The Greek Library Catalogue

Anonymous

De spiritu animali

Edition reference
De spiritu animali, ed. J. L. Ideler, Physici et medici Graeci minores, vol. 1, Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 312–386.
CTS identifier
urn:cts:greekLit:tlg3188.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

1

{ΙΟΑΝΝΟΥ ΤΟΥ ΑΚΤΟΥΑΡΙΟΥ

ΠΕΡΙ ΕΝΕΡΓΕΙΩΝ ΚΑΙ ΠΑΘΩΝ ΤΟΥ ΨΥΧΙΚΟΥ

ΠΝΕΥΜΑΤΟΣ

ΚΑΙ ΤΗΣ ΚΑΤ' ΑΥΤΟ ΔΙΑΙΤΗΣ ΛΟΓΟΙ Β.

1

proem

1

ΛΟΓΟΣ Α.}

Ἐπειδή σου ταῖς ἔναγχός τε καὶ πρότριτα ἐπὶ φι-

λοσόφοις θεωρήμασι συνουσίαις ἀνακαθῄρας τὴν περικεχυ-

μένην ἡμῖν περὶ τὸ διανοητικὸν ἀχλύν, ἀνενέγκαι, καὶ πρὸς

ἑαυτοὺς συστραφῆναί τε καὶ κατιδεῖν, ὅτι ἐν ἡμῖν θεῖον

καὶ νοερὸν πνεῦμα πέπεικας, ὃ δὴ διαλάμπον ἐπὶ τῷ ψυ-

χικῷ τούτῳ καὶ διανοητικῷ πνεύματι τὰς ἐν ἡμῖν ἀποπλη-

ροῖ ἐνεργείας, προσετίθης δὲ τοῖς λόγοις, ἀξιῶν βιβλίον

ἐκδοθῆναί σοι περὶ τοῦ ἐν ἡμῖν ψυχικοῦ πνεύματος, ὅπερ

ἂν καθαρὸν διατελοίη ἐπικουρίᾳ τέχνης, καὶ αἷς τισι κε-

χρῆσθαι δέον ἐπὶ τούτῳ διαίταις, οὐκ ἄν γε δίκαια δρά-

σαιμεν, μὴ ὑπείξαντές σου ταῖς ἀξιώσεσι· καὶ ἐν ὑποθή-

κης μέρει τουτί σοι τὸ βιβλίον συντάξαντες, ὡς ἂν ἔχοις

ἐκ τοῦ προχείρου εἰδέναι, αἷς τισί σε δέον κεχρῆσθαι διαί-

ταις, τῷ τε σώματι τὴν ὑγίειαν, καὶ τῷ ψυχικῷ δὴ τούτῳ

πνεύματι χαριζομέναις ἀκραιφνῆ τὴν διάνοιαν.

2

Ἐπειδή

τοι τῶν ἄλλων τούτου μᾶλλον μεμέληκεν, ἵνα ὑπὸ δεξιῷ

δηλαδὴ ὀργάνῳ ὁ νοῦς σοι τὰ θεωρήματα ταῖς ἐφεξῆς ἐλ-

λάμπῃ δυνάμεσι τῆς ψυχῆς· καὶ τὸ εὐδαιμονεῖν σε ἐν-

τεῦθεν εἴη, ἐν γαλήνῃ τε καὶ καταστάσει τοῦ πνεύματος·

καὶ πάλαι δ' ἔμοιγε χρέος ἀποτιννῦναί σοι ὧν ἂν ἡμῶν ἐν

χρείᾳ γένοιο τῆς τέχνης καλῶν, ἀμέλει καὶ ὑπείκειν καὶ

ἐγχειρεῖν προσῆκον ἔδοξε τοῖς ἀρίστοις τε καὶ τελεωτάτοις

τῆς τέχνης θεωρήμασι, καὶ τῷ τηλικούτῳ χαρίζεσθαί σοι

φίλῳ καὶ θείῳ πατρί.

3

Ὅτι μὲν γὰρ τῶν ἐν ἰατρικῇ θεω-

ρημάτων πέρας, ἡ τοῦ ἐν ἡμῖν ψυχικοῦ πνεύματος θεωρία,

ᾧ δὴ πνεύματι αἱ τῆς λογικῆς ψυχῆς δυνάμεις ἐλλάμπου-

σιν· ἀρχὴ δὲ αὖθις τοῦτο καὶ οἷον ὑποβάθρα τῶν κατὰ

τὸν νοητὸν διάκοσμον πολιτευομένων ἀνδρῶν, αὐτός τ' ἂν

ἀκριβῶς εἰδείης, καὶ ἱκανῶς γε περὶ τούτων ἡμῖν, ὡς οἶσθα,

πεφιλοσόφηται ἔναγχος.

4

Ὅτι δὲ καὶ κλίμαξί τισι καὶ

γεφύραις αἱ κατὰ τὴν φιλοσοφίαν θεωρίαι ἐοίκασιν, ἀπὸ

τῶν ταπεινοτέρων ἐπὶ τὰ τιμιώτερα τὸν νοῦν ἐπαναγου-

σαι, δέονται δ' ὅμως καὶ τῆς ἀπ' ἀλλήλων ἐπικουρίας,

κἀντεῦθεν ἂν εἴη δῆλον· νοῦς μὲν γὰρ καὶ ὅσαι περὶ αὐ-

τὸν ψυχῆς ἐνέργειαι, οἷς ἂν τὰς καθ' αὑτὰ δυνάμεις ἐκ-

πέμψαιεν, ταῦτα διαφανῆ τε καὶ εὐτύπωτα διατελεῖν ἐθέ-

λουσι.

5

Ταῦτα δ' οὐκ ἂν ἀπὸ τῆς τέχνης ἐπανασώσαιεν

τὸν αὑτοῖς προσήκοντα λόγον, ὅσος ἔν τε κράσει καὶ ποιό-

τητι καὶ ποσότητι θεωρεῖται, μὴ ἐπιστατικῶς τοῦ νοῦ ἐξ-

ευρηκότος, οἷς τισι διαιτήμασι καὶ φαρμάκοις δέον κεχρῆ-

σθαι. οἷς δῆτα προῦργον δίνεται, ἐπὶ μὴ πᾶσι τοῦτο γί-

νεται.

6

Ἐπεὶ δὲ ταῦτα οὕτως ἔχει, φαίης δ' ἂν ἡμῶν

ἄμεινον κατανεύσας καὶ περὶ τούτων, χρεὼν ἂν εἴη ἐν-

τεῦθεν προαναλαβόντας ἡμᾶς τὸν λόγον, προδιασαφῆσαι

ἅττ' ἂν εἴη προσῆκον εἰδέναι τὸν ἐντευξόμενον τῷ βιβλίῳ,

ὡς μὴ ἀπατῷτο τῆς περὶ τὸν ἄνθρωπον οἰκονομίας ἀγνοῶν

τοὺς λόγους· εἰκὸς γὰρ καὶ ἑτέροις ἐμπεσεῖν τὸ βιβλίον·

οἷς μὴ κατὰ τὴν σὴν ἕξιν ἐς φιλοσοφίαν διατεθεῖσι δόξειεν

ἄν τι λόγου ἄξιον ἔχειν καὶ τὰ πρὸ τῆς ὑποθέσεως ῥηθη-

σόμενα.

7

Οὐδενὸς οὖν εἰκῆ οὐδ' ὡς ἔτυχε γινομένου

ἐπὶ τοῖς κατὰ φύσιν ἐνεργουμένοις πράγμασι, καὶ τούτου

ὡς μεγίστου τε καὶ ἀμεταθέτου κειμένου ἀξιώματος, οὐ

δίκαιον ἀγνοουμένων τῶν λόγων, ἐφ' οἷς δὴ ταῦτα γίνεται,

δι' ἁμαρτίας δή τινας καὶ ἀκαιρίας καταιτιᾶσθαι τῶν γενο-

μένων· ἀλλ' ἀπὸ τῶν ἐγνωσμένων κἀπὶ τὰ μὴ ἐγνωσμένα

χωρεῖν, καὶ τὴν αὐτῶν ποιεῖσθαι συζήτησιν· οὕτω γὰρ ἂν

πολλὰ καὶ τῶν μὴ φαινομένων ἀναφανείη τῷ περὶ ταῦτα

ἐσπουδακότι νῷ· φύσει μὲν γὰρ καὶ ὁμοιότητι τὰ κατ' αὐ-

τὸν καὶ περὶ αὐτόν, ὑπεροχῇ δὲ τὰ μετ' αὐτὸν οἶδε νοῦς.

μετουσίᾳ δὲ καὶ ἀλλοιώσει καὶ συγγενείᾳ τὰ ὑπὲρ αὐτόν.

εἰ δὲ μὴ πάντες ταῦτα διανοεῖσθαι ἱκανοὶ πεφύκαμεν, τὸ

ἀπεστράφθαι ἡμᾶς ἐκεῖθεν καὶ κεχηνέναι περὶ τὴν ὕλην,

τὸ αἴτιον.

8

Ἵν' οὖν μὴ εἰς μακρὸν τὸν λόγον ἀποτείνων

ἐκβεβηκέναι δόξω τῆς ὑποθέσεως, ἀπ' αὐτοῦ δὴ τοῦ ζη-

τουμένου πράγματος τὴν ἀρχὴν τῆς ὑποθέσεως θήσομαι,

βραχέ' ἄττα προδιαλαβὼν τῷ λόγῳ περὶ ψυχῆς, οὕτω βια-

σαμένης τῆς περὶ τὸν λόγον μεθόδου.

1

t

{Κεφ. αʹ. Ἀπόδειξις ἐκ τῶν κατὰ μέρος ἰδιοτήτων τῶν ἀλόγων ζῴων,

ὅτι ἐν ἡμῖν θεία τις οὐσία.}

1

Ὅτι μὲν οὖν ἐξ ἑτεροειδῶν εἰς ταὐτὸ συνιόντων,

ψυχῆς λέγω καὶ σώματος, ὁ ἄνθρωπος συνίστασθαι πέφυκε,

σοί τε πρὸ τῶν πολλῶν ἀποδεικτικαῖς μεθόδοις, καὶ τοῖς

πολλοῖς αὐτῇ τῇ ἐξ αἰσθήσεως πίστει δῆλον καθίσταται.

καὶ τῷ μὲν εἰς αἴσθησιν βλέποντι κἀκ τῶν τεθνεώτων οὐχ

ἧττον ἂν ἐποφθείη. ἐκστάντος γάρ τινος πάντα νεκρὰ φαί-

νεται.

