The Greek Library Author

Anonymous

De caelo i

Authority group
Simplicius (catalogue association; authorship remains anonymous)
Edition reference
De caelo i (interpretatio Graeca ex Kc), ed. Heiberg, op. cit., 361–364.
CTS identifier
urn:cts:greekLit:tlg4013.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

362

προόδῳ τῆς ἐνεργείας ἔστη ὁ θεός, οὐκ ἂν ἔσχε τὸ κακὸν πάροδον εἰς

τὰ ὄντα· ἐπεὶ δὲ πάσης ἀγαθότητος ὁ θεὸς ὑπάρχει πηγή, ταύτῃ τοι καὶ

τὴν ἐκτὸς ἀγαθότητα οὐ παρέλιπε τὴν τῶν ὑπὸ σελήνην, ἔνθα γένεσις καὶ

φθορὰ καὶ οὐ μόνον εἶδος ἀλλὰ καὶ ