De diagnosi
- Edition reference
- De diagnosi, ed. J. L. Ideler, Physici et medici Graeci minores, vol. 2, Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 353–463.
- CTS identifier
urn:cts:greekLit:tlg3188.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
proem
θέντος ἀπόρου, εἴη ἂν προσῆκον, ἐντεῦθέν ποθεν τῆς ὑπο-
θέσεως σὺν θεῷ ἅψασθαι.
1
{αʹ. Περὶ τοῦ ποῖα χρὴ προεπίστασθαι τὸν ἰατρόν.}
Ἐπεὶ τῷ βουλομένῳ διαγινώσκειν εἴδη νοσημάτων, ὅσα
τε εἰς κακοήθειαν καὶ θάνατον ἄγει, καὶ ὅσα εἰς ὑγίειαν
ἀποτελευτῶσι, χρεών ἐστιν ἐπιγινώσκειν, τίνα μέν ἐστιν
ὑγιεινὰ σημεῖα, τίνα δὲ καὶ μή, καὶ ποία ἡ κατὰ φύσιν
τοῦ ζῴου δύναμις, καὶ ὁποῖα σημεῖα πέψεων. τούτων γὰρ
ὡς θέμις διαγιγνωσκομένων, ἔξεσται καὶ συμβουλεύειν
καὶ πράττειν καλῶς τῷ περὶ ταῦτα ἐσπουδακότι. προσῆκον
ἂν οὖν εἴη φάναι περὶ ἑκάστου τούτων· ἔπειθ' οὕτως ἅττ'
ἂν εἴη θέμις ἐπιφέρειν ἑκάστῳ τῶν διαγνωσθέντων πα-
θῶν, φάρμακά τε καὶ ἐπιθέματα, καὶ αἷς τισι τροφαῖς
κεχρῆσθαι δέον. οὕτω γὰρ προβάντος τοῦ λόγου, τέλος ἂν
τῆς κατ' αὐτὴν ὑποθέσεως ἂν ἡ ὑπόθεσις σχοίη. τῷ τοί-
νυν ἀκριβῶς διαγινώσκειν ἐθέλοντι, ἐπὶ πᾶσι τοῖς ἀνθρω-
πίνοις σώμασι προσήκει ἐπίστασθαι τὰς κατὰ φύσιν αὐτῶν
ἐνεργείας, ὑγιῶς ἔχουσιν. ἐντεῦθεν γὰρ συνορῶντι ἔξεσται
τὰς ἐκ τοῦ κατὰ φύσιν ἐκτροπὰς αὐτῶν, καθ' ὅσον λεί-
πονται τοῦ ὑγιοῦς, ἐξευρίσκειν. ἐπεὶ δὲ τὰς ἑκάστου λέγειν
ἀμήχανον, χρεὼν ἂν εἴη ἡμῖν προστησαμένοις τινά, ὥσπερ
ἐπὶ κανόνι τούτῳ βλέπειν, καὶ τὰς τῶν λοιπῶν κρίνειν τε
καὶ κατευθύνειν ὧδε ὑγείας. καὶ ὁ μὲν κανὼν τῆς ὑγείας
ἐν ταῖς κατὰ φύσιν ἡμῶν ἐνεργείαις ἐμφαίνεται, αἱ δὲ
ἐνέργειαι διά τε τὴν διάφορον δύναμιν διά τε τὴν ποιὰν
θέσιν καὶ φάσιν τῶν ὁμοιομερῶν καὶ ὀργανικῶν μορίων,
ὁποῖαι δή τινες φαίνονται. συχνὸν δὲ ἄρα τὸ τῆς ὑγείας
πλάτος ταῖς κατὰ μέρος ἐξεταζόμενον καταστάσεσιν. οὐκ
ὀλίγων δὲ οὐσῶν καὶ τῶν κατὰ μέρος κράσεων, μία τις ἡ
ἀρίστη καὶ σύμμετρος εἶναι νομίζεται. οὐκοῦν περὶ τῶν
κατὰ μέρος πρότερον ἐκτεθεικότες κράσεων, εἶθ' οὕτως
περὶ τῶν κατὰ φύσιν τε καὶ μὴ ἐνεργειῶν, ἐροῦμεν.
2
{βʹ. Περὶ διαφοροῖς κράσεων τῶν καθόλου καὶ κατὰ μέρος σωμάτων.}
Ἐπὶ τοίνυν τὰ μὲν πρώτως τε καὶ ἄκρως λέγεται
θερμὰ τυγχάνειν ἢ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, ὡς τὴν καθ'
ἣν φαίνεται ταῦτα ποιότητα, τὴν ἄκραν εἰληχότα ἀπόστα-
σιν, τὰ δὲ δευτέρως καὶ ὑφειμένως, καὶ μετοχῇ τῶν πρώ-
των καὶ ἁπλῶν σωμάτων, στοιχεῖα μὲν τὰ πρῶτα καὶ τῶν
μετ' αὐτὰ ἀρχαὶ καλοῖντ' ἂν εἰκότως. ὧν οὐ πάνυ τοι
προσήκων ὅδε ὁ λόγος. ἐπεὶ δὲ περὶ τῶν πρώτων στοι-
χείων ἡ ὑπόθεσις γίνεται, σύνθετα δὲ σώματα τὰ μετ'
αὐτά, ἔμψυχά τε καὶ ἄψυχα πεφυκότα, ἢ κατ' ἀμφοτέρας
ποιότητας ἐπιτέταται, ἢ κατὰ τὰς αὐτὰς αὖθις τοῦ ἐπιτε-
τάσθαι λείπεται, ἢ τό γε τρίτον, καθ' ὁποιανοῦν τῶν συ-
στοίχων ποιοτήτων, ἐπίτασίν τινα φυσικὴν εἰληχότα, ἢ
κατὰ τὴν ἑτέραν τῆς ἄκρας ἐνίοτε ἀποστάσεως λείπεται.
ἐπεὶ δὲ μὴ πάντα οἰόν τ' ἦν τὰ ἐξ ἐκείνων, ἴσοις μέτροις
κράσεως συνίστασθαι· ἦ γὰρ ἂν ὁμοιοειδῆ καὶ ὁμοιότροπα,
τὰ ἐξ ὁμοίων τε καὶ ἴσων ἦν συγκείμενα, εἰς μυρίας δια-
φορὰς εἰδῶν καὶ κράσεων τὰ ἐκ τῶν πρώτων τὴν τοῦ εἶναι
εἰληχότα σύστασιν, πανσόφως κατεμερίσθη, οὔτε τῆς ἐξ
ὧν ταῦτα συνέστη οὐσίας οὔτε τῆς ἐξ αὐτῶν ποιότητος,
δυοῖν ἐφεξῆς εἴδεσι ζῴων ἢ φυτῶν, ἢ ὅτι ἕτερον σύνθε-
τον, τῆς αὐτῆς θεωρουμένης, ἀεὶ δέ, ἢ τῆς διαφόρου κρά-
σεως καὶ συνθέσεως ἐξαλλαττούσης τὸ εἶδος, ἢ τῆς τῶν
εἰδῶν διαφορᾶς ἑκάστοτε ἀντεφελκομένης τὴν ἀναλογοῦσαν
κρᾶσίν τε καὶ σύνθεσιν· ἐπειδὴ ταῦθ' οὕτω γέγονε καὶ
εἰς μυρία εἴδη ἔσχισται τὰ ἐκ τῶν πρώτων στοιχείων σύν-
θετα, κράσει τε καὶ τῇ τῶν πρώτων προσλήψει σωμάτων,
ἀλλήλων διαλλάττοντα, φέρε τι καὶ περὶ τῶν κατὰ μέρος
εἴπωμεν κράσεων, ὡς ἂν ἐκ προσαγωγῆς τῶν ἀπωτέρων,
καὶ περὶ τοῦ σκοπιμωτάτου ὦμεν διειληφότες. πρώτως οὖν
θερμὸν καὶ ἄκρως τὸ πῦρ λέγομεν, ὅτι οὐδέν τι κατ' αὐτὸ
ἕτερον οὕτως ἀναλωτικὸν καὶ πυρῶδες, τῶν εἰς τὴν ἡμε-
τέραν ἰόντων αἴσθησιν. ὅσα δὴ μᾶλλον αὐτοῦ μετέχοντα
βλέπομεν, ἐν τοῖς καθ' ἡμᾶς τούτοις συνθέτοις σώμασι,
δευτέρως ὄντα θερμά, τῶ πρώτῳ τούτῳ θερμῷ παραβαλ-
λόμενα, τῇ καθ' ἡμᾶς αἰσθήσει πρώτως τε καὶ ἄκρως
θερμὰ καλοῦμεν, ὡς ἤδη τὴν αἴσθησιν διαλύοντα. καὶ ἐν
μὲν τοῖς φυτοῖς, σκόροδον καὶ σίνηπι, ἐφόλβιόν τε καὶ
πύρεθρον καὶ ὄτι τοιοῦτον, ἤδη φθεῖρον τῇ ἐπιτάσει τῆς
ποιότητος τὴν αἴσθησιν, ἐν ζῴοις δέ, ὅσα πυρώδη καὶ
ἀναλωτικὰ τῶν ἰσχυροτέρων σιτίων, θυμοειδῆ τε καὶ ἀτί-
θασσα· λέων δὲ ταῦτα καὶ πάρδαλις, καὶ τῶν πτηνῶν τὰ
πλείω· ψυχρὸν δὲ πρώτως, ἐν μὲν στοιχείοις ὕδωρ, ἐν δὲ
φυτοῖς, μήκων τε καὶ θριδακίναι καὶ κώνειον· ἐν δὲ τοῖς
ζῴοις, ἰχθύες, καὶ μᾶλλον τούτων τὰ μαλάκια, καὶ ὅσα
