The Greek Library Catalogue

Anonymous

De urinis

Edition reference
De urinis, ed. J. L. Ideler, Physici et medici Graeci minores, vol. 2, Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 3–192.
CTS identifier
urn:cts:greekLit:tlg3188.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

proem

2

μένους τὸ τῆς ἐπαγγελίας τοῦ λόγου χρειῶδες πάνυ, καὶ

τοῦ ἐκ τῶν λόγων ἀκαλοῦς ἀνέχεσθαι συμφορήματος.

3

Καὶ

δὴ πρὸς τὸ τοιοῦτον ἀπιδὼν τοῦ σκόπου, καὶ λόγων ἀλο-

γήσας σπουδαζομένου κάλλους, ἀποσχόμενος μέντοι, καὶ

τῆς κατ' ἐμὲ δυνάμεως ἁπλοϊκώτερον ὡς οἷόν τε συνεθέ-

μην τὸν λόγον, καὶ τοῖς ἀσφαλεστέροις ἴσως συνοίσοντα.

4

Πολυσχιδοῦς τοίνυν ὡς ἴσμεν τῆς περὶ λόγους ὑποθέ-

σεως οὔσης, καὶ ἄλλων ἄλλα λεγόντων τε καὶ πειθόντων,

οὐχ ἥκιστα ἄν τις ἐπαινέσειεν, ὅσα περὶ τὴν τῶν ἀνθρω-

πίνων σωμάτων θεωρίαν καθέστηκεν.

5

Εἰ γὰρ ἐκεῖνα

μήτε περὶ σώματος μήτε περὶ ψυχῆς διατιθέμενα πολλοῦ

γε τίθεται ἕκαστος, καὶ τὰ μέγιστα συνεισενεγκεῖν τῷ βίῳ

τὸν γεγραφότα δοκεῖ, πολλῷ μᾶλλον ἂν προθείη τε καὶ

ἀσπάσαιτο τὴν περὶ τῶν ἀνθρώπων θεωρίαν σωμάτων,

ὡς ἐκείνων μᾶλλον ταύτην αὐτῷ προσήκουσαν.

6

Ὅτε

τοίνυν τοῦθ' οὕτως ἔχει, μάλιστ' ἂν ἡδέως καὶ αὐτὸς περὶ

τὰ τοιαῦτα τῷ λόγῳ ἐνδιατρίψαιμι, ἤ τι συνεισενεγκεῖν

ἐθελήσαιμι τῶν μέχρις ἀκοῆς τὴν ἡδονὴν παρεσχηκότων

λόγων.

7

Ποικίλης οὖν τινος οὔσης τῆς περὶ τὰ ἀνθρώ-

πινα σώματα θεωρίας, —ἡ μὲν γὰρ περὶ στοιχείων, ἡ

δὲ περὶ ἐμβρύων διαπλάσεως, καὶ περὶ ἀνατομῆς ἑτέρα,

καὶ ἄλλης ἄλλη μᾶλλον πραγματείας καθέστηκεν, —αὐτὸς

τῆς περὶ τὰ σώματα τεθεωρουμένης ἡψάμην πραγματείας,

καὶ ταύτης, ἐπεὶ πολυσχιδής τις καὶ αὕτη εἶναι δοκεῖ, ὅσον

ἐς διάγνωσιν καθέστηκε χρήσιμον.

1

t

{Κεφ. αʹ. Ὅτι χρήσιμος ἡ ἐκ τῶν οὔρων ἐπίσκεψις.}

1

Πολλῶν οὖν ὄντων, δι' ὧν ἄν τις τὰ κατέχοντα

τῶν νοσημάτων διαγνοίη, οὐχ ἧττον ἂν, οἶμαι, ἕλοιτο τὴν

περὶ οὔρων πραγματείαν τὰ μέγιστα λυσιτελοῦσαν ἐς τὴν

τῶν κατεχόντων παθῶν διάγνωσιν.

2

Ταῦτά τοι καὶ αὐ-

τὸς τῷ περὶ οὔρων ἐπικεχείρηκα πραγματείᾳ, εἴς τε τὸ

ἀνεξέταστον αὐτῆς ἀπιδὼν τῶν πολλῶν, καὶ εἰς ἃ δὴ προ-

βάλλεται ἀγαθά, καὶ τοίνυν τετραχῆ τὸν ἐπὶ ταύτῃ πάντα

λόγον διατεμών, εἴς τε διαφορὰν δηλονότι καὶ διάγνωσιν

καὶ πρὸς τούτοις αἰτίαν τε καὶ πρόγνωσιν, τῆς περὶ οὔρων

πρώτως ἅπτομαι, θεοῦ διδόντος, διαφορᾶς.

2

t

{Κεφ. βʹ. Ὅτι οὐδεὶς τῶν παλαιῶν ἐντελῶς τῶν ἡμῖν γνωρίμων ταύτης

τῆς πραγματείας ἥψατο.}

1

Ἐπεὶ γὰρ τοῖς πρὸ ἡμῶν περὶ τὰ τοιαῦτα σοφοῖς

βραχύ τι περὶ τοῦδ' οὐκ οἶδα ὅπως ἐμέλησεν—ὁ μὲν γὰρ

σοφώτατος Ἱπποκράτης ὀλίγα τινὰ περὶ τούτων εἰρηκὼς

σποράδην, ἀτελῆ τὴν θεωρίαν παρῆκε, Γαληνῷ δὲ τῷ

δεινῷ περὶ τὰ τοιαῦτα βραχύ τι καὶ αὐτῷ μελῆσαν, ὅσον

δῆτα εἰκὸς ἦν πεῖσαι τοὺς πολλοὺς καὶ τὴν ἐκ τῶν οὔρων

θεωρίαν λυσιτελῆ τοῖς ἀνθρωπίνοις οἴεσθαι σώμασι, τὸ

λοιπὸν ἀμελεθῆναι φαίνεται τῆς περὶ ταῦτα ἐντελοῦς θεω-

ρίας.

2

Μάγνῳ δὲ καὶ Ἀλεξάνδρῳ καὶ πρὸς τούτοις ἔτι

Θεοφίλῳ καί τισιν ἑτέροις περὶ τὰ τοιαῦτα ἐσπουδακόσι,

πλέον τι τῶν ἄλλων εἰπεῖν δόξασι, καὶ αὐτοῖς ὁ λόγος

ἀτελὴς διέμεινεν, ὥσπερ ἀπ' ἐμπειρίας μᾶλλον ἀρχόμενος

καὶ μήτε διαφορὰς μήτε αἴτια, μήτε ἄλλ' ἄττα τὰ τῇ

ἀρτιότητι δοκοῦντα προσήκειν ὑποθεμένοις.

3

Ἔνθεν

τοι ταῖς μὲν ἄλλαις ὁρῶν τὴν τέχνην σεμνυνομένην πραγ-

ματείαις, οὐκ ὀλίγα τοῦ θ' Ἱπποκράτους καὶ Γαληνοῦ

καὶ τῶν μετ' αὐτοὺς ἐξευρηκότων ἀνδρῶν, τὴν δὲ περὶ

οὔρων οἷον ὑποσκάζουσαν καί τινος εἰς τοῦτο συνάρσεως

δεομένην, αὐτὸς τὸ ἔργον ἀνειλόμην, ὡς οἷόν τε ἦν, καὶ

θεῷ θαρρήσας, τῷ παρόχῳ τῶν λόγων, ἐπικεχείρηκα.

4

Κἂν μὲν οὖν κατ' ἀξίαν τῆς προθυμίας τε καὶ τέχνης

προβαίη τοὐγχείρημα, θεῷ χάρις τῷ χορηγῷ τῆς γνώσεως·

εἰ δὲ πολλῷ τῆς σπουδῆς κατόπιν, οὐκ ἄν τις [ἐμοὶ] δι-

καίως μῶμον προσάψειε μὴ πάνυ κεκρατηκότι προθυμίας

ἡλίκης, κἂν γάρ τι καὶ διαπεσεῖν τοῦ δέοντος γένηται,

ἀνθρωπίνον μὲν τὸ πάθος, συγγνοίη δ' ἄν τις εὖ κρίνειν

εἰδώς, ἀντιπαραθεὶς ταῖς μὴ καλῶς ῥηθεῖσι τὰ δέοντα.

5

Τὸ μὲν γὰρ ἕκαστον τῶν ὁτιοῦν εἰδότων, ὅση δύναμις,

εἰσενεγκεῖν τι τῶν κοινῶν λυσιτελείας τινὸς ἕνεκεν, ἐπαι-

νετῆς ἂν ὁμολογήσειέ τις προθυμίας· τὸ δὲ ῥᾳδίως οὕτω

διαβάλλειν ἐθέλειν τὰς τῶν αἱρουμένων τὰ κρείττω προ-

θυμίας, φαύλων μᾶλλον ἀνδρῶν καὶ τἀγαθὰ φθονούντων

φήσειεν ἄν.

6

Καὶ τὸ μὲν εἶξαι ταῖς τῶν συνήθων

ἀξιώσεσιν (εἰσὶ γὰρ οἳ πρὸς τοῦτό με προθυμίας ἤλασαν),

εἶχεν ἂν ἴσως ἀρκοῦσαν ἀπολογίαν τῷ λόγῳ.

7

Ἐπεὶ δὲ

καὶ ἡ τέχνη κατὰ τοῦτο ἐνδέουσά πως, ὡς ἴσμεν, ὦπται,

ἀντὶ τῆς τῶν πολλῶν ἐπιτιμήσεως τοῦ λόγου ἀλογῆσαι

γένηται, καὶ τῆς περὶ οὔρων ἄψασθαι καλλίστης πραγμα-

τείας, τῶν ἀλογωτάτων ἂν δόξειεν, οὕτω δὴ καὶ ποιῶμεν

ὧδέ ποθεν ἡμμένοι τοῦ λόγου.

