De Leone Armenio
- Edition reference
- De Leone Armenio (e cod. Vat. gr. 2014), ed. I. Dujčev, "La chronique byzantine de l'an 811," Travaux et mémoires 1 (1965) 210–216.
- CTS identifier
urn:cts:greekLit:tlg3177.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
83
τῶν ἀθέων Βουλγάρων, οὔπω τότε βαπτισθέντων, ἀρνήσασθαι τὸν Χριστὸν καὶ τῆς
84
ἐθνικῆς καὶ σκυθικῆς πλάνης μεταλαβεῖν· οἵτινες τῇ τοῦ Χριστοῦ ἐνισχυθέντες
85
δυνάμει πᾶσαν ὑπομείναντες αἰκίαν, τὸν μαρτυρικὸν στέφανον ποικίλαις κολάσεσιν
86
ἀνεδήσαντο.
87
Οὕτω Νικηφόρος ὁ βασιλεὺς ἐξ ἀβουλίας καὶ ἀλαζονείας ἑαυτόν τε καὶ πᾶσαν τὴν
88
τῶν Ῥωμαίων ἰσχὺν ἀπώλεσεν, βασιλεύσας ἔτη ηʹ καὶ μῆνας ἑπτά. Ἦν δὲ οὗτος
89
ἀνὴρ διμοιραῖος, πλατύς, προγάστωρ, δασύκομος, πρόχειλος, πρόσωπον ἔχων μέγα
90
καὶ γένειον πολὺ πεπολιωμένον, τῷ δὲ σώματι παχύς, φρόνιμός τε πάνυ καὶ πανοῦργος
91
καὶ ὀξὺς εἰς τὸ νοῆσαι, μάλιστα εἰς τὰ τοῦ δημοσίου πράγματα, μικρολόγος τε καὶ
92
φιλάργυρος καθ' ὑπερβολήν. Διὸ καὶ τὸν ὄλεθρον αἰώνιον ἐκληρώσατο.
93
Ἡμεῖς δέ, ἀδελφοί, μνημονεύσωμεν τῶν προαπελθόντων ἀδελφῶν ἡμῶν καὶ
94
πατέρων, καὶ τὸν ἀγαθὸν καὶ δίκαιον ἡμῶν Θεὸν ἱκετεύσωμεν ῥύσασθαι ἡμᾶς τοιαύτης
95
κατακρίσεως, καὶ δι' ἐπιμελείας τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ τῶν ἐπηγγελμένων
96
τοῖς δικαίοις ἀγαθῶν ἐπιτυχεῖν· ὅτι εὐλογημένος καὶ δεδοξασμένος ὑπάρχει εἰς τοὺς
97
αἰῶνας τῶν αἰώνων. Ἀμήν.