The Greek Library Author

Marcianus Of Heraclea

Artemidori Geographia (Epitome Marciani)

Scientific editors
Karl Müller
Edition reference
Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1855
CTS identifier
urn:cts:greekLit:tlg4003.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΩΝ ΕΝΔΕΚΛ ΤΗΣ ΑΡΤΕΜΙΔΩΡΟΥ ΤΟΥ ΕΦΕΣΙΟΥ ΓΕΩΓΡΑΦΙΑΣ ΒΙΒΛΙΩΝ ΕΠΙΤΟΜΗ.

ΒΙΒΛ. Α΄.

Paragraph 1

1. St ephanus B yzantius Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς· Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· ἀπὸ Λιγύρου ποταμοῦ.

Paragraph 2

2. Δερτών. πόλις Λιγύρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆ τῶν ια΄· « Τὴν καλουμένην Δερτῶνα πόλιν. Τὸ ἐθνικὸν Δερτώνιος, ὡς Ἀντρώνιος.

Paragraph 3

3. Μαστραμέλη, πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος ἐν τῷ Ἐπιτομῇ τῶν ἕνδεκα.

Paragraph 4

4. Marcian. II, 19 Τῆς γὰρ Ναρβωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ προειρημένος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν τῇ Κελτογαλατίᾳ ὡς καὶ τῶν ἐν τῇ Ἰβηρίᾳ ἐπαριῶν αὐκ ἐποτήσατο.

Paragraph 5

5. St ephanus B yzantius Νάρβων, ἐμπόριον καὶ πόλις κελτική Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησιν.

ΒΙΒΛ. Β΄. Γ΄.

Paragraph 6

6. Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν β΄ τῶν Ἐπιτομῶν Ἀρτεμιδώρου.

Paragraph 7

7. Marc. I, 4 Οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον (τὰς φ. Ἡρακλείους στήλας εἶναί φασιν), ὥσπερ καὶ Ἀρτεμίδωρος ὁ γεωγράφος.

Paragraph 8

8. Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ· « ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς ».

ΒΙΒΛ. Δ΄.

Paragraph 9

9. Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ, ἀπὸ Τεγέστρου. Ἀρτεμίδωρος δʼ ἐν Ἐπιτομῇ τῶν ἕνδεκα Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν « Ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδιοι εκε΄. »

Paragraph 10

10. Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ια΄. « Μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται. »

Paragraph 11

11. Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρτοι. (Ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, Ἄψυρτος πρότερον λεγόμες.) Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ καὶ πόλιν καὶ νῆσον Ἄψυρτον ἱστορεῖ.

ΒΙΒΛ. Ε΄ Ϛ΄

Paragraph 12

12. Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Κωθώνιος, ὡς Σιδώνιος.

Paragraph 13

13. Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης.

Paragraph 14

14. Ἀσταί, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα.

Paragraph 15

15. Φίλιποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· « Καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. Τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρακῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν. » Ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθη τής.

ΛΙΒΥΗ.

ΒΙΒΛ. Ζ΄.

Paragraph 16

16. Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Ξουχίτης.

Paragraph 17

17. Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Ἐκαλεῖτο δὲ καὶ Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτης καὶ Λαοδαμαντίτης.

ΑΣΙΑ.

ΒΙΒΛ. Θ΄.

Paragraph 18

18. Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· « Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ Δῶρα καλεῖται. » Καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν Ἐπιτομῆ τῶν ια΄· « Συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἐρχομένου τοῦ ὄρους τοῦ Καρμήλου. Καὶ ἐν θ΄ Γεωγραφουμένων τὸ αὐτό.

ΒΙΒΛ. Ι΄.

Paragraph 19

19. Πάλτος. πόλις Συρίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ.

Paragraph 20

20. Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς· « Εἰσὶ δὲ καὶ νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα.»

Paragraph 21

21. Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ.

ΒΙΒΛ. ΙΑ΄.

Paragraph 22

22. Sch. Ap. Rh. III, 859 Περὶ τῆς Κασπίας θαλάσσης ἱστορεῖ Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν Γεωγραφουμένων. Ἔστο δὲ πλησίον τοῦ ὠκεανοῦ· ᾗ παράκειται ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ Πέρσαις.