3

t

{Κεφ. γʹ. Ὅτι τρεῖς αἱ συστατικαὶ καὶ πρῶται ἀρχαὶ τοῦ σώματος.}

1

Τριῶν οὖν ὄντων τῶν μάλιστα τὴν ἀνθρωπίνην

συνεστώντων ζωήν, καρδίας, ἥπατος καὶ ἐγκεφάλου, καὶ

τῆς μὲν καρδίας ἀρχικῆς μᾶλλον οὔσης τούτων καὶ θη-

σαυροῦ τῆς ἐμφύτου θερμότητος καὶ αὐτοῦ δὴ τοῦ ζωτι-

κοῦ τόνου, καθ' ἃς ἂν τύχῃ ταῦτα ὄντα διαθέσεις, ὑπο-

σημαινούσης διὰ τῆς τῶν ἀρτηρίων ἀεικινησίας, οὐχ ἧττον

μέντοι καὶ τἄλλα τῶν ἀξιολόγων παθῶν τῶν ἐπὶ διαφόροις

τοῦ σώματος μέρεσιν γενομένων, ἅτε κοινωνοῦσιν ὡς ἀρ-

χηγοῦ τῆς καρδίας.

2

Τοῦ δ' ἥπατος δευτέρου μὲν ἀξιώ-

ματι πεφυκότος, ἐπικεκοινωνηκότος μέντοι καὶ αὐτοῦ τοῦ

ἀπὸ τῆς καρδίας ἐμφύτου θερμοῦ, μᾶλλον τῶν ἄλλων

μορίων διὰ τῆς κοίλης οὕτω καλουμένης φλεβός· ἀρχῆς δὲ

τῶν φλεβῶν τυγχάνοντος καὶ τὴν αἱματοποιητικὴν ἐμπε-

πιστευμένου δύναμιν παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως.

3

Ἐπὶ τούτοις δὲ τρίτου τοῦ ἐγκεφάλου, τήν τε κίνησιν

καὶ αἴσθησιν καὶ ἡγεμονικὴν ἐνέργειαν ἐπιχορηγοῦντος τῷ

σώματι, ἐπικοινωνούντων μέντοι τῶν τριῶν καὶ τοῖς ἀλλή-

λων συμπασχόντων πάθεσιν, ἅτε μιᾶς οὔσης ἐν πᾶσι τῆς

συρροίας τε καὶ συμπνοίας.

4

Ἡμεῖς περὶ τῆς ἐν ἥπατι

μᾶλλον ἐρεῖν προυθέμεθα δυνάμεως, εἴ γε τὸ μὲν ἧπαρ

τὴν αἱματοποιητικὴν κεκλήρωται δύναμιν ὑπὸ τῆς φύσεως,

τὸ δ' οὖρον αἵματος περιήθημα πέφυκεν.

5

Ἀλλ' ἵνα ὁ

λόγος σαφέστερος ᾖ, δίκαιον ἂν εἴη πρῶτον φάναι περὶ

τῆς τοῦ αἵματος κατασκευῆς, εἶθ' οὕτως καὶ περὶ οὔρου,

καθ' εἱρμόν τινα τοῦ λόγου προβαίνοντος.

4

t

{Κεφ. δʹ. Περὶ τῆς τοῦ αἵματος καὶ τῆς τῶν λοιπῶν χυμῶν κατασκευῆς,

ἐν ᾧ καὶ περὶ οὔρων γενέσεως.}

1

Καὶ δὴ τῆς τροφῆς ἐν γαστρὶ ἀλλοιωθείσης τε καὶ

πεφθείσης, ἐπειδήπερ αἱ μεσαραϊκαὶ καλούμεναι φλέβες

τὴν ἀρχὴν ἀφ' ἥπατος λαβοῦσαι διὰ τῆς στελεχιαίας οὕτω

καλουμένης φλεβὸς αὐτήν τε τὴν γαστέρα καὶ τὰ μετ' αὐ-

τὴν ἐκμυζῶσιν ἔντερα, καὶ οἷον βδάλλουσι, τὸ καθαρώτε-

ρον ὡς δι' ἠθμοῦ τῆς χυλοποιηθείσης τροφῆς ἐπισπώμεναι,

διαπορθμεύουσαι δὲ ταύτην ἐπὶ τὰ κοῖλα τοῦ ἥπατος τῇ

αἱματοποιητικῇ δυνάμει παραδιδόασιν, ἐπειδὰν μηδὲν ἐμ-

ποδὼν τυγχάνον ᾖ, εἰς αἷμα ταύτης ἠλλοιωμένης.

2

Ὅσον

μὲν οὖν λεπτόν τε καὶ δριμύτερον πέφυκεν, ἐκεῖ που παρὰ

τὰ κυρτὰ τοῦ ἥπατος ἡ χοληδόχος κύστις ἐνιδρυσμένη

ἀνιμᾶταί τε καὶ ἐφέλκεται, βραχέως πάνυ καὶ τούτου κατά

τινα, ὡς οἶμαι, χρείαν, διαπεφευγότος τὴν ἀκριβῆ διάκρι-

σιν.

3

Εἴ τι δὲ τοῦ γεώδους τε καὶ μελαγχολικοῦ τελοίη

χυμοῦ ἐν αἵματι, τοῦθ' ὁ σπλὴν ἀντιπαρακείμενος ἐπι-

σπᾶται, φυσικαῖς τισιν ὁλκαῖς ἑκάστου τὸ ἴδιον ἐπισπωμέ-

νου.

4

Τρίτος ἐπὶ τούτους ὁ ὀρρώδης χυμὸς ἐπιλείπεται·

ἀλλ' οὐκ αὐτοῦ που καὶ οὗτος ὁ χυμὸς ἀποκενοῦται, ἀλλ'

εἰς μεῖζόν τι καὶ χρειωδέστερον ἀπεταμιεύθη τῇ φύσει.

5

Ἐπεὶ γὰρ ὅτε λόγος καὶ ἡ αἴσθησις τὸ αἷμα οἶδε πα-

χύτερον καὶ μή ῥᾳδίως τῶν φλεβίων διαπεραιούμενον, ὁ δ'

ὀρρώδης οὗτος χυμὸς λεπτός τε καὶ εὐδίοδος πέφυκε, τὸ

ἀδιάκριτον ἐπὶ τούτῳ ἡ φύσις ἔτι φυλάξασα, καὶ διὰ τῶν

κοίλων τοῦ ἥπατος ἐπὶ τὰ κυρτὰ μεταβίβασα, καὶ τῇ κοιλῇ

φλεβὶ συνάψασα ἐφηγουμένῳ τῷ ὀρρώδει χυμῷ, κἀκεῖθεν

ἔτι συνημμένους μικρόν τι παραλλάξασα τοὺς χυμοὺς ἐπὶ

τῷ λαβδοειδεῖ τῆς κοιλῆς φλεβὸς τὸ μὲν ὀρρῶδες τοῖς νε-

φροῖς καθέλκειν τε καὶ διακρίνειν δίδωσιν· ὅσον δ' αἵματος

πέφυκε διά τε τῆς λαβδοειδοῦς καὶ τῆς εὐθὺ χωρούσης

τῆς καρδίας ταῖς ἐφεξής φλεψὶ κατακερματιζόμενον διανέμει.

6

Ὃ δὴ (sc. αἷμα) κἀπὶ τὰ βαθύτερα χωροῦν ἐντεῦθεν τοῦ

σώματος εἰς σαρκὸς ἀλλοίωσιν κατεπείγεται, μηκέτι τὴν

προτέραν διατηροῦν ἐρυθρότητα, ἀλλ' εἰς ὑφειμένην μετα-

πίπτον λευκότητα ὑπὸ τῆς τετάρτης οὕτω πέψεως καλου-

μένης.

7

Ἐπεὶ δ' ἡ μὲν τοιαύτη τετάρτη πέψις ἐς ὑφει-

μένην πάνυ ἐρυθρότητα τὴν τοῦ αἵματος χροιὰν μετατί-

θησι καὶ οἵα ἡ τῆς σαρκός, ἐν ταύτῃ γὰρ τὸ τέλος τῆς

τροφῆς, καὶ τῷ λοιπῷ τῶν ὁμοιομερῶν καθέστηκε κατα-

λόγῳ, ὅσον μὲν ἁρμόζον καὶ ἀκραιφνὲς ἐκεῖ που προσφυὲν

δροσοειδῶς ἐξομοιοῦται ἀρρήτοις οἰκονομίαις φύσεως.

8

Ἐπεὶ δὲ καὶ περιττὸν εἰκὸς ἐκεῖθεν ἠθροῖσθαι τῇ ἀκρι-

βείᾳ δηλονότι τῆς τοιαύτης πέψεως, τοῦτο λεπτότερόν τε

καὶ ἀερωδέστερον πεφυκός, διὰ τῆς ἀδήλου οὕτω διαφορη-

θὲν διαπνοῆς, ᾤχετο λαβὸν τὴν αἴσθησιν.

9

Ἀλλ' ἐπειδή

πέρ τι λέληθεν ἡμᾶς, καὶ τόδε προσαποδοτέον τῷ λόγῳ.

5

t

{Κεφ. ε. Περὶ τῶν ἐφ' ἑκάστης τῶν πέψεων ἐκκρινομένων περιττωμάτων.}

1

Τεττάρων οὐσῶν ὡς οἶμαι τῶν γενικῶν πέψεων ἐν

διαφόροις τόποις γεγενημένων, ἡ μὲν δὴ πρώτη κατὰ γα-

στέρα πάντως ἐνεργεῖται, ἡ δὲ δευτέρα κατά τε τὴν στε-

λεχιαίαν φλέβα καὶ τὰ κοῖλα τοῦ ἥπατος, ὥσπερ ἡ τρίτη

κατά τε τὰ κυρτὰ τοῦ ἥπατος καὶ τὸ ἐφεξῆς φλεβῶδες

γένος, καί μετ' αὐτὴν ὑστάτη κατὰ τὰ περαιτέρω τοῦ σώ-

ματος, ὅτε δὴ καὶ πρόσθεσίς τις καὶ πρόσφυσις καὶ ἐξο-

μοίωσις γίνεται.

2

Τούτων τῆς μὲν προτέρας τὰ πε-

ριττά, ὅσα τε ἐμεῖται καὶ διὰ γαστρὸς χωρεῖ, τῆς δ' αὖ

δευτέρας οἱ ἑτεροειδεῖς χυμοί, ἐκείνης δὲ τὰ τοῖς οὔροις

παρυφιστάμενα, ὑστάτης δὲ καὶ τετάρτης τά τε διὰ ἀδή-

λου διαπνοῆς χωροῦντα, λεπτὰ τυγχάνοντα, καὶ τὰ ἐξαν-

θοῦντα περὶ τὴν ἐπιφάνειαν παχύτερα γεγονότα.

