The Greek Library Catalogue

Anonymous

De scientia politica dialogus

Edition reference
De scientia politica dialogus (olim sub auctore Petro Patricio) (e cod. Vat. gr. 1298), ed. C. M. Mazzucchi, Menae patricii cum Thoma referendario de scientia politica dialogus, Milan: Università Cattolica del Sacro Cuore, 1982: 1–55.
CTS identifier
urn:cts:greekLit:tlg3185.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{〈ΠΕΡΙ ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ

ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ〉}

*** προστάττοι παραγγέλματα, περιθείτω τὸν πόλεμον, νῦν

μὲν κατὰ τὰ ὦπα γιγνόμενος τ?ῶν παρατάξεων?, νῦν δὲ πρὸς

τοῖς κέρασι, καὶ νῦν μὲν πρὸς ταῖς οὐραγίαις, νῦν δὲ πρὸς τοῖς

ὀπισθοφύλαξιν, δι' αὑτοῦ παραγγέλλων τοῖς? ἄρχουσι(ν) μικροῖς

τε ἅμα καὶ μεγάλοις ἔν τε τῷ στρα?τῷ δημηγορῶ(ν) ὀλίγοις τε

ἅμα καὶ στρατιωτικώτερον ὡς ἂν ἥ τε ἀκοὴ καὶ ὁ καιρὸς

παρέχοιτο, ἐκεῖνο ἐν τοῖς μάλιστα ἐπιτηδεύω(ν), τὸ ὀνομα-

κλήδην ὀνομάζειν ἄνδρα ἕκαστον, ὃ Κύρῳ τῷ Πέρσῃ κατορθω-

θὲν φίλτρον τε ἐπορίσατο ἔν τε ταῖς στρατηγίαις τὰ μέγιστα συν-

εβάλλετο· καὶ ἅμα μὲν δεικνὺς οὐ μόνον τοῦ τέλους αὑτὸν τοῦ

πολέμου, ἀλλὰ καὶ τῶν κατὰ ἄνδρα ἕκαστον ἀνδρείας τε πέρι

καὶ ἀνανδρίας εἶναι θεωρὸν ἀκριβῆ τε ἐξεταστήν, πειθοῖ πρὸς

τοῦτο χρώμενος ὀφθαλμῶν βλέμματι εἰς ἕκαστον ἰδίᾳ τρανέ-

στερόν τε καὶ σχετικώτερον ὁρώντων, ἅμα δὲ καὶ χρηστοτέ-

ρας ἐλπίδας ὑπὲρ τῶν παρόντων κινδύνων παρεχόμενος καὶ

ταύτῃ προθυμοτέρους ποιῶν τοὺς ἀγωνισομένους. οὐ γὰρ ἄν τις

〈ἄλλως〉, οὐδ' Ὅμηρος ὑπέλαβεν εἰπὼν τὸ “ἀνέρες ἔστε φί-

λοι μνήσασθε δὲ θούριδος ἀλκῆς”. ἡ μὲν οὖν τοῦ πολέμου

τάξις τε οὑτωσ?ί? π?ως γιγνομένη καλῶς ἄν, οἶμαι, γίγνοιτο. τοῦ

δὲ τῆς παρασκευῆς καιροῦ ἀρχὴ μὲν ὑπαυγαζούσῃ γινέσθω ἅμα

ἠοῖ, τέλος δὲ ἡλίῳ ἀνίσχοντι· ὁ δέ γε στρατὸς ἠρεμείτω. τέω?ς

2

οὕτω τοῖς ὅπλοις κεκοσμημένος ἀτρέμας ἐφ' ἑαυτοῦ ὁλοσχερῶς

ἑστηκὼς ῥιγῇ, τὴν μὲν ὄψιν πρὸς τῷ σημείῳ ἔχων, ὃ τοῦ

στρατοῦ ἡγεῖσθαι σύνηθες, τὴν δὲ ἀκοὴν τοῖς τοῦ πολέμου

σημάντορσιν ἐκδιδούς. ὃ παράγγελμα φυλαττόμενον μὲν τὸ

πᾶν ἀεὶ τοῦ πολέμου κατωρθωκὸς γνωρίζεται, παραβαθὲν δὲ

μεγίστας ἐργασάμενον? βλάβας· τῶν γάρ τοι μάλιστα ἀναγκαί-

ων ἂν εἴη τοὺς τοῦ π?ο?λέ?μου σημάν?τορας ἀγαθούς τε τὸ(ν)

πόλεμον εἶναι, τήν τε σημαντικὴν ἀκριβῶς ἠσκημένους τέχνην.

Σκυθῶν μὲν οὖν οἱ σημάντορες οὕτω σημαίνειν εἰσέτι λέγονται

σάλπιγξιν τὰ κατὰ τὸν πόλεμον πρακτέα ὡς ἂν σχεδὸν γλώσ-

σαις ἕτεροι, ἡμεῖς δὲ ἐκεῖνα νῦν ἐπιτάξωμεν ἃ καὶ τοῖς πολλοῖς

εἰς μάθησιν δυνατά, καὶ τῷ πολέμῳ κατορθούμενα μὲν χρήσι-

μα, ἀγνοούμενα δὲ βλαπτικὰ ἂν εἴη, σημαίνοντα δηλαδὴ τῇ σάλ-

πιγγι μονάς τε καὶ ἀναμ?ο?νάς, ἐγέρσεις τε καὶ νυκτεγερσ?ίας,

ὁπλίσεις τε καὶ σιδηροφορίας, πορείας ὀξυτέρας τε καὶ σχολαι-

τέρας, παρατάξεων τε σχηματισμούς, ὧν μάλιστα στίχας ἀν-

δρῶν αἷς ἂν “ἀσπὶς εἰς ἀσπίδα, καθ' Ὅμηρον, κόρυς κόρυν

ἀνέρα δ' ἀνὴρ ἐρείδοι”, ἔτι δὲ καὶ ὁρμὰς κατὰ πολεμίων,

μίξεις τε καὶ διακρίσεις, κυκλήσεις τε καὶ ὀρθοστιχίας, ἀπο-

στροφάς τε καὶ ἀνακομίσεις, ἀναπαύλας τε καὶ παλινορμάς,

διώξεις τε καὶ στάσεις καταλήψεις τε ὀχυρωμάτων.

Ἑκάτερον ἀληθῶς—ὦ Μηνόδωρε—ἀναγκαῖον ἐν πολέμῳ,

τό τε σημαίνεσθαι τὰ πρακτέα ταῖς σάλπιγξιν ἥ τε τοῦ στρατοῦ

ὀξυτάτη ὑπακοή. πῶς γὰρ ἂν ἀρκέσοι στρατηγὸς τοῖς ὅλοις

τοῦ πολέμου παραγγέλμασιν ἐν τοιῷδε μάλιστα καιρῷ ὅτε σχε-

δὸν ὄντως ἐστὶν ἀνάγκη;

Πάνυ μὲν οὖν, ἀλλ' ἔτι τοσόνδε πρὸς τὴν μελέτην, εἰ δοκεῖ,

τοῦ πολέμου ἐπιτάξωμεν.

Τί δὴ μάλιστα;

3

Τοῖς μὲν ἄλλοις ὅπλοις κοσμείσθωσα(ν) ἅπασιν ἀπαραλείπ-

τως ἐν ταῖς μελέταις οἱ τοῦ πολέμου ἀγωνισταὶ καθὰ καὶ ἐν τῷ

ἀληθινῷ πολέμῳ, ἀντὶ δὲ δοράτων ῥάβδους φερέτωσαν χλωράς

τε καὶ μακράς, ὧν αἱ ἀρχαὶ μίλτῳ βαφεῖσαι ἐν τῷ παίζειν τὸν

πόλεμον καὶ παίειν ἀλλήλους δήλους ποιήσουσιν τοὺς εὖ καὶ

κακῶς γυμναζομένους, ὧν οἱ μὲν ἔμπροσθεν φέροιεν καὶ κατὰ

τῶν ἀσπίδων τοὺς τῶν πληγῶν τύπους, οἱ δὲ κακοὶ κατὰ τοῦ

σώματος καὶ ὄπισθεν.

Οὐκ ἀλόγως—ὦ Μηνόδωρε—τοῦτο ἂν ἐπιταχθείη.

Πεζοὶ μὲν οὖν—ὦ Θωμάσιε—ὧδε τετάχθωσαν, τοὺς δὲ ἱπ-

πεῖς ὁ ἵππαρχος ταττ?έτω τὸν ὅμοιον τρόπον, ἀλλὰ ποτὲ μὲν

χωρὶς κατ' αὐτούς, ποτὲ δὲ παρ' ἑκάτερα ἑκατέρας φάλαγγος

τὰ κέρατα, ἀξιοχρέως τε καὶ ἰσοδυνάμως ἀλλήλοις ἀντιτάτ?-

των, ἔτι δὲ καὶ 〈χωρὶς〉 ὀπισθοφυλάκων καὶ σκευοφυλάκων

ἀνὰ πεντακοσιοστὺν ἀνδρῶν ἱππέων ὡς ἀπὸ σταδίου ἑνὸς?

τοὺς τῶν πολεμίων κατασκοπούντων λόχους τε καὶ ἐνέδρας.

Ἀναγκαίως καὶ τόδε οὕτω γιγνόμενον ἂν γίγνοιτο.

Οὕτω δὴ οὖν ἁπάντων κεκοσμημένων τε καὶ παρασκευασμέ-

νων, κλίνοντος ἤδη πρὸς δύσιν τοῦ ἡλίου σημαινέσθω ταῖς σάλ-

πιγξιν ὁ τυπικὸς πόλεμος· τῆς δὲ τῶν φαλάγγων συμπλοκῆς

γιγ?νομένης οἱ σημάντορες σημαινέτωσαν ὅσα διεληλύθαμεν τοῦ

πολέμου σχήματα. ὁ μὲν στρατηγὸς ἄνω καὶ κάτω, ὡς ἐρρήθη,

περιθέω(ν) τοῦ τε πολέμου πανταχοῦ καὶ πᾶσι δρομικαῖς π?α?ρίτω

ἐπιφοιτήσεσι, ἐποτρύνων τε ἕκαστον ἅμα δὲ καὶ ἐποπτεύων,

4

ἀντὶ δὲ τοῦ χερσὶν πολεμεῖν, νῷ τε καὶ ὄψει ἐπερχέσ?θω? ἀκριβῶς

τὰ γιγνόμενα. τῆς δὲ μάχης καρτερῶς, εἰ καὶ οὐκ ἀληθῶς, γε-

νομένης ἐπὶ ὥρας ἀμέλει τρεῖς ἢ τέτταρας, παῦλα σημαινέσθω

τοῦ πολέμου· τῆς δὲ ἐπιούσης ἡμέρας ἀνίσχοντος ἡλίου ὁ

στρατίαρχος ἀθροιζέτω τ?οῦ στρατοῦ πάντας ἄρχοντάς τε καὶ

ἀρχομένους καὶ τὴν τῆς μελέτης ζήτησιν ἀκριβῶς μὲν ποιη?σ?ά-

μενος, ἀκριβεστέρα(ν) δὲ καὶ σπουδαιοτέραν ἢ γίγνετα?ι? τ?ο?ῖ?ς?