μαλακόσαρκά τε καὶ ὀστρακόδερμα. ὥσπερ καὶ ὑγρὸν ἀτρά-
φαξυς δ' ἐν φυτοῖς καὶ θριδακίναι, καὶ σικυοί, τὰ δευτέ-
ρως καὶ μετοχῇ τῶν πρώτων ὑγρά. ἐν δὲ τοῖς ζῴοις, οἵ τε
πλείους τῶν ἰχθύων, κοχλίαι τε καὶ τὰ τῆς γῆς καλούμενα
ἔντερα. ξηρὸν δὲ πρώτως, τὸ πῦρ ἄν τις εἰκότως φαίη·
πέπερι δὲ ἐν φυτοῖς, καὶ κώνειον, καὶ εἴ τι ἐπιτεταμένως
ξηραῖνον πεπίστευται. ἐν δὲ τοῖς ζῴοις, κύνες τε καὶ λα-
γωοί, καὶ ὅσα τῶν ἐντόμων ζῴων. καὶ ταῦτα μὲν ἀλλή-
λοις, καὶ τῷ ἐκ τούτων συμμέτρῳ παραβαλλόμενα, ἤτοι
θερμὰ ἢ ψυχρὰ λέγεται καὶ ἢ ξηρὰ ἢ ὑγρά, κᾀκεῖ μὲν ἐπι-
τεταμένως, ᾧδε δὲ ὑφειμένως. πάντα δ' ἐκ τεττάρων πέ-
φυκεν. ἄλλη μὲν γὰρ ἐντόμων ξηρότης, τῇ τῶν ἐντέρων
τῆς γῆς παραβαλλομένη, ἑτέρα δὲ κυνὸς ἢ ἵππου, ὥσπερ
ἑτέρα ὑγρότης ἰχθύων, παραβαλλομένη ἰκτίνων τε καὶ γυ-
πῶν ὑγρότησιν. ἐπεὶ δὲ πάντα ἀλλήλων μετέχει, ἅτ' ἐκ
τῶν κοινῶν συνεστηκότα ποιοτήτων, ἕκαστον δὲ οἰκείοις
ὅροις κράσεων ὁρίζεται, καὶ ἄλλα μὲν ἄλλοις ἀντεξεταζό-
μενα, τοιάδε ἢ τοιάδε λέγεται, πάντα δὲ πρὸς τὸ ἐκ πάν-
των σύμμετρον ἀφορᾷ. ἤτοι γὰρ μετοχῇ πάντα τοιάδε
λέγεται, ὧν μετέχει, ἢ τῇ παραθέσει πρὸς ἃ ἂν τύχῃ ἐξε-
ταζόμενα, καὶ τῇ μὲν μετοχῇ πρὸς τὰ πρῶτα σώματα
ἀφορῶντα, τῇ παραθέσει δέ, πρὸς τὰ μετὰ τὰ πρῶτα ἤτοι
ἐλλείποντα, ἢ ὑπερβάλλοντα κατὰ τὸν τῆς κράσεως λόγον
φαίνεται. πάντων δὲ συμμετρότατον ἐξετάζουσιν, ἄνθρω-
πος, καὶ κανών τις ὅδε συμμέτρου κράσεως ἐν ἑτεροειδέσι
συνθέτοις σώμασιν.
3
{γʹ. Περὶ τῶν κατὰ τὸν ἄνθρωπον κράσεων.}
Ταῦτά τοι καὶ πολυειδὲς καὶ ποικίλον κατὰ τὴν γνῶ-
σιν, ὅσον εἰς κρᾶσιν ἥκει ὁ ἄνθρωπος, ἅτε ἐκ τοῦ συμ-
μέτρου τε καὶ μέσου προχείρως ἀποκλίνων ἐφ' ἑκάτερα
τῶν ἀντικειμένων θέσεων καὶ κράσεων. ὁποῖος οὖν ἐν ζῴ-
οις ἄνθρωπος, τοιοῦτον δὴ καὶ τὸν ἐν ἀνθρώποις αὖθις
νόει μοι τῇ κράσει σύμμετρον· ὥσπερ γὰρ ἐν τοῖς ὁμοει-
δέσι τῶν ζῴων ἄλλο ἄλλου θερμότερον καὶ ψυχρότερον,
καὶ ξηρότερον καὶ ὑγρότερόν φαμεν, διά τε ἡλικίαν καὶ
κρᾶσιν καὶ δίαιταν καὶ γυμνάσια, κἂν ἐν οἰκείοις ὅροις
ἕκαστον τῶν κατ' εἶδος ζῴων ἐμπεριέχηται, οὒτω δὴ καὶ
τῶν ἐν οἰκείοις ὅροις κράσεων θεωρουμένων, ἄλλος ἐξ ἄλ-
λου τῇ κράσει διενήνοχε, ψυχρότερος, θερμότερος, ὑγρό-
τερος, ξηρότερος λεγόμενος, ὥσπερ καὶ εἰ λευκότερος ἢ
μελάντερος, ἢ εὐσαρκότερος ἢ ἰσχυρότερος, μείζων τε καὶ
μείων τῷ μεγέθει, τῷ κατὰ πάντα συμμέτρῳ παραβαλλό-
μενος λέγεται. κἂν γὰρ λόγῳ μᾶλλον καὶ διανοίᾳ ἢ αἰσθή-
σει ὁ κατὰ πάντα καταλαμβάνηται σύμμετρος ἄνθρωπος,
ἀλλὰ πρὸς τοῦτον ἀφορῶν ὁ λόγος, τοιούσδε ἢ τοιούσδε
τοὺς ἑτέρους φησίν. ὥσπερ οὖν κανόνος τοῦ κατὰ πάντα
συμμέτρου θεωρουμένου ἀνθρώπου, τοὺς ἐφ' ἑκάτερα ἀπο-
κλίναντας τῆς τοιαύτης συμμέτρου τῶν κράσεων, δυσκρά-
τους φαμέν, καὶ δυσκρασίας τὰς κατ' ἐκείνους ποιότητας·
μιᾶς οὖν τῆς εὐκράτου θεωρουμένης, τῆς μέσης δηλαδὴ
καὶ ἀπαρεγκλίτου, ὅσοι μὲν τὴν συμμετρίαν ταύτην ἐκ-
πεφεύγασιν, ἢ θερμότεροι λέγονται, ἢ ψυχρότεροι, ὥσπερ
καὶ ξηρότεροι ἢ ὑγρότεροι, ἱκανοῦ καὶ τοῦ κατὰ τούτους
πλάτους θεωρουμένου. τῶν γάρ τοι θερμοτέρων τοῦ συμ-
μέτρου ἢ ὑγροτέρων, καὶ τῶν ἀντικειμένων τούτοις, ἄλλος
ἄλλου μᾶλλον πέφυκεν, ἤτοι κατὰ μίαν ποιότητα μόνην
ὑπερβάλλων τὸ σύμμετρον, τῆς λοιπῆς τε καὶ συστοίχου
συμμέτρου θεωρουμένης, ἢ κατ' ἀμφοτέρας τὴν συμμε-
τρίαν ἐκπεφευγώς, ὡς τέτταρας μὲν εἶναι τὰς ἁπλᾶς δυσ-
κρασίας, ψυχρότητα, θερμότητα, ξηρότητα, ὑγρότητα, τέτ-
ταρας δὲ τὰς συμπεπλεγμένας, θερμότητα μετὰ ξηρότητος,
καὶ αὖ μετὰ ὑγρότητος, μεθ' ἑκατέρας δὲ αὐτῶν, τὴν
ψυχρότητα, ἐνάτην δὲ ἐπὶ πάσαις εἶναι, τὴν σύμμετρόν
τε καὶ εὔκρατον. ὥσπερ οὖν κατὰ τὴν πρώτην σύμπηξιν
ἐπὶ τοιᾷδε κράσει πήγνυται ὁ ἄνθρωπος διά τε ὑλικὰς
καὶ εἰδικὰς αἰτίας, οὕτω δὴ καὶ κατὰ τῶν ἡλικιῶν καὶ δι-
αιτῶν μεταβολάς, μεταμείβει ταύτην, ἐπιτάσει τε καὶ ἀνέ-
σει, ἔσθ' ὅτε δὲ καὶ εἰς τὰ ἀντικείμενα μεταβάλλει. οὐ
μὴν οὐδ' ἐκεῖνο θέμις ἀγνοεῖν, ὡς ἤτοι ὁμαλῶς ὁ ἄνθρω-
πος καὶ διὰ πάντων τῶν μερῶν ὁμοίως κέκραται, ἢ τοῖς
μὲν τῶν μορίων εὐκράτως, ἄλλοις καὶ δυσκράτως, ἑτέροις
δὲ καὶ ἀντικειμένως πρὸς τὸ πλεονεκτοῦν τῆς ἄλλης κρά-
σεως διατίθεται. ὁ μὲν γὰρ θερμοῦ τυχὼν τοῦ λοιποῦ
σώματος, ψυχρὰν εἴληχε τὴν κεφαλήν. ἄλλος δὲ ὑγρὸς μὲν
τὸν ἐγκέφαλον, ξηρὸς δὲ εἰ τύχοι τὴν γαστέρα, ὥσπερ καὶ
ψυχρὸς μὲν τοῦτο τυχὼν τὸ μέρος, θερμὸς δὲ κατ' ἄλλο.
ἕκαστον δὲ αὐτῶν ἐκ τῆς κατ' αὐτὸ διαγινώσκεται ἐνερ-
γείας κατὰ τὸ μέτρον τῆς ἀποστάσεως. ἐμφαίνονται δέ γε
αἱ ἐπικράτειαι, τοῖς τε ἐναντίοις βοηθούμεναι καὶ ἐνοχλού-
μεναι τοῖς ὁμοίοις, ὁπόταν ὦσι νοσώδεις, ὥσπερ δῆτα
τοῖς μὲν ὁμοίοις αὔξονται, κολάζονται δὲ τοῖς ἐναντίοις
αἱ κατὰ φύσιν τε καὶ πρώτην διάπλασιν ποιαὶ δυσκρασίαι.
