Epistulae
- Edition reference
- Epistulae, ed. O. Mazal, Aristaeneti epistularum libri ii, Stuttgart: Teubner, 1971: 1–100.
- CTS identifier
urn:cts:greekLit:tlg4000.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
t
{ΑΡΙΣΤΑΙΝΕΤΟΥ ΕΠΙΣΤΟΛΩΝ
ΒΙΒΛΙΟΝ Αʹ}
1
{αʹ
Ἀρισταίνετος Φιλοκάλῳ.}
Λαΐδα τὴν ἐμὴν ἐρωμένην εὖ μὲν ἐδημιούργησεν ἡ φύσις,
κάλλιστα δὲ πάντων ἐκόσμησεν Ἀφροδίτη, καὶ τῶν Χαρί-
των συνηρίθμησε τῷ χορῷ· ὁ δὲ χρυσοῦς Ἔρως ἐπαίδευσε
τὴν ποθουμένην εὐστόχως ἐπιτοξεύειν ταῖς τῶν ὀμμάτων
βολαῖς. ὢ φύσεως τὸ κάλλιστος φιλοτέχνημα, ὢ γυναικῶν
εὔκλεια καὶ διὰ πάντων ἔμψυχος τῆς Ἀφροδίτης εἰκών.
ἐκείνῃ γὰρ (ἵνα κάλλος ἀφροδίσιον εἰς δύναμιν διαγράψω
τοῖς λόγοις) λευκαὶ μὲν ἐπιμὶξ καὶ ὑπέρυθροι παρειαί, καὶ
ταύτῃ τὸ φαιδρὸν ἐκμιμοῦνται τῶν ῥόδων· χείλη δὲ λεπτὰ
καὶ ἠρέμα διῃρημένα καὶ τῶν παρειῶν ἐρυθρότερα· ὀφρύς
τε μέλαινα, τὸ μέλαν ἄκρατον· τὸ δὲ μεσόφρυον ἐμμέτρως
τὰς ὀφρῦς διορίζει· ῥὶς εὐθεῖα καὶ παρισουμένη τῇ λεπτό-
τητι τῶν χειλῶν· ὀφθαλμοὶ μεγάλοι τε καὶ διαυγεῖς καὶ
καθαρῷ φωτὶ διαλάμποντες· τὸ δὲ μέλαν αὐτῶν, αἱ κόραι
μελάνταται, καὶ τὸ κύκλῳ λευκόν, αἱ γλῆναι λευκόταται,
καὶ ἑκάτερον ὑπερβολῇ πρὸς τὸ ἕτερον ἐπιδείκνυται, καὶ τὸ
λίαν ἀνόμοιον εὐδοκιμεῖ παρακείμενον. ἔνθα δὴ τὰς Χάριτας
ἐγκαθιδρυμένας πάρεστι προσκυνεῖν. ἡ δὲ κόμη φυσικῶς ἐνου-
λισμένη ὑακινθίνῳ ἄνθει καθ' Ὅμηρον ἐμφερής, καὶ ταύτην αἱ
χεῖρες τημελοῦσι τῆς Ἀφροδίτης. τράχηλος λευκός τε καὶ σύμ-
μετρος τῷ προσώπῳ κἂν ἀκόσμητος ᾖ, δι' ἁβρότητα τεθάρ-
ρηκεν ἑαυτῷ· περίκειται μέντοι λιθοκόλλητον περιδέραιον, ἐν
ᾧ τοὔνομα γέγραπται τῆς καλῆς· γράμματα δ' ἐστὶ τῶν
λιθιδίων ἡ θέσις. ἔτι δὲ εὐμήκης ἡλικία. σχῆμα καλόν τε
καὶ περίμετρον καὶ τῷ τύπῳ συνδιατιθέμενον τῶν μελῶν.
ἐνδεδυμένη μὲν εὐπροσωποτάτη ἐστίν, ἐκδῦσα δὲ ὅλη πρόσ-
ωπον φαίνεται. βάδισμα τεταγμένον βραχὺ δέ, ὥσπερ
κυπάριττος ἢ φοίνιξ σειόμενος ἡσυχῇ, ἐπεὶ φύσει τὸ κάλ-
λος ἐστὶν ὑπερήφανον. ἀλλ' ἐκείνους μὲν οἷα φυτὰ κινεῖ
ζεφύρου πνοή, αὐτὴν δέ πως ὑποσαλεύουσι τῶν Ἐρώτων
αἱ αὖραι. ταύτην ἑαυτοῖς ὡς οἷόν τε ἦν οἱ κορυφαῖοι γε-
γράφασι τῶν ζωγράφων. ἡνίκα οὖν δέοι γράφειν Ἑλένην
ἢ Χάριτας ἢ καὶ αὐτήν γε τὴν ἄρχουσαν τῶν Χαρίτων,
οἷον εἰς ὑπερφυὲς παράδειγμα κάλλους ἀφορῶντες ἀνα-
σκοποῦσι τὴν εἰκόνα Λαΐδος, κἀντεῦθεν ἀποτυποῦνται θεο-
πρεπῶς τὸ φιλοτεχνούμενον εἶδος. μικροῦ με παρῆλθεν
εἰπεῖν ὡς κυδωνιῶντες οἱ μαστοὶ τὴν ἀμπεχόνην ἐξωθοῦσι
βιαίως. οὕτω μέντοι σύμμετρα καὶ τρυφερὰ τῆς Λαΐδος τὰ
μέλη, ὡς ὑγροφυῶς αὐτῆς λυγίζεσθαι τὰ ὀστᾶ τῷ περι-
πτυσσομένῳ δοκεῖν. τοιγαροῦν ταῦτα μικροῦ γε ὁμοίως
δι' ἁπαλότητα συναπομαλάττεται τῇ σαρκί, καὶ ταῖς ἐρω-
τικαῖς ἀγκάλαις ὑπείκει. ἡνίκα δὲ φθέγγεται, βαβαί, ὅσαι
τῆς ὁμιλίας αὐτῆς αἱ σειρῆνες, ὅσον ἡ γλῶττα στωμύληθρος.
τῶν Χαρίτων πάντως ἡ Λαῒς τὸν κεστὸν ὑπεζώσατο, καὶ
μειδιᾷ πάνυ ἐπαγωγόν. οὕτως οὖν τὴν ἐμὴν ὡραϊζομένην
καὶ τρυφῶσαν ὑπὸ πλούτου τῆς εὐπρεπείας οὐδ' ἂν ὁ
Μῶμος ἐν ἐλαχίστῳ μωμήσαιτο. ἀλλὰ πόθεν ἄρα με τοιαύ-
της ἠξίωσεν Ἀφροδίτη; περὶ κάλλους οὐκ ἠγωνίσατο παρ'
ἐμοί, Ἥρας Ἀθηνᾶς οὐκ ἔκρινα τὴν θεὸν εὐπρεπεστέραν
ὑπάρχειν, ψῆφον αὐτῇ δίκης οὐκ ἀπέδωκα μῆλον, καὶ
ἁπλῶς μοι ταύτην πεφιλοτίμηται τὴν Ἑλένην. ὦ πότνια
Ἀφροδίτη, τί σοι τῆς Λαΐδος ἕνεκα θύσω; ἣν οἱ προσβλέπον-
τες ἀποτροπιάζουσιν ὧδε σὺν θαύμασι προσευχόμενοι τοῖς
θεοῖς· „ἀπίτω φθόνος τοῦ κάλλους, ἀπίτω βασκανία τῆς
χάριτος“. τοσοῦτον αὐτῇ περίεστιν εὐπρεπείας, ὡς τῶν
προσιόντων ἀγλαΐζειν τὰς κόρας τὴν Λαΐδα. καὶ γέροντες
εὖ μάλα πρεσβῦται θαυμάζουσιν, ὡς οἱ παρ' Ὁμήρῳ δημο-
γέροντες τὴν Ἑλένην, καὶ· ”εἴθε”, φασίν, „ἢ ταύτην ηὐτυ-
χήσαμεν ἡβῶντες ἢ νῦν ἠρξάμεθα τῆς ἡλικίας“. οὐ νέμεσις
τὸ γύναιον εἶναι διὰ στόματος τῇ Ἑλλάδι, ἔνθ' οἱ κωφοὶ
διανεύουσιν ἀλλήλοις τῆς Λαΐδος τὸ κάλλος. οὐκ ἔχω ὅ τι
λέγω, οὐδὲ ὅπως παύσομαι· λήξω δὲ ὅμως, ἓν μέγιστον
ἐπευχόμενος τοῖς γραφεῖσι, τῆς Λαΐδος τὴν χάριν, ἧς δι'
ἔρωτα πολὺν οἶδα καὶ νῦν τὸ προσφιλὲς ὄνομα πολλάκις
εἰπών.
2
{ΠΑΡΘΕΝΟΙ ΝΕΑΝΙΣΚΟΝ ΕΦΑΜΙΛΛΩΣ
ΠΟΘΟΥΣΑΙ
βʹ}
[***]
Ἑσπέρᾳ τῇ προτεραίᾳ μελῳδοῦντί μοι κατά τινα στενω-
πὸν δύο κόραι προσῆλθον ἀναβλέπουσαι χάριν Ἔρωτος
μειδιῶσαι καὶ μόνῳ γε τῷ ἀριθμῷ λειπόμεναι τῶν Χαρίτων·
κἀμὲ διηρώτων αἱ μείρακες ἁμιλλώμεναι πρὸς ἀλλήλας
ἀδόλως καὶ ἦθος οὐ πεπλασμένον ἐμφαίνουσαι· ”ἐπειδὴ
μέλη προσᾴδων καλὰ τὰ δεινὰ τῶν Ἐρώτων ἡμῖν ἐμβέβλη-
κας βέλη, λέγε πρὸς τῆς σῆς εὐμουσίας, ἧς ἐρωτικῶς πρὸς
τοῖς ὠσὶ καὶ τὴν ψυχὴν ἐμπέπληκας ἑκατέρας ἀμφοτέρων
ἡμῶν, τίνος ἕνεκε μελῳδεῖς; ἑκατέρα γὰρ ἑαυτὴν ἐρᾶσθαί
φησι. καὶ ζηλοτυποῦμεν ἤδη καὶ διὰ σὲ φιλονείκως καὶ μέχρι
τριχῶν συμπλεκόμεθα πολλάκις ἀλλήλαις.” „ἀμφότεραι μὲν
ὁμοίως“, εἶπον, ”καλαί, πλὴν οὐδετέραν ποθῶ. ἄπιτε οὖν,
ὦ νεάνιδες, ἀπόθεσθε τὴν ἔριν, παύσασθε ζυγομαχίας.
