος· ναυτικὴ γὰρ ἀναρχία κρείσσων, τὶς ἔφη, πυρός. κατέλιπε

δ' ἐκεῖ τὴν γυναῖκα, τῷ δοκεῖν μὲν, ὡς οὐ ῥᾳδίως ἔχων ἐπισύ-

ρεσθαι τὴν γυναικωνῖτιν, τῇ δ' ἀληθείᾳ, ὅπως αὑτῷ πρόφασιν

25

εὐπρόσωπον ὑπολίπηται, εἰ δέοι τῷ Συργιάννῃ συγγενέσθαι πά-

λιν καὶ εἰς λόγους ἐλθεῖν. ἐλθὼν δὲ εἰς τὴν Κωνσταντίνου καὶ τῷ

νέῳ βασιλεῖ προσελθὼν καὶ τὰ τῆς βουλῆς ἀπαγγείλας, ἔτι δὲ καὶ

τὸν Ἀπόκαυχον, ἄνδρα γένους μὲν ἀφανοῦς ὄντα καὶ ταῖς τῶν

δημοσίων πράξεσιν ἠσχολημένον, (τῶν δημοσίων γὰρ ἁλῶν τότε

τὴν διάθεσιν ἐποιεῖτο,) ἄλλως δὲ βαθείας ὄντα φρενὸς καὶ δυνά-

μενον καιροῖς καὶ πράγμασι χρῆσθαι, προσοικειώσας τῷ βασι-

λεῖ, χάριν ἐν τούτῳ πλείστην τινὰ τῷ Συργιάννῃ κατατιθέμε-

νος, (ἦν γὰρ αὐτὸς τὸν μέγαν δομέστικον περὶ τούτου πολλὰ

παρακεκληκὼς,) ἐν πᾶσιν εἶχεν ἐπινεύοντα καὶ συνευδοκοῦντα

τὸν βασιλέα· τοῖς βεβουλευμένοις δὲ καὶ τοῦτο προσέθηκεν ὁ

βασιλεὺς, ὅτι ”τὸ μὲν ἡμῖν αὐτοῖς τὴν ἀσφάλειαν προετοιμά-

σαι, ὥστ' ἔχειν ἀποφυγὴν τῶν δεινῶν ἐπιόντων, καὶ τῶν πάνυ

συμφερόντων εἶναί μοι δοκεῖ καὶ τῶν ἀναγκαίων. διὸ καὶ τοῦτο

χρὴ σπουδάσαι προὔργου παντὸς εἰς πέρας ἰδεῖν ἐλθόν· μεγα-

λοψυχίας δὲ καὶ κρατερίας οὐδὲν ἐλλιπέσθαι, ἀλλ' ἄχρι καὶ

αὐτῆς διακαρτερῆσαι τῆς ἀκμῆς τῶν κινδύνων μένοντας ἐπὶ τῶν

προτέρων. κἂν μέν τινα σχῶμεν τῆς καρτερίας καρπὸν, τοῦ

βασιλέως ἴσως μεταβαλόντος καὶ τῶν μελετωμένων καθ' ἡμῶν

παυσαμένου, πάντοθεν ἂν ἔχοι καλῶς· εἰ δ' οὖν, ἀλλὰ τοῦτό

γε ἡμῖν περιέσται πάντως, τὸ μὴ δοκεῖν αὐθαδείᾳ καὶ θρα-

σύτητι τρόπων, μηδὲ πλεονεξίᾳ γνώμης καὶ φιλαρχίᾳ, τοῦ βασι-

λέως καὶ πάππου κατεξανίστασθαι, ἀλλ' ἀδικουμένους καὶ τὰ

26

ἔσχατα ὑπομένοντας τὸν προὖπτον κίνδυνον ἀποδιδράσκειν.”

καὶ ταῦτα μὲν βασιλεὺς ὁ νέος.

