De velitatione bellica
- Edition reference
- De velitatione bellica (sub nomine Nicephori II Phocae), ed. G. Dagron and H. Mihaescu, Le traité sur la guérilla (de velitatione) de l'empereur Nicéphore Phocas (963–969), Paris: Centre National de la Recherche Scientifique, 1986: 29–135.
- CTS identifier
urn:cts:greekLit:tlg3181.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
pinax
t
{ΠΕΡΙ ΠΑΡΑΔΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ
ΤΟΥ ΒΑΣΙΛΕΩΣ}
1
Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ' ἀλλήλων μία ἑκάστη
διίστασθαι.
2
Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων.
3
Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίας.
4
Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις καὶ περὶ τοῦ
προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντας.
5
Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων.
6
Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν
ποσότητος.
7
Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς
πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν.
8
Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεως.
9
Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεως.
10
Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντος.
11
Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαις.
12
Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι
στρατεύματα.
13
Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοις.
14
Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ.
15
Περὶ ἀσφαλείας.
16
Περὶ διαχωρισμοῦ τοῦ τούλδου.
17
Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν
καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆς.
18
Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν
ποιῆσαι.
19
Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ.
20
Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος
στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ.
21
Περὶ πολιορκίας κάστρου.
22
Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρους.
23
Περὶ τῆς ὑποστροφῆς τῶν πολεμίων καὶ τῆς κατασχέσεως τῆς κλεισούρας.
24
Περὶ νυκτοπολέμου.
25
Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτε-
λούσης.
prol
t
{ΠΕΡΙ ΠΑΡΑΔΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ
ΤΟΥ ΒΑΣΙΛΕΩΣ}
1
Τὴν τῆς παραδρομῆς μέθοδον παραδοῦναι βουλόμενοι, εἰ τάχα καὶ κατὰ τὸν
παρόντα καιρὸν μὴ χρειώδης ἐστὶν εἰς τὰ τῆς ἕως μέρη—ἅτε Χριστοῦ τοῦ ἀληθινοῦ
Θεοῦ ἡμῶν τὸ πολὺ τῆς καθ' ἡμῶν δυνάμεως καὶ ἰσχύος τῶν τοῦ Ἰσμαὴλ ἐκγόνων
ἀμβλύναντος καὶ τὰς ἐφόδους αὐτῶν ἀναχαιτίσαντος—, ἀλλ' οὖν, ἵνα μὴ τὴν λήθην
καὶ ἄγνοιαν ἐπεισαγαγὼν ὁ χρόνος φθείρῃ τὸ ταύτης ἐπωφελὲς καὶ ἐξαφανίσειε,
δεῖν ᾠήθημεν γραφῇ παραδοῦναι ταύτην, ἵν', εἴ ποτε ταύτης δεήσει Χριστιανοῖς
καιροῦ τινος πρὸς τὸ μέλλον καλοῦντος, ἕτοιμός ἐστι συνεργὸς ἀγαθὴ τῷ τε κοινῷ
παντὶ καὶ τοῖς αὐτὴν μεταχειριζομένοις.
2
Ἡμεῖς γοῦν ταύτην οὐ μονονοὺκ ἀκοῇ
παρειλήφαμεν, ἀλλὰ καὶ πεῖράν τινα παρ' αὐτῆς ἐδιδάχθημεν, τὸ μὲν αὐτοὺς σχόντες
διδασκάλους καὶ παιδευτὰς τοὺς ταύτην σχεδὸν εἰπεῖν ἐφευρόντας τὴν μέθοδον, τὸ
δὲ καὶ αὐτοὶ μόνοι ταύτῃ χρησάμενοι καὶ πεῖραν αὐτῆς ἐγκολπωσάμενοί τινα κατὰ
τὸ ἡμῖν ἐφικτόν.
3
Αὕτη τοίνυν κατὰ τοῦτο ἔχει τὸ χρήσιμον, ὅτι περ οἳ ταύτην
μετήλθοσαν μετ' ὀλίγου μαχίμου λαοῦ μέγιστα καὶ ἀξιομνημόνευτα ἐξετέλεσαν
ἔργα· καὶ γὰρ ἅτινα μὴ κατορθῶσαι ἴσχυσεν ἢ ἐτόλμησεν ἡ Ῥωμαίων σύμπασα
στρατιά, ὅτε τὰ τῶν Κιλίκων καὶ τοῦ Χαμβδᾶ ἤκμαζεν, εἷς ἐνίοτε τῶν ἀρίστων
στρατηγῶν σὺν μόνῳ τῷ τοῦ ὑπ' αὐτὸν θέματος λαῷ, φρονίμως καὶ ἐμπείρως τοὺς
πολεμίους ἐπιτηδευσάμενος καὶ συνετῶς διατιθεὶς καὶ στρατηγήσας, μόνος ἀπήρτισε.
4
Τοῦτο δέ φαμεν, οὐχ ὅτι τοῦ πλείονος τὸ ὀλίγον προκρίνομεν μάχιμον, οὐδ' ὅτι
ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς,
ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέστηκεν, ἵν', ὅτε μὴ
κατὰ πρόσωπον τοῖς πολεμίοις ἀντιτάττεσθαι δύναιντο, ταύτῃ τῇ μεθόδῳ χρώμενοι
ἀβλαβεῖς τε ἑαυτοὺς καὶ τὴν ἰδίαν συντηροῖεν χώραν.
5
Ταύτην Βάρδας ὁ μακαρίτης καῖσαρ, ὅσα ἐμὲ γινώσκειν, εἰς ἄκρον κατώρθωκε
καὶ παντελῶς ἀφανισθεῖσαν ἀνενεώσατο—ἵνα μὴ τοὺς παλαιοὺς τῶν στρατηγῶν
ἀπαριθμῶμεν καθ' ἕκαστον, μόνους δὲ τοὺς πᾶσι γνωρίμους καὶ καθ' ἡμᾶς—, ὃς
ἐν τοῖς γειτονοῦσι τῇ Ταρσῷ θέμασι, τῇ τε Καππαδοκίᾳ καὶ τῷ Ἀνατολικῷ στρα-
τηγῶν, μυριάκις τὰς τῶν Ταρσέων καὶ λοιπῶν Κιλίκων δυνάμεις ἐτραυμάτισε καὶ
μέγιστα κατ' αὐτῶν ἀνεστήσατο τρόπαια· παρ' οὗ καὶ ἡμεῖς ταύτην γυμνασθέντες
τὴν μέθοδον, τὴν ταύτης κἂν ποσῶς παρειλήφαμεν πεῖραν.
6
Πρὸς τούτῳ καὶ
Κωνσταντῖνος πατρίκιος, ᾧ Μαλεῗνος ἐπίκλησις, χρόνους πλείστους Καππαδοκῶν
στρατηγήσας καὶ ταύτην συνεργὸν ἔχων, οὐκ ἐλάχιστα ἀπειργάσατο κατορθώματα.
7
Σὺν τούτοις καὶ ὁ κύρις Νικηφόρος, ὁ ἀοίδιμος βασιλεύς, ταύτην ἄκρως μετῆλθεν,
ὃς δήπου στρατηγῶν καὶ ταύτῃ χρώμενος πάμπολλα καὶ ἀξιάγαστα ἔργα πεποίηκε,
μυριάκις ὡς εἰπεῖν τοὺς πολεμίους τρεψάμενος καὶ μέγιστα τούτων στρατεύματα
κατακόψας· οὗ τὰς ἀριστείας, καθ' ὃν ἐστρατήγει καιρόν, συγγράφειν ἢ ἀπαριθμεῖ-
σθαι ὀχληρὸν ἔσται τοῖς ἐντυγχάνουσι διά τε τὸ ὑπερβάλλον πλῆθος καὶ τὸ παρὰ
πολλῶν γινώσκεσθαι.
8
Ὃς ταύτην ἔργῳ μεμαθηκὼς εὔχρηστον οὖσαν, ἐγγράφως
πρὸς κοινὴν λυσιτέλειαν ὅπως δεῖ χρῆσθαι ταύτῃ ἐξέθετο, κἀμοὶ παρηγγύησε καθ'
ὅσον οἷόν τε ἀκριβῶς περὶ αὐτῆς συγγράψαι καὶ παραδοῦναι τοῖς μεθεξῆς· μὴ
μόνον δὲ περὶ ταύτης τῆς τῇ ἕῳ προσηκούσης, ἀλλὰ καὶ περὶ τῆς τῇ ἑσπέρᾳ ὠφελίμου
καθεστηκυίας, διὰ τὸ ἐν αὐτῇ πλεῖστά τε στρατηγῆσαι καὶ πεῖραν, ὅσον οἷόν τε ἦν
φύσει τῇ ἡμετέρᾳ, ἀθροῖσαι. Ἀλλὰ περὶ ἐκείνης μὲν ἰδίᾳ καὶ ἐν ἄλλοις εἰρήσεται,
νυνὶ δὲ σκοπὸς ἡμῖν περὶ τῆς ἑτέρας διαλαβεῖν. Ὅθεν καὶ τὴν ἐκείνου τηρῶν ἐντολήν,
συνεργῷ τῇ τοῦ Θεοῦ χάριτι χρώμενος, ἥτις ἐν ἅπασι συνεπιλαμβάνεται τοῖς καλοῖς,
ὧδέ πως ἀπάρχομαι τῆς ὑποθέσεως.
