Chronicon
- Edition reference
- Chronicon imperatorum Romanorum, ed. I. Bekker, Ephraemius [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1840]: 7–382.
- CTS identifier
urn:cts:greekLit:tlg3170.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ante1t
{Γάϊος ἔτη δʹ.}
1
Εἶτα κατέσχε τὸ κράτος τῶν Αὐσόνων
2
Γάϊος, Ἐπίκουρος ἢ Σατὰν τρόπον,
3
ὑπὲρ φύσιν βρότειον αὑτὸν σεμνύνων
4
ἢ καὶ θεουργῶν, ἡ κατάπτυστος φύσις,
5
ἀνὴρ ἀσελγὴς ἀποφρὰς μιαιφόνος·
6
ἐφ' οὗ Στέφανος πρωτομαρτύρων κλέος
7
μαρτυρίου στέφανον εὗρεν ἐκ λίθων,
8
σοφοί τ' ἐγνωρίζοντο δύο προκρίτων
9
Ἰώσηπός τε καὶ Φίλων ἐξ Ἑβραίων.
ante10t
{Κλαύδιος ἔτη ιδʹ.}
10
Τούτου καταστρέψαντος ἀθλίως βίον,
11
Ἑρμοῦ φίλος Κλαύδιος, ἠπία φύσις,
12
ἴσου τε φύλαξ, ὑπερόπτης χρημάτων,
13
τὰς ἡνίας εἴληφεν αὐσοναρχίας.
14
τούτου κρατοῦντος Θευδᾶς καὶ Σίμων μάγος
15
πολλοὺς ἐλυμαίνοντο κακοτεχνίαις,
16
πρῶτος δ' ἐπιβέβηκε τῆς Ῥώμης Πέτρος
17
σωτήριον κήρυγμα κηρύσσων ὅλοις.
ante18t
{Νέρων ἔτη ιδʹ.}
18
Μεθ' ὃν παρῆλθεν εἰς βασίλειον κράτος
19
Νέρων ἀσελγής, ἐμφερὴς τῷ Γαΐῳ,
20
θηλυδρίας ὢν καὶ θύλακος σαπρίας,
21
πρῶτος διώκτης, εὐσεβῶν καθαιρέτης
22
Χριστοῦ τε μυστῶν προκρίτων ἀναιρέτης.
23
εἶτα Γάλβας Ὄθων σὺν Οὐιτελίῳ
24
ἐπὶ βράχιστον τοῦ κράτους γεγευμένοι.
ante25t
{Οὐεσπασιανὸς ἔτη ιʹ.}
25
Μεθ' οὓς κατηγλάϊσε τὴν κραταρχίαν
26
Οὐεσπασιανός, κλέος βασιλέων,
27
ἀρχὴν δράσας εὖ καὶ πλατύνας εἰς μέγα,
28
ἐχθρῶν νικητής, φιλότιμος τὴν χέρα,
29
ἀνήρ τις εὐπρόσιτος, ἡδὺς τοῖς φίλοις,
30
ὑπηκόοις δ' ἅπασι καὶ πεφιλμένος.
ante31t
{Τίτος ἔτη γʹ.}
31
Μεθ' ὃν Τίτος παῖς παραλαμβάνει κράτος,
32
θάλασσα καλῶν, φιλοδωρίας χύσις,
33
εὐεργετικός, συμπαθής τις καρδία,
34
χρηστὸς τρόποις οἷς ὡραΐζεται κράτωρ,
35
ἄναξ ἀριστεὺς καὶ στρατηγὸς γεννάδας,
36
Ἰουδαϊκοῦ τοῦ θράσους καθαιρέτης·
37
οὗ πᾶσιν ἀοίδιμον ᾄδεται τόδε,
38
τὸ σήμερον δὲ μὴ βεβασιλευκέναι,
39
εὖ τινὰ μὴ δράσαντα ταῖς εὐποιίαις,
40
καὶ “δεῖ τινὰ πρόσωπον ἄνακτος πάλιν
41
ἰδόντα μηδὲν στυγνὸν ἀνθυποστρέφειν.”
ante42t
{Δομετιανὸς ἔτη ιεʹ.}
42
Τούτου τὸ βιοῦν ἐκμετρήσαντος μόρῳ
43
Δομετιανός, ἡ βδελυρὰ καρδία,
44
φύσιν Τίτου σύναιμος, οὐ τρόπους ὅλως,
45
ἀναξίως εἴληφε τὴν αὐταρχίαν,
46
Χριστοῦ κολαστὴς οἰκετῶν καὶ μαρτύρων,
47
ἐφ' οὗ φιλητὸν τὴν θεηγόρον χάριν
48
νῆσός τις ἐξόριστον ἔσχεν, ἡ Πάτμος.
49
ηὔχει δ' Ἀπολλώνιος τερθρείαις τότε,
50
Πυθαγορικὸς Τυανεύς, σοφὸς γόης,
51
ὃς καίπερ ὢν πόρρωθεν ἀναιρουμένου
52
δηλοῖ παροῦσι τοῦ τυράννου τὸν μόρον.
ante53t
{Νερούας ἔτος αʹ.}
53
Τούτου καταστρέψαντος αἰσχρῶς τὸν βίον
54
κλῆσιν Νερούας, εὐγενὴς ψυχὴν δέμας,
55
τὰ Ῥωμαϊκὰ σκῆπτρα παραλαμβάνει,
56
ταμεῖον ὄντως ἀρετῶν Χριστοῦ δίχα,
57
καλοῦ δὲ παντὸς αὐτοκράτορσι τύπος.
58
ἐφ' οὗ τις ἀμύθητον εὗρε χρυσίον,
59
θησαυρὸν ἁβρὸν ἐγκατακεχωσμένον,
60
ὃν ἐκκαλύψας κράτορος μένει κρίσιν·
61
ὁ δ' αὖ κεχρῆσθαι μηνύει καὶ κατέχειν.
62
ἀλλ' ὑπὲρ αὑτὸν εὑρεθὲν φάσκει πέλειν.
63
ἦ δ' ὃς “κατακέχρησο τοῖς εὑρημένοις.”
ante64t
{Τραϊανὸς ἔτη ιηʹ.}
64
Τούτου λιπόντος σὺν κραταρχίᾳ βίον
65
Τραϊανός τις, παῖς θετὸς τούτου, στέφος
66
καὶ σκῆπτρα παρείληφε τὰ τῶν Αὐσόνων,
67
εὐρὺ κλέος σχὼν ἐν νίκαις καὶ πρακτέοις,
68
εἰ καὶ διώκων εὐσεβεῖς ἦν μετρίως·
69
καθ' ὃν χρόνον βέβρωτο θηρίων γνάθοις
70
ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ,
71
ἄλλοι τε πλεῖστοι μαρτυρικῶς τὸν βίον
72
Χριστοῦ χάριν ἤνυσαν ἠγωνισμένοι.
73
τούτων μαθόντα τὸν κρατοῦντα τὸν φόνον,
74
ὡς οὐ πονηρᾶς αἰτίας πάσχειν τάδε,
75
οἷς δὲ Χριστὸν σέβουσιν ὡς θεὸν μόνον,
76
μὴ δεῖν κολάζειν θεσπίσαι χριστωνύμους.
77
τοῦτόν γ' ἐπάρχῳ χειρίσαντα τὸ ξίφος
78
“δέδεξα τουτὶ ταῖν χεροῖν” τοῦτον φάναι,
79
“κἂν μὲν καλῶς ὦ διέπων τὰ τοῦ κράτους,
80
ὑπέρ γ' ἐμαυτοῦ τῷδε χρηστέον, φίλε·
81
εἰ δ' αὖ γε κακῶς, κατ' ἐμαυτοῦ καρδίας.”
ante82t
{Ἀδριανὸς ἔτη καʹ.}
82
Τούτου δὲ βίον καὶ κράτος λελοιπότος
83
Ἀδριανὸς Αἴλιος, ἀριστεὺς μέγας,
84
διάδοχος δέδεικτο τῆς μοναρχίας,
85
ἑρμαϊκός τε καὶ μεγαλόφρων ὅλοις,
86
μὴ δεῖν κολάζειν θεσπίσας χριστωνύμους.
87
τούτου δ' ἱππεύοντος ἐν λεωφόρῳ
88
ἐδεῖτο γυνὴ λιπαρῶς ἐγκειμένη·
89
ὁ δ' “οὐ σχολάζω” τῇδ' ἐγκειμένῃ λέγει.
90
καὶ “μηδὲ βασίλευε” πρὸς τόνδ' ἀντέφη·
91
ὁ δὲ στραφεὶς προσέσχεν αὐτῆς τῇ δίκῃ.
92
οὗτος πολίζει πρὸς Παλαιστίνῃ πόλιν,
93
ὅπου Σιὼν ἵδρυτο κατεσκαμμένη,
94
Καπιτωλίναν καλέσας τήνδ' Αἰλίαν·
95
καὶ ναὸν ἀντήγειρε Διὶ τῷ Κρόνου,
96
οὗ πρὶν Σολομὼν τὸν ναὸν τεύξας ἔχει.
97
τοῦτ' οὐκ ἀνεκτὸν ἦν Ἰουδαίων φύλῳ·
98
συσπειραθέντες τοιγαροῦν ὡπλισμένοι
99
ἐπίασι φύλαξι Ῥωμαίοις τόπου,
100
καὶ σφῶν γε πλείστους ἔδρασαν ἔργον φόνου.
101
ὃ γνοὺς ὁ κρατῶν στρατιᾶς ὁμαιχμίας
102
ἄρδην Ἑβραίων ἐκθερίζει τὸ στῖφος,
103
ὀκτὼ μὲν ἀνδρῶν καὶ πεντήκοντα πάλιν
104
ποσουμένας δοὺς μυριάδας θανάτῳ,
105
κώμας κατασκάψας δὲ τούτων χιλίας,
106
φρούρια πεντήκοντα τεθρυλημένα.
107
οὗτός ποτ' ἀνδρὸς ἦν κατακρίνας μόρον·
108
καὶ τὸν λαβόντα πῦρ θυμιῶντα λέγειν
109
“ἐγὼ μὲν οὐδὲν ἀδικῶν θνήσκω βίᾳ,
110
Ἀδριανὸν δὲ καὶ ποθοῦντα τεθνάναι
111
μὴ τοῦ κατ' εὐχὴν εὔχομαι τυχεῖν τέλους·”
112
ὃ καὶ παθεῖν οἱ συνέβη πρὸς τῷ τέλει,
113
νόσῳ χρονίως ὑδέρῳ τετηγμένῳ.
