Anonymus dialogus cum Judaeis
- Edition reference
- Anonymus dialogus cum Judaeis (e cod. Vatoped. 236) (olim sub auctore Joanne Damasceno), ed. J. H. Declerck, Anonymus dialogus cum Iudaeis saeculi ut videtur sexti [Corpus Christianorum. Series Graeca 30. Turnhout: Brepols, 1994]: 3–111.
- CTS identifier
urn:cts:greekLit:tlg3186.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{Διάλογος πρὸς Ἰουδαίους}
1
Θεῷ μὲν ἀναθετέον τὰ θεῖα, ἀνθρώποις δὲ τὰ ἀνθρώ-
πινα, μᾶλλον δὲ θεῷ ἀναθετέον καὶ τὰ ἀνθρώπινα· Ἐν
αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, καθά που
φησὶν ὁ θεῖος Ἀπόστολος. Ὅτ' ἂν τοίνυν θεοῦ μόνου,
καὶ τῶν ἀνθρωπίνων μήτιγε δὴ τῶν θείων ἡ γνῶσις,
ποῖος ἀνθρώπινος νοῦς ἢ λόγος τῶν θείων λόγων
κατατολμᾶν δυνήσηται; Πλὴν ἐπειδὴ τῶν θείων ἡ ζήτησις
καὶ τοῖς ἀνθρώποις δεδώρηται—τοῦτο γὰρ οἶμαι τὸν
Μωσῆν αἰνιττόμενον ἐν Δευτερονομίῳ εἰπεῖν τῷ Ἰσ-
ραηλίτῃ λαῷ· Ἔστι τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί
σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου·
καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν
αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ,
καὶ κοιταζόμενος καὶ ἀνιστάμενος καὶ πᾶν ὅτι ἂν πράττων—,
οὐκ ἀπεικὸς κἀμοὶ τῷ ἐν ἁμαρτίαις ζῶντι διαπαντὸς
θεὸν ἐπικαλεσαμένῳ ἵλεων γενέσθαι μοι τοῦ τολμήματος,
ζήτησιν τινὰ τῶν θείων ποιήσασθαι. Ἀλλά μοι λόγε
θεοῦ καὶ θεὲ καὶ δέσποτα καὶ κηδεμὼν τοῦ παντὸς καὶ
διαφερόντως τοῦδε τοῦ πλάσματος, δὸς τὴν τῶν σῶν
θρόνων πάρεδρον σοφίαν, ὥστε εἰπεῖν κατὰ γνώμην καὶ
ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων· σὺ γὰρ εἶ καὶ τῆς
σοφίας ὁδηγὸς καὶ τῶν σοφῶν διορθωτής. Ἄρξομαι δὲ
τοῦ τοιούτου τολμήματος, θεὸν ἡγεῖσθαι καὶ τοῦ ζητου-
μένου πιστεύων· θεὸς γάρ ἐστιν ὁ διδάσκων ἄνθρωπον
γνῶσιν.
Λόγος ἐπῆλθε μοι πολλάκις ἀναζητοῦντι κατ' ἐμαυτόν,
τίνος ἕνεκεν ἔθνη μὲν ἅπαντα τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ
ὑπεῖξε καὶ ὑπεχώρησεν, ἅπαντα σχεδὸν εἴσω τῶν ἀπο-
στολικῶν δικτύων γενόμενα, ὡς ὀλίγα κομιδῆ τῇ πα-
λαιᾷ πλάνῃ κατέχεσθαι, μόνοι δὲ Ἰουδαῖοι καίπερ ἔ-
χοντες νόμον, προφήτας καὶ πατριάρχας ὁδηγοὺς πρὸς
τὸ κατὰ Χριστὸν εὐαγγέλιον, δι' ὧν καὶ ἡμεῖς ὡδηγήθημεν,
πεπωρωμένην ναὶ μὴν τὴν καρδίαν ἔχοντες, καὶ τὸ
κάλυμμα τοῦ νοῦ περικείμενοι—ὅτι γὰρ νόμος, προφῆται
καὶ πατριάρχαι πρὸς τὸ κατὰ Χριστὸν ἡμᾶς ὡδήγησαν
εὐαγγέλιον, προϊὼν ὁ λόγος διδάξει σαφέστατα σὺν
θεῷ φάναι—, “Τίνος οὖν ἕνεκεν” ἔλεγον, “κοινῶν ὄντων
ἡμῖν τῶν διδασκάλων, κοινῶν καὶ τῶν λόγων, ἐκεῖνοι
τοῖς πατρικοῖς ἠπείθησαν δόγμασιν, καὶ τὸν ὑπὸ νόμου
καὶ προφητῶν κηρυχθέντα θεὸν ἄνθρωπον γενέσθαι μέ-
νουσι μὴ δεχόμενοι;”
Τούτοις καὶ πλείοσι λογισμοῖς συνεχόμενος, ἀνδρὶ συ-
νέτυχον Ἰουδαίῳ, πολλὴν ὡς ὕστερον ἔγνων τῶν νομικῶν
καὶ προφητικῶν λόγων εἴδησιν ἔχοντι, οὕτω δὲ ἔχοντι
ὡς ἔστιν ἔχειν εἰκὸς Ἰουδαῖον γε ὄντα, καὶ τῇ σκιᾷ
δεδουλωμένῳ γράμματος, καὶ φημὶ πρὸς αὐτόν· [Χρι-
στιανός] “Ἄγε δὴ ὦ ἄνθρωπε, τινὰ ζητοῦντι μοι παρὰ
τοῦ καθ' ὑμᾶς Ἰουδαϊκοῦ φύλου μαθεῖν, ὡς οἷον τέ ἐστι
προσφόρως ἀπόκριναι.” Ὁ δὲ τὰ πρῶτα μὲν ὑπεστέλλετο,
δεδιέναι λέγων τοῦ καθ' ἡμᾶς λόγου τὴν δύναμιν, ὥσπερ
ἐν παρρησίᾳ τινὶ ῥημάτων νομίζων ἔχειν ἡμᾶς τὴν ἰσχύν,
καὶ οὐκ ἐν δόγμασι θείοις, καὶ φησὶ πρὸς ἐμέ· [Ἰουδαῖος]
“Οὐκ ἔστιν ἡμῖν τοῖς Ἰουδαΐζουσι δύναμις ἀντιλέγειν
ὑμῖν τοῖς Χριστιανίζουσι.” —“Τίνος ὄντος τοῦ ἐμποδί-
ζοντος;” εἶπον ἐγὼ πρὸς αὐτόν. “Μή πη ἄρα δεδοίκατε
ὡς χεῖρας ὑμῖν ἐπιβαλοῦμεν, καὶ κατὰ κόρρης παίσομεν
καὶ εἰς φυλακὰς ἀποθέμενοι μαστιγώσομεν, ὅπερ ὑμῖν
τοῖς διώκταις ποτὲ καθ' ἡμῶν Ἰουδαίοις κατὰ πολλὴν
ἰσχὺν ἐσπουδάζετο; Τοῦ εἰρηνικοῦ καὶ πράου Χριστοῦ
μαθηταὶ τυγχάνειν ἐλπίζομεν· ἐκεῖνος λοιδορούμενος, οὐκ
ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει, ἀλλὰ τῷ τύπτοντι
τὴν δεξιὰν σιαγόνα, καὶ τὴν ἀριστερὰν ὑποτιθέναι πα-
ρεκελεύσατο· σταυρούμενος δέ, τὴν ἁμαρτίαν ὑμῖν ἀφεῖναι
τοῖς σταυροῦσι προσηύχετο. Τούτοις τοῖς νόμοις τὸ Χρι-
στιανῶν πολιτεύεται φύλον· ἡμεῖς καὶ τοὺς λιθάζοντας ὡς
εὐεργέτας ἔχειν ἐμάθομεν. Καὶ μάρτυς ὁ Στέφανος, ὁ
ὑφ' ὑμῶν λιθαζόμενος καὶ ὑπὲρ ὑμῶν προσευχόμενος· ὡς
δὲ καὶ Παῦλος αὐτός, τοσαῦτα παθὼν ὑφ' ὑμῶν Ἰουδαίων
καὶ θέλων εἰ οἷόν τε ἦν ἀνάθεμα ὑπὲρ Ἰουδαίων γε-
νέσθαι. Τί οὖν δέδοικας ἄνθρωπε, τοσαῦτα τῆς φιλαν-
θρωπίας ἔχων Χριστοῦ τὰ ὑποδείγματα, μετὰ τῶν δού-
λων Χριστοῦ λόγους κινεῖν εἰς συζήτησιν;” Ὁ δὲ πρὸς
ἐμέ· “Μὴ τοῦτο” ἔφη, “ὑπολάμβανε. Οἶδα κἀγὼ τῆς ἐκ-
κλησίας θεοῦ τὴν χρηστότητα. Ἀλλὰ τινὲς παρ' ὑμῖν ἡνίκα
λόγους τινὰς τοιούτους πρὸς ἡμᾶς κινήσωσιν, ἀφέν-
τες Μωσέα καὶ τοὺς προφήτας ἐξ ὧν τῆς ἀληθείας ἡ
εὕρεσις, ἐκ τῶν Ἀριστοτέλους ἡμῖν καὶ Πλάτωνος δια-
λέγονται, συλλογισμοὺς τινὰς καὶ παραλογισμοὺς συμ-
πλέκοντες, ὦν ἡμεῖς ἀμαθεῖς ὁμολογοῦμεν εἶναι καὶ οὐκ
ἀρνούμεθα· τοῦτο ποιεῖ τοῦ καθ' ἡμᾶς λόγου φεύγειν τὴν
βάσανον, καὶ οὐκ ἐᾷ τοὺς ἀμαθεῖς ἡμᾶς σὺν παρρησίᾳ
προσδιαλέγεσθαι.”