1
t
{Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ' ἀλλήλων
μία ἑκάστη διίστασθαι}
1
Τοὺς τῶν μεγάλων ἀκριτικῶν θεμάτων τὴν πρόνοιαν ἀναδεχομένους καὶ ὑπὸ
τὴν αὐτῶν ἐπικράτειαν τὰς κλεισούρας ἔχοντας πάσῃ μηχανῇ καὶ προθέσει καὶ
ἀγρύπνῳ ἐπιμελείᾳ προσήκει σπουδάζειν καὶ ἀγωνίζεσθαι τὰς τῶν Ῥωμαίων χώρας
διαφυλάττειν τῆς τῶν πολεμίων ἐπιδρομῆς ἀσινεῖς καὶ ἀνεπηρεάστους, βιγλάτορας
ἐφιστῶντας ῥωμαλέους καὶ ἐπιτηδείους καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐπισταμένους.
2
Καὶ εἰ μὲν ὄρη εἰσὶν ὑψηλὰ καὶ δύσβατα διορίζοντα τὴν πολεμίαν, ἐν τούτοις τὰς
βίγλας ἵστασθαι· ἀπέχειν δὲ τὰς στάσεις τῶν βιγλατόρων ἄχρι μιλίων γʹ ἢ δʹ.
Καὶ ἡνίκα τοὺς ἐχθροὺς ἐξερχομένους θεάσονται, δρομαίως ἀπέρχεσθαι εἰς τὸ ἔτερον
στασίδιον καὶ ἀπαγγέλλειν ἃ ἐθεάσαντο, κἀκείνους πάλιν πρὸς τὸ ἕτερον στασίδιον
σπουδῇ πολλῇ· καὶ οὕτως καθεξῆς μηνύεσθαι τὰ τῶν καβαλλαρίων στασίδια εἰς
τοὺς ἐφομάλους τόπους ἱστάμενα καὶ δι' αὐτῶν ἀναμανθάνειν τὸν στρατηγὸν τὴν
τῶν ἐθνῶν ἔφοδον.
3
Καρτερεῖν δὲ αὐτοὺς ἡμέρας πεντεκαίδεκα ἐν τῇ τῶν ὁδῶν
φυλακῇ, ἐπιφερομένους καὶ τὴν διαρκοῦσαν αὐτοῖς τροφὴν τῶν αὐτῶν ἡμερῶν·
εἴθ' οὕτως ἀπέρχεσθαι ἑτέρους εἰς τὴν τούτων ὑπαλλαγήν, καλῶς ἀδνουμιαζομένους
καὶ εὐτρεπιζομένους παρὰ τῶν ἀρχόντων, καὶ σῴους καὶ ἀνελλιπεῖς κατὰ τὸν τυπω-
θέντα ἀριθμὸν ἀποστελλομένους, καὶ μὴ δι' αἰσχρὸν κέρδος οἴκοι καθέζεσθαι παρὰ
τῶν ἀρχόντων αὐτῶν ἐαθῶσιν.
4
Ἔξεστι δὲ τοὺς βιγλάτορας ἀφορᾶν ἐν οἷς ἄπληκτα
τῶν πολεμίων ἁρμόζει γίνεσθαι· ἐκεῖ γὰρ τὰ ἄπληκτα ὡς ἐπίπαν εἴωθε γίνεσθαι
ἐν οἷς ὕδωρ ἐστὶ διαρκὲς καὶ τόπος ἐφόμαλος. Ἑτέρους δὲ βλέπειν ἐν οἷς ἡ ὁδὸς
ἀποτελεῖ στένωμα, ἄλλους δὲ ὅπου ποταμὸς ὑπάρχει δυσπέρατος. Καὶ τούτων οὕτως
ἀσφαλῶς φυλαττόντων οὐ δυνήσονται οἱ πολέμιοι λάθρα ποιήσασθαι τὴν ἐξέλευσιν.
5
Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε
καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι.
6
Καὶ οἱ τυπωθέντες
βιγλάτορες σῷοι τῷ ἀριθμῷ καὶ μὴ ἐλλιπεῖς ἀπέρχωνται, καὶ μὴ καταλιμπάνωσι
τὰς στάσεις αὐτῶν, ἐν αἷς βλέπειν καὶ φυλάττειν τὰς ὁδοὺς ἐτάχθησαν, μήτε χρονί-
ζειν ἐπὶ τοῖς αὐτοῖς στασιδίοις, ἀλλ' ἐναλλάσσειν τοὺς τόπους καὶ ἀλλαχοῦ μετα-
βαίνειν, ἵνα μὴ ἐπὶ πολὺ χρονίζοντες τοῖς αὐτοῖς τόποις, διαγινωσκόμενοι εὐάλωτοι
γίνωνται τοῖς ἐχθροῖς.
2
t
{Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων}
1
Ἀναγκαία δὲ ἡ τῶν καμινοβιγλατόρων ὑπάρχει ὠφέλεια· καὶ χρὴ τὸν στρατη-
γὸν καὶ τούτων πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ ἐν ἐπιτηδείοις τόποις ἐφιστᾶν
τὰ καμινοβίγλια, ὅπως, ἡνίκα κίνησις τῶν ἐχθρῶν γένηται, καὶ βιγλάτορες ταύτης
αἴσθωνται διὰ τῶν καμινοβίγλων, καὶ ὁ στρατηγὸς τὴν ἐξέλευσιν τῶν ἐχθρῶν
προγινώσκῃ καὶ ποίαν ὁδὸν ἐξελθεῖν μέλλωσι, καὶ αἱ χῶραι δι' αὐτῶν τε καὶ τῶν
ἐκσπηλατόρων καταμηνυόμεναι τοῖς ὀχυρώμασι καταφεύγωσι καὶ τὰ τούτων θρέμ-
ματα.
2
Ἐν δὲ ταῖς ἄκραις τῶν ἀρμενικῶν θεμάτων, ἐπεὶ οἱ Ἀρμένιοι οὐ καλῶς
οὐδὲ ἀσφαλῶς τὴν τῶν βιγλῶν ἐκτελοῦσι δουλείαν, ὀφειλόμενόν ἐστι φυλάττεσθαι
τὸν ἀπὸ παλαιοῦ κρατήσαντα τύπον ἐν ταῖς βίγλαις τῶν Ἀρμενίων, καὶ ἀνθρώπους
ἐπιλέγεσθαι καὶ ἀπογράφεσθαι ἐπιτηδείους, λαμβάνοντας μισθὸν ἀπὸ τοῦ στρατοῦ
ἐπισωρευόμενον, ὑπὲρ ὧν ὁ τοιοῦτος στρατὸς τῇ τῶν βιγλῶν λειτουργίᾳ ὑπηρετεῖν
ὤφειλεν, ὡσαύτως καὶ ἀννώναν ἑκάστῳ μηνὶ τὴν τετυπωμένην, καὶ ὑπαλλάττειν
αὐτοὺς καθ' ἕκαστον μῆνα καὶ δι' αὐτῶν τὰς ὁδούς, ἐν αἷς οἱ πολέμιοι ἐξέρχονται,
φυλάττειν ἀσφαλῶς.
3
Ἀλλ' ἐπεὶ οὐδὲ αὐτοὶ οἱ μετὰ μισθοῦ καὶ ἀννώνας, Ἀρμένιοι
ὄντες, καλῶς τῇ τῶν βιγλῶν ὑπηρετοῦσι δουλείᾳ, ἀπὸ τῶν ἀποστελλομένων κατα-
σκόπων χρὴ τὰς κινήσεις τῶν φοσσάτων ἀναμανθάνειν, καὶ τραπεζίτας ἐπιλέγεσθαι
γενναίους καὶ ἀνδρείους, οὓς οἱ Ἀρμένιοι τασιναρίους καλοῦσι, καὶ ἐν ματρικίοις
ἀπογράφεσθαι καὶ ἀρχηγοὺς ἐν αὐτοῖς ἐφιστᾶν, οἷς πρὸς τῇ ἀνδρείᾳ καὶ πολλὴ
ἐμπειρία τῶν ὁδῶν καὶ τῶν τῆς Συρίας χωρῶν πρόσεστι, καὶ τούτους διηνεκῶς
ἀποστέλλειν τοῦ κατέρχεσθαι εἰς τὰς τῶν πολεμίων χώρας καὶ καινοτομεῖν αὐτὰς
καὶ βλάπτειν, καὶ εἴ που δυνηθῶσί τινας κατασχεῖν τῶν πολεμίων καὶ πρὸς τὸν
τὴν ἀρχὴν διέποντα στρατηγὸν ἀποκομίζειν, ὅπως δι' αὐτῶν τὰς τῶν ἐχθρῶν κινήσεις
καὶ βουλὰς ἀναμανθάνῃ.