114
κἀπὶ Θρᾴκης δ' αὖ Ὀδρυσοῦ πρὸς χωρίῳ
115
ἄλλην πολίζει τὴν ὁμώνυμον πόλιν.
ante116t
{Ἀντωνῖνος ὁ καὶ Πίος ἔτη κʹ.}
116
Εἶτ' Ἀντωνῖνος εὐσεβὴς κεκλημένος,
117
βέλτιστος ἀνὴρ εὐαγής τε τοὺς τρόπους,
118
πάντων τιμῶν μάλιστα τοὺς χριστωνύμους,
119
χειρίζεται κάλλιστα τὴν κραταρχίαν·
120
ὅστις γε μάχης καὶ βίας ἐγκειμένων,
121
ἐπείπερ οὐδὲν εὐπορῶν ἦν χρημάτων,
122
εἰς ἀγορὰν προύθηκε τοῖς ᾑρημένοις
123
πάντα τὰ λαμπρὰ καὶ τιμαλφῆ τοῦ κράτους·
124
ἀφ' ὧν ἱκανῶν εὐπορήσας χρημάτων
125
καὶ στρατιωτῶν ἡλικὼς πλείστας ἴλας
126
μάχην κατορθοῖ καὶ βαθὺν πλοῦτον φέρει·
127
καὶ πάλιν ἀπέλαβε τὰ πεπραμένα,
128
αἱρουμένοις δοὺς τὴν τιμὴν ὠνουμένοις.
ante129t
{Μάρκος Ἀντωνῖνος ἔτη ιϚʹ.}
129
Καὶ πάλιν ἄλλος Ἀντωνῖνός τις Μάρκος,
130
πρώτου θετὸς παῖς, φιλόσοφος τοὺς λόγους
131
τρόπους τε χρηστός, εὐμενὴς χριστωνύμοις,
132
παραλαβὼν ἴθυνε τὴν κραταρχίαν·
133
ἐφ' οὗ φάλαγξ κέκλητο κεραυνοβόλος,
134
ἥτις μερίδος οὖσα τῶν χριστωνύμων
135
καιρῷ μάχης ηὔξατο Χριστῷ δεσπότῃ,
136
δίψει στρατιᾶς κινδυνευούσης τότε
137
ἀντιπάλων τε βαρβάρων ἐπιθέσει·
138
καὶ δυσμενεῖς μὲν τῷ κεραυνῷ συμφλέγει,
139
ὀμβρῶν δ' ἐπὶ στράτευμα πλουσίως ὕει.
140
Ἑρμογένης τ' ἤκμαζε τῆς τέχνης ἴδρις·
141
δυάς τ' ἐναθλεῖ μαρτύρων Χριστοῦ χάριν,
142
Σμύρνης ὁ Πολύκαρπος καὶ Ἰουστῖνος.
ante143t
{Κόμοδος ἔτη ιβʹ.}
143
Κόμοδος εἶτα, μιαρὸς φαυλεργάτης,
144
κακῶς ἐπεισέφρησε τῇ κραταρχίᾳ·
145
ἐφ' οὗ Κλήμης ἦν στρωματεύς, σοφὸς μέγας,
146
καὶ Πάνταινος, κήρυκες ὀρθῶν δογμάτων.
ante147t
{Περτίναξ καὶ Ἰουλιανός.}
147
Μεθ' ὃν κραταρχεῖ Περτίναξ ὁ τριγέρων,
148
καὶ σφάττεται δὴ πρὸς μέσοις ἀνακτόροις,
149
καὶ σκῆπτρα παρείληφε τὰ τῶν Αὐσόνων
150
Ἰουλιανὸς Δίδιος βραχὺν χρόνον
ante151t
{Σεβῆρος ἔτη ιηʹ.}
151
καὶ Σεβῆρος, κράτιστος ἐχθρῶν ἐν μάχαις,
152
σφοδρὸς κολαστὴς εὐσεβῶν χριστωνύμων,
153
ἐφ' οὗ σὺν ἄλλοις καὶ πατὴρ Ὠριγένους
154
Φιλωνίδης εὕρατο μαρτύρων στέφος.
ante155t
{Ἀντωνῖνος Καράκαλος ἔτη ζʹ.}
155
Τούτου θανόντος Καράκαλος τοὐπίκλην
156
Ἀντωνῖνος εἴληφε τὴν μοναρχίαν,
157
αἰσχρός τις ἀνὴρ καὶ πλέον μιαιφόνος,
ante158t
{Μακρῖνος καὶ Ἄρβιτος ἔτη δʹ.}
158
καὶ Μακρῖνος βράχιστον ἄρξας τὸν χρόνον.
159
εἶτα κατωρχήσατο τῆς κραταρχίας
160
κλῆσιν Ἄρβιτος, Σαρδανάπαλος θέσιν,
161
ἀνδράποδόν τι Πριήπου Διονύσου,
162
ἄλλος τις ὄντως Σαρδανάπαλος τρόπους,
163
θηλυδρίας τις ἐκδεδιῃτημένος.
ante164t
{Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιδʹ.}
164
Μεθ' ὃν παρῆλθεν εἰς βασίλειον κράτος
165
Μαμαίας Ἀλέξανδρος, εὐσεβεῖς σέβων·
166
μητρὸς γὰρ αὐτοῦ Μαμαίας πιστευσάσης
167
διδασκαλίαις ταῖς σοφαῖς Ὠριγένους,
168
τιμῆς κατηξίωτο πιστῶν τὸ στῖφος.
ante169t
{Μαξιμῖνος καὶ ἄλλοι ἔτη γʹ.}
169
Τούτου σφαγέντος ἀναδείκνυται κράτωρ
170
θεοστυγής τις Μαξιμῖνος μαινόλης,
171
ὅστις διωγμὸν χαλεπὸν χριστωνύμοις
172
κινήσας ἀπέφηνε μάρτυρας ὅσους.
173
Σὺν Ἀλβίνῳ Μάξιμος ἔσχε τὸ κράτος
174
καὶ Πομπιανὸς Πουπλίῳ σὺν Βαλβίνῳ.
ante175t
{Γορδιανὸς ἔτη Ϛʹ.}
175
Ὧνπερ θανόντων ζώννυται κραταρχίαν
176
Γορδιανός τις σὺν ὁμωνύμῳ τέκνῳ·
177
ἐφ' ὧν ὁ λαμπρὸς ἐν λόγοις Ὠριγένης
178
ἦν ἐκδιδάσκων μύστας ἐν Παλαιστίνῃ,
179
οἷσπερ συνηρίθμηντο σύγγονοι δύο,
180
ὁ γρήγορος νοῦς, θαυματουργὸς τοὐπίκλην,
181
πρὸς δ' αὖ Ἀθηνόδωρος, οὐχ ἥττων λόγους.
ante182t
{Φίλιππος ἔτη Ϛʹ.}
182
Μεθ' οὓς Φίλιππος εὐμενὴς χριστωνύμοις,
183
μᾶλλον δὲ Χριστῷ προσδραμεῖν αἱρεῖ λόγος
184
εὐχῶν τε πιστοῖς συμμετασχεῖν ἀσμένως,
185
καί οἱ θριαμβεῦσαί γε τὰ πεπραγμένα,
186
ἄλλως προέδρων τόνδε μὴ δεδεγμένων.
187
ᾧ Βόστρα πατρίς, οὗ κτίσας ἔχει πόλιν,
188
ἣν πᾶς Φιλίππου τήνδε φημίζει πόλιν.
ante189t
{Δέκιος ἔτος αʹ.}
189
Εἶτα Δέκιος τοῦ κράτους δεδραγμένος
190
εὐθὺς διωγμὸν κατὰ πιστῶν ἐκφέρει,
191
ὃν ὑπερέσχον εὐψύχως ἠνδρισμένοι
192
Κυπριανός τε Βαβύλας καὶ μυρίοι·
193
ἥττηντο δ' ἄλλοι καὶ τάλας Ὠριγένης.
194
τότ' ἦν Ναυάτος, ἡ μισάνθρωπος φύσις,
195
ἐκκλησίας δ' ὢν Ῥωμαίων θυηπόλος
196
ἔφασκε μὴ δεῖν βασάνοις τεθυκότας
197
μετανοοῦντας προσδέχεσθαι καθάπαξ.
198
ὃ πατράσιν ἔδοξε πίστεως νόθον,
199
καὶ μὴ μεταγνοὺς ἐκκεκήρυκται τάλας.
ante200t
{Γάλλος καὶ Αἰμιλιανὸς ἔτος αʹ.}
200
Βίον Δεκίου καὶ κράτος λελοιπότος
201
κατῆρξε Γάλλος, ἡ βέβηλος καρδία,
202
βαρὺς κολαστὴς Χριστιανῶν τυγχάνων·
203
Αἰμιλιανὸς τέτταρας μῆνας μόλις,
204
ἡνίκα Σαβέλλιος ἦν, σκαιὸς Λίβυς,
205
ὁ σύγχυσιν δρῶν ἀσεβῶς ἐν τριάδι
206
θείων προσώπων καὶ συναλείφων φύσεις.
ante207t
{Βαλλεριανὸς καὶ Γαλιηνὸς ἔτη ιεʹ.}
207
Αἰμιλιανοῦ δὲ σφαγέντος ἀθλίως
208
Βαλλεριανὸς παραλαμβάνει κράτος,
209
βαρὺς διώκτης εὐσεβῶν χριστωνύμων·
210
ὅστις ἀγεννῶς βαρβάροις Πέρσαις μάχῃ
211
ἁλοὺς παρ' αὐτοῖς τὸν βίον καταστρέφει.
212
καὶ παῖς παρῆλθε Γαλιηνὸς εἰς κράτος,
213
δεξιὸς ἀνήρ, φιλότιμος, χαρίεις,
214
πολλοὺς ἀνατλὰς κινδύνους ἐν ταῖς μάχαις.
ante215t
{Κλαύδιος ἔτος αʹ.}
215
Μεθ' ὃν Κλαύδιος, ἀρρεποῦς δίκης φύλαξ,
216
κράτωρ ἀγαθὸς καὶ μαχητὴς γεννάδας,
217
πάππος μεγίστου κράτορος Κωνσταντίνου.
ante218t
{Αὐρηλιανὸς ἔτη Ϛʹ.}
218
Τούτου τελευτήσαντος ἐν κραταρχίᾳ
219
Αὐρηλιανὸς δυσμενὴς χριστωνύμοις
220
τὰ σκῆπτρα παρείληφε τῆς αὐταρχίας.
221
τούτου κρατοῦντος Παῦλον Σαμοσατέα
222
κακῶς φρονοῦντα πατέρων θεῖον στῖφος
223
ἐπάρατον τίθησι καὶ βδελυκτέον.