καὶ τὸν μὲν περὶ κράσεων λόγον ὧδ' ἂν ἔχοις εἰδώς, τὰς
ἀρχὰς τῶν ἐπὶ ταύταις θεωρημάτων καταμαθών.
4
{δʹ. Περὶ τῶν κατὰ φύσιν καὶ μὴ ἐνεργειῶν τοῦ ἀνθρώπου.}
Σκοπεῖν δὲ ἐντεῦθεν εἰκὸς καὶ τὰς ἐξ ὁποιωνοῦν κρά-
σεων ὁποιασδήτινας ἐνεργείας. ἄλλοι γὰρ ἄλλαις ἐνεργείαις
ἐπιτηδειότεροί τε καὶ οἰκειότεροι φυσικαῖς τισι πεφύκασι
κράσεσιν. ὑπογραφεισῶν δ' ἤδη τῶν κατὰ τὸν σύμμετρον
ἄνθρωπον φυσικῶν ἐνεργειῶν, ἔξεσται καὶ τῶν δυσκράτως
κατεσκευασμένων, ἢ καθ' ὅλον, ἢ κατά τινα μέρη, τὰς
ἀναλογούσας αὐτοῖς ἐνεργείας καταστοχάζεσθαι, οὐκ ἐώσης
τῆς ἐπὶ τῷ λόγῳ βραχυλογίας πάντα κατὰ μέρος ἐπεξιέναι.
καὶ δῆτα νόει μοι ἄνθρωπον συμμέτρως μὲν ἔχοντα κρά-
σεώς τε καὶ διαίτης, καὶ ἐπὶ συμμέτρως ἔχοντι κράσεως
χωρίῳ οἰκοῦντα, καὶ ἡλικίας ἐν ἀκμῇ τυγχάνοντα· τῷ τοι-
ούτῳ μηδενός τινος ἐνοχλήσαντος ἔξωθεν, ἀγαθαὶ μὲν αἱ
ὀρέξεις καὶ πᾶσαι αἱ φυσικαὶ ἐνέργειαι, ἀγαθοὶ δὲ καὶ οἱ
ὕπνοι καὶ αἱ κατὰ τοὺς ὕπνους κατακλίσεις, καὶ αἱ πέψεις,
καὶ αἱ ἐπὶ ταύταις ἐκκρίσεις, ἀκραιφνεῖς δὲ καὶ αἱ τῶν
αἰσθητηρίων ἐνέργειαι, καὶ πρό γε τούτων, αἱ ἡγεμονικαί,
γενικώτεραι τούτων οὖσαι, καὶ ἔτι αἱ προαιρετικαὶ καὶ καθ'
ὁρμὴν κινήσεις. παραπλήσιοι δὲ καὶ αἱ τῶν παρομοίως
αὐτῷ κεκραμένων διαθέσεις, καὶ τοσούτῳ τούτου λειπόμε-
ναι, ὅσῳ καὶ αἱ κράσεις τῶν σωμάτων καὶ τῶν τόπων καὶ
ἡλικιῶν, ἔτι τε διαιτημάτων καὶ ὡρῶν διενηνόχασιν ἀπ'
ἀλλήλων. αἱ μέντοι ἀλλόκοτοι ὀρέξεις, καὶ αἱ πλημμελεῖς
ἐνέργειαι τῶν φυσικῶν δυνάμεων, καὶ οἱ θορυβώδεις τε
καὶ μὴ καθεστηκότες ὕπνοι, καὶ αἱ μὴ συνήθεις κατακλί-
σεις, καὶ αἱ ἀποτυχίαι τῶν πέψεων, καὶ αἱ διάφοροι χροιαί
τε καὶ συστάσεις τῶν ἐκκρινομένων, καὶ αἱ κατὰ τὸ ψυχι-
κὸν πνεῦμα οὐκ ἀσφαλεῖς ἐνέργειαι, ἢ διὰ παγιωθεῖσάν
τινα μορίου τινὸς δυσκρασίαν, ὡς διὰ ταύτην καὶ τὴν
τοιάνδε πλημμελῆ συσκευασθῆναι διάθεσίν τε καὶ ἐνέρ-
γειαν, ἢ ὅσον οὔπω ἐσομένην βλάβην δηλοῖ ταῦτα τῷ σώ-
ματι, κατὰ τὴν ἀναλογίαν δηλονότι τῶν ἀτυχημάτων, τῆς
διὰ πάντων ἰούσης ἐνεργείας τῆς φύσεως. τούτοις δὲ ὡς
εἴρηται συνεργοῦσί τε καὶ ἀποσυνεργοῦσι κράσεις τε καὶ
ὧραι καὶ χῶραι καὶ ἡλικίαι, δίαιταί τε καί τινα ἔξωθεν
συναντήματα, ὧν τὰ κατὰ μέρος λέγειν, οὐ τοῦ παρόντος
μοι δοκεῖ τυγχάνειν καιροῦ. ἐκεῖνο δὲ μόνον ἐπίστασθαι
χρή, ὡς ὅ,τι ἂν τοῦ κατὰ φύσιν ἐφ' ἑκάστῳ τῶν ἀνθρώπων
ἐκβαίη, κατ' ἐκεῖνο δὴ καὶ πλημμελεῖν ἐκείνῳ συμβαίνει.
ἀλλὰ γὰρ ῥητέον πρῶτον, ὅπως ἄν τις καὶ δι' ὧν διαγι-
γνώσκοι τὰ τῶν κατεχόντων νοσημάτων σημεῖα. ἔπειθ'
οὕτως ἐκθετέον καὶ αὐτὰ δὴ τὰ νοσήματα, καὶ αἷς τισι
κεχρῆσθαι δέον ἐπὶ τούτοις διαίταις. οὕτω γὰρ τοῦ κατ'
αὐτὰ συντεθειμένου λόγου, ἀσφαλέστερον περὶ ἑκάστου
τούτων εἰσόμεθα.
5
{εʹ. Περὶ τῶν ἀξιολογωτάτων τοῦ ἀνθρώπου δυνάμεων.}
Τριῶν δὲ οὐσῶν τῶν κατὰ τὸ σῶμα ἀξιολόγων δυνά-
μεων, τῆς ζωτικῆς δηλαδὴ καὶ ἐμφύτου θερμότητος, καὶ
τῆς ἡγεμονικῆς τε καὶ αἰσθητικῆς καὶ κινητικῆς καὶ προσ-
έτι τῆς θρεπτικῆς τε καὶ ἀλλοιωτικῆς καὶ αὐξητικῆς, ἑκά-
στη τούτων τὸν οἰκεῖον εἴληχε τόπον, ὧν ἡ μὲν πρώτη,
καρδίαν τε καὶ ἀρτηρίας, δι' ὧν ὡς ἔκ τινων ὀχετῶν εἰς
ἅπαν τὸ τοῦ ζῴου σῶμα ἡ ἔμφυτος καὶ ζωτικὴ θερμότης
διαπορθμεύεται· ἡ δὲ ἐπὶ ταύτῃ δευτέρα, ἐγκέφαλόν τε
καὶ νωτιαῖον καὶ τὰ ἀπὸ τούτων νεῦρα, δι' ὡν αἱ ἡγεμο-
νικαὶ ἐνέργειαι, αἴσθησίς τε πᾶσα καὶ προαιρετικὴ τελεῖ-
ται κίνησις. τρίτη δὲ καὶ ὑστάτη ἐπὶ ταύταις, ὅση τε ἐν
ἥπατι καὶ φλεψί, δι' ὧν αἱμάτωσίς τε καὶ θρέψις ἀπο-
τελεῖται.
6
{Ϛʹ. Περὶ τῶν φυσικῶν δυνάμεων.}
Καὶ κοινῆ μὲν ταῦτα, καὶ τὰ λοιπὰ ὀργανικά τε καὶ
ἀνομοιομερῆ, καὶ προσέτι τὰ ὁμοιομερῆ ταῖς φυσικαῖς οἰ-
κονομεῖται δυνάμεσιν, ἑλκτικῇ φημι καὶ καθεκτικῇ, ἀλλοι-
ωτικῇ τε καὶ ἀποκριτικῇ. ἕκαστον γὰρ τῶν ἁπλῶν τε καὶ
πρώτων μορίων, τὸ οἰκεῖον ἕλκον ἀπὸ τῆς οἰκονομηθεί-
σης τροφῆς, κατέχει μὲν πρώτως, εἶθ' οὕτως δὲ καὶ ἀλ-
λοιοῖ, καὶ τῷ μὲν ἑκάστῳ προσῆκον τῆς τοιαύτης τροφῆς
προστίθεται τῷ τυχόντι μορίῳ, τὸ δ' ὡς ἀλλότριον ἀπο-
δοκιμασθὲν ἀποκρίνεται, τό γε μὴν φθάσαν προστεθῆναι
ἤδη, καὶ προσφύεται καὶ τῷ χρόνῳ ἐξομοιοῦται καὶ εἰς
οἰκείαν θρέψιν τε καὶ αὔξησιν τοῦ τυχόντος μορίου γίνε-
ται. τοσούτων ἡμῖν διοικουσῶν δυνάμεων, πόσας οἴει πλημ-
μελείας γίνεσθαι κατὰ τὰς σφῶν αὐτῶν διαμαρτίας, νῦν
μὲν πλημμελῶς αὐτῶν ἑκάστης ἐνεργούσης, νῦν δὲ καὶ
ἀποκαμούσης, ἤτοι δυσκρασίας τινὸς προσισταμένης, ἢ χυ-
μῶν ἐπιτεταμένης ποιότητος ἢ ποσότητος ἀμετρίας, ἢ καὶ
τῆς πρώτης αὐτῶν δυνάμεως, ὧν αὗται κατεμερίσθησαν,
ἀπαγορευούσης ἤδη διά τινα φυσικὰ πάθη καὶ ἀπαραί-
τητα συναντήματα. καὶ ταῦτα μὲν ὡς εἴρηται κοινὰ τῶν
ὅλων μορίων, πάθη τε καὶ ἐνέργειαι, τῇ καιριότητι μόνῃ
τῶν πεπονθότων ἀλλήλων διαλλάττοντα.