3

Κἂν

μὲν οὖν αἱ πέψεις αὗται πᾶσαι καλῶς τὸ σφῶν αὐτῶν

ἔργον διασκευάσωσι, τά τε οὖρα τὴν ἁρμόζουσαν χροιάν

τε καὶ σύστασιν ὑποφαίνουσι καὶ τὰ παρυφιστάμενα τὸν

οἰκεῖον ἔχοντα τόπον, λεῖα καὶ ὁμαλὰ ἐπιδείκνυνται.

4

Οὖρον γάρ φησιν Ἱπποκράτης ἄριστον τὸ λευκὴν καὶ

λείην καὶ ὁμαλὴν τὴν ὑπόστασιν ἔχον· ἄλλοι δέ τινες πρὸς

ἀπαρτισμὸν τὸν ὅρον προάγοντες, οὖρον ἔφασαν ἄριστον

τῷ κατὰ πάντα εὐκράτῳ ἀνθρώπῳ, τὸ τῷ πλήθει μὲν

ἀναλόγως ἔχον τῷ πινομένῳ, χροιὰν δὲ ὑπόπυρρον ἢ ὑπό-

ξανθον, ὑπόστασιν δὲ λευκὴν καὶ λείαν καὶ ὁμαλήν.

5

Καθ' ἃς γὰρ ἂν πέψεις τύχῃ διαμαρτὸν τὸ αἷμα τοῦ

δέοντος, καὶ τὸ οὖρον σαφῶς συμμεταβάλλεται, καὶ ἐφ'

αἷς τισιν αἰτίαις δίδωσιν ἐξευρίσκειν.

6

Ἐπεὶ γὰρ τοῦ

διὰ παντὸς χωροῦντος χυμοῦ τοῦ σώματος τὰ περιττὰ

συνεκκρινόμενα φαίνεται ταῖς ἀμίσιν, εἰκότως ἂν ἀποδεί-

ξαιεν ταῦτα τὰ περὶ τὰς πέψεις πλημμελήματα γεγονότα.

7

Ὣσπερ γὰρ ἐπὶ τῶν ἀποστημάτων, ἂν μὲν λευκὸν καὶ

λεῖον καὶ βραχύ τι ἢ οὐδὲν ὄζον ὑπορρέῃ τὸ πύον καὶ

μηδέ τινα ἑτεροειδῆ ἐμφερόμενα ἔχη, ἀγαθὴν τοῦ ἕλκους

ὑποδείκνυσι γεγονέναι τὴν πέψιν· εἴ τι δέ που τούτων

λέλειπται, διημαρτῆσθαι καὶ τὴν πέψιν δηλοῖ, ὥστε ἐντεῦ-

θεν διδόναι οἴεσθαι, ἤτοι κακοηθευθῆναι τὸ ἕλκος, ἢ χρο-

νίσαι, ἢ μελανθῆναι, ἤ τι ἕτερον μεῖζον ἢ μεῖον παθεῖν

ἀναλόγως τῇ διαμαρτίᾳ τῆς πέψεως· οὕτω δὴ κἀπὶ τῶν

οὔρων προσήκει σκέπτεσθαι.

8

Τά τε γὰρ ποσὰ τῶν

οὔρων μὴ φυλάττοντα τήν ἀναλογίαν, αἵ τε συστάσεις

ἐκπεφευγυῖαι τὸ σύμμετρον, τὰ δὲ χρώματα τῆς βαφῆς

ἐπίτασίν τε καὶ ὕφεσιν προσλαβόντα, τὰ δὲ παρυφιστά-

μενα μήτε χρῶμα μήτε σύστασιν μήτε μὴν τόπον μήτε

λειότητα τηροῦντα καὶ ὁμαλότητα, εἰκότως ἂν σημάνειεν

ἐκφυγόντα τὸ κατὰ φύσιν τε καὶ σύμμετρον ὁποιανδήτινα

βλάβην ἐπιγεγονέναι τῷ σώματι· τάς τε χὰρ ἐπιταθείσας

δυσκρασίας ὁμοιομερῶν τε καὶ ἀπεψίας καὶ τὰ λοιπὰ τῶν

κατὰ μέρος ἀξιολόγων παθῶν αὐτὰ δὴ τὰ οὖρα σημα-

νοῦσι ταῖς ἐξευρημέναις μεθόδοις κεχρημένῳ.

6

t

{Κεφ. Ϛʹ. Πρὸς τοὺς ἀνόητον οἰομένους τὴν ἐκ τῶν οὔρων ἐπίσπεψιν.}

1

Ἐπεὶ δέ τινες ὡς ἀνόητον τὴν περὶ οὔρων ἀπο-

στρέφονται πραγματείαν καὶ μηδ' ὁτιοῦν εἰς διάγνωσιν ἢ

πρόγνωσιν λυσιτελεῖν διατείνονται ὑῶν καὶ ἵππων καὶ

κυνῶν καὶ ζῴων ἄλλων οὔροις τοὺς ἀπειροτέρους ἐξαπα-

τῶντες, βραχέα ἄττα πρὸς τούτους εἰρηκότες τῶν καθεξῆς

ἐχώμεθα λόγων.

2

Ἐπειδὴ περιήθημα αἵματος τὸ οὖρον

εἶναι λέλεκται τοῖς περὶ τὰ τοιαῦτα σοφοῖς, ἔναιμα δὲ καὶ

τὰ ῥηθέντα τῶν ζῴων πέφυκε, τί καινὸν ἂν εἴη, εἰ κα-

ταλληλίαν τινὰ τὰ οὖρα τούτων πρὸς τὰ τῶν ἀνθρώπων

κέκτηται;

3

Τοσοῦτο μέντοι διενηνοχότα ταῦτα ἀλλήλων

ἔσται, καθ' ὅσον οὐχ ἡ αὐτή τις πέψις ἐν πᾶσι πέφυκε,

εἴ γε μήθ' αἱ τροφαί, μήτε τὰ γυμνάσια, μήθ' αἱ ἔμφυτοι

δυνάμεις τε καὶ κράσεις τοῖς πᾶσιν αἱ αὐταὶ καθεστήκασι.

4

Καὶ τί δεῖ λέγειν ἐπὶ τῶν διαφόρων τῷ εἴδει, ὅπου γε

καὶ τῶν αὐτῶν τῷ εἴδει διάφορα ὑγιαινόντων τὰ οὖρα

δείκνυται διά τε τὰς διαφορὰς τῶν τροφῶν τε καὶ τῶν

κράσεων καὶ ἡλικιῶν, ἐθῶν τε καὶ τόπων, καὶ ὅτι ἄν ἀλ-

λοιοῦν εἰώθει ἕτερον· ἐνίοτε γὰρ ἅπερ ὑγιαίνουσιν ἄλλοις

ἐπιφαίνεται, ταῦτα νοσοῦσιν ἑτέροις ἐπιδείκνυται.

5

Τά

τε γὰρ τῶν γερόντων οὖρα, τοῖς νέοις ἐπιφαινόμενα, μὴ

καλῶς ἔχειν παραδηλοῦσι· τά τε τῶν νέων τοῖς γέρουσι

παρατετράφθαι φαίνουσι τὴν ὑγείαν· ἐπί τε τῶν νοσούν-

των πολλὰς ἂν ἴδῃς οὔρων διαφορὰς κατὰ τὰς τῶν νοση-

μάτων συμπιπτούσας ποιότητας, ὥστε δὴ καὶ συμπεσεῖν

ἐνίοτε, ἀλόγων ζῴων οὔροις ἐοικέναι τὰ τῶν μὴ καλῶς

ἐχόντων ἀνθρώπων, καθαπερεὶ καί φησιν ὁ σοφὸς Ἱππο-

κράτης περὶ τῶν ἀνατεταραγμένων οὔρων, ὡς ἐοικότων

τοῖς τῶν ὑποζυγίων.

6

Ἐγὼ δὲ δὴ καὶ βεβούλευμαι περὶ

τῶν ἐπὶ συνήθεσι ζῴοις τεθεωρημένων διορίσασθαι οὔρων,

ἵν' ὅπως μὴ ὑπὸ τῶν τὰ τοιαῦτα ῥᾳδιουργούντων ἐξαπα-

τώμεθα.

7

Ἀλλὰ ἐπειδὴ τὸ μὲν ἀντιπαίζειν οὕτω πρὸς

τοὺς κατὰ τῆς φύσεως μωραίνοντας ἀνθρώπους ἄκαιρον

ἐνομίσθη πάμπαν, σχολὴ δ' ἂν εἴη, εἴ τις πειρῶτο τὴν

τέχνην δοκιμάζειν ἐντεῦθεν, καὶ ταῦτά γε συνιείς, ὡς

ἐνδέχεται συμπεσεῖν τῷ εἴδει τὰ τῶν ἀλόγων ζῴων τοῖς

ἀνθρωπίνοις οὔροις ἐφ' οἵαις δή τισι διαθέσεσι, τὸ μὲν

οὖν οὕτως ἀκαιρολογεῖν πάνυ πάρεργον ἡγησάμενος, ἀρ-

κοῦντα δὲ προδιασημηνάμενος τοῖς πειρωμένοις παίζειν

ἐν οὐ παικτοῖς, τὸν περὶ τούτων ἀφῆκα λόγον· ἑξῆς δ' ἂν

εἴη δέον ἐπιέναι τῷ λόγῳ.

7

t

{Κεφ. ζʹ. Ὅτι οὐδὲν αὐταρκὲς τῶν σημειωτικῶν ἐς τὴν καθόλου τῶν

παθῶν ἐπίσκεψιν.}

1

Τῷ τοίνυν ἀκριβῶς διαγιγνώσκειν τε καὶ προγι-

γνώσκειν αἱρουμένῳ τῶν παθῶν τὰ συμβαίνοντα, οὐ μό-

νον οὔρων ἐπισκέπτεσθαι προσήκει διαφοράς, ὅπου γε καὶ

αὐτῶν μόνων ἀρκούντων εἰς τὴν τῶν λυπούντων παθῶν

ἐπίσκεψιν, ἀλλὰ καὶ σφυγμῶν αὐτῶν ἅπτεσθαι καὶ διαχω-

ρήματα καθορᾶν καὶ κίνησιν ἀναπνοῆς, ἔτι δὲ θέσιν προσ-

ώπου, καὶ τοῦ παντὸς κατάκλισιν σώματος, καὶ αὐτῆς δὴ

τῆς γλώττης προσφοράς, ἵνα τὸ οἰκεῖον ἀμέσως ἐπιχορη-

γοῦντος ἑκάστου, καὶ μὴ ταῖς ἀλλήλων συμπαθείαις ἐπι-

κρινομένων, ἀσφαλὴς ἀποδοθείη ἥ τε πρόγνωσις καὶ ἡ

διάγνωσις.

