Chronographia
- Edition reference
- Chronographia (partim edita e cod. Paris. gr. 1712), ed. I. Bekker, Theophanes Continuatus, Ioannes Cameniata, Symeon Magister, Georgius Monachus [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1838]: 603–760.
- CTS identifier
urn:cts:greekLit:tlg3182.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
603
{ΣΥΜΕΩΝ
ΜΑΓΙΣΤΡΟΥ ΚΑΙ ΛΟΓΟΘΕΤΟΥ
ΧΡΟΝΟΓΡΑΦΙΑ.}
Κόσμου ἔτος ͵Ϛτζʹ, τῆς θείας σαρκώσεως ἔτος ωζʹ, Ῥωμαίων
βασιλεὺς Λέων Ἀρμένιος ὁ καὶ Χαμαιλέων, ὁ παραβάτης καὶ εἰ-
κονομάχος, ἔτη ζʹ μῆνας εʹ. ἦν δὲ τὴν ἡλικίαν κοντός (διὸ καὶ
Χαμαιλέων προσηγόρευται), ἐπίμεστος, εὐπρεπής, γένειον ἔχων
καθιστάμενον, ὀγυρὸς τὴν κόμην, φωνὴν ἔχων βροντώδη δίκην
λέοντος, θρασύς τε καὶ δειλός. διγενὴς δὲ ἦν ἐξ Ἀσσυρίων καὶ
Ἀρμενίων· καὶ Ἀσσύριοι μὲν ἐξ Ἀσσύρων ἐκλήθησαν, Ἀρμένιοι
δὲ ἀπὸ Ἀρμενίου τινὸς οὕτω καλουμένου, τοῦ ἀπὸ Ἀρμενίας πό-
λεως Θετταλίας γενομένου, ὃς Ἰάσονι συνεστράτευσεν.
604
2. Οὗτος ὁ Λέων στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου
ἐβεβαίωσεν αὐτὸν ἐγγράφως ὡς ὀρθόδοξός ἐστι τῇ πίστει. ἀλλὰ
γὰρ οὐκ ἔλαθεν τῷ καλῷ ποιμένι ὁ λύκος τῷ κωδίῳ ἐγκεκρυμμέ-
νος· ὡς γὰρ τὸ διάδημα τῇ μιαρᾷ ἐκείνου κεφαλῇ περιτέθεικεν,
ἐδόκει ὡς ἀκανθῶν καὶ τριβόλων προστρίψεσιν ὀδύνης ἐπαισθά-
νεσθαι. καὶ τῆς συνήθους τάξεως τελεσθείσης ἐπὶ τὸ παλάτιον
ὁ ἀλιτήριος εὐφημούμενος ἀπῄει. ὡς δὲ πρὸ τῶν τῆς Χαλκῆς
πυλῶν ἐν τῷ κατ' ἐπιφάνειαν κυκλικῷ καὶ πορφύρῳ μαρμάρῳ
ἐγένετο, εὐχαριστήριον ἀπεδίδου τῷ ἐκεῖσε Χριστοῦ τοῦ θεοῦ
ἡμῶν εἰκονίσματι, εἴτε ἀληθῆ εἴτε προσχήματι. ἔνθα ἐκδιδύ-
σκεται τὴν ἐσθῆτα, ἣν ἐπεβέβλητο ῥοδοειδέσι χρόαις ἐκλάμπου-
σαν, καὶ κολόβιον ὃ προσονομάζουσι κατὰ τὸ ἔκπαλαι τῶν στρα-
τηλατῶν τηρηθὲν ἔθος· καὶ Μιχαὴλ τῷ ἐξ Ἀμοραίων ἱπποκόμῳ
αὐτοῦ ὄντι ἐπιδίδωσι. τοῦ δὲ ταύτην ἀναβαλλομένου, εἰς οἰωνὸν
μετὰ Λέοντα τῆς βασιλικῆς ἐπιβάσεως τοῖς εἰδόσι λελόγιστο. εἶτα
εἰς τὰ λεγόμενα Σκῦλα ἐλθόντες, τὴν ἐσθῆτα Λέοντος ἐπιβάσει
βαρείᾳ καθύβρισεν. ἐν συνέσει δὲ τούτου Λέων γενόμενος νεω-
τερισμόν τινα παραυτὰ ἔσεσθαι αὐτῷ οἰωνίσατο. (3) ἧκεν οὖν
εἰς λογισμὸν αὐτῷ περὶ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, ὃς ἐπὶ
τοῦ Βαρδανίου εἶπεν αὐτῷ τὰ συμβησόμενα. στέλλει οὖν αὐτῷ
τὰ πρὸς χρείαν κατ' εὐχὴν ἀναθήματα. ἐκείνου τοίνυν ἐν τῷ
μεταξὺ τελευτήσαντος, συνέβη ἀντ' αὐτοῦ ἕτερον μοναχὸν Σαβ-
βάτιον λεγόμενον, ὃς καὶ τὰ τοῦ πρῴην μοναχοῦ ῥήματα ἤκουσε
605
ἐπεισδύνας τῇ αὐτοῦ σκηνῇ, καὶ τῇ τῶν ἁγίων εἰκόνων προσκυ-
νήσει ἀντικαθίστατο. θεασάμενος δὲ τὰ παρὰ τοῦ βασιλέως στα-
λέντα ἀποπέμπειν προσεποιεῖτο διὰ τὸ τὸν βασιλέα προσκυνεῖν τὰς
ἁγίας εἰκόνας, ἀνθ' ὧν καὶ καταστρέψαι κύριον τὴν αὐτοῦ βασι-
λείαν ἐπιστέλλων προήγγειλεν. τούτοις φρεναπατηθεὶς ὁ βασι-
λεὺς μετακαλεῖται Θεόδοτον τὸν Κασσιτηράν, ὅστις καὶ πρὶν ἢ
τῆς βασιλείας δράξεσθαι τὸν Λέοντα, γυναικός τινος πνεῦμα Πύ-
θωνος ἐχούσης ἀκούσας ἐπὶ τῆς ἀγορᾶς περιπατούσης καὶ κρα-
ζούσης ὡς ὁ τῶν Ἀνατολικῶν στρατηγὸς μέλλει τὴν τοῦ Μιχαὴλ
βασιλείαν δέχεσθαι, τὸν Λέοντα προσλαβόμενος ἄπεισιν ἐν τῷ
τοῦ ἁγίου Παύλου ναῷ ἐν τῷ Ὀρφανοτροφείῳ, καὶ συνθήκας
πρὸς ἀλλήλους φυλακῆς ποιησάμενοι, θαρρεῖν πρὸς αὐτόν, ὅτι
μοι περὶ σοῦ ἐκ θείας ὁράσεως προέγνωσται ὡς τῆς βασιλείας τά-
χιον ἐπιτεύξῃ. τοῦτον οὖν τὸν Θεόδοτον μετακαλεσάμενος δεί-
κυσιν αὐτῷ τὰ ἀπεσταλμένα· ὃς τοῦ τοιούτου σκοποῦ δραξάμε-
ος τῷ κακῷ κακὸν πλεονάζει, καὶ περί τινος μοναχοῦ τὴν οἴκησιν
κεκτημένου ἐν τοῖς Μαυριανοῦ πείθει παρ' αὐτοῦ ἐνεργεῖσθαι
παράδοξα, ἕτερον αὐτὸν ἐπιφημίζων μέγαν Ἀντώνιον. ταῦτα
τῷ βασιλεῖ ὑποθέμενος ἄπεισι πρὸς τὸν μοναστήν, καὶ πεπλασ-
τουργημένως τάδε φησίν, ὡς τῇ ἐπιούσῃ νυκτὶ τὸν βασιλέα εὐ-
τελεῖ καταστήματι προσοίσω σοι, ὃν ἐπαρᾶσθαι καὶ τάχιον παρελ-
θεῖν τοῦ βίου ἐξειπεῖν συμβουλεύομαι, εἰ μὴ Λέοντος τοῦ Ἰσαύ-
ρου στοιχειοῖτο τῷ δόγματι. καὶ ὡς εἰ τοῦτο παραφυλάξοι, οβʹ
606
βασιλεύσειεν, καὶ παῖδας παίδων ἐπὶ θρόνου τῆς βασιλείας ἰδεῖ,
καὶ τρισκαιδέκατος τῶν ἀποστόλων φανῆναι· εἰ δὲ μή, τἀναντία,
μυρία δεινὰ καὶ ἀπώλειαν σύντομον. τῆς οὖν νυκτὸς ἐπιστάσης
ἀπῄει ὁ βασιλεὺς μετὰ Κασσιτηρᾶ πρὸς τὸν μοναχόν, καὶ εὐθὺς
παραυτὰ ἀπορραπίζεται ὡς προεγνωκότος τὸ αὐτοῦ πρόσχημα,
οὕτω λέγων, μὴ δεῖν ἐν ἰδιωτικῇ καταστάσει βασιλέα σε ὄντα
οὑτωσὶ ὑποκρίνεσθαι. δι' ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς εὐπει-
θὴς τούτῳ καθίσταται πρὸς τὴν τῶν ἁγίων εἰκόνων καθαίρεσιν·
καὶ παρευθὺ τὸν ἐν αὐτῷ κατὰ τῆς εὐσεβείας ἰὸν ἐξεμέσας καὶ
μανεὶς ἤρξατο τῆς αἱρέσεως.