π?ᾶσι γίγνεσθαι δ?ε?ι?κνύ?ς, δι?ακρινέτω χωρὶς μὲν τούς τε τὴν? τ?ά?ξιν

ἐν τῇ στάσει καὶ καρτερίαν ἐν τῷ ἀτρεμεῖν καὶ ὑπακοὴν περὶ τὰ

σημανθέντα φυλάξαντας, τούς τε ἐν τῇ μάχῃ ἀριστεύσαντας,

χωρὶς δὲ τοὺς ἐναντίως ἢ πάμπ?αν ἢ ἐν μέρει πράξαντας, κρίσιν

τε φερέτω ἐπ' αὐτοῖς γνώμῃ τῶν ἄλλων ἀρχόντων, οὐ πάντων

μέντοι, μόνων δὲ τῶν φαλαγγαρχῶν καὶ χιλιάρχων· ὧν τοὺς μὲν

ἀγαθοὺς στεφάνων ἀξιούτω ἐπαίνων τε καὶ τιμῶν καὶ γερῶν

δημοσίων, τ?ῶ?(ν?) δὲ κακῶν φωραθέντων τοὺς μὲν πληγαῖς, τοὺς

δὲ κ?α?ὶ? τριχῶν στερήσει ἀτιμάσει, ἄλλους δὲ τῆς στρατείας

ἔξω κα?ταστήσει ἐπονείδιστον αὐτοῖς βίον ἐπιτάττων. ἀλλὰ

ταῦτα μὲν ἐν μελέταις· ἐν δὲ τῷ ἀληθινῷ πολέμῳ τοὺς μὲν

μελῶν ζημιώσει ἀποβολαῖς, τοὺς δὲ (καὶ) ὁλοσχερεῖ θανάτῳ πα-

ραδώσει, καί, ἁπλῶς εἰπεῖν, ἕκαστο(ν) προσφόρως τε καὶ ἀξίως

ἀμειβόμενος ἀρετῆς τε πέρι καὶ κακίας· ὧν τοὺς ἄρχοντας

πρώτους ἀξιώσει ὁποτέρας ἀξιοῦσθαι δεῖ τιμῆς τε ἢ ἀτιμίας. τῇ

δὲ τοιᾷδε ζητήσει μέγεθος, ὡς ἐρρήθη, περιτεθῆναι δημοσίᾳ καὶ

ὑπὲρ τὴν ἀξίαν πάντων ἂν εἴη συμφορώτατον. καλείσθω γάρ

5

τοι πᾶς ὁστισοῦν ἀρχόντων τε ἢ ἀρχομένων ἢ αὐτὸς εἰδέναι ἢ

παρ' ἄλλου του ἀκοῦσαί τι τῶν κατὰ πόλεμον λεγομένων, καὶ

αὐτεπάγγελτός γε μὴν εἴ τις ἔλθοι, προσδεχέσθω ἐπιμαρτυρήσων

οἷς οἶδεν αὐτὸς οἷς τε παρ' ἄλλω(ν) ἀκούσας ἔτυχεν. γνωριζέ-

σθω δὲ τὰ κατὰ τοὺς ἀγαθοὺς ἐν πολέμῳ καὶ κακοὺς εὑρισκο-

μένους ἐν ταῖς σφετέραις ἑκάστων πατρίσι τε καὶ οἴκοις †χω-

σι† παρὰ τῶν ἀρχόντω(ν), τῶν μὲν ἀγαθῶν τιμῆς 〈χάριν〉

καὶ γερῶν, τῶν δὲ κακῶν ὀνειδισμοῦ. ὃ τῇδε γιγνόμενον καὶ φυ-

λαττόμενον παιδευτικὸν εἴπερ τι ἄλλο τῆς πολεμικῆς ἀρετῆς

ἀνδράσιν ἂν εἴη στρατιώταις, φόβον τε αὐτοῖς ἅμα καὶ ἔρωτα

ἐμποιοῦν, τ?ὰ? μὲν πρὸς κακίας ἔκκλησιν, τὸ δὲ πρὸς ἀρετῆς

ἔφεσιν. μία γάρ—ὦ φίλε ἑταῖρε—μία καὶ μόνη αἰτία τῆς τε

πολεμικῆς τῆς τε ὅλης π?ολιτικῆς εὐεξίας ἡ τῶν ἀγαθῶν τιμὴ

καὶ τῶν κακῶν ἀτιμία, ὥσπερ καχεξίας τὸ ἀνάπαλιν γιγνόμενον·

καὶ τοῦτο οὕτω δοξάζειν ἀδαμα(ν)τίνως χρὴ τοὺς ἀληθείας τυ-

χεῖν ἐθέλοντας καὶ πολιτικοὺς εἶναι βουλομέν?ους.

Τόδε μὲν οὖν—ὦ Μηνόδωρε—παντί τῳ δῆλον· ἐκεῖνο δέ

μοι καὶ πάνυ ἄδηλο(ν), ὅτου χάριν τοῦ μὲν πεζικοῦ περὶ στρατοῦ

εὖ τε καὶ ἱκανῶς διελήλυθας, τοῦ δὲ ἱππικοῦ, δέον, ὡς ἐγᾦμαι,

πρῶτόν τε καὶ π?λατύτερον, οἷα καὶ τιμιωτέρου τ?υ?γχάνοντος,

ὅμως οὕτω φαύλως ἐμνημόνευσας, ὡς πάρεργον νομίζεσθαι τοῦ

πεζικοῦ.

Ἐπισκήπτειν μέν—ὦ Θωμάσιε—οὐκ ἀπὸ τρόπου μοι δοκεῖς·

οὐ μὴν δὲ κατὰ τὸ ὅλον, ἀλλὰ τὸ μέν, τὸ δὲ ο?ὔ. πρώτην μὲν

γὰρ ἐν πολέμῳ τὸ π?εζικὸν ἔχειν τάξιν εἰκότως καὶ νῦν ἔγωγε

6

φαίην, τοῦ δὲ ἱππικοῦ πῶς φῂς φαύλως μνήμην γενέσθαι, τὴν

αὐτὴν τῷ πεζικῷ τάξιν ἐν οἷς διεληλύθαμεν λαβόντος?; ἢ οὐ

περιττόν? πως ἂν ἔδοξε ταὐτὰ λέγειν περὶ αὐτοῦ ἅπερ καὶ περὶ

ἐκείνου ἐρρήθη;

Τοῦτ?ο? μέν—ὦ Μηνόδωρε—ἴσως ἂν εἴη καὶ μόλις θερα-

πεύοιτο· πῶς δὲ ὅμ?ως δεύτε?ρον ἀξι?ο?ῖ?ς τ?άττεσθαι τοῦ πεζικοῦ τὸ

ἱππικόν; ἢ οὐ μέμνησαι τοσαυτάκις ἱστορήσας ὅτι παρὰ

Ῥωμαίοις δεύτερον εὐθὺς μετὰ τοὺς ἀρ?ίστου?ς, οὓς καὶ πατέρας

ἐκάλουν, τὸ τῶν ἱππέων εἴη ἀξίωμα;

Εἰ μὲν περὶ ἀξιωμ?ά?των—ὦ Θωμάσιε—π?ροὔκειτ?ο ἡ ἐπίσκε?-

ψις, εἶχεν ἄν σοι? τ?ὸ εἰκὸ?ς ὁ λόγο?ς?· πόλεμον δὲ μελετῶντες, εἰ

περὶ ἀξιωμάτω(ν) διαφεροίμεθα, ἐκεῖνο? ἂν πάσχοιμεν ὡς εἴ τις

〈ὥσπερ〉 περὶ ὀφθαλμῶν καὶ τ?ρι?χῶν οὕτ?ω τῆς ῥώμης καὶ τῆς

τέχνης φυσιολογοῖ.

Τί οὖν—ὦ Μηνόδωρε—καὶ ὡμολογημένως ἄρα ἤδη ληπ-

τέον ἐν πολέμῳ τοῦ ἱππι?κοῦ τὸ πεζικὸ(ν) ἀναγκ?α?ι?ό?τ?ε?ρον εἶναι;

Εἰ καὶ ὁ λόγος—ὦ Θωμάσιε—β?ούλοιτο, καὶ πάνυ ὡμο-

λογημένως?, ἢν δὲ μή, οὐδὲ ὡμ?ολογημένως οὐδὲ ἄλλως πω?ς·

σ?κοπῶμεν δὲ εἰ δοκεῖ κοι?νῶς περὶ αὐτοῦ.

Κα?ὶ? μάλα μὲν οὖν σκοπητέον.

Πᾶν ὁτιοῦν—ὦ Θωμάσιε—αἰτία?ν ἔχον τοῦ εἶναι ἢ εὖ εἶναι

τῇ οἰκείᾳ αἰτί?ᾳ καθ' ἑκάτερον ἢ ὁπότερον, ὥς γε οἶμαι, ἢ σ?υν-

διασωθήσεται ἢ συνα?ναιρεθήσεται.

Π?ῶ?ς λέγεις;

Οὕτως ἅν(θρωπ)ος, φέρε, τοῦ μὲν εἶναι τὴν ζωήν φαμε?ν ὅτι

ἔχει αἰτίαν, τοῦ δὲ εὖ? εἶναι τὴν ἀρετήν· τῇ μὲν ο?ὖ?ν? ἀρετῇ παρού-

σῃ μὲν συνδιαμενεῖ ἡ? τῆς ψυχῆς εὐεξία?, ἀπ?ούσῃ δὲ συνοιχήσεται,

τῇ δὲ ζωῇ παρούσῃ τε καὶ ἀπούσῃ αὐτὸ τὸ εἶναι καὶ μὴ εἶναι

τὸν ἄν(θρωπ)ον?.

Ἀληθέστατα?.

7

Οὐκοῦν καὶ πολιτείαν 〈εἰ〉 ἔχουσα? τύ?χοι τῆς οἰκείας γενέσε-

ως καὶ εὐεξίας αἰτίαν, ἐφ' ὅσο(ν) μὲν αὐτῆς ἀν?τ?έχοι?το, εἰκὸς

ὡς? ἂν καὶ διαμένοι καὶ εὐεκτο?ῖ?, ἢν δὲ μή, οὐ διαμένοι ἢ μένου-

σα καχεκτοῖ?;

Καὶ τ?οῦ?το πᾶν ἀληθ?ές.

