The Greek Library Catalogue

Anonymous

Chronicon

Edition reference
Chronicon sive Maius (partim sub auctore Macario Melisseno), ed. V. Grecu, Georgios Sphrantzes. Memorii 1401–1477 [Scriptores Byzantini 5. Bucharest: Academia Republicae Romanicae, 1966]: 150–448, 456–590.
CTS identifier
urn:cts:greekLit:tlg3176.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

150

{ΧΡΟΝΙΚΟΝ ΤΟΥ ΓΕΩΡΓΙΟΥ ΦΡΑΝΤΖΗ

ΤΟΥ ΧΡΗΜΑΤΙΣΑΝΤΟΣ ΠΡΩΤΟΒΕΣΤΙΑΡΙΤΟΥ ΚΑΙ ΜΕΤΕΠΕΙΤΑ

ΜΕΓΑΛΟΥ ΛΟΓΟΘΕΤΟΥ, ΔΙΑ ΔΕ ΤΟΥ ΘΕΙΟΥ ΚΑΙ ΑΓΓΕΛΙΚΟΥ

ΣΧΗΜΑΤΟΣ ΜΕΤΟΝΟΜΑΣΘΕΝΤΟΣ ΓΡΗΓΟΡΙΟΥ ΜΟΝΑΧΟΥ

ΠΡΟΟΙΜΙΟΝ}

Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ πολλοὶ συγγραψάμενοι διωρίσαντο

καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτα ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τὶ γὰρ ἂν εὕ-

ροιμεν καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν τῆς ἱστορίας ἀποφηνα-

μένων ἐν τοῖς σφετέροις συγγράμμασι; τάχα δὲ ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμέ-

νοις ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς προβαλλώμεθα· τὸ δέ

ἐστιν ὅτι, καινοτέρων ἡμῖν προκειμένων πραγμάτων, ἃ μήπω τις γραφῇ παρέδωκε, και-

νότερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει τῶν ἀνθρώπων γεγενη-

μένων, ἅπερ ὁ ῥέων χύδην λόγος οὐκ ἀληθῶς ἀποφαίνεται. Οἱ μὲν οὖν τὰ καθ' ἡμᾶς

ἱστορικῶς συγγραψάμενοι ἄλλην ἄλλως πεποίηνται τὴν ἀρχήν· οἱ μὲν γὰρ αὐτῶν ἀπὸ

τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο, οἱ δὲ ἐξ ἀξιολόγου τῆς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλή-

νων ἢ Ῥωμαίων ἢ ἄλλου οὑτινοσοῦν ἐθνῶν, ἕκαστος πρὸς τὸν ἑαυτοῦ σκοπὸν τὸ οἰ-

κεῖον καταρτιζόμενος σύγγραμμα. Καὶ ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελε-

σθήσεται. Τὰ μὲν γὰρ ἅπαντα γεγενημένα τῆς τοῦ κόσμου γενέσεως πολλοῖς τε καὶ

πολλάκις ἐξιστορήθη, οὐχὶ λέγειν με. Καὶ πρὸς ἀλλήλους οἱ πλείους οὐ συνεφώνησαν

τὰ τῶν βασιλέων συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ πολέ-

μων συῤῥήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἧττας καὶ ὅσα τοιαῦτα συμβαίνει

τοῖς καθ' ἡμᾶς. Πολυσχιδῶν γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ' αὐτῶν ἴσως τῶν ἐνερ-

γούντων γινωσκομένων, σχολῇ γε ἂν τοῖς ἐξιστοροῦσι τοῦ ἀληθοῦς παντάπασι γενήσε-

ται ἡ ἐπίτευξις· ἐκ τοῦ μᾶλλον δὲ καὶ ὅσα τῇ κοινῇ φήμῃ γνωρίζεται, ταῦτα παρα-

λήψασθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθελήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερ-

ματίοις ἐλλυμαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. Οὕτε γοῦν πρὸς χάριν οὔτε

152

πρὸς φθόνον, ἀλλ' οὐδὲ πρὸς μῖσος ἢ καὶ πρὸς εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν

συγγράφοντα, ἀλλ' ἱστορίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῷ, ἣν ὁ χρόνος οἶδε

γεννᾶν, παραδοθῆναι τὴν ἱστορίαν, μένειν δὲ ζῶσάν τε καὶ λαλοῦσαν φωνὴν καὶ ἔμψυ-

χον καὶ διαπρύσιον κήρυκα δι' ἀπεράντων αἰώνων.

Οὕτως τοίνυν κἀγὼ Γεώργιος Φραντζῆς ὁ χρηματίσας πρωτοβεστια-

ρίτης καὶ Γρηγόριος τάχα μοναχός, <ὁ καὶ μέγας λογοθέτης

γεγονώς, πρὶν τοῦ τὸ μοναχικὸν σχῆμα λαβεῖν>,

ταῦτα ἔγραψα περὶ τῶν καθ' ἑαυτῶν καί τινων μερικῶν ἀναγκαίων γεγο-

νότων ἐν τῷ τῆς ζωῆς μου χρόνῳ <πρὶν τῆς αἰχμαλωσίας καὶ

μετὰ τὴν αἰχμαλωσίαν καὶ ἄλλων τινῶν, ἃ εἶδον

ἐγγράφως καὶ ἤκουσα>.

Καὶ πρῶτον μὲν διηγησόμεθα περὶ τῶν αἰτιῶν καὶ ἀφορμῶν τῆς τῶν Παλαιολό-

γων βασιλείας καὶ τὶς ὁ πρῶτος ἐξ αὐτῶν βασιλεὺς ἐκ τοῦ ἐκείνων γένους καὶ τίς αὐ-

τῶν ὁ βίος κατ' ἐπιτομὴν ἄχρι τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως ὑπὸ τῶν Τουρ-

κῶν καὶ πόσοι υἱοὶ καὶ θυγατέρες καὶ δεσπόται ἐγεννῶντο αὐτοῖς· καὶ πόθεν κατάγοντα

οἱ τῷ γένει ἐκ Τολέδου τῆς τῶν ἑσπερίων Ἰβηρίας εὐγενεῖς ἄρχοντες· ἔτι δὲ καὶ περὶ

τῆς τῶν Ὀτθουμάνων γενεαλογίας πόθεν ἤρξαντο κατάγεσθαι καὶ πῶς ἐμεγαλύνθησαν

καὶ ηὐξύνθη αὐτῶν ἡ ἀρχή. Ταῦτα οὖν διηγήσομαι ἄχρι τοῦ ἀμηρᾶ Μεχεμέτη τοῦ τὴν

Πόλιν ἁλώσαντος· καὶ πόθεν καὶ πῶς ὁ αὐτῶν ψευδοπροφήτης Μωάμεθ κατάγεται καὶ

τὶ ἐληρήσατο φληναφῶν καὶ ἐδίδαξεν αὐτούς, καθ' ὧν τῶν αὐτοῦ ῥημάτων καὶ ληρη-

μάτων ἀντιῤῥησόμεθα εὐλόγως· καὶ περὶ τῆς εἰς Ἰταλίαν ἐλεύσεως τοῦ βασιλέως κὺρ

Ἰωάννου τοῦ Παλαιολόγου ἕνεκεν τῆς ἐν Φλωρεντίᾳ συνόδου καὶ πῶς ἡ Ἑνετῶν γε-

ρουσία ἐδέχθη αὐτόν, ὁμοίως καὶ ὁ Φεῤῥαρίας μαρκίων, ἀπελθόντος τοῦ βασιλέως εἰς

Φεῤῥαρίαν. Εἶτα διηγησόμεθα καὶ περὶ ὧν εὐεργεσιῶν καὶ προνομίων, ἃ τὸ περιώ-

νυμον τῆς Μονεμβασίας ἄστυ εὐηργετήθη παρὰ τῶν βασιλέων, καὶ περὶ τῶν γεγονό-

των πολέμων ἐν τῇ Πελοποννήσῳ ἀνὰ τῶν δεσποτῶν καὶ ἀδελφῶν, λέγω κὺρ Δημη-

τρίου καὶ κὺρ Θωμᾶ· καὶ περὶ τῆς τοῦ δεσπότου κὺρ Θωμᾶ μετὰ ἑτέρων ἀρχόντων ἐλεύ-

σεως ἐν Κερκύραις, εἶτα ἐν Ῥώμῃ καὶ πῶς ἐδέχθη αὐτοὺς ὁ ἄκρος ἀρχιερεὺς τῆς πρε-

σβυτέρας Ῥώμης καὶ αὐτῷ εὐηργέτησε σιτηρεσίων καὶ μετὰ τὴν τούτου τελευτὴν τῆς

τῶν υἱῶν αὐτοῦ ἐλεύσεως ἐν Ῥώμῃ καὶ ἑτέρων τινῶν ἀναγκαίων, μνήμης ἀξίων. Διη-

γήσομαι ἔτι δὲ καὶ περί τινων ἱστοριῶν, μέρος περὶ τῆς Κρήτης πῶς ὑπὸ τῶν τῆς

Ἱσπανίας Ἀγαρηνῶν ἐκυριεύθη καὶ αὖθις ὑπὸ τῶν Ῥωμαίων βασιλέων καὶ τὶς ἡ αἰτία

ὅτι ὑπὸ τῆς τῶν Ἑνετῶν γερουσίας κυριεύεται, καὶ ἄλλα πολλά, ἃ ἐν τῷ πίνακι τῶν

κεφαλαίων συντόμως εὑρεθήσονται τοῖς ἀναγινώσκουσιν.