4. Συμμύστας ἐπιζητήσας εὑρίσκει Ἰωάννην τὸν λεγόμενον
γραμματικόν, ἄλλον Ἰαννὴν μᾶλλον ἢ Σίμωνα, ὃς καὶ Ὑλζιλὰς
ὠνομάζετο, ὅπερ Ἑβραϊστὶ ἑρμηνεύεται πρόδρομος καὶ συνεργὸς
τοῦ διαβόλου· ἦν δὲ υἱὸς Παγκρατίου σκιαστοῦ, καὶ ἐκ παιδόθε
δαίμονα εἶχε, διαβεβόητο δὲ ἐπί τε λεκανομαντείαις καὶ αἰσχρουρ-
γίαις. εὗρε καὶ Κωνσταντῖνον πρεσβύτερον τζαγγαρίου, ὃς καὶ
νομικὸς εἰς τὰ Φορακίου γέγονε, διὰ δὲ ἐγκλήματα φυγόντα καὶ
γενόμενον μοναχὸν μετονομασθέντα Ἀντώνιον, μυθολόγον καὶ
γελοιαστὴν καὶ αἰσχρῶς βιοῦντα· ὃς καὶ ἡγούμενος εἰς τὴν μονὴν
τὰ Μητροπολιτῶν γενόμενος καὶ τοὺς ὑπ' αὐτὸν ταῦτα ἐξεπαίδευ-
σεν, ὕστερον δὲ κατὰ παραχώρησιν θεοῦ καὶ ἐπίσκοπος Συλαίου
γέγονεν. εὗρε δὲ καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτῷ. ἐν τῷ ἀνα-
607
μεταξὺ ἀστὴρ κομήτης ἐφάνη ἐν σχήματι δύο λαμπρῶν δίσκων
σεληναίων, ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχή-
ματα, ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυποῦσθαι, οἷος
καὶ ἐπὶ Μιχαὴλ βασιλέως τοῦ Κουροπαλάτου ἐφάνη· ὅνπερ τινὲς
ἑρμηνεύσαντες ἔφασαν τὴν ἀκέφαλον εἶναι κεφαλήν, προδηλοῦντα
τὸν μέλλοντα ἀνταρσίαις ἐπιθήσεσθαι μετὰ ταῦτα Θωμᾶν καὶ
τοὺς μετ' αὐτοῦ στασιαστάς. καὶ μέντοι καὶ σεισμοὶ φοβεροὶ καὶ
λοιμοὶ καὶ αὐχμοὶ καὶ φλογώσεις γεγόνασιν ἐπὶ τῶν ἡμερῶν τοῦ
θεοστυγοῦς.
5. Τῷ αὐτῷ ἔτει προσκαλεῖ Νικηφόρον ἀοίδιμον πατριάρ-
χην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους ἐνώπιον τῆς συγκλήτου, καὶ
φησίν “ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυ-
νεῖσθαι τὰς εἰκόνας.” πρὸς ὃν πρῶτος ὁ ἐν ἁγίοις Νικηφόρος
φησί “τιμητέαι, ὦ βασιλεῦ, αἱ ἱεραὶ τῶν ἁγίων εἰκόνες εἰσὶν ὡς
ἐξ ἀρχῆς θείῳ νεύματι φανεῖσαι. καὶ γὰρ ἡ ἁγία ὀθόνη ἥν ποτε
λαβὼν ὁ Χριστὸς ἐπέθετο ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ εἶδος
αὐτοῦ ἀχειροποιήτως ἐγένετο, τιμητέα καὶ σεβάσμιός ἐστιν. ἔπειτα
αἱ τῶν ἁγίων ἀποστόλων ἰδιόχειροι εἰκόνες τοῦ τε αὐτοῦ Χριστοῦ
καὶ τῆς τοῦτον τεκούσης, ἥ τε ἐν Ῥώμῃ μέχρι τοῦ νῦν τηρουμένη
τῆς μεταμορφώσεως, καὶ ἀνεφάνη ὁ Χριστὸς μετὰ Μωσέως καὶ
Ἠλία ἐν Θαβώρ· ἥτις προτροπῇ Πέτρου τοῦ κορυφαίου γέγονεν.
ἀλλὰ μὴν καὶ ἐν τῇ Λύδδᾳ πόλει τῆς Ἑῴας τὸ γενόμενον. σε-
608
βάσμιος γὰρ ναὸς ἀρχαῖος ἔστιν εἰς ὄνομα τῆς θεοτόκου ὑπὸ πι-
στῶν ἀνεγηγερμένος, ἐν ᾧ ἱστόρηται τὸ εἶδος τῆς θεοτόκου· ὃν
ἀντιποιούμενοι ὡς οἰκεῖον οἱ Ἰουδαῖοι, ἡ θεομήτωρ ἀκούσασα ἐν
Ἱερουσαλὴμ οὕτως εἶπεν, κεκλείσθω ὁ ναὸς καὶ εἰσίτω μηδείς,
καὶ τῇ μʹ ἡμέρᾳ ἀνοιγέσθω· καὶ εἰ μὲν οὐδὲν ὀφθῇ σημεῖον ἐν
αὐτῷ, ἔστω τῶν Ἰουδαίων ὁ ναός. μετὰ γοῦν τὴν προθεσμίαν
ἀνοίξαντες ὁρῶσι τὸ εἶδος τῆς θεοτόκου τὸν Χριστὸν ὡς βρέφος
ταῖς χερσὶ περιεχούσης, θαυμαστὸν ἅμα καὶ αἰδεσιμώτατον καὶ
θεοπρεπέστατον εἶδος καὶ κάλλος, ἐν πλαξὶ διαυγέσι, καὶ ἐμφα-
νὲς θεωρούμενον καὶ ὅλον δι' ὅλου εἰς βάθος κεχωρηκός· ὅπερ
ἰδόντες Ἰουδαῖοι ἔφυγον. μετὰ ταῦτα πολλοὶ Ἰουδαῖοι καὶ Ἕλλη-
νες ἀποξέσαι τοῦτο πειραθέντες ἠστόχησαν· μένει δὲ ὡσαύτως
ἄχρι τοῦ νῦν ἡ ἀχειροποίητος ἐπὶ τῆς πλακὸς μορφὴ εἰς δόξαν
θεοῦ. πρὸς τούτοις καὶ ἡ τῆς αἱμόρρους εἰκών, διὰ τῆς βοτάνης
πᾶν πάθος ἰωμένη ἐν Πανεάδι καὶ πάσῃ τῇ γῇ.”
6. Μετὰ τοῦτον ὁ ἱερὸς Εὐθύμιος μητροπολίτης Σάρδεων
παρρησιασάμενος ἀπεστόμισε τὸν ἀλιτήριον. Θεόδωρος δὲ ὁ τῶν
Στουδίου ἡγούμενος ἔφη “μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν
ἐκκλησιαστικήν· σοὶ μὲν γὰρ ἡ τῆς πολιτείας κατάστασις καὶ ἡ
τοῦ στρατοπέδου ἐπιστεύθη τούτων φροντίζειν, τὴν δὲ ἐκκλησίαν
ἄφες.” ὁ δὲ τύραννος ὑπερζέσας τῷ θυμῷ πάντας μεθ' ὕβρεων
ἀπήλασεν, καὶ τὸν μὲν πατριάρχην Νικηφόρον ἐξώρισε καὶ τὸν
609
Θεόδωρον· ὅτε καὶ λέγεται ὅτι τοῦ πατριάρχου Νικηφόρου ἐν
ἐξορίᾳ παραπεμπομένου, πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν τῆς Σι-
γριανῆς λεγόμενον καὶ τῆς μονῆς τοῦ μεγάλου Ἀγροῦ προϊστάμενον
προορατικοῖς ἀφθαλμοῖς, θυμιάματά τε καῦσαι καὶ μετ' εὐχῆς
ἀποπέμψαι, τὰς χεῖρας αἴροντα καὶ τῷ θεῷ τοῦτον παραδιδόντα
καὶ τὸν ἀσπασμὸν ἐπιτείνοντα· καί τινος ἐρομένου αἰτίαν εἰπεῖν
ὅτι ἰδοὺ διέρχεται ἐν ἐξορίᾳ ὁ μέγας ὁμολογητὴς Νικηφόρος ὁ πα-
τριάρχης, ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνιζόμενος. τὸν δὲ ἱερὸν
Εὐθύμιον, ἅτε δὴ τὸν ἔλεγχον τῆς αἱρέσεως ἀποτομώτερον ἐκφω-
νήσαντα, τὰς σιαγόνας τοῖς ῥαπίσμασι καταθλᾷ καὶ ταῖς μάστιξι
τὸν νῶτον καταξαίνει τοσοῦτον ὡς ἐν αὐταῖς τοῦτον ἐκπνεῦσαι.
τούτων γενομένων Θεόδοτον τὸν Κασσιτηρὰν πατριάρχην χειροτο-
νεῖ, ἄλογον ἄνδρα καὶ ἰχθύων ἀφωνότερον, καὶ διωγμὸν ἄσπον-
δον κατὰ τῆς ἐκκλησίας ἀναρριπίζει φανερῶς, τοῖς συμμύσταις
αὐτοῦ καταπιστεύων, τρία ὑποθέντας αὐτῷ ποιῆσαι, τῆς ὀρθο-
δόξου ἡμῶν πίστεως τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαί-
ρεσιν καὶ τῶν εὐσεβούντων τὴν δίωξιν. καὶ πρῶτον μὲν καθαιρεῖ
πᾶσαν ἱερὰν τῶν ἐκκλησιῶν ἀναστήλωσιν, κἀντεῦθεν τοὺς εὑρι-
σκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἢ τῶν ἁγίων δειναῖς τιμωρίαις
καὶ θανάτῳ κατεδίκασεν, πολλοὺς δὲ τῶν ἐν δόξῃ καὶ περιφανῶν,
ἀλλὰ μὴν καὶ μοναχοὺς ἀπείρους, πεφόνευκεν.