Ἐγὼ δὲ τοῖς ῥηθεῖσι προσεμειδίασα, καὶ φημὶ πρὸς
αὐτόν· “Βέλη νηπίων ὄντως ἐγενήθησαν αἱ πληγαὶ ὑμῶν,
καὶ ἐξησθένησαν ἐφ' ὑμῖν αἱ γλῶσσαι ὑμῶν· τὴν γὰρ
οἰκείαν νωθρότητα ἐπικρύπτειν οἰόμενοι, τοῦ εὐαγγελικοῦ
λόγου τὴν ἰσχὺν ἀποφεύγοντες, Πλατωνικοῖς καὶ Ἀρι-
στοτελικοῖς ἡμᾶς ἰσχυρίζεσθαι λόγοις ψευδῶς ἀναπλάτ-
τεσθε. Τίνος γὰρ ἤκουσας Χριστιανοῦ πρὸς Ἰουδαῖον
ποτὲ δογματίζοντος, καὶ συλλογισμοὺς τινὰς ὡς ἔφης
ἢ παραλογισμοὺς εἰς συμμαχίαν τοῦ ζητουμένου προ-
φέροντος; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Μωρία τοὐναντίον
ἔδοξεν Ἕλλησι τοῖς ζητοῦσι σοφίαν ὁ λόγος ὁ καθ' ἡμᾶς
‘Σοφίαν δὲ λαλοῦμεν ἡμεῖς’ φησὶν ὁ Ἀπόστολος, ‘Οὐ
τὴν τοῦ κόσμου τούτου, ἀλλὰ σοφίαν ἐν μυστηρίοις, τὴν
ἀποκεκρυμμένην ἐν νόμῳ καὶ τῶν προφητῶν τοῖς
δόγμασι’.” —“Τί οὖν;” φησὶν ἐκεῖνος. “Οὐ κέχρηνται
τοῖς Ἑλληνικοῖς, ἵνα μὴ πάλιν εἴπω Ἀριστοτελικοῖς, οἱ
Χριστιανοὶ συλλογισμοῖς καὶ παραλογισμοῖς, ἡνίκα πρός
τινα δογματίζουσι;” —“Κέχρηνται” εἶπον ἐγώ. “Φίλη γὰρ
ἡ ἀλήθεια· κέχρηνται δὲ οὐχ' ἡνίκα ὡς ἔφης πρὸς Ἰου-
δαίους ποιῶνται συζήτησιν, ἀλλ' ὅτ' ἂν πρὸς Ἑλληνίζοντα
διατείνωνται, ἢ πρός τινα τῶν ἀπὸ αἱρέσεων ἐν προ-
σχήματι Χριστιανοῦ πάλιν καὶ αὐτὸν Ἑλληνίζοντα· πᾶς
γὰρ Χριστιανὸς ἰσχὺν ἔχων καὶ δύναμιν ὃν ἐνδέδυται
Χριστόν, τὰ ὅπλα τοῦ πολεμίου λαμβάνων, δι' ἐκείνων
εἴωθεν ἀεὶ καταβάλλειν τὸν πολέμιον. Ἐπειδὴ τοίνυν καὶ
παῖδες Ἑλλήνων τοῖς ἰδίοις ἐχρήσαντο κατὰ τοῦ λόγου
τῆς πίστεως, καὶ οἱ ἐκ τῶν αἱρέσεων πάλιν τοῖς Ἑλλήνων
ἐχρήσαντο, εἰκότως ἡ ἐκκλησία ἐκ τῶν ἐκείνων τὰ
ἐκείνων δεικνύουσα σαθρὰ καὶ ἀνίσχυρα, τοῖς ἐκείνων
κατ' ἐκείνων ἐχρήσατο, ὥσπερ καὶ σοὶ νῦν τῷ Ἰου-
δαΐζοντι, ἐκ τῶν δοκούντων σοι εἶναι σῶν, νόμου λέ-
γω καὶ προφητῶν, τὴν ἰσχὺν λαμβάνουσα καὶ τὴν δύ-
ναμιν, παρατάττεται. Οὐκοῦν τῶν πολλῶν λόγων ἀφέ-
μενοι, πρὸς τὸ ζητούμενον ἔλθωμεν· οὐ γὰρ ἐξ ἄλλου
τινὸς ἢ ἐκ τῶν Μωσαϊκῶν καὶ προφητικῶν σοι λόγων
διαλεχθήσομαι.” —“Ἔλθωμεν” φησὶν ἐκεῖνος.
Κἀγὼ πρὸς αὐτόν· “Ὁρᾷς μὲν ὦ ἄνθρωπε, ὡς ἅπαντα
σχεδὸν τὰ ἔθνη τῷ λόγῳ τοῦ κατὰ Χριστὸν μυστηρίου
προσῆλθον καὶ ἐβαπτίσθησαν—οὐ γάρ ἐστιν ἔθνος ὑπὸ
τὸν ἥλιον ἐν ᾧ μὴ Χριστὸς καταγγέλλεται—, Ἰουδαῖοι
δὲ μόνοι τοῖς θεϊκοῖς ἀπειθοῦσι διδάγμασι; Εἰ δὲ καὶ
μηδεὶς ἐθνικός—καθ' ὑπόθεσιν δὲ τοῦτο—τὸν Χρι-
στιανικὸν λόγον ἦν προσδεξάμενος, Ἰουδαίους ἐχρῆν ἅπαν-
τας τῷ Χριστῷ κατακολουθῆσαι, ὁδηγουμένους πρὸς τοῦτο
ὑπό τε νόμου καὶ τῶν προφητῶν, δι' ὧν καὶ ἡμεῖς πρὸς
τὸ κατὰ Χριστὸν μυστήριον ὡδηγήθημεν· κοινῶν δὲ
ὄντων διδασκάλων τῶν ἡμᾶς καὶ ὑμᾶς χειραγωγούντων
πρὸς τὸ φῶς τῆς γνώσεως, πῶς ὑμεῖς τοὺς ὀφθαλμοὺς
τῆς ψυχῆς μυωπάζοντες, ἑκούσιον ἐπεσπάσασθε τύφλω-
σιν;
Ὅτι δὲ κοινὰ τὰ διδάγματα οἷς 〈ἡμεῖς〉 καὶ ὑμεῖς
ἐνετράφημεν, ἔνθεν ἔστι μαθεῖν· ἕνα θεὸν ποιητὴν ἁπάντων
ὁρατῶν τὲ καὶ ἀοράτων, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
τὰ πάντα παραγαγόντα πιστεύειν ἐμάθομεν.” —“Οὕτω
καὶ ἡμεῖς” ὁ Ἰουδαῖος φησί. —“Προνοίᾳ θεοῦ τοῦ
κτίσαντος, τὰ πάντα διοικεῖσθαι πιστεύομεν” εἶπον ἐγώ,
“καὶ μηδὲν εἰκῆ μὴ δὲ ὡς ἔτυχε γίνεσθαι.” —“Καὶ
τοῦτον τὸν λόγον οὕτω δεχόμεθα” ἐκεῖνος φησίν. —
“Ἀνάστασιν ἡμεῖς καὶ κρίσιν τῶν βεβιωμένων” εἶπον,
“ἐλπίζομεν καὶ δικαίαν ἀντίδοσιν, εἰς αἰῶνας τὲ τοῖς
δικαίοις συμπαρεκτείνεσθαι τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν,
καὶ τοῖς ἁμαρτωλοῖς τὴν κόλασιν ἀτελεύτητον.” —“Ταῦτα
πάντα ὑπὸ Μωσέως” εἶπεν ἐκεῖνος, “καὶ τῶν προφητῶν
διδασκόμεθα, καὶ οὐδεὶς ἡμῖν ἀντιλογίας πρὸς ἓν τούτων
ὕπεστι λόγος. Δῆλον δὲ πᾶσι πρὸς ὅπερ διαφερόμεθα·
υἱὸν γὰρ θεοῦ ὑμεῖς ἐνανθρωπήσαντα πιστεύετε καὶ τοῦ-
τον σταυρωθῆναι, ὅπερ ἡμᾶς Μωσῆς ἢ οἱ προφῆται οὐ-
δαμῶς ἐξεπαίδευσαν.”
Κἀγὼ πρὸς αὐτόν· “Θεός, ἄνθρωπε, ὁ τρανὰς ποιῶν
τῶν νηπίων τὰς γλώσσας, δῴη κἀμοὶ λόγον ἐν ἀνοίξει
τοῦ στόματος, καὶ σοὶ προσθείη ὠτίον ἀκούειν, καὶ ἡ
παιδεία κυρίου ἀνοίξει σου τὰ ὦτα, ὥστε μαθεῖν ὦν
ἐστέρησαι. Θεοῦ δὲ διδόντος—ἐξ αὐτοῦ γὰρ ἡ γνῶσις—,
ἔνθεν σοι κεφαλαιώσω τὸν λόγον· σὺ δὲ ἀπόκριναι φι-
λαληθῶς ἐρωτῶντι μοι, πότερον ὅσα Μωσῆς καὶ οἱ
προφῆται παραδεδώκασι, σαφῶς οὕτως ὑμῖν διὰ γυμνῶν
τῶν γραμμάτων ὑπέδειξαν, ἢ ἔστι τινὰ γεγραμμένα
μετ' ἐπικρύψεως καὶ τῶν πολλῶν τὰς ἀκοὰς διαφεύγοντα;”
—“Πάντα σαφῶς παραδεδώκασιν” εἶπεν ἐκεῖνος, “καὶ
οὐδὲν πλέον τοῦ κειμένου γράμματος ὑπονοεῖν ἀνεχό-
μεθα.”
