Periplus Maris Exteri
- Scientific editors
- Karl Müller
- Edition reference
- Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1855
- CTS identifier
urn:cts:greekLit:tlg4003.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ.
Προοίμιον.
Τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβέου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδκοῦ πελάγους περίπλους.
Τῶν ἀριστερῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ πελάγους περίπλους.
Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·
Τοῦ Ἀραβίου κόλπου καὶ τῶν ἀριστερῶν μερῶν τῶν παρὰ τὴν Ἐὐδαίμονα Ἀραβίαν περίπλους.
Σουσιανῆς περίπλους.
Περσίδος περίπλους.
Καρμανίας περίπλους.
Γεδρωσίας περίπλους.
Ἰωδεκῆς τῆς ἐντὸς Γάγγου ποταμοῦ καὶ τῶν ἐν αὐτῇ κόλπων καὶ νήσων περίπλους.
Τακροβάνης νήσου περίπλους.
Τοῦ Γαγγητικοῦ κόλπου περίπλους.
Ἰνδικῆς τῆς ἐκτὸς Γάγγου ποτοαμοῦ καὶ τῶν ἐν αὐτῇ κόλπων περίπλους.
Σινῶν καὶ τῶν ἐν αὐτοῖς κόλπων περίπλους.
Τοῦ Θτριώδους κόλπου περίπλους.
Τοῦ τῶν Σινῶν κόλπου περίπλους.
Ἀνακεφαλαίωσις τῶν προειρημένων ἀπάντων διαστημάτων.
ΠΡΟΟΙΜΙΟΝ.
Paragraph 1
Τῆς μὲν ἐντὸς τῶν Ἡρακλείων στηλῶν κειμένης θαλάσσης, ἣν ὁ περιέχων τὴν γῆν ὠκεανὸς πρὸς ἑσπέρας ἐπιτελεῖ, κατὰ τὸν καλούμενον Ἡράκλειον πορθμὸν τὴν εἰσροὴν ποιούμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος γεωγράφος ἐν τοῖς ἕνδεκα τῆς γεωγραφίας βιβλίοις τὸν περίπλουν, ὡς ἂν ἦν μάλιστα δυνατὸν, συνέγραψεν, ἡμεῖς δὲ τῶν βιβλίων τούτων τὰς περιττὰς τοῦ μνημονευθέντος ἀνδρὸς παρεκβάσεις, προσέτι δὲ βαρβάρων Αἰθιοπικὰς πόλεις ἀφέντες, ἐν ἐπιτομῇ σαφέστατα μετʼ ἀκριβοῦς τῶν ἐφευρεθέντων προσθήκης τὸν περίπλουν ἐποιησάμεθα, ὡς μηδὲν ἐνδεῖν πρὸς τελειοτάτην σαφήνειαν τοῖς περὶ τοῦτο τὸ μέρος τῆς γεωγραφίας σπουδάζουσι. Τῶν δὲ ὠκεανῶν ἑκατέρων τοῦ τε ἑῴου καὶ τοῦ ἑσπερίου (ὧν τὴν εἴδησιν, ἐς ὅσον ἐφικτὸν ἀνθρώποις, ἡ τῶν πολλῶν σπουδὴ καὶ φιλομαθία σαφῆ κατέστησεν) ἐκ τῆς γεωγραφίας τοῦ θειοτάτου καὶ σοφωτάτου Πτολομαίου ἔκ τε τῆς Πρωταγόρου τῶν σταδίων ἀναμετρήσεως, ἣν τοῖς οἰκείοις τῆς γεωγραφίας βιβλίοις προστέθεικεν, ἔτι μὴν καὶ ἑτέρων πλείστων ἀρχαίων ἀνδρῶν, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα ἐν βιβλίοις δυσὶ, τὸν μὲν ἑῷον καὶ μεσημβρινὸν ὠκεανὸν ἐν τῷ προτέρῳ βιβλίῳ, τὸν δʼ ἑσπέριον καὶ τὸν ἀρκτῷον ἐν τῷ δευτέρῳ, ἅμα ταῖς ἐν αὐτοῖς κειμέναις μεγίσταις νήσοις, τῇ τε Ταπροβάνῃ καλουμένῃ, τῇ Παλαισιμούνδου λεγομένῃ πρότερον, καὶ ταῖς Πρεττανικαῖς ἀμφοτέραις νήσοις· ὧν τὴν μὲν πρώτην κατὰ τὸ μεσαίτατον τοῦ Ἰνδικοῦ πελάγους κεῖσθαι συνέστηκε, τὰς δʼ ἑτέρας δύο ἐν τῷ ἀρκτῴῳ ὠκεανῷ.
Paragraph 2
2. Εἰδὼς δὲ καὶ ἑτέρους τῶν παλαιῶν περὶ τὴν τοιαύτην σπουδάσαντας ὑπόθεσιν, καὶ τοὺς μὲν μερικάς τινας ποιησαμένους τὰς διηγήσεις, τοὺς δὲ καὶ πλειόνων ἁψαμένους τόπων· πολλὴν ἐθέμην φροντίδα, μηδενὸς τούτων ὀφθῆναι δεύτερος, τὴν ἀκρίβειαν τῶν ῥηθησομένων τῆς ἡμετέρας περὶ τοῦτοσπουδῆς ἐναργὲς ἐλπίσας ἔσεσθαι γνῴρισμα. Τούτου δὴ χάριν καὶ τὴν αἰτίαν τῆς γινομένης περὶ τὴν ἀναμέτρησιν τῶν σταδίων διαφωνίας ᾠήθην δεῖν παραστῆσαι τοῖς ἐντευξομένοις τῆς γὰρ τοιαύτης ὑποθέσεως τὸ ἀκριβές οὐκ ἐν ταῖς θέσεσι τῶν τόπων μόνον καὶ πόλεων καὶ νήσων καὶ λιμένων ἐχούσης, ἀλλὰ πρό γε πάντων ἐν τοῖς σταδίοις καὶ ταῖς τῶν χωρίων διαμετρήσεσιν, ἀκόλουθον οἶμαι λόγον ἐρεῖν, καὶ τοῖς βουλομένοις κατὰ φύσιν σκοπεῖν τὴν ἐν τῷ περίπλῳ τῆς θαλάττης ἀναμέτρησιν ἀληθῆ φανησόμενον, καίτοιγε τῶν περὶ τούτων σπουδασάντων οὐδενὸς ἐπισημηναμένου τοῦτο, ἀλλʼ ὥσπερ σχοινίῳ διαμεμετρημένης τῆς θαλάττης, οὕτω τὸν ἀριθμὸν τῶν σταδίων ἀπαγγειλάντων. Φημὶ δὴ οὐκ ἐν ἅπασι τοῖς τῆς θαλάττης μέρεσι ῥᾴδιον εἶναι τὸν τῶν σταδίων ἀριθμὸν πρὸς τὸ ἀκριβέστατον ἀνευρεῖν· ἀλλʼ εἰ μὲν ᾐών τις εὐθεῖα τυγχάνει, μήτε κοιλότητας μήτε ἐξοχὰς ἔχουσα, τοῦ παρὰ ταύτην γινομένου πλοῦ τὴν ἀναμέτρησιν ὡς ἐπίπαν ῥᾳδίαν εἶναι τῶν δὲ κόλπων καὶ τῶν ἀκρωτηρίων ἤτοι χερρονήσων τὸν περίπλουν οὐ δυνατὸν ἀκριβῆ παραστῆσαι. Οὐ γὰρ καθʼ ὡμολογημένων τόπων, ὥσπερ ἐπὶ τῆς γῆς διὰ τῶν λεωφόρων τὴν ὁδοιπορίαν ποιοῦνται, οὕτω κἀπὶ τῆς θαλάσσης τὸν πλοῦν ἀνύουσιν. Ὑποκείσθω γὰρ λόγου χάριν κόλπος κατὰ τὸν αἰγιαλὸν αὐτὸν ἐν περιγραφῇ σταδίων ρ΄ ὑπάρχων· τοῦτον εἰ μέν τις πλησίον καὶ παῤ αὐτήν τὴν ᾐόνα περιπλέοι, ἐλάττονας μέν εὑρήσει σταδίους τοῦ κατ᾿ αὐτὸν τὸν αἰγιαλὸν βαδίζοντος, τῆς δὲ ἀληθείας οὐ πολὺ διαμαρτήσει· εἰ δέ τις ἐνδοτέρω περιπλεύσειε τὸν αὐτὸν κόλπον, ἥττονας τοῦ παρὰ τὸν αἰγιαλὸν πλεύσαντος εὑρήσει σταδίους, καὶ τοῦτο τοσαυτάκις ἂν εὕροι, ὁσάκις ἂν εἰς βραχύτερον περιάγοι τοῦ περίπλου τὸν κύκλον. Ὥσπερ γὰρ ἐπὶ τῶν περιφερειῶν εἴ τις μετὰ τὴν ἔξωθεν γραμμὴν ἑτέραν ἔνδοθεν περιγράψειε