3
t
{Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίας}
1
Ἀναδιδασκόμενος δὲ ὁ στρατηγὸς τὰς τῶν ἐχθρῶν κινήσεις, ὀφείλει καὶ
αὐτὸς τὸν ἴδιον λαὸν ἐπισυνάγειν καὶ ἐξοπλίζειν, καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι,
καὶ τὸ πεζικὸν ἅπαν ἐπισυνάγειν πρὸς τὴν ὁδὸν καθ' ἣν ὁρμήσουσιν οἱ πολέμιοι
ἐξελθεῖν. Καὶ εἰ μὲν μετ' ὀλίγης δυνάμεως τοὺς ἐχθροὺς ἐξέρχεσθαι ἀναμάθωσι,
σπευσάτω προσυπαντῆσαι αὐτοῖς καὶ καταπολεμῆσαι μετὰ τοῦ πεζικοῦ λαοῦ καὶ
τῶν ἱππέων, εἴγε τὸ τῶν πεζῶν στράτευμα συναγαγεῖν καὶ συστῆσαι δεδύνηται.
2
Καὶ ἐπεὶ εἰς τὰ στενώματα καὶ τὰς δυσχωρίας ἐπιτηδειότερός ἐστιν ὁ μετὰ τῶν
πεζῶν πόλεμος, δέον ἐστὶ προκαταλαμβάνειν καὶ κατέχειν τὰ ὑψηλότερα τῶν ὀρῶν
μετ' αὐτῶν, καὶ ἐξ ἀμφοτέρων μέρων, εἴπερ ἡ θέσις τοῦ τόπου ἐστὶν ἐπιτήδειος,
τὰς πεζικὰς διιστᾶν παρατάξεις, ἐν οἷς δὲ ἱππέων ἁρμόζει πόλεμον γίνεσθαι, συνεῖναι
τοῖς πεζοῖς καὶ ἱππεῖς, ἵνα τὴν τοιαύτην παρασκευὴν καὶ κατάσχεσιν τῶν στενω-
μάτων ἀκούοντες οἱ πολέμιοι ἢ τῆς ὁρμῆς ἐπισχῶσιν τὴν φορὰν ἢ καταγωνισθῶσι
Θεοῦ συνεργίᾳ. Ὅπου δὲ οὐκ ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις προσβαλεῖν
πόλεμον ἁρμόζει, ἀλλ' ἐξ ἑνός, ὡσαύτως κἀκεῖνο ὑπερέχον τὸ μέρος προκατασχεῖν
δεῖ.
3
Ἐν οἷς δὲ τὴν προσβολὴν τοῦ πολέμου ἀφ' ὑψηλοῦ βουνοῦ τὸ τοῦ τόπου
ἀνεπιτήδειον γενέσθαι διακωλύει, ἀλλὰ μικρόν τι προσανωφερής ἐστιν ἡ ὁδὸς καὶ
τραχεῖα, ἔχουσα καὶ ῥύακας, καὶ ὡς ἐκ τούτων στενωτάτην καὶ αὐτὴν εὑρίσκεσθαι,
χρὴ τὴν τῶν πεζῶν παράταξιν ὡσαύτως ἀπὸ τῶν ὑψηλοτέρων παρασκευάζειν καὶ
τὴν ὁδὸν κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν,
ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ
σφενδονήτας, καὶ μετὰ τὴν πρώτην παράταξιν καὶ δευτέραν ἑπομένην αὐτῇ παρα-
σκευάζειν, ἑκατέρωθεν δὲ τῆς παρατάξεως τῆς φυλαττούσης τὴν μέσην ἀκοντιστὰς
καθιστᾶν, ψιλούς τε καὶ σφενδονήτας.
4
Εἰ δὲ καὶ ἑτέρας ὁδοὺς λέγεται εἶναι
δεξιὰ καὶ εὐώνυμα τῆς παρατάξεως τῆς φυλαττούσης τὴν δημοσίαν ὁδόν—μὴ
σύνεγγυς ἀλλὰ πόρρωθεν, ἃς οἱ ἀκρῖται ἀτραποὺς καλοῦσι—, δέον καὶ ταύτας
κρατεῖσθαι μετὰ πεζῶν καὶ φυλάττεσθαι ἀσφαλῶς, μή ποτε μανθανόντων τῶν
πολεμίων τὴν δημοσίαν ὁδὸν ἐν ἀσφαλείᾳ κρατεῖσθαι μετὰ πλήθους λαοῦ εἰς ἑτέραν
τῶν ἐκ πλαγίων ὁρμήσωσι καί, εἰ μὴ καλῶς καὶ ἀσφαλῶς φυλάττηται, εὕρωσιν
ἐκεῖθεν πάροδον καὶ γενηθῶσιν ἐκ πλαγίου ἢ καὶ ἐκ νώτου τῶν παρατάξεων καὶ
περισπασμὸν καὶ φόβον τῷ ῥωμαϊκῷ στρατῷ προξενήσουσιν.
5
Ἀμφοτέρων δὲ
ἀσφαλῶς φυλαττομένων, ἢ πρὸς μάχην τῶν πολεμίων ὁρμώντων Θεοῦ συνεργίᾳ
καταισχυνθήσονται, ἢ ὀρρωδίᾳ κατασχεθέντες δι' ἄλλης ὁδοῦ, πολλῶν ἡμερῶν
διάστημα ἀπεχούσης, τὴν ὁρμὴν ποιήσονται. Καὶ ὡς ἐντεῦθεν δύο κακὰ προσγέ-
νωνται τοῖς ἐχθροῖς· ἓν μὲν ταλαιπωρηθῆναι τῷ τῶν πολλῶν ἡμερῶν διαστήματι
καταλιποῦσι τὰ τούτων ἄπληκτα καὶ τὴν εὐθεῖαν ὁδόν, ἕτερον δέ—τὸ καὶ ἀπώλειαν
αὐτοῖς ἐπάγον—τὸ αὐτοὺς μὲν δειλανδρῆσαι καὶ ἀθυμίᾳ ὑποβληθῆναι, τοὺς δὲ
Ῥωμαίους προθυμωτέρους καὶ εὐτολμωτέρους πρὸς τὸν κατ' αὐτῶν πόλεμον γενέσθαι.
6
Οἷον δὴ καὶ ἐν τοῖς ἄνω χρόνοις Ἀλῇ τῷ υἱῷ τοῦ Χαμβδᾶ ἐκ τρίτου παθεῖν
συμβέβηκεν· δὶς μὲν ἐν τοῖς χρόνοις τοῦ ἀοιδίμου καὶ τρισμάκαρος Κωνσταντίνου
τοῦ Πορφυρογεννήτου βασιλέως, ἅπαξ δὲ ἐπὶ τοῦ καλοῦ βασιλέως Ῥωμανοῦ, τοῦ
μακαρίτου υἱοῦ αὐτοῦ. Καὶ πάντες σχεδὸν τὴν τότε γεναμένην πανωλεθρίαν τῶν
ἀρνητῶν τοῦ Χριστοῦ ἀκριβῶς ἐπίστανται· ἀλλὰ καὶ ὁ λαὸς τῶν Ταρσέων καὶ τῆς
τῶν Κιλίκων χώρας ἐν διαφόροις τόποις τῶν στενωμάτων παρὰ τῶν τότε τῆς ἄκρας
προνοουμένων στρατηγῶν κατετροπώθησαν.
4
t
{Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις, καὶ περὶ τοῦ προσυπαντᾶν
τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντας}
1
Χρὴ δὲ καὶ τοῦτο διὰ σκοποῦ καὶ μελέτης ἔχειν τὸν στρατηγὸν καὶ πᾶσαν
σπουδὴν τίθεσθαι, λάθρα καὶ ἀδοκήτως, εἰ οἷόν τε, τὰς τῶν ἐχθρῶν ἐπιθέσεις
ποιεῖσθαι· τοῦ γὰρ τοιούτου ἐπιτηδεύματος τυγχάνων ὁ στρατηγός, καὶ μετ' ὀλι-
γοστοῦ λαοῦ πολλοὺς τῶν πολεμίων κατατροπώσεται.
2
Εἰ δέ, ὡς ἀνωτέρω
δεδήλωται, καὶ τόπου ἐπιτύχῃ ἐν τοῖς στενώμασιν ἐκ δύο μερῶν τὸν κατὰ τῶν
ἐχθρῶν πόλεμον τὸ ἐπιτήδειον ἔχοντος, ἀδιστάκτως ἔχεσθαι τοῦ πολέμου· καὶ
καλῶς συντάσσων τὸν ὑπ' αὐτὸν λαὸν Θεοῦ συνεργίᾳ κατὰ κράτος τοὺς πολεμίους
τροπώσεται.
3
Πλὴν κατὰ πολύ ἐστι λυσιτελέστερον καὶ ἁρμοδιώτερον, ὑπὲρ τοῦ
προσυπαντᾶν τοὺς πολεμίους μέλλοντας ἐξιέναι κατὰ Ῥωμανίας, ὅτε μᾶλλον ἀπὸ
τῶν ἡμετέρων χωρῶν πρὸς τὴν ἰδίαν ἐπαναστρέφουσι· τότε γὰρ διὰ τὸ ἐπὶ πολὺ
χρονοτριβῆσαι αὐτοὺς ταῖς ῥωμαϊκαῖς χώραις, μεγάλως συντρίβονται καὶ ταλαιπω-
ροῦνται. Εἰ τύχῃ δὲ καὶ πλῆθος πραγμάτων καὶ ἀνδραπόδων ἐπιφέρονται καὶ κτηνῶν,
καὶ αὐτοί τε καὶ οἱ ἵπποι αὐτῶν κατάκοποι ὄντες ἐν καιρῷ πολέμου ἐκλελυμένοι
εὑρίσκονται, σπεύδοντες καὶ ἐπιθυμοῦντες τάχιον τὴν ἰδίαν καταλήψεσθαι χώραν.