Ταῦτα ἀκούσας ἐγώ, τῶν τοῦ Παύλου ῥημάτων ἐ-
μνήσθην, γράψαντος περὶ αὐτῶν ὡς Ἕως ἄρτι ἡνίκα
Μωσῆς ἀναγινώσκεται, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν
κεῖται· ὄντως γὰρ ὄντως ἀποκτένει τὸ γράμμα, τὸ δὲ
πνεῦμα ζωοποιεῖ. Εἶπον δὲ πρὸς αὐτόν· “Σύνες ἄνθρωπε,
καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μυωπάζοντας ἄνοιξον,
καὶ τῷ φωτὶ τῆς ἀληθείας περιαστράφθητι· πολλὰ γὰρ
εὕροις καὶ ἀριθμὸν ὑπερβαίνοντα ἐν πάσῃ τῇ γραφῇ
δι' ὑπονοιῶν τινῶν μετ' ἐπικρύψεως εἰρημένα, ὧν τὸ πλά-
τος εἰπεῖν μὴ ὅτι γε οὐκ ἐγὼ δυνατός, ἀλλ' οὐδὲ πᾶς
ὁ κόσμος δυνήσεται. Ἵνα δὲ μὴ δοκῇς τηνάλλως λέγεσθαι
τὰ λεγόμενα, τῶν Μωσέως ὀλίγα ζητοῦντι μοι γνῶναι
διάνοιξον, ἵνα οὕτως σοι καὶ πρὸς τὰ ἑξῆς ἀόκνως
διαλεχθήσομαι.
Τίς τῶν ἔξω πίστεως τῆς ἐν Χριστῷ καὶ τῆς καθ' ὑμᾶς
τῶν Ἰουδαίων θρησκείας—κοινὸς γὰρ τέως πρὸς ἡμᾶς
ἀμφοτέρους ὁ λόγος—ἀκούων ὅτι ὄφις τὴν Εὔαν διὰ
λόγων ἠπάτησεν, οὐ πλατὺ καθ' ἡμῶν καταχέει τὸν γέ-
λωτα, πρᾶγμα γινώσκων ἀδύνατον, θηρίον ἄλογον λό-
γον προΐεσθαι· μόνος γὰρ ἄνθρωπος τῶν ἐπὶ γῆς λόγῳ
τετίμηται. Ἀκούων δέ τις ὅτι τάδε εἶπεν ὁ ὄφις τῇ
Εὔᾳ, καὶ τάδε Εὔα τῷ ὄφει, καὶ πάλιν θεὸς τῷ ὄφει
καὶ τῷ θεῷ ὄφις, πῶς οὐ λήρους τινὰς εἰκότως καὶ
γραῶν μυθάρια νομιεῖ τὰ λεγόμενα; Ποῖος δὲ ἄρα φθόνος
ἐπιβουλὴν τίκτειν δυνάμενος, τὸν ὄφιν τὸ θηρίον τὸ
ἄλογον κατὰ τοῦ ἀνθρώπου οὕτω δεινῶς κεκίνηκεν, ἵνα
τοιοῦτον δόλον κατὰ τοῦ ἀνθρώπου ἐργάσηται, κατάγοντα
αὐτὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον; Ἡ δὲ
μαρτυρία ἡ λέγουσα ὡς Ὁ ὄφις ἦν φρονιμώτερος πάντων
τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ποίαν ὑπερβολὴν γέλωτος
οὐκ ἐργάζεται τοῖς τὰ θεῖα μὴ δεχομένοις ὡς θεῖα;
Ὅθεν ἡμῖν Κελσοὶ τινὲς καὶ Ἰουλιανοὶ καὶ Πορφύριοι
παρετάξαντο. Φρόνησις γὰρ μία οὖσα τῶν ἀρετῶν, ἀν-
θρώπῳ ἂν εἰκότως κατορθωθήσεται, καὶ τοῦτο μόλις,
εἴπερ κατὰ Σολομῶντα βρίθει τὸ γεῶδες σκῆνος νοῦν
πολυφρόντιδα, καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς, καὶ τὰ
ἐν ποσὶν εὑρίσκομεν μετὰ πόνου· θηρίον δὲ ἄλογον,
πῶς φρόνησιν ἕξει τοιαύτην, καὶ κατὰ λογικῶν λογικῶς
δολιεύσεται;
Εἶτα πάλιν· ἐὰν ἀκούσῃ ὡς ὁ Κάϊν φονεύσας τὸν
Ἄβελ στένει καὶ τρέμειν κατεδικάσθη, καὶ μετ' ὀλίγον,
τοῦτον ἐκεῖνον ἴδῃ τεκνοποιοῦντα τὸν Κάϊν, καὶ κτίζοντα
πόλιν, καὶ τὴν πόλιν καλοῦντα ἐπ' ὀνόματι τοῦ υἱοῦ
αὐτοῦ, πῶς ὡς θείων τῶν λεγομένων ὁ τοιοῦτος ἀνέ-
ξεται; Τὸ μὲν γὰρ τεκνοποιῆσαι ἐν τῷ πάθει τὸν Κάϊν,
ἴσως δοθήσεται, εἰ καὶ μὴ ἔκτιστο γυνὴ ἑτέρα παρὰ
τὴν Εὔαν, ὅσον ἐκ τῶν Μωσέως ῥημάτων, ἐξ ἧς υἱὸς
τῷ Κάϊν τεχθήσεται· πλὴν ἔστω καὶ τοῦτο δηλοῦσθαι
κατὰ τὸ σιωπώμενον. Πόλιν δὲ πῶς ὁ Κάϊν κτίσαι
δυνήσεται, ἄνθρωπος μόνος, στένων καὶ τρέμων, καὶ μὴ
δὲ πρὸς φυσικὴν χρείαν ἑαυτῷ ἀρκέσαι δυνάμενος; Ἆρα
μὴ τῷ Ἀδὰμ τὴν πλινθουργίαν ἐπέταξε καὶ τῇ Εὔᾳ τὸ
τεκτονεῖν; Ἀλλὰ πολλῶν καὶ ἄλλων, εἰ καὶ ταῦτα δοίη-
μεν, πρὸς τὰς τῆς πόλεως χρείας τεχνιτῶν ὁ Κάϊν
ἐδέετο. Ἀλλ' ἵνα μὴ αὐτὸς πλῆθος τοιούτων 〈ἀ〉πόρων
† ὑπὲρ ἄλλου † συνάγων, αὐτὸς τοῖς ἱεροῖς γράμμασιν
ἀντιλέγειν δοκῶ, ἄλλο ἓν εἰπὼν δι' αἰνιγμάτων δηλού-
μενον, ἐφ' ἕτερα μεταβήσομαι· οὐδὲ γὰρ τοῦτό μοι κα-
θέστηκε σπουδὴ δεῖξαι τὰ νῦν, ἀλλ' ὁ λόγος ἠνάγκασεν
ὀλίγα τῶν Μωσαϊκῶν παραγαγεῖν, εἰς ἔλεγχον τῆς ἐν-
στάσεως.
Ἰακὼβ ὁ μέγας ὁ πατριάρχης πρὸς τὴν μνηστείαν τῶν
γάμων ὑπὸ τῶν ἱερῶν γονέων εἰς Μεσοποταμίαν πεμ-
πόμενος, ἦλθεν ἐν τόπῳ καὶ ἐκοιμήθη—ἔδυ γὰρ ὁ
ἥλιος—, καὶ λαβὼν λίθον ἔθηκεν ὑπὸ τὴν κεφαλὴν
αὐτοῦ. Εἶδεν ὀπτασίαν καθ' ὕπνον τῆς ὑψηλῆς κλίμακος,
τοὺς ἀγγέλους τὲ τοῦ θεοῦ ἀνιόντας καὶ καταβαίνοντας,
τὸν θεὸν αὐτὸν ἐστηριγμένον ἐπὶ τῇ κλίμακι καὶ τάδε
λέγοντα τῷ ὑπνοῦντι καὶ τάδε ἐπαγγελλόμενον. Ἆρα
δοκεῖ σοι ταῦτα τινῶν ὑπάρχειν αἰνίγματα, ἢ διὰ τὸ
εἶναι ταῦτα ἐνύπνιον, οὕτω δοκεῖ σοι καὶ ἐκλαμβάνεσθαι;
Πλὴν ἐγείρεται Ἰακὼβ ἐκ τοῦ ὕπνου, εὐχαριστεῖ θεῷ
τῷ ὀφθέντι, φοβερὸν ἡγεῖται τὸν τόπον, οἶκον καλεῖ
θεοῦ καὶ πύλην λέγει τοῦ οὐρανοῦ, ἐπαγγέλλεται τῶν
ὑπαρξάντων ἀποδεκάτωσιν. Εἶτα τί; Λαμβάνει τὸν λίθον
ὃν ἔθηκεν ὑπὸ τὴν κεφαλὴν ἑαυτοῦ, ἐπιχέει ἐπ' αὐτὸν
ἔλαιον, καὶ φησίν· Ἐὰν ἔσται κύριος μετ' ἐμοῦ καὶ φυλάξῃ
με ἐν τῇ ὁδῷ μου, ἐν ᾖ ἐγὼ πορεύομαι ἐν αὐτῇ, καὶ
δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ τὰ
λοιπά, τί γενήσεται; Ἔσται μοι κύριος εἰς θεόν, καὶ
ὁ λίθος οὗτος ὃν ἔστησα στήλην, οἶκος ἔσται θεοῦ.
‘Εἰπὲ σαφῶς Ἰακώβ’ εἴποι ἄν τις τῶν ζητητικῶν πρὸς
αὐτόν, ‘ποταπὸς ἔσται οἶκος θεοῦ ὁ πρὸς τῇ κεφαλῇ
σου λίθος; Πηλίκος δὲ ἦν τῷ μεγέθει, ἵνα τορευθῇ καὶ
γένηται οἶκος; Πότε δὲ γέγονεν ὁ λίθος ἐκεῖνος, εἰ
καὶ γενέσθαι ἠδύνατο;’ Ἀλλ' Ἰακὼβ ἐγίνωσκεν ὄντως
καὶ τί εἶδε καὶ τί ἀκήκοε καὶ τίνα εἶπεν πύλην τοῦ
οὐρανοῦ καὶ τίνα οἶκον θεοῦ καὶ τί προετύπου ὁ λίθος
ἐκεῖνος ἐλαίῳ χριόμενος. Ὑμεῖς δὲ τὸ τῆς πωρώσεως
περικείμενοι κάλυμμα, καρδίαις καὶ τοῖς ὠσὶν ἀπερίτμητοι
καθεστήκατε. Ἰδοὺ γὰρ ἐδείχθη σοι ἐκ τῆς πρώτης βίβλου
τοῦ μεγάλου Μωϋσέως ὡς τὰ πολλὰ τῶν ἁγίων ῥημάτων
ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι τὸ ἀπόθετον κάλλος
εὑρίσκουσι· πᾶσα γὰρ ὄντως ἡ δόξα τῆς θυγατρὸς τοῦ
βασιλέως ἔσωθεν.