154

{ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

I. Περὶ τῶν αἰτιῶν τῆς τῶν Παλαιολόγων βασιλείας}

Ὁ τῆς ἀρχῆς ἐπιβήτωρ Ἀλέξιος Ἄγγελος ὁ Κομνηνὸς ὁ τυφλώσας τὸν ἀδελ-

φὸν Ἰσαάκιον Ἄγγελον καὶ τὴν βασιλείαν λαβὼν καὶ τοσαῦτα καὶ τοιαῦτα κακὰ τῷ

Ῥωμαΐδι ἀρχῇ ἔγινε παρὰ τῶν Ἰταλῶν δι' αὐτοῦ, ἄῤῥεν μὲν οὐκ ἦν αὐτῷ, θυγατέρας

δὲ εἶχε δύο. Καὶ τὴν μὲν πρωτογενῆ, Εἰρήνην τοὔνομα, ἐρυθροῖς πεδίλοις ὑποδεδέσθαι

ἔταξεν, ἵνα αὐτή τε καὶ ὁ ταύτῃ μνηστευθησόμενος διάδοχοι καὶ κληρονόμοι τῆς βα-

σιλείας ὦσι μετὰ τὸ τεθνάναι αὐτόν. Ὅθεν καὶ εἰς λέχος δέδωκεν αὐτὴν Ἀλεξίῳ τῷ

Παλαιολόγῳ καὶ εὐθὺς αὐτὸν δεσπότην τετίμηκε· καὶ εἰ μὴ ἐκ τοῦ βίου τούτου ἐγέ-

νετο, αὐτὸς ἐβασίλευσεν ἂν μετὰ τὸν πενθερὸν αὑτοῦ. Ἐπειδὴ δὲ θανὼν ὁ Παλαιολό-

γος Ἀλέξιος, θυγατέρα μόνην κατέλιπεν, ἐλθὸν δὲ εἰς νόμον ἡλικίας τὸ κοράσιον,

Εἰρήνη ἡ μήτηρ αὐτῆς συνέζευξεν αὐτὴν Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ ὃν καὶ ὁ βασι-

λεὺς Θεόδωρος ὁ Λάσκαρις, ὁ τὴν ἑτέραν θυγατέρα τοῦ βασιλέως Ἀλεξίου εἰς γυναῖ-

κα λαβών, μέγαν δομέστικον ἐποίησε καὶ τετίμηκεν ὕστερον· ἐξ οὗ ἐγεννήθησαν υἱοὶ

τρεῖς· Μιχαὴλ ὁ Κομνηνός, Κωνσταντῖνος ὁ Παλαιολόγος καὶ Ἰωάννης, διπλοπαλαιο-

λόγοι ὄντες πατρόθεν καὶ μητρόθεν· εἶχε μὲν ἐνταῦθα ἀφορμήν, ὡς εἴρηται, εἰς τὴν

αὐτὴν ὑπόθεσιν· Ἁδρυνθεὶς δὲ ὁ Μιχαήλ, πρῶτος υἱὸς ὢν τῷ Ἀνδρονίκῳ κατὰ γέννη-

σιν, μεταξὺ τῶν ἐν τέλει τῶν ἄλλων ἐπέκεινα εἷς ἦν, πολλὴν ἔχων τοῦ προσώπου τὴν

ἱλαρότητα, τῇ ὁμιλίᾳ χρηστός, ἀστεῖος τὸ ἦθος πρὸς τοῖς ἄλλοις καὶ τὴν χεῖρα ἔχων

φιλότιμον. Καὶ διὰ ταύτας γοῦν τὰς ἀρετὰς καὶ χάριτας πολλοὶ αὐτὸν ἠγάπουν καὶ

ἤθελον· καὶ ἐν εὐκολίᾳ πάντας εἵλκιζε· στρατηγούς, ταξιάρχας, δημότας καὶ τῆς συγ-

κλήτου πολλούς. Διὰ τοῦτο γοῦν διαβολαί τινες ἀνεφύησαν κατ' αὐτοῦ, ὅτι βασιλείας

ὀρέγεται· ἦν γὰρ τότε ὁ βασιλέων Ῥωμαίων Ἰωάννης ὁ Βατάτζης· καὶ ταῦτα ψιθυρί-

σαντες ἦσάν τινες τῶν φίλων αὐτοῦ λέγω τοῦ Κομνηνοῦ. Ὅθεν προστάγματι βασιλι-

κῷ ἄγουσιν αὐτὸν εἰς ἐξέτασιν. Ἦσαν δὲ οἱ ἐξετάζοντες ὁ ἀρχιεπίσκοπος Ἀρσένιος,

ὃς καὶ πολλὰ δυνάμενος τότε παρὰ τῷ βασιλεῖ καὶ ἕτεροι τῶν ἐλλογίμων. Παραστὰς

δὲ Μιχαὴλ ὁ Κομνηνὸς καὶ πολλὰ ἐρωτηθεὶς καὶ εἰπόντες αὐτῷ, εἶτα λέγει αὐτῷ ὁ

ἀρχιεπίσκοπος· „Μὴ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολείπεται συγγνώμη τὸ σιγᾶν καὶ μη-

δὲν ὑπὲρ τῶν γεγενημένων φθέγγεσθαι· εὐγενὴς ὢν καὶ ἐξ εὐγενῶν καταγόμενος, τι-

μιώτατε ἄνερ, ἐρωτῶ σε καὶ δῆλόν μοι ποίησον τὴν ἀλήθειαν· Τίνες ὑπάρχουσιν οἱ

συνωμόται καὶ συνίστορες καὶ συνήγοροι τῆς βουλῆς ταύτης καὶ οἱ συμβουλεύοντες

ἐν τούτῳ; Φράσον μοι τὸ ἀληθὲς καὶ ὀμνύω σοι ἐν τῷ σωτῆρι μου Χριστῷ, ὅτι αὐτοὶ

μὲν κολασθῶσι ταῖς τοῦ νόμου ποιναῖς, σὺ δὲ ἐλεύθερος ἔσῃ ἀπὸ παντὸς πειρατηρίου.“

Ἀπελογήσατο οὖτος· ”Ἐγὼ εἶπόν σοι καὶ λέγω ὅτι οὔτε ἐνεθυμήθην περὶ τούτου πώ-

ποτε, οὔτε ἐν τῇ διανοίᾳ μου ὁ αὐτὸς σκοπὸς ἦλθεν, οὔτε τις μικρὸς ἢ μέγας περὶ

τοιαύτης ὑποθέσεως ἀνέφερέ μοι· Εἰς τὸν αἰῶνα μὴ γένοιτο· Μάρτυρα χρῶμαι τὸν

156

Θεὸν καὶ πάντας τοὺς ἀγγέλους τοὺς ἀοράτως παρισταμένους μοι. Εἰ δὲ καὶ οἱ συ-

κοφαντήσαντές με τοῖς ὠσὶ τοῦ βασιλέως ἐβάρυναν ψεύδει κατ' ἐμοῦ τοῦ δούλου αὐ-

τοῦ καὶ οὐ πιστεύετέ μοι ἄν, οὐκ ἔχω τί λέγειν ἢ τίς ἔσεταί μοι μάρτυς τῆς ἀληθείας

μου· Εἰ μή, ὦ δέσποτα, δέομαί σου, ποίησόν μοι χάριν· βάλον σίδηρον ἐν τῇ φλογὶ

τῆς καμίνου καὶ ἔασον αὐτὸν ὑπὲρ μέτρον ἐκκαῆναι καὶ φέρετέ μοι αὐτὸν καὶ πιάσω

ταῖς χερσί μου καὶ ἄνθρακας πυρὸς ἐπὶ τὸ στῆθός μου φλέξομαι. Καὶ ἐλπίζω εἰς τὸν

Θεὸν τὸν λυτρώσαντα τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς φλογός, καὶ ὁ ἀλάθητος

καὶ ἀκοίμητος ἐκεῖνος ὀφθαλμὸς ὁ ἐρευνῶν καρδίας καὶ νεφρούς, εἰδὼς ὅτι οὔτε ἐνε-

θυμήθην, οὔτε ἐλογισάμην, περὶ ὦν με ἐπερωτᾷς, εἰ τύχῃ, φυλάξει με ἀβλαβῆ ἐκ τοῦ

πυρὸς τοῦ καιομένου.” Λέγει δὲ αὐτῷ ὁ ἀρχιεπίσκοπος· „Τοῖς Ῥωμαίοις καὶ τοῖς σο-

φοῖς Ἕλλησιν οὐκ ἔστι νόμος, οὐδὲ ἔθος, ἵνα βασανίζωσι τοὺς ἐξεταζομένους καὶ

μάλιστα τοὺς εὐγενεῖς ὡς αὐτός, ἀλλὰ βαρβαρικόν ἐστι τὸ πρᾶγμα καὶ ἄτοπον καὶ

ἐθνικὸς ὁ νόμος.“ Λέγει δὲ αὐτῷ ὁ Κομνηνός· ”Ἐπεί, δέσποτα ἅγιε, οὐκ ἔστιν ἔθος

οὔτε νόμος Ῥωμαίοις, ἃ εἶπόν σοι, καθὼς λέγεις, ἀλλὰ τῶν βαρβάρων καὶ τῶν ἐθνῶν,

κἀγὼ τῇ χάριτι τοῦ Χριστοῦ ταπεινὸς Ῥωμαῖος εἶμι, καὶ ἀνακρίνατέ με καὶ ἐξετάσατέ

με, εἰ τῇ ὑμετέρᾳ βουλῇ ἀρεστόν ἐστι, κατὰ νόμους Ῥωμαϊκοὺς καὶ ἔθη. Καὶ εἰ μὲν

νομίμως αἴτιος εὑρεθῶ καταδίκης, ἴλεως μὴ ἔστω μοι· εἰ δὲ καὶ ἀναίτιος, κατὰ νόμους

πάλιν μή μοι τὸ κριτήριον. Οὐχ ὅρα τοὺς λόγους τῶν συκοφαντούντων με ἀδίκως

καὶ παραλόγως ἕνεκεν φθόνου καὶ ἔριδος.”