περιφέρειαν τὰ αὑτὰ πέρατα ἔχουσαν, καὶ πάλιν ἄλλην καὶ μετ᾿ ἐκείνην ἑτέραν, ἡ δευτέρα περιφέρεια ἐλάττων εὁρεθήσεται τῆς προτέρας, καὶ πάλιν ἡ τρίτη τῆς δευτέρας, ὁμοίως καὶ ἡ τετάρτη τῆς τρίτης, καὶ ἀκολούθως οὕτω γινόμεναι δεικνύοιντο ἂν, εἴ τις ἐφεξῆς τοῦτο ποιοή· οὕτω καὶ ἐπὶ τῶν κόλπων, καθαπερ ἔν τινι περιγραφῇ περιφερειῶν, ἔξεστι τοῖς περιπλέουσι καὶ διὰ πλειόνων σταδίων ποιεῖσθαι τὸν πλοῦν, καὶ διʼ ἐλαττόνων. Τοῦτο δὲ καὶ ἐκ τῶν διάπλων σαφές ἂν κατασταίη. Εἰ γάρ τις μή περιπλεῖν ἐθέλοι τὸν κόλπον, ἀλλὰ διαπλεῖν ἐπ᾿ εὐθείας, βραχύτατος ἂν ὁ διάπλους ὀφθείη, ὥστ᾿ εἰκότως ἐπὶ τῆ τῶν περιπλεόντων κεῖσθαι γνώμη τὸν ἀριθμὸν τῶν σταδίων ἐν τοῖς κόλποις καὶ τοῖς ἀκρωτηρίοις. Διὰ δὴ τοῦτο συμβαίνει τοὺς μέν ἄλλως ἀναμετρῆσαι, τοὺς δὲ ἑτέρως. Ἄξιον οὖν συγγνώμης τὸ περὶ τὸν ἀριθμὸν τῶν σταδίων εὁρισκόμενον πταῖσμα, πλὴν εἰ μή που παρὰ πολὺ τοῦτο γίνοιτο, ἐπεὶ καὶ ἀλλως παρὰ πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παλαιοῖς, ὅσοι περίπλους γεγράφασιν, ἐπὶ πασῶν τῶν θαλαττῶν τὸν τῶν σταδίων ἀριθμὸν οὐκ ἔν τις εὕροι συνᾴδοντα. Τῆς δὲ τοιαύτης διαφωνίας τὰς αἰτίας μακρὸν ἂν εἴν λέγειν. Οὕτω δὲ τούτων ἐχόντων, ἐθνῶν μὲν καὶ πόλεων παραθαλαττίων καὶ ἐπινείων
Paragraph 3
3. τὴν ἑσπέραν εἰσέχει ἀπὸ τοῦ καλουμένου Ἀτλαντικοῦ πελάγους τὴν εἰσροὴν ἔχουσα, καὶ ἐπὶ πολὺ χωρεῖ εἴσω τῆς γῆς, ὡς πρὸς τὰς ἀνατολὰς μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ὅς ἐστιν ἐν τῷ Κιλικίῳ ἔθνει. Ἐστι δʼ ὁ εἴσπλους αὐτῆς στενώτατος κατὰ τὰς λεγομένας Ἡρακλέους στήλας ἤτοι τὸν Ἡράκλειον πορθμὸν, σταδίων ὑπάρχων π΄, καὶ τοῦτό ἐστι τοῦ κόλπουτούτου ἤτοι τῆς θαλάττης τὸ στόμα· ἑτέρωθεν γὰρ οὐκ ἄν τις ἐκπλεύσειεν ἀπὸ τῆς ἔσω θαλάσσης εἰς τὸν ὠκεανὸν πλὴν διὰ τοῦ εἰρημένου Ἡρακλείου πορθμοῦ. Ἐκτείνεται δὲ ἡ καθʼ ἡμᾶς αὕτη θάλασσα καὶ μέχρι τῆς Αἰγύπτου, ἥτις ὑπόκειται τῇ μεσημβρίᾳ, ὡς ἀντικεῖσθαι τῷ Ἀραβίῳ κόλπῳ τὸ καθʼ ἡμᾶς καλούμενον Αἰγύπτιον πέλαγος, καὶ γίνεσθαι μέγαν ἰσθμὸν τὴν μεταξὺ γῆν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς καθʼ ἡμᾶς κατὰ τοῦτο τὸ μέρος θαλάσσης. Τὸν μὲν οὖν περίπλουν τῆς θαλάττης ταύτης διὰ τῆς ἐπιτομῆς τῶν ια΄ βιβλίων Ἀρτεμιδώρου τοῦ γεωγράφου σαφῆ κατεστήσαμεν, ὡς προείρηται τῶν δὲ ἔξω θαλασσῶν ἤτοι ὠκεανῶν ἑῴου καὶ ἑσπερίου, οἰχεῖον ὑποστάντες πόνον, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα.
Paragraph 4
4. Ἐρατοσθένης μὲν ὁ Κυρηναῖος τὴν μεγίστην περιφέρειαν τῆς (ἐγνωσμένη ἁπάσς γῆς εἶναι λέγει σταδίοως M. κε΄ καὶ θσ. Οὕτω δὲ καὶ Διονύσιος ὁ τοῦ Διογένους ἀναμεμέτρηκεν. Πτολομαῖος δὲ ὁ θειότατος, τῇ μὲν πείρᾳ καὶ ἀληθεῖ παιδεύσει πρεσβύτερος, τοῖς δὲ χρόνοις Ἐρατοσθένους νεώτερος, σταδίων M. ιη΄ τὴν γῆν ἀπέδειξεν εἶναι, καὶ τοῦ μὲν πλάτους εἶναι τῆς γῆς συνέστηκεν π΄ μοίρας μεσημβρινὰς, τοῦ δὲ μήκους ρπ΄ Ἐν τούτῳ δὲ τῷ μέτρῳ περιέχεται ἡ οἰκουμένη εἶς τρεῖς διαιρεθεῖσα τομὰς ἠπείρων, εἴς τε Ἀσίαν καὶ Λιβύην καὶ Εὐρώπην, ὥσπερ ἅπασιν ἔγνωσται. Τὴν μὲν οὖν Εὐρώπην ἀπὸ τῆς Λιβύης διορίζει τὸ κατὰ Γάδειρα στόμα τοῦ ὠκεανοῦ, ὅπερ Ἡράκλειον καλοῦσι πορθμὸν, διʼ οὗ τὴν εἰσροήν τὸν ὠκεανὸν εἰς τὴν ἡμετέρακ ποιεῖσθαι θάλασσαν προείπομεν καὶ πάλιν ὁ Τάναῖς ποταμὸς( ὅστις) τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας ὁμοίως κατὰ τὸ ἀρκτῷον διορίζει μέρος, εἰς τὴν Μαιῶτιν ἐκβάλλων λίμνην, ἥτις εἰς τὸν Πόντον ἐξίησι τὸν καλούμενον Εὔξεινον. Τὴν δὲ Λιβύην σὺν τῇ Ἀσίᾳ διορίζει ἀπὸ μὲν τῆς Εὐρώπης ὁ προειρημένος Ἡράκλειος πορθμὸς, ἀπὸ δὲ τῆς Ἀσίας τὸ καλούμενον Κανωβκὸν τοῦ Νείλου στόμα· τὴν δὲ Ἀσίαν πρὸς μὲν τὴν Εὐρώπην διορίζει ὁ προειρημένος Τάναϊς ποταμὸς, πρὸς δὲ τὴν Λιβύην τὸ πορρηθὲν Κανωβικὸν τοῦ Νείλου στόμα, καθὰ προειρήκαμεν. Ἡ τοίνυν καθʼ ἡμᾶς θάλασσα καὶ συνάπτουσα τῷ δυτικῷ ὠκεανῷ διὰ τοῦ Ἡρακλείου πορθμοῦ, περιγράφει τὰς τρεῖς ἠπείρους τόνδε τὸν τρόπον.
Paragraph 5
5. Τῆς μὲν Εὐρώπης, περιπλεομένων τῶν κατʼ αὐτὴν κόλπων ἐν τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἡ παράλιος χώρα τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ Τανάϊδος ποταμοῦ καὶ καταλήγει ἐπὶ τὸν Ἡράκλειον πορθμὸν καὶ τὰ Γάδειρα τὴν νῆσον· καὶ ἔστιν ὁ σύμπας αὐτῆς περίπλους σταδίων M. Ϛ΄ καὶ θ. Τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως πόλεως μέχρι τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος ὁ παράπλους ἐστὶ σταδίων M. γ καὶ σπ΄, Τῆς δὲ Ἀσίας σὺν τῇ Αἰγύπτῳ ἀπὸ τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος μέχρι τοῦ ποταμοῦ τοῦ Τανάϊδος ὁ παράπλους ἐστὶ σταδίων M. δ΄ καὶ ρκ΄. Ἡ τοίνυν σύμπασα χώρα παράλιος τῆς θαλάσσης τῆς καθʼ ἡμᾶς ἐστιν, ἥ τε τῆς Εὐρώπης καὶ τῆς Λιβύης καὶ τῆς Ἀσίας, σταδίων M. τγ΄ ου΄.