2

Οἱ μὲν γὰρ σφυγμοὶ πρώτως τὸ ποσὸν τῆς

τε θερμότητος καὶ ψυχρότητος σημανοῦσι· τὰ δ' οὖρα τό

τε ποσὸν καὶ τὴν ποιότητα τῶν χυμῶν, τά τε διαχωρή-

ματα τῆς γαστρὸς τὰς πέψεις καὶ ἀπεψίας, αἱ δὲ δὴ προ-

φοραὶ τοῦ λόγου τὴν ἡγεμονικὴν ἐνέργειαν, αἱ δὲ ποιαὶ

κατακλίσεις τοῦ σώματος καὶ τοῦ παντὸς προσώπου δια-

θέσεις ἄλλας[οι] σημαίνουσι, καθὼς ἐξ ἄλλων βιβλίων

ἐστὶ μαθεῖν.

3

Οὔτε οἱ σφυγμοὶ γὰρ πάντ' ἀκριβῶς

παραγυμνῶσι τὰ πάθη, οὔ θ' αἱ ἐπιχωρήσεις τῆς γαστρός,

οὔτε τὰ οὖρα οὔτε τὰ ἄλλα, ἃ δὴ πρὸς διάγνωσιν τῶν

κατεχόντων παθῶν ἐξεύρηνται· ἀλλὰ ἄλλα μᾶλλον ἑτέρων

ἑτοιμότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν γίνεται.

4

Τῷ

γε μὴν λόγῳ τῆς κοινωνίας καὶ τῇ διὰ πάντων ἀφίξει τῶν

χυμῶν καὶ τοῦ πνεύματος, οὐ διαλανθάνει ῥᾳδίως τῶν

παθῶν τὰ γινόμενα, καὶ τοσούτῳ ἐς καθολικὴν τῶν πα-

θῶν ἐπίσκεψιν ἡ τῶν οὔρων θεωρία εὕρηται μετὰ τοὺς

σφυγμούς, ὅσῳ καὶ μετὰ τὸ πνεῦμα διὰ πάντων ἡ τῶν

χυμῶν οὐσία διαπεφοίτηκε.

5

Τοσοῦτο δὲ ἀσφαλέστερόν

τε καὶ πρόχειρον ἡ ἐν τοῖς οὔροις μέθοδος τῆς ἐπὶ τοὺς

σφυγμοὺς καθέστηκεν, ὅσον ὑπ' ὄψιν μὲν αὕτη τὸ πᾶν

ἐκτίθησιν, ὑπὸ ἁφὴν δὲ ἐκείνη προστίθησι.

6

Τὸ μὲν

οὖν ὄψει κρίνειν καὶ τὸ μὴ πάμπαν ἀκριβῆ τὴν γνῶσιν,

ῥᾴδιον ἴσως, ὥστε καὶ διαγνωσθείη ἂν προχείρως τούτῳ

τὰ λεγόμενα. τὸ δ' ἁφῇ σφυγμῶν τὰ πάθη διαγινώσκειν

ἐθέλειν νοῦ τε δεῖ καθαροῦ καὶ εὐαισθήσεως χειρὸς καὶ

προσοχῆς ἴσως ἐσχάτης, ἵν' ἀκριβῶς μετροίη τὰ τῶν κινή-

σεων διαστήματα καὶ τοὺς τῶν ἡσυχειῶν χρόνους, καὶ τὰς

τῶν παρεμπιπτόντων πυκνότητας καὶ ἄλλ' ὅσα ἡ περὶ

αὐτῶν διέξεισι πραγματεία, ἀκριβῆ μὲν ὄντα καταλη-

φθέντα εἰς τὴν τῶν κατεχόντων παθῶν διάγνωσιν, δυσχερῆ

δ' ὅμως πρὸς κατάληψιν πεφυκότα.

7

Καὶ τὸν μὲν ἀμ-

φότερα εἰδότα βραχύ τι ἂν οἶμαι διαδράσῃ ἔς τε πρόγνω-

σιν καὶ διάγνωσιν, θατέρου δὲ τῷ λειπομένῳ πολλὴ ἂν

ἕποιτο ἡ διαμαρτεία, οὐχ ἧττον ἐς διάγνωσιν τῆς περὶ

τῶν οὔρων θεωρίας τῆς περὶ τῶν σφυγμῶν συντελούσης.

8

Ἀλλὰ ταῦτα μὲν ὧδε κείσθω. νῦν δὲ ἐπεὶ περὶ οὔρων

διαφορᾶς εἰπεῖν προυθέμεθα, περὶ διαφορᾶς χρωμάτων

πρώτως εἰπόντες καὶ περὶ τῶν λοιπῶν εἶθ' οὕτως γενῶν

ἐροῦμεν, ὅσα δῆτα τοῖς οὔροις ἐμφαίνεται.

8

t

{Κεφ. ηʹ. Περὶ διαφορᾶς τῶν κατὰ τὸ χῦμα χρωμάτων.}

1

Ὁπόσα τοίνυν εἴδη χρωμάτων τοῖς οὔροις ἐμφαί-

νεται, καθ' ἕκαστον μὲν οὐ ῥᾴδιόν ἐστι φάναι, ταῖς πολ-

λαῖς τῶν χυμῶν συμπλοκαῖς τε καὶ πέψεσι πολλῶν καὶ

τῶν χρωμάτων ἐπιδεικνυμένων.

2

Ἔνεστί γε μὴν τῶν

καιριωτέρων διορισθέντων τῷ λόγῳ, ἐκ τούτων ὡς ἀπό

τινων ὡρισμένων σημείων καὶ τῶν λοιπῶν καταστοχά-

ζεσθαι χρωμάτων, μὴ διορισθέντων τῷ λόγῳ, ὀνομάτων

οἰκείων ἀπορίᾳ.

3

Τῶν οὔρων τοίνυν τὰ μὲν λευκά, τὰ

δ' ὠχρά, τὰ δὲ πυρρά, τὰ δὲ ξανθά, ἕτερα δὲ ἐρυθρά, τὰ

δ' οἰνωπὰ κυανά τε ἐπὶ τούτοις καὶ χλωρὰ καὶ μέλαινα

φαίνεται, οὐκ ἐν τούτοις τῶν πάντων ἀπαρτιζομένων χρω-

μάτων, ἀλλ' ἐκ τούτων καὶ ἐμμέσων τε καὶ παραμέσων

ὡς πλειόνων ἐντεῦθεν ἐπισυνηγμένων χρωμάτων.

4

Τῶν

οὖν λευκῶν οὔρων τὰ μὲν κρυσταλλοειδῆ, τὰ δὲ χιονοειδῆ,

τὰ δὲ ὡς ἀκραιφνὲς ὕδωρ πέφυκε, καὶ ταῦτα μὲν ἐσχάτης

ἂν εἴη λευκότητος.

5

Ἐπεὶ δὲ τάς τε ἐπιτάσεις καὶ τὰς

ὑφέσεις ἐπιδέχεται τὰ γενικὰ τῶν χρωμάτων, τὰ δὲ δὴ

ῥηθέντα ἐπιτεταμένης ἂν εἴη λευκότητος, ἐπὶ τούτοις

προσθῶμεν τῷ λόγῳ καὶ ὅσα δῆτα ὑφειμένης λευκότητος

πέφυκεν.

6

Ἐπειδὰν τοίνυν τῆς ἄκρας λευκότητος ὑφίη-

ται ἡ χροία, τὸ γαλακτῶδες οὕτω καλούμενον ἀπὸ τοῦ

ἐοικέναι γάλακτι παρασκευάζει κρεῖττον μὲν ὂν τοῦ τε

ὑδατώδους και κρυσταλλοειδοῦς, τοῦ δ' αὖ γλαυκοῦ τόσον

λειπόμενον.

7

Αὐτὸ γὰρ ἴσως μετὰ τὸ γαλακτῶδες,

ὄσον τὸ χαρωπὸν ἐκπέφευγε τοῦ γλαυκοῦ τὴν λευκότητα,

καὶ γλαυκὸν μὲν πέφυκεν οἷον τὸ διαυγές ἐστι κέρας, χα-

ροπὸν δέ, ὃ καμήλων ὑπολεύκοις ἐρίοις ἔοικεν, εἶτ' οὖν

ὀνυχίτῃ οὕτω πως καλουμένῳ λίθῳ.

8

Ἀλλ' ἐπειδάν

τινα βαφὴν τὰ οὖρα δέξηται τὸ πολὺ τῆς ἀπεψίας ἐκπε-

φευγότα, ὕπωχρα μὲν τὰ πρῶτα γίνεται, προϊόντα δὲ καὶ

ὠχρά, ἀλλὰ τὰ μὲν μετρίως ζεσάσης χυμένης χυλῷ ἐῴκει,

ἐκεῖνα δ' αὖ καὶ πάνυ ζεσάσης, εἰ δέ γε βούλοιο καὶ οἷον

τὸ ἀπὸ τῆς ῥοιᾶς τοῦ φλοιοῦ τε καὶ περικάρπου ζέσαντος

ἐκείνως ὑγρὸν νόμισον.

9

Οὐ διοίσομαι γὰρ τῶν τε χυ-

λῶν πολλῷ ἐοικότων καὶ τοῦ τῆς ὠχρότητος ὀνόματος, μὴ

διαπεφευγότος τῇ συνηθείᾳ τοὺς πλείστους.

10

Εἴ γε

μὴν καὶ τῆς οὕτω πως καλουμένης ὠχρᾶς μέτριον προσ-

εμβάλῃς χυμῷ ὀρρώδει, ὕπωχρα ποιήσεις τά χρώματα·

πλέον δὲ προσεμβαλὼν τῆς ὠχρᾶς, καὶ ὠχρὰ τὰ χρώ-

ματα καταστήσεις ἀφ' ἑτέρων θάτερα προσονομασθέντα.