7. Ἐπεὶ δὲ Μιχαὴλ τὸν ἐξ Ἀμορίου, οὗ τὴν παῖδα ἐκ τῆς
610
πνευματικῆς κολυμβήθρας υἱοποιήσατο, πατρίκιον καὶ ἐκκούβιτον
ἐτίμησεν, αὐτὸς δὲ τῇ τολμηρίᾳ τῆς γλώττης τὸν Λέοντα ὠνεί-
διζεν ὡς καθαιρέτην τῶν ἁγίων εἰκόνων, καὶ τὴν γαμετὴν αὐτοῦ
ἀνοσίοις γάμοις ἐμμιγῆναι, ὑπολαβὼν αὐτὸν ἀνταρσίαν μελετᾶν
εἰς τὸ τοῦ παλατίου λοῦτρον Πιθήκειον δεσμεῖ, κοντῷ τε προσδε-
θῆναι κελεύει καὶ τῷ καμιναίῳ πυρὶ παραδοθῆναι ἀνάλωμα· οὗ
προβιβασθέντος ὁ βασιλεὺς εἱστήκει θεωρῶν τοῦτον. ἡ δὲ βασί-
λισσα Θεοδοσία δάκρυσιν ἱκετεύσασα τῆς μιαιφονίας ἐλυτρώσατο,
καὶ ὁ βασιλεὺς τὸν ὑπεύθυνον ἐαθῆναι προσέταξεν. πρὸς δὲ τὴν
ἑαυτοῦ γυναῖκα εἶπεν “ὦ γύναι, τὴν μὲν ἐμὴν ψυχὴν τῆς ἐκεῖθεν
σήμερον δίκης ἀπήλλαξας, ἴσως μὲν καὶ τῆς ζωῆς συντόμως στε-
ρήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἡμῶν θεάσῃ τὸ ἀποβησόμενον.” ἦν
γὰρ αὐτῷ ἔκ τινος συμβουλικῆς βίβλου ὁ ἀναιρέσιμος χρόνος με-
μυημένος. εἶχε γὰρ γραφὴν τοιαύτην, Λέοντος εἰκόνα θηρίου
ὁλόκληρον, ἐν μὲν τῇ κεφαλῇ ἔχουσαν Χ γράμμα, ἐν δὲ τοῖς ὄπι-
σθεν Φ, καὶ μέσον τοῦ θηρίου πρὸς αὐτὴν τὴν ψόαν ξίφος ἤγουν
σπάθην ἐμπεπηγμένην καὶ ᾑμαγμένην· ἣν ὑποδείξας Στεφάνῳ,
ᾧ ἐπίκλην Καπετωλίγης, ἔφη πρὸς αὐτὸν “τί δηλοῖ ταῦτα;” ὁ
δὲ ἔφη “ἄφες, δέσποτα, μὴ ἴδω καὶ τὴν γραφήν.” ὁ δὲ οὐ
κατεδέξατο. συλλογισάμενος οὖν ὁ Στέφανος λέγει τῷ βασιλεῖ
“οὗτος ὁ λέων εἰς πρόσωπον τῆς βασιλείας κεῖται, καὶ μέσον τοῦ
Χ γράμματος καὶ τοῦ Φ κακόν τι συμβαίνει αὐτῷ.” καὶ ὁ βα-
611
σιλεὺς “τί ἐστι τὸ Φ καὶ τὸ Χ;” ὁ δέ φησι “μέσον τῆς Χριστοῦ
γεννήσεως καὶ τῶν φώτων.” ἀλλὰ καὶ ἐκ τοῦ ῥηθέντος αὐτῷ
διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονά-
ζοντος, καὶ ἐκ τῆς ἀμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων, ὅτε
πρὸς τὰ βασίλεια εἰς τὴν ἀρχὴν εἰσήρχετο. προσέτι δὲ καὶ ἡ τῆς
μητρὸς ὄψις ἐπλήρου φόβου αὐτόν, ἣ τότε μὲν λεχθεῖσα εἰς οὐδὲν
τούτῳ λελόγιστο, τὰ νῦν δὲ καὶ σφόδρα δάκνουσα ἐπέκειτο τὴν
ψυχήν. ἐφάνη γὰρ αὐτῇ, κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν
προσφοιτώσης ἀεί, κόρη τις ὑπὸ πολλῶν λευχειμόνων περιστοιχι-
ζομένη καὶ ὁ ναὸς ἅπας αἵματι πλήρης. ταύτην οὖν τὴν κόρην
εἰπεῖν τινὶ τῶν παρεστώτων, χύτραν πληρώσαντα αἵματι ἐπιδοῦ-
ναι τῇ μητρὶ τοῦ Λέοντος πιεῖν. αὐτῆς δὲ πολυετίαν προβαλλο-
μένης δι' ἧς μήτε κρεῶν μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ
διὰ τοῦτο μηδὲ ταύτης χρῄζειν τῆς χύτρας, “καὶ πῶς” ἀντέφη ἡ
κόρη μετὰ θυμοῦ “ὁ σὸς υἱὸς οὐ παύεται ἐμὲ πολλῶν αἱμάτων
πληρῶν καὶ τοῦτον τὸν ἐμὸν υἱὸν παροργίζων καὶ θεόν;” πολλά
τε ἔκτοτε ἐλιτάνευε τὸν ἑαυτῆς υἱὸν τῆς τῶν εἰκονοκαυστῶν αἱρέ-
σεως ἀποστῆναι, τὴν ὄψιν αὐτὴν ἐκτραγῳδοῦσα. ἄλλη δὲ ὄψις
τοῦτον ἐδειμάτου νυκτερινὴ τῆς πρώτης οὐκ ἔλαττον· τοῦ γὰρ
ἀοιδίμου Ταρασίου τοῦ πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος,
ἤκουσε τοῦτον Μιχαήλ τινα ἐξ ὀνόματος καλέσαι, καὶ ἐπιπηδή-
612
σαντα ἐπιπλῆξαι λέοντα καιρίαν καὶ κατὰ κρημνοῦ ὠθῆσαι ἄβυσ-
σον ἔχοντος.
8. Ἀπὸ δὲ τῶν ἡμερῶν τοῦ ἀθέου Λέοντος ἦλθον οἱ Βούλ-
γαροι μηδενὸς αὐτοὺς ὑπαντῶντος ἢ κωλύοντος ἕως τῆς πόρτης·
καὶ ποιήσας ὁ Κροῦμος θυσίαν κατὰ τὸ ἔθος αὐτοῦ ἔξωθεν τῆς
Χρυσῆς πόρτης ἔθυσε ἀνθρώπους καὶ κτήνη πολλά· καὶ εἰς τὸν
αἰγιαλὸν τῆς θαλάσσης βρέξας τοὺς πόδας αὐτοῦ καὶ περικλυσά-
μενος, καὶ ῥαντίσας τὸν λαὸν αὐτοῦ καὶ εὐφημισθεὶς ὑπ' αὐτῶν,
διῆλθεν μέσον τῶν παλλακίδων αὐτοῦ προσκυνηθεὶς ὑπ' αὐτῶν
καὶ δοξασθείς, καὶ ταῦτα θεωρούντων ἐκ τοῦ τείχους πάντων,
καὶ μηδενὸς τολμῶντος κωλῦσαι αὐτὸν ἢ ἀπολῦσαι βέλος κατ' αὐ-
τοῦ. καὶ ποιήσας πάντα τὰ ἐπιθυμητὰ αὐτοῦ καὶ ἅπερ ἐβούλετο,
περιεκύκλωσεν τὴν πόλιν καὶ ἔβαλεν χάρακα ἐπ' αὐτῇ, καὶ ποιή-
σας ἡμέρας τινὰς καὶ πραιδεύσας τὰ ἔξωθεν τῆς πόλεως ἤρξατο
ζητεῖν πάκτα χρυσίου καὶ ἱματισμοῦ ἀριθμὸν πολὺν καὶ κοράσια
ἐπίλεκτα ποσότητα τινά. καὶ δὴ ποιήσας ὁ Λέων βουλὴν μετὰ
τῶν ἀρχόντων ἐδήλωσε τὸν Κροῦμον ὅτι ἐλθὲ ἕως τοῦ αἰγιαλοῦ
μετὰ ὀλίγων τινῶν μὴ ἐπιφερομένων ὅπλα, καὶ ἡμεῖς ἐξερχόμεθα
διὰ τῆς θαλάσσης ἄοπλοι μετὰ χελανδίου, καὶ συλλαλοῦμεν, καὶ
ἅπερ ᾐτήσω πάντα ποιοῦμεν. καὶ ταῦτα διαλαλήσαντες, διὰ τῆς
νυκτὸς ἐξαγαγόντες τινὰς ἐνωπλισμένους τρεῖς ἄνδρας, κατέκρυ-
ψαν αὐτοὺς ἐν δωματίοις τισὶ τῶν Γάλλης ἔξωθεν τῆς πόρτης τῶν
613
Βλαχερνῶν, δώσαντες αὐτοῖς σύσσημον ὅτι διαλεγομένων ἡμῶν
μετὰ τοῦ Κρούμου, σημεῖόν τι ἔχομεν ποιῆσαι, ὅπερ θεασάμενοι
ἐξέλθατε καὶ ἀποκτείνατε αὐτόν. καὶ τῇ ἐπαύριον ὄντων τῶν
Βουλγάρων ἐπὶ τὸ μέρος τῶν ἁγίων Ἀναργύρων ἔξωθεν τῆς πό-
λεως, κατῆλθεν ὁ Κροῦμος ἐπὶ τὴν θάλασσαν κατὰ τὴν συνταγὴν
μετὰ ἄλλων τριῶν, τὸν λογοθέτην αὐτοῦ καὶ Κωνσταντῖνον τὸν
λεγόμενον τοῦ Πατζικοῦ φυγόντος εἰς Βουλγαρίαν πρὸ πολλῶν
τῶν, ἔχοντα καὶ τὸν υἱὸν αὐτοῦ ὄντα ἐξ ἀδελφῆς τοῦ Κρούμου·
τινες τέσσαρες ἐξελθόντες ἐκ τοῦ λαοῦ αὐτῶν ἄοπλοι κατῆλθον
ἕως τῆς θαλάσσης κατὰ συνταγήν, μὴ γινώσκοντες τὸ ἔνεδρον
αὐτῶν. λοιπὸν δὲ καὶ οἱ ἐκ τῆς πόλεως ἐξῆλθον μετὰ χελανδίου
βουλόμενοι συλλαλῆσαι μετὰ τοῦ Κρούμου, καὶ λαβόντες λόγον
ἐξῆλθον τοῦ καραβίου· καὶ ἀποκαβαλικεύσας ὁ Κροῦμος ἐκάθισεν
ἐπὶ τοῦ ἐδάφους, καὶ τὸν ἵππον αὐτοῦ ὁ υἱὸς Κωνσταντίνου στρω-
μένον καὶ χαλινωμένον ἐκράτει. καὶ διαλεγομένων αὐτῶν ἐποίη-
σεν ὁ εἷς τῶν ἐκ τῆς πόλεως τὸ σημεῖον, ὃς ἦν Ἑξαβούλης, τῇ
χειρὶ τὴν κεφαλὴν ἀποσκεπάσας. ὃν ἰδὼν ὁ Κροῦμος καὶ σκαν-
δαλισθεὶς ἀνεπήδησεν· καὶ ἔχων ἕτοιμον τὸν ἵππον, σηκώσαντες
αὐτὸν οἱ μετ' αὐτοῦ, ἐκαβαλίκευσεν. καὶ ἀνέκραζεν ὁ λαὸς ἀπὸ
τοῦ τείχους “ὁ σταυρὸς ἐνίκησεν.” καὶ αὐτὸς ἤρξατο φεύγειν.