2

Ἀλλὰ τοῦτο μὲν καὶ περὶ τὰ λοιπὰ τῶν ζῴων

φαινόμενον, οὐκέτι δῆλον τὸ διάφορον ἡμῶν πρὸς τὰ τῶν

ἀλόγων εἴδη ἐμποιεῖ. τῷ λόγῳ δὲ τὸ μεταξὺ ἀλόγου τε καὶ

λογικῆς ψυχῆς, ῥαδίως ἀναφαίνεται· ἕκαστον μὲν γὰρ τῶν

ἀλόγων ζῴων τὰ συστατικὰ ἐκ φύσεως πλεονεκτήματα καὶ

πρὶν ἢ δόξαι μαθεῖν προβαλλόμενον, τούτοις δὴ ἀπαρα-

τυπώτως χρῆται, μήθ' ὅπως εἰς τοῦτο γέγονε συνιέναι ἔχον,

μήθ' ὅπως ἂν ἐφ' ἕτερον μετασταίη εἶδος ἐπιτηδεύματος.

3

Ἀεὶ δὲ τοῖς αὐτοῖς ἕκαστον κέχρηται· μέλιττα μὲν γὰρ

ἀεὶ τοῖς αὐτοῖς σχήμασιν ἐπὶ τοῦ σίμβλου κέγρηται. καί-

τοι γε ἐξὸν καὶ ἐφ' ἕτέροις σχήμασι τὴν αὐτὴν ἀσφάλειαν

ἐπιδείξασθαι. τῇ αὐτῇ δ' ἀεὶ κέχρηται ἐργασίᾳ, καὶ οὔτ' ἄν

ποτε παύσαις αὐτὴν ἐργάζεσθαι· οὔτε παύσας, ἐφ' ἑτέραν

ἐργασίαν αὐτὴν ἐσόψει τραπεῖσαν. κἂν ἤδη ἐς τὸ ζῷον

εἶναι παραχθεῖσαν μεταστήσῃς τῶν γεννησάντων, καὶ ταῦτα

μήπω τὴν τοῦ μέλιτος ὅθεν τε καὶ ὅπως διδαχθεῖσαν οἰκο-

νομίαν, ἀφεὶς δὲ ταύτην ᾗ ἂν βούλοιτο φέρεσθαι, αὐτὰ

δὴ ταῦτα ἃ καὶ ἡ γεννησαμένη ποιήσῃ. καὶ οὔτ' ἂν τῆς

ἐργασίας ἐλλείψοι τῷ μὴ φθάσαι μυηθῆναι παρὰ τῶν φυ-

σάντων, οὔτ' ἂν πολλὰ κάμῃ, πλέον τι δυνήσεται τῶν λοι-

πῶν ἐξευρεῖν.

4

Μύρμηκες δὲ σίτου μὲν καὶ τῶν λοιπῶν

δημητρίων καρπῶν γεγήθασι σωροῖς, καὶ ταῦτα καιρῷ θέ-

ρους μᾶλλον συλλέγουσι· χειμῶνος δ' ὥρᾳ ἀπρόϊτοι, καὶ

οὔτ' ἀνθῶν αὐτοῖς μέλει, οὔτε δροσου λεπτῆς κατὰ τὰς

μελίττας.

5

Τοῖς αὐτοῖς δ' ἀεὶ καὶ σφίσιν οἰκείοις ἐγκε-

κύφασιν ἔργοις. καὶ οὔτ' ἂν ἐν σίμβλοις παραχειμάσαιεν,

οὔτε κατὰ τοὺς κατοικιδίους μῦς ἐν ὀρόφοις τε καὶ ταῖς

τῶν τοίχων ὀπαῖς· ἀεὶ δ' ὑπὸ γῆν αὐτῶν ἕκαστος χωρεῖ,

καὶ τὴν ἐς νέωτα ἀλέαν ἀναμένει ἐγκαρτερῶν.

6

Ἀράχνης

δὲ πλέκει δίκτυα, κἀκεῖθεν αὐτῷ τὸ ζῆν ἐπιγίνεται. κἂν

ἐπὶ βραχυτάτης αὐτὸν στενοχωρήσῃς ὀπῆς, οὐκ ἄν γε παύ-

σαις μὴ διατείνειν σπαρτία, καὶ ἐνεδρεύειν κώνωπα ἀλώ-

μενον, ἢ μυῖαν, ἤ τι τῶν ἐντόμων τε καὶ εὐχειρώτων ζῴων.

7

Καὶ ἄλλα δὲ ἄλλοις, σφίσι δὲ οἰκείοις γέγηθεν ἐπιτηδεύ-

μασι· λέων μὲν γὰρ ἐπὶ θήραν, καὶ τὸ τῶν λοιπῶν κατ-

ωρύεσθαι πρόεισι. κἂν πάνυ τοῦτον δουλώσαις, οὔποτ' ἂν

ἀφεὶς ἄλλα ποιοῦντα κατίδοις.

8

Λαγωοὶ δὲ κατεπτηχότες

τὸν ἀεὶ χρόνον διατελοῦσι· κυσὶ δὲ μᾶλλον τὸ φιλοδέσπο-

τον ἔνεστι, καὶ ἄλλοις ἄλλο τι πλεονέκτημα φύσεως, καὶ

ὑφ' ἓν εἰπεῖν, οὐδέν τι τῶν ζῴων ἐσόψει, ὃ μὴ πλεονεκτεῖν

κατά τι τῶν ἄλλων πέφυκε.

9

Πάντα δὲ ἀλλήλων λείπε-

ται· ὥστε οὐ μόνον ἡμιτελὲς ἂν ἐντεῦθεν ἕκαστον τῶν

κατ' εἶδος ζῴων ῥηθείη, ἀλλὰ καὶ σχολῇ γ' ἂν εἰ συγχωρη-

θείη, βραχύ τι ἀπόπτωμα ἤ τινα ἀπόρροιαν τοῦ ἐν ἡμῖν

λογικοῦ ταῦτα ἔχειν, θαυμασίως ὧδε τοῦ δημιουργικοῦ

οἰκονομοῦντος λόγου, ἵνα δηλαδὴ τῇ μὲν δοκούσῃ κοινω-

νίᾳ πρὸς τὸ συγγενὲς τὰ ἄλογα τῶν ζῴων ἐπιστρέφηται,

τῷ διαφόρῳ δὲ καὶ ὑπερέχοντι ὑπείκῃ τε καὶ δουλαγωγῆται

ῥαδίως.

10

Καθ' ἃ δὴ καὶ ἐν ἡμῖν ἐμπιστευθεῖσι νοερὰν

οὐσίαν, πρὸς τὸν ὑπὲρ νοῦν τε καὶ οὐσίαν, νοῦν μόνον

ἅγιον, ἐπιστρέφειν καὶ ἀνάγειν ἑαυτοὺς προστέτακται· κἂν

ἀποσφαλέντες τοῦ δέοντος, ἡμεῖς τ' ἐκεῖθεν ἀπέστημεν καὶ

ἴσοις μέτροις τὰ θηρία τε καὶ ἑρπετὰ ἡμῶν διέστησαν.

11

Καὶ τοῦτο δῆλον ἐκ τῆς ἐσαῦθις πρὸς τὸν θεὸν ἡμῶν

ἐπιστροφῆς· ὑπείκει γὰρ ἤδη καὶ δουλαγωγεῖται τὰ ἀτί-

θασσα καὶ ἰοβόλα ζῷα, καὶ χειροήθη γίνεται τοῖς κατὰ τὸ

δοθὲν ἡμῖν νοερὸν ἀξίωμα πολιτευομένος.

12

Καὶ τού-

των μὲν πέρι, μᾶλλον ἄν σου πυθοίμεθα περὶ νοερὰν

ἐσπουδακότος ἐργασίαν· καὶ τἄλλα πάντα τούτου τιθεμέ-

νου δεύτερα. ἡμῖν δὲ ἐπεὶ ταῦθ' οὕτως ἔχειν πεπίστευται,

συχνὸν ἂν εἴη τὸ μεταξὺ ἀνθρώπων καὶ ἀλόγων ζῴων,

καθὼς ἂν ἔτι προϊὼν ὁ λόγος κατασκευάσειεν.

2

t

{Κεφ. βʹ. Ὅτι οὐδέν τι ζῷον ἑτέρου ἐπιφέρεται πλεονέκτημα, ἄνθρωπος

δὲ τὰ πάντων προβάλλεται πλεονεκτήματα, καὶ ἄμεινον αὐτοῖς

κέχρηται, λόγῳ τε καὶ διανοίᾳ χρώμενος.}

1

Εἰ μὲν οὖν ὥσπερ ἔνια ἐνίων φρονιμώτερα φαίνε-

ται ταῖς φυσικαῖς ἰδιότησιν, οὕτω δὴ ἐπεκοινώνει κατὰ

πλείους τινὰς τρόπους τοῦ τῶν ἀνθρώπων γένους, εἰκότως

ἄν τις ἔφη, ὡς τῆς αὐτῆς ἢ τό γε δεύτερον ὁμοίας ψυχῇς

ἄνθρωπος τοῖς ἀλόγοις ἐπικοινωνεῖ.

2

Νυνὶ δὲ τοσούτῳ

ζῷα ἄλογα τῶν λογικῶν λείπεται, ὡς μηδ' ἄν ποτε ζῷον

ἄλογον ἑτέρου ἐπιδέξασθαι ἐπιτήδευμα, ἤτοι τέχνῃ ἢ βίᾳ

νικώμενον· ὡσαύτως δ' ἀεὶ τὰ φρονιμώτερα τὰ σφῶν αὐ-

τῶν ἔργα ἐπιδείκνυται, ὥσπερ αὖ γε τὰ ἀσφαλέστερα, τὰ

ἑαυτῶν· καὶ ἀλλήλοις μὲν τοιαῦτα παραβαλλόμενα δείκνυ-

ται. ἕκαστον δὲ ἐν τοῖς οἰκείοις ὅροις καὶ ἤθεσι διατελοῦν

γιγνώσκεται.

3

Ἄνθρωπός γε μὴν τὸ λογικὸν ζῷον πολλῷ

τ' ἀμείνονος καὶ ὑψηλοτέρας δημιουργίας ἐπιτυχὼν τοσούτῳ

τῶν λοιπῶν ἀλόγων διαφέρει, ὅσῳ, εἰ μὴ μικρὸν εἰπεῖν,

ταῦτα φυτῶν.