ἄλλης ἐρῶ, πρὸς αὐτὴν βαδιοῦμαι.” „κόρη“, φασίν, ”ἐκ
γειτόνων οὐκ ἔστιν ἐνταῦθα καλή, καὶ φὴς ἄλλης ἐρᾶν;
ψεύδη προφανῶς. ὄμοσον ὡς ἡμῶν οὐδετέραν ποθεῖς”.
προσεγέλασα τηνικαῦτα βοῶν ὡς „εἰ μὴ θέλω, πρὸς
ἀνάγκης ἐπάγετέ μοι τὸν ὅρκον;“ ”μόλις”, ἔφησαν, „κατέβη-
μεν καιρὸν εὔκαιρον εὑροῦσαι λαβοῦσαι, καὶ παρίστασαι
διαπαίζων ἡμᾶς. οὐκ ἀφετέος εἶ, οὐδὲ καταβαλεῖς ἡμᾶς ἀπ'
ἐλπίδος μεγάλης.“ καὶ ἅμα λέγουσαι προσεῖλκον, ἐγὼ δέ
πως ἡδέως ἠναγκαζόμην. μέχρι μὲν οὖν δεῦρο τοῦ λόγου
καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντιναοῦν, τὸ δὲ ἐντεῦθεν ἐν κεφα-
λαίῳ τοσοῦτον λεκτέον, ὡς οὐδεμίαν λελύπηκα, θάλαμον
αὐτοσχέδιον εὑρὼν ἀρκοῦντα τῇ χρείᾳ.
3
{ΕΤΑΙΡΑ ΚΑΙ ΝΕΟΣ ΥΠΟ ΔΕΝΔΡΩΙ ΣΥΝΕΥΩΧΗ-
ΘΕΝΤΕΣ ΑΛΛΗΛΟΙΣ
γʹ
Φιλοπλάτανος Ἀνθοκόμῃ.}
Τῇ Λειμώνῃ χαριέντως ἐν ἐρωτικῷ συνειστιώμην παρα-
δείσῳ καὶ μάλα πρέποντι τῷ κάλλει τῆς ἐρωμένης· ἔνθα
πλάτανος μὲν ἀμφιλαφής τε καὶ σύσκιος, πνεῦμα δὲ μέτριον,
καὶ πόα μαλθακὴ ὥρᾳ θέρους ἐπανθεῖν εἰωθυῖα (ἐπὶ τοῦ
πεδίου κατεκλίθημεν οἷα τῶν πολυτελεστάτων δαπίδων)
δένδρη τε πολλὰ τῆς ὀπώρας πλησίον, ”ὄγχναι καὶ ῥοιαὶ καὶ
μηλέαι ἀγλαόκαρποι”, φαίη τις ἂν καθομηρίζων τῶν
ὀπωρινῶν αὐτόθι Νυμφῶν τὸ χωρίον. ἦν μὲν οὖν ταῦτα καὶ
ἕτερα δένδρα πλησίον, εὐανθῆ μὲν τοὺς ὅρπηκας, πάμφορα
δὲ τὸν καρπόν, ὡς ἂν εὐωδέστατον παρέχοι τὸν ἐράσμιον
τόπον. καὶ τούτων ἐκδρεψάμενος φύλλον ὑπεμάλαττον τοῖς
δακτύλοις, εἶτα τῇ ῥινὶ προσάγων γλυκυτέρας ἐπὶ πλεῖστον
εἰσέπνεον εὐοσμίας. ἄμπελοι δὲ παμμήκεις σφόδρα γε ὑψηλαὶ
περιελίττονται κυπαρίττους, ὡς ἀνακλᾶν ἡμᾶς ἐπὶ πολὺ
τὸν αὐχένα πρὸς θέαν τῶν κύκλῳ συναιωρουμένων βοτρύων,
ὧν οἱ μὲν ὀργῶσιν, οἱ δὲ περκάζουσιν, οἱ δὲ ὄμφακες, οἱ δὲ
οἰνάνθαι δοκοῦσιν. ἐπὶ τοίνυν τοὺς πεπανθέντας ὁ μὲν
ἀνερριχᾶτο βεβηκὼς ἐπὶ τῶν κλάδων, ὁ δὲ ἀπὸ τῆς γῆς
ἀρθεὶς ἱκανῶς ἄκρᾳ μὲν τῇ λαιᾷ σφοδρῶς εἴχετο τοῦ φυτοῦ,
τῇ δεξιᾷ δὲ παρετρύγα· ὁ δὲ ἀπὸ τοῦ δένδρου χεῖρα
ὤρεγε τῷ γεωργῷ ὡς ὑπεργεγηρακότι. ἡ δὲ πηγὴ χαριε-
στάτη ὑπὸ τῇ πλατάνῳ ῥεῖ ὕδατος εὖ μάλα ψυχροῦ, ὥς γε
τῷ ποδὶ τεκμήρασθαι, καὶ διαφανοῦς τοσοῦτον, ὥστε
συνεπινηχομένων κατὰ διαυγὲς ὑδάτιον καὶ διαπλεκομένων
ἐπαφροδίτως ἀλλήλοις ἅπαν ἡμῶν φανερῶς ἀποκατα-
φαίνεσθαι μέλος. ὅμως οὖν οἶδα πολλάκις τὴν αἴσθησιν
πλανηθεὶς πρὸς ὁμοιότητα μήλων τε καὶ τῶν ἐκείνης μαστῶν·
μήλου γὰρ ἀμφοῖν μεταξὺ ἐν τοῖς ὕδασι διανηχομένου τῇ
χειρὶ κατεδραξάμην, τοῦτο εἶναι νομίσας τὸν κυδωνιῶντα
τῆς ποθουμένης μαστόν. καλὴ μὲν οὖν, νὴ τὰς τῆς πίδακος
νύμφας, καὶ καθ' ἑαυτὴν ἡ πηγή, φαιδροτέρα δὲ μᾶλλον
ἐδόκει τοῖς εὐωδεστέροις ἐπικοσμηθεῖσα τῶν φύλλων καὶ
τοῖς μέλεσι τῆς Λειμώνης, ἥτις καίπερ ὑπερφυῶς εὐπρόσω-
πος οὖσα, ὅμως, ὅταν ἀπεκδύηται, δι' ὑπερβολὴν τῶν
ἔνδον ἀπρόσωπος εἶναι δοκεῖ. καλὴ μὲν οὖν ἡ πηγή,
εὐκραὴς δὲ καὶ ἡ τοῦ ζεφύρου πνοή, τὸ χαλεπὸν παρα-
μυθουμένη τῆς ὥρας, λεπτὸν ἅμα καὶ ὑπνηλὸν ἐνηχοῦσα
καὶ τῆς εὐωδίας πολὺ συνεπαγομένη τῶν δένδρων, τοῖς
μύροις ἀντέπνει τῆς γλυκυτάτης. καὶ συμμιγὴς ἦν εὐοσμία
καὶ μικροῦ γε ὁμοτίμως τὴν αἴσθησιν εὐφραινόντων· βραχὺ
γάρ, ἡγοῦμαι, τὸ μύρον ἐνίκα, ὅτι γε τῆς Λειμώνης ὑπῆρχε
τὸ μύρον. ἔτι δὲ τὸ ἔμπνουν τῆς αὔρας, δι' ἣν καὶ τὸ πνῖγος
τῆς μεσημβρίας ἠπιώτερον ἐγεγόνει, λιγυρὸν ὑπήχει τῷ
μουσικῷ τῶν τεττίγων χορῷ. ἡδὺ καὶ ἀηδόνες περιπετό-
μεναι τὰ νάματα μελῳδοῦσιν. ἀλλὰ καὶ τῶν ἄλλων ἡδυφώ-
νων κατηκούομεν ὀρνίθων ὥσπερ ἐμμελῶς ὁμιλούντων
ἀνθρώποις. ἔτι κἀκείνους πρὸ τῶν ὀμμάτων ἔχειν δοκῶ·
ὁ μὲν ἐπὶ πέτρας ἀναπαύει τὼ πόδε καθ' ἕνα, ὁ δὲ ψύχει τὸ
πτερόν, ὁ δὲ ἐκκαθαίρει, ὁ δὲ ἦρέ τι ἐκ τοῦ ὕδατος, ὁ δὲ εἰς
τὴν γῆν κατανένευκεν ἐπισιτίσασθαί τι ἐκεῖθεν. ἡμεῖς δὲ
ὑφειμένῃ τῇ φωνῇ διελεγόμεθα περὶ τούτων, ὅπως μὴ
ἀποπτήσωνται καὶ διασκεδάσωμεν τῶν ὀρνίθων τὴν θέαν.
κἀκεῖνό γε, νὴ τὰς Χάριτας, ἐπιτερπέστατον ἦν· τοῦ γὰρ
ὀχετηγοῦ κατὰ τάχος ἐπὶ πρασιάς τε καὶ δένδρα τῇ σμινύῃ
καθηγουμένου τῷ ῥεύματι, πόρρωθεν ὁ θεράπων φιάλας
καλλίστου πόματος πλήρεις ἐπὶ τὸν ὁλκὸν ἠφίει θᾶττον
φέρεσθαι κατὰ ῥοῦν, οὐ χύδην, ἀλλὰ κατὰ μίαν, ἐκ διαστή-
ματος βραχέος διακεκριμένας ἀλλήλων· ἕκαστον δὲ τῶν
ἐκπωμάτων δίκην ὁλκάδων ἐπιχαρίτως διεκπλεόντων
πτόρθον Μηδικοῦ φυτοῦ ἐπεφέρετο εὔφυλλον, καὶ ἦν ταῦτα
ταῖς εὐπλοούσαις ἡμῶν φιάλαις ἱστία. τοιγαροῦν αὐτο-
φυῶς ἠρεμαίᾳ καὶ ἀταράχῳ πνοῇ κυβερνώμεναι, καθάπερ
νῆες ταχυναυτήσασαι κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύ-
ματος, σὺν τοῖς ἡδίστοις φόρτοις εἰς τοὺς συμπότας εὔδιον
προσωρμίζοντο· ἡμεῖς δὲ ὑπουργῶς ἀνασπῶντες ἑκάστην
παραθέουσαν κύλικα συνεπίνομεν ἴσον ἴσῳ κεκραμένην
μετρίως· ὁ γὰρ ἔμμετρος οἰνοχόος ἐξεπίτηδες τοσούτῳ
θερμότερον τοῦ δέοντος τὸν οἶνον συνέμισγεν ὕδατι διαπύρῳ,
ὅσον ἔμελλεν ὁ ψυχρότατος ὁλκὸς ἐπιπολάζον αὐτῷ τὸ
κραθὲν ἐπιψύχειν, ὅπως ἄν, μόνης γε τῆς ἀμέτρου θέρμης τῷ
ψυχρῷ μειουμένης, τὸ σύμμετρον καταλείψοιτο. καὶ οὕτω
δὴ γέγονεν ἡμῖν ἀμφὶ Διόνυσόν τε καὶ Ἀφροδίτην ἡ πᾶσα
διατριβή, οὓς ἐπὶ τῇ κύλικι συνάγοντες ἐθελγόμεθα. ἡ δὲ
Λειμώνη τοῖς ἄνθεσιν οἷον λειμῶνα τὴν κεφαλὴν ἐποιεῖτο.