καὶ ἐξελθόντες οἱ ἐνωπλισμένοι ἐκ τῶν δωμάτων κατεδίωξαν ὀπίσω
τοῦ Κρούμου, καὶ ἀπολύσαντες αὐτῶν τὰ βέλη ὡς ᾠήθησαν ὅτι
ἐπλήγωσαν αὐτόν, αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς τὸν λαὸν αὐτοῦ.
οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ.
614
καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνσταντῖνος δὲ καὶ ὁ
υἱὸς αὐτοῦ ζῶντες ἐπιάσθησαν.
9. Λοιπὸν οὖν τούτων γενομένων θυμωθεὶς ὁ Κροῦμος
ἐκέλευσε τῇ ἐπαύριον ἐμπυρίσαι καὶ καταστρέψαι πάντα τόπον·
καὶ ἀρξάμενοι ἐμπυρίζειν κατέκαυσαν πάσας τὰς ἐκκλησίας τὰς
ἀντίπεραν τῆς πόλεως, μεγάλας οὔσας, ἃς ἀνεκαίνισαν Εἰρήνη
καὶ Νικηφόρος καὶ Μιχαήλ· ὁμοίως καὶ τὰ μοναστήρια καὶ τὰ
παλάτια καὶ τοὺς οἴκους καὶ τὰ προάστεια. καὶ ἐλθόντες εἰς τὸν
ἅγιον Μάμαντα ἐνεπύρισαν τὰ ἐκεῖσε παλάτια καὶ τοὺς βασιλικοὺς
κοιτῶνας, καὶ τοὺς κίονας κατέκλασαν, καὶ τοὺς μολίβδους ἐπῇ-
ραν καὶ τὰ ζῳδία τοῦ ἱπποδρομίου, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν
κατέσφαξαν, ὁμοίως καὶ τὰ κτήνη. καὶ διελθόντες τὴν παραθα-
λασσίαν τοῦ Στενοῦ καὶ τὴν ἄνω πάντα τὰ ἐμπόρεια κατέκαυσαν,
καὶ ἄραντες σκῦλα πολλὰ ᾤχοντο. καὶ πιάσαντες τὸ δεξιὸν μέρος
τῆς πόλεως πρὸς ἀνατολάς, κατέκαυσαν τὰ ἔξωθεν τῆς Χρυσῆς
πόρτης ἕως τοῦ Ῥιγίου. καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν
τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν παράξενον. οὖσαν καὶ πάνυ
ὀχυρωτάτην. καὶ ἐλθόντες εἰς Σηλυβρίαν κατέστρεψαν τὸ αὐτόθι
κάστρον ἕως τοῦ ἐδάφους, καὶ τὰς ἐκκλησίας καὶ τοὺς οἴκους ἐνε-
πύρισαν. καὶ μετὰ τοῦτο τὸ Δαώνην κάστρον ὑπάρχον κατέστρε-
ψαν. καὶ ἐλθόντες εἰς τὴν πόλιν Ἡρακλείας, μὴ δυνάμενοι εἰς
αὐτὴν ἐλθεῖν, ἐνεπύρισαν πάντα τὰ οἰκήματα τὰ ὄντα εἰς τὸν
λιμένα καὶ τὰ πέριξ τῆς αὐτῆς πόλεως. καὶ μετὰ τοῦτο ἐλθόντες
εἰς Ῥαιδεστὸν κατέστρεψαν καὶ τοῦτο τὸ κάστρον, ἐμπυρίσαντες
615
πάντα τὰ ἐν αὐτῷ οἰκήματα καὶ τὰς ἐκκλησίας καὶ κατασφάξαντες
αὐτόθι λαὸν πολύν. καὶ ἐλθόντες εἰς τὸ Πάνιον κάστρον εὗρον
αὐτὸ ἠσφαλισμένον, ἔχοντα λαὸν πολύν· καὶ μηδὲν ἰσχύσαντες εἰς
αὐτό, τὰ ἔξω πάντα ἐμπυρίσαντες καὶ καταστρέψαντες ἀνῆλθον
εἰς τὸν Ἄσπρον, κάστρον ὂν καὶ αὐτό, καὶ καταστρέψαντες καὶ
τοῦτο καὶ ἐμπυρίσαντες, καὶ ἕτερα πλεῖστα κάστρα, κατῆλθον
ἐκεῖθεν δι' ἡμερῶν δέκα, καὶ εἰσῆλθον εἰς τὰ ὄρη τοῦ Γάνου·
καὶ εὑρόντες ἐκεῖσε λαὸν πολὺν κρυπτόμενον καὶ σχεδὸν πάντα τὰ
κτήνη τῆς Θρᾴκης, κατέσφαξαν τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη
ὄντα εἰς πλῆθος αἰχμαλωτεύσαντες ἀπέστειλαν εἰς Βουλγαρίαν,
καὶ γυναικόπαιδα πολλά. καὶ λοιπὸν ἀπῆλθον καὶ εἰς τὸ Ἑξαμί-
λην, καὶ κατῆλθον ἕως Ἄβυδον, καὶ ἀνέκαμψαν ἐπὶ τὸν Ἕβρον
καὶ τὴν ἄνω, καὶ πάντα τὰ κάστρα κατέστρεψαν ἀπὸ μικροῦ ἕως
μεγάλου ἕως τῆς Ἀδριανουπόλεως. καὶ εὑρόντες τὴν Ἀδριανού-
πολιν κραταιουμένην παρεκάθισαν. καὶ ποιήσαντες ἡμέρας πολ-
λὰς καὶ μηδὲν ἰσχύσαντες ἀπὸ τοῦ περικαθισμοῦ, στήσαντες μαγ-
γανικὰ ἐπολέμουν τὸ κάστρον. καὶ δὴ στενωθέντες, μὴ ἔχοντες
βοήθειάν ποθεν καὶ ἀποθνήσκοντες τοῦ λιμοῦ, παρέδωκαν ἑαυ-
τούς. καὶ λαβόντες οἱ Βούλγαροι τὴν αἰχμαλωσίαν πᾶσαν εἰς
πλῆθος οὖσαν ἀναρίθμητον καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν,
μετῴκισαν αὐτοὺς εἰς Βουλγαρίαν ἐκεῖθεν τοῦ Ἴστρου ποταμοῦ.