εʹ. Ὁ δέ γε πρεσβύτερος τῷ πρὸς τὸν ἔγγονον μίσει τὴν καρ-

δίαν μᾶλλον οἰδαίνων, ἀγγέλλει διά τινος αὐτῷ τῶν συγκλη-

τικῶν· „οἶσθα πρὸ καιροῦ τινος αἰτησάμενός με τὸ βασιλικὸν

ἀποθέσθαι σχῆμα καὶ εἰς ἰδιώτου τάξιν τελεῖν. ἐγὼ δὲ τότε

μὲν ἀπεκρινάμην ὅσα προσῆκε, νῦν δ' ἐξετάσει τὸ πρᾶγμα δοὺς

καὶ καλῶς ἔχειν ἡγησάμενος ὅπερ αἰτεῖς, καὶ βούλομαι τοῦτο

καὶ σοὶ δῆλον ποιῶ. ὁ μέντοι τὴν βασιλείαν διαδεξόμενος ἐν

τῇ πρώτῃ σε τιμῇ καὶ ἀγάπῃ τηρήσει. καὶ οὐχ ὑπαναστήσεται

μὲν, σοῦ προσιόντος, τοῦ θρόνου· οὐδὲ γὰρ ἔθος βασιλεῦσιν

ἐξανίστασθαι ἰδιώταις· εὑρήσεις μέντοι προσιὼν ὀρθὸν ἑστη-

κότα, ὡς ἂν καὶ σοὶ τὸ τῆς τιμῆς κἀκείνῳ τὸ τῆς βασιλείας δί-

καιον περισώζοιτο. ταῦτ' ἔδοξε καὶ ἔσο ταῦτα εἰδώς.“ πρὸς

ταῦτ' ἀπεκρίνατο μὲν ὁ νέος Ἀνδρόνικος ἃ μετὰ μικρὸν ἐροῦ-

μεν· νυνὶ δὲ ἄξιον ἱστορῆσαι, ὅθεν κἀκ τίνος αἰτίας εἰς τού-

τους προήχθη τοὺς λόγους ὁ βασιλεύς. Ὁ νέος Ἀνδρόνικος, ἕν

που καὶ εἴκοσι γεγονὼς ἔτη, περὶ τὸ Βυζάντιον ἀεὶ διέτριβε

μηδαμῆ συγχωρούμενος περαιτέρω προβαίνειν. οἷα δὲ σφριγῶν

νεότητι καὶ φύσεως ὀξύτητι τὸ ἀκάθεκτον ἔχων, ἐδυσχέραινε

μὲν εἰργόμενος μακροτέρας τὰς ἀποδημίας ποιεῖσθαι, καὶ οὐ-

δὲν ἄμεινον διέκειτο τῶν κατακεκλεισμένων φρουρᾷ· ἔστεργε

δὲ ὅμως, τοῖς τοῦ βασιλέως καὶ πάππου προστάγμασι πειθό-

μενος ἀναγκαίως. ὅμως δὲ αὑτῷ τινα παραμυθίαν ἐκ τῶν ἐνόν-

27

των κατασκευάζων, κυνηγεσίαις ἐσχόλαζε καὶ ἱπποδρομίαις,

ὡς δοκεῖν μηδὲ ὕπνου μεταλαγχάνειν τῇ ἀσχολίᾳ τῇ περὶ ταῦτα·

ἐν οἷς ὑπεραχθόμενος ὁ πάππος καὶ βασιλεὺς τραχύτερον ἐπέ-

πληττε τὸν νέον ὀνειδιστικοῖς τοῖς σκώμμασι βάλλων, οὐκ ἰδίᾳ

μόνον, ἀλλὰ καὶ πολλῶν παρόντων καὶ τῶν τῆς συγκλήτου καὶ

τῶν κατὰ γένος προσηκόντων αὐτῷ. πάντα μὲν οὖν ἐλύπει τὴν

τοῦ νέου ψυχὴν οὕτως ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς δοκοῦντος