καλὸς δὲ ὁ στέφανος καὶ δεινὸς ἐπιπρέψαι ταῖς ἐν ὥρᾳ
ῥᾷστα καὶ φαιδρότερον τοῖς ῥόδοις ἀποτελέσαι τὸ ἔρευθος,
ὅτ' ἂν εἴη τούτων καιρός. ἄπιθι τοίνυν, ὦ φιλότης, ἐκεῖσε
(ἔστι δὲ τοῦ καλοῦ Φυλλίωνος τὸ χωρίον), καὶ τοιούτων,
εὔχαρι Ἀνθοκόμη, συναπόλαυε τῇ ποθουμένῃ Μυρτάλῃ.
4
{ΝΕΟΣ ΣΤΟΧΑΣΤΙΚΟΣ ΤΟΥ ΤΡΟΠΟΥ ΤΩΝ
ΓΥΝΑΙΚΩΝ
δʹ
Φιλόχορος Πολυαίνῳ.}
Ἱππίας ὁ καλὸς ὁ Ἀλωπεκῆθεν ἀρτίως ἔφη πρὸς ἐμὲ
γοργῶς ἀποβλέψας· „ὁρᾷς ἐκείνην, ὦ φίλε, τὴν ἐπιβάλλου-
σαν τὴν χεῖρα παιδίσκῃ; ὡς εὐμήκης, ὡς καλὴ καὶ λίαν
εὐσχήμων. νὴ θεούς, ἀστεῖον τὸ γύναιον, οἷον γοῦν ἅπαξ
ἰδόντι κατὰ τάχος εἰκάσαι. δεῦρο πλησίον προσμίξωμεν
καὶ πειρασώμεθα τῆς καλῆς.“ ”σώφρονος”, εἶπον, „δοκεῖ
μοι τὸ πρόσχημα τὸ ἁλουργὲς ἡμιφάριον, καὶ δέδοικα μὴ
προπετῶς ἐγχειρῶμεν. σκοπῶμεν οὖν ἀκριβέστερον· οἶδα
γὰρ 〈τοὺς εὐλαβῶς ἐγχειροῦντας〉 ἥκιστα εἰς τὸ κινδυνεύειν
ἀφικνουμένους.“ ἐμειδίασεν ἐπιτιμητικὸν ὁ Ἱππίας, καὶ τὴν
δεξιὰν ἐπιτείνας οἷος ἦν ἐπιρραπίζειν με κατὰ κόρρης καὶ
διεμέμφετο λέγων· ”ἀφυὴς εἶ, νὴ τὸν Ἀπόλλωνα, καὶ ὅλος
ἀπαίδευτος Ἀφροδίτης· σώφρων γὰρ τήνδε τὴν ὥραν καὶ
διὰ μέσου τοῦ ἄστεος οὐκ ἂν οὕτω προῄει κεκαλλωπισμένη
τε καὶ ἱλαρὰ πρὸς τοὺς ἀπαντῶντας. οὐδὲ τῶν μύρων ὅσον
ὄζει καὶ πόρρωθεν ὑπαισθάνῃ; οὐδὲ τοῦ κτύπου τῶν εὐήχων
ψελλίων ἀκήκοας ἥδιστον ὑποσειομένων, ὅσον ἀποτελεῖν
εἰώθασιν αἱ γυναῖκες ἐξεπίτηδες ἀνακουφίζουσαι τὴν δεξιὰν
καὶ ἀκροχειρίζουσαι τὸν κόλπον, ἐρωτικοῖς τε συμβόλοις
διὰ τούτων τοὺς νέους εἰς ἑαυτὰς προσκαλούμεναι; ἀλλὰ
καὶ ἐστράφην”, ἔφη, „ἣ δὲ καὶ αὐτὴ ἀντεστράφη. ἐκ τῶν
ὀνύχων τεκμαίρομαι τὸν λέοντα. ἰτέον οὖν ἐστίν, ὦ Φιλόχορε,
ὅτι οὐδὲν ἡμᾶς βλάψει, ἀλλ' ἐλπίδες καλαί. πλὴν αὐτὸ
δείξει, ὁ τὸν ποταμὸν καθηγούμενος ἔφη. τὸ δὲ προσδο-
κώμενον φανερὸν ὡς, εἰ θέλοιμεν, ῥᾷστα ἂν γένοιτο“. προσπε-
λάσας οὖν καὶ προσειπὼν αὐτὴν καὶ ἀντιπροσρηθεὶς ἤρετο
φάσκων· ”πρὸς τοῦ σοῦ κάλλους, ὦ γύναι, ἐπιτρέπεις ἡμῖν
ὁμιλῆσαι περὶ σοῦ βραχέα τῇ θεραπαίνῃ; οὐδὲν δὲ ὧν
ἀγνοεῖς διαλεξόμεθα τῇ παιδίσκῃ, οὐδὲ ἀνάργυρον αἰτήσο-
μεν Ἀφροδίτην· χαριούμεθα δὲ ὅσον αὐτὴ ἂν ἐθέλοις·
ἐθελήσεις δὲ οἶδ' ὅτι τὰ μέτρια. ἐπίνευσον, ὦ καλή, † οὐ
τοσοῦτον ἐλεῶ τὸ τιτθίον †.” ἡ δὲ τὴν σύννευσιν ἐνδοτικοῖς
καὶ θέλουσιν ὀφθαλμοῖς ἐπιχαρίτως ἐδήλου καὶ οὐ κατειρω-
νεύσατο τὴν ὑπόσχεσιν, ἔστη τε καὶ ἠρυθρίασε, καὶ ἀπέστει-
λεν ἐπαγωγόν τινα καὶ γλυκεῖαν αὐγήν, οἵα πέφυκεν
ἀπαστράπτειν ἐξ ἀπέφθου χρυσίου. τότε δή φησιν Ἱππίας
ἐπιστραφεὶς πρός με· „οὐκ ἀφυῶς ἐστοχασάμην, οἶμαι, τοῦ
τρόπου τῆς γυναικός, ἀλλὰ καὶ πέπεικα ταχύ, οὐ χρόνον
μακρὸν οὐ λόγον πολὺν ἀναλώσας. σὺ δὲ τούτων ἄπειρος
ἔτι. ἀλλ' ἕπου καὶ μάνθανε, καὶ συναπόλαυσον ἐρωτικῷ
διδασκάλῳ· τοῦτο γὰρ τὸ μάθημα τῶν ἐρωτικῶν παρ'
ὁντιναοῦν ποιοῦμαι δεινότατος εἶναι.“
5
{ΔΟΛΟΣ ΓΥΝΑΙΚΟΣ ΚΑΙΝΟΠΡΕΠΩΣ ΤΟΝ ΣΥΝΟΙ-
ΚΟΝ ΑΠΑΤΩΣΗΣ
εʹ
Ἀλκίφρων Λουκιανῷ.}
Πανηγύρεως ἐν προαστείῳ πανδημεὶ τελουμένης καὶ
δημοθοινίας ἀφθόνου Χαρίδημος ἐπ' εὐωχίαν συνεκαλεῖτο
τοὺς φίλους. ἔνθα καὶ γυνή τις παρῆν (ὀνόματι γὰρ οὐδὲν
δέομαι λέγειν), ἣν αὐτὸς ὁ Χαρίδημος (οἶσθα δὲ τὸν νέον
ὡς ἐρωτικός) ἐν ἀγορᾷ προϊοῦσαν ἰδὼν ἀγκιστρεύει καὶ
πέπεικε παραγενέσθαι τῷ δείπνῳ. πάντων οὖν εἰς ταὐτὸν
ἀθροιζομένων τῶν δαιτυμόνων ὁ χρυσοῦς ἑστιάτωρ εἰσῄει
πρεσβύτην τινὰ συνεπαγόμενος καὶ αὐτὸν δὴ συγκεκλημένον
ἡμῖν. ὃν ἐκείνη προσιόντα πόρρωθεν κατιδοῦσα ὀξέως
ὑπέδυ, καὶ θᾶττον νοήματος εἰς τὸν πλησίον οἶκον ἀπέδρα.
κἀκεῖσε μεταπεμψαμένη Χαρίδημον· ”ἀγνοίᾳ”, ἔφη, „μέγι-
στον κακὸν κατειργάσω· οὗτος ὁ πρεσβύτης ἀνήρ ἐστιν
ἐμός, καὶ τὴν ἐσθῆτα, ἣν ἐκδυσαμένη κατέλιπον ἔξω,
ῥᾳδίως ἐπέγνω, καὶ ὑποψίας, ὡς εἰκός, γέγονε πλήρης.