11

Ἐπειδὰν μέντοι πλείονι ἐπιχρώσῃ βαφῇ τὴν ὠχρό-

τητα, τῆς πέψεως προχωρούσης, τὰ ὑπόπυρρα τῶν οὔρων,

ἃ δὴ καὶ σύμμετρα ὁ λόγος οἶδε, κατασκευάζονται, μὴ

πάμπαν ἀκιβδήλῳ προσεοικότα χρυσῷ.

12

Τὸ δ' ἐπὶ

τούτοις οὖρον πυρρὸν καλούμενον μᾶλλον εὐροίζῳ καὶ

καθαρῷ χρυσίῳ ἐῴκει.

13

Μάθοις δ' ἂν ἴσως τοῦτο τοῖς

τῶν πλουσίων παρακόψας ταμείοις, εἰ μὴ παρά σοι χρυ-

σὸς καθαρὸς καθέστηκεν.

14

Ὑπόξανθον μετὰ ταῦτα

κνίκῳ τὴν χροιὰν ἐοικός. Καὶ ἴσασιν οἱ πολλοὶ τὸ τοῦ

φυτοῦ κνίκου ἄνθος, οἶμαι, ὅπερ ὡς ὑποπεπτωκός ἐστι

τῇ χροιᾷ τοῦ ἄνθους τοῦ κρόκου, ὥστε ἐκεῖθεν δεῖ συλλο-

γίζεσθαι περὶ ὑποξάνθου χρώματος.

15

Τό γε μὴν

ἀκριβῶς ξανθὸν κατὰ μηδέν τι διενηνοχὸς φαίνεται τοῦ

Κωρυκείου κρόκου, τοῦ ἐπ' ἄλλοις τόποις τούτου διενεγκό-

τος τῇ τοῦ χρώματος ἀκριβείᾳ.

16

Ἀλλ' ἵνα μή τι πά-

θῃς ἀνθρώπινον πολὺ διενεγκόντα τοῦτον οἰηθεὶς τῷ

χρώματι τῶν λοιπῶν τῷ ξένῳ τοῦ ὀνόματος, ἐγώ σοι τὸν

ἀπὸ τοῦ Ἄθω παραθήσω κομιζόμενον καὶ τῷ ἐκείνου

στοίχει χρώματι, πλὴν οὐχὶ τοῖς φαινομένοις ἔν τε κνίκῳ

καὶ κρόκῳ δεῖ σε προσέχειν χρώμασιν, ἐπεὶ πολλῷ ἂν δια-

μάρτῃς τοῦ δέοντος ὑπερυθρὰ γὰρ καὶ ἐρυθρὰ ἤδη τὰ

ἐκείνων χρώματα πέφυκεν, ἀλλὰ τοῖς ἐξ ἐκείνων ὑγρῷ λυο-

μένων χρώμασι.

17

Μετὰ ταῦτα τὸ ὑπέρυθρον καὶ ἐρυ-

θρὸν τοῦ χρώματος πέφυκεν, οἷς δῆτα ἀρκέσει μὲν ἐς

παράστασιν καὶ τὰ φαινόμενα, καθάπερ εἴρηται, χρώματα

τοῦ τε κνίκου καὶ κρόκου. μάθοις δ' ἂν τῇ τε Ἀρμενίῳ

βώλῳ καὶ τῇ Λημνίᾳ σφραγίτιδι τὰ ὑπέρυθρα προβάλλων.

18

Τὰ δ' ἐρυθρὰ καὶ φοινικᾶ τοῦ χρώματος τῶν ὀπωρῶν

ταῖς ἐρυθρὰ προβαλλομέναις χρώματα κεράσοις δηλονότι

καὶ μήλοις καί τισι παραπλησίοις, ὧν τῇ τελειότητι τῆς

ἐπιφανείας καὶ τῇ πέψει καὶ τὰ χρώματα διενεγκεῖν δο-

κοῦσι.

19

Τὸ οἰνωπὸν ἐπὶ τούτοις ἀπό τε τῶν μελαντέ-

ρων οἴνων τοὔνομα ἐσχηκὸς καὶ οἷον πεφυκὸς τὸ χρῶμα

τοῦ ἥπατος, ὥστ' ἐντεῦθεν δεῖ τὸν συνετὸν λογιζόμενον

πολλάκις μὲν ἧπαρ ἑωρακότα ζῴου ἀλόγου εἰ μὴ ἀνθρώ-

που, πολλάκις δ' ἐπιπίοντα τοιοῦτον οἶνον, εἴτ' οὖν ἑωρα-

κότα τὸν περὶ τοῦ οἰνωποῦ χρώματος λογίζεσθαι λόγον.

20

Μέμνημαι γὰρ καὶ ἔγωγε τοιοῦτον ἐν ἀγορᾷ πολλάκις

ἑωρακὼς ἀπ' ἐμπόρων κομιζόμενον οἶνον, ὃς ἐπὶ τοσούτῳ

κέχρωται τῷ οἰνωπῷ τοῦ χρώματος, ὥστε τοῖς μὲν ἀγγεί-

οις, οἷς κεκόμιστο, τοῦ οἰκείου μετεδίδου χρώματος· βρα-

χὺς δὲ ὕδατι πολλῷ μιγνύμενος ἔτι ἐρυθρὸς τῷ χρώματι

διεφαίνετο.

21

Τό γε μὴν κυανοῦν τοῦ χρώματος ἐξ

ἐπιταθέντος μὲν οἰνωποῦ γέγονεν ἴσως, μάλιστα δ' ἐῴκει

σειραίῳ, ὃ δὴ καὶ ἕψημα ὁ λόγος οἶδε.

22

Τοῦτο δὲ

πέφυκε τοιοῦτον, ἐπειδή τινες ἀμφιγνοήσαιεν ἂν ἔτι τοῦτο,

τὸ ἀπὸ γλεύκους ἐς ἀποτρίτωσιν ἑψημένου γινόμενον.

προσεπιθείης δὲ τῇ σαφηνείᾳ τοῦ χρώματος καὶ τὸ τοῦ

κάρπου τῆς κεράσου, ὃ δὴ μάλιστα πρὸς τὸ μελάντερον

ἐπινένευκεν.

23

Ἐπεὶ δὲ καὶ τὸν περὶ κυανοῦ χρώματος

ἱκανῶς ἔχεις λόγον, καὶ περὶ τῶν λοιπῶν νῦν μάνθανε·

τὸ τοίνυν φαιὸν ἐπίδηλον οἶμαι γεγονέναι τοῖς πᾶσιν ἐξ

ἀκράτου λευκοῦ καὶ μέλανος συγκραθέν.

24

Εἰ δὲ καὶ τῇ

αἰσθήσει τοῦτο μαθεῖν ἐθέλεις, ψιμμίθιον ἢ λευκὴν πάνυ

τίτανον ἤ τι παραπλησίων μελανί τε καὶ πίσσῃ καὶ

ἀσφάλτῳ καί τισιν ἀκράτοις μέλασιν ἑνώσας χρώμασιν ἰσο-

στάθμοις, τὸ φαιὸν ἂν ὧδε γνοίης χρῶμα γινόμενον.

25

Ἀλλὰ δὴ περὶ χλωρῶν ὧδ' εἰρηκότες πρῶτον καὶ ἐλαίω-

δῶν, περὶ πελιδνῶν εἶθ' οὕτως καὶ μελανῶν ἐροῦμεν.

26

Τῶν τοίνυν χλωρῶν χρωμάτων τὰ μὲν κραμβίζοντά

εἰσι, τὰ δ' αὖ χλοάζοντα, ἰώδη τε καὶ σμαραγδίζοντα, ὥστ'

ἐξ ὧν παρωνομάσθησαν, ταῦτα δὴ καὶ μανθάνειν τοῖς

ἐκείνων χρώμασι, ταῦτα δὴ παραβάλλοντα.

27

Ἀλλὰ δὴ

καὶ τῶν ἐλαιωδῶν οὕτω κοινῷ τῷ γένει καλουμένων οὔρων

τὰ μὲν ἐλαιοφανῆ, τὰ δὲ ἐλαιόχροα, τὰ δ' ἐλαιώδη ὁμωνύ-

μως τῷ κοινῷ λέγεται γένει.

28

Τούτων δὲ τῶν τριῶν

τοῦ μὲν πρώτου ἔτι ἀμφισβητεῖται τὸ χρῶμα, εἴθ' ὑδα-

τῶδες ἢ ἐλαιῶδες εἴη τῇ τοῦ χρωννῦντος τοῦτο λεπτότητι·

τοῦ δὲ δευτέρου ἤδη ἐπίδηλον ὡς ἤδη τὴν χροιὰν ἐπιτεί-

ναντος· ὃ δ' ἐλαιῶδες ὁ λόγος ὥρισε, τῇ τοῦ ἐλαίου μάλι-

στα προσέοικε χροιᾷ, πλὴν οὐχὶ τῶν παχέων τούτων καὶ

τῷ χρώματι ἐπιτεταμένων, ἀλλὰ τῶν μάλιστα λεπτῶν.

ἐκεῖνα γὰρ τοῖς ὑπὸ τὸ χλωρὸν ἁρμόζει μᾶλλον εἴδεσιν.

29

Ἐπεὶ δ' ἱκανῶς καὶ τὸν περὶ χλωρῶν καὶ ἐλαιωδῶν

οὔρων ἐν διαφοραῖς ἐξεθέμεθα λόγον, ἑξῆς ἐπὶ τῶν πε-

λιδνῶν τῷ λόγῳ ἴωμεν καὶ μελάνων φαινομένων οὔρων.

30

Τὸ τοίνυν πελιδνὸν τοῦ χρώματος μολιβδόχρουν μὲν

ἂν εἴπῃ τις σαφηνίζων τὸν λόγον, ὥστε ἐκεῖθεν δεῖ καὶ

περὶ τούτων στοχάζεσθαι.

31

Τοσούτῳ δὲ προσνένευκε

τῷ μέλανι χρώματι, ὅσον, οἶμαι, λέλειπται τοῦ φαιοῦ,

ὥστε καὶ εἰ διπλασίῳ λόγον ἕξει, τὰ μέλανα πρὸς τὰ λευκὰ

χρώματα, τῇ συνθήκῃ, ἂν πελιδνὰ ἐντεῦθεν ὀφθείῃ χρω-

ματα, καὶ πελιδνὰ τοιαῦτ' ἂν εἴη.