περιυβρίζεσθαι· ὃ δὲ τῶν ἄλλων μᾶλλον ἠνία, τοῦτ' ἦν, ὅτι

πρὸς τοὺς παρόντας μαρτυρόμενος τὸ τοῦ ἐγγόνου διάστροφον

δῆθεν ὁ βασιλεὺς ἔλεγεν· ”εἰ πρός τι τῶν ἀναγκαίων χρήσι-

μος οὗτος ἀποδειχθῇ, ζῶν μὲν ἄξιος βληθῆναι λίθοις ἐγὼ, ἀπο-

θανὼν δὲ ἀνορυχθῆναι καὶ παραδοθῆναι πυρί.” μεταξὺ δὲ

τῶν σκωμμάτων τούτων καί τι τοιοῦτον συνηνέχθη γενέσθαι.

ἦλθέ ποτε βασιλεὺς ὁ νέος τὴν συνήθη προσκύνησιν ἀποδώσων

τῷ πάππῳ· εἰσιὼν δὲ τοῦ οἰκίσκου τὴν θύραν, ἐν ᾧ καθῆστο

συνήθως ὁ βασιλεὺς, ἐκ μαρμάρων οὖσαν τὴν φλοιὰν ἡρμο-

σμένην, συμβέβηκε τὸν ἐπὶ τῆς κεφαλῆς λίθον τῷ μαρμάρῳ

προσαῤῥαχθῆναι, ἐφ' ᾧ διαταραχθεὶς οὐκ ὀλίγον ὁ βασιλεὺς,

καὶ σιγῇ μὴ δυνηθεὶς καρτερῆσαι, „ὁρᾷς“, εἶπε μεγάλῃ τῇ φω-

νῇ, ”ὡς, ὅπερ ἐγὼ λέγω, καὶ θεὸς ἐπιμαρτυρόμενος ἄνωθεν

ἀνάξιον κέκρικέ σε τῆς βασιλείας, καὶ διὰ τοῦτό σε τὸ σύμ-

βολον αὐτῆς τῇ πέτρᾳ προσαῤῥάξαι παρακεχώρηκε;” τοῦτο παν-

28

τὸς βέλους πικρότερον ἐλυμήνατο καὶ κατέτρωσε τὰ σπλάγχνα

τοῦ νέου, καὶ πρὸς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀπελθὼν, ἔκειτο

βαρέα στενάχων, ψυχὴν ἐρευγόμενος, ποιητικῶς εἰπεῖν.

Ϛʹ. Ὅμως δ' ἑαυτὸν τῆς πολλῆς ἀθυμίας ἀναλαβὼν, ἔγνω δεῖν

πρεσβείᾳ χρήσασθαί τινι πρὸς τὸν πάππον καὶ βασιλέα, ἅμα

μὲν καὶ τὴν ὀργὴν ἐκμειλιξόμενος τὴν ἐκείνου καὶ πρᾳότερον

καταστήσων, ἅμα δὲ καὶ τὴν αἰτίαν ἐθέλων μαθεῖν, δι' ἣν πρὸς

αὐτὸν ὁ βασιλεὺς οὕτως ἐκπεπολέμωτο. πέμπει δή τινα τῶν

ἐπ' ἀρετῇ καὶ φιλοσοφίᾳ γνωρίμων καὶ παρὰ τοῖς ἁπάντων

στόμασι κείμενον Ἰωσὴφ, ὃς ἐφιλονείκησε μὲν, τό γε εἰς αὐτὸν

ἧκον, τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύψαι, οὐκ ἠδυνήθη δὲ,

τοῦ δεσποτικοῦ λόγου πάντως μὴ δυναμένου διαπεσεῖν, ἀλλ'