7
{ζʹ. Περὶ τῶν ἰδίων παθῶν ἑκάστου τῶν ὀργανικῶν μορίων.}
Ἴδια δὲ ἑκάστου, καρδίας μὲν ψύξεις τε καὶ θερμό-
τητες ἑκτικαὶ πρώτως αὐτῇ γινόμεναι, καὶ αἱ καθ' ἡντι-
ναοῦν διάθεσιν μορίων ἄλλων προπεπονθότων ἐπιγινόμε-
ναι αὐτῇ ποιαὶ ἕξεις τε καὶ διαθέσεις, ὥσπερ δῆτ' ἀθυ-
μίαι τε καὶ φόβοι ἄλογοι, παλμοί τε καὶ συγκοπαί, καὶ ὅτι
πρώτως ἐκεῖσε ἀναφέρεται· ἐγκεφάλου δὲ καὶ νωτιαίου καὶ
τῶν ἐξ αὐτῶν νεύρων, ἀναισθησίαι τε καὶ δυσαισθησίαι,
καὶ παραφροσύναι, ἐπιληψίαι τε καὶ μελαγχολίαι, καὶ φρε-
νίτιδες καὶ λήθαργοι, καταλήψεις τε καὶ ἀγρυπνίαι, καὶ
κώματα, ἀκινησίαι τε καὶ δυσκινησίαι, σπασμοί τε καὶ
τρόμοι, καὶ τέτανοι καὶ παραλύσεις καὶ ὅτι τοιοῦτον ἕτε-
ρον· ἥπατός γε μὴν καὶ τῶν ἀπ' αὐτοῦ φλεβῶν, πέψεών
τε καὶ αἱματώσεων τῶν κατ' αὐτὸ καὶ τοῦ φλεβώδους γέ-
νους ἀποτυχίαι, ποικίλα εἴδη νοσημάτων ἀπογεννῶσαι,
ὥσπερ δῆτα καὶ τῶν ὑπ' αὐτό, γαστρός τε καὶ ἐντέρων
δηλαδή, αἱ πρῶται τῶν σιτίων ἀπεψίαι καὶ αἱ κατ' αὐτὰς
διάφοροι διαμαρτίαι, οὐκ εὐαρίθμητα εἴδη νοσημάτων ἐπά-
γουσαι. τούτων οὖν ἕκαστον, οἰκείοις τεκμηρίοις κατα-
λαμβάνεται.
8
{ηʹ. Περὶ τοῦ πῶς διαγινώσκεται ἕκαστον τῶν ὁργανικῶν μορίων πεπονθός.}
Καὶ ὁμιλίαις μέν καὶ ἐνεργείαις αἰσθήσεών τε καὶ κι-
νήσεων, ἐκεῖνα διασημαίνεται, ὅσα κατὰ τὸν ἐγκέφαλον
καὶ νωτιαῖον, καὶ τὰ ἐξ αὐτῶν νεῦρα συνίσταται. ταῖς
ζῳώδεσι δὲ τῶν δυνάμεων, καὶ ταῖς τῶν σφυγμῶν διαφο-
ραῖς, αἱ κατὰ τὴν καρδίαν καταλαμβάνοντι διαθέσεις,
ὥσπερ δῆτα τὰ καθ' ἧπάρ τε καὶ τὸ φλεβῶδες γένος, τὰ
φαινόμενα τῶν οὔρων διασημαίνει· τὰ δ' ἐμούμενα καὶ
διὰ γαστρὸς φερόμενα, ὅσα συμβαίνειν εἴωθε περὶ τὸ
στόμα τῆς γαστρός, καὶ αὐτὴν δὴ τὴν γαστέρα, καὶ τὰ
ἐφεξῆς ἔντερα διασημαίνει. καταλαμβάνεται δ' οὐχ ἧττον
καὶ τὰ κατὰ τὸν θώρακα, τοῖς διὰ βηχὸς ἀναγομένοις, καὶ
αὐτοῖς τοῖς τῆς ἀναπνοῆς εἴδεσιν· οὐ μὴν οὐδὲ ἀγνοεῖν
προσήκει, ὥς ἕκαστον αὐτῶν καθ' ὁποιονοῦν διατεθὲν
πάθος, καὶ μάλιστα ἤν τε τὸ πάθος ἀξιόλογον ᾖ καὶ καί-
ριον τὸ πεπονθὸς μόριον, συμμεταβάλλει τε καὶ ἀλλοιοῖ
καὶ τῶν λοιπῶν μορίων τὰ ἐγγύτατα ἢ τῷ τόπῳ ἢ τῇ
καιριότητι· πάντα γὰρ σύμπνοά τε καὶ ξυμπαθῆ, καὶ ὑπ'
ἀλλήλων πάσχει τε καὶ μεταβάλλεται. ἐπεὶ δὲ ἕκαστα μὲν
οἰκείοις τεκμηρίοις ὡς εἴρηται γνωρίζεται, συνεπιμαρτυρεῖ
δὲ καὶ τὰ ἕτερα ἐπιταθέντων τῶν δεινῶν, πρώτως περὶ τῶν
οἰκείων ἑκάστου διειληφότες γνωρισμάτων, καὶ τῆς ἐξ ἁπάν-
των εἶθ' οὕτως συμπαθείας ἐροῦμεν, ὡς μήτις σύγχυσις
ἐπακολουθοίη τῷ σκέμματι.
9
{θʹ. Περὶ τῆς κατὰ τοὺς σφυγμοὺς θεωρίας.}
Τούτων οὖν τῆς καιριωτάτης καὶ ἀναγκαιοτάτης εἰς
ζωὴν τελούσης τῆς ἐκ τῆς καρδίας δυνάμεως, προσῆκον ἂν
εἴη περὶ ταύτης πρῶτον διαλαβεῖν, ὡς ἂν εἰδέναι ἔχωμεν
τοῦ ζωτικοῦ τόνου τὰ μέτρα, τὰ μέγιστα λυσιτελήσοντα
εἴς τε διάγνωσιν καὶ πρόγνωσιν τῶν κατεχόντων παθῶν,
εἶθ' οὕτως καὶ περὶ τῶν ἐφεξῆς ἐρεῖν δυνάμεων. τῆς οὖν
ποιᾶς κινήσεως τοῦ σφυγμοῦ καταγγελλούσης πρώτως μὲν
τὰς καθ' αὑτὸν τῆς καρδίας διαθέσεις, εἶθ' οὕτως δὲ καὶ
τὰς ἐξ ἑτέρων μορίων πεπονθότων εἰς αὐτὴν διαθέσεις,
αὐτὰς τὰς κινήσεις ἀσκητέον πρώτως διαγινώσκειν τῶν
σφυγμῶν, εἶθ' οὕτως καὶ τὰς κατ' αὐτοὺς διαφοράς.
10
{ιʹ. Περὶ τῆς τῶν σφυγμῶν χρείας.}
Οὐδὲν οὖν ἕτερον τοῦ σφυγμοῦ πεφυκότος ἢ διαστο-
λῆς καὶ συστολῆς τῆς ἀρτηρίας καὶ τῆς μεταξὺ αὐτῶν ἠρε-
μίας, καὶ διαστολῆς μὲν οὔσης τῆς ἀπὸ τῶν ἐντὸς ἐπὶ τὰ
ἐκτὸς κινήσεως ἐπὶ τοῦ σπάσασθαι τοῦ θύραθεν ἀέρος
καὶ τὴν ἔμφυτον θρέψαι τε καὶ ἀναψύξαι θέρμην, τῆς δὲ
συστολῆς ἀπὸ τῶν ἐκτὸς ἐπὶ τὰ ἐντὸς κινήσεως οὔσης ἐπὶ
τῷ ἀπώσασθαι τὰ λιγνυώδη καὶ περιττὰ τοῦ ζωτικοῦ τού-
του πνεύματος, ταύτας δεῖ σε ἱκανῶς ἐπισκεπτόμενον
ἐξευρίσκειν, καὶ τὰ τάχη τῶν κατ' αὐτὰς κινήσεων, ἔτι τε
τὰς τῶν διαστημάτων διαφοράς, καὶ τοὺς ἐπὶ ταύταις χρό-
νους, αὐτῶν τε τῶν κρουσμάτων τὰς σφοδρότητας, καὶ
τὴν τῆς ἀρτηρίας σύστασιν, καὶ προσέτι τὰς ἐπὶ τῷ πέρατι
τῆς συστολῆς καὶ ἀρχῇ τῆς διαστολῆς, ἠρεμίας τε καὶ τοὺς
κατ' αὐτας χρόνους, καὶ ὅσον ἀλλήλων οἱ χρόνοι διαφέ-
ρουσιν. ἐντεῦθεν γὰρ πάντα σοι ῥᾴδιον διαγνωσθήσεται.
11
{ιαʹ. Περὶ συμμέτρου σφυγμοῦ.}
Καὶ γοῦν μή τινος ἔξωθεν ἢ ἔσωθεν ἐνοχλοῦντος οἵου
τε ὄντος ἀξιολόγου τὸν σφυγμὸν ἀλλοιοῦν, εὕροις ἂν τοῦ-
τον ἁπτόμενος, σύμμετρον μὲν κατὰ μέγεθος καὶ σφο-
δρόν, ὡς μὴ ῥᾳδίως εἴκοντα τῇ ἁφῇ, καὶ οὐ σκληρὸν καὶ
ὁμαλὸν ἐν ταῖς ἐφεξῆς κινήσεσιν· εἰ δέ τι ἐνοχλοῦν εἴη,
καὶ αὐτὸς αὐτίκα τραπήσεται.