Paragraph 6
6. Ἔστι δὲ πρώτη μὲν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δὲ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μὲν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δὲ ἡ καθʼ ἡμᾶς ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μὲν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας τρίτη δὲ ἡ Ὑρκανία. Μέγεθος δέ τῆς οἰκουμένης, τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἀναμεμέτρηται σταδίων M. ζ΄, ηφμε΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῶν, τοῦ ἐν Ἰνδοῖς ἀνατολικωτάτου ποταμοῦ, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν ἄκρον, τῆς δὲ Ἰβηρίας ἐστὶ τῶν Λυσιτανῶν ἔθνους. Τοῦτο δὲ Γαδείρων ἤτοι τῶν Ἡρακλέους στηλῶν δυτικώτερον τυγχάνει ὡς σταδίους γ. Τοῦ δὲ πλάτους ἡ εὐθεῖα, ᾗ πλατυτάτη τυγχάνει οὖσα, ἀναμεμέτρηται M. δ΄, γ ξ΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ μεσημβρίας ἐπὶ τοὺς ἄρκτους, οἷον ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης μέχρι Θούλης τῆς νήσου.
Paragraph 7
7. Τῶν δὲ μεγίστων κόλπων πρῶτος μέν ἐστιν ὁ Γαγγητικὸζ, δεύτερος δὲ ὁ Περσικὸς, τρίτος δὲ ὁ καλούμενος οὕτω Μέγας, τέταρτος δὲ ὁ Ἀράβιος, πέμπτος δὲ ὁ Αἰθιοπικὸς, ἕκτος δὲ ὁ τοῦ Πόντου, ἕβδομος δὲ ὁ τοῦ αἰγαίου πελάγους, ὄγδοος δὲ ὁ τῆς Μαιώτιδος λίμνης, ἔννατος δὲ ὁ Ἀδρίας ἤτοι Ἰόνιος κόλπος, δέκα. τος δὲ ὁ τῆς Προποντίδος.
Paragraph 8
8. Τῶν δὲ μεγίστων νήσων ἢ χερσονήσων, καὶ τῆς πρώτης τάξεως, πρώτη μέν ἦ Ταπροβάνη νῆσος ἡ Παλαισιμούνδου καλουμένη πρότερον, νῦν δὲ Σαλική· δευτέρα δὲ τῶν Πρεττανικῶν ἡ Ἀλβίων, τρίτη δὲ ἡ Χρυσῆ χερσόνησος, τετάρτη δὲ τῶν Πρεττανικῶν ἡ Ἰουερνία, πέμπτη δὲ ἡ Πελοπόννησος, ἕκτη δὲ ἡ Σικελία, ἑβδόμη δὲ ἡ Σαρδὼ, ὀγκόη δὲ ἡ Κύρνος, ἐννάτη ἡ Κρήτη, δεκάτη ἡ Κύπρος. Καὶ ταῦτα μέν ἐπὶ τοσοῦτον· ἐπὶ δέ τὰ προκείμενα μεταβησόμεθα.
Paragraph 9
9. Ἀρξόμεθα δὲ τοῦ περίπλου, καθὰ προειρήκαμεν, ἀπὸ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ μυχοῦ αὐτοῦ, τοῦ καλουμένου Αἰλανίτου, ἔνθα μάλιστά ἐστιν, ὡς προείρηται, καὶ τὸ στενώτατον τῆς ἠπείρου, καὶ διεῖργον τὸ μὴ συνάψαι τὴν καθʼ ἡμᾶς θάλασσαν τῷ Ἀραβίῳ μυχῷ. Οὗιος δὲ ὁ μυχὸς γειτνιῶν τυγχάνει τῇ τε Αἰγύπτῳ καὶ τῆ Πετραίᾳ καλουμένῃ Ἀραβίᾳ, ἥτις τῇ λεγομένῃ Ἰουδαίᾳ συνάπτει, ἧς Παλαιστίνη τὸ ἔθνος ἐστὶ πρὸς τῇ καθʼ ἡμᾶς κείμενον θαλάσσῃ. Ἔστι γὰρ ἀπὸ Γάζης τῆς ἐν Παλαιστίνῃ πόλεως ἐπὶ τὸν μυχὸν τοῦ Ἀραβίου κόλπου, (καὶ) τὸν προειρημένον Ἀΐλαν, πεζῇ πρὸς τὴν μεσημβρίαν τῆς πορείας γινομένης, στάδια α σ ξ΄.
Paragraph 10
10. Τῶν μὲν οὖν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τουτέστι τῆς τε Ἀραβίας τῆς Εὐδαίμονος καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μετʼ ἐκείνην τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς ἄχρι τοῦ Σινῶν (τοῦ) ἔθνους καὶ τοῦ πέρατος τῆς ἐγνωσμένης γῆς τὸν ἀκριβέστατον ποιησόμεθα περίπλουν καὶ τὴν τῶν σταδίων ἀναμέτρησιν. Τῶν δὲ δεξιῶν τῶν τῆς Λιβύης μερῶν μέχρι τοῦ καλουμένου Πράσου ἀκρωτηρίου καὶ τῆς Μενουθιάδος νήσου τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μὴν τῶν θαλασσῶν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων, καὶ τῶν νήσων τὰς ὀνομασίας σημανοῦμεν· διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν. Τούτων μὲν γὰρ τῶν δεξιῶν μερῶν ἐπιδρομή ἐστιν ἃ τῆς ἀναμετρήσεως πεποιήμεθα σαφῆ, μιᾶς ἕνεκα τῆς θέσεως τῆς τε γῆς καὶ τῆς θαλάσσης, ἥνπερ ἔχει πρὸς τὰς ἀντιπέρα τῆς Ἀσίας χώρας, τουτέστι τῶν τε Ἀράβων καὶ τῶν Ἰνδῶν καὶ τῶν ἄλλων ἐθνῶν· τῶν δὲ ἀριστερῶν μερῶν μετὰ τῆς προειρημένης ἐπαγγελίας τὸν περίπλουν σπουδῇ ἐποιησάμεθα.
ΤΩΝ ΔΕΞΙΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΛΙΚΟΥ ΠΕΛΛΓΟΥΣ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 11
11. Ἡ τοίνυν θέσις καὶ περιγραφή τῶν δεξιῶν τῆς Λιβύης μερῶν τοῦτον ἔχει τὸν τρόπον (χρὴ γὰρ πρὸ τῶν κατὰ μέρος τὰς καθόλου προσηγορίας καὶ τὴν θέσιν δηλῶσαι τῶν τόπων)· πλέοντι γὰρ τὸν Ἀραβικὸν κόλπον ὡς πρὸς μεσημβρίαν, μετρίως πρὸς τὴν ἕω παρεπιστρέφοντι, καὶ δεξιὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ Αἴγυπτος, μέρει τινὶ γειτνιῶσα τῷ κόλπῳ (τούτῳ δὲ παροικοῦσιν Ἀραβαιγύπτιοι Ἰχθυοφάγοι)· μετὰ δὲ ταύτην ἡ Τρωγλοδυτικὴ ἐπὶ πλεῖστον ἐκτεινομένη· παρήκει γὰρ παρά τε αὐτὸν τὸν Ἀράβιον κόλπον καὶ παρὰ τὴν Ἐρωθρὰν θάλασσαν· μετὰ δὲ τὸ στόμα τοῦ Ἀραβίου κόλπου ἑξῆς ἐστιν ἡ Ἐρυθρὰ θάλασσα. Περιπλέοντι τοίνυν ταύτην καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι ἐκδέχεται μὲν ὁ Αὐαλίτης κόλπος ἐν τοῖς δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς τυγχάνων θαλάσσης, παροικοῦσι δὲ τούτῳ οἵ τε προειρημένοι Τρωγλοδύται καὶ οἱ Αὐαλῖται καὶ προσέτιγε οἱ Μόσσυλοι τὰ ἔθνη.
Paragraph 12
12. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ τὴν Ἐρυθρὰν θάλασσαν, ἠρέμα πως μετὰ τὸν κόλπον κατὰ τὸ ἀκρωτήριον στενουμένην, ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος ἀναπεπταμένον ἐπὶ πολὺ καὶ τῷ μὲν μήκει διῆκον πρὸς τὴν ἕω καὶ τὰς ἀνατολὰς τοῦ ἡλίου μέχρι Σινῶν τοῦ ἔθνους, ὅπερ ἐπὶ τέλει τῆς οἰκουμένης τυγχάνει κείμενον κατὰ τὴν πρὸς ταῖς ἀνατολαῖς ἄγνωστον γῆν, τῷ δὲ πλάτει πρὸς μεσημβρίαν ἀναχεόμενον ἐπὶ πλεῖστον. μέχρι τῆς ἑτέρας ἀγνώστου γῆς τῆς κατὰ τὴν μεσημβρίαν ὑπαρχούσης, καθʼ ἣν καὶ ἡ Πρασώδης καλουμένη διατείνει θάλασσα παρʼ ὅλην τὴν μεσημβρινὴν ἄγνωστον γῆν μέχρι τῆς ἕω, τοῦ μὲν Ἰνδικοῦ πελάγους ὑπάρχουσα, ταύτην δὲ διὰ τὴν χροιὰν λαχοῦσα τὴν προσηγορίαν.