ὅμως, ἂν ταύτην λάθρᾳ καὶ βραχέα τῶν ὄψων ἐπιδώσῃς,
αὐτὸν ἐξαπατήσω καὶ τὸν νῦν αὐτῷ κατ' ἐμοῦ διενοχλοῦντα
λογισμὸν ἑτέρωσε παρατρέψω.“ τούτων οὖν ἐπιδοθέντων
ἀνέζευξεν οἴκαδε, καὶ τὸν σύνοικον ἔφθη, οὐκ οἶδ' ὅπως
ἐκφυγοῦσα. καὶ προσλαβομένη φίλην αὐτῆς ἐκ γειτόνων
οἰκοῦσαν προδιέθηκεν ὅπως ἀμφότεραι βουκολήσουσι τὸν
πρεσβύτην. εἶτα ἧκεν εὐθὺς οὗτος καὶ εἰσπεπήδηκεν ἔνδον
κεκραγὼς ἅμα καὶ πνέων θυμοῦ, τῆς τε γαμετῆς ὧδε τὴν
ἀκολασίαν ἐβόα· ”τὴν ἐμὴν εὐνὴν οὔποτε χαίρουσα καθυ-
βρίσεις”, καὶ δι' ὧν ἑώρακεν ἱματίων ἀπήλεγχε τὴν
μοιχείαν, καὶ ξίφος ἤδη μεμηνὼς ἐπεζήτει. τότε δὴ λοιπὸν
ἡ γείτων εἰς καιρὸν ἀνεφάνη καὶ „δέχου τὴν ἐσθῆτα“,
φησίν, ”ὦ φιλτάτη. μεγίστην οἶδά σοι χάριν. πεπλήρωκα
τὴν εὐχήν. ἀλλὰ πρὸς θεῶν μηδὲν ἀλαζονικόν. μετάλαβε
δὲ καὶ σὺ τῶν προτεθέντων ἡμῖν.” τούτων οὕτω λεγομένων
ὁ τραχὺς ἐκεῖνος ἀνένηφε γέρων, τόν τε θυμὸν ἀνεκρούετο,
καὶ μετὰ τῆς ὑπονοίας εἰς τοσαύτην πραότητα συνδιέλυσε
τὴν ὀργήν, ὡς τοὐναντίον ἀπολογεῖσθαι τῇ γαμετῇ· „ὦ
γύναι, συγγίνωσκέ μοι“, φησίν· ”ἐξέστην, ὁμολογῶ· ἀλλὰ
τῆς σῆς ἕνεκα σωφροσύνης θεός τις εὐμενὴς εἰς κοινὴν
σωτηρίαν φιλανθρώπως ἀπέσταλκε ταύτην, καὶ ἀμφοτέρους
ἀπέσωσεν εἰσδραμοῦσα.”
6
{ΠΕΡΙ ΤΗΣ ΠΡΟ ΓΑΜΟΥ ΦΘΑΡΕΙΣΗΣ
Ϛʹ
Ἑρμοκράτης Εὐφορίωνι.}
Κόρη τις πρὸς τὴν ἑαυτῆς ἔφη τροφόν· „εἴ μοι πρότερον
ἐπομόσεις ὃ δ' ἂν εἴποιμι φυλάξειν ἀπόρρητον, αὐτίκα
τοῦτό σοι λέξω.“ ὀμώμοκεν ἡ τιτθή, ἡ δὲ παῖς εὐθὺς εἴρηκεν·
”οὐκέτι σοι παρθένος ἐγώ, ὥς γε πρός σε τἀληθὲς εἰρῆσθαι.”
εὐθὺς ἀνακέκραγεν ἡ γραῦς, ἅμα τὴν παρειὰν αἰκιζομένη καὶ
σχετλιάζουσα τὸ συμβάν. ἡ δὲ κόρη φησί· „σίγα πρὸς
θεῶν, ὦ Σωφρόνη· ἔχε ἡσυχῇ, μή τις τῶν ἔνδον ὠτακουστῶν
ὑποκλέψῃ τὸν λόγον· οἴμοι, οὐκ ἀρτίως ὀμώμοκας μηδενὶ
παντάπασιν ἐξειπεῖν; τί οὖν, ὦ φίλη, σφόδρα καὶ μεγάλως
βοᾷς; νὴ τὴν Ἄρτεμιν, ὦ μῆτερ, καίτοι πρὸς τοῦ ἔρωτος
φλεγομένη δεινῶς, ἐσπούδακα σωφρονεῖν καθ' ὅσον ἠ-
δυνάμην. σμικρὰ δὲ οἵα τε ἦν καὶ δίχα μοι γέγονε τὰ νοή-
ματα. διελογιζόμην δὲ πρὸς ἐμαυτήν· ‘πειθαρχήσω τῷ
ἔρωτι; ἀμελήσω τοῦ πόθου;’ ἀμφότερά με κρατεῖ. εἶτα
πολὺ μᾶλλον ἐπὶ θάτερα πρὸς τὸν ἔρωτα κλίνω· ηὐξάνετο
γὰρ τῇ μελλήσει, καὶ ὡς φυτὸν ἐν τῇ γῇ, οὕτως ἔνδον τῆς
ἐμῆς ὑπερεφύετο ψυχῆς. οὕτως οὖν ἡττήθην, ὁμολογῶ, τῆς
ἀνικήτου λαμπάδος.“ ἔφη τοίνυν ἡ πρεσβῦτις· ”χαλεπώ-
τατον μὲν τὸ δυστύχημα, τέκνον, καὶ τὴν ἐμὴν ᾔσχυνας
πολιάν· πλὴν ἐπεὶ τὸ πραχθὲν οὐκ ἂν ἄλλως ἔχοι, τὰ
δεύτερα παραινῶ. πέπαυσο τούτων, καὶ μηδὲν περαιτέρω
ἐξαμάρτανε, μή ποτέ σου τῆς γαστρὸς ὀγκουμένης ἐπὶ
προήκοντι τῷ πράγματι καὶ τῷ χρόνῳ ἐναργῶς κατανοή-
σωσι τὸ τολμηθὲν οἱ τεκόντες. ἀλλ' εἴθε σοι γάμον ταχύ,
πρὶν κατάφωρος γένῃ, συνεπινεύσουσιν οἱ θεοί. ἤδη δὲ
τηλικαύτη γεγένησαι, καὶ αὐτίκα χρημάτων εἰς προῖκα τῷ
σῷ δεήσει πατρί.” „τί φής, ὦ μῆτερ; τοῦτο δέδοικα μά-
λιστα πάντων.“ ”μηδὲν δείσῃς, ὦ παῖ· ἐγώ σε τηνικαῦτα
διδάξω πῶς ἂν ἡ πρὸ γάμου γεγονυῖα γυνὴ παρθένος ἔτι
δόξῃ τῷ νυμφίῳ.”
7
{ΑΛΙΕΥΣ ΑΙΤΗΘΕΙΣ ΥΠΟ ΚΟΡΗΣ ΤΗΝ ΑΥΤΗΣ
ΕΣΘΗΤΑ ΦΥΛΑΞΑΙ ΜΕΧΡΙΣ ΑΝ ΑΠΟΛΟΥΣΗΤΑΙ
ΤΗΙ ΘΑΛΑΤΤΗΙ, ΚΑΙ ΤΑΥΤΗΝ ΟΡΩΝ ΜΑΛΙΣΤΑ
ΓΥΜΝΩΘΕΙΣΑΝ
ζʹ
Κυρτίων Δικτύι.}
Παρὰ τὴν ἀκτὴν ἑστηκότι μοι κατὰ πέτρας καὶ τῷ
ἀγκίστρῳ προσπεπηγότα κάλλιστον ἰχθὺν ἀνασπῶντι,
τοῦ καλάμου κυρτουμένου τῷ βάρει, προσῆλθέ τις εὐπρόσω-
πος κόρη, κάλλος αὐτοφυὲς καὶ ὅμοιον αὐτομάτῳ φυτῷ
φέρουσα. καὶ πρὸς ἐμαυτὸν ἔφην· „ἑτέρα πολλῷ βελτίων
τῆς προτέρας ἐμπέπτωκεν ἄγρα.“ αὕτη δέ· ”τὴν ἐσθῆτα,”
φησί, „πρὸς τοῦ σοῦ Ποσειδῶνος, φύλαττε τὴν ἐμήν, ἄχρις
ἂν τοῖς κύμασιν ἐμαυτὴν ἀπολούσω.“ ἥσθην ἀληθῶς καὶ
σφόδρα χαίρων τὴν αἴτησιν προσηκάμην οἷα δὴ μέλλων
αὐτὴν καταγυμνωθεῖσαν ὁρᾶν. ὡς οὖν ἐξεδύσατο καὶ τὸν
ἔσχατον χιτωνίσκον, ὅλος ἐξέστην ἐκπλαγεὶς πρὸς τὴν
λαμπρότητα τῶν μελῶν. ἐξέλαμπε γὰρ ἐκ πολλῆς τε καὶ
μελαίνης κόμης λευκὸς μὲν τράχηλος, ξανθὴ δὲ παρειά·
χρώματα λαμπρὰ μὲν τῇ φύσει, ἀνθηρότερα δὲ τῇ πρὸς τὸ
μέλαν φιλονεικίᾳ. ἐντεῦθεν εἰσπεπήδηκεν ἔνδον καὶ παρενή-
χετο τῇ θαλάττῃ· ἦν γὰρ ἀτάραχον καὶ γαληναῖον τὸ
κῦμα. καὶ τῷ ἀφρῷ τοῦ περιρρέοντος κύματος ἡ χροιὰ τοῦ
σώματος λευκανθίζουσα παρισοῦτο. νὴ τοὺς Ἔρωτας, εἰ
μὴ πρότερον ἔτυχον τεθεαμένος αὐτήν, ᾠήθην ἄν τινα τῶν
θρυλουμένων Νηρηίδων ὁρᾶν. ὡς δὲ ἱκανῶς εἶχε τῶν
θαλαττίων λουτρῶν, εἶπες ἂν τὴν κόρην ἀνίσχουσαν τῶν
κυμάτων ἰδών· ”οὕτω τῆς θαλάττης τὴν Ἀφροδίτην
εὐπρεπῶς προϊοῦσαν γράφουσιν οἱ ζωγράφοι.” αὐτίκα
γοῦν προσδραμὼν θοιμάτιον ἐπεδίδουν τῇ ποθουμένῃ,
προσπαίζων ἅμα καὶ πειρώμενος τῆς καλῆς. ἣ δὲ (ἦν γὰρ,
ὡς ἔοικε, σεμνή τε καὶ βλοσυρά) ἠρυθρίασε μετ' ὀργῆς, καὶ
γέγονε τὸ πρόσωπον θυμουμένη καλλίων, τὸ δὲ ὄμμα
καίπερ ἀγανακτούσης ἡδύ, ὥσπερ καὶ τὸ τῶν ἄστρων
πῦρ φῶς μᾶλλόν ἐστιν ἢ πῦρ. τόν τε θηρατικὸν κατέαξε
κάλαμον, καὶ τοὺς ἰχθῦς προσέρριψε τῇ θαλάττῃ. ἐγὼ δὲ
ἀμήχανος παρειστήκειν, καὶ οὓς ἐθηρασάμην θρηνῶν καὶ
ἣν οὐκ ἤγρευσα μειζόνως δακρύων.