4

Ὥσπερ δὲ κἀν τοῖς φαυλοτάτοις τῶν

ζῴων ἔνεστι τὴν πᾶσαν τῶν φυτῶν οἰκονομίαν κατιδεῖν,

θρέψιν δηλαδὴ καὶ αὔξησιν καὶ καρποῦ φορὰν καὶ πᾶν

ὅ,τι φυτῶν ἴδιον, οὐδενὸς δ' ἂν ἴδοις ζῴων αἴσθησιν ἢ

κίνησιν ἐν τούτοις, μή τί γε ἤθη ἢ ἐπιτηδεύματα, οὕτω

δὴ καὶ τὴν τῶν ἀνθρώπων φυσικὴν πλεονεξίαν κατὰ τῶν

λοιπῶν ἀλόγων ζῴων σκοπεῖν προσήκει.

5

Καὶ πρῶτον

μὲν ἄνθρωπος ἀνθρώπου φρονιμώτερος καὶ ἐπιτηδειότερος

ἕτερος ἑτέρου φαίνεται· ἕκαστος δὲ αὐτῶν πολλὰς μετα-

μείβει τέχνας, καὶ ἤθη καὶ τρόπους μυρίους ἐπιδείκνυται.

6

Καὶ σχεδὸν εἰπεῖν, οὔκ ἐστιν οὐδὲν ἴδιόν τι ἐν ζῴοις

πλεονέκτημα ἢ ἦθος ἢ δίαιτα, ὃ μὴ καὶ τοῖς ἀνθρώποις

ἐπιφαίνεται, ἐκ τῶν ὁμοίων ἀεὶ τοῦ λόγου τὰ ὅμοια ἐξ-

ευρίσκοντες. τοσούτῳ δὲ διαφέροντα φαίνεται τὰ ἡμέτερα

τῶν ὅθεν δήπου προῆλθεν ἐς μίαν μίμησιν ὅσῳ γε καὶ

μετὰ λογικῆς ταῦτα γέγονεν ἐπισκέψεως.

7

Εἰ δὲ καὶ

καθ' ἕκαστα ταῦτ' ἐθέλεις ὁρᾶν, μάλιστα ἐσόψει τὸ τῶν

ἀνθρώπων διάφορον· ἐνταῦθα μὲν γὰρ θηρίων ἀγριότη-

τας ἐσόψει καὶ δειλίας· ἐκεῖ δὲ ἐπιμιξίας καὶ μονώσεις·

σωφροσύνας δ' ἐν ἄλλοις ἢ καὶ ἀκολασίας, ἐπιστήμας τε

μεταβολῶν ἀέρος καὶ ἰατρικὰς τέχνας· καὶ πᾶν ὅ,τι χαρίεν

τε καὶ φαῦλον ἐπὶ τῷ τῶν ἀνθρώπων ἀναφαίνεται βίῳ.

8

Ἔτι γε μὴν οὐ μόνον κατὰ τὰς μελίττας ἀποθήκας

μέλιτος, ἀλλά γε καὶ διαφόρων χυμῶν τε καὶ χυλῶν καὶ

ὀπῶν οἰκονομίας καὶ καρπῶν ἀποθήκας κατὰ τοὺς μύρ-

μηκας· καὶ πᾶν ὅ,τι μετὰ λόγου τε καὶ ἐπιστημονικῆς

ἐξευρισκόμενον κρίσεως τῷ τῶν ἀνθρώπων βίῳ λυσιτελεῖν

πιστεύεται.

9

Ἰξευτὴς δὲ οἶδεν ἀραχνῶν ἄμεινον καὶ

ἁλιεὺς πλέκειν δίκτυα· ἰατρῶν δὲ παῖδες σωτήρια καὶ ἀναι-

ροῦντα φάρμακα.

10

Καὶ τούτων ἕκαστος ἱκανὸς τοὺς

λόγους ἀποδιδόναι· ζῷα δὲ ἄλογα οὔτε οἶδεν οἷς κέχρηται

ὅπως κέχρηται, οὔτε ἐφ' ἕτερα μεταβῆναι δύναται· ὥστε

μάλιστα ἄν τις θαυμάσειε, τῶν μέχρις ἀλόγων τὸ τῆς ψυχῆς

ἡμῶν βιασαμένων νοερὸν τίσι τρόποις ἢ συλλογισμοῖς πε-

πεισμένοι τοῦτ' ἔφασαν. ὅπου γε μηδὲ τὰ πονηρότατα τῶν

πνευμάτων. οἰκείως ἔχειν νομίζεται, ἐπὶ ἀλόγων χωρεῖν

σώματα, καὶ ταῦτα ἐπὶ ἀνθρώπων ὁσημέραι χωροῦντα.

11

Ἀλλ' ὅτι μὲν τὸ μεταξὺ ἀλόγων τε καὶ λογικῶν διά-

φορον μέγιστόν τι καθέστηκε, μάτην ἄν τις ἐμπομπεύοι

τῷ λόγῳ μηκύνων, αὐταῖς αἰσθήσεσι γινωσκόμενον.

3

t

{Κεφ. γʹ. Ὅτι θεἶον καὶ νοερὸν ἐκ τῶν κατ' αὐτὴν ἐνεργειῶν ἡ ἐν

ἡμῖν ψυχὴ συνάγεται.}

1

Ὅτι δὲ ἐκεῖνο μὲν συνδιαρρεῖ τοῖς σώμασι μὴ πα-

ραμένον, ἀθάνατον δέ γε τὸ ἐν ἡμῖν καὶ θεῖον, ἔνεστιν

ἰδεῖν καὶ ἐξ ὧν αὐτὸ τῷ τῶν ἀλόγων παραβάλλοντες ἐξ-

ευρίσκομεν βουλευόμενον, κρῖνον, συλλογιζόμενον, προ-

τρεπόμενόν τε καὶ ἀποτρέπον, ποτὲ μὲν οὕτως, ποτὲ δ' αὖ

ἐκείνως, ἀεὶ δ' ἐφ' ἡσυχάζοντος τοῦ σώματος, πολλά τε

καὶ θαύματος ἄξια δι' ὀνείρων ἐξηγούμενον.

2

Καὶ τί

δεῖ περὶ ἐνυπνίων φάσκειν; ὅπου γε καὶ οἷς κεκαθαρμέ-

νον τὸ ψυχικὸν τουτὶ πνεῦμα καὶ ὁ βίος ἐπὶ θεωρίαν τῶν

ὄντων ἔστραπται, πάντα δῆλα γίνεται, ἃ τὴν αἴσθησιν

ἡμῶν διαφεύγειν φύσιν ἔσχηκε.

3

Τίνες γὰρ ἂν χυμοί,

ἢ πνευμάτων ἀπόρροιαι, ἢ δυνάμεις ἄλογοι, ῥαδίως οὕτω

ποτὲ μὲν ἐπὶ ἀκαριαίῳ τμήματι ὥρας διελθόντα τὴν οἰ-

κουμένην κατίδοιεν τὰ γιγνόμενα, ποτὲ δὲ ταῦτ' ἀφέντα

καὶ ἐπὶ τὰ θειότερα χωρήσαντα τῶν οὔπω γεγονότων φαῖεν

ἂν τὰς ἀποβάσεις; ἢ δηλονότι τῶν λογικῶν τοῦτο ζῴων

τὸ πλεονέκτημα; τὸ μὴ ἐπιστρέφεσθαι δὲ ἡμᾶς εἰς τοῦτο,

ποιεῖ ἀμφιγνοεῖν ὅτι ἐν ἡμῖν θεῖόν τι καὶ ἀθάνατον.

4

Τὴν ἀρχὴν δὲ οὐκ ἂν ᾔδειμεν, ὅτι θεία τις καὶ νοερὰ

ἐν κόσμῳ οὐσία, εἰ μή τις κἀν ἡμῖν τοιαύτη τις οὐσία

ἐνῆν. τῇ κοινωνίᾳ γὰρ τῶν φύσεων ἕκαστον τῶν αἰσθητι-

κῶν καὶ νοερῶν ἐπιγινώσκει. οὕτω τὸ τῆς ψυχῆς ἡμῶν

θεῖον καὶ νοερὸν ἐκ τῶν κατ' αὐτὸ ἐνεργειῶν καταλαμ-

βάνεται.

5

Πλείους δ' ἄν τις καὶ ἀριδηλοτέρους τούτων

λογισμοὺς ἐξεύροι τῷ λόγῳ, ὑπόθεσιν τὴν λογικὴν ψυχὴν

τοῦ λόγου ποιούμενος· ἡμῖν γὰρ οὐ περὶ ταύτης φᾶναι

πρόθεσις ἔνεστι· τῇ κοινωνίᾳ δὲ τοῦ λόγου καὶ ταῦτ' εἴρη-

ται.

6

Ὅτι δὲ ἁπλοῦν τὸ λογικὸν τοῦτο καὶ νοερὸν πνεῦμα

καὶ αὐτοκίνητον, ἐκ πολλῶν ἄν τις συλλογίσαιτο. Ὅτι δὲ

καὶ ἀθάνατον, καὶ ἀπὸ τῶν καθ' ἡμᾶς τούτων καὶ ὑπὸ

αἴσθησιν.

7

Εἰ γὰρ καθ' Ἱπποκράτην, εἰ ἓν ἦν, ὁ ἄν-

θρωπος οὐκ ἂν ἤλγει (οὐ γὰρ ἂν εἶχεν ὑφ' ὅτου ἂν ἔπασχε

πνεῦμα νοερὸν καὶ ἀσώματον), πῶς ἂν ὑποσταίη φθοράν,

μὴ ἔχον ὑφ' ὅτου ἂν πάθοι;

8

Εἰ δὲ δὴ λογικὸν τὸ ἐν

ἡμῖν θεῖον καὶ ἀθάνατον, τὰ καθ' ἡμᾶς δὲ ταῦτα σώ-

ματα τὸν ἀεὶ χρόνον διαρρέοντα καὶ ἀναίσθητα, ζητητέον

οἷς τισι ψυχὴ πρώτως συνάπτεται σώματι καὶ δι' ὧν τὰς

ἑαυτῆς τῷ σώματι ἐπιλάμπει δυνάμεις· τούτου γὰρ δήλου

γεγονότος, ἐξέσται ἡμῖν καὶ τοῖς ἀπὸ τῆς τέχνης βοηθή-

μασιν ἀμείνονα τὰ πρώτως αὐτῇ κοινωνοῦντα κατασκευά-

ζειν· ὥσπερ γὰρ μοχθηρία διαίτης νωθροτέρους ἡμᾶς καὶ

ἀμβλεῖς τὸν νοῦν ἀπεργάζεται, τὸν αὐτὸν αὖθις τρόπον

ἐπιτετευγμένη ὀξυτέρους τε καὶ ἐπιτηδειοτέρους ἐς νόησιν.