Paragraph 13
13. Μετὰ τὴν Ἐρυθρὰν τοίνυν θάλασσαν κάμψαντι πρὸς τὴν μεσημβρίαν καὶ ὁμοίως ἐν δεξιᾷ τὴν γῆν ἔχοντι, τό τε ὄρος ὁ Ἐλέφας τυγχάνει κείμενον καὶ ἡ Ἀρωματοφόρος χώρα· μεθʼ ἣν ἐκδέχεται τὸ ἔθνος τὸ λεγόμενον Βαρβαρικὸν καὶ τὸ Βαρβαρικὸν καλούμενον πέλαγος, ἐν ᾧ κόλποι τε πλείους εἰσὶ καὶ οἱ δρόμοι τῆς καλουμένης Ἀζανίας. Καὶ πρῶτος μὲν τῶν ἐπισήμων κόλπος ἐστὶν ἐν αὐτῷ ὁ καλούμενος Ἀπόκοπα, εἶδʼ ἑξῆς μικρὸς Αἰγιαλὸς καὶ μέγας, μεθʼ οὓς ἕτερος κόλπος μέγας μέχρι τοῦ Ῥαπτοῦ ἀκρωτηρίου. Μετὰ δὲ ταῦτα ἡ λεγομένη Βραχεῖα θάλασσα καὶ ὁ περὶ αὐτὴν μέγιστος κόλπος, ὅνπερ οἰκοῦσι βάρβαροι Ἀνθρωποφάγοι. Ἐν δὲ τῷ τέλει τοῦ κόλπου κεῖται τὸ μέγιστον ἀκρωτήριον, ὃ καλεῖται Πράσον ἄκρον, καὶ ἡ Μενουθιὰς νῆσος οὐ πόρρω τοῦ ἀκρωτηρίου τυγχάνουσα.
Paragraph 14
14. Καὶ ἡ μὲν ὅλη θέσις καὶ περιγραφὴ τῶν δεξιῶν μερῶν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Ἰνδικοῦ πελάγους τοῦ πρὸς τὴν μεσημβρίαν ἀποκλίνοντος, τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει· Λείπει τὰ κατὰ μέρος.
ΑΠΟΣΠΑΣΜΑΤΑ.
Ἀστάρτη, νῆσος ἐν Αἰθιοπίᾳ. Μαρκιανὸς ἐν Περίπλῳ πρώτῳ· « Ἐντεῦθεν ἄρχεται Αἰθιοπία ἡ ὑπέρ Αἴγυπτον· ἀπὸ δὲ Βαζίου ἄκρου ἐκδέχεται Πριόνωτον ὄρος· κατὰ δὲ τοῦτο νῆσος Ἀστάρτη·
Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων· ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατʼ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ Περιόδων.
Γυψηίς, νῆσος Αἰθιοπίας, ὡς Μαρκιανὸς ἐν Περίπλῶν α΄.
Μόσυλον, ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρκιανὸς ἐν πρώτῳ Περιόδου.
Ἄρωμα, πόλις Αἰθιόπων, ὡς Μαρκιανός.
Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.
Ἀπόκοπα, οὐδετέρως, κόλπος ἐν τῷ Βαρβαρικῷ μυχῷ. Μαρκιανὸς ἐν Περίπλῳ.
ΤΩΝ ΑΡΙΣΤΕΡΩΝ ΜΕΡΩΝ ΤΟΥ ΤΕ ΑΡΑΒΙΟΥ ΚΟΛΠΟΥ ΚΑΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΛΣΣΗΣ ΚΑΙ ΤΟΥ ΙΝΔΙΚΟΥ ΠΕΛΑΓΟΥΣ ΠΑΝΤΟΣ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 15
15. Τῶν δὲ ἀριστερῶν τῆς Ἀσίας μερῶν ἡ τῆς ἠπείρου καὶ τῶν θαλασσῶν θέσις τοῦτόν πως διάκειται τὸν τρόπον. Χρὴ γὰρ κἀνταῦθα πρὸ τῶν κατὰ μέρος ὀνο μασιῶν τὰς καθόλου δηλῶσαι προσηγορίας, καὶ τὴν θέσιν σημῆναι τῶν τόπων. Πλέοντι τοίνυν τὸν Ἀράβιον κόλπον καὶ ἀριστερὰν ἔχοντι τὴν ἤπειρον πρώτη μέν ἐστιν ἡ καλουμένη Εὐδαίμων Ἀραβία παρὰ ὅλον τὸν Ἀράβιον διήκουσα κόλπον μέχρι τοῦ προρρηθέντος Ἀραβίου πορθμοῦ. Μετὰ δὲ τὰ στενὰ τοῦ Ἀραβίου κόλπου ἐκδέχεται ἡ Ἐρυθρὰ θάλασσα, ἣν περιπλέοντι καὶ τὴν ἥπειρον ἀριστερὰν ἔχοντι, τὸ προρρηθὲν ἔτι τῶν Ἀράβων ἔθνος ἐκδέχεται παρὰ πᾶσαν ταύτην παροικοῦν τὴν ἤπειρον. Ἐν τούτῳ δὲ τῷ μέρει τῆς θαλάσσης καὶ τὸ τῶν Ὁμηριτῶν ἔθνος τυγχάνει τῆς τῶν Ἀράβων ὑπάρχον γῆς, μέχρι τῆς ἀρχῆς τοῦ Ἰνδκοῦ διῆκον πελάγους. Μετὰ δὲ τὴν Ἐρυθρὰν θάλασσαν ἑξῆς ἐστι τὸ Ἰνδικὸν πέλαγος. Περιπλέοντι τοίνυν καὶ τούτου τὰ ἀριστερὰ μέρη τὰ πρὸς τὴν Ἀράβων γῆν ἀναπεπταμένα μέχρι τοῦ στόματος τοῦ Περσικοῦ κόλπου, ἐκδέχεται ὅ τε Σύαγρος τὸ ὄρος καὶ ὁ Σαχαλίτης κόλπος μέγιστος ὢν καὶ διήκων ἄχρι τοῦ στόματος τοῦ κόλπου τοῦ Περσικοῦ. Εἰσπλεύσαντι δὲ εἰς τὸν Περσικὸν κόλπον καὶ περιπλέοντι τοῦτον, ἀριστερὰν δὲ τὴν ἤπειρον ἔχοντι μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ , ἐν αὐτῷ ἔτι τῷ Περσικῷ κόλπῳ ἡ Σουσιανὴ τὸ ἔθνος ἐκδέχεται οὐ μὴν ἀλλὰ καὶ ἡ Περσὶς μετὰ τὴν Σουσιανὴν κειμένη τυγχάνει, μεθʼ ἣν Καρμανίας τὸ πλεῖστον μέρος ἄχρι τῶν στενῶν τοῦ αὐτοῦ Περσικοῦ κόλπου. Ἀντίκειται δὲ ὁ Περσικὸς κόλπος τῇ Κασπίᾳ θαλάσσῃ τῇ καὶ Ὑρκανίᾳ λεγομένῃ, καὶ στενώσας τὴν μεταξὺ γῆν ποιεῖ μέγαν ἰσθμὸν τῆς Ἀσίας.
Paragraph 16
16. Ἐκπλεύσαντι δὲ τὸν κόλπον καὶ πρὸς τὴν ἕω τὸν πλοῦν ποιουμένῳ ἀριστεράν τε ὁμοίως τὴν ἤπειρον ἔχοντι, ἐκδέχεται πάλιν τὸ Ἰνδικὸν πέλαγος, ᾧ τὸ λειπόμενον τῆς Καρμανίας ἔθνος παροικεῖ. Καὶ μετὰ τοῦτο τὸ τῆς Γεδρωσίας ἔθνος κείμενον τυγχάνει ἑξῆς δὲ τούτων ἐστὶν ἡ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου ποταμοῦ κειμένη, ἧς κατὰ τὸ μεσαίτατον τῆς ἠπείρου νῆσος καταντικρὺ κεῖται μεγίστη Ταπροβάνη καλουμένη. Μετὰ δὲ ταύτην ἡ ἑτέρα ἐστὶν Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ, ὅρου τυγχάνοντος ἑκατέρων τῶν Ἰνδικῶν γαιῶν. Ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ ἡ Χρυσῆ καλουμένη χερσόνησός ἐστι μεθʼ ἣν ὁ καλούμενος Μέγας κόλπος· οὗ κατὰ τὸ μεσαίτατον οἱ ὅροι τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς καὶ τῶν Σινῶν εἰσιν. Εἶθʼ ἑξῆς τὸ τῶν Σινῶν ἐστιν ἔθνος, καὶ ἡ τούτων μητρόπολις, ἥτις Θῖναι προσαγορεύεται, ὅριον τῆς ἐγνωσμένης γῆς καὶ ἀγνώστου τυγχάνουσα.