8
{ΙΠΠΟΚΟΜΟΣ ΙΠΠΕΩΣ ΕΡΩΤΙΚΟΥ
ηʹ
Ἐχέπωλος Μελησίππῳ.}
„Εὖγε τῆς εὐπρεπείας, βαβαὶ τῆς ἐλάσεως. ὡς ἀμφοτερο-
δέξιος οὗτος πέφυκεν ὁ ἱππότης. καὶ κάλλει διαπρέπει, καὶ
ὑπερφέρει τῷ τάχει. ὡς ἔοικε, τοῦτον οὐκ ἐδάμασεν Ἔρως,
ἀλλ' ἔστιν αὐτὸς περιπόθητος Ἄδωνις ταῖς ἑταίραις.“
ταῦτά μου λέγοντος ὁ χρυσοῦς ἀκήκοεν ἱππεύς, καὶ διαμεμ-
φόμενος ἔφη· ”οὐδὲν πρὸς τὸν Διόνυσον οὐδὲ πρὸς ἐμὲ
τοῦτον οἰκείως εἴρηκας τὸν λόγον. ἄριστα μόνος οἶδεν
ἱππάζεσθαι πόθος. αὐτὸς ἐμὲ καὶ δι' ἐμοῦ τάχιστα τὸν
ἵππον ἐλαύνει, καὶ τὸν θέοντα κεντρίζει δεινῶς ὀξύτερον
κατεπείγων. ἐπίδος οὖν, ἱπποκόμε, τοῖς δρόμοις, ἅμα τε
ᾄδων καὶ ᾄσμασιν ἐρωτικοῖς τὸν ἔρωτα θεραπεύων.” ᾖδον
τοίνυν τοιόνδε πρὸς ἐκεῖνον αὐτοσχέδιον μέλος, ἐξ αὐτοῦ
τὴν πρόφασιν εἰληφώς· „ἐγώ σε, δέσποτα, κατά γε τὴν
ἐμὴν εἰκότως ἱπποδρόμον ἐνόμιζον ἐλεύθερον βέλους. εἰ δὲ
τοσοῦτον κάλλος ἔχων ἐρᾷς, νὴ τὴν Ἀφροδίτην, ἀδικοῦσιν
οἱ Ἔρωτες. ὅμως γε τοῦτό σε μὴ σφόδρα λυπείτω. καὶ τὴν
ἑαυτῶν ἔτρωσαν ἐκεῖνοι μητέρα.“
9
{ΔΟΛΟΣ ΓΥΝΑΙΚΟΣ ΔΙ' ΟΥ ΘΕΡΑΠΟΝΤΩΝ ΚΑΙ
ΣΥΝΟΙΚΟΥ ΠΑΡΟΝΤΩΝ ΕΦΗΨΑΤΟ ΤΟΥ ΜΟΙΧΟΥ
θʹ
Στησίχορος Ἐρατοσθένει.}
Γυνή τις ἐν ἀγορᾷ προϊοῦσα τόν τε σύνευνον εἶχε πλησίον,
καὶ ὑπὸ τῶν οἰκετῶν περιεστοιχίζετο κύκλῳ. ὡς δὲ προσιόντα
τὸν ἑαυτῆς εἶδε μοιχόν, ἄφνω βουλεύεται δαιμονίως ἅμα
τῇ θέᾳ, ὅπως ἂν εὐπροσώπως ἅψηται τοῦ ποθουμένου, καί
τι τυχὸν καὶ λαλοῦντος ἀκούσῃ. αὐτὴ μὲν οὖν ὤλισθεν, ὡς
ἐδόκει, καὶ πέπτωκεν ἐπὶ γόνυ· ὁ δὲ μοιχὸς συμπράττων
ὥσπερ ἀπὸ συνθήματος τῇ γνώμῃ τῆς γυναικὸς ὀρέγει τὴν
χεῖρα καὶ διανίστησι πεπτωκυῖαν λαβόμενος τῆς δεξιᾶς καὶ
τοῖς ἐκείνης δακτύλοις τοὺς ἑαυτοῦ περιπλέξας, καὶ ὡς
οἶμαι πρὸς τοῦ ἔρωτος ὑπέτρεμον ἀμφοτέρων αἱ χεῖρες. ὁ
μὲν μοιχὸς τῆς πεπλασμένης αὐτὴν παραμυθούμενος συμ-
φορᾶς εἶπεν ἄττα δήπου καὶ ἔβη. ἣ δέ, ὥσπερ ἀλγοῦσα,
λάθρᾳ τῷ στόματι προσάγει τὴν χεῖρα, καὶ τοὺς ἑαυτῆς
πεφιλήκει δακτύλους, ὧν ἐκεῖνος προσήψατο, ἔτι δὲ καὶ
τοῖς ὀφθαλμοῖς ἐρωτικῶς ὑπέθηκε τούτους, δάκρυον ὑποκρί-
σεως ἀποματτομένη τῶν μάτην πρὸς αὐτῆς ὑποθλιβομένων
βλεφάρων.
10
{ΩΣ ΕΝ ΕΠΙΣΤΟΛΗΙ ΤΟ ΚΑΤΑ ΑΚΟΝΤΙΟΝ ΚΑΙ
ΚΥΔΙΠΠΗΝ ΕΡΩΤΙΚΟΝ ΔΙΗΓΗΜΑ
ιʹ
Ἐρατόκλεια Διονυσιάδι.}
Ἀκόντιος τὴν Κυδίππην καλὸς νεανίας καλὴν ἔγημε
κόρην. ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ κατὰ
θεῖον ἀεὶ προσπελάζει. τὴν μὲν ἅπασι τοῖς ἑαυτῆς φιλοτί-
μοις κεκόσμηκεν Ἀφροδίτη, μόνου τοῦ κεστοῦ φεισαμένη·
καὶ τοῦτον πρὸς τὴν παρθένον εἶχεν ἐξαίρετον ἡ θεός. καὶ
τοῖς ὄμμασι Χάριτες οὐ τρεῖς καθ' Ἡσίοδον, ἀλλὰ δεκάδων
περιχορεύει δεκάς. τὸν δὲ νέον ἐκόσμουν ὀφθαλμοὶ φαιδροὶ
μὲν ὡς καλοῦ, φοβεροὶ δὲ ὡς σώφρονος, καὶ φύσεως ἔρευθος
εὐανθὲς ἐπιτρέχον ταῖς παρειαῖς. οἱ δὲ φιλοθεάμονες τοῦ
κάλλους εἰς διδασκάλου προϊόντα περιεσκόπουν συνωθοῦν-
τες ἀλλήλους, καὶ ἦν ὁρᾶν πρὸς τούτων πληθούσας μὲν
ἀγορὰς στενοχωρουμένας δὲ λαύρας. καὶ πολλοί γε διὰ
τοῦτο τὸ λίαν ἐρωτικὸν τοῖς ἴχνεσι τοῦ μειρακίου τοὺς
ἑαυτῶν ἐφήρμοζον πόδας. οὗτος ἠράσθη Κυδίππης. ἔδει γὰρ
τὸν καλὸν τοσούτους τετοξευκότα τῷ κάλλει μιᾶς ἀκίδος
ἐρωτικῆς πειραθῆναί ποτε καὶ γνῶναι σαφῶς, οἷα πεπόνθα-
σιν οἱ δι' αὐτὸν τραυματίαι. ὅθεν ὁ Ἔρως οὐ μετρίως ἐνέτεινε
τὴν νευράν (ὅτε καὶ τερπνὴ πέφυκεν ἡ τοξεία), ἀλλ' ὅσον
εἶχεν ἰσχύος προσελκύσας τὰ τόξα σφοδρότατα διαφῆκε τὸ
βέλος. τοιγαροῦν εὐθέως, ὦ κάλλιστον παιδίον Ἀκόντιε,
δυοῖν θάτερον, ἢ γάμον ἢ θάνατον διελογίζου βληθείς. πλὴν
αὐτὸς ὁ τρώσας ἀεί τινας παραδόξους μηχανὰς διαπλέκων
ὑπέθετό σοι καινοτάτην βουλήν, τάχα που τὸ σὸν αἰδούμε-
νος κάλλος. αὐτίκα γοῦν κατὰ τὸ Ἀρτεμίσιον ὡς ἐθεάσω
προκαθημένην τὴν κόρην, τοῦ κήπου τῆς Ἀφροδίτης
Κυδώνιον ἐκλεξάμενος μῆλον ἀπάτης αὐτῷ περιγεγράφηκας
λόγον καὶ λάθρᾳ διεκύλισας πρὸ τῶν τῆς θεραπαίνης ποδῶν.
ἡ δὲ τὸ μέγεθος καὶ τὴν χροιὰν καταπλαγεῖσα ἀνήρπασεν,
ἅμα διαποροῦσα τίς ἄρα τοῦτο τῶν παρθένων μετέωρος
ἀπέβαλε τοῦ προκολπίου· ”ἆρα”, φησίν, „ἱερὸν πέφυκας,
ὦ μῆλον; τίνα δέ σοι πέριξ ἐγκεχάρακται γράμματα; καὶ τί
σημαίνειν ἐθέλεις; δέχου μῆλον, ὦ κεκτημένη, οἷον οὐ
τεθέαμαι πρότερον. ὡς ὑπερμέγεθες, ὡς πυρρωπόν, ὡς
ἐρύθημα φέρον τῶν ῥόδων. εὖγε τῆς εὐωδίας· ὅσον καὶ
πόρρωθεν εὐφραίνει τὴν αἴσθησιν. λέγε μοι, φιλτάτη, τί τὸ
περίγραμμα τοῦτο;“ ἡ δὲ κόρη κομισαμένη καὶ τοῖς ὄμμασι
περιθέουσα τὴν γραφὴν ἀνεγίνωσκεν ἔχουσαν ὧδε· ”μὰ τὴν
Ἄρτεμιν Ἀκοντίῳ γαμοῦμαι”. ἔτι διερχομένη τὸν ὅρκον εἰ
καὶ ἀκούσιόν τε καὶ νόθον τὸν ἐρωτικὸν λόγον ἀπέρριψεν
αἰδουμένη, καὶ ἡμίφωνον καταλέλοιπε λέξιν τὴν ἐπ' ἐσχάτῳ
κειμένην ἅτε διαμνημονεύουσαν γάμον, ὃν σεμνὴ παρθένος
κἂν ἑτέρου λέγοντος ἠρυθρίασε. καὶ τοσοῦτον ἐξεφοινίχθη
τὸ πρόσωπον, ὡς δοκεῖν ὅτι τῶν παρειῶν ἔνδον εἶχέ τινα
ῥόδων λειμῶνα, καὶ τὸ ἐρύθημα τοῦτο μηδὲν τῶν χειλῶν
αὐτῆς διαφέρειν. εἶπεν ἡ παῖς, ἀκήκοεν Ἄρτεμις· καὶ παρ-
θένος οὖσα θεός, Ἀκόντιε, συνελάβετό σοι τοῦ γάμου.