Ἀκούσας δὲ ταῦτα ὁ ἀρχιεπίσκοπος ἀναφορὰν τοὺς λόγους πάντας τῷ βασιλεῖ

πεποίηκε. Καὶ πάλιν ἀντέλεγον, οἳ ἐλέγχειν ἑτέρωθεν προὔτεινον, ἀλλ' οὐκ ἐφάνησαν

ἐν ἀληθείᾳ, ἐδόκει, καὶ ὡς ψευδεῖς αἱ διαβολαὶ ἔδειξαν, εἰ καὶ σχεδιάσαντος τοῦ και-

ροῦ. Καὶ οὕτως ἦν, ὅμως ὁ βασιλεὺς προστάξας, ἵνα ἐνόρκως βεβαιώσῃ, ὅτι αἱ διαβο-

λαὶ ψευδεῖς εἶναι καὶ οὔποτε ἐβουλήθη ποιῆσαι, ἂ ἐσυκοφαντήθη· ὃ καὶ ἐγένετο. Καὶ

κελεύσας ὁ βασιλεὺς ἐλεύθερον εἶναι τοῦτον τοῦ λοιποῦ τῆς καταδίκης καὶ ὑποψίας

ἁπάσης καὶ τῆς προτέρας ἀπολαμβάνειν τιμῆς· καὶ τὴν ἡγεμονίαν Νικάεων ἐπέτρεψεν

αὐτὸν ἔχειν.

Διαβάντι δὲ τῷ βασιλεῖ ἐν τῇ ἕῳ καὶ πρὸς Νίκαιαν διατρίβοντι νόσος ἐνσκήπτει

δεινὴ καί, ὡς νεκρὸς ἐπὶ τρεῖς διατελέσας ἡμέρας, εἶτα, 〈ὅτι〉 ἀνέφερεν, ἔδοξεν, αὖθις

καὶ περὶ τὸ Νύμφαιον ἀσθενὴς ἐλθὼν ἐποίει τὰς διατριβάς. Καὶ πάσης ἰατρικῆς ἐπι-

στήμης γενομένης πρὸς θεραπείαν, ἐξ ἀνθρώπων ἐπεποιήκει γενέσθαι, αὐτοκρατορή-

σας ἔτη τριάκοντα καὶ τρία· καὶ ὁ υἱὸς αὐτοῦ Θεόδωρος Λάσκαρις ὁ νέος τὴν βασι-

λείαν διεδέξατο, ὃς κατὰ κλῆρον πατρικὸν διάδοχος ἔμελλεν εἶναι.

Μετὰ δὲ τὸν θάνατον τοῦ ῥηθέντος Ἰωάννου βασιλέως, ὁ Μιχαὴλ ὁ Κομνηνός.

ποιήσας τινὰ καιρὸν ἐν τῇ Βιθυνίᾳ, εἶτα φυγὼν ἀναχωρήσας διέβη ἐν τῷ Ἰκονίῳ πρὸς

τὸν σουλτάνον. Ἡ δὲ αἰτία τῆς φυγῆς αὐτοῦ ἦν, ὅτι ἑώρα οὐκ ὀλίγους καθ' ἑκάστην

ἡμέραν πάλιν ἐκ δευτέρου πολλὰς μηχανὰς πολυτρόπως συρράπτειν περὶ αὐτοῦ πρὸς

158

τὸν νέον βασιλέα ἕνεκεν φθόνου καὶ ψιθυρισμοὺς πολλοὺς καὶ λόγους φθόνου μεστοὺς

λάθρα τὴν ἀκοὴν αὐτοῦ περικλύζοντας, καὶ πάντοτε κολάσεις μελετουμένας ἐμάνθα-

νεν, ἐφ' ἡσυχίας μένειν ὅλως οὐκ ἐδύνατο· ἀλλὰ μεστὸς λογισμῶν ὑπάρχων, φοβού-

μενος γὰρ καὶ ἐδεδίει τὸ ὀξύῤῥοπον καὶ ἀπότομον καὶ ἀπηνὲς τοῦ αὐτοκράτορος καὶ

οὐδὲν ἥμερον οὐδὲ συμπαθὲς ἐνενόει γενησόμενον. Ἐπεὶ καὶ μεγάλας συκοφαντίας

καὶ μηχανὰς εἰς τέλος κορυφωθείσας μακρὸν οἱ ἀντικείμενοι, ἤτοι οἱ ἀντίδικοι αὐ-

τοῦ, ἐποίησαν καὶ τὰς τοῦ νέου ἄνακτος ἐνέπλησαν ἀκοάς, διὰ τοῦτο πρὸ τοῦ παθεῖν

τῇ σωτηρίᾳ ἐχρήσατο. Ἀπελθόντος δὲ αὐτοῦ ἐν τῷ Ἰκονίῳ εὗρε τὸν σουλτάνον σπου-

δῇ τὰς ἑαυτοῦ ἀθροίζοντα δυνάμεις, ἵνα ἐξέλθῃ κατὰ τῶν μαχομένων αὐτῷ Σκυθῶν.

Ἐδέξατο οὖν αὐτὸν ὁ σουλτάνος μετὰ χαρᾶς μεγάλης, καὶ καταλέξας στρατὸν ἐκ τῶν

Χριστιανῶν, ἦσαν γὰρ ὑπ' αὐτῷ πάλαι δεδουλωμένοι τινὲς Ῥωμαῖοι, καὶ ὑπὸ στρα-

τηγὸν τὸν Παλαιολόγον ἔταξεν αὐτούς, καὶ ῥωμαϊκὴν καὶ ξένην στολὴν κελεύσας ἴνα

φορέσωσιν, ὅπως καταπλήξῃ τοὺς ἐναντίους, ὡς καὶ ἐγένετο. Ἰδόντες γὰρ οἱ Σκύθες·

ἐξαίφνης στρατὸν ἐπαγόμενον, ὃν οὐκ ἤλπιζον, φεύγοντες ᾤχοντο. Καὶ οὕτως τὰ ἐν

τῷ Ἰκονίῳ γεγόνασιν.

Οἱ δὲ Νικαεῖς γράφουσι τῷ βασιλεῖ, ἔνθα ἦν, περὶ τῆς φυγῆς τοῦ Παλαιολόγου

καὶ ὡς ἤκουσεν ὁ βασιλεύς, περίλυπος ἐγεγόνει καὶ εἰς ταραχὴν λογισμῶν οὐκ ὀλί-

γην ἐνέπεσε. Καὶ ὀλίγος παρελθὼν καιρός, γράφει πρὸς τὸν Παλαιολόγον, ἀνακα-

λούμενος αὐτὸν καὶ πολλὴν ὑπισχνούμενος τὴν στοργήν, καὶ ἔνορκον ἔχοντα ἀσφά-

λειαν ἣν διελάμβανον. Καὶ οὕτως πάλιν τὸν Κομνηνὸν ἡ Ῥωμαίων γῆ ἔλαβεν. Ὁμοίως

πρῶτον καὶ αὐτὸς μετὰ ὅρκων φρικτῶν καὶ μᾶλλον εἰπεῖν φρικωδεστάτων δέδωκε τὴν

ἀσφάλειαν πρὸς τὸν ἀνάκτορα, ὥστε ἐμμένειν ἀεὶ πιστὸς καὶ ὑποτεταγμένος καὶ μὴ

ζητεῖν ἢ θέλειν βασιλεῦσαί ποτε, ἀλλὰ ἔχειν τὴν εὔνοιαν καὶ τὴν στοργὴν πρὸς τὸν

βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ Ἰωάννην καὶ τοὺς ἑτέρους διαδόχους τῆς βασιλείας. Καὶ

ἐπὶ τοῦτο πάλιν ὁ βασιλεὺς μέγαν κοντόσταβλον ἐτίμησε, καθὼς αὐτὸς εἶχε καὶ πρό-

τερον.

Ἐν τούτῳ γὰρ ἀσχολούμενος ὁ βασιλεύς, ἀσθενείᾳ περιπεσὼν βαρυτάτῃ, ἐξ ἀν-

θρώπων ἐγεγόνει. Καὶ πρὶν τῆς τελευτῆς αὐτοῦ, μοναχὸς γενόμενος, καταλιπὼν ἐπί-

τροπον τῶν βασιλικῶν πραγμάτων Ἀρσένιον τὸν πατριάρχην καὶ Γεώργιον τὸν Μου-

ζάλωνα, πρωτοβεστιάριον ὄντα, μέχρις ὁ υἱὸς αὐτοῦ Ἰωάννης φθάσῃ εἰς τὴν ἀνήκου-

σαν ἡλικίαν, ἦν γὰρ τῇ ἡλικίᾳ ἕκτου ἕτους ὁ παῖς. Καὶ ἐν τούτοις ὁ πατριάρχης τὴν

σύγκλητον πᾶσαν συνάξας καὶ δημηγορήσας, καὶ πάντες ὅρκους ἐποίησαν φρικτούς·

ἵνα φυλάσσωσι τὴν πρέπουσαν εὔνοιαν καὶ πίστιν πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ

ὑποταγὴν εἰς τὸν Μουζάλωνα, ὡς ἐπίτροπον αὐτοῦ. Ὀλίγαι οὖν παρελθοῦσαι ἡμέραι,

καί τινες τῶν ἐν ἀξιώματι καὶ λαμπρότητι ταχέως ἐνεωτέρισαν, φθονήσαντες τὸν Μου-

ζάλωνα. Ἔννατος ἡμέρα ἦν μετὰ τὴν θανὴν τοῦ βασιλέως καὶ ἅπασαι τῶν ἐνδόξων

συνήχθησαν γυναῖκες ἐπὶ τὴν μονὴν τῶν Σωσάνδρων, ὁποῦ τέθαπται ὁ βασιλεύς, ἵνα

160

ποιήσωσι τὸ νενομισμένον πένθος καὶ τὰ μνημόσυνα, παρόντες δὲ οἱ ἄρχοντες καὶ

ἀρχόμενοι. Καὶ ἔτι τῆς ἱερᾶς τελουμένης λειτουργίας, τὰ ξίφη γυμνώσαντες ἐν τῷ ναῷ,

καὶ ἐν τῇ θείᾳ καὶ ἱερᾷ τραπέζῃ φυγὼν ὁ Μουζάλωνας καὶ ἐκεῖ αὐτὸν ἔσφαξαν ἀπη-

νῶς. Καὶ οὕτως αἱ γυναῖκες καὶ ὁ λοιπὸς λαὸς τὸ πένθος εἴασαν καὶ ἔφυγον· καὶ πο-

λὺς θροῦς καὶ θόρυβος ἐγένετο. Φεῦ τῶν χθὲς καὶ πρότριτα τελεσθέντων φρικτῶν ὅρ-

κων εἰς ἐκείνους καὶ παλαμναιοτάταις ἀραῖς· καὶ σήμερον ἀντ' οὐδενὸς ἐλογίσθησαν.