12
{ιβʹ. Περὶ τῆς κατὰ μέγεθος τῶν σφυγμῶν διαφορᾶς.}
Θέρμης μὲν γὰρ ηὐξημένης, εἰ μή τις σκληρότης τῆς
ἀρτηρίας ἀντέχει, πρῶτον μὲν εἰς μέγεθος ἐπιδίδωσιν ὁ
σφυγμός, εἶθ' οὕτω μὴ ἐν τούτῳ τῆς χρείας πληρουμέ-
νης, καὶ τάχος ἐπιδίδοται τῷ μεγέθει, κἂν μὴ ἐπὶ τούτοις
ἀρκοῖτο ἡ ἐπιταθεῖσα θερμότης, προσεπικτᾶται καὶ τὴν
πυκνότητα, καὶ μάλιστα εἴ τις ἐνοῦσα ταῖς ἀρτηρίαις
σκληρότης ἀπείργοι τὸ ἐπὶ τῇ χρείᾳ μέγεθος. τἀναντία δὲ
τούτων ἐπάγει ψῦξις ἐπιταθεῖσα, καὶ πρῶτον μὲν ἀραιό-
της ἄρχεται ἐπιφαίνεσθαι, εἶθ' οὕτως δὲ ἡ βραδύτης, καὶ
ἐπὶ ταύτῃ ὑστάτη μικρότης. ξηρότης δὲ ἢ ὑγρότης χρονί-
σασαι, ἡ μὲν σκληρόν, ἡ δ' ὑγρόν τε καὶ διάβροχον τὸν
τῆς ἀρτηρίας χιτῶνα ἐναπεργάζονται. προσεπιπλακεῖσαι δὲ
ταῖς δραστικαῖς ποιότησι, καὶ τοὺς ἐπ' ἐκείναις συναπο-
δεικνύουσι σφυγμούς· κἂν μὲν οὖν αἱ ἐφεξῆς κινήσεις
ὁμαλῶς προΐενται, οὐδὲν τούτων ἐπισημαίνουσιν νεώτεροι.
13
{ιγʹ. Περὶ διαλείποντος καὶ παρεμπίπτοντος σφυγμοῦ.}
Εἰ δέ τι διαλείποιεν μείονα χρόνον μιᾶς κινήσεως ἢ
μικρῷ πλείονα, ἀπαλλαγοῖεν ἂν ἴσως τοῦ δεινοῦ οἱ τοιού-
τους σφυγμοὺς ἀτυχήσαντες ὡς δυεῖν ἐφεξῆς κινήσεων
ἴσον εἶναι χρόνον τὸν τῆς ἀκινησίας, οὐδ' ἄν ποτέ τινα
διασωθέντα θεάσαιο, καὶ μάλιστα ἢν ἀκμάζων ὁ νοσῶν ᾖ.
τοῖς γάρ τοι γέρουσι τάχ' ἄν ποτε καὶ διαφυγεῖν γένηται,
κατὰ πάντα ἐνδεέστερον ἐνεργούσης αὐτοῖς τῆς φύσεως
θέρμης ὀλιγότητι. εἰ δὲ δὴ παρεμπίπτοιεν ἕτεροι, ταῖς
ἐφεξῆς καὶ ἴσαις κινήσεσι, πολλῷ μὲν ἥττους εἰς κακίαν,
ἀμείνους δὲ τῶν διαλειπόντων κριθεῖεν ἄν. εἰ γὰρ καί
τινα χρείαν ἐλλείπουσαν ἀναπληροῦσθαι σημαίνουσιν, ἀλλὰ
καὶ ῥώμην ὑποφαίνουσι τῆς δυνάμεως, ὥσπερ ἀτονίαν καὶ
ἀναβολὴν οἱ διαλείποντες τῆς δυνάμεως καὶ ὅσῳ χείρων
ἀσφυξία λειπόντων σφυγμῶν, τοσούτῳ τούτων ἥττους εἰς
κακίαν οἱ παρεμπίπτοντες· οἱ δ' ἐκ πολλῶν εἰδῶν σφυγμῶν
διάφορον τὴν ἀνωμαλίαν ποιούμενοι, κατὰ τὰς ἐπικρατείας
αὐτῶν καὶ τὰς ἀποβάσεις σημαίνουσιν. ἵνα δὲ μὴ πάνυ
ἀσαφῆ τὸν λόγον ποιήσωμεν, ἕκαστον τῶν σφυγμῶν ὁρι-
σάμενοι, δείξομέν σοι τὴν ἀπὸ τούτων συναγομένην τῆς
καρδίας δύναμιν, καὶ τὴν τῆς θέρμης αὔξησίν τε καὶ μεί-
ωσιν, καὶ εἴ τις ἔμφραξίς τε καὶ φλεγμονὴ ἐπὶ καιρίοις
μορίοις εἴη, καὶ ὅπως πέψεις τῶν χυμῶν καὶ πλῆθος ἐπι-
κρατεῖν νομίζονται. οὐδὲν οὖν ἄλλο τοῦ σφυγμοῦ τυγχά-
νοντος ὡς εἴρηται ἢ κινήσεως τῶν ἀρτηριῶν, ἀπὸ μὲν τῶν
ἐντὸς εἰς τὸ ἐκτός, ὃ δὴ καὶ διαστολὴ καλεῖται, ἀπὸ δὲ
τῶν ἐκτὸς εἰς τὸ ἐντός, ὃ συστολὴ καλεῖται. χρεία μὲν τῆς
διαστολῆς κατὰ τὴν ἀναλογίαν τῆς θέρμης, ἐπισπᾶσθαι
τοῦ ἐκτὸς ἀέρος πρὸς εὐκρασίαν, τῆς δὲ συστολῆς τοῦ
ἀπώσασθαι τὰ λιγνυώδη καὶ καπνώδη περιττώματα.
14
{ιδʹ. Περὶ διαφορᾶς ἑκάστου τῶν κατ' εἶδος σφυγμῶν.}
Κἂν μὲν οὖν πολλῷ γε εἴη τὰ τῆς χρείας ἐπείγοντα,
μέγεθος μὲν πρῶτον, εἶθ' οὕτως δὲ καὶ τάχος γίνεται τοῖς
σφυγμοῖς, καὶ μέγεθος μὲν διαστολῆς, τῆς εἰς τὰς τρεῖς
τῶν σφυγμῶν διαστάσεις ἐπιδίδωσι, μῆκος δηλαδὴ καὶ βά-
θος καὶ πλάτος· τάχος δέ, τὴν δι' ὀλίγου χρόνου τῆς δια-
στολῆς ἀπὸ τῶν ἐκτὸς ἐπὶ τὰ ἐντός, καὶ ἀπὸ τῶν ἐντὸς
ἐπὶ τὰ ἐκτὸς τῆς συστολῆς ἀποκατάστασιν. ὥσπερ τἀναν-
τία τούτων, ὥσπερ τῆς μὲν κατὰ τὰς τρεῖς διαστάσεις τοῦ
συμμέτρου ἐλλείπουσα λέγεται. βραδυτὴς μὲν ἡ διὰ πολ-
λοῦ χρόνου τὴν τῆς ἀρτηρίας κίνησιν ἀποκαθιστῶσα, σκλη-
ρὸν δέ, τὸν ἐν τῷ πλήττειν οἱονεὶ θλίβοντα τὴν ἁφήν
φαμεν, ὥσπερ δῆτα καὶ μαλακὸν, τὸν οἷον δίυγρον, καὶ
ἡδέως τῇ ἁφῇ προσβάλλοντα· σφοδρὸν δὲ τὸν μετά προσ-
ηνοῦς ἁφῆς ἀντιβαίνοντα τοῖς ἐπαφωμένοις δακτύλοις· τὸν
ἐναντίον δὲ τούτῳ, ἀμυδρόν φαμεν, τὸν εἴκοντα δηλαδὴ
ῥᾳδίως τῇ τῶν δακτύλων ἁφῇ, ὥσπερ δὴ καὶ πυκνὸν μέν
φαμεν τὸν συνεχίζοντα τὰς κινήσεις· ἀραιὸν δέ, τὸν διὰ
χρόνου ταύτας ποιούμενον.
15
{ιεʹ. Περὶ διαφορᾶς συστηματικῆς ἀνωμαλίας καὶ τῆς καθ'
ἕνα
σφυγμὸν συνισταμένης.}
Ἀνώμαλον δέ φαμεν τὸν ἐκ δυεῖν ἢ τριῶν ἢ πλειό-
νων εἰδῶν σφυγμῶν συγκείμενον, ὁτὲ μὲν καθ' ἕνα σφυ-
γμὸν τῆς τοιαύτης ἀνωμαλίας συνισταμένης, ὁτὲ δὲ καὶ
διὰ πλειόνων. καὶ καθ' ἕνα μὲν σφυγμὸν ἀνωμαλίαν φα-
μέν, ὁπόταν τῶν τεττάρων ἡμῶν δακτύλων τοῦ σφυγμοῦ
ἐφαπτομένων, καθ' ἕκαστον δάκτυλον διαφόρως κινουμέ-
νου τοῦ σφυγμοῦ αἰσθανόμεθα, ἔσθ' ὅτε δὲ καὶ ἀλλοίου
μὲν αὐτοῦ αἰσθανόμεθα κινουμένου τοῖς δυσὶ δακτύλοις,
ἀλλοίου δὲ τοῖς ἑτέροις δυσίν, ὥσπερ καὶ ἑτεροίου μὲν τῷ
ἑνί, ἑτεροίου δ' αὖ τοῖς τρισὶ καὶ ἤτοι κατὰ τὴν ἁπλῆν
καὶ προκειμένην θέσιν τῶν δακτύλων τῆς τοιαύτης φαινο-
μένης ἀνωμαλίας, ἢ κατὰ τὴν τὸ ὑπερβατὸν σχῆμα θέ-
σιν· οἱ μὲν γὰρ τῶν δακτύλων αἰσθάνονται τῆς ἀρτηρίας
κινουμένης ταχύτερον, οἱ δὲ βραδύτερον, καὶ οἱ μὲν πυ-
κνότερον, οἱ δὲ ἀραιότερον, καὶ οἱ μὲν μείζονος αἰσθά-
νονται τῆς διαστολῆς, οἱ δὲ μείονος, ὥσπερ καὶ οἱ μὲν
σκληροτέρου τοῦδε τοῦ μέρους εἰ τύχοι, οἱ δὲ μαλακωτέ-
ρου. καὶ ταῦτα φαίνεται ἐπὶ μιᾷ διαστολῇ, μιᾶ τοῦ ὅλου
σώματος τῆς ἀρτηρίας γινόμενα, μετά τινος τάξεως ἢ
ἀταξίας. εἰ μὲν γὰρ καὶ αἱ ἐφεξῆς κινήσεις ὡσαύτως ἔχουσι,
τάξις τις ἂν ὧδε ῥηθείη. εἰ δ' οὐχ ὡσαύτως, ἀταξία λέγε-
ται. ὡσαύτως δὲ τῇ καθ' ἕνα σφυγμὸν ἀνωμαλίᾳ, καὶ ἡ
κατὰ τὴν συστηματικὴν ἀνωμαλίαν διαφορὰ γινομένη φαί-
νεται, ὁτὲ μὲν μείονος ἢ μείζονος φαινομένου, ὁτὲ δε τα-
χυτέρου ἢ βραδυτέρου, ἢ ἄλλως συνισταμένου τοῦ σφυ-
γμοῦ κατὰ τὰ ἐμφαινόμενα τοῖς σφυγμοῖς εἴδη, τάξιν δέ
τινα καὶ ἀταξίαν ἐπὶ τούτοις τηροῦντος.