τέως οὖν τὸν δείλαιον—ἀλλ' οὔτε θαλάττης τρικυμίας οὔτε
πόθου κορυφούμενον σάλον εὐμαρὲς ἀφηγεῖσθαι· δάκρυα
μόνον, οὐχ ὕπνον αἱ νύκτες ἐπῆγον τῷ μειρακίῳ· κλαίειν
γὰρ αἰδούμενος τὴν ἡμέραν τὸ δάκρυον ἐταμιεύετο ταῖς
νυξίν. ἐκτακεὶς δὲ τὰ μέλη καὶ δυσθυμίαις μαραινόμενος τὴν
χροιὰν καὶ τὸ βλέμμα δεινῶς ὡρακιῶν ἐδεδίει τῷ τεκόντι
φανῆναι καὶ εἰς ἀγρὸν ἐπὶ πάσῃ προφάσει τὸν πατέρα
φεύγων ἐφοίτα. διόπερ οἱ κομψότεροι τῶν ἡλικιωτῶν
Λαέρτην αὐτὸν ἐπωνόμαζον, γηπόνον τὸν νεανίσκον
οἰόμενοι γεγονέναι. ἀλλ' Ἀκοντίῳ οὐκ ἀμπελῶνος ἔμελεν,
οὐ σκαπάνης, μόνον δὲ φηγοῖς ὑποκαθήμενος ἢ πτελέαις
ὡμίλει τοιάδε· „εἴθε, ὦ δένδρα, καὶ νοῦς ὑμῖν γένοιτο καὶ
φωνή, ὅπως ἂν εἴπητε μόνον· ‘Κυδίππη καλή’. ἢ γοῦν
τοσαῦτα κατὰ τῶν φλοιῶν ἐγκεκολαμμένα φέροιτε γράμματα,
ὅσα τὴν Κυδίππην ἐπονομάζει καλήν. Κυδίππη, καλήν σε
καὶ εὔορκον ὁμοίως προσείπω ταχύ, μηδὲ Ἄρτεμις ἐπί σοι
ποιναῖον βέλος ἀφῇ καὶ ἀνέλῃ· μένῃ δὲ τὸ πῶμα προσκεί-
μενον τῇ φαρέτρᾳ. ὢ δυστυχὴς ἐγώ. τί δέ σοι τοῦτον ἐπῆγον
τὸν φόβον; ὁπότε καί φασι τὴν θεὸν ἐπὶ πάσαις μὲν ἁμαρτάσι
κινεῖσθαι δεινῶς, μάλιστα δὲ τοὺς ἀμελοῦντας τῶν ὅρκων
πικρότερον τιμωρεῖσθαι. εἴθε μὲν οὖν ὡς ἀρτίως ηὐχόμην
εὔορκος εἴης, εἴθε γάρ· εἰ δὲ ἀποβαίη, ὅπερ μηδὲ λέγειν
καλόν, ἡ Ἄρτεμις ἔσται σοι, παρθένε, πραεῖα· οὐ σὲ γὰρ,
ἀλλὰ τὸν δόντα τῆς ἐπιορκίας τὴν πρόφασιν κολαστέον.
μαθήσομαι μόνον ὡς μεμέληκας τῶν γραμμάτων, καὶ τοῦ
σοῦ πρηστῆρος τὴν ἐμὴν ψυχὴν ἀπαλλάττων οὐχ ἧττον
αἵματος ἀφειδήσω τοῦ ἡμετέρου ἤπερ ὕδατος εἰκῆ χεομένου.
ἀλλ' ὦ φίλτατα δένδρα, τῶν ἡδυφώνων ὀρνίθων οἱ θῶκοι,
ἆρα κἂν ἐν ὑμῖν ἐστὶν οὗτος ὁ ἔρως, καὶ πίτυος τυχὸν
ἠράσθη κυπάριττος ἢ ἄλλο φυτὸν ἑτέρου φυτοῦ; μὰ Δία,
οὐκ οἶμαι· οὐ γὰρ ἐφυλλορροεῖτε καὶ τοὺς κλάδους ἁπλῶς
ὁ πόθος κόμης ὑμᾶς καὶ ἀγλαΐας ἐψίλου, ἀλλὰ καὶ μέχρι
στελέχους τε καὶ ῥιζῶν ὑπονοστήσας τῷ πυρσῷ διικνεῖτο.“
τοιαῦτα μὲν τὸ παιδίον Ἀκόντιος διελέγετο πρὸς τῷ σώματι
μαραινόμενος καὶ τὸν νοῦν. τῇ δὲ Κυδίππῃ πρὸς ἕτερον
ηὐτρεπίζετο γάμος. καὶ πρὸ τῆς παστάδος τὸν ὑμέναιον
ᾖδον αἱ μουσικώτεραι τῶν παρθένων καὶ μελλιχόφωνοι
(τοῦτο δὴ Σαπφοῦς τὸ ἥδιστον φθέγμα). ἀλλ' ἄφνω νενόση-
κεν ἡ παῖς, καὶ πρὸς ἐκφορὰν ἀντὶ νυμφαγωγίας οἱ τεκόντες
ἑώρων. εἶτα παραδόξως ἀνέσφηλε, καὶ δεύτερον ὁ θάλαμος
ἐκοσμεῖτο· καὶ ὥσπερ ἀπὸ συνθήματος τῆς Τύχης αὖθις
ἐνόσει. τρίτον ὁμοίως ταῦτα συμβέβηκε τῇ παιδί, ὁ δὲ
πατὴρ τετάρτην οὐκ ἀνέμεινε νόσον, ἀλλ' ἐπύθετο τοῦ
Πυθίου, τίς ἄρα θεῶν τὸν γάμον ἐμποδίζει τῇ κόρῃ. ὁ δὲ
Ἀπόλλων πάντα σαφῶς τὸν πατέρα διδάσκει, τὸν νέον, τὸ
μῆλον, τὸν ὅρκον, καὶ τῆς Ἀρτέμιδος τὸν θυμόν· καὶ παραι-
νεῖ θᾶττον εὔορκον ἀποφῆναι τὴν κόρην. ”ἄλλως τε”, φησί,
„Κυδίππην Ἀκοντίῳ συνάπτων οὐ μόλιβδον ἂν συνεπι-
μίξαις ἀργύρῳ, ἀλλ' ἑκατέρωθεν ὁ γάμος ἔσται χρυσοῦς.“
ταῦτα μὲν ἔχρησεν ὁ μαντῷος θεός, ὁ δὲ ὅρκος ἅμα τῷ
χρησμῷ συνεπληροῦτο τοῖς γάμοις. αἱ δὲ τῆς παιδὸς
ἡλικιώτιδες ἐνεργὸν ὑμέναιον ᾖδον οὐκ ἀναβαλλόμενον ἔτι
οὐδὲ διακοπτόμενον νόσῳ. καὶ ἡ διδάσκαλος ὑπέβλεπε τὴν
ἀπᾴδουσαν καὶ εἰς τὸ μέλος ἱκανῶς ἐνεβίβαζε χειρονομοῦσα
τὸν τρόπον. ἕτερος δὲ τοῖς ᾄσμασιν ἐπεκρότει, καὶ ἡ δεξιὰ
τοῖς δακτύλοις ὑπεσταλμένοις ὑποκειμένην τὴν ἀριστερὰν
ἔπληττεν εἰς τὸ κοῖλον, ἵν' ὦσιν αἱ χεῖρες εὔφωνοι συμπλητ-
τόμεναι τρόπον κυμβάλων. ἅπαντα δ' οὖν ὅμως βραδύνειν
ἐδόκει τῷ Ἀκοντίῳ, καὶ οὔτε ἡμέραν ἐκείνης ἐνόμισε μακρο-
τέραν ἑωρακέναι οὔτε νύκτα βραχυτέραν. Τῆς νυκτὸς ἐκείνης
Ἀκόντιος οὐκ ἂν ἠλλάξατο τὸν Μίδου χρυσόν, οὐδὲ τὸν
Ταντάλου πλοῦτον ἰσοστάσιον ἡγεῖτο τῇ κόρῃ. καὶ
σύμψηφοι πάντες ἐμοί, ὅσοι μὴ καθάπαξ τῶν ἐρωτικῶν
ἀμαθεῖς· τὸν γὰρ ἀνέραστον οὐκ ἀπεικὸς ἀντίδοξον εἶναι.
ὃς δ' οὖν τῇ παρθένῳ βραχέα νυκτομαχήσας ἐρωτικῶς, τό
γε λοιπὸν εἰρηναίων ἀπέλαυεν ἡδονῶν. ἐκαίοντο δὲ κατὰ
δώματα δαΐδες ἐκ λιβανωτοῦ συγκείμεναι, ὥστε ἅμα καί-
εσθαι καὶ θυμιᾶσθαι καὶ παρέχειν τὸ φῶς μετ' εὐωδίας.
πάλαι τοίνυν αἱ παρθένοι συναριθμουμένης αὐταῖς τῆς
Κυδίππης ἐπλεονέκτουν σφόδρα τῶν γυναικῶν, τὸν κολο-
φῶνα φέρουσαι τῆς εὐπρεπείας· νυνὶ δὲ τῆς νύμφης ἐν
γυναιξὶ ταττομένης μειονεκτοῦσιν αἱ κόραι· τοσοῦτον ἡ
φύσις ἁπανταχοῦ τὸ λαμπρὸν αὐτῆς ἐκορυφώσατο κάλλος.
ὥσπερ δὲ χρυσόπολις ἡ πόα τῷ χρυσῷ μειρακίῳ συνήπτετο
προσφυῶς. ἄμφω δὲ λαμπροῖς ὄμμασιν οἷον ἀστέρες
ἀνταυγοῦντες ἀλλήλοις φαιδρότερον τῆς ἀλλήλων ἀπέλαυον
ἀγλαΐας.
11
{ΓΥΝΗ ΠΟΘΟΥΣΑ ΜΕΙΡΑΚΙΟΝ ΠΥΝΘΑΝΕΤΑΙ ΤΗΣ
ΔΟΥΛΗΣ ΕΙ ΚΑΛΟΣ Ο ΠΟΘΟΥΜΕΝΟΣ
ιαʹ
Φιλόστρατος Εὐαγόρᾳ.}
Παιδίσκην ἑαυτῆς ὧδέ πως ἤρετό τις γυνή· ”πρὸς τῶν
Χαρίτων, ὁποῖον δοκῶ σοι νεανίσκον ποθεῖν; ἐγὼ μὲν γὰρ
οἶμαι καλόν· ἀλλ' ἐρῶσα τυχὸν σφάλλομαι περὶ τὴν κρίσιν
τοῦ ποθουμένου καὶ ἔρωτι πλανῶμαι τὴν ὄψιν. λέγε δή μοι
κἀκεῖνο, τί φασιν αἱ καθορῶσαι τοῦτον γυναῖκες; πότερον
αὐτὸν ἐπαινοῦσι τοῦ κάλλους, ἢ ψέγουσιν ἀποστραφεῖσαι
τὴν θέαν;” ἣ δὲ μαστροπεύουσα πρὸς τὴν κεκτημένην φησί·
„νὴ τὴν Ἄρτεμιν, ἐγὼ πολλῶν ἀκήκοα γυναικῶν αὐτήκοος
γινομένη πλησίον ἐπιφθεγγομένων τοιάδε τῷ νέῳ· ‘ἰδοὺ
μειράκιον εὐπρεπές, ἰδοὺ κάλλος ἀπηκριβωμένον τῇ φύσει·
τοιούτους ἔδει πλάττεσθαι τοὺς Ἔρωτας μᾶλλον ἢ κατὰ
Ἀλκιβιάδου μορφήν. κάλλος γε καλόν, νὴ τὰς φίλας Ὥρας.