Ἡ τοίνυν Ῥωμαίων πολιτεία τίνι—ὦ Θωμάσιε—χρωμένη

αἰτίᾳ εἰς ἐκεῖνο ἦλθε μέγεθος;

Εὔδηλον οἶμαι—ὦ Μηνόδωρε—ὡς τῷ πολέμῳ· καὶ? τ?ὴν

γ?ένεσιν γὰρ πρῶτον μὴ οὖσα καὶ πόλις ἐξ ἐλαχίστης μεγίστη

γενομένη τὸ κράτος ἐκ τούτου ἐσχηκέναι γνωρίζ?ετα?ι.

Πάνυ μὲν οὖν· ποῖον δὲ μάλιστα πολέμου? εἶδος μετελθοῦ?σα

κεκρά?τ?ηκεν; ο?ὐ τὸ? πεζικόν;

Πεζ?ικὸν μὲν ὡς ἐπὶ π?ᾶν, οὐκ ἄνευ δὲ τοῦ ἱππικοῦ—ὦ Μηνό-

δωρε—συ?ν?επαμύνοντός τε καὶ τὰ μέγιστα βοηθοῦντος?.

Τ?ὸ? δὲ ἐπ?ὶ π?ᾶν—ὦ Θωμάσιε—καὶ μάλιστ?α? οὐ πρῶτόν τε ἂν

εἴη τῇ τάξει καὶ ἀναγκαιότερον;

Ἀνάγκη.

Καλῶς οὖν—ὦ βέλτιστε—πρότερον ἢ? μ?ὴ? ἐτάττετο καὶ ἀ-

ναγκαιότερον ἐν πολέμῳ τ?οῦ ἱππικοῦ τὸ πεζικόν;

Ἔο?ικεν.

Ἀλλὰ καὶ τόδε ἱστορήσα(ν?)τα οἶμαί σε—ὦ Θωμάσιε—

μεμνῆσθαι ὅτι τοῦ Ῥωμαίω?(ν?) σ?τ?ρατοῦ τῇ τῶν πεζῶν χιλιάδι

π?οτὲ μὲν ἑκατὸν? ποτὲ δὲ καὶ ἥττους ἱππεῖς εἵποντο, οὐ [τοῦ]

π?ολεμεῖν?, ὅσον τῶν περὶ τὸν πόλεμον ἕνεκα χρειῶν.

Καὶ π?άνυ μὲν οὖν μέμνημαι, ἀλλ' ἔγωγε—ὦ? Μηνόδωρε—

οὐκ εἰς? τοὺς τότε Ῥωμαίων χρόνους ἀφορῶν ἔλεγον χρῆναι

προτε?τάχθαι τὸ ἱππικόν, εἰς? τ?ὴν δὲ νῦν μᾶλλον? κεκρατηκυῖαν ἐν

τοῖ?ς πολέμοι?ς συνήθειαν.

Τοῦτο γάρ—ὦ Θωμάσιε—τοῦτο καὶ αἰτιασαίμη?ν ἑκώ(ν?), ὅτι

τὸ κρά?τ?ι?σ?τ?ον τοῦ πολ?έμου καὶ αὐξητικὸν τῆς π?ο?λιτείας ε?ἶ?δ?ος νῦν,

οὐ?κ οἶδα πῶς ἀλογηθὲν συνηλάττωσεν ἑα?υτῷ τὴν πολιτείαν· διὸ

δὴ καὶ ἐπιτ?ηδευτέον εἰς δύναμιν ἐκεῖνο, νῦν γοῦν, ὅ τ?οι? ἀ?εὶ μὲν ἐπι-

τηδευθ?ὲν μεγαλοπρεπεστέραν κ?αὶ τοῖς? πολεμίοις φοβερωτέραν,

8

ἀμεληθὲν δὲ ἐλάττονα πολλῷ αὐτὴν ἀπέδειξε τὴν πολιτείαν.

Κινδυνεύει, ὡς ἔοικε, τῇδε ἐπιτηδευτέον εἶναι.

Οὐ μόνον δέ—ὦ Θωμάσιε—τῇ Ῥωμαίων πολιτείᾳ τοῦτο

καταπραχθὲν μέγεθος περιτέθεικεν, ἀλλὰ γὰρ καὶ Πέρσαις καὶ

Ἕλλησιν καὶ τοῖς ἄλλοις βαρβάροις πεζῇ στρατιᾷ χρησαμέ-

νοις κρατεῖν ἔδωκεν τῶν ἀντιπάλων. Περσῶν μὲν οὖν τί χρὴ

καὶ λέγειν ἃ καὶ νῦν ὀφθαλμοῖς ὁρῶμεν; Ἑλλήνων δὲ Λακεδαι-

μόνιοι οὐ μόνον Ἀθηναίων, ἀλλὰ καὶ ὅλων σχεδὸν τῶν Ἑλληνί-

δων πόλεων, ἔτι δὲ βαρβάρων, οὐκ ἄλλως περιγεγόνασι ἢ πεζοὶ

τὸν πόλεμον ἀνύσαντες, καὶ τεκμήριον ὅτι ἵπποις μὲν ὀλιγά-

κις, ταῖς ναυμαχίαις δὲ χρησάμενοι ἀεὶ ἡττήθησαν, ὥσπερ

Ἀθηναῖοι ἔμπαλιν ἠρίστευσαν. τῶν δὲ βαρβάρων? παρὰ Γάλ-

λοις ἔθνει δυνατωτάτῳ νόμος ἄχρι τοῦδε μάλιστα κεκράτηκεν,

μηδένα ἱππότην ἢ μόνον τὸν βασιλέα ἐν ταῖς παρα〈τά〉ξεσι

φαίνεσθαι, καὶ αὐτὸν ἵππῳ λευκῷ ἐπιβεβηκότα ὡς ἂν ἐμφανέ-

στερος εἴη τοῖς πολεμίοις, τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις γίνε-

σθαι σύνηθες ἐν τοῖς πολέμοις· ὃ μεγίστης παρρησίας τε καὶ

θράσους ἂν εἴη τεκμήριον. ὧν τηλικαῦται καὶ τοσαῦται νῖκαι,

ὡς καὶ ὅλα σχεδὸν τὰ περὶ αὐτοὺς καὶ πολλῷ ἔτι μακρὰν αὐτῶν

ἀπῳκισμένα ἔθνη πολλά τε καὶ παμ〈μεγέ〉θη καὶ ἰσχυρὰ αὐ-

τοῖς ὑποπεσεῖν. ἐπιλείψει με ὁ χρόνος τὰ κατορθώματα διηγού-

μενον τῶν πεζικοῖς τοῖς πολέμοις χρησαμένων πολιτειῶν τε ἅ-

μα καὶ βαρβάρων, ἀλλ' αὐτὰ μὲν πρὸς παράδειγμα εἰρήσθω, ἀρ-

κοῦντα δὲ ὅμως αὐτῇ τῇ πείρᾳ δεῖξαι τὸ ἐκ τούτου χρήσιμον.

καὶ ἄλλως δὲ φύσει τε καὶ λόγῳ ζητοῦντες εὑρήσομεν ὅσον ὁ

πεζικὸς πόλεμος τοῦ ἱππικοῦ περίεστιν· φύσει μὲν ὅτι πεζὸς ἀ-

νὴρ αὐτός τε αὑτὸν ἄγει καὶ οὐχ ὑπὸ ἄλλου του ἄγεται, λόγῳ

δὲ ὅτι λογίζεται τ〈ιμ〉ὴν μὲν ἔμμονον καρτερῶς καὶ κατὰ τὸν

9

τοῦ πολέμου νόμον? μαχησάμενος, 〈εἰ δὲ〉 πέσοι, θάνατον ἀ-

ποίσεσθαι ζωῆς τῆς γε τυχούσης πολλῷ κρείττονα. εὖ γάρ μοι

δοκεῖ καὶ ὁ Τυρσηνὸς ἰδὼν Φιρμῖνος τὴν πεζὴν στρατιὰν κατὰ

τρόπον κοσμουμένην “τεῖχος ὄντως ἄσυλον” ὀνομάζειν, “τεῖ-

χος ζῶν, τεῖχος κινούμενον, τεῖχος ἔννουν, τεῖχος σιδήρεον,

τεῖχος οὐ μιᾶς, ὡς εἴωθε, πόλεως, ἀλλ' ὅλης πολιτείας”. συνε-

λόντα δὲ εἰπεῖν, οὐ πολιτεία ἔννομος, οὐ βαρβαρικὴ ἄθροισις

πόλεων ἢ χωρῶν ἢ ἐθνῶν ἢ κυριεῦσαι ἢ στερηθῆναι, ἃ δὴ μέγι-

στα τοῦ πολέμου ἔργα ἂν εἴη, ἢ ὅλως τι μέγα δρᾶσαι ἢ παθεῖ(ν)

ἄνευ πεζικῆς γνωρίζεται δυνάμεως, χωρὶς μέντο?ι τῶ(ν) κατὰ

τύχην καὶ οὐ λόγῳ εἰωθότων συμβαίνειν. τὸ μέντοι ἱππικὸν ἔχοι

μὲν ἂν καὶ αὐτὸ ἴδιον ἐν πολέμῳ καιρὸν καὶ ἐπιτηδεύματα, ὦν

ἄνευ σωθῆναι τὸ πεζικὸν οὐ ῥᾴδιον, οἷον κατασκοπὰς καὶ ἀνιχ-

νεύσεις πολεμίων, προαπαντήσεις, προκαταλήψεις τόπων πρὸς

στρατοπέδευσιν ἐπιτηδείων, προπαρασκευὰς δαπανῶν καὶ

ὑδάτων καὶ βοσκῶν διερευνήσεις, διώξεις τε καὶ ἐπιδιώξεις, καὶ

ὅσα τυχὸν καὶ τῆς διὰ ἵππων δεῖται βοηθείας. ἑκάτερον ἔχεται

πρὸς τελείαν πολέμου παρασκευήν, εἰ μέντοι ἄξιον ᾖ καὶ τὸ

ἱππικὸν τοῦ ἐπιτηδεύματος, ἢν δὲ μή, καὶ μεγάλα ἐνίοτε ἔβλα-

ψεν, ἑτοίμως α?ὐτό τε τοῖς ἵπποις πρὸς φυγὴν χρησάμενον καὶ

τοὺς πεζοὺς τοῦ θάρσους παραλῦσαν. ὃ προφυλαττόμενοι ἐλέ-

γομεν πρὸ τοῦ λέγοντες χρῆναι τοὺς ἱππότας εὐγενείᾳ μάλιστα

προφέρειν καὶ ἀνδρείῳ φρονήματι, τῇ αἰδοῖ μᾶλλον αὐτοὺς αὑ-

τῶν κρατοῦντας ἢ χερσὶν τῶν ἵππων καὶ χαλινοῖς. οὐκ ἄλογον

δὲ εἰ καὶ τὰ σώματα τοῖς ἱππεῦσιν ἀπέριττά τε εἴη καὶ οὐ κομιδῇ

μεγάλα ἢ βαρέα σιδηροφορίας τε ἕνεκα καὶ εὐσυστροφίας τῆς τε

τῶν ἵππων ἐν καιρῷ κουφότητος.