Ὢ τῆς εὐσπλαγχνίας σου, Χριστὲ βασιλεῦ, καὶ τῆς μακροθυμίας σου!

Ὁ δὲ πατριάρχης μόνος ἐναπολειφθεὶς καὶ οὐ τοσοῦτον ἔμπειρος ὢν περὶ τοι-

αύτης διοικήσεως εἰς λογισμοὺς καὶ φροντίδας μεγάλας ἐνέπεσε· φανταζόμενος τὸν

κίνδυνον τοῦ παιδὸς καὶ τῶν ὅλων πραγμάτων, θλιβόμενος καὶ στενοχωρούμενος ὑ-

πῆρχε καὶ κατὰ νοῦν ἐθορυβεῖτο, τίς ἂν εἴη ἐκ τῆς συγκλήτου ὁ δυνάμενος τοσού-

τους καὶ τοιούτους κλύδωνας καὶ θαλάσσας κυβερνῆσαι καὶ τὰς νῆας καὶ τοὺς πλέον-

τας οὐ βλάψαι ἢ καταποντίσαι. Ἐφάνη αὐτῷ περὶ τοῦ εἰρημένου Κομνηνοῦ Μιχαήλ,

ἵνα διὰ συνδρομῆς αὐτοῦ τῷ πατριάρχῃ βοηθήσῃ. Ἦν δὲ ὁ ἀνὴρ τοῖς πᾶσιν ἐπίσημος

καὶ περίβλεπτος, καὶ ἡ φήμη αὐτοῦ τὰς τῶν ἁπάντων ἀκοὰς ἐνηχίζουσα, φιλούμενος

ὑπὸ πολλῶν, ὡς εἴρηται· ὁμοίως καὶ ὁ πατριάρχης τῶν ἐκεῖνον ἀγαπώντων οὐ μακρὰν

διέκειτο, ἀλλὰ κρεῖττον καὶ πλέον τῶν ἄλλων καὶ αὐτὸς ἐφίλει τὸν τοιοῦτον. Καίτοι

γε καὶ τὰς κλεῖς τῶν βασιλικῶν θησαυρῶν αὐτῷ μόνῳ ἐνεμπίστευε· καὶ οἵῳ δὴ καιρῷ

χρημάτων τὰ στρατιωτικὰ ἐδέοντο πράγματα καὶ ἡ τῶν κοινῶν χρεία, αὐτῷ ἀπῄτουν·

ὃ εἰς τὰ μελετούμενά ποτε καιρῷ περὶ αὐτοῦ ἀνυσιμώτατον, καὶ τοῖς θρυλλουμένοις

ἐκ πολλοῦ πέρας ὀξύτατον. Λαβόμενος γὰρ ἀδείας εἰς τὸ τοσαῦτα μεταχειρίζεσθαι

χρήματα, καὶ πάντας τοὺς ἐν γένει καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἐνέπλησεν, ἀλ-

λὰ καὶ τῶν ὅσων τὴν γλῶσσαν ῥαδίαν εἶχον, δημαγωγεῖν τὸν ὄχλον ἐδύνατο. Ἦν δὲ

καὶ αὐτὸς ὁ Κομνηνὸς ἱκανὸς ἐν γνώσει τε καὶ πράξει, καὶ ἐν τῷ λέγειν ἐπιτηδειό-

τατος καὶ ἔμπειρος πραγμάτων παντοίων καὶ βασιλείας καὶ λαῶν διοικήσεως. Τί χρὴ

λέγειν; οἱ πάντες αὐτὸν ἐψηφίσαντο, οὕτω καὶ ὁ πατριάρχης αὐτὸν ἐβεβαίωσε καὶ

σύμψηφον ἐποιεῖτο, ἕως οὗ ὁ τοῦ βασιλέως υἱὸς φθάσῃ ἐν ἡλικίᾳ τῇ προσηκούσῃ

καὶ ἦν ἐπὶ τῶν κοινῶν πραγμάτων πάσαν ἐξουσίαν διεζωσμένος ὁ Παλαιολόγος ὁ Μι-

χαήλ. Καὶ αὐτὴ ἡ αἰτία γίνεται πρώτη πρὸς τὸν Μιχαὴλ τῆς εἰς βασιλείαν ἀναγωγῆς

καὶ καταστάσεως. Μετὰ δέ τινας ἡμέρας, πάλιν ἑτέρας μηχανὰς ῥάπτουσιν οἱ σπου-

δάζοντες ἀναβιβάσαι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπήν. Βουλὴν καινὴν ἀναμέσον

αὐτῶν ποιήσαντες ἔλεγον ἔν τε πλατείαις καὶ ῥύμαις. „Οὔκ ἔστι πρέπον οὐδὲ δίκαιον

τὸν τὰ κοινὰ διοικοῦντα πράγματα καὶ πρέσβεις πολλῶν ἐθνῶν ἀναδεχόμενον μὴ ἔ-

χειν καί τι ἀξίωμα μέγα ἐγγὺς τῆς βασιλείας, ἵνα πρῶτον ἔσηται φήμη καὶ μεγαλοπρέ-

πεια τῷ γένει τῷν Ῥωμαίων καὶ βεβαίωσις τῶν γινομένων καταστάσεων τοῖς ἔθνεσι.“

Δι' ἣν αἰτίαν καὶ ὑποκεκρυμένην ἔννοιαν καὶ τὸ δεσποτικὸν ἀξίωμα δέχεται γνώμῃ

162

τοῦ λαοῦ καὶ τοῦ πατριάρχου καὶ τοῦ δυστυχοῦς κληρονόμου τῆς βασιλείας. Ἐν ἐκεί-

νοις δὲ τοῖς καιροῖς τὰ βασίλεια καὶ ὁ πατριάρχης ἐν Νικαίᾳ τῆς Βιθυνίας ὑπῆρχε

διὰ τὸ κρατεῖσθαι τὴν τῶν πόλεων βασιλεύουσαν ὑπὸ τῶν Ἰταλῶν.

II. Καιροῦ δὲ παρελθόντος πάνυ ὀλίγου καὶ οἱ τὰ παντοῖα κακὰ συῤῥάπτοντες

καί τινες τῶν ἐν δόξῃ καὶ γένους καὶ λαμπρότητος ὑπερέχοντες καθίσαντες αὐτὸν ἐπὶ

ἀσπίδος βασιλέα αὐτὸν ἀναγορεύουσιν. Ἀκούσας δὲ ὁ πατριάρχης Ἀρσένιος τὴν τοι-

αύτην παράνομον ἀναγόρευσιν ξίφος ὡς εἰπεῖν χαλεπὸν ἐδέξατο κατὰ τῆς καρδίας καὶ

ἐν ἀφορισμῷ φρικώδει καθυπέβαλε τοὺς ἀναγορεύσαντας καὶ τὸν ἀνηγορευμένον ὡς

ἐπιόρκους καὶ παρανόμους καὶ ἐπιβάτας καὶ δυνάστας. Ἔπειτα βουλευσάμενος ἐν τῇ

διανοίᾳ καὶ μετά τινων τῆς συγκλήτου ἱερωμένων καὶ λαϊκῶν καὶ βέλτιον ἡγήσατο

ὅρκοις ἀσφαλίσασθαι φρικωδεστάτοις τὴν τοῦ παιδὸς ζωήν, μὴ χεῖρα ἐπιβάλῃ ἐπι-

βουλῆς, μήτε παρευδοκίμησιν τῆς βασιλείας αὐτοῦ ἢ ὑστέρησίν τινα ἐνθυμηθῇ· καὶ

οὕτως ἐγεγόνει. Καὶ Μιχαὴλ τὸν Κομνηνὸν οἰκείαις χερσὶν ὁ πατριάρχης διαδήματι

ἔστεψε τῷ βασιλικῷ καὶ οὐ τὴν αὐτοκρατορικὴν διηνεκῶς χαρίζεται, ἀλλὰ διὰ τὰ συμ-

βάντα τοῦ καιροῦ καὶ τῶν πραγμάτων ἠναγκάζοντο· καὶ διοικητὴν αὐτὸν ποιεῖ μετὰ

ἐξουσίας βασιλικῆς, μέχρις ὁ τῆς βασιλείας κληρονόμος ὁ γνήσιος καὶ διάδοχος φθά-

σῃ ἐν τῷ προσήκοντι καιρῷ. Τότε δὲ παρεχώρησε τῶν αὐτοκρατορικῶν θρόνων καὶ

τῶν ἑτέρων ἁπάντων βασιλικῶν συμβόλων. Καὶ ἀναμέσον τούτων πάλιν αὖθις ὅρκοι

φρικωδέστατοι τῶν προτέρων ἐτελοῦντο.