Εἰ δὲ θελήσει τίς τὰ κατὰ μέρος εἰρημένα μετ' ἐ-
πικρύψεως εἰς μέσον προαγαγεῖν, ποῖος κόσμος χω-
ρήσειεν τῶν προφητικῶν αἰνιγμάτων τὴν δύναμιν, ὅτ' ἂν
ἀετοὺς ἐκεῖνοι καλοῦσι τινὰς βασιλεῖς, καὶ τὸν θεὸν
αὐτὸν λέοντα καὶ ἄρκον καὶ πάρδαλιν, καὶ πάλιν ὄρος
ἢ τὸν θεὸν ἢ τὸν διάβολον, ζῶα τὲ καὶ τέκτονας καὶ
γεωμέτρας τὰς ἀγγελικὰς δυνάμεις παραδηλοῦντες εἰ-
σάγουσι, καὶ μυρία ἄλλα τοιαῦτα, δι' ὦν μεγάλων πρα-
γμάτων διδάσκουσι σύμβολα; Τὴν δὲ βίβλον αὐτὴν τῶν
Ἀσμάτων τοῦ Ἄσματος, τίς ἀνέξεται μὴ πάσης ἀσελγείας
εἰπεῖν χαμαιτυπεῖον, εἰ μὴ θείας τινὰς διὰ τῶν λεγομένων
ὑποτυπώσεις δείκνυσθαι καταδέξεται;”
2
Ταῦτα ἀκούσας τῷ θεῷ χάριν ἔλεγεν ἔχειν τῷ οὕτω
τὴν ἐκκλησίαν αὐτοῦ καταρτίζοντι. Εἶπον δὲ [νῦν] πρὸς
αὐτόν· “Νῦν ὅτε σαφῶς ἀποδέδεικται ὡς πολλὰ τοῦ
νόμου καὶ τῶν προφητῶν δι' αἰνιγμάτων τινῶν παρα-
δέδοται, πρὸς τὸ ζητούμενον ἔλθωμεν. Ἐλέγετο γὰρ ὡς
καὶ τῆς δημιουργίας οἱ λόγοι καὶ τῆς προνοίας, τῆς
ἀναστάσεως τὲ τῶν ἀνθρώπων καὶ κρίσεως καὶ τῆς
αἰωνίου ζωῆς καὶ κολάσεως κοινοὶ τινὲς εἰσὶν ὑμῖν καὶ
ἡμῖν, καὶ διαφορὰ[ν] οὐδὲ μία[ν] γινώσκεται· λεῖπον δὲ
ἦν ὡς ἔλεγες τὸ ἡμᾶς μὲν πιστεύειν ὡς ὁ υἱὸς τοῦ
θεοῦ δι' ἡμᾶς γέγονεν ἄνθρωπος καὶ σταυρωθεὶς κατε-
δέξατο θάνατον καὶ ἀναστὰς ἀνελήφθη καὶ προσδοκᾶται
κρινῶν τὸν κόσμον, ὑμᾶς μηδὲν τοιοῦτον ἐκ τῆς παρ' ὑμῖν
διδαχθῆναι γραφῆς. Ἔχοντες οὖν ὁμολογούμενον τὸ τὴν
γραφὴν Μωσέως καὶ τῶν προφητῶν πολλὰ δι' αἰνιγμάτων
εἰπεῖν, ἐπὶ τὸ ζητούμενον, ἡγουμένου τοῦ θεοῦ λόγου,
προέλθωμεν.
Ἀποκρίθητι ἄνθρωπε· αὐτὸ τὸ ὅλως ἔχειν υἱὸν τὸν
θεὸν ἀπιστεῖς, ἢ ἔχειν μὲν αὐτὸν τὸν υἱὸν ὁμολογεῖς
καὶ αὐτός, τὸ σαρκωθῆναι δὲ τοῦτον καὶ σταυρωθῆναι
λογίζῃ ἀδύνατον;” —“Τὸ ὅλως ἔχειν υἱὸν τὸν θεὸν
ἀπιστῶ” εἶπεν ἐκεῖνος. “Οὐ γὰρ Μωσῆς τοιοῦτον τί
παραδέδωκεν, οὐδὲ προφήτης ἐδίδαξε· τοὐναντίον δὲ διὰ
πάντων ἐκήρυξαν ὅτι θεὸς εἷς ἐστι, καὶ πλὴν αὐτοῦ
θεὸς οὐκ ἔστι.” —“Ἀληθῶς” εἶπον ἐγώ, “εἷς ἐστιν ὁ
θεός, καὶ πλὴν αὐτοῦ ἄλλος οὐκ ἔστιν· οὕτω γὰρ καὶ
ἡμεῖς πιστεύομεν καὶ πιστεύειν διδάσκομεν. Ἀλλ' ἐπείπερ
παρὰ τῇ θείᾳ γραφῇ τὸ ἓν πολυτρόπως εὑρίσκομεν
λεγόμενον, εἰπέ μοι κατὰ ποῖον σημαινόμενον ἕνα λέγεις
θεὸν εἶναι.” Κἀκεῖνος εἶπεν· “Πῶς τὸ ἓν πολυτρόπως
νοούμενον λέγεται παρὰ τῇ γραφῇ;” Κἀγὼ πρὸς αὐτόν·
“Ἡ θεία γραφὴ καὶ ἐπὶ πλήθους εἴωθεν ἐκλαμβάνειν
καὶ ἐπὶ δύο, τὸ ἐλάχιστον καὶ ἐπὶ ἑνὸς φύσει καὶ
τῷ ἀριθμῷ. Ἐπὶ πλήθους μέν, ὡς ὅτ' ἂν λέγῃ· Ἦν δὲ
πᾶσα ἡ γῆ χεῖλος ἓν καὶ γλῶσσα μία, καί· Ἵππον καὶ
ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, 〈καί·〉 Ἐξαλείψω τὸν
ἄνθρωπον ὃν ἐποίησα. Ἆρα γὰρ τίς ἐρεῖ τῶν καὶ λίαν
ἀμαθῶν ὅτι παντὸς ζώου δύο ἔχοντος ὑπὸ τῆς φύσεως
χείλη, νῦν πᾶσα ἡ γῆ λέγεται ἓν χεῖλος ἔχειν; Ἵππον
δὲ καὶ ἀναβάτην, ἕνα τῷ ἀριθμῷ, ἔρριψεν εἰς θάλασσαν;
Καὶ πῶς τούτου ἀνέξεται ἡ ἀλήθεια; Ἀλλὰ τῇ φύσει
πάντως καὶ οὐ τῷ ἀριθμῷ τοὺς ἵππους εἰπών, καὶ
ἀναβάτην ἐκάλεσεν ὡσαύτως. Καὶ τὸ Ἐξαλείψω τὸν
ἄνθρωπον ὃν ἐποίησα, οὐ τὸν ἕνα τῷ ἀριθμῷ, ἀλλὰ
τὸν τῇ φύσει ἕνα δηλοῖ· πάντες γὰρ τότε πλὴν ὀλίγων
ἀπώλοντο. Ἓν δὲ τοὺς δύο εὕροις λεγόμενον, ὅτ' ἂν
ἀκούσῃς· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἓν δὲ καὶ
φύσει 〈καὶ〉 ἀριθμῷ σημαίνει ἡ θεία γραφή, ὅτ' ἂν λέγῃ·
Ἦν τίς ἐκ τῶν υἱῶν Λευΐ, ὃς ἔλαβεν γυναῖκα ἐκ τῶν
θυγατέρων Λευΐ, καί· Ὄνομα αὐτῷ Ἁβραάμ, καί· Ἄν-
θρωπος ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾦ ὄνομα Ἰώβ, καί·
Γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ἐ-
λισσαιέ· ἐνταῦθα γὰρ ἐπὶ τῶν μονοτρόπων καὶ ἀσυν-
δυάστων οἶδα λεγόμενον. Κατὰ ποῖον οὖν τούτων τῶν
τριῶν σημαινομένων ἓν λέγεις τὸ θεῖον;” Ὁ δὲ φησί·
“Κατὰ τὸ μονότροπον ὡς ἔφης καὶ ἀσυνδύαστον.” Κἀγώ
φημι· “Ὅτ' ἂν οὖν εὕρῃς ἐν τῇ γραφῇ τὸν θεὸν
κοινωνῷ τινὶ προσδιαλεγόμενον ἔν τε τῷ δημιουργεῖν
καὶ τῷ προνοεῖν, πῶς δυνήσῃ τὸ μονότροπον νοεῖν καὶ
τὸ ἀσυνδύαστον; Τὸ γὰρ Ποιήσωμεν ἄνθρωπον καὶ Δεῦτε
καὶ καταβάντες τὰς γλώσσας συγχέωμεν, οὐ τὸ μονό-
τροπον καὶ ἀσυνδύαστον, ἀλλὰ τὸ μοναδικὸν σημαίνει
τῆς φύσεως, καὶ τῶν ὑποστάσεων τὸ διάφορον· ἓν γὰρ
τὸ θεῖον, ἀλλὰ τῇ φύσει ἕν, καὶ οὐ ταῖς ὑποστάσεσιν.