Παντάπασιν μὲν οὖν οὐκ ἄλογον.

10

Οὐκ ἀνάξιον δὲ οἶμαι—ὦ Θωμάσιε—κἀκείνου μνησθῆναι

ὃ Κικέρων ἱστορεῖ τοῦ παρὰ Ῥωμαίοις πεζικοῦ περὶ στρατοῦ.

φησὶ γὰρ τὰ μὲν ὅπλα οὕτω φέροντας ἀχωρίστως ἔχειν ἀεὶ οἷόν

τινα μέλη τοῦ σώματος οἰομένους, καὶ πρός γε τροφὴν σφίσι

πέντε ἀποχρῶσαν ἡμέρας ἀνάγκης τε ἄνευ τινὸς καὶ εἰ παρεῖναι

συμβαίνοι νωτοφόρα ζῷα· ὃ συνηθείᾳ μακρᾷ βεβαιωθὲν νόμος

παρ' αὐτοῖς ἐγίνετο, ὡς καὶ τιμωρίαν ἐπικεῖσθαι εἴ τις παραβαίη.

Ἀξιώτατον μὲν οὖν—ὦ Μηνόδωρε—ἀνδρῶν πολεμικῶν

τληπαθείας.

Οὐκοῦν καὶ τόδε προστακτέον τοῖς τὴν πολεμικὴν μετιοῦσιν

ἐπιστήμη(ν);

Προστακτέον μὲν οὖν.

Οὐκοῦν κἀκεῖνο ἐπὶ τούτοις—ὦ Θωμάσιε—προστετάξεται,

ὃ τῷ στρατῷ σωτήριον ἀεὶ γεγονὸς γνωρίζεται;

Τί δὴ τοῦτο;

Τὸ τῆς τάφρου λεγομένης χρῆμα, ὡς ἂν μηδένα στρατοπε-

δεύσεως καιρὸν ἄνευ τούτου δὴ τοῦ ὀχυρώματος ὁ στρατὸς δια-

τελοῖ. οὗ δὴ ἔργου αὐτοὺς τοὺς ἄρχοντας αὐτουργούντας κα-

τάρχεσθαι προσήκει, τῆς τῶν ἄλλων δηλονότι ἕνεκα μάλιστα

προθυμίας μελέτην καὶ τόδε καὶ γυμνασίαν ποιὰν ποιουμένων.

ἀλλ' ἐπὶ μὲν εἰρήνης οὑτωσί πως ἀπεριεργότερον, ἐν δὲ πολέ-

μῳ καὶ σκόλοπας προσπηγνύντας καὶ τριβόλοις τοῖς λεγομέ-

νοις περιφράττοντας, εἰ δέ περ εἴη καὶ ὕδατος πληροῦντας, τήν

τε ἄλλην καὶ ἐνδεχομένην περιποιοῦντας ἀσφάλειαν.

Ἀναγκαίως καὶ τόδε προστετάξ〈ετ〉αι.

11

Οὐ παρα〈λει〉πτέον δὲ οἶμαι—ὦ Θωμάσιε—οὐδὲ τὸ φαῦ-

λον ἐκεῖνο, ὃ ἐπιταττόμενον μὲν σμικρόν, κατορθούμενον δὲ

οὐκ ἀνόνητον φωραθήσεται.

Ποῖον τοῦτο λέγεις;

Τὸ κουρᾶς πέρι καὶ ἀμπεχόνης καὶ ὅλου τοῦ περὶ τὴν ἐσθῆτα

σχήματος, ὡς ἂν μὴ ἐξείη μηδὲ τῶν ἄλλων πολιτῶν τινι κατὰ

καιροὺς τὸ πρὸς ἀξίαν ἑκάστου ἀμείβειν σχῆμα, ὅπερ φυλαττό-

μενον *** δὲ τὸ τῆς γνώμης ἄστατον παραδηλώσει.

Οὐκ ἀνόνητον ὄντως—ὦ Μηνόδωρε—τοῦτό γε οὐδὲ ἀρε-

τῆς πολιτικῆς πάντῃ ἀμέτοχον σκοπῶν εἰκότως ἄν τις εὕροι.

Δοκεῖ σοι ἄρ'—ὦ Θωμάσιε—ἱκανῶς ἡμῖν ἔχειν τὰ περὶ τοῦ

πολεμικοῦ τῆς πολιτείας γένους εἰρημένα, ἢ πῶς ποιεῖς;

Ἔχεις με—ὦ Μηνόδωρε—ἔχεις ὁμολογοῦντά σοι ἐπὶ τού-

τοις καὶ προθυμότατά γε· ἀλλὰ τοῖν δυεῖν τῶν στρατιωτικῶ(ν)

ἐπιτηδευμάτων τοῦ ἑτέρου, ὃ καὶ πολεμικόν, οὐκ ἐνδεῶς ἡμῖν,

ὡς οἶμαι, ἀποδεδειγμένου, τὸ περὶ τοὺς ἄλλους πολίτας τε καὶ

ὑπηκόους πρᾶόν τε καὶ δίκαιον, ὅπου τε κατορθούμενον κα-

τορθωθείη, λειπόμενον ἂν εἴη· ὃ καὶ πλείονος οἶμαι δεῖσθαι

λόγου, εἴπερ καὶ πόλεμος αὐτὸς τῆς τῶνδε ἕνεκα φυλακῆς ἀ-

ναγκαῖος καθέστηκεν.

Ἔστι μὲν ᾗ λέγεις—ὦ Θωμάσιε—ἀλλ' ἀντὶ πολλῶν λεχθη-

σομένων ἑνὶ παραδείγματι παραστῆσαι πειράσομαι τὸ ἐμοὶ

δοκοῦν περὶ αὐτοῦ.

Ποίῳ δὴ μάλιστα;

Περσῶν βασιλέως ὄνομα Πειρώζου ἅμα στρατῷ ἐπὶ πόλεμον

ἰόντος καὶ διὰ τῆς ἰδίας ἔτι τὴν πορείαν ποιουμένου, τῶν στρα-

τιωτῶν τις, τοῦ ἵππου ἀσθενήσαντος αὐτῷ, γνώμῃ τοῦ δεκαδάρ-

χου λαβὼν στάχυας χλωροὺς ἐδίδου τῷ ἵππῳ τροφήν. τοῦ δὲ

δεσπότου τῶν σταχύων βεβιᾶσθαι ἀνακεκραγότος, πυθόμενος

12

ὁ βασιλεὺς ἐκέλευσεν παρεῖναι τὸν ἀγρότην καὶ τὸν στρατιώτην

μετὰ τοῦ δεκαδάρχου, καὶ τὸ αἴτιον εὑρηκώς, συναγαγὼν τοὺς

περὶ αὐτὸν ἄρχοντας “τῆς κοινῆς—ἔφη—πολιτείας ἕν τι εἶ-

δος ὅπλου ἐχούσης ᾧ μάλιστα μόνῳ κρατοῖ τῶν πολεμίων, καὐ-

τῶν ἰσχυροτέρω(ν) τὰ ἄλλα τυγχανόντων, εἴ τις φωραθείη

φθεῖραι βουλόμενος καὶ ἀφανίσαι, τί παθεῖν ἄξιος ἂν εἴη;” τῶν

δὲ εἰπό(ν)των “θάνατον ὁ τοιόσδε ἀποίσεται τῶν πώποτε πι-

κρότατον, αὐτός τε καὶ παῖδες καὶ γένος ἅπαν”, “Ῥωμαίων—

ἔφη—τὰ σώματα καὶ ἵπποι καὶ τόξα καὶ βέλη καὶ δόρατα τῶν

ἡμετέρων ἰσχυρότερα εἶναι παντί που δῆλο(ν), ἡμῶν δὲ πρὸς

ταῦτα μόνῃ τῇ δικαιοσύνῃ ὅπλῳ χρωμένων καὶ πρὸς τοὺς ἐναν-

τίους ἀνθοπλιζομένων, ταύτῃ τε πράως τε καὶ φιλανθρώπως

τοὺς ὑπηκόους κυβερνώντων. οἵδε—φησίν, ἐδείκνυ δὲ τόν τε

τοὺ?ς στάχυας ἀφελόμενον καὶ τὸν δεκαδάρχην—ἐφωράθησαν

πῦρ οἷο(ν) ὑφάψαντες, εἰ καὶ σμικρᾷ ὕλῃ, ἐμπρῆσαι βουλόμενοι

τοῦτο δὴ τὸ ὅπλον ἡμῖν. ἢ οὐ ταὐτὸν πῦρ σμικρὸν πρὸς διαφ-

θορὰν τῶν παρακειμένων ὑφαπτόμενον καὶ ἀδικία ἐπὶ σμικρῷ

ἀρχὴν λαμβάνουσα καὶ μὴ ἀνακοπτομένη; ὧν ἑκάτερον εἰς

αὔξησιν ἰὸν καὶ δυνα?μούμενον στ?ῆσαι ἢ ἀνακόψαι ἀνθρωπίνης

ἐπέκεινα δυνάμεως ἂν εἴη”. ταῦτα εἰπὼν ἐκέλευσεν τὸν μὲν δε-

κα〈δά〉ρχην ἀνασκολοπισθῆναι, τὸν δὲ στρατιώτην ὑπὸ τοῦ

στρατοῦ λιθοβοληθῆναι, καὶ τὸν χιλίαρχόν γε μὴν ὑφ' ᾧ ἐτάτ-

τοντο ἐπιτίμιον ἄλλο δέξασθαι. δεῖγμα δὲ τῆς Περσικῆς περὶ τοὺς

ὑπηκόους φειδοῦς τε καὶ φιλανθρωπίας τὸ εἰσέ?τι κρατοῦν παρ'

αὐτοῖς· χώρας γὰρ τυχὸν τῶ(ν) κατ' αὐτούς τινος ἢ καρπῶν ἀτυ-

χο?ύσ?η?ς ἢ ἑτέρα?ς? ξ?υ?μ?φο?ρ?ᾶ?ς? ἐ?π?ε〈ρ〉χομένης, τῇ στρατοῦ παρου-

σίᾳ παραμυθία? τε καὶ θεραπεία γίγνεται. ἔχεις—ὦ Θωμάσιε—

13

παράδειγμα ᾧ χρωμένους τοὺς τῆς πολιτείας ἄρχοντας καὶ

πρό γ?ε αὐτῶν τὴν βασιλείαν αὐτὴν δυνατὸν ῥᾷστα τὴν πολιτικὴν

δικαιοσύνην ἐν?δείξασθαι περὶ τὴν τῶν φυλάκων καὶ τῶν ἄλλων

πολιτῶν τε καὶ ὑπ?ηκόων τῆς συμπολιτεύσεως ἁρμονίαν. εἴ γε

καὶ αὐτοὶ τῆς αὐτῆς τοῖς φύλαξιν μεταδοῖεν δικαιοσύνης, μετα?-

δώσουσι δὲ δικαιῶ?ντες· ἄδικα γὰρ δίκαιοι πρὸς οὐδένα γίγνε-

σθαι ἀξιώσουσιν, εἰ δὲ καὶ ἐπιχειροῖεν, πρὸς μὲν βραχὺ ἴσως τὰ

τ?οιαῦτα ἤρκεσεν “ἄν?θεσιν ἐαρινοῖς ἐοικότα, τῷ δὲ χρόνῳ φω-

ρᾶτ?αι—φη?σὶ? Δημοσθένης—καὶ περὶ? αὑτὰ καταρρεῖ”.