Ἀναζωσάμενος δὲ τὴν ὅλην βασιλείαν καὶ πολέμου μεγάλου συμβεβηκότος ἀνὰ

τῶν Ῥωμαίων καὶ τοῦ τῆς Αἰτωλίας καὶ τῆς Ἠπείρου κρατοῦντος Μιχαὴλ τοῦ δε-

σπότου ἔχοντος καὶ συμμάχους τοὺς δύο γαμβροὺς αὐτοῦ, τὸν τῆς Σικελίας ῥῆγα Μαφ-

φρὲ καὶ τὸν τῆς Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιπα, καὶ κατὰ κράτος νικήσαντες

αὐτὸν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς ᾐχμαλώτισαν· ἐν οἷς ἦν εἶς τῶν αἰχμαλώτων ὁ τῆς

Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιψ. Καὶ εἰς ὤνησιν τῆς ἐλευθερίας αὐτοῦ ὁ πρίγκιψ

ἐδωρήσατο χώρας τρεῖς τῆς Πελοποννήσου τὰς ἰσχυροτέρας τῷ βασιλεῖ Ῥωμαίων

τήν τε Μονεμβασίαν, τὰ Λεῦκτρα Μαΐνης, τὰ καὶ Νετάριά ποτε καλούμενα καὶ τὴν

τῆς Λακονικῆς Σπάρτην. Καὶ οὕτως πάλιν οἱ Ῥωμαῖοι ἐν τοῖς τῆς Πελοποννήσου χεῖρα ἐπέ-

βαλον· καὶ ἐξ αὐτῶν τῶν τριῶν καὶ ἅπασα ἡ λοιπὴ νῆσος Ῥωμαίοις ἐγεγόνει, ὡς καὶ

τὸ πρότερον, πλὴν ὀλίγων φρουρίων καὶ χώρων ἡ ἀριστοκρατία τῶν Ἑνετῶν ἐγκρα-

τὴς ἐγένετο.

Καὶ πάλιν ἑτέρα νίκη περιφανὴς καὶ μεγάλη καὶ ἀξία μνήμης αἰωνίου ἐν τῷ

κόσμῳ κατ' ἐκείνους τοὺς καιροὺς ἐγένετο. Τὸν γὰρ καίσαρα Ἀλέξιον τὸν ἐπίκλην

Στρατηγόπουλον, ὃς καὶ τὰ ῥηθέντα νικητήρια Ῥωμαίοις ἐποίησε κατὰ τοῦ τῆς Αἰ-

τωλίας καὶ Ἠπείρου δεσπόζοντος, στείλας πάλιν ἐκ δευτέρου ὁ βασιλεὺς κατὰ τῶν

γαμβρῶν αὐτοῦ, δοὺς αὐτῷ τινας τῶν Βιθυνίων, μέρος ὡσεί ὀκτακοσίους ἱππότας καὶ

ἑτέρους στρατιώτας ὀλίγους Θρᾷκας καὶ Μακεδόνας, ὁ δὲ καῖσαρ θέλων περάσαι

164

νυκτὸς μετὰ τοῦ στρατοῦ ἐκ τοῦ μέρους τῆς Πόλεως ὀλίγον ἐγγύς, κατὰ συγκυρίαν

ἐσυνήντησεν αὐτοὺς γηραιός τις ἀνήρ. Ὡς δὲ εἶδον αὐτὸν οἱ στρατιῶται, ἤγαγον αὐ-

τὸν πρὸς καίσαρα. Λέγει δὲ αὐτῷ ὁ καῖσαρ· ”Πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ;”

Εἶπε δὲ ὁ γέρων· „Ἐκ τῆς πόλεως.“ Λέγει αὐτῷ ὁ καῖσαρ· ”Οὐκ ἔστιν ἀληθῆ ἃ

λέγεις· νυκτὸς οὔσης, πῶς ἐξῆλθες τῶν τειχῶν;” Ὁ δὲ γέρων δειλιάσας ἔφη· „Ἔστιν

ὀπὴ ὑποκεκρυμμένη, κύριέ μου, τῇ γῇ, ἣν οὐδεὶς οἶδεν εἰ μὴ ἐγώ, ἣν καὶ ἔκπαλαι

γινώσκω καὶ δι' αὐτῆς ἐξέρχομαι καὶ εἰσέρχομαι, ὅταν βούλωμαι ἀνεμποδίστως.“

Ὡς δὲ ἤκουσεν ὁ καῖσαρ περὶ τοῦ τοιούτου πράγματος χαρίεις ἐγένετο καὶ λέγει

τῷ γέροντι πολλῶν δωρεῶν ἐπαγγελίας, ἵνα δείξῃ αὐτῷ τὸν τόπον, ὅπως καὶ ὁ

καῖσαρ εἰσίῃ μετὰ τοῦ στρατεύματος ἔνδον τῆς πόλεως· ὃ καὶ ἐποίησε. Καὶ προ-

στάξας πῦρ βαλεῖν ἐν τοῖς οἴκοις, εὐθὺς ἐνέπρηζε τὴν πόλιν κατὰ τόπους οὐκ ὀλίγους

τὸ στράτευμα· ἦν γὰρ καὶ πνεῦμα ἀνέμου βορέως πνέον πολὺ κατὰ τῆς πόλεως καὶ

ἀνῆψεν ἡ φλόξ. Καὶ ἀλαλάξαντες οἱ στρατιῶται Ῥωμαῖοι· ”Νίκη Ῥωμαίοις” ἔ-

κραζον. Οἱ δὲ Ἰταλοὶ τὸν θόρυβον ἀκούσαντες ἄφνω μέγας ἐνέπεσε θόρυβος ἐπ' αὐ-

τοὺς ἔκ τε τοῦ πυρὸς καὶ τῶν πολεμίων, καὶ γυμνοὶ ἐκ τῶν κοιτώνων ἐξήρχοντο καὶ

φόνος πολὺς κατ' αὐτῶν ἐγένετο καὶ ἀπώλεια, καὶ ἡ νίκη τοῖς Ῥωμαίοις περιφανής.

Καὶ οὕτως ἡ βασιλεύουσα παντοκρατορικῇ βοηθείᾳ καὶ δία στρατιωτικῆς ἐμπειρίας

καὶ μηχανῆς τοῦ καίσαρος Ῥωμαίοις ἐγένετο καὶ ἐκ τῶν Ἰταλῶν χειρῶν ἠλευθέρωτο

ἡ μεγαλόπολις, κρατουμένη ὑπ' αὐτῶν ἔτη πεντήκοντα ἐννέα, μήνας τρεῖς καὶ ἡμέρας

τέσσαρας.

Ἀγγελθεῖσα δὲ ἐν Νικαίᾳ ἡ τοιαύτη μεγάλη νίκη τῷ βασιλεῖ, ἐθαύμασε καὶ

οὐκ ἐπίστευε, πῶς μετ' ὀλίγου πάνυ στρατοῦ ὁ καῖσαρ ἔγινε ἐγκρατὴς τῆς τοιαύτης

καὶ τηλικαύτης πόλεως. Καὶ ἐκ δευτέρου ἕτερος ἐλθὼν δρομεύς, τὰς ἀγγελίας κομί-

ζων τῷ βασιλεῖ καὶ ἐκ τῶν χειρῶν τοῦ καίσαρος γράμματα, ὃς ἰδών, ἐπίστευσε καὶ

τῷ Θεῷ χαριστήρια δίδωσι, καὶ προστάξας ὁ βασιλεὺς μετὰ γνώμης τοῦ πατριάρχου

καὶ τῆς συγκλήτου πάσης διὰ τὴν νίκην τῆν θαυμαστὴν καὶ ἔργα μεγάλα, ἃ ἐποίησεν

ὁ καῖσαρ εἰς αὔξησιν τῆς ἀρχῆς Ῥωμαίων, ἵνα εἰς πᾶσαν τὴν ἀρχὴν τῶν Ῥωμαίων ὁ

πατριάρχης, ἀρχιεπίσκοποι, ἐπίσκοποι καὶ πᾶσα ἡ ἐκκλησία μετὰ τὴν τοῦ αὐτοκρά-

τορος φήμην ἐμφημήσωσι καὶ μνημονεύσωσι τὸν καίσαρα ἐν ταῖς θείαις καὶ ἱεραῖς

λειτουργίαις καὶ ἐν πάσῃ ἑτέρᾳ ἱεροτελετῇ καὶ ἀκολουθίᾳ τῶν ἁγίων ἐκκλησιῶν με-

γαλοφώνως· ὁμοίως καὶ τὰ παράσημα τοῦ καίσαρος φέρειν καθ' ἑκάστην ἡμέραν ἐν

παντὶ τόπῳ καὶ ὥρᾳ ἐφ' ὅλης τῆς ζωῆς αὐτοῦ καὶ θριάμβους μεγάλους ποιήσαντες

αὐτῷ, ὡς ἔθος ἦν ποιεῖν τοῖς νικηταῖς ἐν ταῖς τοιαύταις νίκαις.

Εἶτα ἐξογκωθεὶς ταῖς τῆς τύχης νίκαις ὁ βασιλεύς, γνωρίσας καὶ τῆς συγκλήτου

τινὰς καὶ τοῦ δήμου πολλοὺς διαφυλάττοντας πρὸς αὐτὸν εὔνοιαν καὶ ἀγάπην καὶ πί-

στιν, καὶ ἐπαρθεὶς τῇ διανοίᾳ, μὴ φοβούμενος τοὺς φρικώδεις καὶ φοβεροὺς ὅρκους,

οὓς κατενώπιον τοῦ βήματος τοῦ Χριστοῦ ἐποίησεν, ἀλλ' ἐξαποστείλας ἐλεινῶς ἐστέ-

ρησε τῶν ὀφθαλμῶν τὸν διάδοχον καὶ κληρονόμον τῆς βασιλείας Ἰωάννην τὸν Λά-

σκαριν καὶ ἀνύποπτον φόβου παντὸς οὗτος τὴν βασιλείαν ἐλευθέραν ἑαυτῷ κατεστή-

166

σατο. Ὡς δὲ ἤκουσεν ὁ πατριάρχης τὴν τοῦ ταλαιπώρου κληρονόμου τῆς βασιλείας

τύφλωσιν, χερσὶ μὲν ἔτυπτε τὰ στέρνα, ξίφει ὡς εἰπεῖν τέτρωτο τὴν καρδίαν, γῇ καὶ

ἡλίῳ τὴν ἀδικίαν ἐβόα καὶ τὰ στοιχεῖα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο, κλαίων καὶ στε-

νάζων καὶ τὸν πώγωνα χερσὶ ἐκριζὼν καὶ μετὰ λίθων ἀγρίων τὸ στῆθος καὶ τὰ γό-

νατα ὀδυρόμενος ἔτυπτε καὶ τὴν κεφαλὴν ἐπὶ τοῦ στήθους ἔῤῥιπτε, κράζων γοερῶς· „Ὦ

φρῖξον, ἥλιε, ὦ στέναξον, γῆ, καὶ κλονουμένη βόησον τὴν ἀδικίαν καὶ ἐπιβουλὴν

καὶ ὠμότητα καὶ ἀπανθρωπότητα!“ Ὡς δὲ ὁ πατριάρχης μὴ ἕχων τι ἕτερον πρᾶξαι,

ἐν ἀφορισμῷ ἀλύτῳ τὸν βασιλέα καὶ τοὺς συνίστορας καὶ συνηγόρους καθυπέβαλε καὶ

τὴν ἐκκλησίαν παραιτησάμενος καὶ τὸν θρόνον ἐν τῷ ὑπ' αὐτῷ ἀσκητηρίῳ ὤχετο. Καὶ

τοιουτοτρόπως ἦλθεν ἡ βασιλεία, ὡς εἰρήκαμεν, ἐπὶ Μιχαὴλ τὸν πρῶτον τῶν Παλαιο-

λόγων, ὡς μὴ ὤφελεν.