καὶ τούτων γινομένων ὁ Λέων τῆς πόλεως οὐκ ἐξῆλθεν, ἀλλ'
616
ἐκράτει τῆς βασιλείας τυραννικῶς. καὶ λοιπὸν φθασάντων τῶν
ἑορτῶν ἔστεψεν τὸν υἱὸν αὐτοῦ μικρὸν ὄντα καὶ ἐπονομαζόμενον
Σαμβάτην, ἐψεύσατο λέγων ὅτι Κωνσταντῖνος καλεῖται· καὶ
σωρεύσαντες τὸν περισωθέντα λαὸν ἐκ τῶν διαφόρων πόλεων,
ἐρόγευσεν αὐτούς, ποιήσας αὐτοὺς εὐφημῆσαι Λέοντα καὶ Κων-
σταντῖνον, μιμούμενος τοὺς πρῴην βασιλεύσαντας Λέοντα καὶ
Κωνσταντῖνον τοὺς Ἰσαύρους, ὧν καὶ τὴν αἵρεσιν ἀνενεώσατο,
βουλόμενος ζῆσαι ἔτη πολλὰ ὡς καὶ αὐτοὶ καὶ γενέσθαι περίφημος·
οὗ τινὸς τὴν βουλὴν ὁ θεὸς κατῄσχυνεν, κόψας τοὺς χρόνους
αὐτοῦ.
10. Καὶ δὴ λοιπὸν γεγονότος εὐδίου τοῦ ἀέρος τῷ χει-
μῶνι, καὶ τῶν ποταμῶν μὴ ἐχόντων ὕδωρ πολύ, ἐξῆλθον οἱ
Βούλγαροι χιλιάδες λʹ ὁλοσίδηροι· καὶ ἐλθόντες ἕως Ἀρκαδιού-
πολιν καὶ περάσαντες τὸν Ῥιγίαν (ποταμὸς δὲ οὕτως ἐστὶν λεγό-
μενος) ηὗρον λαὸν πολὺν καὶ ᾐχμαλώτευσαν αὐτόν. καὶ πρὸ τοῦ
περᾶσαι αὐτοὺς τὴν αἰχμαλωσίαν ἐγένετο ὑετὸς πολὺς ἡμέρας
ὀκτώ, καὶ ὀγκωθεὶς ὁ ποταμὸς ἐγένετο ὡς θάλασσα. καὶ μὴ
δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας ιεʹ, κατέχον-
τες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆσαι,
οὐ προσέσχεν, οὐδὲ τῆς πόλεως ἐξῆλθεν, οὐδὲ ἄλλους τινὰς ἀπέ-
στειλεν πρὸς βοήθειαν. καὶ λοιπὸν γενομένης εὐδίας καὶ τοῦ πο-
ταμοῦ ἐλαττωθέντος, αὐτοὺς τοὺς αἰχμαλώτους παρεσκεύασαν
617
κόψαι ξυλὴν καὶ ποιῆσαι γέφυραν, καὶ οὕτως ἐπέρασαν μετὰ τῆς
αἰχμαλωσίας ὄντων ὁμοῦ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων χιλιά-
δες νʹ. λαβόντες καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, Ἀρμενιατικὰ
στραγλομαλωτάρια καὶ νακοτάπητα ἀνώτερα καὶ ἱματισμὸν πολὺν
καὶ χαλκώματα, ἐφόρτωσαν πάντα εἰς τὰς ἁμάξας, καὶ λαβόντες
κάσας τὰς ἀγέλας αὐτῶν βόας καὶ πρόβατα εἰσῆλθον εἰς Βουλγα-
ρίαν. καὶ ὁ ἀδίκως βασιλεύσας κατὰ παραχώρησιν θεοῦ οὔτε
αὐτὸς ἐξῆλθεν τῆς πόλεως πρὸς βοήθειαν τῆς αἰχμαλωσίας οὔτε
ἄλλους ἀπέστειλεν.
11. Λοιπὸν οὖν μετὰ ταῦτα ἀνηγγέλη αὐτῶν λεγόντων ὅτι
ὁ Κροῦμος ἐστράτευσεν λαὸν πολὺν συναθροίσας καὶ τοὺς Ἀβά-
ρεις καὶ πάσας τὰς Σκλαβινίας· πρὸς δὲ τούτοις παρασκευάζει
διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανήματα καὶ μαγγανικὰ
παμμεγεθέστατα, τριβόλους καὶ πετροβόλους καὶ χελώνας καὶ
ὑψηλοὺς κλίμακας, σφαίρας τε καὶ μοχλοὺς καὶ ὄρυγας, κριούς
τε καὶ βελοστάσεις, πυρόβολά τε καὶ λιθόβολα καὶ σκορπίδια εἰς
τὸ βαλέσθαι βέλη καὶ σφενδόνας, πάντα τὰ μηχανήματα κατὰ τῶν
ἐπάλξεων πρὸς τὸ ἑλεῖν τὴν πόλιν. ἐπὶ τὸ δυτικὸν δὲ μέρος, φησίν,
τῆς πόλεως κατὰ τοῦ τείχους τῶν Βλαχερνῶν ταῦτα πάντα βούλε-
ται προσαγαγεῖν τὰ μηχανήματα, ἔνθα καὶ ἐτοξεύθη, σταβλίζων
βόας χιλιάδας δέκα πρὸς τὸ βαστάξαι πάντα τὰ προλεχθέντα ὄρ-
γανα, τεθέντα ἐπὶ ἁμαξῶν, ἃς προσέταξεν χιλιάδας εʹ σιδηροδε-
θέντας. ταῦτα ἀκούσας Λέων, πέμψας τε κατασκόπους καὶ μα-
618
θὼν τὴν ἀλήθειαν, συναθροίσας λαὸν πολὺν καὶ τεχνίτας ἤρξατο
κτίζειν ἕτερον τεῖχος ἔξωθεν τοῦ τείχους τῶν Βλαχερνῶν, κόψας
καὶ τὴν σούδαν πλατεῖαν. καὶ ἀρξάμενος κτίζειν, μήπω τελέσας,
ἵνα δείξῃ ὁ θεὸς ὁ διασκεδάζων βουλὰς ἐθνῶν, ἀθετῶν λογισμοὺς
λαῶν καὶ ἀθετῶν βουλὰς ἀρχόντων, ὅτι οὐκ ἐν τῇ μηχανίᾳ καὶ τῇ
ἰσχύϊ αὐτῶν οἱ ἄνθρωποι δύνανταί τι ποιῆσαι, οὔπω τοῦ ἔαρος
καταλαβόντος, ὡς φασί τινες διασωθέντες τῆς αἰχμαλωσίας ἀπὸ
Βουλγαρίας, περὶ τῇ μεγάλῃ πέμπτῃ τοῦ πάσχα ὁ πρῶτος Βουλ-
γαρίας ὁ Κροῦμος, ὁ περίφημος, ὁ τὴν πόλιν ἑλεῖν βουλόμενος,
τέλει τοῦ βίου ἐχρήσατο ἀοράτως σφαγιασθείς· ὃς καὶ ἐξήγαγεν
αἱμάτων ὀχετοὺς διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων
αὐτοῦ, καὶ οὕτως ἀπέρρηξεν τὴν ψυχὴν αὐτοῦ ἐν κακοῖς.
12. Ἐπαρθεὶς τοίνυν τῷ φρονήματι ὁ Λέων, ὅτι αὐτὸς
κατέβαλε τὸν πολέμιον, οὐχὶ θεός, ἔπεμψεν εἰς πάσας τὰς χώρας
σάκρας, ἀναγγέλλων ὅτι εὗρον τοὺς Βουλγάρους ἐγγὺς ὄντας τῆς
πόλεως, καὶ διὰ τῆς φρονήσεως καὶ ἀνδρίας καὶ διὰ τῆς ἀγωγῆς
μου τοξεύσας τὸν πρῶτον αὐτῶν πάντας ἀπώλεσα· ὅστις καὶ διὰ
τὴν πρόφασιν ταύτην ἀποθνήσκει, φησίν, ὁ ἐχθρὸς ἡμῶν. καὶ
ταῦτα μὲν περὶ τούτου· (13) λέγεται δὲ καὶ φωνὴν οὐρανόθεν
ῥαγῆναι αὐθωρόν, τὴν τοῦ ἀθέου βασιλέως κατάλυσιν εὐαγγελι-
ζομένην, καὶ πολλοῖς πλέουσιν ἀκουστὴν γενέσθαι· ἧς τὸν καιρὸν
619
καὶ τὴν ὥραν ἀπογραψάμενοι (ἦν γὰρ δεκάτη ὥρα τῆς νυκτὸς)
ἐσχάτως εὗρον τὴν ἀλήθειαν.