32

Μέλανα δὲ οὐδεὶς

ἂν ἀγνοήσῃ χρώματα πᾶσιν ἔκδηλα γεγονότα. προσήκει

τοίνυν ἐντεῦθεν τῷ περὶ τὰ τοιαῦτα σπουδαίῳ ἐπινοῆσαι

μὲν τὰ ῥηθέντα χρώματα καὶ τοῖς πλαξὶν ἐγγράψαι τῆς

διανοίας, οὐκ ὀλίγων ἐπ' αὐτοῖς ῥηθησομένων διαγνώσεων

τε καὶ προγνώσεων.

33

Προσεπινοῆσαι δὲ τῷ λόγῳ δεῖ

καὶ ἃ τῶν χρωμάτων μὴ διώρισται τῷ ἐξαπορῆσαι οἰκείων

ὀνομάτων, ἤτοι ἐξυδαρωθέντα ἢ ἐπιταθέντα ἀπὸ τῶν

ὁρισθέντων τούτων χρωμάτων, ὥστε ἂν εἴ τις ἀκριβῶς

ταῦτα γνοίη, ῥᾳδίως καὶ τὰ διαπεπτωκότα τῶν ὡρισμένων

τούτων χρωμάτων δι' οἱονδήτινα καταγνοίη λόγον.

34

Οὐκ-

οῦν οὐκ ἐπὶ πλέον προσανέχειν τῷ περὶ διαφορᾶς χρω-

μάτων προσήκει λόγῳ, ἱκανῶς ἐνταῦθα πρὸς συνετοὺς

τῶν πάντων διωρισμένων.

35

Τοῖς γὰρ δή τοι μέρος

παιδιᾶς τὰ τῇ τέχνῃ τιθεμένοις σπουδαῖα, οὐδ' ἂν πάντα

τις συνελών, πολλάκις φαίη τὰ ἐνδεχόμενα συνίστασθαι

χρώματα, πρὸς ἀποχρῶσαν τούτοις διδασκαλίαν ἀρκέσειε.

καὶ ὁ μὲν περὶ διαφορᾶς χρωμάτων οὔρων λόγος ᾧδέ πη

κείσθω. ἐνταῦθα δὲ προσήκει φάναι καὶ περὶ διαφορᾶς

τῶν ἐπὶ τῷ χύματι συνισταμένων συστάσεων.

9

t

{Κεφ. θʹ. Περὶ διαφορᾶς τῶν κατὰ τὸ χύμα συστάσεων.}

1

Τὰ τοίνυν οὖρα ταῖς ἀμίσι διουρηθέντα πάντα

μὲν μικροῦ δεῖν λεπτὰ φαίνεται θερμὰ ἔτι ὄντα τὸ γάρ

τοι φυσικὸν θερμόν, ἐπικρατοῦν ἔτι, οὐκ ἐᾷ τὸ χῦμα

συνιέναι τε καὶ παχυνθῆναι δι' οἱανδήτινα ἡγησαμένην

πρόφασιν.

2

Τοῦ θερμοῦ δ' ἤδη διασκεδασθέντος, ἔνια

μὲν αὐτῶν παχύνεται τάχιστα, ἔνια δὲ βραδέως, ὥσπέρ

ποτε ἔτερα παχέα διουρεῖται, ἔνια δ' αὖ, οἷα οὐρήθη, μέ-

νει.

3

Τῶν δὲ παχυνθέντων ἔνια μὲν καθίστανται, ἔνια

δ' αὖ, οἷα ἀπ' ἀρχῆς παχέα γέγονεν, ἀδιάκριτα μένει.

4

Ἀλλὰ τῶν μὲν τοιούτων παχέων τὰ μὲν μετρίως πάνυ

πεπάχυνται, θολερὰ οἷον τυγχάνοντα, τὰ δ' ἔτι πλέον, τὰ

δ' ἔτι πλεῖστον, καὶ δεῖ καὶ τὴν ἐπὶ τούτοις συνιέναι δια-

φοράν.

5

Τῶν δὲ δὴ καθισταμένων τὰ μὲν τὸ παχύτε-

ρον ἐπὶ τὸν πυθμένα ἐπισυναγαγόντα καὶ ταῦτα ἔτι πα-

χέα μένει, ἢ τεθολωμένα ἢ καὶ σύμμετρα καὶ λεπτὰ

γίνεται, τοῦ παντὸς ἐπὶ τὸν πυθμένα πάχους χωροῦντος,

ὥστε δεῖ τὰς ἐπὶ τούτοις διαφορὰς ἀκριβῶς ἐκμανθάνειν,

οὐκ ὀλίγα συνοισούσας τοῖς περὶ διαγνώσεώς τε καὶ προ-

γνώσεως λόγοις.

6

Ὡσαύτως δὲ δεῖ κἀπὶ τῶν λεπτῶν

ἐκμανθάνειν, ὡς οὐ πάντα τῇ αὐτῇ λεπτότητι συνίσταν-

ται, ἀλλὰ τὰ μὲν καὶ πάνυ λεπτότατα πέφυκεν, οὐδέν τι

τοῦ διειδεστάτου διενεγκότα ὕδατος, τὰ δὲ τοιαύτης δια-

πέπτωκε συστάσεως, ἔτι καὶ αὐτὰ λεπτὰ τυγχάνοντα, ἕτερα

δὲ προσενένευκε τῷ τῇ συστάσει συμμέτρῳ οὔρῳ.

7

Ἀλλ'

ὁ μὲν περὶ διαφορᾶς συστάσεως οὔρων λόγος ἱκανὸς ἂν

ἐντεῦθεν νομισθείη λελέχθαι.

10

t

{Κεφ. ιʹ. Πρὸς τοὺς τῷ θύραθεν μόνῳ καταστήματι τὴν τοῦ πάχους

τῶν οὔρων αἰτίαν προσάπτοντας.}

1

Ἐπεὶ δέ τινες τῶν ἀπαιδεύτων περὶ τὰς τῶν οὔ-

ρων κρίσεις τὰ παχέα τῶν οὔρων οὐκ ἰδιότητί τινι διαθέ-

σεων τῶν αὐτοῖς ἁρμοζουσῶν συμβαίνειν οἴονται, ἀλλὰ

τῷ θύραθεν ψυχρῷ καταστήματι καὶ μάλιστα ὁπότ' ἐνο-

ρῷεν λεπτὰ μὲν διουρηθέντα, μετ' οὐ πολὺ δὲ παχυνό-

μενα, καὶ πρὰς αὐτοὺς τὸν λόγον τρεπτέον καὶ τήν σφων

ἀπάτην ἀποδεικτέον.

2

Οἵδε γὰρ τῇ τοῦ θερμοῦ ἀπο-

χωρήσει οἴονται τὸ θύραθεν ἐπικρατοῦν ψυχρὸν ταῦτα

παχύνειν. τοῦτο δὲ τοσοῦτον λείπεται εἰς ἀλήθειαν, ὥστε

καὶ ἀπὸ τῶν ὁσημέραι φαινομένων ἔστι μαθεῖν αὐτῶν

τὴν ἄγνοιαν, ἀεὶ μὲν δηλονότι τῶν οὔρων τῷ θύραθεν

προσομιλούντων ψυχρῷ ἀέρι, μὴ πάντοτε δὲ παχυνομέ-

νων.

3

Ἔπειτα εἰκὸς μὲν ἐνίοτε τὰ οὖρα παχυνθῆναι,

ὁπόταν δηλαδὴ τὸ μὲν περιέχον ᾖ πάνυ κρυμνῶδες, τὰ δ'

οὖρα ἐν ὑπαίθρῳ διανυκτερεύσωσι, καὶ παγείη ἂν ἴσως

ταῦτα μᾶλλον ἢ παχυνθείη.

4

Ἔπειτα εἰ διὰ τὸ προστυ-

χὸν κρύος παχυνθείη, διὰ θαλπωρὴν τοῦ περιέχοντος

λεπτυνθείη ἄν.

5

Ἀλλὰ μὴν ἔστιν ἰδεῖν κἀν χειμῶνι

οὖρα λεπτότατα, κἂν μὴ τῷ θύραθεν ἐκνικώμεθα ψύχει,

κἀν τῷ θέρει παχύτατα μηδὲν ἐνταῦθα τοῦ θερμοῦ δια-

λύοντος.

6

Εἶτα τί ποτ' ἄρ' ἂν καὶ φαῖεν οἱ σεμνοὶ

τῶν οὔρων ἐπόπται, ὁπόταν νῦν μὲν οὖρον λεπτὸν θεά-

σωνται, τὴν δὲ ἐπιοῦσαν παχυνθέν, τοῦ αὐτοῦ δὴ κἀν

ἀμφοτέροις καταστήματος γεγονότος;

7

Πῶς δ' ἂν καὶ

προγνοῖεν, ὅτι ποτὲ βούλεται ἡ μεταβολή, κἀπὶ ποίοις

αἰτίοις γέγονεν; ἐμοὶ δοκεῖ πολλ' ἂν σφαλεῖεν τἀληθοῦς

ἀποπεπτωκότες.

8

Τίσι δ' ἂν σημείοις ἐν τοῖς οὔροις

πλῆθος χυμῶν ἢ πάχος ἢ πέψεως ἀρχὴν γνοῖεν, μηδὲν

ἔχοντες ἐπὶ παχέσιν οὔροις κρίνειν τὸ σύνολον; ἔπειτα

τὸν σφῶν αὐτῶν λόγον συνιστᾶν πειρώμενοι θερμοῖς τισιν

ὕδασι τὴν ἀμίδα καθιᾶσι καὶ πως ὁμιλήσασαν πρὸς

βραχὺ δεικνύουσι λεπτυνθεῖσαν, μὴ συνιέναι ἔχοντες, ὡς

οὐχ ἧττον τοῦ φυσικοῦ τὸ τεχνικὸν θερμὸν τὰ οὖρα δια-

λύειν πέφυκεν, εἴ τί που πάχος σχοῖεν, ἀλλὰ οὐδὲν τοῦτο

πρὸς ἀποχρῶσαν αὐτοῖς ἀπολογίαν πέφυκεν, ἔτι δυοῖν

ἀμίδοιν τῷ αὐτῷ προσομιλουσοῖν ἀέρι καὶ τῆς μὲν παχυ-

νομένης, τῆς δ' ἑτέρας, ὡς εἶχεν, ἐπιφαινομένης.