εἰς τοσοῦτον ἦλθε περιφανείας, ὡς ψήφῳ κοινῇ βασιλέως τε

καὶ συνόδου τῆς ἱερᾶς, ἔτι δὲ καὶ συγκλήτου πάσης, τῶν ἐκ-

κλησιαστικῶν θρόνων τῆς νέας ταυτησὶ Ῥώμης ἄξιος ἀποδει-

χθῆναι, κἂν αὐτὸς τῷ λίαν ταπεινῷ καὶ μετρίῳ τοῦ ἤθους ἀπώ-

σατο τὴν ἀξίαν, τὸ τῆς καθέδρας ὕψος καὶ τὸ μέγεθος εὐλα-

βηθεὶς τῆς ἀρχῆς. τούτῳ δὴ χρησάμενος πρεσβευτῇ, ἀναφέρει

δι' αὐτοῦ τῷ βασιλεῖ καὶ πάππῳ τοιάδε· „Τῶν γεγεννηκότων

πάντων πρὸς τοὺς ἐξ αὐτῶν φυσικῇ τινι κεκρατημένων στοργῇ,

εἰκός ἐστι δήπου καὶ τὰ τῶν παίδων ἐλαττώματα συσκιάζειν

ἐθέλειν. κἄν τις ὑπὲρ τοῦ παιδὸς πολλούς τινας διεξέλθῃ καὶ

θαυμασίους ἐπαίνους, ὑποψίαν οὐ μικρὰν τοῖς ἀκούουσι πα-

ρέχει ὡς οὐ τοῦ παιδὸς ὄντος τοιούτου, ἀλλὰ πολλῷ τῷ μέτρῳ

λειπομένου τῶν ἐπαίνων, αὐτοῦ δὲ ἀπατωμένου διὰ τὴν σχέ-

29

σιν τὴν πρὸς αὐτόν· ἂν δ' ὁ πατὴρ τῷ παιδί τινα καὶ μικρὸν

προστρίψηται ψόγον, πάλιν ἐκ διαμέτρου πολλαπλασίονα τὸν

ψόγον ὑπονοοῦσι, τὴν ἴσην προστιθέντες αἰτίαν. σοῦ τοίνυν

τοῦ πατρὸς κατ' ἐμοῦ τοῦ παιδὸς οὕτως ἐξωργισμένου, καὶ

πολλὰς καὶ ποικίλας ὁσημέραι καταχέοντος τὰς λοιδορίας καὶ

τὰ ὀνείδη, καὶ, τὸ πάντων ἐμοὶ βαρύτατον καὶ ὃ μήτ' ἀκούειν

μήτε λέγειν ἀνεκτὸν ἐμοὶ, κατὰ σεαυτοῦ πολλάκις τὰ δεινό-

τατα ἐπαρωμένου, εἴποτ' ἐγὼ πρός τι τῶν χρησίμων εὐφυῶς

ἔχων φανείην· τὸ δ' ἔτι ὂν θανάτου πικρότερον, τὸ καὶ μι-

κρά τινα συμβάματα, ὡς ἔτυχεν ἐκ τοῦ συμπεσόντος γεγενη-

μένα, θεοσημείας καὶ θεοῦ βουλῆς ἀποκαλύψεις ἡγεῖσθαι, ἐμὲ

τῆς βασιλείας οὐκ ἄξιον ἀποδεικνύντος, τίς ἔσται Ῥωμαίων, ὃς

ταῦτα ἀκούων, οὐ θαλάσσας ὅλας κακῶν ἐμοὶ συνειδέναι λο-

γιεῖται τὸν πατέρα; καὶ διὰ τοῦτο καὶ μικρά τινα προχεῖσθαι

τοῖς ἔξω, δεῖγμα τοῦ κεκρυμμένου πλήθους τῶν ἀφορήτων κα-

κῶν καὶ σοὶ τῷ πατρί· ὅπου γε καὶ θαυμάζοντός σου καὶ πολ-

λοὺς ἐπαίνους διεξιόντος καὶ πλέον σεμνύνοντος ἢ προσῆκε, τού-

τους δὲ εἰκὸς ἦν τὸν ἔπαινον ὑποπτεύειν, τῇ πρὸς τὸν παῖδα

διαθέσει τοῦτο λογιζομένους. ταῦτ' ἔστιν ἅ με λυπεῖ καὶ τὴν

ζωὴν ἀηδεστέραν ποιεῖ θανάτου. ἁμαρτάνειν μὲν οὖν ὁμολογῶ

καὶ πληγῶν ἄξια καὶ μαστίγων, καὶ ἦν ἂν ἐμοὶ τῶν εὐεργε-

σιῶν ἡ μεγίστη, εἴ γε ἐν τῷ κεκρυμμένῳ παρὰ σοῦ τοῦ πατρὸς

30

τῶν σφαλμάτων χάριν ἐμαστιγούμην· τὸ δ' εἰς τοσοῦτον ἐξ-

άγεσθαι τὴν ὀργὴν, ὡς καὶ πολλῶν παρόντων οὕτω προπηλα-

κίζεσθαι, πάντων ἀνιαρώτερον. ἂν τοίνυν ἵλεων ἐπιβλέψας ὁ

θεὸς ταῖς ἐμαῖς ἁμαρτίαις, ὁδηγήσει καὶ σὲ πρᾳότερόν μοι

γενέσθαι καὶ συμπαθεῖν ὡς υἱῷ, τοῦτ' ἂν εἴη βέλτιστον· εἰ δ'