9

Τοῦτο δ' ἂν ἕκαστος καταμάθοι ζητήσας, καὶ πρὶν ἢ

κατὰ σκοπὸν ἐπιχειρῆσαι διαίταις, ὁτὲ μὲν ἀμβλύτερον,

ὁτὲ δ' αὖ ὀξύτερον αὐτὸν ἑαυτοῦ ἐπὶ ταῖς τυχούσαις ἐνερ-

γείαις καταμανθάνων.

10

Ἀλλὰ ὅτι μὲν ἁπλοῦν τε καὶ

πολυδύναμον, καὶ οἰκείοις ὅροις ἐμπεριγραφόμενον, ἀσώ-

ματόν τε καὶ ἀμόρφωτον τὸ ἐν ἡμῖν θεῖον πέφυκεν, ἐκ

τῶν κατ' αὐτὸ ἐνεργειῶν ὁ λόγος δίδωσιν ἐννοεῖν. ὅτι δὲ

καὶ διὰ τοῦ ἐν ἡμῖν πνεύματος ὡς δι' ὀργάνου τὰς ἑαυτοῦ

χορηγεῖ ἐνεργείας, καὶ ἐπιὼν ὁ λόγος διδάξειεν ἄν.

4

t

{Κεφ. δʹ. Ὅτι ἁπλῆ τις οὖσα καὶ μία τῷ ἀριθμῷ ἡ ψυχῄ, πολυειδὴς

τὴν δύναμιν φαίνεται.}

1

Ἡ τοίνυν ψυχή, ὡς εἴρηται, μία μὲν καὶ ἁπλῆ τῇ

οὐσίᾳ τελοῦσα, ποικίλη δὲ καὶ διάφορος τῇ δυνάμει, τισὶ

τῶν ἐξ αὐτῆς δυνάμεων, τῷ ἡμετέρῳ τούτῳ συνάπτεται

σώματι.

2

Ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐν αὐτῇ δυνάμεων θειό-

τεραί τε καὶ ἀκραιφνέστεραι, αἱ δ' αὖ γε ταῖς πρώταις

παραβαλλόμεναι ταπεινότεραί τε καὶ ἐνεργεῖς ἐν σώματι,

διὰ τῶν δευτέρων ἂν εἰκότως φαίημεν δυνάμεων, οἰκείως

ἔχειν ταύτην τῷ ἐν ἡμῖν συνάπτεσθαι πνεύματι.

3

Καὶ

μή μοι διαπίστει λέγοντι, ἱκανῶς ἔχοντι καὶ ἀπὸ τῶν

καθ' ἡμᾶς τούτων καὶ αἰσθητῶν τὰς πίστεις ἐπισυνάγειν.

ἓν γάρ που ἢ δύο ῥηθέντα παραδείγματα ἱκανὰ ἔσται

τοὺς μὴ φιλονεικεῖν ἐθέλοντας πεῖσαι, ὡς ἁπλοῦν τι καὶ

πολυδύναμον ἡ ψυχή.

4

Τῶν ἁπλῶν οὖν ἔνια φαρ-

μάκων, δύο που ἢ τρεῖς ποιότητας ἔχοντα, οὐδεμία τού-

των παραλυμαίνεται τὴν ἑτέραν, οὔτε κατὰ τὴν αἴσθη-

σιν οὔτε κατὰ τὴν δύναμιν, ἀλλ' ᾗ ἂν αὐτῶν οἰκείως

ἔχῃ τὸ πεπονθός, ταύτης ἄρα καὶ ἀπολαύει οἰκειότητί τινι

τῆς ἐν αὐτοῖς δραστικῆς ποιότητος ἐνεργούσης ἐν τοῖς

ἀντιπεπονθόσι μέρεσι.

5

Καὶ γὰρ ἀλόης καταπίων τις

τοὺς ἐνοχλοῦντας τῷ τῆς κοιλίας στόματι ἐσόψεται κα-

θαιρομένους χυμούς, τῇ ῥυπτικῇ ταύτης δηλυνότι δυνά-

μει. ἀτμοῖς δὲ ταύτης ἢ ἐπιχρίσεσι τὰ ἐπισκοτοῦντα ταῖς

κόραις λύεται· αὖθις δὲ ἐκλελυμένον στόμα γαστρὸς τονώ-

σαις ἂν τῇ στυφότητι ἔξωθεν ἐπιθείς. ὅμφαλον δὲ ἐπι-

χρίσας καὶ ἐπιγάστριον, κτείναις ἂν τὰς ἐντὸς ἕλμινθας·

καὶ ταῦτα γίνεται, ἑκάστης αὐτῆς ποιότητος ἐνεργούσης ἐν

ἀντιπεπονθόσι μέρεσι.

6

Κάππαρις δὲ ἄλλῃ μὲν τονοῦν

δυνάμει τὸν στόμαχον λέγεται, ἑτέρᾳ δὲ ῥύπτειν ἐγκαθη-

μένους τῷδε χυμούς, ἄλλῃ δὲ τέμνειν καὶ ἀποφράττειν

σπλάγχνα.

7

Καὶ πολλὰ τοιαῦτα ἔργα φύσεως ἐσόψει ἐγ-

καταμεμιγμένας τε καὶ πολυχρήστους δυνάμεις ἔχοντα.

8

Εἰ δὲ ἁπλᾶ οὕτω φάρμακα ἀκατακεράστους μικροῦ δεῖν

καὶ ἀνεπιμίκτους ἔχει ποιότητας, καὶ διαφόρας δι' αὐτῶν

ἐν ἡμῖν ἐνεργεῖ κατὰ τὰς ἀντιπεπονθυίας διαθέσεις, οὐσία

θεία τε καὶ νοερὰ πῶς οὐκ ἂν κατὰ τὰς ἐν αὐτῇ δυνά-

μεις ἐνεργήσειε τὰ ἀνήκοντα;

5

t

{Κεφ. εʹ. Περὶ ἰδίων ἐνεργειῶν τῶν κατὰ τὴν ψυχὴν δυνάμεων.}

1

Καὶ νοῦς μὲν βραχύ τι ἢ οὐδὲν καθ' αὑτὸν ἐπι-

κοινώνηκε τοῦ ἐν ἡμῖν πνεύματος.

2

Πρώτη γὰρ οὖν

οὗτος καὶ ἀκραιφνεστάτη δύναμις τῆς ἐν ἡμῖν λογικῆς καὶ

νοερᾶς οὐσίας ἐν τοῖς ὁμοίοις γέγηθεν ἀνατρέχων, κἀκεῖ-

θεν αὐτῷ πᾶσα νοερὰ ἔννοια· τότε δὲ καὶ ἀνεπιστρόφως

αὐτὸν ἔχειν πρὸς τὰς περὶ τὴν αἴσθησιν δυνάμεις γίνεται,

ἀντιρρόπου οὔσης τῆς κατ' αὐτὸ ἐνεργείας, τῇ καθ' ἡμᾶς

αἰσθήσει, ὅτε ταύτῃ μόνῃ ζῶμεν τρόπον βοσκηματώδη.

εἰ μὴ καὶ τὸ πλέον ἐκείνῳ τις χαρίσαιτο.

3

Ὅτι ἀξίᾳ τε

καὶ ἐνεργείᾳ καὶ ἐφ' οἷς ᾠκείωται, πολλῷ γε τῶν ὑπὸ αἴ-

σθησιν διενήνοχεν, ἀμέλει πρὸς τὰς ὑπ' αὐτὸν δυνάμεις

καὶ τὰ μετ' αὐτὰς ὄργανα, ἢν ἀπλανῆ καὶ καθαρὰ ᾖ, ῥο-

πὴν λαβών, πολλὰ τῶν ἀμεινόνων θεαμάτων μέχρις αὐτῆς

αἰσθήσεως παραπέμπει· καθ' ὅσον δ' ἂν ταῦτα τύχοιεν

πλημμελήσαντα, καὶ αἱ ἐκεῖθεν ἔννοιαι παρατυπωτικῶς

προΐενται.

4

Διάνοιά γε μὴν μετὰ νοῦν δευτέρα οὖσα

τῷ ἀξιώματι, οἵα τις γέφυρα μεταβιβάζει διαπλάττουσα

ἀπὸ τοῦ νοῦ ἐπὶ τὰς ἐφεξῆς δυνάμεις, τὰ ἄποσά τε καὶ

ἀμεγέθη καὶ ἀχρωμάτιστα θεάματα.

5

Ταῦτα δὲ δόξα

παραδεξαμένη, ἀμφιρρεπής τις οὖσα δύναμις τῆς ψυχῆς,

ἅτε μετασχηματιζομένη ταῖς τε ἀπλανέσι ἐννοίαις καὶ ταῖς

μὴ τοιαύταις φαντασίαις, τῇ φαντασίᾳ ἐγκατατίθησιν.

6

δὲ ὥσπερ λέγεται παθητικὸς οὖσα νοῦς καὶ χρώματα καὶ τύ-

πους καὶ σχήματα ποιότητάς τε καὶ θέσεις καὶ πᾶν ὅ,τι

τοιοῦτον τοῖς παραπεμφθεῖσιν ἐντίθησι.

7

Τούτῳ δὴ τῷ

μέρει τῆς ψυχῆς καὶ πολλοὺς πυνθάνομαι τῶν ἐπιδοῦναι

ἑαυτοὺς θεωρίᾳ βεβουλημένων, ἀποσυληθέντας τὸν νοῦν,

ἀνάξιόν τι παθεῖν τῆς ἑαυτῶν προθέσεως, καὶ μάτην ἐγ-

κατατρίψαι τὸν χρόνον.

8

Βίαιον γὰρ πάνυ τουτὶ τὸ

μέρος καὶ ἀντιπεπονθὸς ταῖς τοῦ νοῦ ἐνεργείαις· ὅσον γὰρ

ἐκείνῳ δυσχερὲς ἐνταῦθα τὸ νόημα διαβιβάσαι καὶ ὑπὸ

αἴσθησιν ἀγαγεῖν, τοσούτῳ δὴ τῇ φαντασίᾳ τῶν ὧν ἡ

αἴσθησις δίδωσι παθῶν ὑπεκστῆναι· ἀνάπαυμα γάρ τι καὶ

οἷον ταμιεῖον αἰσθήσεων ἡ φαντασία τοῖς ζῴοις φαίνεται·

καὶ τοῖς μὲν ἀλόγοις αὐτὸ δὴ τοῦτο τὸ ἡγεμωνικώτατον,

ἡμῖν δὲ τοῦτ' ἀρχὴ μετὰ τὴν αἴσθησιν τῶν ψυχικῶν δυνά-

μεων.