4
Ἄλλως τε δὲ καὶ τὰ τῶν Ῥωμαίων στρατεύματα ἐν τῇ τῶν ἡμερῶν παρατάσει
οὐ μόνον τὰ πλησίον τῶν κλεισουρῶν τάχιον ἐπισωρεύονται, ἀλλὰ καὶ τὰ πόρρω
τυγχάνοντα· καὶ εἰς πλῆθος ἐπισυνίστανται ἱκανόν, καὶ καλῶς πρὸς πόλεμον καὶ
ἐξαρτύονται καὶ παρασκευάζονται. Καὶ τότε μᾶλλον, καθάπερ προέφημεν, καὶ ἐν
ἡμέρᾳ καὶ ἐν νυκτὶ ὁ κατ' αὐτῶν πόλεμος ἀδίστακτον ἔχει τὴν νίκην.
5
Διὸ χρὴ
τὸν στρατηγὸν μηδέπω ἐν τῇ ὑποστροφῇ καταλιμπάνειν. Τὸ δὲ ἐν τῇ ἐξελεύσει τῶν
πολεμίων παρασκευάζεσθαι προσυπαντᾶν αὐτοὺς πρὸς πόλεμον ἐν τοῖς στενώμασιν
ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ
μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι στρά-
τευμα καὶ καλῶς παρασκευασθῆναι. Ἄλλως τε δὲ καὶ οἱ πολέμιοι, ἀκμῆτες ὄντες
καὶ ἀπαρόπλιστοι, δυσκαταγώνιστοι ἔσονται.
6
Κατὰ τοῦτο δὲ τὸ ὠφέλιμον ἔχει
καὶ χρήσιμον, καθὸ ἐμφόβους αὐτοὺς γίνεσθαι, ὁσάκις ἂν βουληθῶσιν ἐξελθεῖν, τῇ
κατασχέσει τῶν στενωμάτων, καὶ τὴν μετ' ὀλίγον ἐκκοπεῖν κατὰ τῶν ῥωμαϊκῶν
θεμάτων συνεχῆ ἐξέλευσιν.
5
t
{Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων}
1
Ἐν οἷς δὲ τόποις τῶν στενωμάτων καὶ κλεισουρῶν πρὸς πόλεμον ὁ στρατηγὸς
παρασκευάζεται, εἴπερ ἐν τούτοις πηγή ἐστιν ὕδωρ βρύουσα, ὑπὸ τοῦ ἰδίου λαοῦ ταύτην
σπουδάσει κατασχεθῆναι, ὥστε τὸ ἐκεῖθεν ὕδωρ τὸν λαὸν ἀπαρύεσθαι. Εἰ δὲ τύχῃ
ὀλιγοστὸν εἶναι, σπουδάσει μὴ ἐπιθολοῦσθαι τοῦτο, καὶ οὐ μικρὰ ὡς ἐκ τούτου
λύπη τὸν λαὸν καὶ ἀνάγκη ἐπισυμβήσεται. Πηγῆς δὲ ἔγγιστα μὴ οὔσης, ἐξ ἧς τὴν
πόσιν καὶ ἀναψυχὴν ὁ λαὸς ἐφευρίσκει, καὶ μάλιστα ἐν καιρῷ θέρους, ἀσκοὺς διορισάτω
ἐν ἑκάστῃ ἑκατονταρχίᾳ δέκα ἐπιφέρεσθαι καὶ δι' αὐτῶν τὸ ὕδωρ ἐπικομίζεσθαι καὶ
ἐν ὥρᾳ τῆς μάχης εἰς πόσιν καὶ ἀναψυχὴν τοῖς ἐν τῷ πολέμῳ ἀγωνιζομένοις ἐπιχω-
ρηγεῖσθαι.
2
Ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς στενώμασι μελλόντων πρὸς πόλεμον
ἐξαρτύεσθαι ἱκανῶς εἰρήσθω. Εἰ δὲ καὶ νυκτοπόλεμον δεήσει ἐν ταῖς τοιαύταις
δυσχωρίαις γενέσθαι, καὶ τοῦτο πάνυ ὠφέλιμον· ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέρᾳ
διηγήσει δηλώσω, τῆς δὲ παραδρομῆς ἄρξομαι τὴν εἰσήγησιν, ἥτις ἐπωφελὴς καὶ
ἀναγκαία τυγχάνουσα δι' ὀλίγου καὶ εὐαριθμήτου λαοῦ πολλὰ τῶν πολεμίων πλήθη
ἀπρακτεῖν παρασκευάζει, Θεοῦ δὲ νεύσει ὡς τὰ πολλὰ καὶ καταγωνίζεται.
6
t
{Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητος}
1
Τὰ τῶν πολεμίων κοῦρσα τὰ λεγόμενα μονόκουρσα ἀπὸ τῆς ἰδίας χώρας
ἐξερχόμενα, πεζῶν ἄνευ, ἔθος αὐτοῖς σπουδῇ τὴν πορείαν ποιεῖσθαι καὶ μηδαμοῦ
ἀπληκεύοντας τὴν ὅλην νύκτα διαβιβάζειν, ἀλλὰ πρὸς μικρὸν τοὺς ἵππους διαναπαύειν
πρὸς τὸ τὰς ταγὰς καὶ μόνον τούτοις ἐπιδοῦναι· ὡς ἐπίπαν γὰρ τὰ μονόκουρσα
μετ' ὀλιγοστοῦ καὶ ἐκλεκτοῦ λαοῦ τὴν ἐξέλευσιν ποιοῦνται, σπεύδουσι δὲ τάχιστα
καταλαβεῖν ἐν οἷς χωρίοις τὴν ἐπίθεσιν καὶ ἐκδρομὴν ἐβουλεύσαντο ποιῆσαι.
2
Τοῦ
οὖν στρατηγοῦ παρά τε τῶν καμινοβιγλίων καὶ τῶν βιγλατόρων τὴν τούτων ἐξέλευσιν
ἀναμανθάνοντος, σπουδῇ πολλῇ τὰ ἐν ταῖς ἄκραις καταλαμβανέτω χωρία, προαπο-
στέλλων τουρμάρχην εἴτε ἕτερον ἄρχοντα τῶν ἐμπειροτάτων καὶ χρησίμων μετὰ
ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων τοῦ προσυπαντῆσαι καὶ μετὰ ἐμπειρίας
τούτους θεάσασθαι καὶ παραμεῖναι καὶ τῷ στρατηγῷ καταμηνύειν ἐν ᾧ τόπῳ
κατέλαβον, εἰ δυνατὸν διασκοπεῖν καὶ τὴν τοῦ λαοῦ αὐτῶν ποσότητα.
3
Οὐ μόνον
γὰρ ἀπὸ τῆς θέας δυνατόν ἐστιν ἀριθμῆσαι αὐτοὺς καὶ καταστοχάσασθαι, ἀλλὰ καὶ
ἐκ τῆς τούτων ὁπλῆς· πλῆθος γὰρ χόρτου ἐρημίαις ὑπάρχον καὶ τοῖς ποσὶ τῶν
ἀλόγων καταπατούμενον, οἱ τῶν ἀνδρῶν ἐμπειρότατοι δύνανται ἐκ τούτου τὴν τοῦ
λαοῦ ποσότητα, εἰ καὶ μὴ ἀκριβῶς, καταστοχάσασθαι· ὡσαύτως δὲ καὶ ἐν τοῖς τῶν
ποταμῶν περάμασιν, ἀκριβέστερον δὲ καὶ ἀπὸ τῶν τούτων ἀπλήκτων, ἡνίκα ἐκεῖθεν
ἀπαίρουσιν.
4
Ὁ δὲ στρατηγός, τοῦ κούρσου τῶν πολεμίων ἄφιξιν ἀναμανθάνων
καὶ τῶν χωρίων ἐν οἷς τὰς ἐκδρομὰς ποιήσασθαι μέλλουσι στοχασάμενος, πλησίον
τούτων γινέσθω καί, ἐν ἐπιτηδείῳ τόπῳ ἑαυτὸν ἀποκρύψας μετὰ τοῦ λαοῦ αὐτοῦ,
βίγλας τε καβαλλαρίων πανταχοῦ ἀποστείλας, ἡνίκα περὶ αὐτῶν καταμηνυθείη, καὶ
θεαθῶσιν ἐξελαύνοντες καὶ διασκορπιζόμενοι, ἐξέλθῃ εἰς τὸ σκόρπισμα, καὶ τούτοις
ἐντυγχάνων ἀπόνως αὐτοὺς καταγωνίσεται.
5
Εἰ δὲ συμβῇ τινας τῶν χωριτῶν
κρατηθῆναι παρ' αὐτῶν πρὸ τοῦ ἐξελάσαι καὶ ἀναμαθεῖν τήν τε τοῦ στρατηγοῦ
παρουσίαν καὶ τὴν τῶν χωρίων ἐκσπήλευσιν, καὶ οὐ θαρρήσουσιν ἐξελάσαι, ἄπρακτοι
σπουδαίως πρὸς τὴν ἰδίαν ὑποστρέψουσι χώραν, μόνον τὸν κόπον καὶ τὴν συντριβὴν
καὶ ταλαιπωρίαν ὑποστάντες.