9

Ἔτι

τίνα ἄν τις αἰτίαν ἀποδοίη, εἰ μὴ ἣν νῦν ἡμεῖς ἐροῦμεν

ἐν οἰκείοις τόποις.

10

Εἰ γάρ τοι τὴν τοῦ περιέχοντος

ψυχρότητα αἰτιάσονται, δέδοικα μὴ ἀλῶσιν ἀπατηθέντες,

τῆς ἑτέρας ἀμίδος λεπτῆς μενούσης· ἀλλ' αὐτοῖς μὲν

ἀρκούσης ἴσως τῆς ἀπαιδευσίας εἰς ἔλεγχος ἱκανὴν ἂν

δόξῃ καὶ τὸ ῥηθέν· ἡμεῖς δὲ τῶν ἑξῆς ἐχόμενοι λέγωμεν.

11

Ἐπειδὴ τοίνυν δέδεικται τὰ μὲν τῶν οὔρων διατελεῖν

παχέα, τὰ δ' αὖ λεπτά, ἐκεῖνα δὲ σύμμετρα, ἐπιδιείλομεν

δὲ καὶ ταῦτα ὡς ἐνεδέχετο, νῦν ἂν προσῆκον εἴη περὶ δια-

φορᾶς τῶν ἐν τοῖς οὔροις παρυφισταμένων φάναι.

11

t

{Κεφ. ιαʹ. Περὶ διαφορᾶς χρωμάτων τῶν παρυφισταμένων.}

1

Τῶν τοίνυν κατὰ φύσιν παρυφισταμένων, λευκῶν

μὲν ὄντων καὶ ὁμαλῶν καὶ προσέτι τῇ συστάσει συμμέ-

τρων καὶ πρὸς τὸν πυθμένα χωροῦντων, ἡ κατὰ φύσιν

τρίτη πέψις τελεῖται.

2

Ἐπειδὰν δ' εἴθ' ὑπερβάλλοι

ταῦτα, εἴτε ἐλλείποι τῶν κατὰ φύσιν τούτων γνωρισμά-

των, καὶ τὴν ὑγείαν παρατετράφθαι δηλοῖ.

3

Ῥητέον

τοίνυν ὧδε περὶ τῶν ἐνδεχομένων τούτοις φαίνεσθαι χρω-

μάτων, εἶθ' οὕτως καὶ τῶν ἑξῆς κατὰ τὸν αὐτοῖς ἀνή-

κοντα λόγον.

4

Τῶν τοίνυν παρυφισταμένων τὰ χρώ-

ματα τὰ μὲν σύμμετρα καὶ κατὰ φύσιν ὑπόλευκα, τὰ δὲ

ἐκπίπτοντα τοῦ τοιούτου συμμέτρου παρυφισταμένου, ὧν

τὰ μὲν ἐπιτέταται τῇ λευκότητι, τὰ δ' ἤδη ὕπωχρα καὶ

ὠχρὰ φαίνεται· τὰ δὲ καὶ προχωροῦντα ἔτι χρώννυται,

χολώδη τε φαινόμενα καὶ ὀροβοειδῆ, ὑπέρυθρά τε καὶ

ἐρυθρὰ καὶ πρὸς τούτοις δίαιμά τε καὶ ὀρφνώδη φαιά τε

δὴ καὶ μέλανα.

5

Ταῦτα καὶ τὰ τοιαῦτα τῶν παρυφι-

σταμένων πέφυκε χρώματα κἀκ τούτων δεῖ σκοπεῖν καὶ

περὶ τῶν μὴ ῥηθέντων, ἐμπεριεχομένων μέντοι, καθὼς ἐν

τοῖς περὶ διαφορᾶς χρωμάτων προλαβόντες ἤδη ἔφημεν

τοῦ χύματος, ἀλλ' ὁ μὲν περὶ διαφορᾶς χρωμάτων τῶν

παρυφισταμένων, ὡς ἐν βραχεῖ φάναι, λόγος δὴ τοιοῦτός

ἐστι· νῦν δὲ περὶ συστάσεως ἐροῦμεν.

12

t

{Κεφ. ιβʹ. Περὶ διαφορᾶς συστάσεων τῶν παρυφισταμένων.}

1

Τὸ τοίνυν σύμμετρον τῆς τοῦ παρυφισταμένου

συστάσεως ὁποῖον μέν ἐστιν ἡ πείρα δείκνυσιν· ἵνα δὲ

καὶ τῷ λόγῳ εἴη διωρισμένον, οὕτως πώς φαμεν περὶ

συστάσεως συμμέτρου τοῦ παρυφισταμένου.

2

Τὸ σύμ-

μετρον τῇ συστάσει παρυφιστάμενον παχύτερον μὲν πάν-

τως πέφυκε τοῦ χύματος.

3

Διὰ γὰρ τοῦτο καὶ ἐπίδηλον

τῇ ὄψει ῥᾳδίως πέφυκε, μὴ ὡσαύτως αὐτὸ τῷ χύματι τῆς

ὄψεως διαπεραιουμένης, ἀλλὰ πρώταις μὲν ἐπιβολαῖς αὐ-

τοῦ ἀναπαυομένης τῇ περιοράσει δὲ καὶ τοῦτο διαπεραι-

ουμένης.

4

Ἐπεὶ τοίνυν τὸν περὶ συμμέτρον συστά-

σεως τοῦ χύματος ἀκήκοας λόγον, ἔξεστί σοι ὥσπερ ἀπὸ

ἀσφαλοῦς ἠργένῳ σημείου τά τε λεπτὰ καὶ τὰ παχέα ἔχειν

τῶν παρυφισταμένων εἰδέναι, πλὴν ἀλλὰ καὶ ἡμῶν ῥηθείη

ἂν ὧδε τὰ δέοντα.

5

Τῶν τοίνυν λεπτῶν παρυφισταμέ-

νων, ὅσα μᾶλλον συγκοινωνεῖ τοῦ χρώματος τῷ χύματι,

ἧττον διαφαίνεται τῶν ἀφισταμένων μᾶλλον τοῦ χρώμα-

τος τοῦ χύματος, ὥστε δὴ καὶ τοῦτο δεῖ προδιωρίσθαι

τῷ λόγῳ.

6

Τούτων δὲ τὰ μὲν βραχύ τι διαπέπτωκε

τοῦ συμμέτρου, τὰ δ' ἐπὶ πλέον, ἃ δὴ καὶ οὐ ῥᾳδίως ἄν

τις ὁρῴῃ, τὰ δὲ ἐπὶ πλεῖστον, ἃ μόλις ἂν ἀκτῖνα τοῦ

ἡλίου διὰ τῆς ἀμίδος διαβιβάσας ἴδοι.

7

Τῶν δὲ ἐπὶ

πάχος ἀπὸ τοῦ συμμέτρου χωρούντων παρυφισταμένων

τὰ μὲν μετρίως φαίνεται παχύτερα, ὥστε μὴ ῥᾳδίως ἤδη

ταῦτα τὴν ὄψιν διαπερᾶν, τὰ δ' ἐπιπλέον, ὣστε τὴν μὲν

ὄψιν αὐτοῖς ἀναπαύεσθαι, τῷ δὲ λόγῳ καὶ πλέον τι τούτου

πάχος οἴεσθαι· τὰ δ' αὖ ἐπὶ πλεῖστον, οὐχ ἧττον τῆς

ὄψεως ἐπαναπαυομένου τοῦ λόγου. οὐ γάρ τοι οἷόν τε

πλέον ἐκείνου πάχος ἐν τοῖς παρυφισταμένοις οἰηθῆναι

τῷ λόγῳ, ἤδη κατὰ σύστασιν τῷ πύῳ ἐοικόσιν.

8

Ἰστέον

μέντοι καὶ τούτῳ τῷ λόγῳ, ὡς περὶ παντοίων νῦν φαμεν

προϋφισταμένων, κἄν τε τῆς τρίτης εἴη ταῦτα δηλονότι

πέψεως περιττώματα, κἄν τε χυμῶν ὠμῶν κόμματα, κἄν

τε πύα τε καὶ τῶν ἐντὸς ἀγγείων τεμάχια.

9

Τὰς γάρ

τοι διαγνώσεις αὐτῶν ἐν οἰκείοις λόγοις, τοῦ θεοῦ διδόν-

τος, ἀποδώσομεν. νῦν δὲ τῶν ἑξῆς ἐχόμενοι καθ' εἱρμὸν

λέγωμεν.

10

Τοῦ τοίνυν διαστήματος τοῦ χύματος τριχῇ διῃ-

ρημένου, εἴς τε πυθμένα δηλονότι τῆς ἀμίδος καὶ ἐπιφά-

νειαν καὶ τὸ τῶν ἀμφοτέρων τούτων περάτων μέσον, τὰ

μὲν πρὸς τὸν πυθμένα τῆς ἀμίδος χωροῦντα παρυφιστά-

μενα <ὑποστάσεις> ἔφασαν οἱ περὶ τὰ τοιαῦτα σοφοί,

ἀπὸ τοῦ <ὑφίστασθαι> δηλονότι, τῆς <ὑπὸ> προθέσεως

δεδηλωκυίας τὴν κάτω σχέσιν, ὅσα δὲ χωρεῖ πρὸς τὸ τοῦ

παντὸς διαστήματος μέσον, <ἐναιωρήματα,> ἀπὸ τῆς

<αἰώρας,> οἶμαι, τῶν ἀμφοτέρων, ὡς ἴσμεν, ἀφεστηκυίας

περάτων, ὅσα δ' αὖ πρὸς αὐτὴν χωρεῖ τὴν ἐπιφάνειαν,

νεφέλας καὶ ἀπογείους οὔσας, ἀνάλογον τῇ γῇ τιθέντες

τὸν τῆς ἀμίδος πυθμένα, ἐπεὶ καὶ πρὸς αὐτὸν χωρεῖ τὰ

βαρύτερα τὸν πυθμένα, κοινῷ δὲ ταῦτα ἅπαντα καὶ γε-

νικῷ ὀνόματι παρυφιστάμενα λέγεται ἀπὸ τοῦ ὁπουδή-

ποτε τοῦ χύματος παρυφίστασθαι, καὶ οὕτω μὲν περὶ

τοῦτό που τοῦ παρυφισταμένου λόγου διεῖλον πάλαι ἰα-

τρῶν παῖδες, ἀρχὰς ὥσπερ τῶν ἐν ἰατρικῇ θεωρημάτων

τιθέμενοι. Ἔξεστι δὲ και οὕτως ἐπιδιελεῖν τὸν λόγον οὐκ

ὀλίγα εἴς τε πρόγνωσιν συνοίσοντα καὶ διἀγνωσιν.