224
τῆς δ' Ἀντιόχου καθέδρας δεδραγμένον,
225
καὶ τήνδε βίᾳ κατέχειν ᾑρημένον,
226
πεισθεὶς ὁ κρατῶν εὐσεβῶν ἐντυχίᾳ
227
γραφαῖς ἀτίμως ἐξελαύνει τοῦ θρόνου.
ante228t
{Πρόβος ἔτη Ϛʹ.}
228
Βραχὺν χρόνον Τάκητος, ἀνὴρ πρεσβύτης.
229
εἶτα Φλῶρός τις, φίλος Ἑρμοῦ καὶ μάχης,
230
παραλαβὼν ἴθυνε τὴν κραταρχίαν,
231
πρᾶος μεγαλόψυχος εὐμενὴς κράτωρ·
232
οὗ ταῖς κατ' ἐχθρῶν ἐμβραδύνοντος μάχαις,
233
στρατοῦ δὲ βρωτῶν κινδυνεύοντος σπάνει,
234
ἐπ' αὐτὸν ἐκλείποντα λιμῷ σιτίων
235
ὄμβρον σίτῳ σύμμικτον ὀμβρῆσαι λόγος,
236
τὸν ὑψόθεν βλύσαντα τῷ λαῷ μάννα,
237
ᾧπερ τραφεῖσαν στρατιὰν ἐνισχῦσαι.
ante238t
{Κάρος καὶ Νουμεριανὸς καὶ Καρῖνος ἔτη βʹ.}
238
Μεθ' ὃν Κάρος τις γεννάδας σὺν υἱέσιν
239
ἄναξ ἐδείχθη, παραλαβὼν τὸ κράτος.
240
Νουμεριανὸς ἐκδαρεὶς ἀσκοῦ δίκην,
241
ληφθεὶς παρ' ἐχθρῶν αἰχμάλωτος, ὡς λόγος.
242
καὶ Καρῖνος αἴσχιστος, ἀπηνὴς λίαν,
243
χριστωνύμων ὄλεθρος, ἔσχε τὸ κράτος·
244
ἐφ' οὗ λελοιπὼς Περσίδα Μάνης τάλας
245
Ῥωμαΐδος κλίμασι παρεισεφθάρη,
246
κακίας ἰὸν ἐξεμῶν ψυχοφθόρον,
247
ἀφ' οὗ βδελυκτὸν τοὔνομα Μανιχαίων.
ante248t
{Διοκλητιανὸς ἔτη κʹ.}
248
Μετὰ δὲ τοῦτον ἡ μεγίστη μανίαν
249
τὴν κατὰ Χριστοῦ δυάς, ἡ τρισαθλία
250
βροτῶν Ἐριννύς, αἱμοχαρὴς καρδία,
251
Μαξιμιανὸς Διοκλητιανός τε,
252
ὠμῶς κατῆρξαν τοῦ βασιλείου κράτους·
253
ὃς πατέρων φὺς δυσγενῶν Δαλματόθεν
254
ἄσημος ἢ τρίδουλος ἐβδελυγμένος,
255
θεοῦ κριμάτων! τυγχάνει κραταρχίας·
256
ἧς συμμεριστὴν Ἑρκούλιον λαμβάνει
257
Μαξιμιανόν, εὐσεβῶν ἀναιρέτην.
258
ἐπὶ κακῷ γοῦν τώδε συμπεπνευκότε
259
Χριστοῦ μερίδος, ἢ πλέον σφῶν καρδίας,
260
διωγμὸν ἀφόρητον ἐξηγειρέτην,
261
καὶ κατὰ δήμους εἴτε χιλιοστύας
262
μάρτυρας ἀπέφηναν ἠγωνισμένους,
263
αὐθαίρετα θύματα, καθηγνισμένα
264
ἔμψυχα, παντέλεια, δεκτὰ κυρίῳ.
265
γαμβροὺς δυὰς εἴληφεν αὐτοκρατόρων
266
εἰς τὰς ἑαυτῶν φιλτάτας θυγατέρας,
267
ὁ μὲν Χλωρὸν Κώνσταντα, λαμπρὸν τῷ γένει,
268
τοῦ παμμεγίστου πατέρα Κωνσταντίνου,
269
ὁ Διοκλητιανὸς δ' αὖ Μαξιμῖνον,
270
ὃς Γαλέριος ἦν ἐπικεκλημένος·
271
καὶ τούσδε τιμᾷ τῇ Καίσαρος ἀξίᾳ.
272
ἐπεὶ δὲ χριστώνυμον οὐκ ἐνῆν σβέσαι
273
πολλὰ καμοῦσι τοῖσδε τυράννοις σέβας,
274
ἑκόντες ἀπέθεντο τὴν σκηπτουχίαν,
275
Καίσαρσι δόντες διέπειν τὰ τοῦ κράτους,
276
ἄρχειν Γαλερίῳ μὲν ἁπάσης ἕω,
277
τῷ Κώνσταντι δὲ βασιλεύειν ἑσπέρας.
278
ἦν καὶ τρίτος τύραννος ἐν Ῥώμῃ πάλιν,
279
Ἑρκουλίου παῖς, Μαξέντιος μαινόλης.
280
ἀλλὰ Κώνστας μὲν εὐμενὴς ἦν τοῖς ὅλοις,
281
χριστωνύμους ἔστεργε τῶν ἄλλων πλέον,
282
Μαξιμῖνος δὲ δυσχερὴς ὑπηκόοις,
283
γυναικομανής, μοιχικός, κοινὴ λύμη,
284
χριστωνύμοις δὲ δυσχερέστατος λίαν,
285
πανωλεθρίαν τῶνδε φεῦ κατακρίνας.
286
κοινωνὸν οὗτος τοῦ κράτους προσλαμβάνει
287
Λικίνιον, Κώνσταντος αἰσχρὸν νυμφίον,
288
κακόν τι τερμέρειον, εὐσεβῶν φθόρον·
289
καὶ Μαξέντιος ἦν ἴσος τούτοις τρόπους,
290
καὶ χριστομάχος καὶ μιαιφόνος πλέον·
291
τριὰς ἐναγὴς εὐσεβῶν ἀναιρέτις,
292
ἥνπερ μετῆλθεν ἐνδίκως θεία δίκη.
ante293t
{Κωνσταντῖνος ἔτη λβʹ.}
293
Ὁ τοίνυν Κώνστας τῷ γόνῳ Κωνσταντίνῳ
294
βίον τελευτῶν καταλείπει τὸ κράτος,
295
ὃν ἐξ Ἑλένης ἔσχε τῶν πρόσθεν γάμων·
296
οὗ χάριν εἰπεῖν οὐ περίεργον τάχα
297
κλύουσι προσγένοιτ' ἂν εὐεπηβόλως,
298
ὅπως τε διίθυνεν ἀρχῆς τὸ σκάφος
299
καὶ προσδραμεῖν ὑπῆρξε Χριστῷ δεσπότῃ.
300
ἀρχὴν μὲν οὗτος πατρόθεν δεδεγμένος
301
διεῖπε καλῶς συνέσει στρατηγίαις,
302
ἔτι μὲν ἀμύητος, εὖ φρενῶν δ' ἔχων,
303
ὡς ἐξ αὐτοῦ συλλογίσασθαι δέον,
304
ὡς ὕστερον δέδειχε πραγμάτων πέρας·
305
τριῶν δ' ὑπόντων αὐτοκρατόρων τότε,
306
τούτου Μαξεντίου τε καὶ Λικινίου,
307
ὡς Μαξιμίνου τὸν βίον λελοιπότος
308
βαρὺς ὁ Μαξέντιος ἦν ὑπηκόοις,
309
δράκων δαφοινός, αἱμοχαρής τις κύων,
310
ὅπλοις τὸ λοιπὸν ἀμῦναι Κωνσταντῖνος
311
παρακαλεῖται σφίσι τυραννουμένοις.
312
καὶ καταπεισθεὶς ἡ συμπαθὴς καρδία
313
ἐφίσταται τάχιστα Ῥωμαίων πόλει,
314
καὶ πρὸς μάχην ἕτοιμον αὐτὸν ὀτρύνει.
315
καὶ δὴ σκοποῦντι καὶ δεδοικότι μάχην
316
σταυροῦ μεσούσης ἡμέρας ὤφθη τύπος,
317
τυπούμενός γε πρὸς πόλῳ δι' ἀστέρων,
318
ἐν γράμμασι φράζουσιν “ἐν τούτῳ νίκα.”
319
αὐτίκα τοίνυν ἐκ χρυσοῦ σταυροῦ τύπον,
320
ὡς ὦπτό οἱ πρίν, ἐμφρόνως σχεδιάσας
321
αὐτοῦ προάγειν στρατιᾶς παρηγγύα·
322
ᾧ δὴ πεποιθὼς συμπλακεὶς ἐναντίοις
323
τρόπαιον ἱστᾷ κατὰ τυράννου μέγα,
324
ἔργον φανέντος ῥευμάτων ποταμίων
325
ἡττημένου φεύγοντος αἰσχρῶς ἐκ μάχης.
326
κἀντεῦθεν οὐκοῦν ἦρξε καὶ Ῥώμης ὅλης,
327
καὶ δόγμα βασίλειον εὐθὺς ἐκφέρει
328
μὴ δεῖν κολάζειν θεσπίζον χριστωνύμους.
329
καθιστορεῖται καὶ ταδὶ τούτου πέρι,
330
ὡς ταῖς κατ' ἐχθρῶν ἠσχολημένον μάχαις
331
ἄνακτα τοῦτον ἱππότην ὡπλισμένον
332
τινά ποτ' ἰδεῖν, ἀντὶ σημαίας τύπον
333
σταυροῦ χεροῖν φέροντα σύμβολον νίκης·
334
καὶ πάλιν ὀφθῆναι δὲ τῷδ' ἄνδρας δύο
335
ἐν Ἀδριανοῦ τῆς μάχης ἡγουμένους,
336
ἀντιπάλων κτείνοντας ἀφειδῶς ἴλας·
337
καὶ φῶς περιαστράψαν ἀθρῆσαι νύκτωρ,
338
πάντων ὑπνούντων, χάρακα στρατευμάτων
339
περὶ τὸ Βυζάντιον ἐσκηνημένων.
340
ἐκ τῶνδε συνεὶς ὡς θεὸς καλῶν δότης
341
ἐπιστρέφειν ἤρξατο καὶ συνιέναι,
342
καὶ Λικίνιον χριστομαχοῦντα βλέπων
343
ὅπλοις στρατιᾷ καταστρέφει τοῦ κράτους,
344
δίκας τ' ἀπαιτεῖ τόνδε χριστομαχίας·
345
ὅθεν μονάρχης ἀξίως αὐτοκράτωρ
346
Κωνσταντῖνος πέφηνεν ἑσπέρας ἕω.