ὁμοίως ὥσπερ νῦν, κἀν τοῖς ἐφεξῆς τελεῖσθαι μέλλει, ἕτερος

προβληθήτω σοι βασιλεὺς, ὃς ἄν σοι δόξῃ χρήσιμος καὶ καλός.“

Ταῦτα διαπρεσβευσαμένου Ἰωσὴφ ἐξ Ἀνδρονίκου βασιλέως πρὸς

τὸν πάππον καὶ βασιλέα, εἶτα καὶ παρ' ἑαυτοῦ συχνούς τινας

ἐγκωμίων λόγους τοῦ νέου βασιλέως διεξελθόντος καὶ πρᾴως

πως καθαψαμένου τοῦ βασιλέως, ὡς τραχύτερον ἢ προσήκει

προσφερομένου τῷ νέῳ, ἀντεμήνυσε καὶ αὐτὸς τοιαῦτα· ”Τῶν

ἄλλων πάντων πατέρων ἅμα τῇ τῶν παίδων γεννήσει τὸ πρὸς

αὐτοὺς φίλτρον κτωμένων καὶ συναυξανόντων αὐξανομένοις,

αὐτὸς οὕτως ἐφίλησά σε καὶ πρὶν εἰς φῶς προελθεῖν, ὡς καὶ

πολλοὺς τῶν διαβεβοημένων ἐπ' ἀρετῇ καὶ θεῷ προσεγγίζοντα

βίον ζῶντας μάρτυρας ἔχειν τοῦ φίλτρου. οὐ γάρ ἐστιν, οὐκ

ἔστιν οὐδεὶς, ὃν οὐ πολλὰ πολλάκις ἱκέτευσα, θερμοτέρας καὶ

συχνὰς ὑπὲρ σοῦ θεῷ προσάγειν εὐχὰς, ὡς μὴ μόνον μηδὲν

δυσχερὲς ἀπαντῆσαι τῇ σῇ γεννήσει, ἀλλὰ καὶ τεχθέντα, πάντα

ἄριστον καὶ τῶν τοσούτων εὐχῶν ἄξιον ἀποδειχθῆναι. καὶ αὐ-

τὸς δὲ ἐγὼ προπετῶς μὲν διὰ τὸ μὴ τὸ θαῤῥεῖν ἔχειν ἐκ τῆς

τοῦ βίου διαστροφῆς, ἔπραττον δ' οὖν ὅμως, πολλὰ πολλάκις ἐδά-

31

κρυσα προσευχόμενος τῷ θεῷ, ὥστε σε καὶ γεννηθῆναι, καὶ γεν-

νηθέντα τῶν ἐμῶν εὐχῶν ἄξιον ἀποβῆναι. ὃν οὖν ἔτι τοῖς μητρι-

κοῖς θαλάμοις ἐνδιατρίβοντα οὕτως ἐφίλησα καὶ ὑπὲρ τὸ μέτρον,

πῶς εἰς τοσοῦτον ἡλικίας προήκοντα νῦν μισεῖν εἶχον καὶ ἀπο-

σείεσθαι; οὐκ ἔστι σὺν λόγῳ φθέγγεσθαι ταῦτα. τὸ δέ με τρα-

χυτέραις χρῆσθαι ταῖς διορθώσεσι καὶ δάκνουσι καθάπτεσθαι

λόγοις, οὐ μίσους τεκμήριον χρὴ ποιεῖσθαι, ἄκρας δὲ μᾶλλον