III. Οὗτος μὲν ὁ βασιλεὺς Μιχαὴλ μετὰ τὸ κερδῆσαι τὴν Πόλιν καὶ εἰσελθεῖν

ἐν αὐτῇ, τὸν διαδράσαντα βασιλέα Βαλδουῖνον ἀκούσας εἰς Ἰταλίαν ἐλθεῖν ἀφικόμε-

νον καὶ μετὰ Καρούλου τοῦ ῥηγὸς τῆς Ἰταλίας καὶ ἑτέρων αὐθεντῶν ὁμονοήσαντα καὶ

συνθήκας ἄνα αὐτῶν ποιήσαντες, ἵνα κατὰ τῆς βασιλευούσης τῶν πόλεων διὰ ξηρᾶς

καὶ θαλάσσης παρασκευάζωνται ἐλθεῖν, ἵνα πάλιν τὸν Βαλδουῖνον εἰς τὴν ἀρχήν, ρν

ἀπώλεσεν, ἀποκαταστήσωσι, καὶ τὸ τῆς πόλεως ἀσθενὲς θεωρῶν καὶ οὐχ ἕτερον ἔχων

τὶ πρᾶξαι, διαπρεσβεύεται πρὸς τὸν πάπαν*** περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως, εἰ μὴ

μόνον ἐμποδίσῃ τὴν τοιαύτην ἐπιχείρισιν. Καὶ ὁ πάπας ἀσμένως τὴν πρεσβείαν δέ-

χεται καὶ ὑπόσχεται ἐκτελέσαι ὁπόσα τῷ βασιλεῖ ἀρεστά. Καὶ ἡ ἕνωσις ἐγεγόνει ἐφ'

ὅρων τριῶν κεφαλαίων· πρῶτον ἐν ταῖς ἱεραῖς ὑμνωδίαις τὸν πάπαν μνημονεύεσθαι

μετὰ τῶν ἑτέρων τεσσάρων πατριάρχων, δεύτερον δὲ τῆς ἐκκλήτου, τὸν βουλόμενον

ἐξιέναι καθάπερ ὡς μεῖζον ἀνατρέχῃ δικαστήριον, τρίτον τὸ πρωτεύειν ἐν πᾶσι· περὶ

δὲ τῶν ὅσα αὐτοὶ καινοτομοῦσιν, οὐδὲν ἐῤῥέθη. Ἐπὶ τούτοις ὁ ἱερὸς τῆς ἐκκλησίας

κατάλογος οὐκ ἠρέμησαν καὶ τὸν ὄχλον ἀνέσειον, ὡς μέγαν ἐντεῦθεν ἐγείρεσθαι θό-

ρυβον καὶ ἐπὶ μέγιστον κορυφοῦσθαι τὰ πράγματα κλύδωνα. Καὶ ὁ βασιλεὺς οἰκονο-

μίᾳ λέγων γενέσθαι τὸ πρᾶγμα, οὐχὶ καινοτομίᾳ, καὶ τοὺς μὴ πειθομένους πολλοὺς

ἐμαστίγωσε καὶ ἐκάκωσε καὶ ἐξώρισε. Καὶ ταῦτα πάντα μεθοδεύοντος τοῦ βασιλέως

οὐδὲ ὠφελήθη ᾒ ἐκατώρθωσεν, ἀλλὰ τοῦ Καρούλου καὶ Βαλδουίνου μετὰ στρατοῦ

πολλοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς ἐλθόντων καὶ πολέμου γεγονότος, ἡ ἄμαχος δύνα-

μις τὰς βουλὰς καὶ δυνάμεις τῶν Ἰταλῶν ἀπράκτους καὶ ζημιωμένας μετὰ αἰσχύνης

ἀπέπεμψε καὶ τὸ τοῦ Δαβὶδ θεῖον ῥητὸν ἐπληρώθη τὸ ”ἐπικατάρατος πᾶς ὁ ἐλπίζων

ἐπ' ἄνθρωπον.” Καὶ ἐκ τῆς θαλάσσης πάλιν ὁ στόλος τῶν Ῥωμαίων τὸν τοῦ Καρού-

λου στόλον ἐτρόπωσεν. Εἶτα ἐξελθὼν προσελήφει καὶ τὰς ἐν Αἰγαίῳ πελάγει νήσους μικρὸν

168

πάσας· Ῥόδον τε καὶ Κῶον, Χίον καὶ Λῆμνον καὶ ὅσας ἑτέρας, αἳ τοῖς Λατίνοις

ἐδούλευον!

Ἀρσένιος δὲ ὁ πατριάρχης τὸν θρόνον καταλιπών, χειροτονεῖται Γερμανὸς ὁ

ἀρχιεπίσκοπος Ἀνδριανουπόλεως. Εἶτα δὲ πάλιν ὁ Γερμανὸς ἀκούων ὑβριζόμενος

ὡς παρανόμως τὸν θρόνον ἔχων, καί τε τοῦ Ἀρσενίου ἔτι ζῶντος, παρεχώρει τοῖς βου-

λομένοις τὸν θρόνον καὶ χειροτονεῖται ἀντ' αὐτοῦ Ἰωσὴφ πατριαρχήσας ἔτη***, εἶτα

ὁ Βέκκος ὁ τῆς Μεγάλης Ἐκκλησίας χαρτοφύλαξ.

Ἐπὶ τῆς βασιλείας τοῦδε τοῦ αὐτοκράτορος, διὰ τοὺς πολέμους τοὺς ἐν Εὐρώ-

πῃ παρὰ τῶν Ἰταλῶν, ἀρχὴ τῶν δεινῶν τῆς ἐν Ἀσίᾳ Ῥωμαϊκῆς ἀρχῆς παρὰ τῶν Τουρκῶν

ἐγεγόνει. Ἐν τῇ Παμφλαγονίᾳ γὰρ πόλεμον ἔχων μετὰ τῶν Τουρκῶν, τὰ τῶν Ῥωμαίων

εἰς ἄκρον ἐσφάλισαν καὶ εἰς φυγὴν ἐτράπησαν. Καὶ ἐν τῷ φεύγειν πολλοὺς ἀπέκτει-

νον καὶ ᾐχμαλώτιζον· αὐτοὶ δὲ πάντοτε ἔφευγον παρὰ τὸν ποταμὸν ἀμετάστρεπτοι. Καὶ

ὅσην αἰχμάλωτον ἔσχον γῆν οἱ σατράπαι αὐτῶν, αὐτὴν διελόμενοι διέζωσαν πᾶσαν

ἀπὸ θαλάσσης τῆς περὶ τὸν Πόντον καὶ Γαλατίαν ἕως θαλάσσης τῆς περὶ Λυκίας καὶ

Καρίαν καὶ τὸν ποταμὸν Εὐρυμέδοντα. Καὶ οὗτος ὁ πόλεμος ἀρχὴ ἦν καὶ αἰτία καὶ

ἀφορμὴ τῆς τῶν Ῥωμαίων βασιλείας καταστροφῆς. Καὶ ὁ βασιλεὺς ἀπηγορηκώς, πο-

λίχνοις συχνοῖς τὸν ποταμὸν Σαγγάριον ὠχύρωσεν, ἵνα μὴ ἀποβάντες κυριεύσωσι καὶ

τὴν Βιθυνίαν.

Ἐγέννησε δὲ υἱοὺς δύο· Ἀνδρόνικον τὸν βασιλέα καὶ Κωνσταντῖνον τὸν Πορφυρο-

γέννητον καὶ θυγατέρας ***. Καὶ ἐν τῷ Θετταλικῷ πολέμῳ ἐρχόμενος καὶ ἔν τινι

χώρῳ εὑρισκόμενος λεγομένῳ Παχουμίου καὶ Ἀλλαγῆς, νόσος ἐνσκήπτει δεινὴ περὶ

τὴν καρδίαν, θάνατον σύντομον ἀπαγγέλουσα. Καὶ ἐν τῷ τόπῳ ἐκείνῳ διὰ ἡμερῶν δύο

τὸ ζῆν ἐξεμέτρησεν, ἐπὶ ἔτους ͵ϚψϘαʹ, ἰνδικτιῶνος ιδ–ης, ἐτῶν ὑπάρχων ἑξήκοντα καὶ

ὀκτώ, ἐξ ὦν βασίλευσεν ἔτη τριάκοντα πέντε. Ὁ δὲ υἱὸς καὶ βασιλεὺς Ἀνδρόνικος

τηνικαῦτα παρών, τῆς νενομισμένης τοῖς βασιλεῦσι ταφῆς τὸν πατέρα οὐκ ἠξίωσεν,

ἀλλ' οὐδ' ὁποία δημόταις καὶ ἀπόροις ἐφεῖται. Μόνον δὲ κελεύσας νυκτός τινας ὀλί-

γους ἄνδρας πόῤῥω τοῦ στρατοπέδου τὸ πτῶμα ἀγαγεῖν, πλείστην ἐπεσώρευσαν γῆν,

ἵνα μὴ θηρίων στόμασι τὸ βασιλικὸν σῶμα διαμερισθῇ· τὸ δὲ αἴτιον ἡ τοῦ ὀρθοῦ τῆς

ἐκκλησίας δόγματος παρατροπή, ᾗ ζῶν μὲν ἐκεῖνος, ὡς εἰρήκαμεν, ἐχρήσατο.