16
{ιϚʹ. Περὶ τῆς ἐκ τῶν τοιούτων σφυγμῶν διαγνώσεως.}
Καὶ ὁ μὲν σφοδρὸς σφυγμός, ἀχώριστον σημεῖον ῥώ-
μης ἐμφύτου καὶ ζωτικῆς δυνάμεως· δεύτερος δ' ἐπὶ τούτῳ
ὁ ταχύς, ὁ δὲ μέγας οὐ πάντοτε. οἱ δὲ ἐναντίοι τούτων,
ἔκλυσίν τε καὶ ἀδυναμίαν τοῦ ζωτικοῦ σημαίνουσι τόνου,
ὥστε ἐντεῦθεν ἐξέσται σοι καὶ τὰς ἐκ τῶν ἀνωμάλων συν-
ιέναι σφυγμῶν ἀποβάσεις. μεγάλων μὲν γὰρ ἢ σφοδρῶν
ἢ παχέων ἐπικρατούντων, ἐρρῶσθαι ἔτι λέγει τὴν ζωτικὴν
δύναμιν. βραδέων δ' αὖ τε καὶ μικρῶν καὶ ἀμυδρῶν, κα-
ταλύεσθαι, ὡς ἐντεῦθεν ἔχειν σε εἰδέναι, ὅπου ἀποπερα-
τοῦσθαι τὴν νόσον εἰκός. ὅτι δ' ἐπ' ἐμφράξεσι τῶν και-
ριωτέρων μορίων οἱ ἀνώμαλοι τῶν σφυγμῶν συνίστανται,
δηλώσουσιν αἱ ἐπὶ τούτοις ἐκκρίσεις, τούτους ἀποκαθιστῶ-
σαι, ἤν γε νικῴη τὰ τῆς δυνάμεως. τάξις δὲ ἀμείνων ἀτα-
ξίας, καὶ μάλιστα ἢν νικῷεν οἱ ἀμείνους τῶν σφυγμῶν,
ἢν δὲ μὴ νικῷεν, αἱ ἀταξίαι ἀμείνους τῶν τάξεων· αἱ μὲν
γὰρ τάξεις ἐπιμονήν τινα σημαίνουσι τῆς φύσεως εἰς
ἐκεῖνο τὸ εἶδος τῶν σφυγμῶν, διὰ τὸ τὸν λυποῦντα χυ-
μὸν ἐν οἱῳδήποτε μορίῳ ἐστηρίχθαι, αἱ δ' ἀταξίαι πλά-
νην τινὰ τῶν ἐνοχλούντων χυμῶν καὶ διαμάχην τῆς δυνά-
μεως, καὶ διὰ τοῦτο ἄμεινον μὴ δεδεγμένην αὐτὴν φαί-
νεσθαι τὰ χείρω τῶν σφυγμῶν, ἢ καταδεδεγμένην ἀνάγκη
ὄλλυσθαι. οἵ γε μὴν σκληροὶ σφυγμοί, ἴδιοι τοῦ σώματος
τῆς ἀρτηρίας τυγχάνοντες, ὁτὲ μὲν ταῖς ἔξωθεν ξηρότησιν
ἕπονται, ὁτὲ δὲ καὶ ταῖς ἐντός, ὡς ἐν ἑκτικοῖς καὶ μα-
ρασμώδεσι πυρετοῖς, φλεγμοναῖς τε νευρωδῶν μορίων μά-
λιστα, καὶ πυρετοῖς αὐχμώδεσι, καὶ σφοδραῖς πήξεσιν ἐκ
ψύξεως. ὥσπερ δὲ τάχος καὶ μέγεθος διαστολῆς τὴν χρείαν
σημαίνουσιν, οὕτω δὴ καὶ ἐπὶ τῆς συστολῆς τὸ αὐτὸ σκό-
πει. εἰ γὰρ δὲ καὶ αὕτη ἐπὶ μέγεθός τε καὶ τάχος ἐπιδι-
δοίη, τὴν κατ' αὐτὴν χρείαν σημαίνει, τό,τε πλῆθος δη-
λαδὴ τῶν ἐπὶ σήψει χυμῶν, καὶ τὸ ἐπὶ τούτοις τῶν λιγνυω-
δῶν περιττωμάτων συμφόρημα. γνοίης δ' ἄν, εἰ μὴ ἑτέ-
ρωθεν τὸ τῆς συστολῆς μέγεθός τε καὶ τάχος, τάς τε
κινήσεις καὶ τοὺς ἐπὶ ταύταις χρόνους τῆς διαστολῆς, τοῖς
χρόνοις τοῖς ἐπὶ ταῖς δοκούσαις ἠρεμίαις τῆς συστολῆς
παραβάλλων. ἐντεῦθεν δὲ ἄρα ἕξεις ἀφορμὰς εἰδέναι πέ-
ψεις τε καὶ ἀπεψίας χυμῶν, καὶ τὰς ἐπὶ ταύταις κρίσεις,
ὁποῖαι ἂν καὶ ἀποβαῖεν. ἀμέλει καὶ ἐν ταῖς τῶν παροξυ-
σμῶν ἐπισημασίαις, τάχος τε καὶ μέγεθος αἱ συστολαὶ μᾶλ-
λον τῶν διαστολῶν προσλαμβάνουσιν, ἐπειγομένης οἷον
τῆς ἐπὶ ταῖς συστολαῖς ἐκκριτικῆς δυνάμεως, ἀπώσασθαι
ὅσον λιγνυῶδες δηλαδὴ καὶ ἄχρηστον, ὑπὸ τὸ βάθος ὑπο-
τρέφεται τοῦ σώματος. ταῦτά τοι καὶ σμικρότεροί τε καὶ
βραδύτεροι κατὰ τὰς διαστολὰς τότε φαίνονται, μήπω τῆς
χρείας ἐπειγούσης. ἀλλ' ἐπειδάν γε τὸ μὲν αἰθαλῶδές τε
καὶ λιγνυῶδες διαπνευσθῇ ἐκεῖνο, ἡ δ' ἔμφυτος καὶ φυ-
σικὴ ἐπαναφθῇ θερμότης, τῆς χρείας ἐπειγούσης ἤδη, μέ-
γεθός τε καὶ τάχος ἡ διαστολὴ λαμβάνει, κολουομένης
ἤδη τῆς συστολῆς ταχυτῆτος, τότε δὴ καὶ αἱ ἐπιγενόμεναι
κρίσεις ἀμείνους φαίνονται. αἵ γε μὴν ἠργμέναι γίνεσθαι,
πολυχρονιωτέρας τῆς συστολῆς πρὸς τὴν διαστολὴν φαινο-
μένης, ἀτελῆ τε καὶ φιλυπόστροφα τὰ ἀρρωστήματα προ-
σημαίνουσιν, ἅτε ὑποτυφομένης ἔτι ἔνδον ἡμιπέπτου τι-
νὸς ὕλης.