347
λύσιν δὲ τοῦ τρύχοντος αἰτοῦντι πάθους
348
βουλὴν πονηρὰν ὑποτίθενται θύται
349
Διὸς βδελυκτοὶ καὶ γόητες καὶ μάγοι,
350
πρὸς ἴασιν αἵματι παίδων ἀφθόρων
351
ἐναποπλῦναι σαρκίον κατατρύχον.
352
ἤθροιστο τοίνυν νηπίων πληθὺς ὅση,
353
προθεσμία δ' ὥριστο τούτων θυσίας.
354
παρῆν βασιλεύς, μητέρων κλύει γόων,
355
πυνθάνεται δὲ τὰς ἀφορμὰς τῶν γόων,
356
καὶ γνοὺς δίδωσι τὰ τέκνα ταῖς μητράσι,
357
καὶ χρήματα δὲ ταῖσδε πρὸς τούτοις νέμει
358
ἀντίρροπα φάρμακα τῆς πρόσθεν λύπης.
359
οὕτω καλῶς δράσαντι νυκτὸς κατ' ὄναρ
360
ἐφίσταταί οἱ προκρίτων ἀποστόλων
361
δυὰς φαεινή, Πέτρος ἅμα καὶ Παῦλος,
362
παρεγγυῶντες γνησίως ἐπισκόπῳ
363
τὰ καθ' ἑαυτὸν ἀναθέσθαι σὺν πόθῳ,
364
εἰ βούλεται σχεῖν τοῦ πιέζοντος λύσιν
365
ζωῆς ἀκηράτου τε τυχεῖν καὶ ξένης.
366
ἐπεὶ δ' ἀνῆκεν ὕπνος αὐτόν, αὐτίκα
367
τὸν ἱερὸν Σίλβεστρον εὐλαβῶς ἄγαν
368
μετακαλεῖται, καὶ προσελθόντα βλέπει,
369
καὶ πάντα διέξεισιν αὐτῷ προφρόνως·
370
ὁ δ' αὖ ἐπάγει τῶν θεαθέντων λύσιν.
371
καὶ τί με δεῖ γράφοντα μακρὰ συμπλέκειν;
372
ἐκτίθεταί οἱ τὸν λόγον μυστηρίου,
373
μυεῖ τε βαπτίζει τε πιστεύσαντά γε,
374
λουτροῦ τ' ἀσινῆ τοῦ παναγοῦς ἀνάγει.
375
προσῆλθε Χριστῷ καὶ βασιλὶς Ἑλένη
376
διδασκαλίαις ποιμενάρχου Σιλβέστρου·
377
μεθ' οὗ Σιὼν ἔβλεψε τὴν θεοῦ πόλιν
378
εἰς φανέρωσιν σταυρικοῦ θείου ξύλου
379
ναῶν τ' ἀναδόμησιν εὐαγεστάτων.
380
κἀντεῦθεν ἀνθεῖ τὰ καθ' ἡμᾶς εἰς μέγα,
381
ἐκτείνεται δὲ καὶ μέχρι γῆς τερμάτων
382
σωτήριον κήρυγμα τῶν ἀποστόλων,
383
γελᾷ δ' ἔαρ ἥσυχον ὀρθοδοξίας.
384
ἀνοίγνυται πᾶς καὶ νεὼς χριστωνύμοις,
385
βωμός τ' ἀνετέτραπτο πᾶς σὺν τῇ πλάνῃ
386
Χριστοῦ δυνάμει παντάνακτος δεσπότου,
387
ὑποστρατήγῳ βασιλεῖ Κωνσταντίνῳ,
388
ὃς ἄρξας ἐθνῶν ἀπλέτων ἐθναρχίας
389
σχοινίσματά τε πλατύνας κληρουχίας
390
σταυροῦ τε κράτει παντοδυνάμου λόγου
391
πάλιν πολίζει τὴν ὁμώνυμον πόλιν,
392
ὀφθαλμὸν αἰγλήεντα τῆς οἰκουμένης,
393
πατὴρ ἀνάκτων εὐσεβῶν κεκλημένος
394
καὶ χριστολατρῶν κρατόρων ἀρχηγέτης,
395
πρώτης ὁριστὴς ποιμενάρχων συνόδου,
396
μεθ' ὧν καθεῖλεν Ἀρείου δόγμα νόθον.
ante397t
{Κωνστάντιος ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου ἔτη κδʹ.}
397
Τούτου λιπόντος τὴν κάτω μοναρχίαν,
398
οὐράνιον δόξαν δὲ κληρωσαμένου
399
καὶ βασιλείας οὐρανῶν κληρουχίαν,
400
οἱ παῖδες αὐτοῦ τὴν ὅλην κραταρχίαν,
401
Κώνστας τε Κωνστάντιος καὶ Κωνσταντῖνος,
402
αὐτοῖς διεῖλον σφίσι εἰς κληρουχίαν,
403
Κώνστας μὲν ἅμα συγγόνῳ Κωνσταντίνῳ
404
λαχόντες ἄρχειν τῶν καθ' ἑσπέραν τόπων,
405
αὐτῆς τε Ῥώμης, Ἀφρικῆς, Ἰταλίας,
406
καὶ μέχρις αὐτῶν ὠκεανοῦ τερμάτων·
407
πᾶσα δ' ἑώα τῷ Κωνσταντίῳ λάχος,
408
πρὸς τοῖσδε Θρᾴκης Μακεδονίας ὅροι,
409
σὺν τῇ πατρῴᾳ καὶ βασιλίδι πόλει.
410
ὃς διέπων ἄριστα τὴν κληρουχίαν
411
πολλοὺς ἀγῶνας ἀνέτλη καὶ κινδύνους,
412
ἀεὶ στραταρχῶν, κατ' ἐχθρῶν κινῶν δόρυ.
413
εἶτα σφαγέντων συγγόνων ἐν ἑσπέρᾳ,
414
τοῦ μὲν κινοῦντος καθ' ὁμαίμονος ξίφη,
415
τοῦ Κώνσταντος δὲ πρὸς Μαγνεντίου δόλῳ,
416
πάσης κατῆρξεν ἑσπέρας καὶ τῆς ἕω,
417
Μαγνέντιον μὲν ἀνελὼν μάχης νόμῳ,
418
τὸν δ' αὖ Βρετανίωνα τὸν κακεργάτην
419
ὑπηκόον θεὶς κατασεισθέντα φόβῳ.
420
ὑπῆρχεν οὗτος εὐχερὴς μὲν τὸν τρόπον
421
καὶ πάμπαν εὐρίπιστος, ἀνέμου πέδον,
422
πειθήνιός τε τοῖς ἀρειομανίταις,
423
ἔνδον δὲ τὸν νοῦν εἰς σέβας ἐρρωμένος,
424
κράτωρ ἀριστεὺς καὶ μαχητὴς γεννάδας,
425
ἡδύς, προσηνής, εὐμενὴς ὑπηκόοις,
426
περί τε τὴν δίαιταν ἐγκρατὴς ἄγαν
427
καὶ σωφρονικός, καὶ παθῶν αὐτοκράτωρ.
428
καὶ τὰς κρίσεις ἦν ἐκφέρων κατὰ νόμους,
429
δικαιοσύνης δ' οὐδαμῶς ὑπεκτρέχων,
430
ἀρχαιρεσιάζων τε καθάπερ δέον,
431
τὰς ἀξίας τε προσνέμων τοῖς ἀξίοις,
432
καὶ πάντα ποιῶν σὺν λόγῳ τὰ τοῦ κράτους,
433
οὐ συναριθμῶν οὐδένα γερουσίᾳ
434
ὃς οὐ μετέσχε τῶν σοφῶν παιδευμάτων
435
μηδ' αὖ λέγειν ἤσκητο καὶ καλῶς γράφειν
436
καταλογάδην εἴτε ῥυθμῷ καὶ μέτρῳ,
437
παιδεύσεως ἔμπειρος, Ἑρμοῦ τ' αὖ φίλος.
438
ἄνακτι τῷδ' Ἰουλιανὸς μαινόλης
439
ἐπιφυεὶς ἥρπασε τὴν κραταρχίαν·
440
κἀκ τοῦδε μακρᾷ συσχεθεὶς ἀγωνίᾳ
441
καὶ διακαεῖ πυρετῷ φθισιβρότῳ
442
ἐν Μόψου κρήναις τὸν βίον καταστρέφει,
443
χολὴν μέλαιναν ἐκπτύσας ἐξ ἐγκάτων.
ante444t
{Ἰουλιανὸς ὁ παραβάτης ἔτη βʹ 𐅶. ἕτεροι δέ φασιν ἔτη γʹ.}
444
Εἶτα καθαρῶς ἀναδείκνυται κράτωρ
445
Ἰουλιανὸς χριστομάχος μαινόλης,
446
ὅστις ἀποστὰς δεσπότου σεσωκότος
447
καὶ Χριστιανῶν πίστεως σωτηρίου
448
τῇ δαιμόνων φεῦ ἀπάτῃ προσερρύη,
449
τὰ Χριστιανῶν φαυλίσας ἐκ καρδίας.
450
καὶ κατὰ Χριστοῦ παρατάττεται τάλας,
451
καὶ τοῦδε κλῆσιν ἐκποδὼν θέσθαι θέλει.
452
καὶ λοιπὸν οἵαις ἐξέτριψεν αἰκίαις
453
καὶ παντοδαπαῖς ποικίλαις τιμωρίαις
454
ἀντιστατοῦντας εὐσεβῶς χριστωνύμους,
455
καὶ τῶνδ' ὅσους ἔδειξε μάρτυρας πάλιν
456
αἵματος ἄχρι καρτερῶς ἠνδρισμένους,
457
οὐκ ἔστιν εἰπεῖν χρωμένοις συμμετρίᾳ.
458
κατὰ δὲ Περσῶν ἐκστρατεύσας βαρβάρων
459
μετὰ στρατιᾶς μυρίας ῥωμαλέας,
460
καὶ μὴ διαθεὶς ὡς δέοι τὰ τῆς μάχης,
461
ἐκεῖσε κατέστρεψεν ἀθλίως βίον,
462
βληθεὶς παρά του καιρίαν ἐν τῇ μάχῃ,
463
εἴτ' Αὐσόνων ἢ βαρβάρων ἀντιπάλων
464
ἢ χειρὸς ἄλλης πανσθενοῦς οὐρανόθεν·
465
ἡνίκα φασὶν αἵματος καταρρύτου,
466
πλευρᾶς νυγείσης χειρὶ προσδεδεγμένου,
467
εἰς ἀέρα χέοντα ταῦτ' ἐπιλέγειν
468
“Ναζωραῖε, πλήσθητι.” φεῦ τῆς μανίας.
ante469t
{Ἰοβιανὸς μῆνας ηʹ. οἱ δὲ ἔτος αʹ.}
469
Τούτου καταστρέψαντος ὡς ἔφην βίον,
470
δυσὶ τυραννήσαντος ἀσεβῶς χρόνοις,
471
ψήφῳ στρατιᾶς προκρίτων γερουσίας
472
Ἰοβιανός, χιλίαρχος ὢν τότε,
473
ἀνὴρ ἀγαθός, εὐσεβὴς Χριστοῦ λάτρις,
474
εἰς βασιλείας τὸ κράτος προεκρίθη.