Ταῦτα—ὦ Μηνόδωρε—εἰκότα τε ἂν εἴη καὶ εἰκότως λέγοι-

το. πῶς δὲ φῂς τῆς δικαιοσύνης χρῆναι τοῖς φύλαξι μεταδίδο-

σθαι;

Λέγω ἔγωγε—ὦ Θωμάσιε—δίκαιον εἶναι ἅμα καὶ πρέπον

πρῶτον μὲν τὰς τροφὰς αὐτοῖς καὶ τοῦς μισθοὺς τῆς φυλακῆς

ἀξίους τε καὶ με?τὰ χάριτος δίδοσθαι, τι〈μά〉ς τε πρὸς τούτοις

ἄλλας καὶ ἀξίας τοῖς γε ἀξίοις ζῶσί τε καὶ τελευτήσασι, γηρῶσι

τε καὶ τὴν πρέπο?υσα?(ν) τῆς γηροτροφίας παρα?ψυχήν, παισί τε

τῶν τελευτώ(ν)των ἀνατροφάς τε καὶ σιτήσεις δημοσίας, γονεῦ-

σι δὲ μάλιστα, εἰ τύχοιεν τοῖς ἀπελθοῦσιν ὄντες. ταῦτ?α? δὲ γιγνό-

μενα οὐκ εἰς οὓς γίγνεται μόνον, ὡς οἶμαι, ἀλλὰ καὶ εἰς αὐτὴν

ἐξ αὐτῆς ἀληθέστερον γενήσεται τὴν πολιτείαν· ἢ οἴει τοὺς

περιόντας, ὁρῶντας? οὕτω ταῦτα γιγνόμενα, μὴ πολλῷ προθυμό-

τερον ἐν τοῖς πολέμοις ἀγωνιεῖσθαι φιλοῦντάς τε τὴν πολι?τ?είαν

καὶ αὐτὴν τὴν ψυχὴν ὑπὲρ αὐτῆς τοῖς κινδύνοις ἐκδώσειν; ὥ-

σπερ οὖν εἰ τὰ ἐναντία ὁρῷέν τε καὶ πάθοιεν ἐναντίως? ἂν καὶ

διακέοιντο.

Ἀνάγκη πᾶσα—ὦ Μηνόδωρε—τ?α?ῦ?τα οὕτως ἔχειν.

Οὐκοῦν καὶ τάγματα ξυστῆναι οὐκ ἄτοπον, ἐν οἷς ταττόμενοι

14

οἱ ἐν στρατείαις γ?η?ρ?ῶ?ν?τ?ε?ς? παῖδες τε αὐτῶν τελευτώντων

ἔχοιεν τὰς ἀναγκαίας τροφὰς καὶ ἀποβαίνοντες *** οὐ γὰρ

μόνον φύσει ἄδικον, ἀλλ' ἤδη καὶ α?ὐτῇ γε τῇ πολιτείᾳ ἀπρεπὲς

〈εἰ〉 τοὺς ἐν τοῖς ὑπὲρ αὐτῆς ἱδρῶσι κεκμηκότας ἐνδεομένο?υ?ς?

καὶ τοὺς ἄλλους ἀπροθύμους καθίστησιν.

Ἀναγκαίως—ὦ Μηνόδωρε—τόδε γινόμενον οὕτω γίγνο?ι?το

καὶ δικαίας ἀξίως πολιτείας.

Ἐμοὶ μέν—ὦ Θωμάσιε—τὰ δόξαντα τῆς πολεμικῆς ἕ?νεκεν

ἐπιστήμης τε καὶ μελέτης εἴρηται· εἰ δέ 〈τι〉 τίμιον ἔχει ἢ κα-

τὰ λόγο(ν) τὰ εἰρημένα σὸν ἂν εἴη κρῖναι.

Τελεώ?τα〈τα〉 μὲν οὖν—ὦ Μηνόδωρε—οἶμαι ἔ?χειν, ἐφ' οἷς

τὸ μὴ σ?υ?νομολογ?εῖν οὐ ῥᾴδιον, καὶ εἰ μάλα? τις ἐριστικῶς ἔχοι.

15

{Τοῦ πέμπτου λόγου τῆς πολιτικῆς ἐπιστήμης τάδε ἔνεστιν·}

περὶ βασιλείας.

περὶ κοινωνίας καὶ διαφορᾶς ἣν ἔχει ἡ βασιλικὴ ἐπιστήμη πρὸς

τὰς ἄλλας ἐπιστήμας.

τίς ὁ σκοπὸς τῆς βασιλείας καὶ ὅτι δεῖ αὐτῇ νόμων τε ἰδίων καὶ

δογμάτων καὶ ἐπιτηδευμάτων.

περὶ νόμων ἰδικῶν τῆς βασιλείας.

περὶ δογμάτων.

περὶ ἐπιτηδευμάτων.

τίνα ἴδια τῆς βασιλικῆς ἐπιστήμης, οἷς τὰς ἄλλας τέχνας καὶ

ἐπιστήμας ὑπερβέβηκεν.

ὅτι δεῖ τὸν ὄντως βασιλέα πρὸς μίμησιν θ(εο)ῦ καὶ τῶν θείων

κυβερνᾶν τὰ ἀνθρώπινα.

πῶς ἂν γινώσκοι ἑαυτὸν καὶ θ(εὸ)ν καὶ τὰ θεῖα, καὶ γινώσκων

πρὸς τὸ παράδειγμα κυβερνῴη τὴν πολιτείαν.

ὅτι ἀνόμοια περὶ τῆς πολιτείας εἴρηται τοῖς ὑφ' ἑτέρων εἰρημέ-

νοις, ἐν ᾧ καὶ ἔνστασις πρός τινα τῶν τῷ Πλάτωνι εἰρημένων.

παράθεσις τῆς κατὰ Πλάτωνα καὶ Κικέρωνα πολιτείας, ἔτι δὲ

τῆς κατὰ τὸν Πλάτωνα καὶ Ἀριστοτέλη ὅλης φιλοσοφίας.

16

{ΠΕΡΙ ΠΟΛΙΤΙΚΗΣ ΕΠΙΣΤΗΜΗΣ

ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ}

Τῶν μὲν οὖν φυλάκων πέρι—ὦ Θωμάσιε—καὶ τῆς πολεμι-

κῆς ἐπιστήμης, εἰ καὶ διὰ μακροῦ τινος λόγου, ὅμως ὡς δύνα-

μις εἴρηται, νῦν δὲ λειπόμενον ἂν εἴη περὶ τῆς βασιλείας αὐτῆς

ἐπισκέψασθαι εἴ πως δυνατὸν εὑρεῖ(ν) λόγον τῆς θ(εο)ῦ μιμή-

σεως, βασιλεία δὲ αὕτη ἐδείχθη, ὄντως ἄξιον.

Τοῦτο μὲν οὖν—ὦ Μηνόδωρε—ἐκ πα(ν)τὸς ἂν γένοιτο τρό-

που, καί, εἰ μὴ γίνοιτο, ἐν ἴσῳ ὡς εἰ μηδὲν τῶν ἄλλων διεληλύ-

〈θα〉μεν καὶ ὅμοιον ὡς εἴ τῳ ἀ(ν)δριάντα, φέρε, ποιοῦντι, τῶν

ἄλλων αὐτοῦ μερῶν ἢ μελῶν εὖ μὲν καθ' ἕκαστον οὐ *** πεπλα-

σμένων, εὖ δὲ καὶ ἀλλήλοις ἡρμοσμένων, λείποιτο ἡ κεφαλή.

Οὐκοῦν ἐπισκεπτέον, εἰ δοκεῖ, αὐτὸ δὴ τοῦτο πρῶτον, εἰ δυ-

νατὸν ῥᾳδίως λόγον ἐπιστημονικὸν λαβεῖν τῆς θεοῦ μιμήσεως;

Ἐπισκεπτέον μὲν οὖν.

Ἄρ'—ὦ Θωμάσιε—εἴ τις εἴποι πρός σε συμβουλεύων γρά-

ψαι τὴν εἰκόνα τυχὸν τοῦ σοῦ πάππου, συμβαίνοι δὲ μὴ εἶναί σοι

γνωστὴν τὴν ἐκείνου ἀληθινὴν μορφὴν ὡς προτετελευτηκότος,

τί ἂν ἀπεκρίνω ἢ δῆλον ὅτι κατ' ἀμφότερον ἀδυνατοῖς, τό τε μὴ

17

εἶναι τὴν τέχνην γραφικὸν καὶ τὸ τὴν ἐκείνου μὴ ἐπίστασθαι

ἰδέαν;

Καὶ τί γὰρ ἄλλο—ὦ Μηνόδωρε—ἢ τοῦτο ἐνῆν ἀποκρίνασθαι;

Οὐκοῦν καὶ ἡμεῖς ἐπισκοποῦντες περὶ θεοῦ μιμήσεως, βασι-

λεία δὲ αὕτη, ὡς ἐρρήθη, ἐννόμως ἀπεδείχθη, ἀγνοοῦντες τὸ

ἀρχέτυπον εἴ τι τῷ λόγῳ τῆς βασιλικῆς ἐπιστήμης ἀπολειποίμε-

θα, ὅμως δὲ δυνατὸν τόδ' ἔχειν ἐκ τῆς ἀναλογίας τῶν θείων

δημιουργημάτων;

Καὶ μάλα εἰκότως.