7
t
{Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς
πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν}
1
Παρασκευὴν δὲ καὶ κίνησιν μεγάλου φοσσάτου ἀκούων, ἐν ᾧ καιρῷ μάλιστα
εἰώθει τὰ μεγάλα συναθροίζεσθαι φοσσᾶτα, ἤγουν τῷ Αὐγούστῳ μηνί—ἐν γὰρ
τῷ τοιούτῳ καιρῷ ἀπό τε Αἰγύπτου, Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Κοίλης
Συρίας πλήθη ἀνήρχοντο ἐν Κιλικίᾳ καὶ ἐν ταῖς χώραις Ἀντιοχείας, τοῦ Χάλεπε,
καὶ προσλαμβάνοντες καὶ Ἄραβας τῷ Σεπτεμβρίῳ μηνὶ τὴν κατὰ Ῥωμαίων ἐποι-
οῦντο ἐξέλευσιν—, ἐν τῷ τοιούτῳ τοίνυν καιρῷ, ὅτε ἡ συνάθροισις τοῦ φοσσάτου
τῶν πολεμίων μέλλει γίνεσθαι, συνεχέστερον τοὺς τραπεζίτας ἀποστέλλειν ἤτοι τὰ
τασινάκια καὶ κατασκόπους πλείστους τῶν χρησίμων καὶ πιστῶν.
2
Παραχωρεῖν
δὲ καὶ πραγματευτὰς εἰσέρχεσθαι, προσποιεῖσθαι δὲ καὶ φιλίαν πρὸς τοὺς κρατοῦντας
ἀμηράδας τῶν ταῖς ἄκραις ἡμῶν παρακειμένων κάστρων, καὶ γράφειν πρὸς αὐτοὺς
καὶ ἀνθρώπους μετὰ κανισκίων ἀποστέλλειν, ὅπως διὰ τῆς πολυειδοῦς ταύτης
πολυπραγμοσύνης δυνηθῇ σαφῶς ἀναδιδάσκεσθαι τὰς τῶν πολεμίων βουλὰς καὶ
μελέτας καὶ τὰ πλήθη τῶν ἐπισωρευομένων φοσσάτων, ἱππέων τε καὶ πεζῶν, καὶ
τοὺς τούτων ἀρχηγοὺς καὶ ἐν ποίαις χώραις τὴν ἐπέλευσιν ποιεῖν βούλονται.
3
Καταμηνυόμενος δὲ τὴν τοῦ φοσσάτου ἀποκίνησιν καὶ διὰ ποίας ὁδοῦ τὴν ἐξέλευσιν
κατὰ Ῥωμανίας ποιεῖσθαι μέλλει, ἐπισυνάγειν ἅπαντα τὰ στρατεύματα καὶ πρὸς
τὰς ἄκρας παραγίνεσθαι, ἀποστέλλειν δὲ τουρμάρχην ἐμπειρότατον εἴτε ἕτερόν
τινα τῶν μεγάλων καὶ χρησίμων ἀρχόντων μετὰ ἱππέων ἐπιλέκτων προσυπαντῆσαι
τοῖς πολεμίοις πρὸ τοῦ τὴν εἰσβολὴν εἰς τὰς ἡμῶν χώρας ποιήσασθαι, ἵνα καὶ ἐπα-
κολουθῶσιν αὐτοῖς καὶ παραμένωσι καὶ τὰς ἀποκινήσεις αὐτῶν τῷ στρατηγῷ
καταμηνύωσιν.
8
t
{Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεως}
1
Ἡ δὲ παραμονὴ αὐτῶν οὕτως ὀφείλει γίνεσθαι. Τοῦ στρατηγοῦ μετὰ παντὸς
τοῦ λαοῦ ἐν ἐπιτηδείῳ καὶ ὀχυρῷ τόπῳ παρατρέχοντος, καὶ τῶν χωρίων διὰ τῶν
ἐκσπηλατόρων φυγαδευομένων ἐν τοῖς κάστροις ἤ, μὴ ὄντων κάστρων, ἐν ὄρεσιν
ὑψηλοῖς καὶ ὀχυρωτάτοις καὶ ἀνεπιβουλεύτοις, ὁμοίως καὶ πάντα τὰ κτήνη αὐτῶν,
δέον ἀποστέλλειν καὶ τὸν ὀφείλοντα παραμένειν ἀπὸ δευτέρας ὥρας ἢ καὶ τρίτης
τῆς ἡμέρας.
2
Καὶ εὐχὴν λαμβάνοντα τοῦ στρατηγοῦ, ἀναλαμβάνεσθαι τὸν λαὸν
αὐτοῦ καὶ τοὺς παρασυρτάτους καὶ ὁρμᾶν πρὸς τὴν ὁδόν, καθ' ἣν οἱ πολέμιοι
διέρχονται, τὴν ἀποσκευὴν αὐτοῦ καὶ τοὺς παριππαράτους καταλιμπάνων μετὰ
τοῦ στρατηγοῦ, μηδὲν ἄλλο ἐπιφερομένους ἢ μιᾶς ἡμέρας τροφήν, καὶ αὐτὴν μετὰ
ἐνδείας, ἄρτους μόνους καὶ τυρὸν ἢ καὶ τάριχα, καὶ τὰς τῶν ἵππων καὶ ἡμιόνων
ταγάς.
3
Εἰς χωρίον δὲ ἀπληκεύων τάς τε χρείας καὶ τὴν τῶν ἀλόγων τροφὴν
ἐφευρίσκων, διαναπαυσάτω ἐκεῖσε τὸν λαὸν αὐτοῦ καὶ τὴν τῶν ἀλόγων τροφὴν
τῆς ἡμέρας, βίγλας κρατῶν ἐν ὑψηλοτέροις τόποις. Καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ λαοῦ
ἀρχηγὸς ἐν περιωπῇ ὑψηλοτάτῃ ἀνερχόμενος, ἀποσκοπεῖν καὶ βλέπειν κονιορτοὺς
τῶν πολεμίων καὶ καπνούς, καὶ ὡς ἐκ τούτου κατανοεῖν καὶ στοχάζεσθαι ἐν οἷς
διέρχονται καὶ ἀπληκεῦσαι μέλλουσιν· ὑπὸ γὰρ τῶν ἐμπείρων ἀνδρῶν καὶ οἱ τόποι
ἐφ' οἷς προσήκει ἄπληκτα γίνεσθαι διαγινώσκονται. Ἡνίκα δὲ αἴσθονται τοῦ
τόπου ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, παραυτίκα δηλοῦσι τῷ στρατηγῷ περὶ τούτου.
4
Κἀκεῖνος μετὰ τοῦ ἰδίου στρατοῦ, θώρακας ἀμπεχομένων καὶ τὰ λεγόμενα ἐπα-
νωκλίβανα μὴ λευκὰ ὄντα, ἐπὶ χεῖρας ἕκαστος τὸ μεταχειριζόμενον ὅπλον κατέχων,
τὴν ὁδοιπορίαν ποιείτω. Τοῦ δὲ ἡλίου ὑποκλίναντος καὶ τῶν εἰς λείαν ἐκ τοῦ φοσσάτου
ἐξερχομένων πολεμίων ὑποστρεφόντων πρὸς τὰς σκηνὰς αὐτῶν καὶ τὰ φοῦλκα τὰ
τούτους φυλάττοντα, τότε συνεισέρχεσθαι καὶ αὐτὸν καὶ πλησιάζειν τῷ τῶν ἐχθρῶν
φοσσάτῳ. Μετὰ σκοποῦ δὲ ὁδοιπορείτω καὶ προσοχῆς ἀκριβοῦς καὶ λαθραίως, καὶ
ἑαυτὸν ὑποκρυπτέτω τοῦ μὴ θεαθῆναι παρὰ τῶν πολεμίων. Νυκτὸς δ' ἤδη κατα-
λαμβανούσης πλησίον γενέσθω τοῦ ἀπλήκτου.
5
Καὶ εἰ μὲν ἐστὶ βουνὸς ὑψηλός,
ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου
αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντες γὰρ
τῶν ἵππων καὶ πεζῇ ἐν τῷ βουνῷ ἀνερχόμενοι ἄνδρες δύο τῷ ἀριθμῷ ἢ καὶ τρεῖς
καὶ πλησιάζοντες τῷ ἀπλήκτῳ, ἀπὸ τῶν ὑψηλῶν ἐκείνων καὶ ὀχυρωτάτων βουνῶν,
τῶν μὴ δυναμένων ἄνοδον εὐχερῆ παρέχειν τοῖς πολεμίοις, ὁρᾶν τὸ φοσσᾶτον καὶ
τὰς φωνὰς τοῦ λαοῦ ἐνωτίζεσθαι καὶ τοὺς τῶν ἵππων καὶ ἡμιόνων χρεμετισμούς.