13

t

{Κεφ. ιγʹ. Περὶ διαφορᾶς τόπων τῶν παρυφισταμένων.}

1

Τῶν τοίνυν ὑποστάσεων—χρηστέον γὰρ ὧδε τοῖς

τεθεῖσιν ὀνόμασιν—αἱ μέν τὸν ἄμεμπτον κατειληφυῖαι

τόπον οὔτε πάντῃ ἅπτονται τοῦ τῆς ἀμίδος πυθμένος,

οὔτ' αὖ ἀφίστανται· αἰ δέ γε τὸν οἰκεῖόν τε καὶ ἄμεμ-

πτον ἐκλελοιπυῖαι τόπον καὶ αὗται ἑπιδιαιροῦνται τῷ λόγῳ.

2

Αἱ μὲν γάρ αὐτῶν προσέχονται πρὸς τὸν πυθμένα

πάντῃ, αἱ δ' αὖ βραχύ τι τοῦ πυθμένος καὶ πλέον τοῦ

προσήκοντος αὐτοῖς ἀφίστανται, φεύγειν ὥσπερ πειρώμε-

ναι τὸν ὡρισθέντα τόπον ταῖς ὑποστάσεσι.

3

Τῶν δὲ

ἐναιωρημάτων ὅσα μὲν τὸν ἀκριβῶς μέσον τοῦ παντὸς

ἀπείληφε διαστήματος τόπον, τὸν ἀκριβῆ τῶν ἐναιωρημά-

των εἴληφε λόγον· ὅσα δ' εἴθ' ὑποβέβηκεν ἢ ὑπερῆρται,

ἐναιωρήματα μὲν ἂν καὶ ταῦτα κληθείη τῇ τῶν ὀνομά-

των καταχρήσει, ἐπεὶ καὶ τῶν περάτων ἀμφοτέρων ἀφ-

έστηκεν.

4

Οὐκ ὀλίγα δὲ καὶ ταῦτα εἴωθε λυσιτελεῖν τῇ

περὶ οὔρων πραγματείᾳ οὕτω διοριζόμενα, ὥστε τρεῖς δεῖ

καὶ τοὺς ἐπὶ τῶν ἐναιωρημάτων οἴεσθαι τόπους.

5

Τῶν

δὲ νεφελῶν αἱ μὲν βραχύ τι δέουσι τῆς ἐπιφανείας, αἱ δ'

αὖ ἤδη πρὸς αὐτῇ τῇ ἐπιφανείᾳ νήχονται.

6

Ἐπεὶ δὲ

καὶ τρίτου ταύταις τόπου ἐδέησεν, ἐπεὶ μὴ ἐνεδέχετο καὶ

περαιτέρω χωρεῖν ἐπιλείποντος τοῦ χύματος—ἀνάγκης

ὥσπερ ἡγησαμένης ἀντιστραφεῖσαι αὐτῷ δὴ τῷ πυθμένι

προσεπεφύκεσαν κατὰ κράτος, οἱονεὶ πειρώμεναι καὶ

τὸν μεταξὺ αὐτῶν καὶ τῆς ἐπιφανείας τοῦ τῆς ἀμίδος

πυθμένος τόπον ἐξαφανίσαι, οὕτως ἀκριβῶς περάσασαι

τοῦ χύματος τὸ διάστημα προίσχονται τῇ ἀμίδι, ὥσπερ

τοὺς πολύποδας ἐν ταῖς πέτραις ἀκριβῶς φασιν ἔχεσθαι.

7

Ἐπεὶ τοίνυν δέδεικται, τρεῖς μὲν τοὺς γενικωτέρους

τόπους τῶν παρυφισταμένων τυγχάνειν, εἰς τρεῖς δὲ ἕκα-

στον ἐπιδιείλομεν τόπους, ὡς ἐντὸς τῶν δέκα λειπομένους

τυγχάνειν πάντας, τούτους δεῖ μανθάνειν ἀκριβῶς τὰ

μάλιστα συνοίσοντας.

8

Ἵνα δ' ἀκριβῶς εἰδῇς τὸν λόγον

τοῦτον, ἐπὶ παραδείγματος ὡδὶ παραθήσω.

9

Νόησόν

μοι διάστημα ὡσεὶ ἕνδεκα δακτύλων ἢ πήχεων ἢ παλαι-

στῶν ἢ ὅτι καὶ βούλει καὶ τέσσαρας μὲν λόγισαι ἐπὶ τῷ

ἐνδεχομένῳ τόπῳ ταῖς ὑποστάσεσιν, ἕνα δὲ ἐπὶ τῷ πέ-

ρατι μὲν τῶν ὑποστάσεων, ἀρχῇ δὲ τῶν ἐναιωρημάτων,

ὥσπερ καὶ ἕτερον μὲν ἐπὶ τῷ πέρατι τῶν ἐναιωρημάτων,

ἀρχῇ δὲ τῶν νεφελῶν· τρεῖς δ' αὖ ἐπὶ τῷ τόπῳ τῶν ἐν-

αιωρημάτων· δύο δ' αὖ ἐπὶ τῶν νεφελῶν καὶ ὁ μὲν τῶν

συμμέτρων νεφελῶν τόπος ὁ ὕστατός τε καὶ ἑνδέκατος

ἔστω δάκτυλος.

10

Ὁ δὲ ὑφειμένος οἷον καὶ ὑποπεπτω-

κὼς ὁ δέκατος, ὁ δ' ἐπὶ πλέον ὑπερῃρμένος, ὁ ἀντιστρα-

φεὶς ἐπὶ πυθμένα πρῶτος· τῶν δὲ ὑποστάσεων καὶ ἀκρι-

βῶς οἰκεῖον ἐχουσῶν τόπον ὁ τρίτος ἔστω δάκτυλος, ἐπαι-

ρομένων δ' αὖ ὁ τέταρτος, ὥσπερ ὑφιζανουσῶν ὁ δεύτερος.

11

Κἀπὶ τῶν ἐναιωρημάτων αὖθις ὁ μὲν πάντῃ μέσος

ἔστω ὁ ἔβδομος, ὥσπερ τῶν μὲν ἐπαιρομένων πλέον ὁ

ὄγδοος, τῶν δὲ ὑποβαινόντων μᾶλλον ὁ ἕκτος.

12

Πέμ-

πτος γε μὴν καὶ ἔννατος οὐ κατεδέξαντο τὰ παρυφιστά-

μενα, ὁρισμοὶ μᾶλλον ἢ τόποι γεγονότες τῶν παρυφιστα-

μένων τοῖς οὔροις.

13

Ἀλλ' ὁ μὲν περὶ τοῦ τόπου τῶν

παρυφισταμένων λόγος ἱκανῶς ῥηθεὶς ὧδέ πη κείσθω·

τάχα δ' ἄν τις αὐτὸν καὶ ἀπὸ τοῦ διαγράμματος γνοίη·

νῦν δ' ἐπιθήσομεν τῷ λόγῳ τὰ λείποντα.

14

t

{Κεφ. ιδʹ. Περὶ λειότητος καὶ τῶν ἀντικειμένων τῶν παρυφισταμένων.}

1

Τῶν τοίνυν κατὰ φύσιν παρυφισταμένων πρὸς

τοῖς ἄλλοις καὶ λείων εἶναι ὁριζομένων πρῶτον μὲν ῥη-

τέον ὁποῖα εἴη τὰ λεῖα, εἶθ' οὕτως καὶ τὰ τούτοις ἀντί-

θετα.

2

Λεῖα τοίνυν εἴη παρυφιστάμενα ὅσα συνεχῆ

πρὸς ἑαυτὰ τυγχάνει καὶ ὡς ἓν οἷον συνεχὲς ἐπισυνηγμένα

σῶμα, μήτε πρὸς ἑαυτὸ πάντῃ συνεπτυγμένον καὶ οἷον

συνεσφηνωμένον, μήτε πως διαλελυμένον.

3

Καὶ τοι-

οῦτο μὲν ἂν εἴη τὸ κατὰ φύσιν τε καὶ λεῖον παρυφιστά-

μενον. τῶν δὲ παρὰ τοῦτο τὰ μὲν ἐπέτεινε τὴν συνέ-

χειαν, ὡς ἤδη ταῦτα γλίσχρα τυγχάνειν, τὰ δὲ ταύτην

διέλυσεν, ὡς ἤδη ταύτην εἶναι τραχεῖαν.

4

Καὶ τῶν μὲν

γλίσχρων παρυφισταμένων τὰ μὲν μετρίως τοῦτο πέπον-

θεν, ὥστε διακινηθείσης τῆς ἀμίδος καὶ ταῦτά πως δια-

λύεσθαι, τὰ δ' αὖ ἐπιπλέον, ὥστε καὶ σφόδρα κινουμένης

τῆς ἀμίδος καὶ πάνυ μετρίως ταῦτα διαλύεσθαι.

5

Τὰ

δ' ἔτι γλισχρὰ οὐδ' ἂν, εἴ τι γένοιτο, ῥᾳδίως διαλυθείη

ἐχέκολλα γεγονότα ἤδη· τῶν δὲ τραχυνομένων παρυφιστα-

μένων τὰ μὲν μετρίως τοῦτο πάσχει διακεκριμένων αὐτῶν

τῆς ὄψεως ἀντιλαμβανομένης, τὰ δ' αὖ ἐπιπλέον, ὡς ἤδη

τὸ πλέον ἐπιλαμβάνειν τοῦ βάθους καὶ πλάτους τοῦ χύ-

ματος, τὰ δ' ἕτερα ἐπὶ πλεῖστον, ὡς ἤδη τὸ…

τοῦ…

The complete text is available when the reading interface loads.