Σκόπει δὴ οὖν—ὦ Θωμάσιε—ὅπως ἐννοῶ περὶ τῆς τοιᾶσδε

ζητήσεως.

Πῶς δὴ μάλιστα;

Εἴ τις περὶ ἀν(θρώπ)ου, φέρε, φύσεως διαλέγεσθαι βούλοιτο,

εἰκότως ἂν καὶ συλλογίζοιτο τίσι μὲν κοινωνεῖ τοῖς ἄλλοις

ζῴοις τε καὶ φυτοῖς, τίσι δὲ διαφέρει.

Εἰκότως μὲ(ν) οὖν.

Πάλιν δ' αὖ περὶ ψυχῆς, ὅτι μὲν ἔστιν εὑρώ(ν), τὸ δὲ τί ἦν εἶ-

ναι ἐπιστημονικῶς μὴ εὑρίσκων ἄλλος ἄλλο τι ἂν δοξάζ?οι περὶ

αὐτῆς.

Ἀληθέστατα.

Οὐκοῦν καὶ ἡμεῖς τὴν βασιλικὴν ζητοῦντες ἐπιστήμην ἃ μὲν

δυνατὰ λόγῳ εὑρεῖν οἰησόμεθα ἐπιστημονικῶς εὑρηκέναι, ἃ δὲ

μή, δόξῃ γοῦν ὀρθῇ τε καὶ λόγον ἐχούσῃ ἐξ αὐτῆς ποδηγούμε-

νοι τῆς θείας δημιουργίας;

18

Εὐλογώτατα—ὦ Μηνόδωρε—τόδ' ἂν οὕτω γίγνοιτο.

Σκοπήσωμεν οὖν, εἰ δοκεῖ, τί μὲν κοινὸν ἂν ἔχοι μετὰ τῶν

ἄλλων ἐπιστημῶν, τί δὲ ὑπὲρ αὐτάς.

Καὶ μάλιστα δὴ σκοπητέον.

Τῆς μὲν οὖν ἁπλῶς φιλοσοφίας οἷς ἂν διαφέροι ἤδη προείρη-

ται καὶ ὅτι ταὐτὸν βασιλεία τε καὶ πολιτικὴ φιλοσοφία οἷα

θ(εο)ῦ μίμησις οὖσα.

Ἀληθέστατα· οὕτω γὰρ ἐδείχθη.

Οὐκοῦν ἐπὶ ἰατρικῆς, εἰ δοκεῖ, τόδε θεωρήσωμεν, ὡς καὶ φι-

λοσοφίᾳ συγγενοῦς, εἴπερ ἡ μὲν ψυχῶν ἰατρεία, ἡ δὲ ἰατρικὴ φι-

λοσοφία σωμάτων καλῶς ἐλέχθη;

Πάνυ μὲν οὖν δοκεῖ, καὶ ζητητέον οὕτως.

Ἰατρικὴ τέχνη—ὦ Θωμάσιε—ἐπαγγέλλεται μὲν περὶ τὰ

ἀνθρώπινα καταγίγνεσθαι σώματα, σκοπὸν δὲ ἔχει τὴν ὑγεῖαν,

τέλος δὲ τὴν κτῆσιν αὐτῆς. τοῦτο δὲ χρήσιμον εἶναι τοῖς

ἀνθρώποις παντί που δῆλον.

Προδηλότατα μὲν οὖν.

Ἡ δὲ τοιάδε τέχνη πρὸς ἀποτέλεσμα τοῦ οἰκείου ἐπαγγέλμα-

τος πολλῆς μὲν καὶ ἄλλης δεῖται παρασκευῆς, ἣν ἰατρῶν

εἰδεῖεν παῖδες, τριῶν δὲ μάλιστα κεφαλαιωδεστέρων εἰ μέλλοι

δεόντως ἀποτελεῖν καὶ ὡς οἷόν τε ἐπιστημονικῶς.

Τίνων δὴ τούτων λέγεις;

Νόμου ἔγωγε καὶ δογμάτων τῶν τε κατ' ἐνέργειαν ἐπιτηδευ-

μάτων. νόμου μὲν καθ' ὃν ἂν τοῖς τῆς ἰατρικῆς ἰδίοις καὶ οὐ

νόθοις τισὶν καὶ τῆς τέχνης ἀλλοτρίοις χρῷτο λόγοις καὶ ὡς

ἂν ὁ ἰατρὸς ἐν οἴκοις εἰσιὼν ἀλλοτρίοις σώματά τε πιστευόμε-

19

νος ἐλεύθερα ἑκατέρας μάλιστα φύσεως σωφρόνως τε καὶ πι-

στῶς ἰατρεύοι, τὰ δὲ ἄλλα πληροῖ ἐφ' οἷς καὶ ὁ ἱπποκράτειος

τέθειται νόμος τε καὶ ὅρκος. δογμάτων δὲ οἷς ἂν ὁ ἰατρὸς

αὐτὸς αὑτῷ παραινοῖ τὰ πρέποντα, λογιζόμενος ὅτι ἰατρὸν

ὄντα δεῖ εὖ τὰ τῆς τέχνης ἐπίστασθαί τε καὶ ἐνεργεῖν, τῶν τε

ἰατρευομένων καὶ τῶν ἄλλων ἰδιωτῶ(ν) κρείττω γίγνεσθαι, καὶ

μή, ἄλλους ἰατρεύειν τεταγμένον, κατόπιν ἰέναι τῆς τέχνης καὶ

τῆς περὶ αὐτὴν δόξης, ὀνείδους ἄξιον ἡγούμενον εἴ τις αὐτὸν

παρευδοκιμοῖ ἢ τῶν ὁμοτέχνων ἢ τῶν ἰδιωτῶν. τῶν δὲ κατ' ἐ-

νέργειαν ἐπιτηδευμάτων οἷς ἂν καταλλήλως χρώμενος ἐνεργοῖ

τὰς θεραπείας. τούτων δέ, συνελόντα εἰπεῖν, ὁ μὲν νόμος καὶ μὴ

βουλόμενον ἴσως, εἰ ἔστιν αἰδὼς ἐλευθερίᾳ πρέπουσα, τοῖς μὲν

τῆς τέχνης ὑπάγει δικαίοις, τῶν δὲ μὴ ἀνηκόντων αὐτῇ ἀπείρ-

γει. τὰ δὲ δόγματα ἐν ψυχῇ τὰ πρέποντα οὐ τῇ ἔξωθεν ἀνάγ-

κῃ, λόγου δὲ πειθοῖ καὶ συνειδότος αἰδοῖ καὶ φύσεως ἐλευθερίᾳ

νομοθετεῖ· ἡ δέ τοι ἐνέργεια τοῖσδε τυπουμένη καθηκόντως καὶ

τῆς τέχνης ἀξίως ἂν γένοιτο.

Ἀναγκαίως καὶ τάδε ἄν—ὦ Μηνόδωρε—προσείη τῇ ἰατρι-

κῇ τέχνῃ, ἀλλὰ πῶς καὶ ἐπὶ τῆς βασιλείας ἂν θεωροῖτο;

Τὴν βασιλείαν—ὦ Θωμάσιε—περὶ μὲν τὰ πολιτικὰ καταγί-

γνεσθαι πράγματα, σκοπὸν δὲ ἔχειν τὴν κατὰ δικαιοσύνην

αὐτῶν εὐεξίαν, τέλος δὲ αὐτὴν τὴν ἐνέργειαν, οἷς ἀναγκαίως καὶ

τὸ χρήσιμον ἕπεσθαι, τὴν τῶ(ν) ἀν(θρώπ)ων σωτηρίαν, οὐκ

ἔστιν, οἶμαι, ὅστις ἐνδοιάσειεν.

Παντελῶς μὲν οὖν οὐδεὶς τῶν γε ποσῶς γοῦν παιδείας ἐπαϊ-

όντων.

Οὐκοῦν ἐπὶ τούτοις τῶν μὲν νόμων—ὦ Θωμάσιε—πρῶτος

θετέος αὐτῇ ὑπ' αὐτῆς τῇ βασιλείᾳ τῆς ἐννόμου χάριν ἀναρρή-

σεως, ὡς ἂ?ν ὁ? ὅμοιος αὐτῇ καὶ ἐπώνυμος ἀνὴρ συγγίνεσθαι

20

μέλλων δικαίως, ὡς προερρήθη, παρὰ θ(εο)ῦ τε διδομένην καὶ

τῶν πολιτῶν δέξοιτο προσφερομένην. δεύτερος περὶ τῆς τῶν

ἀρίστω(ν) συγκλήτου βουλῆς, τροφῆς τε αὐτῶν ἕνεκα καὶ παι-

δείας, τιμῆς τε καὶ τάξεως, ἔτι δὲ καὶ ταξιαρχίας ᾗ ἐρρήθη γι-

γνομένης. τρίτος περὶ τῆς τῶν ἀρχιερέων ἐπιλογῆς τιμῇ τε τῇ

πρὸς τὸ θεῖον μάλιστα καὶ φόβῳ ταῖς τε τῶν πόλεων ἐνόρκοις

μαρτυρίαις γιγνομένης. τέταρτος περὶ τῶν μεγίστων ἀρχῶν καὶ

τῆς τῶν ὁμοίων ἀρχόντων ἐκ τῶν ἀρίστων ἐπιλογῆς. πέμπτος

περὶ τῶν πολιτικῶν νόμων καὶ τῆς ἐπ' αὐτοῖς πάμπα(ν) ἀσα-

λεύτου φυλακῆς. οἴεσθαι γὰρ βασιλεὺς ἀγαθὸς φοβερωτέραν οἱ

αὐτῷ ἢ τοῖς ἀρχομένοις εἶναι τὴν ἐπὶ ***

*** τοῦ πολιτικοῦ νόμου νεωσ?τὶ λεγομένου καὶ οὐ πολιτευομέ-

νου τὰ παλαιὰ κρατεῖν ἕως ἂν ταῖς πόλεσιν ἐγγένηται. οὔκου(ν)