{Βασιλεία Ἀνδρονίκου τοῦ Παλαιολόγου τοῦ πρώτου}

IV. Ἐπειδὴ λοιπὸν πρὸς τὸν υἱὸν Ἀνδρόνικον ἡ τοῦ κράτους καὶ τῶν βασι-

λικῶν σκήπτρων μετέβη διαδοχή, εἰς ταραχὴν οὐκ ὀλίγην ἦλθον τὰ πράγματα. Ἵνα

μήτε νεωτέρισις γένηται, ἤτοι ἀπόστασις, ἢ ἀφηνιασμός, αὐτὸς δὲ συνετὸς ὢν καὶ

170

τὰ ἐρχόμενα, ἤτοι μέλλοντα, πάντα σάλον καὶ σκάνδαλον φρονίμως ἐκυβέρνησε καὶ

τὰ ὅσα ἀρεστὰ τοῖς ἐπηκόοις ἐποίησε. Καὶ πρῶτον μὲν τὴν τῆς ἐκκλησίας κατάστασιν

καὶ διόρθωσιν ἐπρομηθεύσατο καὶ ἐποίησε· ζῶντος γὰρ τοῦ πατρός, ὡς ἔφημεν, ἔκρυ-

βε. Καὶ θεσπίσματα βασιλικὰ καὶ δόγματα διεπέμποντο, τὴν τῆς ἐκκλησίας διόρθωσιν

εὐαγγελιζόμενα καὶ ἅμα τοὺς διὰ τὸν τῆς ἐκκλησίας ζῆλον ὑπερορίους κατάγοντα. Καὶ

τὸν πατριάρχην Βέκκον εὐθὺς ἐκ τοῦ θρόνου καταβιβάσαντες, ὡς τὰ Λατίνων φρο-

νοῦντα, διαδέχεται δὲ τὸν πατριαρχικὸν θρόνον μοναχός τις Ἀθανάσιος τοὔνομα, παι-

διόθεν τοῖς ἀσκητικοῖς γεγυμνασμένος πόνοις, διατρίβων δὲ ἐν τοῖς τοὺ Γάνου ὄρε-

σιν, <ὁρμώμενος ἐκ Πελοποννήσου ἐκ χώρας λεγομένης Ἀν-

δρούσης· καὶ διὰ τοῦτο μὲν προστάξει βασιλικῇ καὶ ψήφῳ

συνοδικῇ τὴν ἑαυτοῦ πατρίδα Ἀνδροῦσαν ἐπισκοπὴν ἐτίμησε

καὶ τῇ μητροπόλει Μονεμβασίας ὑποτάσσεσθαι.> Μετὰ δὲ τὴν καθαί-

ρεσιν καὶ ἐξορίαν τοῦ πατριάρχου Βέκκου, πάντας τοὺς ἑτέρους ἀρχιερεῖς τοὺς ὄντας

συγκοινωνοὺς τῇ γνώμῃ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου μετὰ αἰσχύνης πάντας τῆς

ἀρχιερωσύνης ἐγύμνωσαν· καὶ ἕτερα σκάνδαλα ἄξια θρήνου ἐν τῇ ἐκκλησίᾳ γεγόνασι

παρὰ τῶν τότε ἀρχιερέων. Καὶ τὸ φιλότιμον τοῖς στρατιώταις ἔπειτα μὲν ἀσμένως

ἐδωρήσατο· καὶ τὸ ὑπήκοον πᾶν χαρᾶς ἐνεπλήσθησαν.

Ἐλθὼν δὲ ἐν τῇ πόλει καὶ εἰς μνήμην ἐληλυθώς, ὧν ὁ πατὴρ ἔπραξε κατὰ τοῦ

νέου Ἰωάννου τοῦ Λασκάρεως, καίπερ ἡ τῆς βασιλείας μᾶλλον προσῆκε διαδοχή, καὶ

τῆς συνειδήσεως κέντρῳ πληττόμενος, καὶ μείζονα πάντων τῶν ἀρετῶν τὴν διάκρισιν

ἔλεγεν· ἦκε παρὰ τὸν τυφλωθέντα δι' αὐτὸν παρὰ τοῦ πατρός, ἔν τινι πολιχνίῳ τῆς Βι-

θυνίας εὑρισκόμενον, καὶ ἰδὼν αὐτὸν καὶ τὰ ἥκοντα παραμυθούμενος καὶ μεγάλου σχή-

ματος ταπεινώσεως συγχώρησιν αἰτῶν παρ' αὐτοῦ, οὐκ εἰδὼς ἂ ὁ πατὴρ ἐποίησε· καὶ

ἐὰν καὶ ἦν δυνατόν, καὶ ἀρεστὸν ὑπάρχῃ, ἵνα τὴν βασιλείαν πάλιν μερίσωσι καὶ πᾶ-

σα ἐξουσία εἰς χεῖρας αὐτοῦ ἔσηται. Καὶ τὰ πρὸς τὴν χρείαν ἄφθονα πάντα πλουσίως

παρέσχεν αὐτῷ διὰ τοῦ βίου, ὃ δὴ καὶ πεπραχὼς καὶ πράττεσθαι καὶ προστεταχὼς

ἀσμένως ποιεῖ πάντοτε.

Ἀνεφύησαν δέ τινες διαβολαὶ κατὰ τοῦ Πορφυρογεννήτου, αὐταδέλφου τοῦ βα-

σιλέως, ὅτι βασιλείας ἔρωτι τρέφεται· καὶ στείλας ἐπιάσεν αὐτὸν καὶ πάντας τοὺς

συνομιλοῦντας γνησίους.

<Ἐν οἷς ἦν ὁ προύχων, ὑπῆρχε τὰ μάλιστα καὶ πλούτων καὶ

γένους λαμπρότητι καὶ ἐν στρατηγίαις περιβόητος, Μιχαὴλ

Στρατηγόπουλος ὁ Μελισσηνός· καὶ ἐν δεσμωτηρίοις καθείρ-

γνυται καὶ πολλά, ὧν ἐκέκτητο ἀγαθῶν ἐδημοσίευσεν.>

172

Ἐγέννησε δὲ υἱοὺς ὁ βασιλεὺς καὶ αὐτοκράτωρ Ἀνδρόνικος τούσδε· Μιχαὴλ

τὸν βασιλέα καὶ Κωνσταντῖνον τὸν δεσπότην ἐκ τῆς τῶν Οὐγγρῶν πρώτης αὐτοῦ συ-

ζύγου. Ἐκ δὲ τῆς δευτέρας Εἰρήνης τῆς ἀπὸ Λογγοβαρδίας, τῆς ἐπ' ἀδελφῆς θυγατρὸς

τοῦ ῥηγὸς Ἰσπανίας, ἀπογονῆς δὲ μαρκίωνος Μοντεφεῤῥάτου, τοῦ κληρωσαμένου τὴν

Θεσσαλονίκην, ὡς προέφημεν, —καὶ ῥὴξ Θετταλίας ἐγεγόνει, ὅτε οἱ Ἰταλοὶ τῆς

Ῥωμαίων γῆς ὀλίγον καιρόν τινα ἐγκρατεῖς ἐγένοντο, —ἐγέννησεν οὖν Ἰωάννην, Θεό-

δωρον καὶ Δημήτριον καὶ θυγατέρα ὀνόματι Σιμωνίδα, ἢν ἔλαβεν εἰς γυναῖκα ὁ δε-

σπότης Σερβίας. Καὶ ὁ μὲν Ἰωάννης γυναικὶ συζευχθείς, ἄπαις τέθνηκεν. Ἡ δὲ βασι-

λὶς καὶ δέσποινα Εἰρήνη ἐνῆγε δὲ εἰς τοῦτο μάλιστα· ζηλότυπος ἦν ὡς μητρυιὰ καὶ

περὶ τὸν πρόγονον ἔτρεφεν· οὐ διέλιπεν ὅθεν νύκτα τε καὶ ἡμέραν ἐνοχλοῦσα τὸν βασι-

λέα καὶ σύζυγον, ἵνα καὶ τοὺς υἱοὺς αὐτῆς κοινωνοὺς καὶ συμμεριστὰς καταστήσῃ τοῦ

κράτους. Ὁ δὲ βασιλεὺς ἀδύνατον εἶναι ἔλεγεν τὴν μοναρχίαν Ῥωμαίων πολυαρχίαν

ποιήσῃ. Πολλὰ δὲ πραξάσης καὶ εἰπούσης καὶ τῶν ἐλπίδων ψευσθεῖσα, θυμῷ ληφθεῖ-

σα καὶ λύπῃ, πλεῖστα χρήματα τῷ ἑαυτῆς υἱῷ Θεοδώρῳ δώσασα εἰς Λογγοβαρδίαν ἀπέ-

στειλε καὶ μαρκίωνα τοῦτον κατέστησεν ἐν τῇ ἑαυτῆς πατρίδι. Ἐκεῖσε δὲ γυναικὶ συ-

ζευχθεὶς τὸ γένος Σπίνουλα καὶ υἱοὺς καὶ θυγατέρας ἐγέννησεν.