14. Ὅμως τὸν Μιχαὴλ εἱρκτὴ καὶ δεσμὰ εἶχον· καὶ ἐπεὶ
ἐβούλετο αὐτὸν μετὰ τὴν ἑορτὴν τῶν Χριστοῦ γέννων ἀνελεῖν, δη-
λοῖ ὁ Μιχαὴλ τοῖς συμβούλοις, μεθ' ὧν ἦν καὶ ὁ τοῦ παλατίου
παπίας, ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας
ἡμᾶς καταμηνύω τῷ βασιλεῖ. οἱ δὲ συναχθέντες καὶ φελόνια ὡς
ἱερεῖς φορέσαντες, καὶ ἔνδοθεν τὰ ξίφη φοροῦντες, ἐπεὶ τὸ πα-
λάτιον ἀνεῴχθη καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν εἰσῆλθεν, αὐτοὶ
εἰσπηδήσαντες τοῦτον μεληδὸν κατέκοψαν καὶ τὸ σῶμα αὐτοῦ ἐν
τῇ Πρώτῃ νήσῳ ἔχωσαν. καὶ αὐτῇ τῇ ὥρᾳ λύουσι τῶν δεσμῶν
τὸν Μιχαήλ, καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ ἀντὶ δεσμοφόρου στεφη-
φόρον. καὶ ἐπληρώθη τὸ προφητικὸν τὸ “ἑσπέρας αὐλισθήσεται
κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.” τήν τε γαμετὴν αὐτοῦ
ἐν τῇ τῶν Δεσποτῶν μονῇ ἀπαγαγεῖν· Συμβατίῳ δὲ τῷ υἱῷ τῷ
κατὰ τὸ στέψιμον μετονομασθέντι Κωνσταντῖνον, καὶ τοῖς λοι-
ποῖς, Βασιλείῳ τε καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, ἐν τῇ Πρώτῃ
νήσῳ ἀποκείραντες μοναστὰς πεποιήκασιν. ἔνθα καὶ Κωνσταντῖ-
νος μετονομασθεὶς Βασίλειος, ἀφωνίᾳ συσχεθεὶς μετὰ τὸ τὰ γό-
νιμα τῶν μορίων ἀφαιρεθῆναι, ἐδέετο μὲν τοῦ θεοῦ, ἀλλὰ καὶ
Γρηγορίου τοῦ θεολόγου ἐκεῖσε ἀνεστηλωμένου, τὴν ἑαυτοῦ λυθῆ-
ναι φωνὴν καὶ τὴν γλῶτταν τὸ εὔηχον ἀπολαβεῖν. ὅθεν καὶ εἰση-
620
κούσθη. κατὰ γὰρ τὴν τῶν φώτων πανήγυριν ὁρᾷ τὸν θεῖον ἐκεῖ-
νον χαρακτῆρα, “τὸν κηρὸν” λέγοντα “λαβὼν ἀνάγνωθι.” ὁ δὲ
ἀδιστάκτως εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρᾷ τῇ φωνῇ “πάλιν
Ἰησοῦς ὁ ἐμός.” ἔκτοτε οὖν τὴν πατροπαράδοτον αὐτοῦ βδελυ-
ξάμενος αἵρεσιν τὰς τῶν ἁγίων ἰδέας ἐτίμα καὶ περιεπτύσσετο.
ἀλλὰ ταῦτα μὲν ὕστερον.
Κόσμου ἔτος ͵Ϛτιδʹ, τῆς θείας σαρκώσεως ἔτος ωιδʹ, Ῥωμαίων
βασιλεὺς Μιχαὴλ Ἀμοραῖος ὁ Τραυλὸς καὶ εἰκονομάχος ἔτη ηʹ
μῆνας θʹ. οὗτος Εὐφροσύνην τὴν θυγατέρα Κωνσταντίνου τοῦ
τυφλωθέντος, τὸν μονήρη βίον προσηκαμένην, εἰς γαμετὴν ἠγά-
γετο. ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον
τοὺς ἐν εἱρκταῖς καὶ ἐξορίαις ἐλευθερίαν καὶ ἄνεσιν ὀνειρωδῶς
φαντάζεσθαι, τὸ τοῦ προηγουμένου δυσσεβοῦς ὑπέθαλπε θεοστυ-
γὲς φρόνημα· ὁμοίως γὰρ τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως
ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεν-
τίου ἔφη “οἱ μὲν πρὸ ἡμῶν ἐρευνησάμενοι τὸν ἐκκλησιαστικὸν
θεσμὸν τῶν δογμάτων τὸν περὶ αὐτῶν εἰσπραχθήσονται λόγον, εἰ
καλῶς ἢ κακῶς ἐθέσπισαν. ἐν ᾧ τὴν ἐκκλησίαν εὕρομεν βαδίζου-
σαν, ἐν τούτῳ καὶ διαφυλάττειν προκρίνομεν. τὸ γὰρ τιμᾶν τὰς
εἰκόνας καὶ μὴ τιμᾶν ἀδιάφορον ἔστω κατὰ τὸ αὐτό.” κατὰ τὸν
621
καιρὸν τοῦτον τὸν τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν Ἀντώνιος ὁ
τοῦ Συλαίου, τῆς προσκυνήσεως τῶν ἁγίων εἰκόνων ἀλλότριος.
2. Ἐπὶ τούτοις στέφει Μιχαὴλ Θεόφιλον τὸν ἐξ Εὐφρο-
σύνης υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. Θωμᾶς δὲ ὁ ἀντάρτης
ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας, λαόν τε καὶ ἀγυρτώδη καὶ
ἐπίμικτον ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας
παρ' ἀξίαν ἐφιέμενος. Ῥωμαῖος γὰρ ὢν καὶ ἀφανὴς πρὸς Συρίαν
ἀφίκετο, καὶ Κωνσταντῖνον ἑαυτὸν μετονομάσας υἱὸν Εἰρήνης τῆς
βασιλίσσης ἔλεγεν· κἀντεῦθεν πολλοὺς ἀπατήσας βαρβάρων τε
καὶ Ῥωμαίους, καὶ πλῆθος ἄπειρον συναθροίσας, μεγαλαυχῶν
τῷ πλήθει ἐπῄει τῇ Κωνσταντινουπόλει, καὶ ταύτην ἐπὶ τρεῖς
χρόνους πορθήσας, ἐπεὶ τὰς ναῦς αὐτοῦ εἶδεν πυρὶ καυθείσας καὶ
τοὺς λογάδας τῶν πολεμίων ὑπὸ τῶν πολιτῶν ἀπολωλότας, ἀμη-
χανίᾳ ληφθείς, τὴν πόλιν καταλιπὼν ἐπὶ τὴν Θρᾴκην χωρεῖ, ταύ-
την ληϊζόμενος. ὁ δὲ Μιχαὴλ τῆς πόλεως ἐξελθὼν μετὰ πλείστης
δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε, καὶ δὴ παρακαθίσας βραχύν τινα
καιρὸν τοῦτον ἀμογητὶ ἐχειρώσατο· ἀκρωτηριάσας τε αὐτὸν χεῖρας
καὶ πόδας, εἶτα καὶ ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν τρισὶ χρό-
νοις ἐμφύλιον γενόμενον πόλεμον.
3. Ἐν τούτοις τοῦ Μιχαὴλ ἐνασχολουμένου Κρήτη καὶ
Σικελία καὶ αἱ Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐξ Ἀφρι-
κῶν τε καὶ Ἀράβων περιῃρέθησαν, λαβόντος ἀρχὴν ἄρτι πρῶτον
διὰ τὰς τοῦ λαοῦ ἁμαρτίας καὶ τὴν τῶν κρατούντων δυσσέβειαν.
622
τῶν δὲ πραγμάτων οὕτως ἐχόντων προσκαλεῖται ὁ βασιλεὺς Εἰρη-
ναῖον τὸν μάγιστρον, καὶ φησὶ πρὸς αὐτόν “συγχαίρω σοι, μά-
γιστρε, ὅτι ἡ Σικελία ἐμούλτευσεν.” ὁ δὲ ἔφη “τοῦτο ξένον χαρᾶς
ἐστί, δέσποτα.” καὶ στραφεὶς πρός τινα τῶν μεγάλων ἔφη
ἀρχὴ κακῶν γε πεσεῖται τῇ χθονί,
ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων
δύσγλωσσος ἄρδην καὶ φιλόχρυσος λίαν.