475
ὁ δ' ἦν ἀπειθὴς πρὸς τὸ δέξασθαι κράτος,
476
Χριστοῦ μὲν αὑτὸν οἰκέτην εἶναι λέγων,
477
καὶ μὴ κραταρχεῖν ἀσεβοῦς στρατοῦ θέλειν.
478
τούτων δὲ Χριστὸν ἀνακραξάντων σέβειν
479
εὐθὺς ἀνεζώσατο τὴν κραταρχίαν.
480
καὶ σπένδεται δὲ τῷ κρατοῦντι Περσίδος·
481
καὶ σὺν στρατιᾷ τὴν Ἀντιόχου φθάσας
482
τοὺς πρὶν φυγάδας Ἀρχιθύτας ποιμένας
483
εἰς σφῶν ἐπανήγαγε ποιμεναρχίας,
484
μεθ' ὧν Ἀθανάσιον ἔνθεον θύτην,
485
καὶ πᾶσιν ἐβράβευσε τοῖς χριστωνύμοις
486
ἔαρ γαληνόν, ὀρθοδοξίας φάος.
487
εἰς Ἄγκυραν δὲ πεφθακὼς Γαλατίας
488
ἐκεῖ τελευτᾷ διάγων ἐξαπίνης,
489
φαγὼν μύκητας ἀρτιφυεῖς, ὡς λόγος,
490
ὀκτὼ κατασχὼν μῆνας ἀρχὴν καὶ μόνους.
491
ὑπῆρχεν οὗτος εὐσεβὴς μέν, ὡς ἔφην,
492
χρηστός, γαληνός, εὐμενὴς ὑπηκόοις,
493
ἀναδρομὴν σώματος εὐμήκη φέρων,
494
καὶ γραμμάτων δὲ μετρίως γεγευμένος,
495
ἥττητο δ' οἴνου σὺν ἐρωτοληψίαις.
496
καὶ τοῦδ' ὁ νεκρὸς ἐν πόλει Βυζαντίδι
497
ἐν εὐαγεῖ τέθαπτο κηρύκων δόμῳ.
ante498t
{Οὐαλεντινιανὸς ἔτη ιαʹ. οἱ δὲ ἔτη ιʹ.}
498
Εἶτα παρῆλθεν εἰς βασίλειον κράτος
499
δικαιοσύνης πραότητος αὖ τύπος
500
Οὐαλεντινιανός, εὐσεβῶν κλέος,
501
γεννάδας ἀνήρ, εὐσθενής, ῥωμαλέος,
502
ἐκ Πανονίας ἀρχῆθεν ὡρμημένος,
503
κράτωρ ἀγαθός, κηδεμὼν ὑπηκόων,
504
εἰς ἀλλοδαπὴν ἐξορισθείς που χθόνα
505
ὡς Χριστιανὸς καὶ θεὸν Χριστὸν σέβων
506
Ἰουλιανοῦ πρὸς παραβάτου πάλαι·
507
εἶτ' ἀνακληθεὶς χρηματίζει τριβοῦνος.
508
ὡς οὖν ἀνεζώσατο τὴν κραταρχίαν,
509
κοινωνὸν ἀρχῆς σύγγονον προσλαμβάνει,
510
ἄθλιον Οὐάλεντα, μύστην Ἀρείου,
511
καὶ μοῖραν αὐτῷ παραδοὺς τὴν τῆς ἕω
512
αὐτὸς κατῆρχεν εὐσεβῶς τῆς ἑσπέρας,
513
περιφανῆ τρόπαια κατὰ βαρβάρων
514
καὶ νίκας ἱστὰς τῇ θεοῦ συμμαχίᾳ,
515
καὶ πάντα ποιῶν οἷς σεμνύνεται κράτωρ
516
δικαιοσύνης ἐς τὰ μάλιστα φίλος
517
καὶ δογμάτων πρόμαχος ὀρθοδοξίας,
518
πολυετής τις ἀναφανεὶς ἐν βίῳ
519
καὶ μακαριστὸς τοῦ βίου καὶ τοῦ τέλους,
520
βιοὺς ὀγδοήκοντα τῆς ζωῆς χρόνους
521
πρὸς τέτρασιν αὖ ἐνθέως εὐδαιμόνως,
522
ἀφ' ὧν κατῆρξεν ἕνδεκα κραταρχίας.
523
οὗτος τελευτᾷ διάγων ἐν Γαλλίαις,
524
υἱῷ λελοιπὼς Γρατιανῷ τὸ κράτος,
525
ἀνδρὶ προμάχῳ δογμάτων ὀρθοφρόνων.
ante526t
{Οὐάλης ἔτη γʹ. οἱ δὲ ἔτη δʹ.}
526
Ὁ δ' αὖ Οὐάλης βασιλεύων τῆς ἕω,
527
καὶ καθυπαχθεὶς Ἀρειανῶν μανίᾳ,
528
σφοδρὸς διώκτης ὀρθοδοξούντων λάχους
529
ἦν καὶ κολαστὴς δυσμενὴς φρικαλέος,
530
ἀρχιθύτας μὲν ποιμένας διδασκάλους
531
ποίμνης ἐλαύνων καὶ τιθεὶς πορρωτάτω
532
καὶ ποικίλαις σφᾶς ἐκτρίβων βασάνοις·
533
θεοῦ δὲ θύτας κωλύων θείων δόμων
534
εἱρκταῖς ἐναπέκλειε δεσμωτηρίοις,
535
ἄλλους δὲ βυθῷ καὶ πυρὶ θαλαττίῳ
536
σὺν πυριφλέκτῳ νηῒ κατεπυρπόλει.
537
ἔστεργε δ' ὡς μάλιστα μύστας Ἀρείου,
538
καὶ τοῦδε τοῖς δόγμασιν ἀπρὶξ ἐμμένων
539
ἐκκλησίας ἔνειμεν αὐτοῖς τὰς ὅλας,
540
σφῶν ὀρθοδόξους ἐκβαλὼν κακοτρόπως.
541
Σκυθῶν δὲ Θρᾴκης καταδῃούντων ὅρους
542
καὶ πάντα δρώντων Σκυθικὴν ἐρημίαν,
543
ἄναξ ἐπεστράτευσε τοῖσδε βαρβάροις,
544
καὶ συμπλακεὶς ἥττητο δυσκλεῶς Σκύθαις·
545
τὸν ἐκ ξίφους φεύγων δὲ θάνατον τάλας
546
ἀχυρμιᾷ που συρφετώδει προστρέχει,
547
κἀκεῖ τροφὴ γένοιτο πυρὸς παμφάγου,
548
Σκυθῶν ἀναψάντων γε κώμης οἰκίας.
549
κατῆρξεν οὗτος πρὸς τρισὶ δέκα χρόνους,
550
βαρὺς κολαστὴς ὀρθοδοξούντων λάχους,
551
θερμὸς δ' ἐραστὴς καὶ πρόμαχος Ἀρείου.
ante552t
{Γρατιανὸς ἐν Ῥώμῃ.}
552
Οὕτω φθαρέντος Οὐάλεντος ἀθλίως
553
ὁ Γρατιανὸς σὺν κασιγνήτῳ φίλῳ
554
πάσης κατῆρξαν ἑσπέρας καὶ τῆς ἕω.
555
κράτος μὲν εἶχε Γρατιανὸς πατρόθεν·
556
ἡ δ' αὖ στρατιὰ τοῦ πατρὸς τεθνηκότος,
557
καὶ μὴ παρόντος Γρατιανοῦ τῷ μόρῳ,
558
ἀνεῖπεν Οὐαλεντινιανὸν νέον,
559
καὶ σύγγονος δέδεκτο τὴν κοινωνίαν.
560
ζηλῶν βασιλεὺς Γρατιανὸς πατέρα
561
εἰς εὐσέβειαν, ὀρθότητα δογμάτων,
562
αἰτοῦντι θείῳ τῷ Βάλεντι συμμάχους
563
οὔκουν παρέσχεν ἐξιόντι πρὸς Σκύθας,
564
“οὐ συμμαχεῖν δεῖ τοῖς ἐχθροῖς θεοῦ” φράσας.
565
καὶ ποιμένας δ' αὖ ἐνθέους διδασκάλους,
566
πρὸς Οὐάλεντος ποιμνίων ἐξωσμένους
567
τῆς εὐσεβείας ὀρθοδοξίας χάριν,
568
αὖθις ἐπανήγαγε ταῖς ἐκκλησίαις.
569
λεηλατούντων τῶν Σκυθῶν δ' ἔτι Θρᾴκην
570
καὶ τῆσδε πάντας ἐξερημούντων ὅρους,
571
καὶ τὰ πέριξ ἅπαντα κατεφθαρκότων,
572
ἅτ' ἀκαθέκτων τῇ νίκῃ δεδειγμένων,
573
μετακαλεῖται Γρατιανὸς αὐτάναξ
574
λαμπρὸν Θεοδόσιον ἐξ Ἱσπανίας,
575
ἄνδρ' ἀρεϊκὸν γεννάδαν βουληφόρον,
576
τῇ δ' εὐσεβείᾳ μᾶλλον ὡραϊσμένον·
577
ὃν καὶ στρατηγὸν ἀποφήνας ταγμάτων
578
μετὰ στρατιᾶς ἱκανῆς ῥωμαλέας
579
κατὰ Σκυθῶν πέπομφε τοῦτον βαρβάρων·
580
ὃς συμβαλὼν ἥττησε τοὺς ἀντιπάλους,
581
τρεψάμενος σφᾶς ἐν μάχῃ κατὰ κράτος
582
καὶ πάντας ἄρδην παραδοὺς μικροῦ ξίφει.
583
ἔπειτ' ἀφεικὼς στρατιὰν αὐτοῦ μένειν,
584
πρὸς Γρατιανὸν αὐτεπάγγελτος φθάσας,
585
ἐν Πανονίᾳ διάγοντα τῷ τότε,
586
αὐτὸς βασιλεῖ μηνύει τὰ τῆς νίκης
587
καὶ τὸν Σκυθῶν ὄλεθρον ἅμα καὶ φόνον·
588
ὅθεν βασιλεὺς εἰς ἀμοιβὴν τῆς νίκης,
589
ἄλλως τε κρίνας ἐμπρέπειν κραταρχίᾳ,
590
στέφει Θεοδόσιον εἰς βασιλέα
591
πάσης ἑώας, Μακεδονίας, Θρᾴκης,
592
αὑτῷ δ' ἀπεκλήρωσεν ἑσπέρας τόπους.