V. Ἐν δὲ τῇ βασιλείᾳ τοῦ εἰρημένου αὐτοκράτορος ἐκ τῆς Ἀσίας τὰ μέγιστα

τῶν κακῶν ἀνεῤῥάγησαν πελάγη. Συνασπισμὸν οἱ τῶν Τουρκῶν σατράπαι ποιήσαν-

τες πάλιν, νεωστὶ πάντα τόπον κατέδραμον ἄχρι θαλάττης ἀκτῶν. Ἐν οἷς σατράπαις

ὑπῆρχε καὶ ὁ Ὀτθμάνης, εἶς αὐτῶν. Τῇ νίκῃ ἐκείνῃ θρασυθέντες, διὰ τοῦ Ἑλλησπόντου

ἐν τῇ Χεῤῥονήσῳ τῆς Θρᾴκης περάσαντες, πᾶν κακὸν καὶ δεινὸν ἐν ἐκείνοις τοῖς

μέρεσι διέπραξαν καὶ πολὺν τόπον διήρχοντο ληΐζοντες, ὥστε μήτε ἀροτριᾶν, μήτε

σπείρειν, οὔτε τῶν πόλεων ἐξιέναι ἐδύναντο ἐπὶ ἔτος ἓν καὶ μῆνας δέκα.

Ἔτυχε δὲ καὶ τοῦτο ἐν τοῖς καιροῖς ἐκείνοις ἐμπεσεῖν Λατῖνόν τινα Καταλάνον,

Ῥογέριον τοὔνομα, ἀθροῖσαι ἐκ τῆς κάτω Ἰβηρίας στρατόπεδον. Καὶ τριήρεις τέσ-

σαρας πληρώσας, καὶ λῃστρικὸν ἀδεῶς μετῄει βίον, δεινότατος ἐν τούτῳ γενόμενος·

οὐ μόνον ναυσὶ φορτίοις ἐπετίθετο, ἀλλὰ καὶ αὐτὰς δὴ τὰς μεγάλας τῶν νήσων ἐσκύ-

λευε καὶ φοβερὸς ἐν τῇ κάτω θαλάσσῃ ἐδόκει εἶναι. Ἔδοξε τοίνυν τούτῳ τῷ ἄρχοντι,

διαπρεσβευσαμένῳ πρὸς τὸν βασιλέα Ἀνδρόνικον συμμαχῆσαι αὐτῷ κατὰ τῶν Τουρ-

κῶν. Καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν δεξάμενος, ἄρας ἐκεῖνος ἐκ τῶν ἑσπερίων πρὸς

τὸ Βυζάντιον ἔρχεται, ἔχων μεθ' ἑαυτοῦ δισχιλίους ἄνδρας μαχικούς· καὶ ὁ βασιλεὺς

τῷ τοῦ μεγάλου δουκὸς ὀφφικίῳ τοῦτον ἐτίμησε. Μετ' ὀλίγον δὲ ἥκει καὶ ἕτερος Κα-

ταλάνος τοὔνομα Μπιγκέριο Τέντξας, συγγενὴς τοῦ Ῥογερίου. Καὶ ὁ βασιλεὺς μὲν τὴν

174

τῶν χρημάτων δαπάνην τὴν ἀρκοῦσαν περὶ τὰ ἐκείνων ἐνδύματα καὶ τὰς δωρεὰς καὶ

τὰ ἐπίλοιπα σιτηρέσια εἰς πλησμονὴν ἔδωσεν. Ὀλίγου δὴ καιροῦ παρελθόντος διέβη-

σαν εἰς τὴν Ἀσίαν μετὰ στρατοῦ τοῦ πολεμεῖν τοὺς ἐχθρούς. Περὶ τῶν ἐχθρῶν ὀλί-

γα αὐτοῖς ἔμελεν, ἀλλὰ τὸ ὑπήκοον πλεῖστα ἐλύπουν. Καὶ τί χρὴ λέγειν ὁπόσα εἰρ-

γάσαντο κακὰ παρόντες καὶ δεινὰ τοῖς Χριστιανοῖς; ἀνδράσι τε καὶ γυναιξὶν οὐδὲν

ἄμεινον οἵῳ ἀνδραποδισμῷ ἐχρήσαντο· καὶ οὐκ ἠλέουν τινὰ δακρύοντα, ἀλλὰ τοῖς ὑ-

πηκόοις ἐποίουν κακὰ ὑπὲρ ἀσεβεῖς καὶ ἐχθρούς. Καὶ ἦν ἰδεῖν οὐ μόνον τὰς οὐσίας

ἁρπάζειν τῶν ταλαιπόρων Χριστιανῶν, ἀλλὰ θυγατέρας τε καὶ γυναῖκας ὑβρίζοντες.

Πρεσβῦται καὶ ἱερεῖς ἐδεσμεύοντο καὶ ἐμαστιγοῦντο. Ταῦτα μαθὼν ὁ βασιλεύς, θυμῷ

ἐτήκετο καί τινος μηχανῆς βοηθούσης ἐδέετο. Διαβαίνειν πρὸς τὴν Θρᾴκην τὸν Ῥο-

γέριον μετὰ τοῦ στρατοπέδου ἐκέλευσε πρὸς τὸ τῆς Καλιουπόλεως φρούριον. Καὶ τὸ

στρατόπεδον ἐκεῖ κατέλιπον καὶ πρὸς τὸν βασιλέα ὁ Ῥογέριος μετά τινων εἰς προ-

σκύνησιν ἔρχεται, οὗ γενομένου, ὁ βασιλεὺς τοὺς περιστάτας ξιφήρεις προστάξας τού-

τους κατακόπτειν. Μαθόντες δὲ οἱ ἕτεροι Λατῖνοι, οἱ ἐν τῇ Καλιουπόλει, τὰ γενόμενα,

εἰς ἀποστασίαν ἐτράπησαν καὶ τὸ φρούριον ὀχυρώσαντες, ὡς ὁρμητήριον εἶχον. Καὶ

μετὰ τῶν Τουρκῶν ὁμονοήσαντες εἰς φανερὰν λῃστείαν καὶ ἁρπαγὴν ἐξῆλθον. Ὁ δὲ

βασιλεὺς Μιχαὴλ τὰς Θρᾳκικὰς καὶ Μακεδονικὰς δυνάμεις λαβὼν ἦλθε κατ' αὐτῶν

καὶ συμβαλὼν αὐτοῖς, οὐδὲν ἐποίησεν, ἀλλὰ μάλιστα καὶ ζημιωμένος ἐπανέστρεψεν.

Εἶτα οἱ ἀρχηγοὶ αὐτῶν διαφερόμενοι ἐμερίσθησαν· καί τινες μὲν πρὸς τὸν βασιλέα

ἦλθον, ἕτεροι δὲ μετὰ τῶν Τουρκῶν ἐστράτευον, ἕτεροι δὲ λῃστεύοντες τοῦ ζῇν ἐπο-

ρίζοντο, ἕως καὶ εἰς τέλος ἐξουθενήθησαν.

Ὁ δὲ βασιλεὺς Μιχαὴλ στρατὸν πάλιν συναθροίσας, ἔρχεται πρὸς τὴν Χεῤῥό-

νησον κατὰ τῶν Τουρκῶν καὶ τοσοῦτον ἐσφάλη· καὶ αἰφνιδίως τὸν στρατὸν οἱ ἐναν-

τίοι περικυκλώσαντες, εἰς φυγὴν ἐτράπησαν οἱ Ῥωμαῖοι, καταλιπόντες τὰς σκηνὰς

τὰς βασιλικὰς καὶ τὰ βασιλικὰ χρήματα καὶ πάντα τὰ βασιλικὰ παράσημα. Καὶ ἐκ τρί-

του ἕτερον στρατὸν οἰκονομήσας, ἀλλ' ὁ βασιλεὺς οὐ παραγίνεται, εἰ μὴ καταστήσας

ἔξαρχον τῆς στρατιωτικῆς δυνάμεως Φιλῆν τὸν Παλαιολόγον, τὸν τότε τὴν πρωτο-

στρατορικὴν ἀρχὴν διεζωσμένον. Καὶ στρατεύσας κατὰ τῶν Ἀγαρηνῶν καὶ συμβαλὼν

αὐτοῖς εἰς τέλος ἐνίκησε καὶ πολλοὺς ἐθανάτωσε καὶ ᾐχμαλώτευσε. Καὶ οἱ ἐναπολει-

φθέντες ὀλίγοι ζῶντες ἐν ἐκείνῳ τῷ καιρῷ κακῶς ἐκ τῆς Χεῤῥονήσου Θρᾴκης ἐδιώ-

χθησαν.

Ἀθανάσιος δὲ ὁ πατριάρχης ἐπὶ ἔτη τέσσαρα τὸν θρόνον διοικῶν, εἶτα ἐγγρά-

φως παραιτησάμενος ἐν τῷ ἀσκητηρίῳ τῷ ὑπ' αὐτοῦ κτισθέντι ἐλθὼν ἡσύχαζε· καὶ ἀντὶ

αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ ἐκ Σωζοπόλεως, ὅστις γυναῖκα καὶ τέκνα ἔχων, ἔ-

πειτα θανάτῳ τὴν γυναῖκα ἀποβαλών, τὸ μοναδικὸν ὑποδὺς τριβώνιον καὶ ὁ χρόνος

καὶ ἡ ἀρετὴ προβιβάσαντες αὐτόν, πατριάρχης Κωνσταντινουπόλεως ἐχρημάτισε. Και-

176

ρῷ δέ τινι τὸν θρόνον διαπρέψας, εἶτα παραιτησάμενος καὶ πάλιν Ἀθανάσιος ἐκ δευ-

τέρου τὸν θρόνον ἀνέλαβε, κρατήσας τὰς οἴακας τῆς ἐκκλησίας ἔτη ὀκτώ. Εἶτα πά-

λιν σκάνδαλά τινα ἀνεφύησαν, —καὶ οὗτος τὴν ἡσυχίαν πάντοτε ἦν ἀσπαζόμενος,

—αὖθις τὸν θρόνον παρῃτήσατο. Καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Νήφων ὁ τῆς Κυζί-

κου πρόεδρος καὶ καιρὸν ὀλίγον τὸν θρόνον διαπρέψας, εἶτα καταβιβάζεται καὶ ἀνά-

γεται ἀντ' αὐτοῦ εἰς τὴν πατριαρχικὴν περιωπὴν…

δρόμο…

The complete text is available when the reading interface loads.