(4) ὁ γὰρ τῶν Ἀγαρηνῶν ἀρχηγὸς Ἀπόχατ τῷ τῆς Κρήτης ἀκρωτη-
ρίῳ προσέβαλε καὶ προσωρμίσθη τῷ Χάρακι, ὁρίσας τὸν ὑπ' αὐτὸν
λαὸν καταλιπεῖν τὰς ναῦς αὐτῶν καὶ τὴ χώραν ληΐζεσθαι. τοῦ δὲ
στρατοῦ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἀποκινήσαντος προστάξας
τὰς ναῦς αὐτῶν ἐπυρπόλησεν. καταγογγυζόντων δὲ αὐτῶν περὶ
τούτου ἔφη πρὸς αὐτοὺς ὅτι τῇ προτεραίᾳ κατεγογγύζετέ μου, ὦ
ἄνδρες, ζητοῦντες χώραν εἰς κατοικίαν, καὶ διὰ τοῦτο ἤγαγον
ὑμᾶς ἐνταυθοῖ, ἐν ᾧ γάλακτος καὶ μέλιτος ἔστιν ἀπορρώξ.“ οἱ
δὲ ἀντεῖπον αὐτῷ ”καὶ ποῦ τὰ τέκνα καὶ τὰς γυναῖκας ἡμῶν εὑρή-
σομεν;“ ὁ δὲ πρὸς αὐτοὺς ”ἴστε ὅτι αἰχμαλωσίαν πλείστην ἑαυ-
τοῖς ἠνέγκατε· ἐκ ταύτης οὖν γυναῖκας ὑμῖν ἁρμόσασθε.“ καὶ
ἤρεσεν αὐτοῖς τοῦτο, καὶ χάρακα περιέθεντο πρὸς ὀχυρώματα·
ἀφ' οὗ ὁ τόπος Χάραξ μέχρι τῆς δεῦρο προσονομάζεται. μονα-
στὴς δέ τις μετέπειτα τῇ νήσῳ προσφοιτήσας ἔφη αὐτοῖς ὅτι εἴπερ
ἐθέλοιτε καταδυναστεῦσαι τῆς νήσου, ἀκολουθήσατέ μοι, καὶ ὅπου
623
ἂν στοχασάμενος παραδείξω ὑμῖν ἐπιτηδειότητα κτίσεως, ἐκεῖσε
πόλιν οἰκοδομήσατε, δι' ἧς τῆς νήσου ἐξουσιάσητε. καὶ ἀπήγα-
γεν αὐτοὺς εἰς τόπον καλούμενον Χάνδακα, ἐν ᾧ ἡ πόλις τούτων
καθίδρυται, καὶ ταύτην κυκλόθεν ἐτάφρευσαν. καὶ ἐννενήκοντα
πόλεις κρατήσαντες ἠνδραποδίσαντο, μιᾶς μονῆς μὴ ἁλωθείσης
ἀλλ' ἢ λόγῳ ἀπολιορκήτου μεινάσης, τῶν οἰκητόρων αὐτῆς σὺν
ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν συγκεχωρημένων· οἳ μέχρι τοῦ
νῦν ὑπολόγιοι κέκληνται. καὶ δὴ ἂν ὑπὸ Ἀγαρηνῶν κατεκράτηντο
αἱ νῆσοι, εἰ μὴ Μιχαὴλ ὁ βασιλεὺς Κρατερῷ τῷ τῶν Κιβυρραιω-
τῶν στρατηγῷ ἐνετείλατο πάσας τὰς ὑπ' αὐτῷ ναῦς ἑτοιμάσαι καὶ
ἀπᾶραι εἰς Κρήτην· ὃς σὺν διακοσίαις ναυσὶ παραγενόμενος αὐτὰς
ἠλευθέρωσε, καὶ ἐν τῇ Κρήτῃ ἀπάρας τῶν ἐκεῖσε Ἀγαρηνῶν πάν-
των κατεκυρίευσεν, καὶ ἀναιρήσειν βεβούλευτο, εἰ μή τινες τοῦ
λαοῦ κακῶς φρονοῦντες τοῦτο ἐκώλυσαν, εἰρηκότες ὡς οὐδαμῶς
ἐν νυκτὶ οὗτοι πρὸς ἡμᾶς ἀντιτάξοιντο, τῷ δὲ πρωῒ κατάσχωμεν
αὐτούς. καὶ δὴ φρεναπατηθέντες τοῖς τούτων λόγοις πρὸς τὰς
σκηνὰς αὐτῶν ἐπανέλυσαν, μηδαμῶς τῆς σωτηρίας αὐτῶν πεφρον-
τικότες. τῆς δὲ νυκτὸς ἐπελθόντες οἱ ἐχθροὶ σιδήρειον ὕπνον
τούτοις πᾶσιν ἐπήγαγον, μόνου τοῦ στρατηγοῦ αὐτῶν ἐμπορικῷ
ἐπιβάντος πλοίῳ καὶ ἀποπλεύσαντος. ὅπερ μαθὼν ὁ τῶν Ἀγαρη-
νῶν ἀρχηγὸς δυσὶν ὁλκάσιν ἐπεβίβασε καὶ κατεδίωξεν ὄπισθεν, καὶ
πρὸς τὴν νῆσον τὴν Κὼ τοῦτον κατέσχεν, καὶ ἐν αὐτῇ τοῦτον ἀνε-
σκολόπισεν. εἶτα ὁ Ὀρύφας τὸ ἐπώνυμον προστάξει βασιλέως
624
συναθροίζει ναυτικὸν στρατολόγημα· οἷς ἀνὰ τεσσαράκοντα χρυ-
σίου ἐπιδοὺς νν, ὁλκάσι τε ἐπιβάντες καὶ ἐπὶ Κρήτης στρατεύσαν-
τες ἄπρακτοι ἐκ τοῦ πολέμου ὑπεχώρησαν, οἱ πλείους ἐκεῖσε κα-
τασφαγέντες· ὧν καὶ τοὺς ἀπολειφθέντας τεσσαρακονταρίους ὠνό-
μασαν. ἐν ταύτῃ τῇ νήσῳ Κύριλλος ὁ θαυματουργὸς ἐπίσκοπος
Γορτύνης ταύτης τῆς νήσου ὑπὲρ Χριστοῦ, ἄμωμον ὡς ἱερεῖον,
ὑπὸ τῶν Ἀγαρηνῶν ἐσφαγίαστο, οὗ τὸ τίμιον αἷμα μέχρι τῆς
δεῦρο ἀναβλύζον θαύματα ἀπεργάζεται.
Καὶ τοῦτον μὲν οὗτος εἶχε τὸν τρόπον· ὁ δὲ δυσσεβὴς Μι-
χαὴλ ἐκ τῆς δυσουρίας ἀρρωστήσας χαλεπῶς καὶ τῆς τῶν νεφρῶν
ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν. τὸ δὲ δύστηνον αὐτοῦ σῶμα
ἀποκομισθὲν ἀπέθετο ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων· Θεόφιλος
δὲ ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτῷ Εὐφροσύνης τῆς βασιλείας
ἐκράτησεν.
Κόσμου ἔτος ͵Ϛτκγʹ, τῆς θείας σαρκώσεως ἔτος ωκγʹ, Ῥωμαίων
βασιλεὺς Θεόφιλος ὁ υἱὸς Μιχαὴλ τοῦ Τραυλοῦ, εἰκονομάχος,
ἔτη ιβʹ. τῆς δὲ μητρὸς αὐτοῦ Εὐφροσύνης βουληθείσης δοῦναι
αὐτῷ γυναῖκα, ἄγει κόρας διαφόρους ἀσυγκρίτους τῷ κάλλει, μεθ'
ὧν μία τις ἐξ αὐτῶν κόρη ὡραιοτάτη ὑπῆρχεν Εἰκασία λεγομένη
καὶ ἑτέρα Θεοδώρα ὀνομαζομένη. τούτῳ δοῦσα ἡ μήτηρ χρυσοῦν
μῆλον εἶπεν δοῦναι τῇ ἀρεσάσῃ αὐτῷ. ὁ δὲ βασιλεὺς Θεόφιλος
625
τῷ κάλλει τῆς Εἰκασίας ἐκπλαγεὶς ἔφη ὡς ἄρα διὰ γυναικὸς ἐρρύη
τὰ φαῦλα. ἡ δὲ μετ' αἰδοῦς πῶς ἀντέφησεν ”ἀλλὰ καὶ διὰ γυ-
ναικὸς πηγάζει τὰ κρείττονα.“ ὁ δὲ τῷ λόγῳ τὴν καρδίαν πληγεὶς
ταύτην μὲν εἴασεν, Θεοδώρᾳ δὲ τὸ μῆλον ἀπέδωκεν, οὔσῃ ἐκ
Παφλαγονίας. καὶ στέφονται ἀμφότεροι ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου
Στεφάνου ὑπὸ Ἀντωνίου πατριάρχου τῇ ἁγίᾳ πεντηκοστῇ, κἀκεῖ-
θεν ἔρχεται ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος χρήμασι
πολλοῖς τόν τε πατριάρχην καὶ τὸν κλῆρον ἅμα τῇ συγκλήτῳ. καὶ
ἡ μὲν Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατεσκεύασεν, εἰς
ἣν καὶ ἀποκειραμένη φιλοσόφῳ βίῳ καὶ θεῷ ἀρέσκοντι διετέλεσε
μέχρι τελευτῆς αὐτῆς, πολλὰ ἴδια συγγράμματα αὐτῆς καταλι-
ποῦσα· ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελ-
θοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ τῶν Γαστρίων ἡσύχασεν.
2. Ἱππικοῦ δὲ γενομένου ἄγεται τὸ πολυκάνδηλον τὸ ἐν τῇ
σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν, καὶ ὑποδείκνυσιν
αὐτὸ πάσῃ τῇ συγκλήτῳ ἐν τῷ καθίσματι, καὶ φησὶν ὡς εἰ ναὸν
κυρίου τετολμηκότας ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ δ' ἀληθείᾳ
ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτεί-
ναντας. εἴχετο γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως,
τῶν τε ἁγίων εἰκόνων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνορύττων, καὶ
τοὺς ἐπ' εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζόμενος.
3. Τῷ βʹ τούτου ἔτει προσέφυγε Θεόφοβος ὁ Πέρσης Ῥω-
μαίοις, ἅμα τῷ πατρὶ αὐτοῦ μετὰ Περσῶν χιλιάδας ιδʹ, οὓς καὶ
626
διένειμεν ἐν τοῖς θέμασι κατασκηνώσας καὶ τούρμας ἀποκαταστή-
σας. αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης
γαμβρὸν ἐποιήσατο τρόπῳ τοιῷδε. τοῖς Πέρσαις ἔθος ἦν ἐκ σει-
ρᾶς βασιλικῆς ὑπέχειν ἀνάρρησιν· ὅθεν τοῖς ἀλλεπαλλήλοις πολέ-
μοις τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, καὶ ἐν ἀμηχανίᾳ γεγονότες,
ἔγνωσαν ὡς ἐκ τῆς βασιλικῆς συγγενείας τῷ βασιλεῖ Ῥωμαίων τινὲς
προσερρύησαν, καὶ ἐπὶ τούτῳ ἀσπαστὸν ἐλογίσαντο τῆς οἰκείας
χώρας ἀπαναστεῦσαι καὶ προσχωρῆσαι τῇ Ῥωμαΐδι διὰ τὸν Θεό-
φοβον, ὅπως τοῦ κατὰ γένους ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστ
ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βαβὲκ ἀποστάσει τῇ πρὸς τὸν ἀμερ-
μουμῆν ἐπὶ πέντε ἔτεσιν ἐκεκορύφωτο. ὧν ἀναμεταξὺ πόλεμ
συμβεβηκότες, ἡττηθεὶς ὁ Βαβὲκ εἰσῄει σὺν χιλιάσιν ζʹ πρὸς τὴν
Ῥωμαϊκὴν ἐπικράτειαν, τὸν Θεοφόβου πατέρα κατὰ τὴν πόλιν
Σινώπῃ ἀνερευνῶν· ὃν ὁ Βαβὲκ κατειληφώς, ἐγγύας τε παρὰ βα-
σιλέως δεξάμενος, τὸν ὑπ' αὐτῷ λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπή-
κοον τέθεικεν. ἄλλως δέ φασιν ὅτι ὁ τοῦ Θεοφόβου πατὴρ εἰσῄει
τῷ Βυζαντίῳ πενόμενος, καί τινι γυναικὶ κατὰ μισθαρνίαν καπη-
λεύειν λαχούσῃ προσκεκόλληται· ὃς τῷ πρὸς αὐτὴν ἔρωτι ἁλοὺς
πρὸς ἡδονὴν συμβιβάζεται· ἐξ οὗ συνειληφυῖα ἄρρενα ἐκατέτοκεν.