17
{ιζʹ. Περὶ τῶν λοιπῶν κατ' εἶδος καἱ τῆς κατ' αὐτοὺς αἰτίας
καὶ προγνώσεως.}
Εἴ τινος δὲ ἀκούεις κυματώδους τε καὶ σκωληκίζοντος
καὶ μυρμηκίζοντος σφυγμοῦ, σπασμώδους τε καὶ κλονώ-
δους, καὶ δικρότου καὶ δορκαδίζοντος, καὶ τούτων τὰς αἰ-
τίας καὶ διαγνώσεις, ὧδε μάνθανε. καὶ δῆτα κυματώδης
μέν, ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος ἅμα δυνά-
μει καμούσῃ μετρίως. εὑρίσκεται δ' ἐν ὑγροῖς καὶ φλεγμα-
τικοῖς πάθεσιν, ληθάργοις τε καὶ ἀφημερινοῖς, ὑδέροις τε
τοῖς ἀνὰ σάρκας, καὶ μάλιστα, εἰ μὴ διὰ φλεγμονὴν ἢ
σκίρρον τινὸς σπλάγχνου οἵδε γεγόνασιν. εἰ δέ γε τόνον
πλείονα καὶ ὕψος ἐπικτήσονται, καὶ ὅσον οὔπω ἐσομένους
ἱδρῶτάς σοι σημανοῦσι, καὶ μάλιστα ἢν πέψεως προηγη-
σαμένης σημεῖα ὁρῴῃς. εἴρηται δὲ κυματώδης τῷ οἷον πε-
ριγραφάς τινας κυμάτων ἐν ταῖς διαστολαῖς ποιεῖσθαι,
ὥσπέρ γε καὶ σκωληκίζων, τῷ πολλῷ βραχυτέρας τὰς οἷον
κυματώδεις διαστολὰς ποιεῖσθαι, σκώληκός τινος ἀπομι-
μούμενος κίνησιν. οὗτος ἕπεται μὲν ἀρτηριῶν μαλακότησι
καὶ ἱκανῶς ἀρρωστία δυνάμεως. συμβαίνει δὲ ἐπὶ λαύραις
κενώσεσιν, αἱμορραγίαις τε καὶ διαρροίαις καὶ χολέραις,
αἱμορροΐσι τε καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ, καὶ μο-
χθηροῖς ἱδρῶσιν, οὐχ ἧττον δὲ καὶ τοῖς ὑγρότητι πολλῇ
διασαπεῖσι τὸν πνεύμονα, εἰ μή τις εἴη φλεγμονὴ τὴν ἀρ-
τηρίαν σκληρύνουσα. Μυρμηκίζοντα δέ φασιν, ἔκ τε τῆς
μικρότητος καὶ τῆς πυκνότητος τοῦ ζῴου, καὶ τῆς δοκού-
σης τεκμαιρόμενοι ταχυτῆτος. ὅσων δὲ χείρων κυματώδους
ὁ σκωληκίζων, τοσούτῳ ὁ μυρμηκίζων τοῦ σκωληκίζοντος,
ἐσχάτην ἀρρωστίαν τοῦ ζωτικοῦ τόνου σημαίνων. ὁ δὲ
σπασμώδης οὕτω καλούμενος σφυγμός, ταῖς ἐντεταμέναις
καὶ ὑποκινουμέναις χορδαῖς ἔοικεν, ὥσπερ σπωμένων πρὸς
τά ἑαυτῶν πέρατα τῶν ἀρτηριῶν. οἵδε δὲ συνίστανται ἔν
τε τοῖς σπασμώδεσι πάθεσι, καὶ κατὰ τὰς φλεγμονὰς τῶν
νευρωδῶν μορίων. σκληροὶ δὲ οὗτοι, καὶ οὐχὶ μείζους διὰ
τὴν σκληρότητα, ταχεῖς δὲ καὶ πυκνοί, καὶ μάλισθ' ὅσον
ἡ χρεία ἐπείγει. κλονώδης δὲ πέφυκε συνίστασθαι, ὅταν ἡ
μὲν δύναμις ἔρρωται, ἡ δέ γε χρεία εἴη ἐπείγουσα, οὐχ
ὑπείκει δὲ ἡ ἀρτηρία διὰ σκληρότητα. καὶ χρεία μὲν ἢ
πλεονεξία ἕπεται θερμότητος, ἢ δαπάνη τοῦ ψυχικοῦ συν-
αύξεται πνεύματος, οὐχ ὑπείκει δὲ ῥᾳδίως τὰ ὄργανα,
ἐμφράξεων καὶ θλίψεων καὶ σκληροτήτων ἡγησαμένων. αἵ
γε μὴν σκληρότητες, ἢ φλεγμαινόντων ἢ σκιρρουμένων, ἢ
τεινομένων τῶν ὀργάνων γίνονται. δίκροτος δὲ γίνεται,
ὅταν ἐξορμήσας καὶ βραχύτερον κινηθεὶς ἐπισχεθῇ μέν,
αὖθις δὲ τὸ λεῖπον τῆς κινήσεως ἐκπεράνῃ. δεῖ γὰρ οὕτω
πλήττεσθαι τὴν ἁφὴν ἐν μιᾷ διαστολῇ, τοῦ κλονώδους
οὐδὲν πλέον ἔχοντος τοῦ κραδαίνεσθαι καὶ κατὰ πάντα τὰ
μόρια διασείεσθαι. ὁ μέντοι δορκαδίζων κοινωνίαν ἔχων
ἐν τῷ δικρότῳ κατὰ τὸ δὶς παίειν, οὐχ ὑπὸ τῆς αὐτῆς αἰ-
τίας συνίσταται, μήτε σκληρότητος οὔσης ὀργάνων ὧδε,
μήτε μὴν δυσκρασίας τινὰς ὑποφαίνεται, ἀλλ' ὅταν τῆς
δυνάμεως ὅσον ἐφ' ἑαυτῇ τὸν οἰκεῖον σωζούσης τόνον,
ἴσχηται τῆς κινήσεως ἡ ἀρτηρία διὰ πλῆθος ἢ θλίψιν ἢ
ἔμφραξιν τῶν ὀργάνων. ἡσυχία γὰρ τηνικαῦτα διακόπτει
τὴν διαστολήν. ταῦτά τοι καὶ ἑαυτὴν οἶον ἐπισυνάξασα,
σφοδροτέραν πολλῷ ποιεῖται τὴν δευτέραν πληγήν, οἱονεὶ
τὰ ἅλματα μιμουμένη τῶν δορκάδων, αἳ τῷ παύειν δόξαι
τῆς κινήσεως ἐφάλλονται πολλῷ σφοδρότερον αὖθις τοῦ
προτέρου ἅλματος. Τοὺς δὲ δὴ μειούρους καὶ ἀπ' αὐτοῦ
ἂν ἔχοις μαθεῖν τοῦ ὀνόματος, ὅσον δὴ προβαίνουσιν εἰς
πέρας αὐτῶν μικροτέρους φαινομένους, μηκέτι ἰσοτόνως
ὧδε διαστέλλειν τῆς δυνάμεως τὰς ἀρτηρίας δυναμένης, ὡς
ἐντεῦθεν τῆς ἀτονίας τῆς δυνάμεως καταγιγνωσκομένης
ἤτοι διά τινα δυσκρασίαν, ἢ διὰ πλῆθος ἐνοχλούντων χυ-
μῶν· ἐν πᾶσι δὲ τοῦτο ἐπίστασθαι χρή, ὡς τοῦ μὲν ζω-
τικοῦ ἰσχύοντος τόνου, ἀεὶ σφοδρότης ἕπεται τοῖς σφυ-
γμοῖς, ἀμυδρότης δὲ κατηγορεῖ δυνάμεως ἀρρωστίαν. ἃ
γὰρ ἔξωθεν αὐτὴν βαρύνει καὶ διακόπτει τὴν δύναμιν,
ταῦτα ἐν ταῖς καθ' ἕνα τε σφυγμὸν κἀν ταῖς συστηματι-
καῖς καλουμέναις ἀνωμαλίαις, οὐ πάνυ τοι διακόπτει τοῦ
σφοδροῦ σφυγμοῦ τὴν ἔνδειξιν, κἂν μὴ ὡσαύτως ἐν ἁπά-
σαις φαίνηται ταῖς κινήσεσιν. εἰ μή που γε τῷ πλήθει ἢ
τῷ πάχει, ἢ ταῖς ἀξιολόγοις ἐμφράξεσιν, εἰς ἑαυτὴν τὸ πά-
θος καταδεξαμένη ἡ δύναμις, ἄρρωστος ἤδη γένηται, καὶ
εἰς ἀμυδρότητα τὸ πᾶν ἐκτρέψῃ τῶν σφυγμῶν. τότε γάρ,
ὡς ἤδη ἀπαγορευούσης τῆς δυνάμεως, τί ἕτερον ἢ θάνα-
τον δεῖ προσδοκᾷν; σφοδρότης μὲν γὰρ σφυγμοῦ, ἀχώρι-
στον σημεῖον δυνάμεως, καὶ ἀμυδρότης μὲν ἀεὶ κακή,
ὥσπερ καὶ σφοδρότης πάντοτε ἀγαθή. δευτέρα δὲ μετὰ
ἀμυδρότητα, βραδυτής, καὶ τρίτη ἡ σμικρότης, εἶτα καὶ
ἀραιότης ἐπὶ πλεῖστον ἐπιταθεῖσαι. ἧττον δὲ σφοδρότητος
ἀγαθαὶ ἐπιταθεῖσαι, ταχυτὴς πρῶτον, εἶτα μέγεθος, εἰ
μὴ μετὰ νοσώδους ὑγρότητος εἴη.
18
{ιηʹ. Περὶ τῶν κατὰ γένος σφυγμῶν.}
Ἵνα δὲ μὴ παραβλάπτῃ ἐν ταῖς διαγνώσεσί τε καὶ
ἐξετάσεσι ταῖς δι' αὐτῶν θεωρουμένας διά τε τὰς ἡλικίας
καὶ τὰς κράσεις καί τινα συνήθη τε καὶ κατὰ φύσιν συν-
αντήματα, παραθήσομαί σοι καὶ τούτων ὅσα μοι δοκεῖ
λυσιτελήσειν ἐν τῇ περὶ αὐτῶν θεωρίᾳ. καὶ δῆτα ἴσθι, ὡς
ἄνδρες γυναικῶν μείζονα πολλῷ καὶ σφοδρότερον καὶ βρα-
δύτερον ὀλίγον, καὶ ἀραιότερον ἱκανῶς ἔχουσι τὸν σφυ-
γμόν, τῶν οἰκείων διαιτημάτων ἑκάστῳ γένει σωζομένων.