593
ἐν Γαλλίαις οὖν διάγων ἀνῃρέθη
594
ὑπὸ στρατηγοῦ κλῆσιν Ἀνδραγαθίου,
595
δόλῳ καταπράξαντος αὐτοῦ τὸν φόνον,
596
ἕξ που κατασχὼν τὴν βασιλείαν χρόνους,
597
κράτωρ ἀγαθός, εὐσεβὴς Χριστοῦ λάτρις.
ante598t
{Οὐαλεντινιανὸς νέος ἐν Ῥώμῃ.}
598
Τούτου θανόντος ἦρξεν ἑσπέρας ὅλης
599
Οὐαλεντινιανὸς σύγγονος νέος,
600
ὅστις γε μητρὸς ὑπαχθεὶς συμβουλίαις
601
Ἰουστίνης δέδεκτο δόγματ' Ἀρείου
602
κἀντεῦθεν ἀπέστεργεν εὐσεβῶν στῖφος.
603
καί τινος αὐτῷ Μαξίμου στρατηγέτου
604
ἐπιφυέντος καὶ νικήσαντος μάχῃ,
605
πρέσβεις πεπομφὼς πρὸς κρατάρχην τῆς ἕω
606
λαμπρὸν Θεοδόσιον αἰτεῖ συμμάχους·
607
ὁ δ' αὖ ἐδήλου μὴ τεθηπέναι λέγων,
608
εἰ δοῦλος ὢν Μάξιμος ὤφθη δεσπότου
609
ὑπέρτερός τε καὶ νικητὴς ἐν μάχαις,
610
σοῦ δεσπότην σὸν ἠθετηκότος, κράτορ,
611
καὶ τόνδε δούλοις συγκατηριθμηκότος,
612
σύμμορφον ὄντα τῷ πατρὶ κατ' οὐσίαν.
613
ὅμως στρατεύσας κατὰ Μαξίμου κράτωρ
614
ἀνεῖλε τοῦτον κατακρατήσας μάχῃ.
615
καὶ τὴν κεφαλὴν δ' Ἀνδραγαθίου τέμνει,
616
ἐκπράξας αὐτὸν εὐθύνας τὰς τοῦ φόνου.
617
ταῦτα διαθεὶς βασιλεὺς ὑποστρέφει.
618
Οὐαλεντινιανῷ δ' αὖ νεωτέρῳ
619
ἀντῆρεν Εὐγένιος, εἷς τῶν ἐν τέλει·
620
καὶ γνοὺς τὸ δρᾶμα, συσχεθεὶς ἄναξ φόβῳ
621
ἑαυτὸν ἐξήγαγεν ἀγχόνῃ βίου.
ante622t
{Θεοδόσιος ὁ μέγας ἔτη ιζʹ. οἱ δὲ ἔτη ιϚʹ.}
622
Ἀλλὰ Θεοδόσιος Αὐσονοκράτωρ
623
ἐπιστρατεύσας καὶ πάλιν Εὐγενίῳ
624
κτείνει τε τοῦτον ἐκνικήσας ἐν μάχῃ
625
καὶ βασιλεύει καὶ μερῶν τῆς ἑσπέρας.
626
πρὶν ἢ δ' ὑπάρξαι τάδε κατορθωμάτων,
627
ἄναξ ἐπιστὰς Θεσσαλονίκῃ πόλει
628
δήμου στασιάσαντος ἐξ ἀταξίας
629
ὑβρίζεται μὲν οὗτος ἀστοῖς ἀνέδην,
630
φονεύεται δ' ὕπαρχος ἐν τῇ συγχύσει.
631
ταῦτ' οὐκ ἐνεγκὼν ὁ κρατάρχης ἡμέρως
632
στράτευμ' ἀφῆκε τῷ λεῷ ξιφηφόρον,
633
καὶ τόνδε κατέσφαξαν ἀφειδῶς ξίφει,
634
ὡς ἐκ τοσούτου μυριαρίθμου στίφους
635
πρὸς πέντε θανεῖν χιλιοστύας δέκα.
636
ἀλλ' Ἀμβρόσιος Μεδιολάνων θύτης
637
τόνδ' ἀναμνήσας τοῦ πεπραγμένου μύσους,
638
ἤγαγεν αὐτὸν εἰς συναίσθησιν πάθους,
639
καὶ πρόσφορα κίρνησιν αὐτῷ φαρμάκων
640
δακρυρροοῦντι τῶν πεπραγμένων χάριν.
641
Οὗτος βασιλεὺς εὐσεβὴς ὢν ὀρθόφρων,
642
σύστημα σεπτὸν ἀρχιθυτῶν ἁλίσας
643
πρὸς τοῖς ἑκατὸν καὶ πεντήκοντα πάλιν
644
πνευματομάχου κατὰ Μακεδονίου,
645
πνεῦμα τὸ θεῖον οὐ σέβοντος ὡς θέμις,
646
συνεκρότησε σύνοδον τὴν δευτέραν·
647
ἣ συμφυὲς τὸ πνεῦμα πατρὶ καὶ λόγῳ
648
ἄριστα τρανώσασα, σύνθρονόν θ' ἅμα,
649
βάλλει Μακεδόνιον ἀραῖς ἐνδίκως,
650
τῆς καθολικῆς ἐκτεμοῦς' ἐκκλησίας,
651
καὶ ποιμενάρχην δεικνύει Βυζαντίδος
652
Νεκτάριον, λάμποντα βίῳ καὶ λόγῳ,
653
χριστώνυμον μέν, ἀμύητον δ' εἰσέτι,
654
ὃν ἅμα βαπτίζουσι χρίουσι θύτην,
655
τοῦ Γρηγορίου καὶ πατρὸς θεηγόρου
656
αὐθαιρέτως γε τὸν θρόνον λελοιπότος.
657
Οὗτος τελευτᾷ βασιλεὺς καθ' ἑσπέραν,
658
υἱοῖς μερίσας τοῖς δυσὶ κραταρχίαν,
659
Ὁνωρίῳ μὲν δοὺς κατάρχειν ἑσπέρας,
660
Ἀρκαδίῳ δ' αὖ τῶν μερῶν τῶν τῆς ἕω,
661
βεβασιλευκὼς ἑπτὰ καὶ δέκα χρόνους
662
πρὸς πέντε μησὶν εὐσεβῶς εὐδαιμόνως,
663
ἀνὴρ ἀγαθὸς καὶ κράτωρ νικηφόρος,
664
τῇ δ' εὐσεβείᾳ μᾶλλον ὡραϊσμένος.
665
καὶ κίον' οὗτος ἐν βοὸς τεύχει τόπῳ
666
ἀνδρείκελον φέροντα τοῦ δειμαμένου.
ante667t
{Ἀρκάδιος ἔτη ιδʹ.}
667
Ἀρκάδιος γοῦν παραλαβὼν τὸ κράτος
668
διεῖπεν αὐτὸ πλημμελῶς καὶ ῥᾳθύμως·
669
νωθὴς γὰρ εὐρίπιστος ὤν, ἀνειμένος
670
καὶ τῇ γυναικὶ πάντα προσπεπεισμένος,
671
τρικυμίας ἔπλησε τὴν ἐκκλησίαν,
672
αὑτῷ δὲ μέμψεις προυξένησεν ἐνδίκους.
673
Νεκταρίου γὰρ ἐκμετρήσαντος βίον,
674
ἀχθεὶς ὁ χρυσοῦς ἐν λόγοις Ἰωάννης
675
ἐξ Ἀντιόχου πρὸς πόλιν βασιλίδα
676
ταύτης καθωράϊσε τὸν σεμνὸν θρόνον·
677
ἀλλ' ἡ βασιλὶς ἀδίκως Εὐδοξία,
678
μισήσασα φεῦ ἐνθέου παρρησίας,
679
τὸν τῶν ψυχῶν ἥλιον, ἄξιον θρόνου,
680
τίθησιν ἐξόριστον ἐν τοῖς Κομάνοις,
681
ἀντικαθιστᾷ δ' Ἀρσάκιον πρεσβύτην.
682
Οὗτος βασιλεὺς ἐν Θρᾴκῃ κτίζει πόλιν,
683
ἣν Ἀρκαδίου πάντες ᾄδουσι πόλιν.
684
καὶ κίον' ἀνήγειρεν ἐν Ξηρολόφῳ
685
στήλην ἄνω φέροντα τοῦ δειμαμένου.
686
ἔτη δὲ πρὸς τέσσαρσι κατάρξας δέκα,
687
ὢν εὐσεβής τις ὀρθοδοξίας φίλος,
688
ἄλλως δὲ κοῦφος, εὐάγωγος τὸν τρόπον,
689
νοσήσας ἐξέλιπε τὸν φθαρτὸν βίον.
ante690t
{Θεοδόσιος ὁ νέος ἔτη μβʹ.}
690
Καὶ παῖς Θεοδόσιος ἄρχει τοῦ κράτους,
691
πραΰς, προσηνής, εὐσεβής, χρηστὸς τρόπους,
692
ἐγκύκλιον παίδευσιν εὖ ἠσκημένος,
693
μαθημάτων ἴδρις τε τῆς τετρακτύος,
694
καὶ πλαστικῆς αὖ καὶ γραφικῆς τεχνίτης,
695
καὶ τοξότης ἄριστος, ἱππεύειν ἄκρος,
696
ἡδύς, χαρίεις, εὐμενὴς ὑπηκόοις,
697
ὑπέρμαχος κράτιστος ὀρθοδοξίας.
698
πλὴν μαλθακῶς διεῖπε τὴν αὐταρχίαν,
699
κοινῶν μεταχείρισιν εὐνούχοις νέμων,
700
Ἀντιόχῳ πρῶτα μέν, εἶτ' Ἀμαντίῳ,
701
πρὸς τοῖσδε δούλῳ χρυσίου Χρυσαφίῳ.
702
νέος κομιδῇ τυγχάνων ἡλικίαν
703
ἀνήγεθ' οὗτος πρὸς κασιγνήτου φίλης,
704
τῆς πάντ' ἀρίστης ὀλβίας Πουλχερίας,
705
ἐπίτροπον σχὼν ἐν γραφαῖς φυτοσπόρου
706
Ἰσδιγέρδην ἄνακτα Περσίδος τότε,
707
οὗ τῷ δέει πᾶς εὐνόει τῷ δεσπότῃ
708
καὶ φευκτέαν ἥγητο τὴν τυραννίδα.