Paragraph 17
17. Καὶ ἡ μὲν ὅλη τῶν τόπων θέσις καὶ περιγραφή τῶν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ προσέτιγε τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς, τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτω πως ἔχει.
ΤΟΥ ΑΡΛΒΙΟΥ ΚΟΛΠΟΥ ΤΩΝ ΑΡΙΣΙΕΡΩΝ ΜΕΡΩΝ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΕΥΔΛΙΜΟΝΑ ΑΡΑΒΙΑΝ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 17a
17a. Ἡ Εὐδαίμων Ἀραβία περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς πλευραῖς τῆς τε Πετραίας Ἀραβίας καὶ ἔτι τῆς Ἐρήμου Ἀραβίαι καὶ τῷ νοτίῳ μέρει τοῦ Περσικοῦ κόλπου μέχρι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ, ἀπὸ δὲ ἀνατολῶν μέρει τε τοῦ Περσικοῦ κόλπου καὶ μέρει τῆς Ἰνδικῆς θαλάσσης, ἀπὸ δὲ μεσημβρίας τῇ Ἐρυθρᾷ θαλέσσῃ, ἀπὸ δὲ δύσεως τῷ Ἀραβίῳ κόλπῳ. Τὴν δὲ θέσιν τοιαύτην τινὰ ἔχει. Προπέπτωκε πρὸς τὴν μεσημβρίαν εἰς τὴν Ἐρυθρὰν θέλασσαν καὶ τὸ Ἰνδικὸν πέλαγος ἐπὶ κλεῖστον, καὶ ὥσπερ χερ σόνησος μεγίστη πλατυτάτῳ ἰσθμῷ προσεχομένη περιρρεῖται τῇ θαλάσσῃ. Ἐξ ἑκατέρων δὲ αὐτῆς τοῦ ἰσθμοῦ τῶν μερῶν κόλποι δύο παραβέβληνται, καὶ τούτων ὁ μὲν ἐκ τῶν πρὸς τὴν ἑσπέραν μερῶν Ἀράβιος καλεῖται κόλπος ὁ προειρημένος, ὁ δὲ πρὸς τὴν ἕω νενευκὼς Περσικὸς κόλπος ὀνομάζεται τὰ δὲ μετξὺ πάντα ἀπὸ Ἀραβίου μυχοῦ μέχρι τοῦ προειρημένου Περσικοῦ κόλπου, καθʼ ὃ μέρος τὰς ἐκβολὰς δ Τίγρις ποιεῖται ποταμὸς, περιπλεῖται, χερσονησοειδὴς, ὡς προείρηται, τυγχάνουσα. Ἔθνη δὲ πλεῖστα καὶ μέγιστα ἐν αὐτῇ ἔχει, ὧν τὰ προσεχῆ τῇ θαλάσσῃ κατὰ τὸν περίπλουν δηλωθήσεται. Τὰ δὲ περὶ τὸν αὐχένα τῆς Εὐδαίμονος Ἀραβίας μετὰ τὴν Πετραίαν καὶ τὴν Ἔρημον Ἀραβίαν κατέχουσιν οἱ καλούμενοι Σαρακηνοὶ, πλείονας μὲν ἔχοντες προσηγορίας, πολλὴν δὲ διακατέχοντες ἔρημον γῆν. Γειτνιῶσι γοῦν οὗτοι τῇ Πετραίᾳ Ἀραβία καὶ τῆ Ἐρήμῳ Ἀραβία καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Περσίδι καὶ ἀκολύθως τῇ προειρημένῃ Εὐδαίμονι Ἀραβίᾳ.Λείπει τὰ κατὰ μέρος
Paragraph 18
ΑΠΟΣΠΑΣΜΑΤΑ.
18. Ὄννη, ἐμπόριον τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ. Σιδηνοί, ἔθνος παρακείμενον τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.
Ζαδράμη, βασίλειον τῶν Κιναιδοκολπιτῶν. Εἰσὶ δὲ ἔθνος τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς· « Ζαδραμιτῶν (καὶ) Κιναιδοκολπιτῶν. » Τὸ ἐθνικὸν Ζαδραμαῖος.
Κασσανῖται, ἔθνος ἐν τῇ παραλία τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς « Ἐντεῦθεν ἐκδέχεται τὸ τῶν Κασσανιτῶν ἔθνος.
Μινναῖοι, ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.
Ὁμηρῖται, ἔθνος Αἰθιόπων. Μαρκιανὸς ἐν Περίπλῳ α΄.
Χαδραμωτῖται, ἔθνος περὶ τὸν Ἰνδικὸν κόλπον, τῷ Πρίονι παροικοῦντες ποταμῷ, ὥς φησι Μαρκιανὸς ἐν τῷ Περίπλῳ αὐτοῦ.
Ἀσκῖται, ἔθνος παροικοῦν τὸν Ἰωδικὸν καὶ ἐπὶ ἀσκῶν πλέον, ὡς Μαρκιανὸς ἐν τῶ Περίπλῳ αὐτοῦ· « Παροικεῖαὐτὸν ἔθνος καὶ αὐτὸ καλούμενον Σαχαλιτῶν· ἔτι μὴν καὶ Ἀσκιτῶν ἕτερον ἔθνος ἐπὶ ἀσκῶν πλέον», Ἔστιν οὖν παρὰ τὸν ἀσκὸν Ἀσκίτης, ὡς παρὰ τὸν ἀστὸν ἀστίτης, μέσος μεσίτης. μέσος μεσίτης.
Ἰστριανα΄, πόλις παρὰ τὴν Περσικήν θάλασσαν, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.
Mἁλιάδα, πόλις Περσική. Μαρκιανὸςέν Περίπλῳ τοῦ Περσικοῦ κόλπου.
Ἀδαρούπολις, πόλις Περσική, ὡς Μαρκιανὸς ἐν Περίπλῳ τοῦ Περσικοῦ κόλπου.
Κορομάνη, πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαρκιανὸς ἐν Περίπλῳ αὐτοῦ.
Μεσανίτης κόλπος. Μαρκιανὸς ἐν Περίπλῳ τῆς Περσικῆς θαλάσσης.
Λαδισακίτης (?) κόλπος ἐν τῆ Περσικῇ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.
Κτησιφῶν, πόλις Ἀσσυρίας. Μαρκιανὸς ἐν Περίπλῳ.
Paragraph 19
19. Ἔστι δὲ τῆς Εὐδαίμονος Ἀραβίας τὸ μέν μῆκος σταδίων α αψ΄, τὸ δὲ πλάτος σταδίων ηων΄. Ἔχει ι,φoo, δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ρξδ΄, ὄρη ἐπίσημα ιε΄, ποταμοὺς ἐπισήμους δ΄, λιμένας ἐπισήμους Ϛ΄, κόλπους ἐπισήμους ε΄, αἰγιαλοὺς μεγάλους δύο, νήσους ἐπισήμους τὰς ἐν τῷ β, περίπλῳ εἰρημένας λε΄. Οἰ πάντες ἀπὸ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Μαισανίτου κόλπου τοῦ παρ τὴν Εὐδαίμονα Ἀραβίαν τυγχάνοντος στάδιοι ερμ΄. Οἱ δέ σύμπαντες ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ τοῦ ἐν τῷ Ἀραβίῳ κόλπῳ μέχρι τοῦ Μαισανίτου κόλπου καὶ τοῦ πρὸς τῇ Ἐρήμῳ πέρατος τοῦ Περσικοῦ κόλπου καὶ ἔτι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς τῶν Εὐδαιμόνων Ἀράβων γῆς εἰσι στάδιοι γ, ηρν΄.
ΣΟΥΣΙΑΝΗΣ ΠΕΡΙΠΑΟΥΣ.
Paragraph 20
20. Ἡ Σουσιανὴ κεῖται μὲν ἐν τῷ Περσικῷ κόλπῳ· περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Ἀσσυρίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Βαβυλωνίᾳ παρὰ τὸ τοῦ Τίγριδος ποταμοῦ μέρος τὸ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῆς νῇ Περσίδι, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ ἀπὸ τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τῶν εἰς τὸν Περσικὸν κόλπον τοῦ Ὀροάτιος ποταμοῦ. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος παράπλους οὕτω πως ἔχε.