Ἀλλ' ἴσως ἐρεῖς ὅτι ‘Τῇ πληθυντικῇ σημασίᾳ ἐν τῷ
λέγειν Ποιήσωμεν ἄνθρωπον καὶ Καταβάντες τὰς γλώσσας
συγχέωμεν ὁ θεὸς προσεχρήσατο, τὸ βασιλικὸν ἔνθεν
καὶ τὸ τῆς ἀρχῆς σημαίνων ἀξίωμα· τοῦτο γὰρ καὶ οἱ
τῆς γῆς βασιλεῖς πράττειν εἰώθασιν.’ Εἰπὼν δὲ τοὺς ἐπὶ
γῆς βασιλεῖς τοῦτο ποιεῖν, τὸ ζητούμενον λέλυκας· δια-
τοῦτο γὰρ μάλιστα θεὸς οὐχ' οὕτως, ὅτι οὕτως οἱ ἄνθρω-
ποι. Οἱ μὲν γὰρ πρόσκαιροι καὶ θνητοί, καὶ τῆς τῶν
ὑπηκόων χρείας δεόμενοι πρὸς τὴν ὧν πράττειν ἐθέ-
λουσι ἔκβασιν, ὧν χωρὶς οὐδ' ὅτι εἰσὶ δύνανται φαί-
νεσθαι, μήτιγε δὴ πράττειν τὰ δέοντα· θεὸς δὲ χρεῖός
ἐστιν οὐδενός, ἀλλ' αὐτὸς αἰτία τοῖς οὖσι καὶ τοῦ εἶναι
καὶ τοῦ συνίστασθαι. Πῶς οὖν ὁ μόνος ἀρκῶν ἑαυτῷ,
ἕτερον εἰς τὴν δημιουργίαν προσλάβοιτο, εἰ μὴ μόνον
τὸν κατ' οὐσίαν καὶ δύναμιν ὅμοιον; Πλὴν ἐπείπερ πολὺς
εἶναι καὶ περὶ τὰ τῆς γραφῆς οἴει νοήματα, δεῖξόν μοι
ποῦ τῆς γραφῆς εὑρίσκεται ἢ ὁ θεὸς περὶ ἑαυτοῦ
πληθυντικῇ χρώμενος τῇ φωνῇ, ἢ τίς τῶν ἀπ' αὐτοῦ
φωτισθέντων τινὶ τοιούτῳ χρησάμενος. Ἀλλ' οὐκ ἂν εὕ-
ροις εἰ πᾶσαν διέλθοις τὴν θείαν γραφήν, πλὴν εἰ μὴ
ταῦτα τὰ νῦν προβαλλόμενα περὶ ὧν καὶ ἡ ζήτησις·
ἀλλ' οὐδεὶς τὰ ζητούμενα ὡς ὁμολογούμενα προβάλλεσθαι
δύναται. Τὸ δὲ ἔχειν υἱὸν τὸν θεόν, ἐντεῦθεν μαθήσῃ·
δεῖ γὰρ καὶ ταῖς κοιναῖς ἐννοίαις πιστώσασθαι τὴν
ἀλήθειαν.
Τῷ Φαραὼ διὰ Μωϋσέως ἐντειλάμενος ὁ θεὸς τὸν
Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ ἀπολῦσαι σκληρότητος, υἱὸν
καλεῖ τὸν Ἰσραὴλ πρωτότοκον ἐν τῷ λέγειν· Υἱὸς πρω-
τότοκός μου Ἰσραήλ, καί· Ἐξαπόστειλον τὸν υἱόν μου,
ἵνα μοι λατρεύσῃ· οὕτω γὰρ οἱ λοιποὶ ἀντὶ τῶν Ἑ-
βδομήκοντα ἐκδεδώκασι. Καὶ πάλι ἐν τῇ Ἐπινομίδι· Ἐνι-
σχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ διὰ Δαυΐδ·
Ἐγὼ εἶπα· ”Θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες“, καὶ
διὰ Ἡσαΐου τοῦ προφήτου· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.
Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα κατὰ τὴν θείαν γραφὴν
εὑρήσει ὁ ζητῶν ἐπιμελῶς, δι' ὧν ποτὲ μὲν ὁ λαός,
ποτὲ δὲ ὁ καθέκαστα, ἐπαγγελίαν ἔλαβον υἱοὶ χρηματίσαι.
Εἰ τοίνυν πᾶσα υἱοθεσία τῆς κατὰ φύσιν ἐστὶν υἱότητος
ἀπεικόνισμα—οὐ γὰρ ἄν τις ποτὲ τὸ μὴ ὂν μιμήσαι-
το—, πρὸς δὲ τὸν φύσει ὄντα πατέρα τὸν κεκτημένον υἱ-
ὸν ὁ μὴ κεκτημένος υἱὸν ἄνθρωπος ἀφορῶν, εἰσποιητὸν
λαμβάνει υἱόν, τέχνῃ τὴν φύσιν μιμούμενος, καὶ τῆς
φυσικῆς γονῆς ἀναπληρῶν τὸ ὑστέρημα διὰ [τε] τῆς
θετικῆς υἱότητος, ἀνάγκη πᾶσα τὸν ἐπαγγελλόμενον θεὸν
ἢ τῷ Ἰσραήλ, ἢ τῶν καθέκαστα τινί, ὡς περὶ Δαυῒδ
εἶπεν· Αὐτὸς ἐπικαλέσεταί με· ”Πατήρ μου εἶ σύ“, κἀγὼ
πρωτότοκον θήσομαι αὐτόν, υἱὸν ἔχειν ἐκ φύσεως γνήσιον
γεννηθέντα ἐκ τῆς οὐσίας αὐτοῦ, πρὸς ὃν ἡ υἱοθεσία
τῶν εἰσποιητῶν υἱῶν κατὰ μίμησιν τῆς φυσικῆς υἱότητος
ἀναχθήσεται. Μὴ προηγουμένου γὰρ τοῦ κατὰ φύσιν
υἱοῦ, πῶς ὁ θέσει υἱὸς υἱοθεσίας ἀξιωθήσεται;
Τούτῳ τῷ κατὰ φύσιν υἱῷ προσδιαλεγόμενος καὶ τῆς
οὐσίας καὶ τῆς θεότητος ὡς ὄντι κοινωνῷ, Ποιήσωμεν
ἄνθρωπον λέγει καὶ τὰ ἑξῆς· καὶ Δεῦτε καταβάντες
συγχέωμεν πρὸς ἕτερον πρόσωπον λέγοντός ἐστι ῥήματα.
Εἰ δέ τις τῶν Ἰουδαϊζόντων ὑμῶν βιάσοιτο τὴν ἀλήθειαν,
καὶ τολμήσας εἴποι ὅτι τοῖς ἀγγέλοις ὁ θεὸς προσδια-
λεγόμενος Ποιήσωμεν εἶπεν τὸν ἄνθρωπον καὶ Δεῦτε
καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας, ὁράτω τῆς
βλασφημίας ὑμῶν τὸ βάραθρον· ἕνα γὰρ κατ' οὐσίαν υἱὸν
κοινωνὸν τῆς δημιουργίας μὴ διδοὺς τῷ θεῷ, ἀπείρους
δώσει ἀριθμῷ μυριάδας συνδημιουργούσας αὐτῷ, καὶ
συμπρονοούσας, ὅπερ ἀδύνατον. Καὶ δύο κακῶν ἐπιλέ-
ξεται θάτερον· ἢ γὰρ καὶ τοὺς ἀγγέλους ἀκτίστους ἐρεῖ
καὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ, ἵνα ἄκτιστοί τε ὄντες
καὶ ὁμοούσιοι τῷ θεῷ, συνδημιουργεῖν αὐτῷ καὶ συμ-
προνοεῖν τῶν κτισμάτων δυνήσονται, ἢ οἱ αὐτοὶ κτιστοὶ
ἅμα καὶ δημιουργοὶ ἔσονται, ὅπερ ἀδύνατον. Ὅτι δὲ
κτίσματα θεοῦ τοὺς ἀγγέλους εἶναι καὶ οὐ θεοὺς ἐδι-
δάχθημεν, δῆλον· οἴδαμεν γὰρ τοὺς λέγοντας· Ὁ ποιῶν
τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς
αὐτοῦ πυρὸς φλόγα, καί· Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου
τὸν κύριον· εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον, εἰ
καὶ τὴν δευτέραν χρῆσιν ὑμεῖς οὐ προσίεσθε. Οὐκοῦν
ἑτέρῳ τινὶ παρὰ τοὺς κτιστοὺς ἀγγέλους προσδιαλέγεσθαι
πίστευσον ἄνθρωπε, κοινωνῷ κατ' οὐσίαν ὄντι καὶ κατὰ
δύναμιν καὶ ἐνέργειαν· τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ
ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
πᾶσα ἡ δύναμις αὐτῶν.
Αὕτη τῆς ἀληθοῦς πίστεως ἡ παράδοσις, ἡ ἐν πατρὶ
καὶ υἱῷ προσκυνουμένη καὶ πνεύματι. Ἡμεῖς πρὸ πάντων
φεύγομεν τὸ πολύθεον, ἡμεῖς εἰς ἕνα θεὸν καὶ πιστεύομεν
καὶ ἐλπίζομεν, ἀλλ' οὐχ' ὥσπερ ἕνα κατὰ φύσιν τοῦτον
γινώσκομεν, οὕτω νοοῦμεν καὶ καθ' ὑπόστασιν. Πρὸς
τοῦτο δὲ οὐχ' ἁπλῶς προήχθημεν, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ
Μωσῆς ἡμᾶς πρὸς τὰ τοιαῦτα πρῶτος ἐστοιχείωσε δό-
γματα· ἔπειτα σαρκωθεὶς αὐτὸς ὁ Μωσέως θεός, τῆς
ἀληθείας τοὺς λόγους ἐτράνωσε. Πῶς γὰρ ἄλλως ἐκ-
λήψεται ὁ τῆς ἀληθείας ἀντιποιούμενος καὶ τῆς σοφίας
ἐραστὴς τὴν ὀφθεῖσαν τῷ Ἁβραὰμ πρὸς τῇ δρυῒ τῇ
Μαμβρὶ θείαν καὶ ὑπὲρ ἄνθρωπον 〈ὀπτασίαν〉, ἡνίκα
ῥητῶς ταῦτα Μωσῆς παραδίδωσιν ὅτι Ὤφθη ὁ θεὸς
τῷ Ἁβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρί, καθημένου αὐτοῦ
ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· καὶ ἀνα-
βλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ
τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ προσδραμὼν
ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσε-
κύνησεν καὶ εἶπεν· ”Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου,
μὴ παρέλθῃς τὸν παῖδα σου· ληφθήτω δὴ ὕδωρ καὶ
νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ
δένδρον, καὶ λήψομαι ἄρτον καὶ φάγεσθε· καὶ μετατοῦτο
ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε
πρὸς τὸν παῖδα ὑμῶν.“ Καὶ εἶπεν κύριος· ”Οὕτω ποίησον
καθὰ εἴρηκας.“”
“Καὶ τί” φησὶν ὁ Ἰουδαῖος, “τὰ κατὰ τὴν δρῦν καὶ
τὸν Ἁβραὰμ ἔχει πρὸς τὸ ζητούμενον;” Κἀγὼ πρὸς
αὐτὸν ἔφην· “Πρῶτον μὲν ὅτι Ὁ θεὸς ὤφθη ἔχει τὸ
γράμμα τὸ ἱερόν, καὶ ὅτι Ἀναβλέψας τοῖς ὀφθαλμοῖς
Ἁβραὰμ τρεῖς ἄνδρας ἑώρα. Οὐκοῦν ὁ ἐπὶ τῆς θύρας
καθήμενος τῆς σκηνῆς αὐτοῦ διορατικώτατος οἷος ἦν
καὶ θεοφιλὴς Ἁβραάμ, καὶ πρὸς τὰ ἔξω καὶ κοσμικὰ
μὴ ῥεμβόμενος, καὶ καθήμενος οὐχ' ἁπλῶς ἀλλὰ μεσημ-
βρίας, ὅτε μεσουρανῶν πάντα καταλάμπει ἐπίσης ὁ ἥλιος,
ὥστε μηδένα σκοτίζεσθαι, καθήμενος δὲ ἐπὶ τῆς θύρας
τῆς σκηνῆς αὐτοῦ, καὶ ἕτοιμος ὢν πρὸς τὴν ἐκ τοῦ
σώματος ἔξοδον, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτό-
μενος, ὅτι μὴ πᾶσα ἀνάγκη, ἀλλὰ ζῶν ὑπὲρ τὰ ὁρώμενα,
ἀναβλέπει τοὺς ὀφθαλμοὺς καὶ ὁρᾷ τὸν θεὸν τρεῖς ἄνδρας
φαινόμενον καὶ ἐπάνω αὐτοῦ ἱστάμενον. Τίνος γὰρ οὐκ
ἔστιν ἐπάνω θεὸς ὁ ἐν τρισὶ προσώποις ὑφ' ἡμῶν δο-
ξαζόμενος; Εἶτα οὕτως προστρέχει, καὶ τῆς σκηνῆς ἔξω
γενόμενος, ἐπὶ πρόσωπον πίπτει, γῆν ἑαυτὸν καὶ σποδὸν
ἡγούμενος—καὶ μάλα δικαίως· τίς γὰρ πρὸς ἐκεῖνο
τὸ κάλλος τῆς τριλαμποῦς ἐξουσίας ἀτενίσαι πειρώμενος,
οὐ γῆν ἑαυτὸν ὄντως καὶ σποδὸν ἡγήσοιτο;—, καὶ
φησί· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ
παρέλθῃς τὸν παῖδα σου καὶ τὰ ἑξῆς. ‘Τί φὴς ὦ
Ἁβραάμ;’ ἐρεῖ τίς πρὸς αὐτόν. ‘Τρεῖς ἄνδρας ὁρᾷς, καὶ
τοῖς τρισὶ προσδραμὼν προσεκύνησας. Καὶ πῶς νῦν
Κύριε λέγεις εἰ ἄρα χάριν εὖρον ἐναντίον σου, μὴ
παρέλθῃς τὸν παῖδα σου; Τίνι τῶν τριῶν προσάγεις
τὴν αἴτησιν; Ἆρα τῷ ἑνὶ τῶν ἀνδρῶν ὡς ἰσχυροτέρῳ
τὴν τιμὴν προσαγήοχας, τῶν δὲ δύο ὑφειμένων ἠμέλησας;
Ἀλλ' ὅμως πάλιν μετὰ μικρὸν Ληφθήτω δὴ ὕδωρ ἐρεῖς
καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ
τὸ δένδρον, καὶ λήψομαι ἄρτο καὶ φάγεσθε· καὶ με-
τατοῦτο ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν
ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Πῶς οὖν ἑνὶ νῦν
διαλέγῃ, Κύριε λέγων εἰ ἄρα εὖρον χάριν ἐναντίον σου,
μετ' ὀλίγον αὐτῷ ὡς πλείοσι διαλεχθησόμενος;’ —‘Εἷς
ἐστι θεὸς οἱ τρεῖς’ φησὶν ὁ Ἁβραάμ, ‘οἷς διαλέγομαι·
εἷς ἐστι κατ' οὐσίαν θεὸς ὁ ἐν τρισὶ προσώποις νοού-
μενος. Διατοῦτο τοίνυν καὶ ὡς ἑνὶ θεῷ διαλέγομαι, τὸ
μοναδικὸν σημαίνων τῆς φύσεως καὶ τὸ κατὰ τὴν θεότητα
ἶσον καὶ ἀπαράλλακτον, καὶ ὡς τρισὶ πάλιν τῷ ἑνὶ
προσέρχομαι, τὸ διάφορον διδαχθεὶς τῶν τριῶν ὑπο-
στάσεων. Ἔνθεν αἰτῶ καὶ τοὺς πόδας αὐτῶν νιφθῆναι,
οὐχ' ὥσπερ ἄν τις τῶν χαμερπῶν ὑπολάβοι, ὡς κεκμη-
κότων αὐτῶν ἐξ ὁδοιπορίας—τοῦτο γὰρ οὐδὲ ἄγγελοι
πάθοιεν, μήτιγε δὴ θεός, οὗ δοῦλοι καὶ κτίσματα τῶν
ἀγγέλων τὰ τάγματα—, ἀλλ' ἵνα κἂν τοῖς ἐσχάτοις καὶ
τελευταίοις λόγοις τῆς ἐν τριάδι θεότητος, οἵτινες διὰ
τῶν ποδῶν εἰκονίζονται, διακονῆσαι δυνήσομαι. Διατοῦτο
γὰρ καὶ ὑπὸ τὸ δένδρον καταψύξατε εἶπον, οὐχ' ἵνα
πρὸς τὸν τοῦ ἡλίου φλογμὸν αὐτοὶ παραμύθιον ἕξουσι
—εἶπον γὰρ ἄν, εἰ τοῦτο ἦν τὸ ζητούμενον, ὅτι
«καταψύχθητε» καὶ οὐχὶ καταψύξατε ὑπὸ τὸ δένδρον—,
ἀλλ' αἰτῶ ἵνα τὴν ἐμὴν καρδίαν κατασκιάσωσι, καὶ τὸ
φλογῶδες ταύτης καταψύξωσι, καιομένης εἰς ζήτησιν τῆς
ἐν τριάδι θεότητος. Παρὸ καὶ πατρώαν γῆν παραλέλοιπα,
καὶ τὴν πολύθεον πλάνην μεμίσηκα, ἵνα τὸν νῦν μοι
φανέντα θεὸν γνωρίσω, ὅσον ἐνδέχεται καὶ ὅσον φαί-
νεσθαι βούλεται. Ταύτην γὰρ τὴν ἐπαγγελίαν ἐκ τοῦ
πατρικοῦ οἴκου λαβεῖν κατηξίωμαι, εἰπόντος μοι τοῦ
θεοῦ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν ἣν
ἄν σοι δείξω. Ταύτην μοι τὴν θείαν διδασκαλίαν ἐμήνυεν,
ἧς οὐ φθονήσω μεταδοῦναι καὶ τῇ συνοίκῳ μου Σάρρᾳ.