9

Ἀλλὰ γὰρ ἐπειδὴ ἡμᾶς αὐτοὺς ὁρῶμεν πάσχον-

τας, ἐνίοτε μὲν μίαν ἢ δύο που τῶν αἰσθήσεων (ἔστι

δ' ὅτε πάσας ἢ τὰς πλείους), οὐχ ἧττον δὲ πάσχον ἴσμεν

τό,τε φανταστικὸν καὶ λογιστικὸν καὶ μνημονευτικόν, φέρε

δὴ σκεψώμεθα, ὅπως τε ταῦτα πάσχει καὶ ὑφ' οἵων αἰτίων,

καὶ πῶς ἂν μὴ ῥᾳδίως ἁλίσκοιτό τις τούτων τοῖς πάθεσι

διαιτώμενος, ὡς ἂν δὴ πέρας ἡ ἐπὶ τῷ λόγῳ σχοίη ὑπό-

σχεσις.

10

Ὅτι μὲν οὖν καθ' αὑτὴν ἀπαθὴς ἡ ψυχὴ πε-

φυκεν, ἐπικοινωνεῖ δὲ τῶν ἐν ἡμῖν παθῶν διὰ τοῦ ἐν ἡμῖν

ψυχικοῦ πνεύματος, ὥσπερ ὄχημά τι τοῦτο ἔχουσα, καὶ

δι' αὐτοῦ τὰς ἑαυτῆς ἐπιτελεῖ ἐνεργείας, τὸ μὲν ἤδη δέ-

δεικται, τὸ δ' αὖ ῥηθήσεται· ὅτι δὲ κατὰ τὰς ἀλλοιώσεις

αὐτοῦ καὶ μεταβολὰς μετρίας οὔσας ἔστιν ὅτε μεγάλα ἐπα-

κολουθεῖ τοῖς σώμασι συμπτώματα, καὶ τοῦτ' ἂν προϊὼν

ὁ λόγος διδάξειε.

6

t

{Κεφ. Ϛ. Περὶ τῆς κατὰ τὴν τροφὴν οἰκονομίας, ἐν ᾧ καὶ περὶ διαφορᾶς

πνευμάτων γενομένων κατά τε τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἔτι δὲ τὴν

καρδίαν καὶ τὸν ἐγκέφαλον· καὶ ὅπως τούτοις οἶον ὀχήμασιν

αἱ ψυχικαὶ δυνάμεις κέχρηνται.}

1

Καὶ δὴ τέλους ὡς ἄν τις φαίη τῆς ἐν ἡμῖν οἰκο-

νομίας τοῦ ψυχικοῦ τούτου τελοῦντος καὶ οὔ ποτε παυο-

μένου, ἀεὶ δ' ἐπιρρέοντός τε καὶ ἀπορρέοντος, προσήκει

σκέψασθαι, ὅθεν δὴ τὴν γένεσιν ἔχει καὶ ὅπως ἂν ἀκραιφνὲς

τηροῖτο.

2

Ἐπεὶ δὲ τοῦτο μὲν ὥσπερ ἀρχή τε καὶ πρῶ-

τον τῆς ὑποθέσεως κεφάλαιον, οὐκ ὀλίγα δέ οἱ συμβάλλε-

ται, καὶ ὁ περὶ τῶν λοιπῶν ἐν ἡμῖν πνευμάτων λόγος, καὶ

ἄλλως δὲ ἐντελέστερον ἂν οὕτω διασκευασθείη ὁ λόγος,

φέρε περί τε τῶν χυμῶν, οἳ δὴ ἐν ἡμῖν στοιχεῖα πρῶτα

διατελοῦσι, καὶ τῶν ἐξ αὐτῶν πνευμάτων, καὶ πρό γε τού-

των περὶ τῆς κατὰ τὴν τροφὴν οἰκονομίας καὶ τῶν ἐξ αὐ-

τῆς πνευμάτων διασαφήσωμεν, ὡς μὴ ἐλλεῖπόν τι τῷ λόγῳ

ὑποσχάζειν τὴν ὑπόθεσιν ἐμποιῇ.

3

Τῆς τοίνυν τροφῆς

διαμασηθείσης καὶ ἐπὶ πέψιν τὴν ἐπὶ τῇ κοιλίᾳ χωρησάσης,

εὐχύμου μὲν καὶ εὐπέπτου οὔσης καὶ μάλιστα ἀφύσου, ὑγιαι-

νούσης δὲ καὶ τῆς γαστρός, καὶ μή τινος αὐτῇ ἐμπεπλασμέ-

νου χυμοῦ, ὡραία μὲν ἡ πέψις τε καὶ ἡ ἀλλοίωσις γίνεται

ἐν αὐτῇ, βραχὺ δὲ ἢ οὐδὲν ἄνω ἢ κάτω πνεῦμα ὑπέξεισιν·

ἀτμοειδὴς δ' ἐκεῖθεν ἐπὶ τὴν κεφαλὴν ἀναδοθεῖσα ἀναθυ-

μίασις, τέγγει μὲν τὰ αὐχμῶντα, διευρύνει δὲ οἷον τῇ ἠπίᾳ

προσβολῇ τοὺς ἐν αὐτῇ πόρους καὶ χαλᾷ τὸ συντεταμένον

τῶν αἰσθήσεων καὶ ἐπὶ ἠρεμίαν ἤδη μεταβιάζεται τὴν ἐπὶ

τὸ ἐγρηγορέναι κίνησιν, εἶθ' οὕτως λήγειν τῆς ἀναπεμπού-

σης αὐτὴν τροφῆς διοικηθείσης ἤδη τῇ γαστρὶ καὶ ὑπο-

χαλασθείσης.

4

Εἰ δ' ἀγαθὰ μὲν εἴη τὰ σιτία, ἤτοι δὲ

κατά τινα δυσκρασίαν ἢ χυμῶν τινων ἐμπεπλασμένων, ἡ

γαστὴρ νοσεῖ, αἵ τε πέψεις ἀτελεῖς ᾧδε καὶ οἱ ἐκεῖθεν ἀτμοὶ

ἢ παχεῖς τε καὶ ὁμιχλώδεις, ἢ καπνώδεις τε καὶ λιγνυώδεις·

ἱκανοὶ δὲ πάντες οἵδε χρονίσαντες παχῦναί τε καὶ θορυ-

βῆσαι τὸ ἐν ἡμῖν πνεῦμα.

5

Ἢν δὲ φαῦλα μὲν ᾖ τὰ

σιτία, ἐπικρατῇ δὲ ποιότησί τισιν ἀλλοτρίαις κακόχυμα ὄντα,

ἔστιν ὅτε δὲ καὶ δύσπεπτα, τὰ παραπλήσια τοῖς προτέροις

συμβαίη ἄν· καὶ ὧδε μὲν ἤτοι ταῖς ποιότησιν ἢ ταῖς ποσό-

τησι λυμαινομένων τῶν τροφῶν.

6

Τῶν δὲ ὀργάνων ἢ

δυσκρασίᾳ ἁλόντων, ἢ ἐμπεπλασμένους ἐχόντων χυμούς

τινας τοῖς ἐκεῖθεν ἀναφερομένοις ἀτμοῖς, ὁποῖαι δή τινες

ἀλλοιώσεις περὶ τουτὶ τὸ πνεῦμα γίνονται· μέτριαι μὲν

ἐπὶ μετρίοις πλημμελήμασιν, οὐκ ἀγεννεῖς δὲ ἐπὶ μεγίστοις.

7

Ἀλλ' ἐπειδάν γε τῆς τροφῆς οἰκονομηθείσης καὶ διακρι-

θείσης κατὰ τοὺς στοιχειώδεις τούτους χυμούς, καὶ κατὰ

τὴν ἐνοῦσαν ἑκάστῳ τῶν σπλάγχνων δύναμιν, ἐπὶ τἀκρι-

βέστερον ἕκαστος τῶν προληφθέντων χυμῶν τῷ προσ-

λαβόντι ἐξομοιωθῇ, ἀναφέρονται μὲν ἐπὶ τὴν κεφαλὴν

ἀλλοιουμένων τε καὶ πεπτομένων ἀτμοί, οὐ πάνυ τι δὲ

οὐδ' οὗτοι θορυβεῖν πεφυκότες, εἰ μή που πάνυ ἐπικρα-

τήσαιεν.

8

Ὅ γε μὴν ἀμείνων πάντων χυμός, ὃς δὴ

καὶ ὕλη καὶ ἀρχὴ τοῖς ἐν ἡμῖν γίνεται πνεύμασιν, ἐπὶ τὸ

ἧπαρ ἤδη χωρήσας καὶ ἐξομοιωθεὶς τῷ σπλάγχνῳ, τὸ φυ-

σικὸν δὴ τοῦτο πνεῦμα πρώτως ἀπογεννᾷ, ᾧ δὴ καὶ τὸ

ἐπιθυμητικὸν τῆς ἐν ἡμῖν ψυχῆς ἐπιφαίνεται· τούτῳ γὰρ

ὀργάνῳ, ὡς ἄν τις εἴποι ἐπιθυμίας τε καὶ ἀλόγων ὀρέξεων,

ἡ ἐν αὐτῷ ψυχικὴ δύναμις κέχρηται.

9

Ὅτι δὲ τοῦθ'

οὕτως ἔχει, δῆλον ἂν εἴη ἐκ τοῦ πεπονθότος τουτουῒ τοῦ

σπλάγχνου καὶ τοῦ ἐν αὐτῷ διαφθαρέντος χυμοῦ, ἀποσί-

τους τε ἡμᾶς καὶ πάντα ἀηδῆ λογιζομένους φαίνεσθαι,

καὶ πάντῃ ἀνεπαφροδίτους εἴς τε πικρίαν καὶ ὀργὴν καὶ

τὰ τοιαῦτα μεταπίπτοντας πάθη κατὰ τὴν ἐπικρατήσασαν

ποιότητα τοῦ ἐν αὐτῷ συμφθειρομένου πνεύματος.

10

Τὰ

γὰρ δὴ κατὰ συμπάθειαν τῆς γαστρός, ἐφθαρμένους πλου-

τούσης χυμούς, πολλῷ γε μέτρια καὶ ῥᾷόν ἐστι βοηθεῖν.

ἀποτροφεῖ δὲ ὧδε καὶ ἀπορρεῖ τὸ σῶμα, ἐπειδὴ φυτῶν ἐνέρ-

γειαν τουτὶ τὸ σπλάγχνον πεπίστευται, καὶ διὰ τοῦ ἐν αὐτῷ

πνεύματος ἡ διοικοῦσα δύναμις τῆς ψυχῆς προβάλλει τὰ

ἀνήκοντα.