χαρίεις ὁ νεανίας ἐπὶ κάλλει μέγα φρονῶν, οὐ μέντοι εἰς
ὑπερηφάνειαν, ἀλλ' εἰς τὸ ἁβρὸν καὶ μεγαλοπρεπές. ἱκανὸν
πρὸς ἔρωτα καὶ μόνον τὸ ἐπίγρυπον τοῦ νεανίσκου, ἱκανὴ
δὲ καὶ ἡ κόμη, καλὴ μὲν καθ' ἑαυτὴν οὖσα, ἔτι δὲ καλλίων
περικειμένη μὲν τῷ μετώπῳ, συγκατιοῦσα δὲ τῷ ἰούλῳ
παρὰ τὸ οὖς. τὸ δὲ χλανιδίσκιον βαβαὶ τῶν χρωμάτων· οὐ
γὰρ ἐφ' ἑνὸς μένει χρώματος, ἀλλὰ τρέπεται καὶ μετανθεῖ.
οὗτος ἡμῖν εὐκταῖος ἐραστής, ἡβάσκων ἀμφὶ πρώτην
ὑπήνην. εὐδαίμων ἡ τὸν νέον εὐτυχοῦσα ἐπίσης ἐραστὴν
ὁμοῦ καὶ ἐρώμενον. μακαρία ἡ συγκοιμωμένη τούτῳ,
χλιδῶσα κατ' εὐνὴν καὶ ἐντρυφῶσα τῷ κάλλει. εὐμενεστέροις
ὄμμασιν ἐκείνην αἱ Χάριτες εἶδον’. καὶ πᾶσαί μοι δοκοῦσιν
ἐρᾶν αὐτίκα τοῦ μειρακίου.“ ἥσθη ταῖς μαρτυρίαις καὶ ὑφ'
ἡδονῆς παντοδαπὰ χρώματα παρ' ἕκαστον λόγον ἠφίει,
καὶ (τὸ λεγόμενον δὴ τοῦτο) ἐδόκει τῇ κεφαλῇ ψαύειν τοῦ
οὐρανοῦ. καὶ τότε πεπίστευκε τὸν νέον εἶναι καλόν· αὐταὶ
γὰρ ἑαυτὰς αἱ γυναῖκες τότε δὴ κρίνουσιν εἶναι καλάς, ὅταν
ἰδών τις ἐπαινέσῃ, ὅταν ἐρασθείη θαυμάσας.
12
{ΝΕΟΣ ΠΡΟΣΚΑΛΟΥΜΕΝΟΣ ΠΑΝΤΑΣ ΤΗΣ ΦΙΛΗΣ
ΔΟΚΙΜΑΣΑΙ ΤΟ ΚΑΛΛΟΣ
ιβʹ
Εὐήμερος Λευκίππῳ.}
Τίς ἄρα τεθέαται τῆς ἕω τὰ κάλλη, τίς δὲ ταῖς ἑσπερίαις
ὡμίληκε γυναιξίν; ἡκέτωσαν οἱ πανταχόθεν ἐρωτικοὶ
φιλογύναικες πρὸς κρίσιν τῆς ἐμῆς καλλικοίτης, καὶ σὺν
ἀληθείᾳ λεγόντων, εἴ που τοιοῦτον ἱστορήκασιν ἀξιοθέατον
κάλλος. ὅπου γὰρ ἄν τις αὐτῇ τοὺς ὀφθαλμοὺς ἐπιβάλῃ,
πανταχοῦ κάλλος αὐτῷ συναντᾶται καὶ κάλλους ἐφάπτεται.
ταύτης ὁ Μῶμος ἀποσφαλεὶς ἄχθεται καὶ στένει καὶ ἀπορεῖ
παραδόξως. τεθαύμακα τὴν ἡλικίαν, τὴν χάριν, καὶ μέχρι
τοῦ ποδὸς διῆλθε τὸ θαῦμα· φύσει γὰρ ὁ ποὺς εὔπλαστος
ὢν καὶ τὰς ἀκοσμήτους οἶδε κοσμεῖν. ἐφήδομαι τοῖς τρόποις
εὖ μάλα συμπρέπουσι τῇ μορφῇ· ἑταίρας μὲν γὰρ ἡ Πυθιὰς
εἴληχε βίον, ἁπλότητα δὲ σύμφυτον ἔχει καὶ ἄμεμπτον
ἦθος. ἅπαντα τῆς τάξεως τοῦ βίου βελτίω, καὶ αὐτόν με
μάλιστα ᾕρηκε τῷ ἀκάκῳ. δῶρον δ' ὅ τις δῷ ἐπαινεῖ, οὐχ
ὥσπερ ἑταίρα πᾶν τὸ διδόμενον σμικρὸν ἡγουμένη. καὶ
ὥσπερ κολοιὸς ἀεὶ παρὰ κολοιὸν ἱζάνομεν ἄμφω. τί δεῖ
περαιτέρω προβαίνειν, ἔνθα δὴ τὰ τερπνὰ τῆς Ἀφροδίτης
ἀπόρρητα; λεκτέον δὲ μόνον ὡς ἀντιλέγει τοσοῦτον, ὅσον
ἐν τῷ βραδύνειν ἐρεθίσαι.
Ὁ μὲν οὖν τράχηλος αὐτῆς ἀμβροσίας ὄδωδε, καὶ τὸ
ἄσθμα ἡδύ· εἰ δὲ μήλων ἢ ῥόδων πόμασι συμμιγέντων
ἀπόζει, φιλήσας ἐρεῖς. τοῖς δὲ στέρνοις τῆς καλῆς ἐπιθεὶς τὴν
κεφαλὴν ἠγρύπνουν, αὐτὸ καταφιλῶν τὸ πήδημα τῆς
καρδίας. οὔκουν τῶν ἀφροδισίων, ὡς ἔφη τις, εἰς τὸ τῆς
ἡδονῆς τέλος ὁδός ἐστιν μία. ἀναφρόδιτοι γὰρ αἱ δυσειδεῖς
γυναῖκες, καὶ ἡδονῆς ἐν ἐκείναις οὐκ ἀρχὴν οὐ τέλος εὕροι τις
ἄν. ἐπεὶ κἀν τοῖς ἐδέσμασιν ἓν τέλος ὁ κόρος· ἀλλὰ τὰ μὲν
τρέφει καὶ τέρπει, τὰ δὲ παντελῶς ἀνατρέπει. διὰ ταύτην
ἡμέρα μοι πᾶσα λευκὴ καὶ τῶν ἐν φαρέτρᾳ λογιζομένων εἰς
εὐτυχίαν οὐχ ἥττων. ᾀδόντων μὲν οὖν ἀκήκοα πολλάκις ὡς
πέφυκεν ἀποδημία τὸν πόθον ἐκλύειν, καὶ παροιμιαζόμενοι
δέ φασι ‘τοσοῦτον φίλος, ὅσον ὁρᾷ τις ἐναντίον’. ἐγὼ δὲ
ὄμνυμι τὰς χάριτας Πυθιάδος ὡς οὐδὲ ἀποδημῶν ἀπεστάτουν
τῆς πρὸς ἐκείνην φιλίας. οὐδὲν οὖν ἧττον ἐπανῆλθον ἐρῶν,
μᾶλλον διαλιπὼν καὶ μειζόνως ᾐσθόμην τοῦ πόθου, καὶ
χάριν οἶδα τῇ Τύχῃ, ὅτι μοι λήθην οὐκ ἐνέθηκε τῆς φιλτάτης.
ἔφη δ' ἄν τις ἐρωτικὸς ποιητὴς καθομηρίζων ἡμᾶς ‘ἀσπάσιοι
λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο’.
13
{ΠΑΙΣ ΕΠΟΘΕΙ ΤΗΝ ΤΟΥ ΦΥΣΑΝΤΟΣ ΠΑΛΛΑΚΗΝ.
ΙΑΤΡΟΣ ΔΙΕΓΝΩ ΤΟΝ ΕΡΩΤΑ ΤΥΧΗΙ ΠΛΕΟΝ Η
ΤΕΧΝΗΙ ΧΡΗΣΑΜΕΝΟΣ, ΚΑΙ ΜΕΘΟΔΩΙ ΠΕΙΘΕΙ
ΤΟΝ ΠΑΤΕΡΑ ΤΩΙ ΠΑΙΔΙ ΠΑΡΑΧΩΡΗΣΑΙ ΤΗΣ
ΠΑΛΛΑΚΙΔΟΣ
ιγʹ
Εὐτυχόβουλος Ἀκεστοδώρῳ.}
Τῷ μακρῷ καὶ τοῦτο, φίλτατε, κατέμαθον χρόνῳ, ὡς καὶ
τέχναι πᾶσαι προσδέονται τύχης, καὶ τύχη διακοσμεῖται
ταῖς ἐπιστήμαις. αἳ μὲν γὰρ ἀτελεῖς μὴ συνεργοῦντος τοῦ
θείου, ἣ δὲ μᾶλλον εὐδοκιμεῖ τὰς ἑαυτῆς ἀφορμὰς τοῖς
ἐπιστήμοσι δωρουμένη. ἐπεὶ τοίνυν μακρόν γε τὸ προοί-
μιον, εὖ οἶδα, τῷ ποθοῦντι θᾶττον ἀκοῦσαι, ἤδη λέξω τὸ
συμβάν, μηδὲν ἔτι μελλήσας.