Δραμοῦμαι δὲ πρὸς αὐτὴν οὖσαν ἐν τῇ σκηνῇ—γυνὴ
γὰρ οὖσα καὶ ἄγονος καὶ μήπω λόγων τοιούτων δε-
ξαμένη τὰ σπέρματα, ἐν τῇ σκηνῇ τέως ὑπὸ τὴν σκιὰν
τῆς ἀληθείας αὐλίζεται—καὶ ἐρῶ πρὸς αὐτήν· «Σπεῦσον
ὦ γύναι, καὶ φύρασον τρία μέτρα καὶ σὺ σεμιδάλεως,
καὶ ποίησον ἐγκρυφίας. Κἀγὼ γὰρ τοὺς ὀφθαλμοὺς τῆς
διανοίας μου νῦν πρῶτος ἀναπετάσας, τὸν θεὸν ἠξιώθην
ἰδεῖν ὅσον ἐνδέχεται ἰδεῖν νοῦν ἀνθρώπινον, καὶ τρεῖς
αὐτὸν ὄντα ὑποστάσεις τεθέαμαι. Καὶ σὺ τοιγαροῦν τρία
φύρασον μέτρα καὶ κατάκρυψον ἐν σεαυτῇ· δυσπαράδεκτοι
γὰρ τέως οἱ λόγοι τῆς ἐν τριάδι θεότητος, ἔσται δὲ
καιρὸς ὅτε τῷ κόσμῳ παντὶ κηρυχθήσονται· χρὴ δὲ τὰ
νῦν ἐγκρυφίας τούτους γενομένους καλῶς κατακρύπτε-
σθαι, ἕως ἂν ὁ ἀόρατος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ
καταβὰς διαθρύψῃ τοῖς πεινῶσι τοῦτον τὸν ἄρτον, αὐτὸς
ἄρτος γινόμενος, στηρίζων καρδίαν ἀνθρώπου. Τούτους
δὲ τοὺς λόγους ἐὰν ἐγκρυφίας ποιήσῃς, ἐκ σεμιδάλεως
ποίησον, ἵνα ἔχωσι τὸ στερρὸν καὶ καθαρὸν καὶ ἄδολον,
καὶ μηδὲν ἐπιφέρωνται πιτυρῶδες περίττωμα· εἰ γὰρ
φυράσεις ἐν σπουδῇ, καὶ μὴ στραφῇς εἰς τὰ ὀπίσω καὶ
γένῃ στήλη ἁλός, ὅπερ μετ' ὀλίγον ἡ γυνὴ τοῦ συγγενοῦς
ἡμῶν πείσεται, τέξῃ ὄντως υἱόν, ἡ ἕ[ντ]ως σήμερον
στεῖρα καὶ ἄγονος, χαρᾶς ὄντα ἐπώνυμον—τοῦτο γὰρ
Ἰσαὰκ ἑρμηνεύεται—, τοῦ ἑνὸς τῆς τριάδος τοῦ μέλλοντος
σαρκοῦσθαι θεοῦ λόγου προτυποῦντα τὴν ἑκούσιον πρὸς
θυσίαν φανέρωσιν.»’ Ταῦτα μὲν οὖν ὁ θεοφιλὴς Ἁβραὰμ
καὶ εἶδε καὶ προεσήμανεν.
Αὐτὸς δὲ θεὸς τῷ Μωσεῖ πρὸς τῇ βάτῳ διαλεγόμενος,
τίνος χάριν ἑαυτὸν θεὸν Ἁβραὰμ καὶ 〈θεὸν〉 Ἰσαὰκ καὶ
θεὸν Ἰακὼβ ἀπεκάλεσεν; Τίς ἦν χρεία τοῦ τρισσοῦ ἐπὶ
τῆς θεὸς φωνῆς ἀριθμοῦ; Εἰ γὰρ εἶπεν· ‘Ἐγὼ ὁ θεὸς
Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ’, τί τὸ σημαινόμενον
παρεβλάπτετο; Καὶ μή που δόξῃς ἡμᾶς τρεῖς ἐντεῦθεν
καταγγέλλειν θεούς—πόρρω γὰρ τῆς ἡμετέρας αὐλῆς
τὸ πολύθεον—, ἀλλὰ δέξαι ὅτι τοὺς περὶ τριάδος λόγους
ὁ θεὸς πόρρωθεν τοῖς ἀξίοις ἀμυδρῶς ὑπεδείκνυεν, ὡς
ἀκούειν ἢ βλέπειν ἠδύναντο, εἰ καὶ ἰσχνόφωνον καὶ
βραδύγλωσσον ἑαυτὸν ὁ Μωσῆς δικαίως ὠνόμαζε, τὸ
μέγεθος καταπλαγεὶς τῆς ἐν τριάδι θεότητος. Ἔνθεν καὶ
αὐτὸς ἐν Δευτερονομίῳ φησίν· Ἄκουε Ἰσραήλ, κύριος
ὁ θεός σου, κύριος εἷς ἐστιν, ὑποδηλῶν τοῖς ἐπαΐειν
τῶν ἀληθῶν δυναμένοις καὶ ὄντως Ἰσραηλίταις, νοῦν
ἔχουσιν ὑψοῦν θεὸν ἢ ὁρᾶν δυνάμενον, τί ὁ τρισσῶς
ἐκφωνούμενος κύριος καὶ θεὸς καὶ κύριος εἷς ἐστίν, εἶς
μὲν τῷ λόγῳ τῆς συμφυΐας καὶ τῆς θεότητος, τρεῖς δὲ
τῷ λόγῳ τῶν ὑποστάσεων.
Ταῦτα καὶ Ἡσαΐας, ὁ τῷ σεραφὶμ καθαρθεὶς καὶ
τῷ ἄνθρακι, ὅτε τοῦ λεπροῦ βασιλέως εἶδε τὸν θάνατον,
καὶ τῆς ἀκαθάρτου βασιλείας ἐλεύθερος γέγονεν, ἰδεῖν
ἠξιώθη τὰ θεῖα μυστήρια. Τί γὰρ αὐτὸς Ἡσαΐας φησίν;
Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς·
εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ
ἐπηρμένου· καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ
πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς
μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα, καὶ ταῖς δυσὶ τοὺς
πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος
πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· ”Ἅγιος ἅγιος ἅγιος κύριος
Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ“, ὅτε καὶ
τὸ ὑπέρθυρον ἀπὸ τῆς κραυγῆς ἐπήρθη καὶ ὁ οἶκος
ἐπλήσθη καπνοῦ. Τίνος δὲ χάριν τὸ ὑπέρθυρον ἤρθη,
ἢ ἵνα ἡ θύρα 〈τῆς〉 γνώσεως τῷ θεσπεσίῳ προφήτῃ
εὐχερῶς ἀνοιχθήσεται; Ὑπερθύρου γὰρ οὐκ ὄντος, οὐδὲ
κλεῖδα τῇ θύρᾳ ἐπιτεθῆναι ἐνδέχεται. Ἠνοίχθη τοίνυν
αὐτῷ ἡ θύρα τῆς γνώσεως, καὶ εἶδε τὰ θεῖα καθὼς
ἐκεῖνος ἰδεῖν ἠδύνατο. Παρὸ καὶ τὸν οἶκον ὁρᾷ πλησθέντα
καπνοῦ· ἔτι γὰρ ἦν σκότος ἀποκρυφὴ τοῦ θεοῦ, τοῦ
ταῦτα διὰ σκιῶν ἀκμὴν διαχρηματίζοντος. Πλὴν σκόπει
τὸ συναγόμενον· ἡνίκα τοῦ λεπροῦ βασιλέως εἶδε τὴν
νέκρωσιν, καὶ οὐκέτι τοῖς ἀκαθάρτοις ἐδούλευσεν ἄρχουσι,
τότε τὸν κύριον βλέπει ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου
καθήμενον, τότε τὰ σεραφὶμ ὁρᾷ τὸν βασιλικὸν ἐκεῖνον
θρόνον περικυκλοῦντα καὶ ἄδοντα. Καὶ τίς ἡ ὠδὴ ὡς
μεγάλη καὶ θεία καὶ μόνῃ τῇ παναγίᾳ τριάδι ἁρμόζουσα;
Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, τὸ τρισάγιον ὄντως
πρᾶγμα καὶ ὄνομα, τὸ τριπόθητον καὶ τριλαμπὲς ἀγαλ-
λίαμα, ἡ ὄντως ζωὴ καὶ ὄντως ἀλήθεια, ἧς καὶ οἱ ἅγιοι
σεραφὶμ ἐδείχθησαν κήρυκες, Ἅγιος ἅγιος ἅγιος λέ-
γοντες. Εἰ γὰρ εἴπατε ὦ θειότατοι σεραφίμ, ‘Ἅγιος
κύριος Σαβαώθ’, ἢ ‘Πανάγιος κύριος Σαβαώθ’, ἢ ‘Ὑπε-
ράγιος κύριος Σαβαώθ’, ὅτι ἐντεῦθεν ἐγένετο; Τί τὸ
τρισάγιον ὑμῖν τοῦτο μελώδημα βούλεται; —‘Ὅτι τριάδι
προσκυνεῖν καὶ λατρεύειν ἐτάχθημεν, Ἅγιος ἅγιος ἅγιος
λέγομεν, τῷ λόγῳ τῶν τριῶν ὑποστάσεων, ἀδιαίρετον
δὲ τὴν τιμὴν καὶ τὴν ἄληκτον λατρείαν ὡς ἑνὶ θεῷ
τοῖς τρισὶ προσώποις προσάγομεν· ἔνθεν καὶ τῷ τρισαγίῳ
τὸ κύριος Σαβαὼθ δικαίως ἐπάγομεν, εἰς ἕνα θεὸν τὸν
λόγον συμπτύσσοντες, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα,
καὶ μὴ ἐῶντος σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ
λυόμενα.’ Ταῦτα μὲν οὖν οἱ πανάγιοι σεραφίμ, οἱ τῷ
πυρὶ τῷ θείῳ διαπαντὸς θερμαινόμενοι, ὅθεν καὶ τὴν
ἐπωνυμίαν ἐκτήσαντο, δι' ὧν ἐδίδαξαν ἐφανέρωσαν.
Ὁ δὲ προφήτης τούτων ἀκούσας τῶν λόγων, Ὦ τάλας
φησὶν ἐγώ, ὅτι κατανένυγμαι, μονονουχὶ καὶ αὐτὸς κα-
θάπερ ὁ Ἁβραὰμ γῆν ἑαυτὸν ἀποκαλῶν καὶ σποδόν,
ἰσχνόφωνόν τε καὶ βραδύγλωσσον ὥσπερ ἐπὶ τῆς βάτου
ὁ νομοθέτης τὸ πρότερον. Τοσοῦτον τὸ περὶ τριάδος
μυστήριον, ἕως ὁ εἷς τῆς τριάδος ὁ θεὸς λόγος ἄνθρωπος
γέγονε, καὶ τὴν θύραν τῆς γνώσεως ἤνοιξε, θύρα τοῖς
εἰσελθεῖν ζητοῦσι γενόμενος, ἀπόκρυφον ἦν, καὶ τοῖς
μεγάλοις ἀνδράσιν ἀμυδρῶς πῶς προεσημαίνετο. Προε-
δείχθη γὰρ τῷ Ἁβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρί· ὁ
δὲ παρεγγυᾷ τῇ Σάρρᾳ ἐγκρυφίας τοὺς λόγους τούτους
ποιῆσαι. Ἐδηλώθη τῷ Μωσεῖ ἐν τῇ βάτῳ· ὁ δὲ καλεῖ
ἑαυτὸν ἰσχνόφωνον καὶ βραδύγλωσσον. Εἶτα τὸν Ἡσαΐαν
οἱ σεραφὶμ τοῦτο διδάσκουσιν· ὁ δὲ τάλας εἶναι φησὶ
καὶ ἀκάθαρτος, καὶ τοῖς τοιούτοις λόγοις διακονῆσαι
ἀδύνατος, πλὴν τῷ θείῳ καθαίρεται ἄνθρακι, καὶ πρὸς
τὸν λαὸν τοῦ Ἰσραὴλ εἰπεῖν ἐκδιδάσκεται· Ἀκοῇ ἀκούσητε
καὶ οὐ μὴ συνῆτε· βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε·
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοὺς
ὀφθαλμοὺς αὐτῶν ἐκά〈μ〉μυσαν, καὶ τοῖς ὠσὶ βαρέως
ἤκουσαν· τοὺς γὰρ περὶ τριάδος θείους οὐ προσεδέξατο
λόγους.”