Paragraph 21
21. Ἀπὸ τοῦ ἀνατολικοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ ἐπὶ Χάρακα Πασίνου στάδιοι π΄. Κατὰ τοῦτο τὸ μέρος νῆσος κεῖται Ἀπφάνα λεγομένη· ταύτην δέ τινες τῷ περίπλῳ τῆς Εὐδαίμονος Ἀραβίας προσνέμουσιν, ἐν ταῖς λε΄ νήσοις ἀριθμοῦντες. Ἀπὸ δὲ τοῦ Χάρακος Πασίνου ἐπὶ Μωγαίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄ . Ἀπὸ δὲ Μωγαίου ποταμοῦ ἐπὶ Πηλώδη κόλπον λεγόμενον στάδιοι υ΄. Παροικοῦσι δὲ τὸν κόλπον τοῦτον καὶ τοὺς περὶ αὐτὸν τόπους Ἐλυμαῖοι, τῆς Σουσιανῆς ὄντες χώρας. Κατὰ δὲ τὸν κόλπον τοῦτον νῆσος κεῖται, Ταξίανα λεγομένη. Ἀπὸ δὲ τοῦ κόλπου ἐτὶ τὰς τοῦ Εὐλαίου ποταμοῦ ἐκβολὰς στάδιοι χ??. Κατὰ τοῦτον τὸν ποταμὸν ἐν τῇ μεσογείᾳ πόλις κεῖται τῆς Σουσιανῆς μητρόπολις τὰ Σοῦσα. Ἀπὸ δὲ τοῦ Εὐλαίου ποταμοῦ εἰς Τέναγος ἀμμῶδες στάδιοι ρι΄. Ἀπὸ δὲ Τενάγους ἀμμώδους ἐπὶ τὰς τοῦ Ὀροάτιος ποταμοῦ ἐκβολὰς στάδιοι αυν΄.
Paragraph 22
22. Ἔστι δὲ τῆς Σουσιανῆς τὸ μὲν μῆκος στάδιοι γφ, τὸ δὲ πλάτος στάδιοι βιν΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας Ϛ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ιζ΄, ποταμοὺς ἐπισήμους δ΄ , Πηλώδη κόλπον, Τέναγος ἀμμῶδες, Ἡρακλέους στήλας. Οἱ πάντες ἀπὸ τοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ τοῦ παράπλου τῆς Σουσιανῆς χώρας στάδιοι γυλ΄.
ΠΕΡΣΙΔΟΣ ΠΑΡΑΠΑΟΥΣ.
Paragraph 23
23. Ἡ Περσὶς κεῖται μὲν καὶ αὐτὴ ἐν τῷ Περσικῷ κόλπῳ, περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Μηδίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Σουσιανῇ, ἀπὸ δὲ ἀνατολῶν τῇ Καρμανία, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ, ἀπὸ τοῦ Ὀροάτιος ἀρξαμένη ποταμοῦ, μέχρι τῶν ἐκβολῶν Βαγράδα τοῦ ποταμοῦ. Καὶ ἡ μὲν ὅλν τῆς χώρας περιγραφή τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.
Paragraph 24
24. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ ἐπὶ ἄκραν Ταόκην λεγομένην στάδιοι φ΄. Ἀπὸ δὲ ἄκρας Ταόκης ἐπὶ Ῥογομάνιος ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Ἐν δὲ τῷ παράπλῳ νῆσος κεῖται Σῶφθα καλουμένη. Ἀπὸ δὲ Ῥογομάνιος ποταμοῦ εἰς Χερσόνησον στάδιοι φ΄. Ἐνταῦθα παράκειται νῆσος Ἀλεξάνδρου καλουμένη. Ἀπὸ δὲ τῆς Χερσονήσου εἰς Βρισοάνα ποταμοῦ ἐκβολὰς στάδιοι χν΄. Ἀπὸ δὲ τοῦ Βρισοάνα ποταμοῦ εἰς Αὐσίνζα στέδιοι χ΄. Ἀπὸ δὲ Αὐσίνζων εἰς Βαγρέδα ποταμοῦ ἐκβολὰς στάδια υν΄. Ἐνταῦθα τῆς Περσίδος τοὺς ὅρους ἀποτελευτᾶν προειρήκαμεν.
Paragraph 25
25. Ἔστι δὲ τῆς Περσίδος τὸ μὲν μῆκος στάδιοι δ, τὸ δὲ πλάτος αυ΄. Ἔχει δὲ ἔθνη ἢ σατραπείας, ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας λβ΄, ποταμοὺς ἐπισήμους γ΄, ἀκρωτήριον ἐπίσημον α΄, χερσόνησον ἐπίσημον α΄, νήσους ἐπισήμους β΄. Οἱ πάντες ἀπὸ τοῦ Ὀροάτιος μέχρι τῶν τοῦ Βαγράδα ποταμοῦ ἐκβολῶν τοῦ παράπλου τῆς τῶν Περσῶν χώρας στάδιοι γυ΄.
ΚΑΡΜΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 26
26. Ἡ Καρμανία μέρει μέν τινι κατὰ τὸν Περσικὸν κεῖται κόλπον, μέρει δὲ παρὰ τὸ Ἰνδικὸν πέλαγος τὸ μετὰ τὸν κόλπον τὸν Περσικόν. Περιορίζεται δὲ ἀπὸ μέν ἄρκτων τῆ ἐρήμῳ Καρμανίᾳ, ἀπὸ δὲ δύσεως τῇ προρρηθείσῃ Περσίδι καὶ τῶ προειρημένῳ Βαγράδᾳ ποταμῷ καὶ ἔτι τῷ λειπομένῳ μέρει τοῦ Περσικοῦ κόλπου, (διὰ τὸ πρὸς δύσιν δρᾶν αὐτὸν) καλουμένῳ Καρμανικῷ· ἀπὸ δὲ ἀνατολῶν Γεδρωσίᾳ τῷ ἔθνει παρὰ τὰ Παρσικὰ ὄρη· ἀπὸ δὲ μεσημβρίας μετὰ τὰ στενὰ τοῦ Περσικοῦ κόλπου τῷ Ἰωδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους οὕτως ἔχει.
Paragraph 27
27. Ἀπὸ τῶν ἐκβολῶν τοῦ εἰρημένου Βαγράδα ποταμοῦ ἐπὶ Δάρα ποταμὸν στάδιοι τ΄. Ἐνταῦθα παροικοῦσι Καμηλοβοσκοὶ, τῆς Καρμανίας χώρας ὄντες. Ἀπὸ δὲ τοῦ Δάρα ποταμοῦ ἐπὶ Κάθραπος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ τοῦ Κάθραπος ποταμοῦ ἐπὶ Κορίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Κατὰ τούτους τοὺς τόπους νῆσος κεῖται Ἀγηδάνα καλουμένη, ἐν ᾗ μίλτος πολλὴ γίνεται. Ἀπὸ δὲ τοῦ Κορίου ποταμοῦ εἰς Ἀχιδάνα ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Ἀχιδάνα ποταμοῦ ἐπὶ Ἀνδάνιος ποταμοῦ ἐκβολάς στάδιοι φ΄. Παράκειται δὲ τοῖς τόποις τούτοις νῆσος Ὀοράχθα. Ἀπὸ δὲ τοῦ Ἀνδάνιος ποταμοῦ ἐπὶ Σαγάνου ποταμοῦ ἐκβολὰς στάδιοι υ΄. Ἀπὸ δὲ Σαγάνου ποταμοῦ ἐκβολῶν εἰς Ἄρμουζαν πόλιν στάδιοι σ΄. Ἀπὸ δὲ Ἀρμούζης ἐπὶ Ἀρμόζων ἀκρωτήριον λεγόμενον στάδιοι ω΄. Ἀπὸ δὲ τοῦ Ἀρμόζων ἀκρωτηρίου ἐπὶ Καρπέλλαν ἀκρωτήριον στάδιοι ψν΄. Ἐνταῦθα παράκειται τὸ προρρηθὲν στρογγύλον ὄρος τὸ Σεμιράμιδος, ᾧπερ ἀντικεῖσθαι ἔφαμεν κατὰ τὴν Εὐδαίμονα Ἀραβίαν τὸ Ἀσαβῶν ὄρος τε καὶ ἀκρωτήριον, ἅπερ ἑκάτερα ὄρη τε καὶ ἀκρωτήρια τὰ στενὰ ποιεῖ τοῦ Περσικοῦ κόλπου. Οἱ πάντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ μέχρι τοῦ στρογγύλου ὄρους καὶ Καρπέλλης ἄκρας τοῦ περίπλου τῆς Καρμανίας τοῦ παρὰ τὸν Περσικὸν κόλπον τυγχάνοντος στάδιοι δσν΄. Οἱ δὲ σύμπαντες τοῦ περίπλου παντὸς τοῦ Περσικοῦ κόλπου ἀπὸ τοῦ Ἀσαβῶν ὄρους καὶ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Σεμιράμιδος στρογγύλου ὄρους καὶ Καρπέλλης ἀκρωτηρίου στάδιοι αα ςψζ΄.