709
ἠγάγεθ' οὗτος ἐξ Ἀθηνῶν καὶ κόρην
710
κοινωνὸν ἅμα τοῦ κράτους καὶ τοῦ λέχους,
711
λάμπουσαν ὥρᾳ καὶ μαθημάτων τέχνῃ,
712
παῖδα Λεοντίου τινὸς φιλοσόφου,
713
τὴν εὐδόκιμον ἐν λόγοις Εὐδοκίαν,
714
ἧς τὴν σοφίαν δεικνύουσιν ἐν λόγοις
715
ὁμηρόκεντρα τὰ σοφῶς γεγραμμένα.
716
αὕτη Σιὼν ἔβλεψε τὴν θεοῦ πόλιν,
717
εἰς προσκύνησιν τῶν σεβασμίων τόπων
718
πλοῦτον βαθὺν φέρουσα, χρυσὸν μυρίον,
719
οἷσπερ νεὼς ἤγειρε Χριστῷ δεσπότῃ.
720
μετὰ δ' ἐπανέζευξεν αὖθις εἰς πόλιν.
721
εἶτα θανόντος αὐτάνακτος συζύγου
722
πάλιν ὑποστρέψασα πρὸς θείους τόπους
723
ἐκεῖ τελευτᾷ καταλιποῦσα βίον,
724
ζήσασα καλῶς καὶ καθὰ θεῷ φίλον.
725
Ἀρσακίου δὲ τὸν βίον λελοιπότος
726
ἐκκλησίας ἔσχηκεν Ἀττικὸς θρόνον,
727
κοσμούμενος βίῳ τε καὶ λόγῳ πλέον·
728
ὃς Ἰουδαῖον παράλυτον ἐκ νόσου
729
πεισθέντα μυεῖ, καὶ βαπτίσας ὡς δέον
730
λουτροῦ χάριτος ὑγιῆ τόνδ' ἀνάγει.
731
τέλει δ' Ἀττικοῦ τοῦ βίου χρησαμένου
732
Σισίνιος ἔλαβε τὴν προεδρίαν·
733
οὗπερ τὸ βιοῦν ἐκμετρήσαντος μόρῳ
734
Νεστόριός τις ἀντικατέστη θρόνῳ,
735
ἀνὴρ ἀποφρὰς δυσσεβὴς καὶ κακόφρων,
736
ὃς δογματίζων ἀπεφλυάρει μάτην
737
ἄνθρωπον εἶναι τὸν Χριστὸν μόνον,
738
καὶ μητράνανδρον παρθένον τὴν Μαρίαν
739
οὐ θεοτόκον μᾶλλον ἢ χριστοτόκον·
740
ὅθεν βασιλεὺς πατέρων θεοκρίτων
741
σύστημα σεπτὸν εὐσεβῶς συναλίσας,
742
ὧν Κύριλλος ἔξαρχος Ἀλεξανδρείας,
743
καθεῖλε Νεστόριον ἀνθρωπολάτρην.
744
εἶτα προέστη τῆς θεοῦ ἐκκλησίας
745
Μαξιμιανός, προστάτης ὀρθοφρονῶν·
746
οὗπερ θανόντος ἐνθρονίζεται θρόνῳ
747
Πρόκλος Κυζίκου ποιμενάρχης ἀξίως,
748
ποιμὴν ἀγαθὸς καὶ νομεὺς ψυχοτρόφος,
749
μυστὴς φιλητὸς τοῦ πατρὸς Χρυσοστόμου,
750
ἐφ' οὗ κελεύσει τοῦ κρατοῦντος Αὐσόνων
751
τούτου τὸ σῶμα πρὸς πόλιν ἤχθη κράτους.
752
τούτου λιτανεύοντος ἱεροῦ Πρόκλου
753
μετά γε λαοῦ συνδρομῆς ἀπειρίτου,
754
ἁρπαγὲν ἄφνω παιδίον πρὸς ἀέρα
755
πάντων βλεπόντων καὶ λίαν θαμβουμένων,
756
μεθ' ἱκανὴν ὥραν δὲ καταχθὲν πάλιν,
757
ἔφη μυηθῆναί γε μὴ προστιθέναι
758
τὸ “σταυρωθείς” πρόσρημα “δι' ἡμᾶς” λέγων
759
τῷ τρισαγίῳ καὶ σεβασμίῳ ὕμνῳ.
760
τούτου μεταστάντος δὲ πρὸς θείους νόας
761
προεδρίαν εἴληφε τῆς Κωνσταντίνου
762
πρεσβύτερός τις Φλαβιανὸς ἀξίως,
763
πρόμαχος ὀρθῶν δογμάτων ἐκκλησίας·
764
οὗπερ θανόντος λακτίσει Διοσκόρου
765
ἐν λῃστρικῇ τε καὶ φονικῇ συνόδῳ
766
θύτης Ἀνατόλιος Ἀλεξανδρείας
767
εἴληφε θῶκον ἱερὸν βασιλίδος.
768
Οὗτος Θεοδόσιος αὐσονοκράτωρ
769
καὶ τεῖχος ἀνήγειρε χερσαῖον πόλει
770
ἐκ τῶν Βλαχερνῶν εἰς πύλας τὰς χρυσέας,
771
τοὖργον περάνας ἐν δυσὶ μησὶ μόνοις
772
σπουδῇ γ' ἐπάρχου καὶ συνεργείᾳ Κύρου.
773
ἀγαμένου δήμου δὲ Κῦρον τοῦ τάχους,
774
καὶ ταῦτ' ἀνακράξαντος ἐν παρρησίᾳ,
775
“Κωνσταντῖνος μὲν ἔκτισε πρὶν τὴν πόλιν,
776
ἀνανεοῖ Κῦρος δὲ νῦν,” προθυμίᾳ
777
ταύτῃ φθονηθείς, ἐκπεσὼν τῆς ἀξίας,
778
ἐκκλησίας πρόεδρος ὤφθη Σμυρναίων.
779
Καὶ Πουλχερίαν οὗτος, ἀδελφὴν φίλην,
780
τῶν βασιλείων ἐκβαλὼν ὡς οὐκ ἔδει,
781
ταῖς ὑποθήκαις βασκάνου Χρυσαφίου,
782
ἐν Ἑβδόμῳ τίθησιν ἐγκεκλεισμένην,
783
φροντίδος αὐτὴν καταπαύσας πραγμάτων.
784
μόλις δὲ συνεὶς τὸν φθόνον Χρυσαφίου
785
αὐτὸν μὲν ἐξόριστον ἐνδίκως ἔδρα,
786
τὴν σύγγονον δὲ προσλαβὼν αὖθις νέμει
787
φροντίδα κοινῶν τῇδε πραγμάτων ὅλων.
788
Οὗτος νοσήσας ἐξέλιπε τὸν βίον,
789
ὥς φασι, βιοὺς πεντήκοντά που χρόνους,
790
καθ' οὓς σχεδὸν κατῆρχε τοὺς χρόνους ὅλους.
ante791t
{Μαρκιανὸς ἔτη Ϛʹ. 𐅶.}
791
Σκῆπτρα μεταβαίνει δὲ πρὸς Πουλχερίαν,
792
τρόποις ἀγαθοῖς καὶ σεμνοῖς κοσμουμένην,
793
τῇ δ' εὐσεβείᾳ παρθενίᾳ τ' αὖ πλέον·
794
ἣ Μαρκιανόν, ἄνδρα χρηστὸν τοὺς τρόπους,
795
σεμνὸν γεραρὸν σώφρονα καὶ πρεσβύτην,
796
ἐκ στρατιωτῶν προσκαλεῖται ταχέως,
797
καὶ τῷδε δηλοῖ τοῦ κρατάρχου τὸν μόρον,
798
καὶ φησίν “εἴ μοι πίστιν ἀσφαλῆ νέμοις
799
ὡς παρθενίας τῆς ἐμῆς εἴης φύλαξ,
800
ἥνπερ καθιέρωσα Χριστῷ νυμφίῳ,
801
στέψω βασιλέα σε τῆς Ῥωμαΐδος.”
802
τοῦ δ' αὖ κατανεύσαντος ἀσφαλῶς τόδε
803
μετακαλεῖται βασιλὶς ἀρχιθύτην,
804
τοὺς ἐν τέλει, σύγκλητον ἄλλο τε στῖφος,
805
καὶ Μαρκιανὸν ταινιοῖ κράτους στέφει
806
καὶ κράτορα δείκνυσι τῆς Ῥωμαΐδος.
807
τῷ δ' αἰχμαλώτῳ χρηματίσαντι πάλαι,
808
θέρους ὑπνοῦντι πρὸς φλόγα τὴν ἡλίου
809
σὺν αἰχμαλώτοις πλείοσιν ἕρκους μέσον,
810
ἐπικαταπτὰς ἀετὸς σκιὰν ἔδρα·
811
ὃ γνοὺς ἐθνάρχης τόνδ' ὁ κατέχων πέδαις
812
ἀφῆκεν αὐτὸν πρὸς πατρίδ' ἀπιέναι.
813
τοῦτ' αὐτὸ πάλιν καὶ δυάς τις συγγόνων
814
κατεῖδε σαφῶς ἐν θέματι Λυκίας,
815
ἣ καὶ προεῖπε τῷδε τὴν κραταρχίαν.
816
οὕτω προαφώριστο τῷδε τὸ κράτος.
817
Πουλχερία δὲ φροντίζουσα πραγμάτων
818
καὶ συνδιαφέρουσα τὴν κραταρχίαν,
819
τὸν ἐν Βλαχέρναις ἀπαράμιλλον ξένον
820
νεὼν ἀνιστᾷ μητροπαρθένῳ κόρῃ.
821
πρεσβυτέρας Ῥώμης δὲ Λέοντος πάπα
822
καὶ ποιμενάρχου δ' Ἀνατολίου νέας
823
τὰ πρὸς Διοσκόρου τε τοῦ τ' Εὐτυχέος
824
πραχθέντα δεινῶς Φλαβιανὸν εἰς μέγαν
825
μὴ παραδραμεῖν ἄνακτ' ἐξαιτουμένων,
826
ἤδη γενέσθαι σύνοδος τέτακτό γε
827
Μαρκιανοῦ δόγματι καὶ Πουλχερίας,
828
τῶν φιλοχρίστων εὐσεβῶν βασιλέων.
829
συνῆλθον οὐκοῦν ἐν Χαλκηδόνι πόλει
830
ἑξακόσιοι πατέρες θεηγόροι
831
πρὸς τριάκοντα συναχθέντες ἐνθέως,
832
ὧν ἦρχε Ῥώμης τῆς παλαιτέρας Λέων
833
νέας τ' Ἀνατόλιος ἔνθεος θύτης
834
καὶ Ἰουβενάλιος Σιὼν ἁγίας·
835
οἳ δὴ καθεῖλον Διόσκορον ἐνδίκως
836
σὺν Εὐτυχεῖ τε δυστυχεῖ τρισαθλίῳ,
837
ἐπὶ Χριστοῦ λέγοντας οὐ διπλᾶς φύσεις,
838
μίαν δὲ μᾶλλον δυσσεβῶς κακοφρόνως.