ἀγάπης καὶ κηδεμονίας πατρὶ πρεπούσης, βουλομένῳ τὸν υἱὸν

διὰ πάντων ἄριστον εἶναι, καὶ μάλιστα πρὸς ὄγκον τηλικαύτης

ἀρχῆς ἐπιβαίνοντα ἤδη. ἐν ἐκείνῳ γὰρ καὶ τὸ φαυλότατον τῶν

ἁμαρτημάτων παρ' εὖ φρονοῦσι μέγιστον ἂν κριθείη, ὡς μί-

μημα παντὸς καλοῦ πᾶσι κειμένῳ καὶ διὰ τοῦτο εἰς κάλλος

ἀπεξέσθαι διὰ πάντων δικαίῳ ὄντι.” Ταύταις ταῖς ἀποκρίσεσιν

οὕτως ἡμέροις οὔσαις καὶ προσηνέσι καὶ ὁ νέος χαριεστέρας ἀν-

τέπεμπε τῷ βασιλεῖ τὰς εὐχαριστίας, καὶ δυσὶν ἔτεσιν ἐφεξῆς

ἐλώφησε τὸ κακὸν, τοῦ βασιλέως εὐμενέστερον ἐπιβλέποντος

τῷ ἐγγόνῳ, εἰ δέ ποτε καὶ ἐπιπλήττειν ἔδει, συμμέτρως τοῦτο

ποιοῦντος, ὡς καὶ τὸν νέον, οἷα δὴ νουθετούμενον, χάριν ὁμο-

λογεῖν. ἀλλὰ ταῦτα μὲν ἔτι περιόντος βασιλέως τοῦ Μιχαήλ·

ἐπεὶ δ' ἐτεθνήκει, τά τε ἄλλα ἐκπεπολέμωτο πρὸς τὸν ἔγγονον

ὁ βασιλεὺς, καὶ δὴ καὶ, ὃ μικρῷ πρόσθεν εἴρηται, μεμνημέ-

νος, ὡς ὁ νέος Ἀνδρόνικος ἀλγυνόμενος ταῖς πέρα τοῦ δέοντος

ἐπιπλήξεσι μεμήνυκε πρὸς αὐτὸν, ὡς „εἰ μὲν μεταβάλοις τῆς

εἰς ἐμὲ πικρίας· εἰ δ' οὖν, ἀλλ' ἕτερος ὃν ἂν ἐθέλῃς προβεβλή-

32

σθω σοι βασιλεύς.“ ἀντεμήνυσεν αὐτῷ νῦν καὶ αὐτὸς, ὡς ”ὃ

πρόσθεν ἐζήτεις, γενήσεται νῦν, καὶ ἕτερος ἀντὶ σοῦ προβλη-

θήσεται βασιλεὺς, σοῦ τὰς πρώτας παρ' αὐτοῦ τιμὰς καρπου-

μένου.” πρὸς ταῦθ' ὁ νέος Ἀνδρόνικος ἀπεκρίνατο τοιαῦτα·

ζʹ. „Τοῖς ἐξ ὀργῆς ἢ λύπης ἤ τινος τῶν τοιούτων τεταραγμέ-

νοις τοὺς λογισμοὺς ἀκόλουθόν ἐστι, μήθ' ὧν λέγουσι μήθ' ὧν

δρῶσιν ἐν τοῖς τῆς ταραχῆς καιροῖς παρακατέχειν τὴν μνήμην.