Ἀποστέλλειν δὲ καὶ ἕτερα τέσσαρα τετράδια ἵστασθαι ἐφίππους καὶ αὐτοὺς ἔνθεν
κἀκεῖθεν τοῦ φοσσάτου ἀπ' ἀλλήλων διακεχωρισμένα, ὥστε καὶ αὐτοὺς ἀκούειν τοὺς
χρεμετισμοὺς τῶν ἵππων καὶ ἡμιόνων καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν.
6
Εἰ δὲ
ἐν τῷ τοῦ ἀπλήκτου τόπῳ τοιοῦτος ὀχυρώτατος βουνὸς οὐκ ἔστι, καὶ ὡσαύτως
τέσσαρα τετράδια ἀποστέλλεσθαι τοῦ ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἡσύχως ἵστασθαι,
καὶ σύσσημα παρέχειν ἀλλήλοις σημαντικὰ ὑποχωρήσεως, εἴγε δεήσοι, εἴτε διὰ
συρισμοῦ, εἴτε διὰ λόγου καὶ ἐπιλαλιᾶς. Ὑπαλλάττεσθαι δὲ αὐτοὺς παρ' ἑτέρων,
εἴτε δεύτερον τῇ νυκτὶ ἢ καὶ ἅπαξ, πρὸς τὸ καὶ αὐτοὺς καὶ τοὺς ἵππους αὐτῶν διανα-
παύεσθαι. Ἀπέρχεσθαι δὲ τουρμάρχην—εἴτε ἑτέρα τις κεφαλή—εἰς τὴν τούτων
ὑπαλλαγήν, καὶ ἐπιβλέπειν ποῦ καὶ πῶς ἵστανται, καὶ τοὺς ἀντ' ἐκείνων πάλιν
καλῶς ἐφιστῶν ὑποστρέφειν ἐν ᾧ καὶ ἵστατο πρότερον.
7
Ταραχῆς δὲ ἐξακουομέ-
νης κίνησιν δηλούσης τοῦ κούρσου, τὰ τέσσαρα τετράδια μικρὸν ἀναποδιζέτωσαν,
μὴ μέντοι δὲ μακρόθεν γινέσθωσαν, τῷ δὲ τουρμάρχῃ μηνυέτωσαν τὴν τῶν πολεμίων
ἀποκίνησιν. Αὐτὸς δὲ μηνυέτω τῷ στρατηγῷ δι' οἵας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο
καὶ ἐν οἵᾳ ὥρᾳ, ἵνα τὸν καιρὸν καὶ τὴν ὥραν τῆς ἀποκινήσεως αὐτῶν ἀναμανθάνων
ὁ στρατηγὸς δύναται στοχάσασθαι ἐν οἵοις χωρίοις καταλάβωσιν ἄχρι πρωΐας.
8
Οἱ δὲ ἀποστελλόμενοι παρὰ τοῦ τουρμάρχου καταμηνῦσαι τῷ στρατηγῷ, ἐν
ᾧ τόπῳ ὁ στρατηγὸς ηὐλίζετο, τὴν τοῦ κούρσου ἀποκίνησιν, ἐπὰν οὐχ εὑρήσωσιν
ἐκεῖσε αὐτὸν ἀλλ' ὑποδοχαρίους τοὺς παρ' αὐτοῦ καταλειφθέντας, δέον ἐν ἐκείνῳ
τῷ τόπῳ γενομένους φωνῆσαι· τοὺς δὲ ὑποδοχαρίους ἀκριβῶς διασκοπουμένους,
ἡνίκα τῆς φωνῆς αἴσθονται, ἑνωθῆναι καὶ διὰ τάχους τῷ στρατηγῷ τούτους προσάξαι
εἴτε εἰς ἑτέρους πάλιν ἀγαγεῖν ὑποδοχαρίους, τοῦ στρατηγοῦ ἴσως πάλιν μετακινή-
σαντος. Χρὴ γὰρ αὐτόν, εἴτε ἅπαξ, εἴτε καὶ δὶς ἐν νυκτὶ μεταπληκεύειν διὰ πολλὴν
ἀσφάλειαν, πρὸς τὸ μὴ ὑπὸ τῶν πολεμίων ἐνεδρευθῆναι, ἔχειν δὲ αὐτὸν καὶ βίγλας
διπλᾶς εἰς φυλακὴν αὐτοῦ ἀσφαλεῖς.
9
t
{Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεως}
1
Τοῦ στρατηγοῦ τοίνυν τὴν κίνησιν τοῦ κούρσου ἀναμανθάνοντος, παραυτίκα
καὶ ἕτερον ἄρχοντα μεθ' ἱππέων ἐκλεκτῶν, ὑποτασσόμενον τῷ τουρμάρχῃ τῷ ἀκο-
λουθοῦντι τῷ κούρσῳ, ἀποστέλλειν πρὸς αὐτόν, ἔχων μεθ' ἑαυτοῦ ὁ ἀποστελλόμενος
ἕνα τῶν παρὰ τοῦ τουρμάρχου πεμφθέντων καταμηνῦσαι τὴν τοῦ κούρσου κίνησιν
τῷ στρατηγῷ τοῦ παρ' αὐτοῦ ὁδηγηθῆναι εἰς τὸ εὐχερῶς ἑνωθῆναι.
2
Καὶ αὐτὸς
δὲ ὁ στρατηγὸς ὄπισθεν τοῦ ἀποστελλομένου ἄρχοντος ἀποκινησάτω μετὰ τοῦ
ὑπ' αὐτὸν λαοῦ καὶ σπευσάτω καταλαβεῖν τὸν τουρμάρχην, ὅπως ὄπισθεν καὶ αὐτὸς
τοῦ τουρμάρχου τῷ κούρσῳ τῶν πολεμίων ἀκολουθῇ· ἡ γὰρ ἀκριβὴς καὶ ἄπταιστος
ἀκολούθησις ἐκ τῶν ὄπισθεν τῶν πολεμίων ὀφείλει γίνεσθαι κατὰ τὰ ἐκείνων ἔνιχνα
καὶ τὴν ὁδοιπορίαν.
3
Ὁ δὲ τουρμάρχης, ἡνίκα τὸ κοῦρσον τῶν πολεμίων ἀποκινήσει, τρία ζευκτά,
ἐμπείρους καὶ ἐπιτηδείους ἄνδρας, ἀναλαμβανόμενος παραγινέσθω τῇ ὁδῷ τῶν
πολεμίων· καὶ τυπώσας τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ζευκτὸν πῶς ὀφείλουσι
περιπατεῖν καὶ τοῖς πολεμίοις κατακολουθεῖν, ὑποστρεφέσθω πρὸς τὸν λαὸν αὐτοῦ.
Τὸ δὲ πρῶτον ζευκτὸν πλησίον τῶν πολεμίων περιπατείτω, ἀκοῦον καὶ τὴν τοῦ
λαοῦ ὀχλαγωγίαν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων· τὸ δὲ δεύτερον, τὸ τοῦ πρώτου
ἀκόλουθον, ὁδοιπορείτω ὅσον δύνανται ὁρᾶν τὸ ἔμπροσθεν αὐτοῦ καὶ ὁρᾶσθαι ὑπ'
αὐτοῦ, καὶ μήτε πλησίον γίνεσθαι, μήτε μακρύνεσθαι ὥστε μὴ ὁρᾶσθαι.
4
Τρία
δὲ τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον
τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τρίτον
τετράδιον τὸ ἀκόλουθον τοῦ δευτέρου ἓξ ἐχέτω ἄνδρας, ἵνα οἱ ἐξ αὐτῶν δύο τὰ ὑπὸ
ζευκτοῦ μηνυόμενα ἀποκομίζωσι τῷ τουρμάρχῃ, ὁ δὲ τουρμάρχης τῷ στρατηγῷ.
5
Ἐὰν γὰρ ὀξύτερον βαδίζωσιν οἱ πολέμιοι, ὀφείλει μηνύειν τὸ πρῶτον ζευκτὸν
περὶ τούτου, ἵνα καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὀξύτερον καὶ αὐτοὶ βαδίζωσι
καὶ μὴ ἐπὶ πολὺ μακρύνωσι τῶν πολεμίων, εἰ δὲ σχολαιότερον πάλιν βαδίζουσιν
οἱ πολέμιοι, καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὡσαύτως σχολαιότερον περιπατεί-
τωσαν, ἵνα μήτε πλησίον γινόμενοι διαγινώσκωνται, μήτε μακρυνόμενοι οὔτε τὴν
τῶν ἐπακολουθούντων διοίκησιν ἐπιγινώσκωσιν οὔτε παρ' ἐκείνων ἐπιγινώσκωνται,
ὅπερ οὐ τὴν τυχοῦσαν ἐπάγει βλάβην.
6
Ἄλλως τε δὲ καὶ τῶν πολεμίων ἀπλη-
κευόντων πρὸς τὸ ταγίσαι τοὺς ἵππους καὶ περὶ τούτου καταμηνυόμενος ὁ στρατηγός,
καὶ αὐτὸς ἐν ἐπιτηδείῳ τόπῳ ἀπληκευέτω πρὸς τὸ τοὺς ἵππους ταγίσαι, ἐξώβιγλα
ἀποστέλλων εἰς φυλακὴν ἑαυτοῦ. Καὶ ἡνίκα πάλιν τὴν κίνησιν τῶν πολεμίων καταμη-
νυθῇ, παραυτίκα καὶ αὐτὸς κινήσει ἐπακολουθῶν, ἔνθεν κἀκεῖθεν ἑαυτοῦ ἀποστέλλων
ἀνὰ τριάκοντα ἱππεῖς, μὴ πόρρω ἀλλὰ σύνεγγυς, τὰς τοῦ λαοῦ αὐτοῦ φωνὰς ἐνωτι-
ζομένους. Καὶ ὄπισθεν αὐτοῦ ἐπακολουθοῦντα ἄρχοντα ἐχέτω μεθ' ἱππέων, οὓς δὴ
σάκα ὀνομάζουσι.