11

Ὅτι δὲ κἀν τῇ γαστρὶ πνεῦμά τι ἕτερον

διάφορον πρὸς ταῦτα φαίνεται γεννώμενον, καὶ διὰ τούτου

τὰς κατὰ μέρος πάσχομεν αἰσθήσεις ἐπὶ τοῖς ὀρεκτοῖς,

νῦν μὲν τούτων, αὖθις δ' ἐκείνων, ἄλλοτε δ' ἄλλων φαύ-

λων τε καὶ ἀγαθῶν ὀρέξεις σιτίων ἔχοντες, ὁσημέραι ἰδεῖν

ἐστὶν ἡμᾶς οὕτω διατιθεμένους καὶ ποτὲ μὲν τῶν ὁμοίων

ὀρεγομένους κατὰ τοὺς ἐπικρατοῦντας χυμούς, ποτὲ δὲ

τῶν ἐναντίων τῶν ἐπικρατούντων ἐπὶ τὸ κολάσαι τὴν ἀμε-

τρίαν.

12

Καὶ τοῦτο μὲν ἤδη ψυχρόν τε καὶ ὑγρὸν τὸ

πνεῦμα, τοῖς μετ' αὐτὸ προβαλλόμενον· ὄχημα δέ τι τῆς

ἐν ἡμῖν τῶν κατὰ μέρος σιτίων ἑκάστοτε ὀρεκτικῆς δυνά-

μεως. ἐκδέχεται δὲ αὐτὴν ἡ ἐπὶ τὸ ἧπαρ, γεννικωτέρα οἷον

οὖσα καὶ περιεκτικωτέρα, καὶ ἀρχὴ μειζόνων ὀρέξεων καὶ

ἐπιθυμιῶν·

13

Καὶ οὔπω θαυμαστόν, εἰ μία τις οὖσα

τῷ ἀριθμῷ ἡ ἐν ἡμῖν ψυχὴ ποικίλας ἀποδίδωσιν ἐνεργείας

κατὰ τὰς τῶν ὀργάνων ἐπιτηδειότητας, πολυδύναμός τε

οὖσα καὶ τῷ παντὶ ἐνηρμοσμένη σώματι κατά τινας οἰ-

κειότητας.

14

Ἀλλὰ ταῦτα μὲν ὧδε· οὐ γὰρ δὴ καὶ πε-

ραιτέρω χρὴ προβαίνειν ἡμᾶς ἐκβαίνοντας τὴν ὑπόσχεσιν.

15

Τὸ τοίνυν φυσικὸν τουτί, ὡς εἴρηται πνεῦμα, λεπτό-

τερον μὲν ὂν πολλῷ καὶ καθαρώτερον καὶ θερμότερον τοῦ

ἀπὸ τῆς κοιλίας ἐν ταῖς πέψεσι τῶν τροφῶν ἐπιγεννωμέ-

νου, ὑγρότερον δὲ τοῦ μετ' αὐτό, πολλῷ ἐλλεῖπον τῇ λεπτό-

τητι καὶ τῇ θερμότητι φαίνεται.

16

Καὶ γὰρ μετὰ τὴν

ἐπὶ τὰ κυρτὰ τοῦ ἥπατος ἀνάδοσιν, κατὰ τὴν λαμβδοειδῆ

οὕτω καλουμένην φλέβα ἀποσχιζομένου τοῦ αἵματος, τὸ

μὲν ἐπὶ τὰ κάτω μέρη, τὸ δ' αὖ εὐθὺ καρδίας χωροῦν φαί-

νεται, καὶ διὰ τῆς δεξιᾶς ἐπὶ τὴν ἀριστερὰν κοιλίαν τῆς

καρδίας διέξεισι.

17

Καὶ πλείονα κατεργασίαν δεξάμενον

διὰ τῶν ἀρτηριῶν ἄνω τε καὶ κάτω χωρεῖ, καὶ τὸ ζωτικὸν

ὧδε καλούμενον γεννᾶται πνεῦμα, ὥσπερ ἀπό τινος πηγῆς

τῆς καρδίας διὰ τῶν ἀρτηριῶν ἐφ' ὅλον χωροῦν τὸ σῶμα,

ὄργανον ζωῆς τῇ φύσει γινόμενον.

18

Οὐ γὰρ εἰκὸς ἦν

τῇ διαπλαττούσῃ ταῦτα δυνάμει ὄργανον πεποιημένῃ φυ-

σικόν, δι' οὗ τρέφει καὶ αὔξει τὰ μεταβατικὰ ταῦτα σώ-

ματα μὴ οὐχὶ ζωῆς ποιῆσαι πρότερον· εἰ γὰρ δὴ διὰ τὸ

μεταβαίνειν τοῦ ἡγεμονικοῦ ἐδέησε, πρώτου τῶν ἄλλων

ὄντος τῷ ἀξιώματι, μᾶλλον ἂν ἔδει προσειληφέναι τοῦτο

τὸ ζωτικόν· ζῶντα μὲν γὰρ ἔνια οὐ μεταβατικῆς δυνάμεως

εἴληχε, τῶν μεταβαινόντων δ' οὐδέν, ὂ μὴ καὶ ζωῆς μετεί-

ληφεν.

19

Εἰ δὲ καὶ τῇ ὑλικῇ αἰτίᾳ προσέχειν τις ἐθέλει,

τῷ ζωτικῷ μᾶλλον εὐχερὲς τοῦ φυσικοῦ πνεύματος μετα-

βεβλῆσθαι, ἐς ψυχικοῦ καὶ ἡγεμονικοῦ πνεύματος ἰδέαν.

20

Καὶ τῇ μὲν ἀνάγκῃ τῆς χρείας ζωτικὸν μὲν μετὰ τὸ

φυσικόν, εἶθ' οὕτω ψυχικὸν γέγονεν. οὐχ ὥσπερ δὲ προ-

βαῖνον ἀπὸ γαστρὸς ἠργμένον λεπτότερον γίνεται, οὕτω δὴ

ἀεὶ καὶ θερμότερον· ἀλλὰ μέχρι μὲν αὐτῆς τῆς καρδίας

ὡσαύτως τῇ λεπτότητι καὶ ἡ θερμότης προβαίνει.

21

Ὑφαι-

ρεῖται δὴ ἀεὶ τὸ πλέον τῆς ὑγρότητος· μετὰ δὲ τοῦτο τῆς

μὲν θερμότητος ἱκανῶς ἀνίεται· τῇ δὲ λεπτότητι ἀεὶ τὸ

πνεῦμα προβαίνει, ἐλλεῖπον ἤδη καὶ καθ' ὑγρότητα· ἀρ-

τηριῶν γὰρ ὧδε καὶ φλεβῶν ἀνηνεγμένων καὶ κατακεκερ-

ματισμένων εἰς ἀγγεῖα βραχύτατα, τὸ δικτυοειδὲς ἐντεῦθεν

γίνεται πλέγμα, κάτωθεν διὰ τῆς λεπτῆς καλουμένης μή-

νιγγος, αὐτὸ τὸ σπλάγχνον διαλαμβάνον τοῦ ἐγκεφάλου.

22

Ἐντεῦθεν δὲ τοῦ ἐγκεφάλου τρεφομένου τὸ ψυχικὸν

εἶθ' οὔτως γίνεται πνεῦμα κατὰ τὰς αὐτοῦ κοιλίας καὶ

τὰς τῆς ψυχῆς ἡμῶν ἐνεργείας πιστεύεται· ὄργανον πρῶ-

τόν τε τῷ ἀξιώματι καὶ οἰκεῖον γινόμενον τῇ λεπτότητι.

23

Ἀλλὰ γὰρ ἐπειδὴ περὶ τὸ σκοπιμώτατον ἡμῖν ὁ λόγος

γέγονε, πλείονος δεῖ καὶ τῆς σκέψεως, ὡς μήτι τῶν δεόν-

των ῥηθῆναι, τύχῃ διαφυγόν. οὕτω γὰρ ἂν ἄρτιος ὁ λόγος

τῇ καθ' αὑτὸν οἰκονομίᾳ ἀποδοθείη.

7

t

{Κεφ. ζʹ. Περὶ τῆς κατὰ τὸν ἐγκέφαλον διαπλάσεως καὶ τῆς κατ' αὐτὸν

φαινομένης διαφορᾶς τοῦ ψυχικοῦ πνεύματος.}

1

Τοῦ τοίνυν ψυχικοῦ τούτου πνεύματος, ἐπὶ τῷ

σπλάγχνῳ ἀποτελουμένου τοῦ ἐγκεφάλου, οὐκ ὀλίγα θαύ-

ματα γίνεται τῆς φύσεως, ἐφ' οἷς ἀπορεῖν ἔστιν.

2

Ἐπὶ

μὲν γὰρ τῶν ἄλλων σπλάγχνων, ὅπη τὸ ζωτικὸν καὶ φυ-

σικὸν τελεσιουργεῖται πνεῦμα, ᾗ ἂν αὐτῶν ἑκάτερον δια-

δοθείη τοῦ σώματος, τὰς αὐτὰς ἰδεῖν ἔστιν αὐτῶν ἐνερ-

γείας. κἂν εἴ τι καὶ διαλλάξαιεν, βραχύ τι τοῦτο καὶ οὐκ

ἄξιον λόγου.

3

Ὡδὶ δ' οὐχ οὕτως, ἀλλ' ὧδε μὲν ἑτέρας

ἐνεργείας, ἐκεῖ δ' ἑτέρας, ἀλλοίας δ' ἐν ἄλλῳ μέρει, καὶ

ὑφ' ἓν εἰπεῖν ποικίλας τε καὶ πολυειδεῖς τὸ τοῦ αὐτοῦ καὶ

ἑνὸς σπλάγχνου πνεῦμα ἐνεργείας οἰκονομεῖ· ὥστε καὶ ἀπο-

ρεῖν ἔστι, πότερον κατὰ τὰς τῶν μορίων τοῦ σπλάγχνου

διαφορὰς διάφορον καὶ αὐτὸ γινόμενον, οὐχ ὅμοιον ἑαυτῷ

πάντῃ ἐστὶ τουτὶ τὸ πνεῦμα, ἢ τὸ αὐτὸ διόλου ὂν ἑτε-

ροῖον κατὰ τὰς τοῦ σπλάγχνου οὐσιώδεις διαφοράς, καὶ ἔτι

τὰς ἀπονευρώσεις ἢ ἀποφύσεις φαίνεται, ἢ δηλονότι τὸ

δεύτερον μᾶλλον ἄν τις ἕλοιτο.