ὅπου γὰρ μήθ' ὧν πράττουσιν αἰσθάνονται κἂν πρὸς βραχὺ,

σχολῇ γ' ἂν μεμνήσονται λόγων παρεῤῥυηκότος χρόνου. οἱ δέ

γε παρά τινος λόγοις ἢ πράγμασιν εὐεργετούμενοι, καὶ εἰς πολ-

λοὺς ἐνιαυτοὺς τὴν μνήμην παρακατέχουσι τῶν εὐεργετημάτων.

ἡμέρου γὰρ οὔσης τῆς ψυχῆς καὶ καθεστηκυίας καὶ ταῖς εὐ-

εργεσίαις ἐνηδομένης, ὡς ἐν χαλκῷ συμβαίνει καὶ τῶν λόγων

καὶ τῶν ἔργων ἐγκολάπτεσθαι τὰς μνήμας. καὶ αὐτὸς τοίνυν,

ὦ βασιλεῦ, ὧν μὲν ἐφθεγξάμην ἐν οἷς ἠγανάκτουν, ἐπιλέλησμαι

παντελῶς· ὧν δ' ἠκηκόειν εὐεργετούμενος παρὰ σοῦ, οὕτως ἔχω

τὴν μνήμην ἀνθοῦσαν καὶ νεαρὰν, ὡς δοκεῖν οὔπω χθὲς καὶ

πρώην ἀκηκοέναι. καὶ σὲ δὲ αὐτὸν ἐλογιζόμην τὸν ἴσον ἐμοὶ

διακεῖσθαι τρόπον, καὶ ὧν μὲν ὀργιζόμενος ἐφθέγξω, τὴν τα-

χίστην τὴν μνήμην ἀποβαλεῖν, ὧν δὲ εὐηργέτηκας, ἀσφαλῶς

παρακατέχειν. νῦν δὲ τοὐναντίον ἅπαν ὁρῶ συμβαῖνον. τοὺς

γὰρ τῆς εἰρήνης λόγους βυθῷ Λήθης φέρεσθαι παραδοὺς, τοὺς

33

ἐξ ἀμετρίας ἐξενηνεγμένους λύπης εἰς μέσον ἄγεις. ἐγὼ δ' ὅτι

μὲν εἰρήκειν, ἀνεμνήσθην ἀκηκοώς· οὐ μὴν ὡς δή τι τῶν αἰσχί-

στων τὴν βασιλείαν ἀποποιούμενος, τοιαῦτ' εἰρήκειν. ἦ γὰρ ἂν

ἦν παντάπασιν ἐστερημένος φρενῶν καὶ ἀχαριστίας ὑπερβο-

λὴν καταλιπὼν οὐδεμίαν, εἰ ἃ θεὸς ὁ βασιλεὺς τῶν βασιλευόν-

των καὶ σὺ αὐτὸς ὁ κύριος καὶ πατὴρ πᾶσαν εὐεργεσίαν ὑπερ-

βαίνοντα ἐχαρίσασθε, ταῦτ' αὐτὸς ἀνοήτῳ καὶ παραβόλῳ φρενὶ

ὥς τι τῶν ἀχρήστων ἀπεβαλόμην. ἀλλ' ἐκ λίαν ἐνωδύνου καὶ

τεταραγμένης…

μ…

The complete text is available when the reading interface loads.