τῶν γάρ τοι ἀνδρῶν γυμναστικωτέρων, καὶ ἄλλως φύσει
θερμοτέρων τυγχανόντων, καὶ διὰ τοῦτο καὶ ἰσχυροτέρων,
εἰκὸς ἐπιδίδοσθαι αὐτοῖς, διὰ μὲν τὴν χρείαν εἰς μέγεθος,
διὰ δὲ τὴν ῥώμην εἰς σφοδρότητα τοὺς σφυγμούς. τῶν δὲ
γυναικῶν ψυχροτέρων οὐσῶν, καὶ ἄλλως οἰκουρουσῶν, ἐκ-
λελῦσθαι τὰ τῆς χρείας αὐταῖς εἰκός, συνητονηκέναι δὲ
καὶ τὰ τῆς ῥώμης, ὥστε τῆς τε σφοδρότητος καὶ τοῦ με-
γέθους λείπεσθαι. ἀλλ' ἐπειδήπερ ἔδοξε πλέον τῆς χρείας
ὧδε λείπεσθαι τὸ μέγεθος, προστέθειται αὐταῖς τὸ τάχος
καὶ ἡ πυκνότης. τῶν δὲ φύσει θερμοτέρων, μείζονας καὶ
ὠκυτέρους καὶ πολλῷ πυκνοτέρους ἐσόψει τοὺς σφυγμούς,
οὐ μὲν πολλῷ γε σφοδροτέρους. ἐκεῖνα μὲν αὐξηθέντα
χρείαν εἶχέ τινα καὶ ἐπείγουσαν σφοδρότητα. καὶ οὐκ ἦν
εἰκὸς οὕτως ἐπιδεδωκέναι, ὡς μὴ συναυξανομένης τῇ θερ-
μότητι τῆς δυνάμεως, ἀλλ' ἐκ συμμετρίας χυμῶν καὶ κρά-
σεων συνισταμένης· οἱ δ' ἰσχνοὶ μείζονα μὲν πολλῷ καὶ
ἀραιότερον πολλῷ, σφοδρότερον δὲ ὀλίγῳ τὸν σφυγμὸν
ἔχουσι. μὴ διατειχιζούσης γὰρ τῆς πολυσαρκίας τὴν ἀρτη-
ρίαν, εἴς τε μέγεθος ἡ ἀρτηρία ἐπαίρεται, καὶ ἀριδηλότε-
ρον πρὸς τῇ ἁφῇ προσπίπτει· καὶ ὡς ἐν τῷδε ἀρκουμένης
τῆς χρείας, ἀφαιρεῖταί τι τῆς πυκνότητος αὐτῆς. τοσούτῳ
δὲ δοκεῖ σφοδρότερος ὧδε ὁ σφυγμός, ὅσον ἐπὶ γυμνοτέρᾳ
ἡ ἁφὴ προσπίπτει τῇ ἀρτηρίᾳ.
19
{ιθʹ. Περὶ τῶν κατὰ τὰς ἡλικίας καὶ ὣρας σφυγμῶν.}
Ὡσαύτως δὲ τάχιστος ὁ τοῦ παιδίου καὶ νεανίσκου,
βραδύτερος δ' ὁ τοῦ γέροντος· οἱ δὲ τῶν ἄλλων ἡλικιῶν
μεταξύ· πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ
γέροντος πρὸς παιδίον τῆς κατὰ τάχος. ἐν δὲ τῇ κατὰ
σφοδρότητα καὶ μέγεθος διαφορᾷ, μέγιστος μὲν ὡς ἐν
ἡλικίαις ὁ τῶν ἀκμαζόντων, ἀμυδρότερος δὲ ὁ τῶν γερόν-
των, μέσος δ' αὐτῶν ὁ τῶν παιδίων βραχύ μείζων, καὶ
σφοδρότερος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότερος δὲ ὁ
τῶν γερόντων, μέσος δ' αὐτῶν ὁ τῶν παιδίων. ἐπεὶ δὲ
εἴρηται, δι' ἃς μὲν αἰτίας οἱ σφυγμοὶ ἡλλοίωνται, καὶ τὰς
ὡς ἐν ἡλικίαις τῶν ἀνθρώπων οἷσθα κρίσεις, εἰκὸς ἐντεῦ-
θεν στοχαζόμενον, καὶ τὰς αἰτίας αὐτῶν ἐξευρίσκειν. κατὰ
δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα, μεγίστους καὶ σφοδροτά-
τους ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.
ὡσαύτως δὲ καὶ φθινοπώρου, τὰ μέσα. ἡνίκα δ' ἐπιλάβοι
τὸ θέρος, ἀμυδροὶ καὶ συχνοὶ καὶ ταχεῖς καὶ πυκνοὶ γί-
νονται. τὸ δὲ φθινόπωρον προϊόν, ἁπάντων ἀφαιρεῖται,
μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε τοῦ
χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα, καὶ
βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἐπεὶ δὲ καὶ τὰς
ὥρας οἶσθα, ὅπως ἡμὰς ἀλλοιοῦσι ταῖς μεταβολαῖς τῶν
κράσεων, εἰκός σε καὶ τῶν κατ' αὐτὰς σφυγμῶν ἀνερευ-
νᾷν τὰς αἰτίας, προεκτεθειμένων σοι τῶν ἐπ' αὐτοὺς αἰ-
τιῶν, ὥστε ἐκεῖθεν δεῖ σε τὰς ἀφορμὰς λαβόντα, τὸν νοῦν
γυμνάζειν οὐκ ἄχαρι γυμνάσιον.
20
{κ. Περὶ τῶν κατὰ τοὺς ὕπνους σφυγμῶν.}
Εἶεν δ' ἂν εἴπερ τι ἄλλο καὶ οἱ ὕπνοι κατὰ φύσιν.
τρέπουσι δὲ οὗτοι τοὺς σφυγμούς, καὶ ἀρχόμενοι μὲν μι-
κροτέρους καὶ ἀμυδροτέρους καὶ ἀραιοτέρους ἐργάζονται,
ἐπειδήπερ εἴσω τρέπεται τὸ θερμὸν ᾧδε, καὶ ἡ δύναμις
βαρύνεται, καὶ τῷ πλήθει τῶν τροφῶν ἡ φυσικὴ δοκεῖ
μαραίνεσθαι θέρμη. προϊόντος δὲ τοῦ χρόνου, βραδυτῆτα
μὲν ἐπιτείνουσι καὶ ἀραιότητα, καὶ μάλιστα μετὰ τὴν τρο-
φήν. μείζους δ' εἰς ὕστερον γίνονται και σφοδρότεροι· τῷ
μὲν γὰρ ἤδη τετράφθαι τὸ ζῷον, καὶ περιγενέσθαι τῆς
τροφῆς τὴν θέρμην, ἀνερρώσθη μὲν ἡ δύναμις, ηὔξηται
δέ πως ἡ θερμότης· τῷ δὲ μὴ πάνυ τὴν χρείαν ἐπείγειν,
καὶ ἄλλως τὸ τὴν συστολὴν ἐπὶ τὰ εἴσω μᾶλλον σπεύδειν,
ὡς διωθεῖν τὰ περιττὰ τῆς κατεργαζομένης τροφῆς, δοκεῖ
ἐπιτετάσθαι τῆς διαστολῆς τὴν βραδυτῆτα καὶ ἀραιότητα.
χρονίσαντές γε μὴν οἱ ὕπνοι, τρέπουσι μᾶλλον εἰς ἀμυ-
δρότητα τοὺς σφυγμούς, καὶ εἰκότως. ἐπεὶ γὰρ ἡ ἐπὶ μα-
κρὸν ἐπὶ τὰ εἴσω τοῦ θερμοῦ ῥοπὴ συμπνίγειν εἴωθε τὸν
τῆς καρδίας τόνον, οὐκ ἀπεικός, χρονίζοντός τινος ἐν τοῖς
ὕπνοις καὶ τοῦ προσήκοντος πέρα, καὶ αὐτὸν δὴ τὸν τῆς
καρδίας τόνον ἐκλύεσθαι. τῶν δ' ἐξ ὕπνου μεταπεπτωκό-
των εἰς ἐγρήγορσιν, ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ
σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοί, καί τινα τόνον ἔχοντες οἱ
σφυγμοί, μετ' ὀλίγον δὲ εἰς συμμετρίαν ἔρχονται. ἐπὶ γὰρ
ταῖς αἰφνιδίοις μεταβολαῖς, καὶ ταῦτα εἰκὸς συμβαίνειν,
πολλῆς μὲν ἐξαφθείσης ἐντὸς τῆς θέρμης, πολλῶν δ' ἐν
ταῖς διόδοις τῶν τε τῆς τροφῆς καὶ τῶν τοῦ πνεύματος
ἀγγείων τῶν ἀτμῶν ἠθροισμένων, οὓς ἐν ταῖς βιαίαις καὶ
ἀθρόαις κινήσεσιν ἴσμεν ἐξωθουμένους ῥᾳδίως. ταῦτά τοι
τοῦ μὲν θερμοῦ ηὐξημένου, τῆς δὲ δυνάμεως ἀναρρω-
σθείσης, τοιοῦτοι κατὰ τὰς ἐξ ὕπνων ἐγρηγόρσεις γίνονται
οἱ σφυγμοί, καὶ μικρόν τι διαμείναντες, ἐπὶ τὸ σύμμε-
τρόν τε καὶ κατὰ φύσιν αὖθις τρέπονται.
21
{καʹ. Περὶ τῶν κατὰ τὰ γυμνάσια καὶ λουτρὰ σφυγμῶν.}
Γυμνάσια δὲ μέχρι μὲν τοῦ μετρίου μεγάλους καὶ
σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἐργάζονται. πολλὰ δὲ καὶ
ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος, μικροὺς καὶ ἀμυδροὺς
καὶ ταχεῖς καὶ πυκνοὺς ἐσχάτως. τὰ μὲν γὰρ πρῶτα, τῇ
τε τοῦ πνεύματος δαπάνῃ, καὶ τῇ τῆς θέρμης αὐξήσει,
μεγάλοι τε καὶ ταχεῖς, καὶ πυκνότητα ἴσχει, σφοδρότητα
δὲ τῇ τῆς δυνάμεως διεγέρσει· τὰ δὲ δεύτερα, τῇ ἐπὶ
πλέον τοῦ θερμοῦ διαφορήσει, καὶ τῇ τῆς δυνάμεως ἐκλύ-
σ…
The complete text is available when the reading interface loads.