Paragraph 28
28. Μετὰ δὲ τὴν Κάρπελλαν ἄκραν ἐκδέχεται τὸ Ἰνδικὸν πέλαγος πρὸς ἀνατολὰς ἐκτεινόμενον: ᾧ τὸ λειπόμενον μέρος τῆς Καρμανίας παρήκει μέχρι Μουσαρναίων γῆς. Ἐκδέχεται τοίνυν μετὰ τὴν ἄκραν τήν Κάρπελλαν μέγιστος κόλπος ὁ καλούμενος Παράγων, διήκων μέχρι τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀλαμβατῆρ, καὶ τῆς νήσου τῆι καλουμένης Ζίβης. Τὰ δὲ κατὰ μέρος οὕτως ἔχει. Ἀπὸ Καρπέλλης ἄκρας εἰς Κανθάτιν πόλιν στάδιοι α. Ἐνταῦθα παροικοῦσιν οἱ καλούμενοι Πασαργάδαι, τοῦ Καρμανῶν ὄντες γένους. Ἀπὸ δέ Κανθάτιδος πόλεως εἰς Ἄγρισαν πόλιν στάδιοι σν΄. Ἀπὸ δὲ Ἀγρίσης πόλεως ἐπὶ Ὄμμανα ἐμπόριον τῶν ἐπισήμων στάδιοι χ΄. Ἀπὸ δὲ Ὀμμάνων ἐπὶ Ῥόγανα στάδιοι ρν΄. Ἀπὸ δὲ Ῥογάνων εἰς Σαλάρου ποταμοῦ ἐκβολὰς στάδιοι ρν΄. Ἀπὸ δὲ Σαλάρου ποταμοῦ ἐπὶ Πασίδα στάδιοι σ΄. Ἀπὸ δὲ Πασίδος εἰς Σαμυδάκην πόλιν στάδιοι σ΄. Ἐνταῦθα παροικοῦσι Χελωνοφάγοι, τῆς Καρμανίας καὶ αὐτοὶ τυγχάνοντες. Ἀπὸ δὲ Σαμμυδάκης πόλεως ἐπὶ σαμυδδάκου ποταμοῦ ἐκβολὰς στάδιοι φ΄. Ἀπὸ δὲ Σαμυδάκου ποταμοῦ εἰς Τησὰ πόλιν στάδιοι υ΄. Ἀπὸ δὲ Τησὰ πόλεως εἰς Ὑδριάκου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ τοῦ Ὑδριάκου ποταμοῦ ἐκβολῶν ἐπὶ Βαγίαν ἄκραν στάδιοι υ΄. Ἀπὸ δὲ Παγίας ἄκρας εἰς Κύϊζα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κυΐζων λιμένος εἰς Ἀλαμβατὴρ ἀκρωτήριον στάδιοι υ΄. Κατὰ ταῦτα τὰ μέρη κεῖται νῆσος πελαγία Πόλα καλουμένη. Παράκειται δὲ τῷ Ἀλαμβατὴρ ἀκρωτηρίῳ νῆσος καλουμένη Ζίβη. Ἐνταῦθα τελευτᾶν τὸν κόλπον τὸν καλούμενον Παράγοντα προειρήκαμεν. Ἔστι δὲ ὁ πᾶς περίπλους αὐτοῦ ἀπὸ Καρπέλλης ἄκρας εἰς Ἀλαμβατὴρ ἀκρωτήριον σταδίων δψ΄.
Paragraph 29
29. Ἀπὸ δὲ τοῦ Ἀλαμβατὴρ ἀκρωτηρίου εἰς Δερενόβιλλαν στάδιοι σν΄. Ἐνταῦθα παράκειται νῆσος Κάρμινα καλουμένη. Ἀπὸ δὲ Δερενοβίλλης εἰς Κώφαντα λιμένα στάδιοι σν΄. Ἀπὸ δὲ Κώφαντος λιμένος εἰς Ζοράμβου ποταμοῦ ἐκβολὰς στάδιοι σ΄. Ἀπὸ δὲ το Ζοράμβου ποταμοῦ εἰς Βάδαρα στάδιοι σν΄. Ἀπὸ δὲ Βαδάρων εἰς Μουσάρνα πόλιν στάδιοι τ΄.
Paragraph 30
30. Ἔστι δὲ τῆς Καρμανίας τὸ μὲν μῆκος στάδιοι ζ, τὸ δὲ πλάτος αφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας κγ΄, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους ι΄, ἀκρωτήρια ἐπίσημα γ΄, λιμένας ἐπισήμους ε΄. Οἱ πάντες ἀπὸ τοῦ Καρπέλλης ἀκρωτηρίου μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου τῆς Καρμανίας τῆς παρὰ τὸ Ἰνδικὸν πέλαγος στάδιοι ε??ν΄, Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Βαγράδα ποταμοῦ rum ὅρβo. μέχρι Μουσάρνων πόλεως τοῦ περίπλου πάσης τῆς τῶν Καρμανῶν παραλίας στάδιοι ασ΄.
ΓΕΔΡΩΣΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 31
31. Ἡ Γεδρωσία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ Δραγγιανῇ καὶ τῇ Ἀραχωσίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Καρμανίᾳ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῶν τῷ τῆς Ἰνδικῆι μέρει τῷ παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τοῦ πρὸς τῇ μνημονευθείσῃ Ἀραχωσία ὁρίου, ἀπὸ δὲ μεσημβρίας τῷ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περγραφὴ τοιαύτη, τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.
Paragraph 32
32. Ἀπὸ Μουσάρνων πόλεως εἰς Ἀρτάβιος ποταμοῦ ἐκβολὰς στάδιοι ατ΄. Ἀναπλεύσαντος δὲ τῷ ποταμῷ πόλις ἐν δεξιᾷ κατὰ τὸν ἀνάπλουν κεῖται Ἄρβις καλουμένη· καὶ ἔτι ἀνώτερον ὁμοίως ἐν δεξιᾷ τοῦ ποταμοῦ, πόλις Παρσὶς ἡ μητρόπολις τῆς Γεδρωσίας. Ἀπὸ δέ τοῦ Ἀρτάβιος ποταμοῦ εἰς Ῥάπραυα πόλιν στάδιοι φν΄. Ἀπὸ δὲ τῆς Ῥάπραυα πόλεως ἐπὶ Γυναικῶν λιμένα στάδιοι φ΄. Ἐνταῦθα κεῖνται αἱ τῶν Ἀραβιτῶν κῶμαι. Ἀπὸ δὲ Γυναικῶν λιμένος εἰς Κοίαμβα στάδιοι υ΄. Ἀπὸ δὲ Κοιάμβων εἰς Ῥίζανα στάδιοι α΄. Ἐντεῦθεν ἄρχεται ἡ Παταληνὴ χώρα, ἧς τὸ πλεῖστον ὁ Ἰνδὸς ποταμὸς τοῖς στόμασιν ἐμπεριείληφε· καὶ οὐτὴν δὲ τήν μητρόπολιν καλουμένην Πάταλα μετὰ τὸ γ΄ στόμα τοῦ Ἰνδοῦ ποταμοῦ ὥσπερ νῆσον κεῖσθαι συμβέβηκε, καὶ ἑτέρας πόλεις πλείστας.
Paragraph 33
33. Ἐστι δὲ τῆς Γεδρωσίας τὸ μὲν μῆκος σταδίων Ϛι΄, τὸ δὲ πλάτος σταδίων εσν΄. ἔχει δὲ ἔθνη ἤτοι σατραπείας η΄, πόλεις δέ ἐπισήμους καὶ κώμας ιβ΄, ὄρος μέγιστον α΄, ποταμὸν μέγαν α΄, λιμένα ἐπίσημον α΄, νήσους ἐπισήμους θ΄. Οἱ πάντες ἀπὸ Μουσάρνων πόλεως εἰς Ῥίζανα τῆς τῶν Γεδρωσίων παραλίας στάδιοι γων΄.
ΙΝΚΙΚΒΣ ΤΗΣuι ΕΝΤΟΣ ΓΑΙΤΟΥ ΠΟΤΑΜΟΤ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗΙ ΚΟΑΠΩΝ ΚΑΙ ΝΗΣΩΝ ΠΕΡΙΠΣΟΥΣ.
Paragraph 34
34. Ἡ ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικὴ περιορίζεται ἐπὸ μὲν ἄρκτων τῷ Ἰμάῳ ὄρει παρὰ τοὺς ὑπερκειμένους αὐτοῦ Σογδιανοὺς καὶ Σάκας, ἀπὸ δὲ δύσεως πρὸς μέν τῆ θαλάσσῃ τῇ προειρημένῃ Γεδρωσίᾳ, κατὰ δὲ τὴν μεσόγειον τῇ Ἀραχωσίᾳ καὶ ἀνωτέρω τοῖς Παροπανισάδαις, ἀπὸ δὲ ἀνατολῶν τῶ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῶ Ἰνδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· Λείπει τὰ κατὰ μέρος Ὁ δὲ πᾶς περίπλους ἀπὸ τοῦ Ναυστάθμου λιμένος μέχρι τοῦ Κῶρυ ἀκρωτηρίου τοῦ μέρους τοῦ προειρημένου τῆς ἐντὸς Γάγγου Ἰωδικῆς σταδίων β αψκε΄.