7
Μήκοθεν δὲ ὁδοιπορείτω ὁ στρατηγὸς καὶ πᾶσαν ποιείτω
ἀσφάλειαν τοῦ μὴ διαγνωσθῆναι ὡς ὄπισθεν αὐτοῖς ἐπακολουθεῖ· ἀλλ' ἀσφαλῶς
μὲν περιπατεῖν καὶ τοὺς πλησίον τῶν πολεμίων ἀκολουθοῦντας παραγγέλλειν τοῦ
ἀκριβῶς ἀποσκοπεῖν, μὴ λόχους τινὰς οἱ πολέμιοι καταλείψωσιν εἰς ἐνέδραν τῶν
ἐπακολουθούντων αὐτοῖς καὶ αὐτοῦ τοῦ στρατηγοῦ, ὅπερ παρὰ τῶν Ταρσιτῶν
πολλάκις γέγονε. Καὶ ἐπακολουθοῦντος αὐτοῖς τοῦ τουρμάρχου καὶ μὴ ἀκριβῶς
τοὺς ἔμπροσθεν σκοποῦντος ῥύακας καὶ τοὺς τόπους τοὺς δυναμένους λαὸν ἀποκρύ-
πτειν, ἀπροόπτως τῇ ἐνέδρᾳ τούτων περιπεπτώκασι. Διὰ ταῦτα πολλῆς δεῖται
ἀγχινοίας καὶ ἀκριβείας ὁ ἐπακολουθῶν, ἵνα μὴ τοιοῦτόν τι συμβῇ γενέσθαι.
8
Πρὸ δὲ τοῦ διαυγάσαι δεῖ τὸν στρατηγόν, ἐπειδὴ ἔγνω τὸ ἐν ποίοις τόποις
καὶ χωρίοις ἐξελάσαι μέλλουσιν οἱ πολέμιοι, εἴτε δεξιὰ εἴτε εὐώνυμα αὐτῶν ἐπικλῖναι,
ἐν οἷς ὀχυρώτερος αὐτῷ τόπος καθορᾶται· καὶ ὀξύτερον βαδίσας καὶ ἐκ πλαγίου
αὐτῶν γενόμενος ὡς ἀπὸ μιλίων δύο, πρὸ τοῦ τὴν ἡμέραν—ὡς λέλεκται—διαυγάσαι,
ἵνα μὴ τὸν κονιορτὸν θεασάμενοι οἱ πολέμιοι τὴν παρουσίαν τοῦ στρατηγοῦ ἐπιγνώ-
σωσι, τὸν δὲ ὀχυρὸν τόπον ὁ στρατηγὸς καταλαμβάνων τὸν ἴδιον ἀποκρυψάτω λαόν.
9
Κἀκεῖνος μετ' ὀλίγων ἱππέων πλησιέστερον γενέσθω τῶν πολεμίων καὶ εἰς ὑψηλὴν
περιωπὴν ἀνερχόμενος καθαρῶς ὁρᾶν τοὺς πολεμίους σπευσάτω. Καὶ τούτων εἰς
ἐξέλευσιν ὁρμώντων καὶ διασκορπιζομένων πρὸς λείαν, καρτερησάτω ὁ στρατηγὸς
ἐν ἐκείνῳ τῷ τόπῳ ἄχρι τρίτης ἢ καὶ τετάρτης τῆς ἡμέρας, καὶ τὴν παράταξιν τοῦ
ἀμηρᾶ θεωρῶν καὶ ἀκριβῶς τὸ πλῆθος τοῦ λαοῦ στοχαζόμενος.
10
Ἐπεὶ οἱ
μέλλοντες ἐξελάσαι πόρρω που τῆς παρατάξεως τοῦ ἀμηρᾶ γεγόνασιν, ὡς μὴ
δυνατόν ἐστι πάλιν τούτους ὑποστρέφειν ἢ ἐπιγνῶναι τὸν κατὰ τῆς παρατάξεως
τοῦ ἀμηρᾶ ἀναφθέντα πόλεμον, ἕκαστον σπεύδοντα τὰ χωρία καταλαβεῖν καὶ λείαν
ὅτι πλείστην πορίσασθαι, τὰς ἰδίας παραταγὰς ὡς δεῖ εὐτρεπίσας, κατὰ τῆς τοῦ
ἀμηρᾶ παρατάξεως ὀλιγανδρούσης τὴν ἐπέλευσιν ποιησάτω, καὶ εἰ Θεοῦ συνεργίᾳ
τῆς νίκης κρατήσει, τελείαν πανωλεθρίαν τοῖς πολεμίοις ἐργάσεται.
11
Εἰ δὲ
κατὰ τῆς παρατάξεως ἐπελθεῖν οὐ θαρρήσει, πολλὴν καὶ ἀξιόλογον δύναμιν ὁρῶν
ἐν αὐτῇ ὑπὲρ τὴν ἰδίαν, τότε ἐκ πλαγίου καὶ μακρόθεν διὰ κρυπτῆς καὶ ἐπιτηδείας
ὁδοῦ ὁρμάτω σὺν ἐλασίᾳ τῇ προσηκούσῃ καταλαβεῖν τὸ σκόρπισμα τοῦ λαοῦ τῶν
πολεμίων. Καὶ δι' ὅλης τῆς ἡμέρας ἐπιδραμεῖν αὐτοῖς ἀγωνίσεται, διεσκεδασμένοις
οὖσι, καὶ ἀξιόλογον ἔργον Θεοῦ συμμαχίᾳ ἐπιτελέσει. Ὀφείλει οὖν καὶ ἄρχοντα τῶν
χρησίμων μετ' ὀλιγοστῶν ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν
τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ.
12
Εἰ δὲ καὶ φοῦλκον, τὸ εἰς φυλακὴν τῶν διασκορπιζομένων πρὸς λείαν πολεμίων
ὑπάρχον, συναντήσει ὁ στρατηγὸς πλῆθος ἔχον, διχῆ τὸν λαὸν αὐτοῦ διέλῃ καὶ
ἔμπροσθεν μὲν ἀποστείλῃ τοὺς ὀφείλοντας μετὰ τοῦ φούλκου συνάψαι πόλεμον,
τούτων δὲ συρραγέντων, εὐθὺς καὶ ὁ στρατηγὸς μετὰ τῆς παρατάξεως αὐτοῦ πλησίον
ἐπακολουθῶν ὀξέως καὶ εὐτόλμως μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ σὺν ἐλασίᾳ κατ'
αὐτῶν ὁρμησάτω· καὶ τούτους Θεοῦ βοηθείᾳ τροπωσάμενος καταδιώξει καὶ τελείως
καταγωνίσεται.
13
Εἰ οὖν Θεοῦ συνεργίᾳ εὐοδωθῇ ὁ στρατηγὸς καὶ τοὺς εἰς λείαν ἐκδραμόντας
πολεμίους κατατροπώσεται, εἰ μὲν μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐργάσεται,
εἰκός ἐστι τοὺς ἐχθροὺς πρὸς τὴν ἰδίαν χώραν ὑποστρέψαι μετ' αἰσχύνης. Εἰ δὲ
ἔτι ἐν τῇ ἡμετέρᾳ χρονίσαι μελετῶσι, τὸν ἴδιον λαὸν ὁ στρατηγὸς ἀναλαβόμενος
μήκοθεν γενέσθω τῶν πολεμίων, ἐν ἐπιτηδείοις δηλονότι χωρίοις, καὶ τὸν λαὸν
αὐτοῦ κατάκοπον ὄντα ἐπὶ ἡμέρας τρεῖς διαναπαυσάτω· μόνους τοὺς παραμένειν
ὀφείλοντας, ὡς ἤδη ἐξεθέμεθα, ἀποστέλλεσθαι ἑκάστῃ ἡμέρᾳ.
14
Πρὸς ὑποστρο-
φὴν δὲ ὁρμῶντας τούτους ὁ στρατηγὸς ἐπιγνούς, παραυτίκα τάχει πολλῷ ἄρχοντα
τῶν χρησίμων ἀποστείλας, τὸ πεζικὸν στράτευμα εἰς τὰς δυσχωρίας τῶν ὁδῶν
ἐπισωρευσάτω. Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς σπευσάτω, μὴ ἐν νυκτὶ μὴ ἐν ἡμέρᾳ
ἑαυτὸν ποσῶς ἂν ἀναπαῦσαι, ἀλλὰ σὺν τάχει πολλῷ ἔμπροσθεν αὐτῶν γενέσθω,
καὶ καλῶς παρασκευάσας ἅπαν τὸ τῶν πεζῶν καὶ ἱππέων αὐτοῦ στράτευμα τὸν
κατ' αὐτῶν πόλεμον διάθοιτο, καθὼς ἀνωτέρω ἐπιλεπτῶς ἐξεθέμεθα. Καὶ οὕτως
ποιοῦντος χάριτι Χριστοῦ καὶ δυνάμει καὶ πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρὸς
τῆς κατὰ τῶν ἐχθρῶν μάχης κρατήσει. Καὶ ταῦτα μὲν οὕτως.