εἰ ὡς αὐτὸς φῄς—ὦ μακάριε—χρὴ σκοπεῖν, ἀλλ' εἰ ἄριστός

τε καὶ πολιτεύεσθαι δυνατός. ὅτι μὲν οὖν οὐκ ἄριστοι, οὐκ ἂν

ἔχοις, οἶμαι, εἰπεῖν, ὅτι δὲ δυνατὰ ἐπιτάττεις, σκόπει ἑκάτερον

τὸ ἐπίταγμα, φύσιν τε καὶ παιδείαν, ὧν ἡ μὲν παιδεία, ἐ-

φ' ἡμῖν κειμένη, οὐκ ἀδύνατος ἂν εἴη, τὸ δ' αὖ φύσεως περὶ ἐπι-

λογῆς δυνατὸν πάλιν ἂν οἰηθείης, εἰ τὸ περὶ τὰ ἄλλα ζῷα ἄλογα

καλούμενα ἐννοεῖν ἐθέλοις. ἢ οὐ πολλὰς ὁρῶμεν ἐν ταῖς πόλεσι

ἱπποκομίας τε καὶ ἃς κυνοτροφίας καλοῦσι, τήν τε? ἄλλην περὶ

τὸ θηρευτικὸν ἅπα(ν) μάλιστα γένος πρόνοιαν γένους περὶ ἐπ?ι-

λογῆς, φυλακῆς τε καὶ τροφῆς, χρείας τε καὶ βορῶν παρατηρή-

σεως, καὶ τῆς πρὸς τὰ νόθα καὶ οὐκ εὐγενῆ ἀνεπιμιξία?ς?; καὶ

ἄλλους μὲν τῶν ἀνθρώπων μακρὰς ὁδοὺς πορεύεσθαι, ἄλλους

δὲ καὶ μεγάλα πελάγη διαπερᾶν τολμῶ?ντας, καί, ἁπλῶς

εἰπεῖν, πόνοις καὶ κινδύνοις, προσθείην δ' ἂν καὶ χρήμασι, τῶν

21

τοιῶνδε τήν τε εὐγένειαν διώκοντας (καὶ) τὴν κτῆσιν περὶ πλεί-

στου ποιουμένου?ς?;

Καὶ τ?αῦτα ἀληθῆ—ὦ Μηνόδωρε—καὶ ἄλλα τούτων εὐτελέ-

στε?ρα σπουδάζεται τοῖς ἀνθρώποις, ὡς καὶ ὀρνίθων ἄχρι καὶ

τῶν τοιούτων ἐπιτείνεσθαι αὐτοῖς τὴν ἐπιμέλειαν.

Πολλῷ οὖν μᾶλλον, οἶμαι—ὦ Θωμάσιε—καὶ ἐπὶ ἀνθρώπω(ν)

ἂν τοῦτο γίγνοιτο, οὐ μόνον ὡς δυνατόν, ἀλλὰ καὶ σω?τήριον

ταῖς πόλεσι γιγνόμενον.

Ὅλῳ μὲν οὖν—ὦ Μηνόδωρε—καὶ τρόπῳ παντί.

Τῆς μὲν τοίνυ(ν) ἀρίστης φύσεως ἥ τε ἐπιλογὴ καὶ τροφὴ γι-

γνομένη τῇδέ πῃ ᾗ προερρήθη, ὅσον γε ἐφ' ἡμῖν, εἰκότως ἂν

γίνοιτο. ἄξιον δὲ οἶμαι—ὦ Θωμάσιε—τῇ φύσει εἴκοντ?α?ς?

συμφέρεσθαι πρὸς τὴν εὑρετικὴν καὶ μαιευτικὴν μέθοδον τῆς

τῶν ἀρίστων ἀρετῆς, ἵν' ὡς μάλιστα εἰλικρινής τε (καὶ) πάντῃ

ἀλώβητος εἴη. πολλὰ γὰρ καὶ ἀνέφικτα φύσεως ἔργα, εἰ καὶ

μάλα π?ερὶ αὐτὰ ἄνθρωποι σπουδάζοιεν.

Τί δὴ τοῦτο φῄς—ὦ Μηνόδωρε—καὶ πῶς γιγνόμενον;

Εἴ τινες, τυχόν—ὦ Θωμάσιε—τούτων τῶν οὕ〈τω〉 τρεφο-

μένων μετατ?ραπ?έντες τῆς κατὰ ψυχὴν ὑποβαῖεν εὐγενείας τε

καὶ μεγαλοπρεπείας, οἷον καὶ ἐπὶ τῶν σπερμάτων φιλεῖ γίγνε-

σθαι, καὶ τῆς χείρονος γίγνοιντο γνώμης τε καὶ ἀξίας, εἴτε ἐν

πρώτῃ ἢ καὶ δευτέρᾳ ἡλικίᾳ ἢ καὶ καθ' οἱονοῦν χρόνον, τούτους

χωριστέον τοῦ τῶν ἀρίστων καταλόγου καὶ ἐν τοῖς ἄλλοις τῆς

πόλεως τάγμασιν εἴτε στρατιωτικοῖς εἴτε ἀστικοῖς, ὡς ἡ

ἑκάστου? ἀξία, ἐγκαταλεκ?τέ〈ον〉.

Ἀξιώτατον μὲν οὖν.

Οὐκ ἀνάξιον δὲ οἶμαι—ὦ Θωμάσιε—καὶ τὸ τούτῳ ἀντι-

στρόφως γιγνόμενον.

Τὸ ποῖον λέγεις;

Τὸ χρῆναι ἐκ τῶν ἄλλων τῆς πόλεως ταγμάτων ζητοῦντας

ἀεὶ εἴ τις εὑρεθείη ἀνὴρ τὴν ἐκ φύσεως ἔχων μεγαλοπρέπειαν

22

καὶ τὴν ἄλλην πολιτικὴν ἀρετὴν τοῦτον τοῖς ἀρίστοις ἐγκατα-

λέγειν. καὶ ἐπὶ τούτῳ γὰρ ἀρχὴ ἑτέρα τετάξετα?ι? τῶν τοιού?των

ἀνδρῶν διαγ?νω?μο?νική τε καὶ ἀνιχνευτική, οὓς ἐκ πάσης χώρας,

οὐ δὴ μόνον τῇ πολιτείᾳ ὑποκειμένης, ἀλλὰ καὶ βαρβαρικῆς,

εἰ οὕτω τύχοι, καὶ ἄλλης ἡστινοσοῦν παντὶ σθένει ἐμπορευτέον.

εἰ γάρ τοι καὶ ἐπὶ οἴκου ἑνὸς χρῆναι λέγεται πάντα τὰ ἄλλα

προέμενον ἄνδρα κτήσασθαι οἰκονομικόν, πόσῳ γε μᾶλλον ἐπὶ

τῆς πολιτείας ἀναγκαιότερον ἂν εἴη τοῦτό γε;

Οὐκ ἀνάξιον—ὦ Μηνόδωρε—οὐδὲ τοῦτο τῆς το?ιᾶσδε προ-

νοίας.

Τούτους δὲ τοιούσδε φωραθ?έντας οὐκ οἶμαι δεῖν τοῖς ἄλλοις

ἀρίστοις ἀναμὶξ συντετάχθαι, ἀλλὰ χωρὶς αὐτὸ καθ' αὑτὸ δεύτε-

ρον τῶν ἀρίστων εἶναι σύστημα γιγνόμενον, ὥσπερ οὖν καὶ χωρὶς

ἑκατέραν τὴν ἐφ' ἑκατέρῳ ἀρχήν, ἵν' ἔκδηλος ᾖ ἥ τε ἐκ μόνης

φύσεως ἥ τε ἐκ τροφῆς ἅμα καὶ φύσεως ἀρετὴ ἐν πολιτείᾳ

δια?φαιν?ομένη, καὶ? π?ρός? γε το?ύ?τ?ῳ ἣ ἀρχῆς ἑκάστης ἐπιστημο-

νικωτέ?ρους τ?ο?ὺς ἐπ?' αὐτ?ο?ῖ?ς? τ?εταγμένους εἰκότως? ἂν ἀπ?ο?φαίνοι·

καὶ ἄλλως? χρόν?ῳ τὸ νόθον ἴσω?ς ἐλεγ?χ?ό?μ?ε?ν?ο?[ν] ε?ὐμαρῶς ἂν? κα-

θαίροιτο? ὑ?πὸ τῆς προσ?φόρου ἀρχῆ?ς? !!!!!! μ?έ?ν?τ?ο?ι? κ?α?ὶ? τ?!!!!!!ς?

ὁ δὲ κακὸ?ς ὁρίζεσθα?ι? δέο?ι?.

Λόγον καὶ τό?δ?ε? ἂν ἔχοι—ὦ? Μηνόδωρε—τὸν εἰκότα.

Ἡ δέ γ?ε? ο?ἴ?κησις? τοῖς? ἀρίστοις ἐν τῇ ἀκροπόλει π?ερὶ τὸ βασί-

λειον ἔστ?ω? ἐ?ν?δ?ι?α?ί?τ?ημα, χωρὶς μὲν τῶν ἄλλων ἁ?πά?ν?τω?ν, ο?ὐ? μ?ί?α?

δὲ κ?αὶ κοινὴ? τοῖς πᾶσιν, ὡς? Πλά?τ?ω?νι δοκεῖ, ἀλλ' ἑ?κάσ?τ?ῳ? ἰδίᾳ

σὺ?ν? γυναιξίν? τε καὶ παισὶ τοῖς σφετέροις, ὡ?ς? ἂν τὴν οἰκονομι-

κὴν μελέτην τ?ῆς π?ο?λ?ι?τ?ι?κῆς ἀσ?κ?ο?ῖ?εν ἀρετῆς?. οὐδὲ γὰρ εὐλαβη-

σόμεθα αὐ?τ?ο?ὺ?ς? μ?ὴ? ο?ὐ? φυ?λ?άξουσι τὸ?ν ἐπὶ ταῖς παιδοποιία?ις νό-

μον ἐν ταῖ?ς? π?ρὸς? τ?ὰ?ς? γ?υ?ν?αῖκ?α?ς? σ?υνελε?ύ?σεσιν, οἵ γε φύσιν τοιάν-

δε καὶ π?αιδείαν? ἅμα? λαχόντες τοῖς ἄλλοις τὴν σ?ώφρονα? ν?ομο-

23

θετο?ῖ?ε?ν ζ?ω?ή?ν· καὶ ἄλλω?ς? τ?ὸ? ἄριστον γένος οὐ φυλ?ά?ττεσθαι ἤρ?κ?ε?ι?

ἂ?ν? ἐν τῇ ἀνατροφῇ, τοὺς δὲ ἄλλους φυλ?ά?τ?τ?ε?ι?ν? χ?ρ?ε?ών;

Π?ρε?πό(ν)τως—ὦ Μηνόδωρε—κ[αὶ τ]όδ[ε] γιγνόμενον τῇδε

ἂν γίγνοιτο?.