4

Καὶ γὰρ ἐπειδὴ τὸ

τοιοῦτον τοῦ ἐγκεφάλου ὄργανον ἐν βραχεῖ τόπῳ περιγρα-

φόμενον, ἔμπροσθεν μὲν εἰς δύο διῄρηται κοιλίας· προσ-

πέφυκε δ' αὐτῇ ἑτέρα βραχύ τι ὄπισθεν, ἣν παρεγκεφα-

λίδα ἔφασαν· συντέτρηται δὲ καὶ τὸ μεταξὺ τῶν κοιλιῶν,

ὡς μὴ ἐμποδὼν εἶναι χωρεῖν τὸ πνεῦμα ὅπη ἂν ὁρμήσοι·

κεκένωται δὲ καὶ πρὸ τῶν ῥηθεισῶν δύο κοιλιῶν ἔμπροσθεν

τὸ κρανίον ὑπὸ τὴν παχεῖαν μήνιγγα, ὡς κἀνταῦθα τὸ

ψυχικὸν τουτὶ πνεῦμα διαρρεῖν· οὐκ ἔστιν ἄλλως εἰπεῖν,

οὐκ ἔστιν ἢ ὡς πάνυ λεπτόν τε καὶ διαφανὲς ὄν, καθ' οὓς

ἂν τόπους κινηθείη τοῦ ἐγκεφάλου, μεταβάλλεται ἀλλοι-

ούμενον, εἰ μὴ γελοῖον εἰπεῖν, κατὰ τοὺς πολύποδας.

5

Ὅτι δ' οὐ πάνυ τι ἀκριβῶς τουτὶ τὸ σπλάγχνον ὁμοιο-

μερές, τῷ λόγῳ δείκνυται, εἰ καὶ μικροῦ τὴν αἴσθησιν

διαπέφευγεν· ἐκ γὰρ τῶν κατ' αὐτὸ ἔστι τοῦτο μαθεῖν ἀπο-

φύσεων.

6

Τὰ μὲν γὰρ ἔμπροσθὲν οἱ, ἁπαλωτέρας τὰς

ἀποφύσεις ἔχει, ἰσχυροτέρας δέ γε τὰ ὄπισθεν· καὶ δὲ οὕτω

τῆς χρείας καλούσης ταῦτα γίνεται, ἀλλ' οὖν τὸ ὑλικὸν

αἴτιον ὧδε πρότερον. τὰ μὲν γὰρ ὄπισθεν κινῆσαί τε καὶ

μεταγαγεῖν καὶ ἕλξαι καὶ πᾶν ὅ,τι δράσαι βίαιον ἱκανά·

τὰ δ' ἔμπροσθεν ἀποφυόμενα νεῦρα αἰσθάνεσθαί τε καὶ

ἀλλοιοῦσθαι ῥᾷον, ἐπιτήδεια γέγονεν.

7

Εἰ τοίνυν ἐκ τῶν

ἐξ αὐτοῦ ἀποφύσεων μὴ ἑαυτῷ πάντῃ ὁμοίως διαφαίνηται,

τὸ πνεῦμα δὲ διὰ παντὸς τοῦ σπλάγχνου χωρεῖ, εἰκότως ἂν

ῥηθείη, ὡς κατὰ τὰς τῶν μορίων ἐξαλλαγὰς καὶ τὸ πνεῦμα

μεταβαλλόμενον, λεπτὸν πάνυ καὶ εὐαλλοίωτον ὄν, ὧδε

μὲν ἄλλας, ἐκεῖ δ' ἑτέρας ἐνεργείας ἀποπληροῖ.

8

Καὶ

καθάπερ διὰ τῶν φωταγωγῶν θυρίδων ὑέλους διαφόρων

παραπετάσαντες χρωμάτων τὰς ἐκεῖθεν δι' αὐτῶν εἰσαγο-

μένας τοῦ φωτὸς ἀκτῖνας τὰς ποιότητας τῶν ἐπανθούντων

ταῖς ὑέλοις ἐπιφερομένας ὁρῶμεν χρωμάτων, αὐταὶ δὲ καθ'

αὑτὰς ὁμοειδεῖς τελοῦσι καὶ ἀχρωμάτιστοι, οὕτω δὴ κἀν-

ταῦθα σκοπεῖν δεῖ.

9

Καὶ γὰρ τοῦ ἐγκεφάλου πᾶσι τοῖς

αἰσθητηρίοις ὀργάνοις ἀποφύσεις αἰσθητικῶν νεύρων ἐκ-

πέμψαντος, οὔτ' ἐκ τῶν αὐτῶν πᾶσαι τόπων πεφύκασιν,

οὔτε εἴδει ἀλλήλοις ἐοίκασιν, ἀλλ' ἀναλόγως τοῖς ὀργάνοις

τοῖς παραδεξαμένοις καὶ αἱ ἀποφύσεις τῶν νεύρων γεγό-

νασι τῇ μὲν παχύτεραι τῇ δὲ λεπτότεραι. καὶ πυκνότερα

μὲν ᾧδε ἢ ἀραιότερα τὰ ἀποφυόμενα νεῦρα φαινόμενα, μα-

λακώτερα δ' ἐν ἄλλοις ἢ σκληρότερα γινόμενα.

10

Ὥσπερ

δῆτα καὶ ἑτέρωθι μὲν ἐκδηλοτέρους ἔχοντα τοὺς πόρους,

ἑτέρωθι δὲ ἀφανεῖς, διαφόρους καὶ τὰς ἀντιλήψεις ποιεῖται.

ἕκαστον γὰρ αὐτῶν καθὼς ἂν ἔχῃ οἰκειότητος πρὸς ἡντι-

ναοῦν ἐνέργειαν ταῖς αὐτοῦ ποιαῖς κατασκευαῖς καὶ τουτὶ

τὸ πνεῦμα συμμεταφορούμενον δείκνυσι.

8

t

{Κεφ. ηʹ. Περὶ τῆς κατὰ τοὺς ὀφθαλμοὺς ἐνεργείας τοῦ ψυχικοῦ

πνεύματος καὶ τῶν λοιπῶν αἰσθητηρίων.}

1

Καὶ τοίνυν διὰ τῆς λεπτῆς μήνιγγος ὑπὸ τὰς ἐμ-

προσθίους κοιλίας τοῦ ἐγκεφάλου ἀποφυέντα νεῦρα ἐπὶ

τοὺς ὀφθαλμοὺς χωρεῖ. καὶ ἐμπεριειληφότα ὧδε τὰ δια-

φανῆ ὑγρά, ὥστε τὸν ἀμφιβληστροειδῆ ἐντεῦθεν συνεξ-

υφάνθαι χιτῶνα, τὴν κατ' αἴσθησιν ἀλλοίωσιν ἐνταυθοῖ

γίνεσθαι παρασκευάζει διὰ τοῦ αὐγοειδοῦς πνεύματος. οὐ

γὰρ δὴ κατ' οὐσίαν ταῦτ' ἀλλοιοῦσθαί τις ἂν φαίη δικαίως.

2

Ὁποῖον οὖν τι ὁ ἀὴρ ὑπὸ τοῦ ἡλίου πάσχει φωτιζόμε-

νος, τοιοῦτο δὴ καὶ τὰ διαφανῆ ταῦτα σώματα ὑπὸ τοῦ

αὐγοειδοῦς ἡμῶν πνεύματος.

3

Ἐνεργείᾳ τοίνυν διαφα-

νοῦς τοῦ ὀφθαλμοῦ γεγονότος καὶ αἰσθητικοῦ, καὶ ἅπαξ

τὴν ἀρχὴν τοῦ δρᾶν εἰς τὸ οἰκείως ἔχον πείσεσθαι τουτοῒ

τοῦ πνεύματος εἰληφότος, καὶ αὐτὸς ἤδη ὁ πέριξ ἀὴρ κατὰ

τὸ ἐκτὸς τοῦτο φῶς μεταβάλλεται ἀλλοιούμενος μέχρις ἱκα-

νοῦ διαστήματος, ὁμοίου τοῦ συμβαίνοντος ὄντος ταῖς

ψεκάσιν, αἳ καταφερόμεναι μέχρι τινὸς διαστήματος κίνη-

σίν τινα τοῖς ὑπ' αὐτῶν πληττομένοις ὕδασι παρέχουσιν.

4

Ἤδη γὰρ κατηυγασμένος ὢν ὑπὸ τοῦ θύραθεν φωτὸς

βραχείας τινὸς δεῖται τῆς ἐπικινήσεως, ὥστε ἱκανὸν δοκεῖν

ἤδη καὶ τὸ ἀφ' ἡμῶν αὐγοειδὲς πνεῦμα τοῦτον ἀλλοιοῦν,

ἐνεργείᾳ ἤδη ὄντα διαφανῆ. ἀσθενὲς γὰρ ὂν δεῖται καὶ

ἐπικουρίας τῆς ἔξωθεν.

5

Ἐνίοις μέντοι τῶν ἀλόγων ζῴων

τοσούτῳ διενήνοχε τὸ πνεῦμα τοῦτο τοῦ ἡμετέρου, ὡς

ἀρκεῖσθαι τούτῳ μέχρις ἱκανοῦ διαστήματος τὴν ὄψιν ἐν

τοῖς νυκτερινοῖς θεάμασιν. ἀποπάλλεται δὲ καί τις αὐγὴ

ἐκεῖθεν ἱταμήτερον ἐνορῶσι τῇ πλείονι τοῦ πνεύματος ῥύμῃ

καταυγαζομένων τοῦ τ' ὀφθαλμοῦ καὶ τοῦ σύνεγγυς ἀέρος·

καὶ πολλάκις ἡμῖν ἐν διαφόροις ζῴοις ταῦτ' ἐνῶπται.

6

Ἑνὸς

οὖν ὥσπερ διαφανοῦς σώματος τοῦ τ' ὀφθαλμοῦ καὶ τοῦ

πέριξ πεφωτισμένου γεγονότος ἀέρος, ἡ αἰσθητικὴ δύναμις

ὥσπερ ἐποχουμένη τοῖς ἐνεργείῳ διαφανέσι σώμασι, πρώ-

τως μὲν τῶν οἰκείων αὐτῇ αἰσθάνεται ἅπερ εἰσὶ χρώματα·

εἶθ' οὕτως καὶ μεγεθῶν, τῷ συνεῖναι μεγέθη τοῖς χρώ-

μασι.