839
ἐπεὶ δ' ἀναιδῶς ὑπεναντίων στῖφος
840
ὀρθόφρονας ἦν ἐνδιαβάλλον μάτην
841
ὡς Νεστορίου τὴν λύμην δεδεγμένους
842
ἐν τῷ φρονεῖν τε καὶ λέγειν Χριστὸν φέρειν
843
διπλᾶς τελείας τὰς φύσεις, ἀσυγχύτως
844
ἡνωμένας αὖ ἐν μιᾷ γ' ὑποστάσει,
845
πρὸς ὀρθοδόξων δυσσεβῶν τόμοι δύο
846
γεγράφαται δὴ σὺν ὅλῃ προθυμίᾳ,
847
καὶ τούσδε καλῶς σφραγίσαντες, ὡς δέον,
848
ἐν λάρνακι κλείουσι σεπτῶν λειψάνων
849
Εὐφημίας μάρτυρος, ὀλβίας κόρης.
850
εἶτα μετ' εὐχὰς ἡμέραν τε τὴν τρίτην
851
πάντων παρόντων ἀνεῳγμένου τάφου,
852
καὶ τοῦ κρατοῦντος συμπαρόντος πατράσιν,
853
ὢ θαυμασίων, Χριστέ μου, τεραστίων!
854
τῶν δυσσεβῶν μὲν αἱρετικῶν που τόμος
855
ἐν τοῖς ποσὶ μάρτυρος ἦν ἐρριμμένος,
856
τὸν δ' αὖ γε λοιπὸν ὀρθοδοξούντων μέρους
857
κατεῖχε χερσὶν ἀσφαλῶς ταῖς ἰδίαις,
858
καὶ τῷ κρατοῦντι καὶ πατριάρχῃ νέμει
859
τὴν δεξιὰν τείνασα πρὸς σφᾶς. ὢ τέρας.
860
Μετὰ δὲ ταῦτα βασιλὶς Πουλχερία
861
γῆθεν μετέστη πρὸς μονὰς οὐρανίους,
862
ζήσασα καλῶς εὐσεβῶς ὀρθοφρόνως,
863
Χριστὸν θεραπεύσασα καλὸν νυμφίον
864
ἐν παρθενίᾳ καὶ καλῶν εὐποιίαις,
865
καὶ τῆσδε φαιδρὰν ἀνάψασα λαμπάδα.
866
εἶτα τελευτᾷ Μαρκιανὸς τὸν βίον,
867
ζήσας ἐπὶ μήκιστον, ἄναξ χαρίεις,
868
γνώμην ἀγαθός, ἱλαρός, πρᾶος φύσει,
869
οὗτος θεοπρόβλητος ἐμπρέπων κράτει,
870
ἕξ που κατασχὼν τὴν βασιλείαν χρόνους·
871
ὃς γνωματεύων μὴ κινεῖν βασιλέα
872
ἔφασκε δεῖν ὅπλα τε καὶ μάχην ὅλως,
873
ἂν ᾖ δυνατὸν ἤρεμον βιοῦν βίον.
ante874t
{Λέων ὁ μέγας ἤτοι ὁ Μακέλλης ἔτη ιηʹ.}
874
Τούτου θανόντος καὶ μεταστάντος βίου
875
εὐθὺς παρῆλθεν εἰς βασίλειον κράτος
876
κλῆσιν Λέων τις καὶ Μακέλλης τοὐπίκλην,
877
ἀνὴρ ἀγαθός, ἀρετῶν πεπλησμένος,
878
μάλιστα φιλοίκτῳ δὲ κατηυγασμένος,
879
κράτωρ ἀριστεὺς καὶ μαχητὴς γεννάδας,
880
ἐχθρῶν κλονῶν φάλαγγας ὥσπερ τις λέων,
881
σειρὰν γένους ἄνωθεν ἕλκων ἐκ Θρᾴκης
882
ἢ καὶ Δακῶν, ὥς φασί τινες, ἐκ γένους,
883
ὑπέρμαχος κράτιστος ὀρθοδοξίας,
884
καὶ δαψιλής τις ἀπόρων χορηγέτης.
885
εἴωθεν οὗτος γνωματεύειν καὶ λέγειν
886
“ὡς ἥλιος πέφυκε θερμαίνειν ὅλους
887
οἷς ἂν ἐπαφῇ τὰς φαεινὰς ἀκτῖνας,
888
τὸν αὐτὸν οἶμαι δεῖν βασιλέα τρόπον,
889
οἷς ἂν ἐπιβλέψειεν ἀνθρώπων γένους,
890
σφᾶς ἀξιοῦν οἴκτου τε φιλοδωρίας.”
891
πρὸ τοῦ κατασχεῖν οὗτος ἀρχὴν καὶ κράτος
892
Ἄσπαρι δεινῷ τῶν μέγα δυναμένων
893
ὑπόσχεσιν δέδωκε τῶν παίδων ἕνα
894
εἰς Καισαρικὴν ἀξίαν προβιβάσαι·
895
ἐπεὶ δ' ἐπιβέβηκε τῆς αὐταρχίας,
896
Ἄσπαρ ἀπῄτει τὴν χάριν μετὰ βίας,
897
καὶ πορφυρίδος τοῦδ' ἀναιδῶς ἡμμένος
898
“ψευδηγορεῖν” ἔφασκεν “οὐ χρεών, ἄναξ,
899
τὸν τήνδε λαμπρὰν πορφυρίδ' ἐνημμένον.”
900
“ἀλλ' οὐδὲ πάλιν ἐκβιάζεσθαι δέον,
901
ὥς τινα δοῦλον,” ἀντεπῆγεν ὁ κράτωρ,
902
“τὸν ἀρχικὴν φοροῦντα λαμπρὰν χλαμύδα.”
903
Οὗτος συνῴκει γαμετῇ τῇ Βηρίνῃ,
904
ἣ δύο τίκτει βασιλεῖ θυγατέρας,
905
τὴν Ἀριάδνην, δευτέραν Λεοντίαν·
906
ὧν Ἀριάδνη Ζήνωνι συνεζύγη,
907
ἀνδρὶ δυσειδεῖ καὶ κακίστῳ τοὺς τρόπους,
908
ἕλκοντι σειρὰν τοῦ γένους ἐξ Ἰσαύρων·
909
Μαρκιανὸς δ' ἔγημε τὴν Λεοντίαν,
910
Ἀνθεμίου παῖς βασιλεύσαντος Ῥώμης.
911
Τούτου βασιλεύοντος ἐν βασιλίδι
912
πυρκαϊά τις συνέβη φρικαλέα
913
ἐκ τῆς πρὸς ἄρκτον ἁλμυρᾶς εἰς θατέραν,
914
πυρὸς διαζώσαντος ἐν μέσῳ πόλιν
915
καὶ πυρπολοῦντος τῆσδε λαμπρὰς οἰκίας,
916
τἆλλά τε πάντα καὶ σεβασμίους δόμους,
917
ἐπὶ τετρακτὺν ἡμερῶν ἀνενδότως.
918
τῇ δ' Ἀντιόχου καὶ σφοδρὸς γῆς τις κλόνος
919
συμβὰς κατηρείπωσεν αὐτὴν ἐσχάτως.
920
ὕσθη σποδὸς δὲ μάλα πολλὴ τῇ πόλει
921
εἰς ἐμψύχων κάκωσιν, εἰς καρπῶν φθίσιν.
922
ἐκ τοῦδ' ὁ κρατῶν συσχεθεὶς ἀγωνίᾳ,
923
πόλιν λελοιπώς, ἐν βασιλείοις δόμοις
924
οὖσι πρὸ τειχῶν ἀσφαλῶς ἦν διάγων.
925
ἐφ' οὗπερ ἐσθὴς μητρανάνδρου παρθένου
926
ἐκ τῆς Σιών τε καὶ Παλαιστίνης τόπου
927
πρὸς τὴν βασιλεύουσαν ἀχθεῖσα πόλιν
928
ναῷ τεθησαύριστο τῷ πρὸς Βλαχέρναις,
929
ὃν αὐτὸς ἀνήγειρε μητροπαρθένῳ,
930
ἐν ἀργυρᾷ σορῷ καὶ σεβασμίᾳ,
931
δι' ἣν κατωνόμαστο καὶ θεῖος δόμος
932
σορὸς τιμία τῆς πανυμνήτου κόρης.
933
Οὗτος κραταρχῶν καὶ στρατηγὸν γεννάδαν
934
Ῥουστίκιον, ἄριστον ἐν στρατηγίαις,
935
προβάλλεται δὴ καὶ κατορθοῖ τὰς νίκας.
936
τούτου θανόντος σύγγονον βασιλίδος
937
Βασιλίσκον προύκρινεν εἰς στρατηγίαν,
938
ὃς ἐκπεπλευκὼς εἰς Ἀφρικὴν σὺν στόλῳ
939
κατακρατοῦντος τοῦ τόπου Γιζερίχου
940
ἧτταν ὑπέσχε δυσκλεᾶ κατὰ μάχην,
941
καὶ πλεῖστον ἀπέβαλε τῶν στρατευμάτων.
942
Ἀνατολίου δ' ἐκλελοιπότος βίον
943
ἀρχιθύτης δέδεικτο τῆς Κωνσταντίνου
944
Γεννάδιος, πρόμαχος ὀρθοδοξίας.
945
τούτου τὸ βιοῦν ἐν θρόνῳ λελοιπότος
946
Ἀκάκιος κάκιστος ἔσχε τὸν θρόνον.
947
Ἔφυ βασιλεῖ θυγατριδοῦς τις νέος
948
ἐξ Ἀριάδνης καὶ Ζήνωνος συζύγου,
949
ὃν καλέσας Λέοντα ταινίᾳ στέφει
950
ἐν ἡλικίᾳ τυγχάνοντα νηπίων.
951
Οὗτος νοσήσας εὐσεβὴς ἄναξ Λέων
952
τὸν φθαρτὸν ἐκλέλοιπε τοῦτον βίον,
953
τῷ θυγατριδῷ καταλείψας τὸ κράτος,
954
βεβασιλευκὼς σὺν ὀκτὼ δέκα χρόνους,
955
ἄναξ ἱλαρός, εὐμενὴς ὑπηκόοις,
956
γαληνὸς εὐέντευκτος ἡδὺς…
ante957t
{Λέων…
957
…
The complete text is available when the reading interface loads.