Ο?ὐκ? ἀ?π?ρ?ε?π?ῶ?ς? δ?ὲ? ἂ?ν? οἶμαι—ὦ Θωμάσιε—γίγνοιτ?' ἂν οὐδ?ὲ

τὸ? δαπάνης πέρ?ι, εἰ π?άντα? τὰ πρὸς τὴν ζωὴν καὶ ὅλον βίον ἀ-

ναγκαῖα ἐ?κ? τῶν κοινῶν α?ὐ?τ?οῖς καὶ δημοσίων χρημάτων κα-

τ' ἀ?ξίαν? ὁ?ρ?ί?ζοιτο. εἴ τι γὰρ ἴ?διον ἐν περιουσίᾳ σφίσι τ?υ?χὸν εἴη,

ἐξέστω? περὶ τοὺ?ς ἀγχισ?τ?εύοντας οἰκονομεῖν. ο?ἳ? γ?ά?ρ? τ?ο?ι? μὴ προ-

σθεῖναι ἐκ τῶ(ν) κοινῶν ταῖς ἰδίαις π?ε?ριουσίαις? τοῖς ἄλλοις

νομοθετ?ήσουσι, π?όσῳ? γε τ?ῆ?ς? τ?ο?υ?!!!!!!!!!η?ς φυλάξο?νται;

Τ?οῦτο μὲν οὖν—ὦ Μηνόδωρε—οὐ πρέπον μό?ν?ον, ἀλλὰ? δὴ

καὶ ὀφειλόμενον ἂν εἴη.

Ὃ τῆσδ?έ γ?ε τῶν ἀρίστω(ν) τάξεως πρῶτον, οἶμαι, τ?ὸ? τ?ῆς

βασιλείας ἂν εἴη? χρῆμα.

Πρώτιστον μὲν οὖν.

Οὐκοῦν ὁ τὴν β?α?σιλείαν μέλλων διέπειν ἐκ τῶν ἀρίστων προ-

βαίνων ἡμῖν(ν) ἐ?π?ὶ? τ?ὸ? κρ?άτος ἀνίτω τῆς πολιτικῆς ἀρχῆς· εἴη

δ' ἂν οὕτως ὡς μὲν ὁ καθ?' ἡμᾶ?ς λόγος ὁ ἐν αὐτοῖς π?ροέχειν δια-

φαιν?ό?μ?ε?ν?ος τῇ τε ἄλλῃ ἀρετῇ καὶ τῇ τῶν πολιτικῶν γ?ε? μὴν

πείρᾳ παντοίων πραγμάτων, εἰ δὲ καὶ τῇ τ?ά?ξει καὶ χρόνῳ καὶ

ἀξίᾳ τ?ύ?χ?ο?ι? πρωτεύ?ω?ν?, ἔτ?ι? χ?α?ρ?ι?έστ?ε?ρ?ο?ν? ἂν γ?ένοιτο, πλὴν ἀλλ' ἀ-

ρετῇ γε δ?οτέον τὰ? π?ρεσβ?εῖα.

Καὶ μάλα εἰκότως, ο?ὐ παροπτέ?ο?ν δὲ οἶμαι ἐπ' αὐ?τ?ῷ—ὦ

Μηνόδωρε—οὐδὲ ἐκ?εῖνο τ?ὸ? τ?ῶ?ν πολλῶν, ἐ?πε?ί? γ?ε καὶ? πολλῶν

τι κοινὸν? π?ολιτ?εία, τ?ῶν μὲν λόγῳ τ?ε καὶ ἀρετῇ συζώ?ν?τ?ω?ν?, τ?ῶ?ν?

δὲ καὶ δόξῃ ἀγο?μέν?ω?ν? καὶ π?ρ?ὸ?ς? τ?ὰ?ς? ἀποβάσε?ι?ς? τ?ὰ?ς? κρίσε?ι?ς φι-

λ?αιτί?ως ποιουμ?έν?ων.

24

Τί δὴ μάλισ?τ?α?—ὦ? Θωμ?ά?σ?ι?ε—τ?ο?ῦ?τ?ο? ἂν εἴη ὃ τ?ῶ?ν π?ολλῶν

εἶναι φῄς;

Τ?ὸ? ἐπ?ι?δ?ε?ι?κ?τ?ι?κ?ό?ν?—ᾦ Μ?η?νόδωρε—κ?ο?ι?ν?ῶ?ς ἐν? δ?ή?μ?ῳ? λεγ?ό?μ?ε?-

ν?ο?ν εἴ τ?ι?ς? ἐ?π?ι?τ?ηδείω?ς καὶ? π?ρ?ὸ?ς? τ?ο?ῦ?τ?ο?, ὡ?ς ἐκεῖνοί φα?σιν, ἐν τοῖς

ὑ?π?ὲ?ρ? πολιτεία?ς? ἔσχεν ἀγῶ?σ?ι?ν· καὶ ἄλλως οὐδὲ παρὰ? τ?οῖς λό?-

γ?ο?ι?ς? ἀ?π?ό?β?λητο?ν? τ?ό?δ' ἂν εἴη. οὔ?π?ω γάρ φημι τὸ Δημοσθέ?ν?ο?υ?ς?

“μεγάλη γάρ, λέ?γ?ο?ν?τ?ος, ῥο?π?ή?, [μᾶ]λλ[ον] δὲ ὅλον ἡ τύχη π?α?ρ?ὰ?

π?ά?ντα ἐστὶ τὰ τ?ῶ?ν ἀνθρώ?π?ω?ν? πράγματα.”

Τοῦτο μέν?—ὦ? Θ?ω?μ?ά?σιε?—ἀρετῇ τε καὶ πολιτικῇ ἐπιστήμῃ

μέλο?ν οὐδέν?, πλὴν οὐκ ἄτοπον σ?υ?μ?φέρεσθαι ἐν πολιτείᾳ, ὡ?ς?

ἔ?φης αὐτός, τῇ τῶν πολλῶν δόξῃ ἐς? μ?ο?!!!!λιστα? μηδ?ὲν ἢ τ?ὸ

παρ!!!β?λ?απ?τ?ο?ν?. ἀλλὰ ταῦτα μὲν ὅσον !!!! ἐφ' ἡμῖν, μηχα?ν?η?-

τέον δὲ ο?ἶμαι ὅπως ἂν κ?α?ὶ? τ?ῶν οὐκ? ἐ?φ' ἡμῖν καλῶν ἀπόνασθαι

δυνατὸν ᾖ.

Μηχ?α?ν?η?τ?έ?ον μὲν οὖν περὶ πλείστου ο?!!!υ? τοῦτο? π?ο?ι?ούμ?ε?ν?ο?ς?·

τ?ί? δὲ τοῦτο—ὦ Μηνόδωρε—καὶ τίς ἡ περὶ? τ?ο?ῦ?το μ?ηχανή;

Τ?ὸ θεοῦ φημι—ὦ Θωμ?ά?σ?ιε—ἐ?ν ἀνθρώ?π?ο?ι?ς? μίμημα, βασιλεία

δὲ τοῦτο, (καὶ) β?α?σ?ι?λεῦσιν ἐ?κ? θ(εο)ῦ μὲν διδόμενον, δικαίως δὲ

καὶ κατ?' ἀ?ν?θρώπους νόμῳ τε πολιτικῷ γιγνόμενον τῇ πόλει

ἐγγίγνηται· ὃ τῇδε οἰκονομούμενον περί τε θ(εὸ)ν εὐσεβῶς καὶ ἐν

ἀνθρώποις πρεπόντως ἂν οἰκονομοῖτο.

Σαφέστερον—ὦ Μηνόδωρε—φαθὶ ὃ λέγεις εὐσεβείας τε? πέρι

καὶ δικαίου, 〈νο〉μίμου τε καὶ πρέποντος.

Νόμιμον μὲν οἶμαι—ὦ Θωμάσιε—τὸ μηδένα πολιτῶν αὐτο-

25

νομίᾳ χρώμενον, ἀκόντων τῶν ἄλλων ἢ καὶ ἀγνοούντων, ἢ βίᾳ

ἐγχειροῦντα, 〈ἢ〉 ἀπάτῃ μηχανώμενον, ἢ πειθοῖ εὐην?ίους ἐπα-

γόμενον ἢ φόβῳ προαναστέλλοντα οἰκειοῦσθαι τὴν ἀρχήν, ὃς δὴ

τυράννου τρόπος καὶ οὐ πολιτικὸς ἂν εἴη νόμος, ἀλλ' ὑπὸ τῶν

πολιτῶν προσαγομένην τε καὶ οἷον ἐπιτιθεμένην δέχεσθαι τὴν

βασιλείαν?, ἄχθος? μέν οἱ αὐτῷ τὸ τοιόνδε κατ' αὐτὸ καὶ λει-

τουργία?ν οὐκ ἀνεύθυνον? παρά γε τῇ θείᾳ δίκῃ ἴσως δὲ καὶ ἐν ἀν-

θρώποις δεικνυμένην ἡγούμενον, σωτηρίας δὲ μᾶλλο(ν) ἕνε-

κα τῶν πολιτῶν ὅμως καταδεχόμενον, οὐχ αὑτῷ μᾶλλον ζή-

σοντα ἢ ἐκείνοις?. εὖ γὰρ τὴν βασιλείαν ὡρίσατο Πλάτων μὲν οὐ

τῷ ἔχοντι, ἀλλὰ τοῖς ἀρχομένοις εἶναι συμφέρον, Κικέρων δὲ

τοῦ ἔχοντος ἴδιον μὲν πόνο(ν) ἀλλοτρίας δὲ φροντίδα σωτη-

ρίας· νόμιμον μὲν τόδε εἶναί φημι καὶ οὕτω γιγνόμενον. δίκαιον

〈δὲ τ〉ῇ μ?ὲν γνώμῃ τῶν βασιλευομένων, τῶν δὲ ἀρίστων γίγνε-

σθαι βουλῇ. εὐσεβὲς δὲ τῷ θείῳ ἀναθεμένους τὸ ὅλον παρ' αὐ-

τοῦ διδόμενον, ὡς ἐρρήθη, δέχεσθαι τὸ ἐν ἀνθρώποις θεῖον.

ταῦτα δὲ ο?ὕ?τω γιγνόμενα πρεπόντως, οἶμαι, ἂν γίγνοιτο.

Κα?ὶ? μάλα μὲν οὖν πρεπόντως. πῶς δέ—ὦ Μηνόδωρε—

τ?α?ῦτα γίγνεσθαι ἅμα τε καὶ κα?τὰ ταὐτὸν δυνατὰ ἂν εἴη;

Τῶν τῆς πόλ?εως πάντων—ὦ Θωμάσιε—ταγμάτων οἱ

πρωτεύοντες τρεῖς ἀμέλει καθ' ἕκαστον ὀνομαζόντων οὓς ἐκ

τῶν ἀρίστων ἕκαστοι τῆς βασιλείας ἀξίους ἂν οἰηθεῖεν, πρότε-

ρον ἐξομνύμενοι? ἦ μὴν τὸ σφίσιν εὖ ἔχειν δοκοῦν οὕς τε

νομίσεια(ν) πρὸς τὴν κοινὴν σωτηρίαν…

ὧ?ν…

π?ά…

The complete text is available when the reading interface loads.