3
Ταῦτα ἀκούσας ἐκεῖνος, φησὶ πρός με· “Τὸ ζητούμενον
ἦν εἰ υἱὸν ἔχει ὁ θεός· τὰ δὲ λεγόμενα νῦν παρὰ σοῦ
τριάδος εἰσὶ παραστατικά.” Ἐγὼ δὲ πρὸς αὐτὸν εἶπον·
“Οἶδα ὡς τοῦτο ἦν ἐν ἀρχῇ τὸ κινούμενον, πλὴν οὐκ
ἔξω τῆς ἀκολουθίας ὁ λόγος νῦν ἐξελήλυθεν· ὧν γὰρ
τὴν φύσιν οἶδε κοινήν, κοινοὺς καὶ τοὺς λόγους τῆς
οὐσίας παρέλαβε. Καὶ τούτου δειχθέντος ὡς ἐν τριάδι
θεὸς εἶς καταγγέλλεται, τὸ νικᾶν ὑπάρξει τῷ λόγῳ· τὸν
ἕνα τῆς τριάδος ἐν τοῖς ἑξῆς δείκνυσι σαρκούμενον, ὃν
καὶ υἱὸν καλοῦσιν οἱ θεῖοι λόγοι, καὶ λόγον καὶ ἄγγελον
καὶ σοφίαν καὶ δύναμιν, ἀπαύγασμά τε καὶ χαρακτῆρα
καὶ ἔσοπτρον, καὶ ἄλλα πρὸς τούτοις πλεῖστα ὀνόματα
τῆς ἀπροσίτου χάριτος παριστῶντα τὸ μέγεθος. Πλὴν
ἐπειδὴ παχύς τις εἶ τὴν διάνοιαν, καὶ δέόν ἐστι λεπτῦναί
σοι τὰ λεγόμενα διὰ τὸ σὲ μηρυκισμὸν μὴ ἀνάγειν, μὴ
δὲ λεπτύνειν τοῖς ὀδοῦσι τῆς ψυχῆς τὰ θεῖα διδάγματα
—τοῦτο γὰρ οἱ εἰς θυσίαν ὁλόκαυτον ἐπιτήδειοι πράτ-
τουσιν, οἵτινες εἰσὶ τῆς ἐκκλησίας τοῦ Χριστοῦ τρόφι-
μοι—, ἔνθέν σοι πάλιν διαλεχθήσομαι ζητοῦντι γνῶναι
εἰ υἱὸν ὁ θεὸς ἔχειν πιστεύεται.
Ὁ θεὸς ὁ ἐν προφήταις διαλεγόμενος, πρὸς τίνα ὡς
οἴει εἴρηκεν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά
σε καὶ τὰ ἑξῆς; Εἰ μὲν γὰρ πρὸς τὸν προφήτην τοῦτο
εἰρῆσθαι πεπίστευκας τὸν ψαλμὸν τὸν δεύτερον γράψαντα,
δεῖξαι πάντως ἀναγκασθήσῃ ὅτι ἔλαβεν ἔθνη εἰς κλη-
ρονομίαν παρὰ θεοῦ καὶ εἰς κατάσχεσιν τὰ πέρατα τῆς
γῆς· εἰ δὲ τοῦτο ἀδύνατον ἐπ' ἀνθρώπου ψιλοῦ δειχθῆναι
ποτέ, ῥαδίως ὁ λόγος πρὸς τὸν σωτῆρα τὸν ἡμέτερον
ἀναχθήσεται, ὃς κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θα-
λάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.
Αὐτῷ γὰρ μόνῳ θεὸς τὸ Σήμερόν σε γεγέννηκα εἴρηκεν·
ὃν γὰρ πρὸ αἰώνων γεγέννηκε, καὶ κατὰ χρόνον πάλιν
γεννηθῆναι εὐδόκησε, τοῦτον καὶ υἱὸν καὶ ἄγγελον πολ-
λάκις εὕροις λεγόμενον.
Δέξαι δὲ καὶ ἄλλην ἐρώτησιν· ὁ θεὸς ὁ μόνος κατὰ
σὲ καὶ κατ' οὐσίαν καὶ καθ' ὑπόστασιν—τέως γὰρ νῦν
πρὸς τὸ δοκοῦν σοι ποιοῦμαι τὴν βάσανον τοῦ λόγου,
καὶ ὡς θέλεις ἀποκριθῆναι προσάγω σοι τὴν ἐρώτη-
σιν—, ἄγγελος δύναται ποτὲ λέγεσθαι ἑαυτοῦ καὶ αὐτὸς
ἑαυτὸν πέμπειν καὶ πέμπεσθαι;”
“Πῶς ἐνδέχεται;” φησὶν ἐκεῖνος. —“Πῶς οὖν ἐκλήψεται
τίς” εἶπον ἐγώ, “τῆς ἀληθείας ἀντιποιούμενος τὴν ἐπὶ
τῆς θυσίας Ἁβραάμ, καθ' ἣν τὸν Ἰσαὰκ προσαγαγεῖν
ἠπείγετο, φανερωθεῖσαν διδασκαλίαν; Τέως δὲ νῦν, τί
ἦν τὸ τότε τυπούμενον, ἐν μετεώρῳ μοι φύλαξον· ἕξει
γὰρ τοῦτο, σὺν θεῷ δὲ εἰρήσθω, τὸν ἴδιον κατὰ τὸν
τόπον εἱρμόν, ἡνίκα τοῦ σωτηρίου πάθους ὁ λόγος
ἀπαιτεῖ τὴν διήγησιν· πρὸς δὲ τὸ νῦν ζητούμενον ἔλθω-
μεν. Ἔχει γὰρ τὸ γράμμα τὸ ἱερόν· Ἐκάλεσε τὸν
Ἁβραὰμ ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν
αὐτῷ· ”Ἁβραάμ, Ἁβραάμ.“ Ὁ δὲ φησίν· ”Ἰδοὺ ἐγώ.“
Καὶ εἶπεν· ”Μὴ ἐπιβάλῃς τὴν χεῖρα σου ἐπὶ τὸ παιδάριον,
μὴ δὲ ποιήσῃς αὐτῷ μηθέν· νῦν γὰρ ἔγνω〈ν〉 ὅτι
φοβῇ σὺ τὸν θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ
ἀγαπητοῦ δι' ἐμέ.“ Σκόπησον ἄνθρωπε σὺν φόβῳ θεοῦ
τὸ λεγόμενον· ὁ καλῶν τὸν Ἁβραὰμ ἄγγελος λέγεται·
τὸ λεγόμενον νῦν θεὸν τὸν ἄγγελον δείκνυσι. Νῦν γὰρ
ἔγνων λέγει ὁ ἄγγελος ὅτι φοβῇ σὺ τὸν θεόν, καὶ
οὐκ ἐφείσω τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ δι' ἐμέ, ὡς εἶναι
τὸ συναγόμενον ὅτι ‘Νῦν ἔγνων ὅτι φοβῇ σὺ ἐμὲ τὸν
θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ.’ Μὴ
ἄγγελος ἑαυτοῦ ὁ θεὸς δύναται λέγεσθαι; Ἀλλ' ἄγγελος
κυρίου ὁ χρηματίζων λέγεται. Μὴ ἄγγελος κυρίου θεὸν
ἑαυτὸν ἐτόλμησεν εἰπεῖν πώποτε; Ἀλλὰ νῦν χρηματίζων
τῷ πατριάρχῃ, θεὸν καλεῖ ἑαυτόν. Ὄντως ὄντως θεός
ἐστι κατ' οὐσίαν, εἰ καὶ ἄγγελος λέγεσθαι κατ' οἰκονομίαν
εὐδόκησε. Παρὸ καὶ Ἡσαΐας ὁ τῷ σεραφὶμ καθαρθεὶς
καὶ τῷ ἄνθρακι, ἄγγελον τῆς μεγάλης βουλῆς καλεῖν
ἐκδιδάσκεται τὸν διὰ σωτηρίαν τῶν ἀνθρώπων σαρκού-
μενον κύριον.
Τοῦτο προμαθοῦσα καὶ Ἄγαρ ἡ Αἰγυπτία, ἡ τὸν σὸν
Ἰσμαὴλ εἰς δουλείαν γεννήσασα, καὶ τὴν σὴν συναγωγὴν
προτυπώσασα, τὸν ὀφθέντα αὐτῇ καὶ χρηματίζοντα ἄγ-
γελον, θεὸν καλεῖν ἐκδιδάσκεται. Φησὶ γὰρ τὸ γράμμα
τὸ ἱερόν· Εὗρεν ἄγγελος κυρίου τοῦ θεοῦ τὴν Ἄγαρ
ἐπὶ πηγῆς, καὶ εἶπεν αὐτῇ· ”Ἄγαρ παιδίσκη…
…
The complete text is available when the reading interface loads.