Χαρικλῆς ὁ τοῦ βελτίστου Πολυκλέους υἱὸς παλλακίδος
τοῦ τεκόντος πόθῳ κλινοπετὴς ἦν, σώματος μὲν ἀφανῆ
πλαττόμενος ἀλγηδόνα, ψυχῆς δὲ ταῖς ἀληθείαις αἰτιώμενος
νόσον. ὁ γοῦν πατήρ, οἷα πατὴρ ἀγαθὸς καὶ σφόδρα
φιλόπαις, αὐτίκα Πανάκειον μεταπέμπεται τὸν ὄντως
ἐπώνυμον ἰατρόν, ὃς τοὺς μὲν δακτύλους τῷ σφυγμῷ
προσαρμόζων, τὸν δὲ νοῦν μετάρσιον ἄγων τῇ τέχνῃ, καὶ
τοῖς ὄμμασι τὸ διαγνωστικὸν ὑποφαίνων κίνημα τῆς
διανοίας οὐδὲν ὅλως ἀρρώστημα κατενόει γνώριμον ἰατροῖς.
ἐπὶ πολὺ μὲν οὖν ὁ τοιοῦτος ἰατρὸς ἀμήχανος ἦν· τῆς δὲ
ποθουμένης ἐκ ταὐτομάτου παριούσης διὰ τοῦ μειρακίου,
ἀθρόον ὁ σφυγμὸς ἄτακτον ἥλατο, καὶ τὸ βλέμμα ταραχῶδες
ἐδόκει, καὶ οὐδὲν ἄμεινον τὸ πρόσωπον διέκειτο τῆς χειρός.
καὶ διχόθεν ὁ Πανάκειος διέγνω τὸ πάθος, καὶ ὅπερ ἁπλῶς
ἐκ τέχνης οὐχ εἷλεν, ἐκ τύχης μᾶλλον εἶχε λαβών, καὶ τὸ
δῶρον τῆς προνοίας εἰς καιρὸν ἐταμιεύετο τῇ σιωπῇ. καὶ
πρῶτος ἦν αὐτῷ τῆς ἐπισκέψεως ἡγούμενος ὅδε ὁ τρόπος.
αὖθις δὲ παραγενόμενος διεκελεύετο πᾶσαν τῆς οἰκίας κόρην
τε καὶ γυναῖκα διὰ τοῦ κάμνοντος παριέναι, καὶ μὴ χύδην,
ἀλλὰ κατὰ μίαν, ἐκ διαστήματος βραχέος διακρινομένας
ἀλλήλων. καὶ τούτου γιγνομένου αὐτὸς μὲν τὴν ὑποκάρπιον
ἀρτηρίαν τοῖς δακτύλοις ἡρμοκὼς ἐπεσκόπει, τὸν ἀκριβῆ
γνώμονα τῶν Ἀσκληπιαδῶν καὶ μάντιν ἀψευδῆ τῶν
ἐμφυομένων ἡμῖν διαθέσεων· ὁ δὲ τῷ πόθῳ κλινήρης πρὸς
μὲν τὰς ἄλλας ἀτάραχος ἦν, τῆς δὲ παλλακῆς, ἧς εἶχεν
ἐρωτικῶς, ἐκφανείσης, εὐθὺς καὶ τὸ βλέμμα πάλιν καὶ τὸν
σφυγμὸν ἀλλοιότερος ἦν. ὁ δὲ σοφὸς καὶ λίαν εὐτυχὴς ἰατρὸς
ἔτι μᾶλλον τὴν ἀπόδειξιν τῆς νόσου παρ' ἑαυτῷ βεβαιότερον
ἐπιστοῦτο, τὸ τρίτον τῷ σωτῆρι φάσκων. προφασισάμενος
γὰρ κατασκευῆς αὐτῷ φαρμάκων δεῖσθαι τὸ πάθος, ἀπεχώρει
τέως ὑπισχνούμενος τῇ ὑστεραίᾳ ταῦτα κομίζειν, ἅμα τε
τὸν νοσοῦντα χρησταῖς παραθαρρύνων ἐλπίσι καὶ δυσφο-
ροῦντα ψυχαγωγῶν τὸν πατέρα. ὡς δὲ κατὰ καιρὸν
ἐπηγγελμένον παρῆν, ὁ μὲν πατὴρ καὶ πάντες οἱ λοιποὶ
σωτῆρα τὸν ἄνδρα προσεῖπον, καὶ φιλοφρόνως ἠσπάζοντο
προσιόντες· ὁ δὲ χαλεπαίνων ἐβόα, καὶ δυσανασχετῶν
αὐστηρῶς τὴν θεραπείαν ἀπέγνω. τοῦ δὲ Πολυκλέους
λιπαροῦντος ἅμα καὶ πυνθανομένου τῆς ἀπογνώσεως τὴν αἰ-
τίαν, ἠγανάκτει σφοδρότερον κεκραγώς, καὶ ἀπαλλάττεσθαι
τὴν ταχίστην ἠξίου. ἀλλ' ὁ πατὴρ ἔτι μᾶλλον ἱκέτευε, τά τε
στήθη φιλῶν καὶ τῶν γονάτων ἁπτόμενος. τότε δῆθεν πρὸς
ἀνάγκης ὧδε σὺν ὀργῇ τὴν αἰτίαν ἐξεῖπε· ”τῆς ἐμῆς γαμετῆς
οὗτος ἐκτόπως ἐρᾷ καὶ παρανόμῳ τήκεται πόθῳ, καὶ
ζηλοτυπῶ τὸν ἄνθρωπον ἤδη καὶ οὐ φέρω θέαν ἀπειλου-
μένου μοιχοῦ.” ὁ τοίνυν Πολυκλῆς τοῦ παιδὸς ᾐσχύνθη τὴν
νόσον ἀκούων, καὶ τὸν Πανάκειον ἠρυθρία, πλὴν ὅλως τῆς
φύσεως γεγονὼς οὐκ ἀπώκνησε περὶ τῆς αὐτοῦ γυναικὸς
τὸν ἰατρὸν ἱκετεύειν, ἀναγκαίαν τινὰ σωτηρίαν οὐ μοιχείαν
τὸ πρᾶγμα καλῶν. ἔτι δὲ τοιαῦτα δεομένου τοῦ Πολυκλέους
ὁ Πανάκειος διωλύγιον κατεβόα φάσκων οἷάπερ εἰκὸς ἦν
φθέγγεσθαι δεινοπαθοῦντα τὸν αἰτούμενον ἐξ ἰατροῦ
μεταβαλεῖν εἰς μαστροπὸν καὶ μοιχείας τῆς ἑαυτοῦ γαμετῆς
〈συλλαβεῖν〉, εἰ μὴ φανερῶς οὕτως τοῖς ῥήμασιν. ἐπεὶ δὲ
πάλιν ἐνέκειτο Πολυκλῆς ἀντιβολῶν τὸν ἄνδρα, καὶ πάλιν
σωτηρίαν οὐ μοιχείαν ἐκάλει τὸ πρᾶγμα, ὁ συλλογιστικὸς
ἰατρὸς ὡς ἐν ὑποθέσει τὸ συμβὰν ἀληθῶς ἀντεπάγων ἤρετο
Πολυκλέα· „τι οὖν, πρὸς Διός, οὐδ' ἂν ὁ παῖς τῆς σῆς ἤρα
παλλακίδος, ἐκαρτέρεις αὐτῷ ποθοῦντι ταύτην ἐκδοῦναι;“
ἐκείνου δὲ φήσαντος ”πάνυ γε, νὴ τὸν Δία”, ὁ σοφὸς ἔφη
Πανάκειος· „οὐκοῦν σαυτόν, ὦ Πολύκλεις, ἱκέτευε, καὶ
παραμυθοῦ τὰ εἰκότα. τῆς σῆς γὰρ οὗτος παλλακίδος ἐρᾷ.
εἰ δὲ δίκαιον ἐμὲ τὴν ὁμόζυγα παραδιδόναι τῷ τυχόντι διὰ
σωτηρίαν, ὡς ἔφης, πολύ γε μᾶλλον δικαιότερόν σε τῷ
παιδὶ κινδυνεύοντι παραχωρῆσαι τῆς παλλακίδος.“ εἶπεν
εὐμεθόδως, συνελογίσατο δυνατῶς, καὶ πέπεικε τὸν τεκόντα
τοῖς οἰκείοις πειθαρχῆσαι δικαίοις. πρότερον μέντοι Πολυ-
κλῆς ἑαυτῷ προσεφθέγγετο λέγων· ”χαλεπὴ μὲν ἡ αἴτησις·
δύο κακῶν εἰς αἵρεσιν προκειμένων τὸ μετριώτερον αἱρετέον.”
14
{ΠΟΡΝΙΔΙΟΝ ΠΡΟΣ ΝΕΟΥΣ ΑΙΣΜΑΣΙΝ ΟΥΚ
ΑΡΓΥΡΙΩΙ ΠΡΟΤΡΕΠΟΜΕΝΟΥΣ ΑΥΤΗΝ
ιδʹ
Φιλοχρημάτιον Εὐμούσῳ.}
Οὔτε αὐλὸς ἑταίραν οἶδε προτρέπειν οὔτε λύρᾳ τις
ἐφέλκεται πόρνας ἀργυρίου χωρίς· κέρδει μόνον δουλεύομεν,
οὐ θελγόμεθα μελῳδίαις. τί οὖν μάτην, ὦ νέοι, διαρρήγνυσθε
τὰς γνάθους ἐμφυσῶντες τῇ σύριγγι; οὐδὲν ὑμᾶς ὀνήσει τὰ
κιθαρίσματα· τί πράγματα παρέχετε ταῖς χορδαῖς; τί δὲ
καὶ ᾄδοντες ἔφητε· „οὐκ ἐπιθυμεῖς, ὦ παρθένε, γενέσθαι
γυνή; μέχρι τίνος παρθένος καὶ κόρη, τὰ τῶν ἀνοήτων
ὀνόματα;“ ἢ ταῦτα μὲν ἴστε που πάντως ὡς ἀνάργυρον
οὐδὲν ταῖς ἑταίραις ἐστὶ πιθανόν, ᾠήθητε δέ με ῥᾳδίως
ἐξαπατᾶν ὡς ἐρωτικῶν ἀγύμναστον παῖδα καὶ παντελῶς
ἀμύητον Ἀφροδίτης, καὶ προχειρότερον ἑλεῖν ἢ λύκος
λιπαρὰν ἄρνα καθεύδουσαν; ἀλλ' ἔγωγε παλαιᾷ συνοῦσα
πορνοδιδασκάλῳ τῇ ἀδελφῇ καὶ τοῖς ἐκείνης ἐρασταῖς κατὰ
πρόφασιν ὁμιλοῦσα οὐδὲν ἔδοξα δυσμαθής, ἀλλὰ τὸν
ἑταιρικ…
The complete text is available when the reading interface loads.