10
t
{Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντος}
1
Ἃ δὲ ἡμεῖς ἐθεασάμεθα, ἐκθέσθαι οὐδαμῶς κατοκνήσομεν. Τὸ τῶν πολεμίων
φοσσᾶτον διαφόρως· οἵ τε ἱππεῖς σὺν τῶν πεζῶν ὁμοῦ τῆς χώρας καὶ τῶν πόλεων
αὐτῶν συνεξήρχοντο, καὶ ἐπὶ δυσὶν ἡμέραις ὁμοῦ συμπεριπατήσαντες, ἐσθ' ὅτε καὶ
πλείοσιν, ἀπ' ἀλλήλων διεχωρίζοντο· καὶ οἱ μὲν ἱππεῖς, οἱ τὰς ἡμετέρας χώρας
κατατρέχειν καὶ λεηλατεῖν βουλόμενοι, προὐλάμβανον ἡμερῶν τινων διάστημα, τοῦ
πεζικοῦ λαοῦ αὐτῶν ἀφεστηκότες, διὰ τὸ σπεύδειν αὐτοὺς ἀμηνυτὶ τοὺς οἰκήτορας
τῶν χωρίων καταλαβεῖν οἴκοι μένοντας, τὸ δὲ τοῦλδον μετὰ τῶν πεζῶν καὶ τῆς
τούτων ἀποσκευῆς ὄπισθεν ἑπόμενον, ἡνίκα τὰς δυσχωρίας καὶ τὰ στενὰ διῆλθεν,
ἐπιτήδειον διασκοπῆσαν τόπον πρὸς φυλακὴν αὐτῶν καὶ ἀσφάλειαν, τὰς σκηνὰς
πηξάμενοι ἐν αὐτῷ ηὐλίζοντο, τοὺς εἰς κοῦρσον ἐκδραμόντας ἱππεῖς ἐκεῖσε προσ-
εκδεχόμενοι, ἵνα τοὺς ὑποστρέφοντας καλῶς τὰς δυσχωρίας διαβιβάσωσιν.
2
Ὁ
οὖν στρατηγὸς τὴν ἐξέλευσιν αὐτῶν καταμηνυόμενος, τὰς παρανομὰς ἀποστελλέτω
καὶ πάντα ποιείτω κατὰ τὴν ἀνωτέρω διάταξιν. Καὶ εἰ μὲν εὐχερές ἐστι τῷ στρατηγῷ
τοὺς εἰς τὴν λείαν ἐκδραμόντας διεσκεδασμένους καταλαβεῖν καὶ τούτους κατατρο-
πώσασθαι, ἔργῳ τοῦτο σπευσάτω πληρῶσαι· εἰ δὲ διά τινα σφάλματα καὶ τὰς
συμβαινούσας ἐναντιώσεις ἐμπόδιον προσυπαντήσει αὐτῷ, εἰς τὸν κατὰ τοῦ φοσσάτου
πόλεμον παρασκευασθήτω, καὶ τὸν τόπον ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντο ἀκριβῶς
διασκοπησάτω, μή ποτε ποταμός ἐστιν ἀσφάλειαν αὐτοῖς προξενῶν ἢ ῥύαξ. Καὶ
πρὸς τὴν θέσιν τοῦ τόπου δεῖ καὶ αὐτὸν παρασκευασθῆναι, καὶ σπουδῇ πολλῇ πρὸς
ἑαυτὸν τὸ πεζικὸν στράτευμα, εἰ δυνατόν, ἐπισυναγαγεῖν.
3
Προσδοκῶντος δὲ τοῦ
στρατηγοῦ τὴν τούτων ἀποκίνησιν καὶ ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν, εἰ τυχὸν δι'
αὐτομόλων τοῦτο πυνθανομένου, δέον ἱππεῖς ἀποστεῖλαι νυκτός, ἀρχηγοὺς ἔχοντας
τῶν ἐμπείρων ἀνδρῶν καὶ ἀξιολόγων, καὶ δύο ἐγκρύμματα παρασκευάσαι ἔνθεν
κἀκεῖθεν τῆς ὁδοῦ, δι' ἧς γενήσεται ἡ τῶν πολεμίων διέλευσις. Ἐξ αὐτῶν δὲ τῶν
ἀποσταλέντων ἑκατὸν ἄνδρας ἐπιλεξάμενος εἰς λόχον καταστησάτω, χωρία φυλάτ-
τοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν
χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς τοῦ λαοῦ αὐτοῦ ἵστασθαι κεκρυμμένον καὶ ἐκ
περιωπῆς ἐφορῶντα τὴν τῶν πολεμίων διάβασιν.
4
Οἱ οὖν ἱππεῖς τῶν πολεμίων,
οἱ εἰς συλλογισμὸν χρειῶν τὰ χωρία διερευνώμενοι τὰ πλησίον τούτοις συμπαρα-
κείμενα, ἡνίκα ἐν τοῖς φυλαττομένοις χωρίοις εἰσέλθωσι καὶ τῶν ἵππων ἀποβάντες
οἰκίας ἀναψηλαφῶσι τῶν χωριτῶν, κατ' αὐτῶν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἑκατὸν
ἱππεῖς ὁρμησάτωσαν καὶ ὅσους ἀνελεῖν δυνηθῶσιν εἴτε ζωγρῆσαι παραυτίκα πρὸς
φυγὴν ὁρμήσουσιν, ὑποφεύγοντες τὴν ὁδὸν τὴν ἀναμεταξὺ τῶν δύο ἐγκρυμμάτων
διερχομένην, ἐφελκόμενοι τοὺς πολεμίους πρὸς δίωξιν· καταδιωκόμενοι δὲ ταῖς
ἐνέδραις περιπεσεῖν τοὺς πολεμίους παρασκευάσουσι. Τότε οὖν ἐξερχέσθωσαν τὰ
ἑκατέρωθεν ἱστάμενα ἐγκρύμματα καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ὁρμὴν ποιησάτωσαν·
καὶ πολλοὺς τῶν πολεμίων ἔργον μαχαίρας ποιήσονται. Τοῦ δὲ στρατηγοῦ ταῦτα
ὁρῶντος, παραυτίκα καὶ αὐτὸς μετὰ τῶν πλειόνων τοῦ σὺν αὐτῷ λαοῦ ὁρμήματι
σφοδροτάτῳ τὴν προσβολὴν εἰς τὴν παράταξιν τῶν πολεμίων ποιείτω, τοὺς δέ γε
ὑπολοίπους τοῦ λαοῦ αὐτοῦ κατὰ νώτου τῶν πολεμίων γενέσθαι καὶ συνάψαι πόλεμον
παρασκευασάτω. Καὶ εἰ μή τι ἐμπόδιον ἐξ ἡμετέρων ἁμαρτιῶν γένηται, τῶν πολεμίων
ὑπερισχύσουσιν.
5
Εἰ δέ γε ἰσχυρῶς μαχόμενοι οἱ πολέμιοι ἀντισχεῖν δυνηθῶσι
καὶ στῶσιν ἐν αὐτῷ τῷ τόπῳ, τὰ ἀχθοφόρα ζῷα ἀποφορτίσαντες ἄπληκτον δῆθεν
ποιούμενοι, ἐκ πολλῆς περιστάσεως, καὶ πειρῶνται τοῦ ἀντιπαρατάξασθαι, πολλὴν
ἐν τούτῳ ἐφεύρωσι τὴν δυσχέρειαν, ἀλλ' ὅμως χρὴ καὶ τὸν στρατηγὸν κύκλῳ κατ'
αὐτῶν ἐπαγαγεῖν τὸν πόλεμον καί, εἰ δυνατὸν καὶ πεζικὸν λαὸν τῇ αὐτῇ τοῦ πολέμου
ἡμέρᾳ καταλαβεῖν τάχει πολλῷ, παραγενέσθαι τοῦτο παρασκευάσαι. Εἰ δὲ τοῦτο
ἀδύνατόν ἐστι διὰ τὸ πόρρω τούτους τυγχάνειν, τοὺς προσήκοντας τῶν ἱππέων τῶν
ἵππων ἀποβῆναι διορισάτω καὶ πεζῇ τοῖς πολεμίοις μετὰ τῶν ἱπποτῶν μάχεσθαι,
τόξοις καὶ σφενδόσι καὶ δόρασι σὺν ἀσπίσι χρωμένους.
6
Δεῖ οὖν τὸν στρατηγὸν
καὶ τὴν αὐτοῦ ἀποσκευὴν ἀγαγεῖν καὶ τὸ τοῦλδον, εἴγε πλησίον τυγχάνει, καὶ
σύνεγγυς τῶν πολεμίων ἀπληκεῦσαι εἰς ἔκπληξιν αὐτῶν καὶ…
αὐτ…
The complete text is available when the reading interface loads.