7

Καὶ ὀφθαλμοὶ μὲν οὕτω δὴ τῷ μόνον ἀτενίσαι

ἐνεργείᾳ διαφανεῖς γινόμενοι, διὰ τοῦ εἰς αὐτοὺς αὐγοειδοῦς

καταρρέοντος πνεύματος καὶ τοῦ θύραθεν ἐνεργείᾳ δια-

φανοῦς τυχόντες. καὶ δυοῖν φωτοῖν κράσεως γεγονότοιν,

καὶ τῆς ἐπ' ἀλλήλων μεταλαμβανόντοιν δυνάμεως ὥσπερ

ἑνὸς ἤδη διαφανοῦς τε καὶ αἰσθητικοῦ γεγονότος σώματος,

τὰ ἀμφὶ τὰ αἰσθητὰ δῆλα ἡμῖν ποιοῦσι.

8

Τὸ γὰρ ἤτοι

κώνους ἐξιόντας τῶν ὀφθαλμῶν ἐν ἀκαρεῖ τῆς ὥρας μέχρις

αὐτῶν ἀντύγων τοῦ οὐρανοῦ ἐξικνεῖσθαι οἴεσθαι, ἢ μὴν

τῶν αἰσθητῶν τούτων μέχρις αὐτῆς αἰσθήσεως ἐγγίζειν

εἴδωλα, τῶν ἀδυνάτων δοκεῖ τῷ λόγῳ.

9

Ἀλλ' ὁ μὲν περὶ

τούτων λόγος [οὐ πάνυ τοι ἁρμόζων λέγεσθαι, ὧδέ πῃ καὶ

ληγέτω.

9

t

{Κεφ. θʹ. Περὶ τοῦ ὅπως ἀπὸ τῆς αἰσθήσεως ἐπὶ τὴν φαντασίαν

διαβαίνει τὰ αἰσθητὰ καὶ τῶν κατὰ τὴν φαντασίαν ἐνεργειῶν.}

1

Ὅτι μὲν] γἀρ αἰσθητικόν τε καὶ αὐγοειδὲς πνεῦμα

διά τινων συντετρημένων νεύρων ἀποφυέντων τοῦ ἐγκεφά-

λου ἐπὶ τοὺς ὀφθαλμοὺς φέρεται, κἀκεῖνο τοῦ ὁρᾶν ἡμᾶς

πρῶτον αἴτιον, οἵ τε ἀγωγοὶ τοῦ πνεύματος ἐκ τῶν ἀνα-

τομῶν δεικνύμενοι πείθουσι, καὶ ἐκ τοῦ παραπιέσαι τῶν

κανθῶν ἑκάτερον δῆλον κἀκ τῶν αἰφνιδίων ἐνίοτε κατὰ

τοὺς ὀφθαλμοὺς παθῶν, πληγῶν, μαρμαρυγῶν τινων καὶ

λαμπηδόνων προδεικνυμένων, καὶ ἔτι ἐκ τοῦ συγκλείσαντά

τινα τῶν ὀφθαλμῶν τὸν ἕτερον, τὴν λοιπὴν εὐρύνεσθαι

τῶν ὀφθαλμῶν κόρην, ὃ μὴ συμβαίνειν πέφυκεν ἐπὶ τῶν

ὑπόχυμα παθόντων, ἐπιπροσθοῦντος ἀλλοτρίου τῷ πνεύ-

ματι σώματος.

2

Εἰ τοίνυν αὐγοειδὲς μὲν πνεῦμα ἐν

ὀφθαλμοῖς ὂν δείκνυται, ἀερῶδες δ' ἐν ἀκοῇ (δεῖ γὰρ καὶ

περὶ τῶν λοιπῶν αἰσθήσεων ἐπιμνησθῆναι τῷ λόγῳ), δίυγρον

δὲ καὶ χυμῶδες ἐν γλώττῃ, ἐν τῷ μεταξὺ δὲ γεύσεως καὶ

ἀκοῆς τὸ τῶν ὀσμῶν ἀντιλαμβανόμενον πνεῦμα, ἀτμῶδες

οἷον πεφυκός, γεῶδες δὲ τὸ κατὰ τὴν ἁφήν, θαυμάσαι

ἄξιον, ὅπως ποτέ, τοῦ αὐτοῦ δὴ πνεύματος πεφυκότος, δια-

φοραὶ αἰσθητικῶν πνευμάτων ταῖς ἀναλογίαις τῶν αἰσθη-

τηρίων γίνονται.

3

Ἢ δηλονότι καὶ τοῦτο τῆς ἐν ἡμῖν

σοφῆς δημιουργίας οὐδέτερον, τοῖς αἰσθητοῖς ἀεὶ ἀνάλογα

προβαλλομένης τὰ αἰσθητήρια· τῷ μὲν γὰρ ῥᾳδίως αἰσθά-

νεσθαι τῶν ἔξωθεν, πνεύματος ἔδει (τοῦτο γάρ τοι τῶν

ἐν ἡμῖν λεπτότατόν τε καὶ εὐαλλοίωτον), τῶ δ' οἰκειώσε-

σθαί τε καὶ ἀντιλήψεσθαι τῶν προσηκόντων αἰσθητῶν, ἀνα-

λογίαν ἔχειν τὰ αἰσθητὰ ἐπὶ τῶν αἰσθητηρίων παρεσκεύασε.

4

Καὶ ἐν ὀφθαλμοῖς μὲν αὐγοειδὲς τοῦτ' εἶναι πεποίηκεν·

οὕτω γὰρ εἶκὸς ἦν αἰσθέσθαι χρωμάτων τε καὶ μεγεθῶν

διὰ μέσου φωτὸς τοῦ θύραθεν.

5

Εἰς ἀερῶδες δὲ τὸ τῆς

ἀκοῆς ἡμῶν μετέπλασεν αἰσθητικὸν πνεῦμα, ὥσπερ εἰς

χυμῶδες τὸ τῶν γευστῶν διακριτικόν. ἐν τῷ μεταξὺ δὲ

τούτων, τὰ τῶν ὀσμῶν, ἀτμῶν ἵν' αἴσθοιτο.

6

Καὶ τὸ

τῆς ἁφῆς δὲ γεῶδες, ὡς τῶν παχυτέρων καὶ σωματωδεστέ-

ρων λαμβάνῃ τὴν αἴσθησιν. ὃ δὴ καὶ ὁ σοφὸς Ἐμπεδο-

κλῆς αἰνίσσεται λέγων·

γαίῃ μὲν [γὰρ] γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ,

αἰθέρι δ' αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον.

7

Καὶ μή τις θαυμαζέτω πῶς ποτε τὸ αὐτὸ καὶ ἓν πνεῦμα

ἐν διαφόροις ὀχετοῖς ῥέον διαφόρων αἰσθάνεται ἀλλοιούμε-

νον· τοῦ μὲν γὰρ ἠλλοιῶσθαί τε καί ποίαν σχεῖν ἰδέαν

πρὸς ὃ ἂν τὴν αἴσθησιν ποιήσαιτο, ἐκεῖνο δὴ τὸ μόριον

αἴτιον ᾧ μεταβληθὲν ᾠκείωται· ἄλλαι γὰρ ἄλλων ἀποφύ-

σεις τοῦ ἐγκεφάλου καιριώτεραί τε καὶ ἁπαλώτεραι. ἀμέλει

καὶ τὸ ἐξοχετευόμενον τοῦ ἐγκεφάλου νεῦμα, τὸ αὐτὸ τῃ

πρώτῃ ὂν προόδῳ, ἄλλο ἄλλου μᾶλλον ἀκραιφνέστερον φέ-

ρεται.

8

Ὅπως δ' οὕτω τῆς ἀρχῆς ἀπορρεῦσαν ῥᾳδίως ἐν

ταῖς κατὰ μέρος ποιότησι μεταβάλλεται, μάθοις ἂν ἀπὸ

τῶν φυτῶν, τοῦ αὐτοῦ μὲν χυμοῦ ταῖς ῥίζαις ἀναληφθέν-

τος, διαφόρου δὲ χροιαῖς τε καὶ ποιότησιν ἔν τε πτόρθοις

καὶ φύλλοις καὶ ἄνθεσι καὶ τοῖς μετὰ ταῦτα φαινομένου

καρποῖς. εἰ δὲ ταῦτα μὲν ῥᾳδίως, τῷ μακρῷ δ' ἐκεῖνα γί-

νεται χρόνῳ. Σκόπει μοι καὶ τὴν τοῦ πνεύματος ὅση πρὸς

τὴν τῶν χυμῶν ἐστιν ἡ διαφορά.

10

t

{Κεφ. ιʹ. Περὶ τῶν κατὰ τὸ μνημονευτικὸν ἐνεργειῶν.}

1

Ὅτι δὲ κοινόν τι ταμεῖον αἰσθητηρίων ἡ αἴσθησις

καὶ ἐν ἐκείνῃ τὰ τῶν αἰσθητηρίων συνάγεται, δῆλον μὲν

ὧδε· ἔξεστι δ' ἐντεῦθεν συνιέναι καὶ ὡς τὸ αὐτὸ καὶ ἕν

ἐστι τὸ τῆς αἰσθητικῆς ἡμῶν δυνάμεως πνεῦμα. ᾧ δὴ καὶ

ἡ τῆς ψυχῆς ἡμῶν αἰσθητικὴ ἐπαναπαύεται δύναμις, ἀφ'

ἧς δηλαδὴ τῷ τῆς μετοχῆς λόγῳ καὶ τὸ πνεῦμα τοῦτο

αἰσθητικὸν εἴληχε λέγεσθαι· οὐ γὰρ δὴ οἴκοθέν τινα τοιαύ-

την πλουτεῖν πέφυκε δύναμιν.

2

Πάντα δὲ ἀπὸ τῆς ψυχῆς

δι' αὐτοῦ ἐπὶ τὸ σῶμα τοῦτο χωρεῖ. καὶ τὰ μὲν ἐκτὸς δὴ

ταῦτα, ὅσα ὑπὸ αἴσθησιν τῷ πρώτῳ αἰσθητικῷ ἐκκρίνεται,

ἀναλόγως ἕκαστον ὅπως ἔχει χρώματός τε καὶ μεγέθους,

ψόφου τε καὶ φωνῆς καὶ ῥυθμοῦ, ὀδμῆς τε καὶ γευστῆς

ποιότητος, ἔτι δὲ θερμότητος καὶ ὑγρότητος, καὶ τῶν ἀντι-

κειμένων παθῶν, σκληρότητός τε καὶ μαλακότητος, καὶ

ὅσα λοιπὰ ὑπὸ τὴν αἴσθησιν· οὐκ ἐπὶ τὴν αἴσθησιν δὲ

ταῦτα μόνον διαβάντα…

φαντα…

The complete text is available when the reading interface loads.