οἱ οὖν Πέρσαι ἀστρονομίᾳ καὶ μαντείᾳ ἠκριβωμένοι ἔγνωσαν τοῦ
Περσῶν βασιλέως συγγενῆ τινὰ ἐν Βύζαντι διάγειν. ἐντεῦθεν
627
πρὸς τὸν βασιλέα εἰσελθόντες τοῦτον περὶ οὗ ἦλθον ἐρευνήσασθαι
ἠξίωσαν. ὁ δὲ βασιλεὺς τοῦτο ἀκηκοὼς καὶ ἐρευνησάμενος περὶ
τούτου οὐδὲν ἤνυσεν. ἐν ὑστέρῳ δὲ τὸ γύναιον εὑρηκότες μεθ' οὗ
τὴν ἀναστροφὴν ὁ Πέρσης ἐπεποίητο Βαβέκ, ἔμαθον ὡς ἐκεῖνος
μὲν τετελεύτηκεν, ὁ δὲ ἐκ τούτου προενηνεγμένος κατὰ συζυγίαν
παῖς ἔτι περίεστιν· ὃν καὶ τούτῳ ἐπεδείκνυον δωδεκαετῆ τυγχά-
νοντα. τοῦτον ὁ βασιλεὺς προσλαβόμενος ἀνέτρεφεν ἐν τῷ πα-
λατίῳ, καὶ τοὺς Πέρσας ἐν τοῖς στρατιωτικοῖς κώδιξιν ἀνεγρά-
ψατο.
4. Ὁ τοίνυν βασιλεὺς Θεόφιλος φιλόκοσμος ὢν κατα-
σκευάζει ἐξ ἀρχῆς τὸ Πενταπύργιον, καὶ τὰ δύο μέγιστα ὄργανα
ὁλόχρυσα μετὰ διαφόρων λίθων, καὶ δένδρον χρύσεον, ἐν ᾧ
στρουθοὶ ἐφεζόμενοι διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν, τοῦ
πνεύματος διὰ κρυφίων πόρων εἰσπεμπομένου. (5) ἐκαινούρ-
γησε δὲ καὶ τὰς βασιλικοὺς στολάς, τούς τε λώρους καὶ τὰ λοιπά,
πάντα χρυσοΰφαντα κατασκευάσας. καὶ τὰ τῆς πόλεως τείχη
χθαμαλὰ ὄντα ἀνύψωσε. δικαιοσύνην τε κοσμικὴν προσποιού-
μενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρῴην βα-
σιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν
βλαχέρναις (ἔθος γὰρ αὐτῷ ἐκεῖσε ἀπέρχεσθαι) καὶ βοησάσης
ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ δρουγ-
γαρίου τῆς βίγλας ὄντος (ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα, τὰ δὲ
ἐμὰ σκοτεῖ καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ ὡς ἅτε χήρας καταπεφρο-
νημένης), παρευθὺ ἀποστέλλει ἰδεῖν τὴν ἀλήθειαν, εἰ οὕτως ἔχει·
628
καὶ βεβαιωθεὶς ὡς ἀλήθειαν ἡ γυνὴ λέγει, ἐν μέσῃ τῇ ὁδῷ ἐκδύ-
σας τὸν δρουγγάριον τύπτει σφοδρῶς, καὶ τὰ εἰρημένα οἰκήματα
αὐτοῦ ἐξεδαφίσας τῇ χήρᾳ δίδωσι. καὶ πλοίου ποτὲ διὰ τοῦ Βου-
κολέοντος διερχομένου, ἐρωτήσας τίνος ἂν εἴη τοῦτο, καὶ μαθὼν
ὡς τῆς δεσποίνης ἐστίν, ”οἴμοι“ ἔφη ”φανερωθέντος ναυκλήρου,
ἐπείπερ τοῦτο τῆς ἐμῆς συμβίου ἐστί.“ καὶ ἀποστείλας αὐτοῖς
τοῖς ἀγωγίμοις τὴν ναῦν ἐνέπρησεν.
6. Ἡ δὲ τοῦ Θεοφίλου μήτηρ Εὐφροσύνη ἐν τῇ ἰδίᾳ μονῇ
τὸν Γαστρίων οἶκον ἑαυτῆς ὄντα, ὃν ἐξωνήσατο παρὰ Νικήτα
πατρικίου καὶ μοναστήριον γυναικεῖον ἐποίησεν, ἐπονομάσασα
Γαστρία, μονάζουσα ἦν. τὰς τῆς Θεοδώρας θυγατέρας μετα-
καλουμένη (πέντε δὲ ἦσαν, ἥ τε Θέκλα καὶ Ἄννα Ἀναστασία τε,
Μαρία καὶ Πουλχερία) ἐν πάσῃ εὐσεβείᾳ καὶ νουθεσίᾳ κυρίου καὶ
τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων νουθετοῦσα οὐκ ἐπαύετο. τοῦτ
τὸν Θεόφιλον οὐκ ἔλαθεν, ἀλλὰ προσκαλούμενος τὰς θυγατέρας
αὐτοῦ πάντα ἠρώτα. καὶ αἱ μὲν ἄλλαι τὰς πεύσεις τούτου, ἀγαθὰ
φρονοῦσαι, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ
Πουλχερία, ἅτε δὴ καὶ ἡλικίᾳ καὶ νῷ νηπιάζουσα, τάς τε φιλο-
φροσύνας ἔλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, συναπηρίθμει δὲ καὶ
τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως, οὕτω δὲ οὐ πολλὰ φρο-
νοῦσα καὶ λέγουσα ὡς νινία πολλὰ εἶναι αὐτῇ κατὰ τὸ κιβώτιον,
καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τῷ προσώπῳ ἡμῶν ἐπιτίθησι μετὰ
629
τὰ φιλήματα. ταῦτα τὸν βασιλέα εἰς μανίαν ἦγεν· μηδὲν δὲ
δρᾶσαι δυνάμενος αὐτῇ, μόνην ἀπέτεμεν τὴν πρὸς τὴν μάμμην
τῶν τούτου θυγατέρων ἄφιξιν.
7. Τούτοις ἀδελφὰ καὶ τῇ βασιλίδι Θεοδώρᾳ συμβέβηκεν.
ὑπῆρχέ τι τῷ βασιλεῖ παρακεκομμένον ἀνδράριον, τῷ Ὁμηρικῷ
Θερσίτῃ διενηνοχὸς κατ' οὐδέν (Δένδερις ὄνομα τούτῳ), ἄσημά
τε φθεγγόμενον καὶ γέλωτας κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς βα-
σιλείοις ἐνδιαιτώμενον. οὗτος γοῦν εἰσπηδήσας ποτὲ κατὰ τὸν τῆς
Αὐγούστης κοιτωνίσκον κατέλαβεν αὐτὴν θείας εἰκόνας ἐμπεριει-
λημμένην καὶ τοῖς ἑαυτῆς ὄμμασι μετὰ σπουδῆς προσαγούσης.
ταύτας ὑπ' ὄψιν ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἶεν ἐπυνθάνετο,
καὶ πλησιέστερον διέβαινεν· ἡ δέ ”τὰ καλά μου“ ἔφησεν οὕτως
”νινία, καὶ ἀγαπῶ ταῦτα πολλά.“ κατὰ τὴν τράπεζαν τηνικαῦτα
εἱστιᾶτο ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν εὐθὺς διαβάντα εἴρετο
αὐτὸν ὅποι ποτὲ ἐτύγχανεν ὤν. ὁ δὲ παρὰ τὴν μάναν ἔφησεν
εἶναι, τὴν Θεοδώραν οὕτω λέγων, καὶ θεάσασθαι ἐν αὐτῇ καλὰ
νία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν οὖν ὁ βασιλεύς,
καὶ πλήρης ὀργῆς γεγονώς, ὡς ἐξανέστη τῆς τραπέζης, πρὸς
τὴν ἀπῄει, ἄλλαις τε πολλαῖς ὕβρεσιν αὐτὴν ἐπαντλῶν καὶ εἰ-
δώλων λάτριν ἀκολάστῳ γλώττῃ ταύτην ἀποκαλῶν· καὶ ἅμα διε-
ζήτει τοὺς λόγους τοῦ παραπαίοντος. ἡ δὲ τέως τὸν θυμὸν κατὰ
στέρνων κύουσα ”οὐ τοῦτό ἐστιν“ ἐξ…
…
The complete text is available when the reading interface loads.