ΤΛΠΡΟΒΑΝΗΣ ΝΗΣΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 35
35. Τῷ ἀκρωτηρίῳ τῆς Ἰωδικῆς τῷ καλουμένῳ Κῶρυ ἀντίκειται τὸ τῆς Ταπροβάνης νήσου ἀκρωτήριον καλούμενον Βόρειον. Ἡ δὲ Ταπροβάνη νῆσος πρότερον μὲν ἐκαλεῖτο Παλαισιμούνδου, νῦν δὲ Σαλική. Τοῦτο δὲ τὸ ἀκρωτήριον τῆς νήσου τὸ ἀντικείμενον τῶ Κῶρυ, ὅπερ ἔφαμεν καλεῖσθαι Βόρειον ἄκρον, ἀπέχει ἀπὸ μέν τοῦ ἀνατολικοῦ ὁρίζοντος σταδίους β Ϛυξ΄, ἀπὸ δὲ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους Ϛ καὶ αχκϚ΄, ἀπὸ δέ μεσημβρίας καὶ ἰσημερίας ὡς πρὸς ἄρκτους σταδίους Ϛτν΄. Λείπει τὰ κατὰ μέρος
ΑΠΟΣΠΑΣΜΑ.
Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν Περίπλῳ. Ἔστι καὶ Μαργάναι πληθυντικῶς.
Paragraph 36
36. Μετὰ δὲ τὸ Βόρειον τοίνυν ἀκρωτήριον ἡ ὅλη περιγραφή καὶ ὁ περίπλους τῆς Ταπροβάνης νήσου τὸν τρόπον ἔχει τοῦτον· κατὰ μέν διάμετρον τῷ μήκει στὰ διοι θφ΄, τῷ δὲ πλάτει στάδιοι ζφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ιγ΄, πόλεις δὲ ἐπισήμους καὶ ἐμπόρια κβ΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα ή, λιμένας ἐπισήμους δ΄, κόλπους μεγάλους β΄, αἰγιαλὸν μέγαν α΄. Οἱ πάντες τοῦ περίπλου τῆς Ταπροβάνης νήσου στάδιοι β Ϛιπε΄. Καὶ περὶ μέν τῆς Ταπροβάνης νήσου τοσαῦτα εἰρήσθω. Πάλιν δὲ ἐπανήξομεν ἐπὶ τὸν παράπλουν τῆς ἐντὸς Γάγγου Ἰνδικῆς. Λείπει τὰ κατὰ μέρος
ΤΟΥ ΓΑΓΤΗΤΙΚΟΥ ΚΟΑΠΟΥ ΠΕΡΙΠΑΟΥΣ.
Paragraph 37
37. Ἀπὸ τοῦ Ἀφετηρίου τούτου ἐκδέχεται ὁ Γαγγητικὸς καλούμενος κόλπος μέγιστος ὢν σφόδρα, οὗ κατὰ τὸν μυχὸν ὁ Γάγγης ἐξίησι ποταμὸς, πέντε στόμασι τὴν ἐκβολὴν ποιούμενος, ὃν ἔφαμεν ὅριον εἶναι τῆς ἐντὸς Γάγγου Ἰνδικῆς καὶ τῆς ἐκτός.
Paragraph 38
38. Ἔστι δὲ τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ᾗ μακροτάτη τυγχάνει, ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ λεγομένου Ἀντιβολὴ ἕως τοῦ Ναυστάθμου λιμένος, τοῦ ἐν τῷ Κάνθι κόλπῳ, σταδίων α ησ??΄· τὸ δὲ πλάτος, ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀφετηρίου ἕως τῶν πηγῶν τοῦ Γάγγου ποταμοῦ, σταδίων α γ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ καὶ κώμας καὶ ἐμπόρια ἐπίσημα σις΄, ὄρη ἐπίσημα Ϛ΄, ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, στόματα ἐπίσημα ποταμῶν ιβ΄, ἀφετήριον ἐπίσημον α΄, συμβολὰς ποταμῶν ἐπισήμων ι΄, νήσους ἐπισήμους θ΄.
Paragraph 39
39. Οἱ πάντες ἀπὸ τοῦ Ἀφετηρίου μέχρι τοῦ πέμπτου ὅς. στόματος τοῦ Γάγγου ποταμοῦ τοῦ καλουμένου Ἀντιβολὴ τοῦ περίπλου τοῦ μέρους τοῦ Γαγγητικοῦ κόλπου στάδιοι ??χξ΄. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Ναυστάθμου λιμένος ἕως τοῦ πέμπτου στόματος τοῦ Γάγγουυ ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τοῦ περίπλου παντὸς τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι γ ε χ ?? ε΄.
ΙΝΔΙΚΗΣ ΤΗΣ ΕΚΤΟΣ ΓΑΓΓΟΥ ΠΤΑΜΟΥ ΤΩΝ ΕΝ ΑΥΤΗι ΚΟΛΠΩΝ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 40
40. Ἡ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ περιορίζεται ἀπὸ μὲν ἄρκτων τοῖς μέρεσι τῆς Σκυθίας καὶ τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως αὐτῷ τῷ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σίναις μέχρι τοῦ καλουμένου Μεγάλου κόλπου καὶ αὐτῷ τῷ κόλπῳ, ἀπὸ δὲ μεσημβρίας τῷ τε Ἰνδικῷ πελάγει καὶ μέρει τῆς Πρασώδους θαλάσσης, ἥτις ἀπὸ τῆς Μενουθιάδος νήσου ἀρξαμένη διατείνει κατὰ παράλληλον γραμμὴν μέχρι τῶν ἀντικειμένων μερῶν τῷ Μεγάλῳ κόλπῳ, καθὰ προειρήκαμεν.Λείπει τὰ κατὰ μέρος.
Paragraph 41
41. Ἔστι δὲ τῆς ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ἧ μακροτάτη τυγχάνει, σταδίων α αχν΄· τὸ δὲ πλάτος, ᾗ πλατυτάτη ἐστὶ, σταδίων α θ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ν΄, πόλεις δὲ καὶ κώμας ἐπισήμους καὶ ἐμπόρια ξζ΄, ὄρη ἐπίσημα ιη΄, ἀκρωτήρια ἐπίσημα ε΄, λιμένας ἐπισήμους γ΄, κόλπον μέγιστον α΄, νήσους ἐπισήμους λ΄.
Paragraph 42
42. Οἱ πάντες ἀπὸ τοῦ Μεγάλου ἀκρωτηρίου μέχρι τοῦ πρὸς Σίνος ὁρίου τοῦ περίπλου τοῦ μέρους τοῦ Μεγάλου κόλπου τοῦ παρὰ τὴν ἐκτὸς Γάγγου Ἰνδικὴν τυγχάνοντος στάδιοι α βφν΄. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ, καλεῖται Ἀντιβολή, μέχρι τῶν πρὸς τοὺς Σίνας τὸ ἔθνος ὅρων τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς ἐκτὸς Γάγγου Ἰνδικῆς στάδιοι δ ετν΄.
ΣΙΝΩΝ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΚΟΑΠΩΝ ΠΕΡΙΠΣΟΣ.
Paragraph 43
43. Τὸ τῶν Σινῶν ἔθνος περιορίζεται ἀπὸ μέν ἄρκτων μέρει τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως τῆ ἐκτὸς Γάγγου ποταμοῦ Ἰωδικῇ κατὰ τὸ προειρημένον ἐν τῷ Μεγάλῳ κόλπῳ ὅριον, ἀπὸ δὲ ἀνατολῶν ἀγνώστῳ γῆ, ἀπὸ δὲ μεσημβρίας τῇ τε μεσημβρινῇ θαλάττῃ καὶ τῆ μεσημβρινῇ ἀγνώστῳ γῆ. Καὶ ἡ μὲν ὅλη περιγραφή τοῦτον ἔχει τὸν τρόπον· τὰ δέ κατὰ μέρος οὕτως ἔχει· Λείπει τὰ κατὰ μέρος.
Paragraph 44
44. Ἐντεῦθεν ἄρχονται παροικεῖν μέχρι τῆς μεσημβρινῆς ἀγνώστου γῆς Ἰχθυοφάγοι Σῖναι. Δύο γὰρ ἀγνώστους ὑπονοεῖν χρή γᾶς, τήν τε παρὰ τήν ἀνατολὴν διήκουσαν, ᾗ παροικεῖν εἰρήκαμεν τοὺς Σίνας, καὶ τὴν παρὰ τήν μεσημβρίαν, ἥτις διήκει παρὰ πᾶσαν τὴν Ἰνδικὴν θάλασσαν ἤτοι τὴν Πρασώδη καλουμένην, μέρος οὗσαν τῆς Ἰνδικῆς θαλάσσης, ὥστε συνάπτουσαν ἑκατέρας τὰς ἀγνώστους γᾶς καθάπερ τινὰ γωνίαν ἀποΣινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις αὐτῶν. Τὰ δὲ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνα, ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται, καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς…
ΤΟΥ ΘΗΡΙΩΛΟΥΣ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 45
45.…
ΤΟΥ ΤΩΝ ΣΙΝΩΝ ΚΟΛΠΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Paragraph 46
46.…
Paragraph 47
…
The complete text is available when the reading interface loads.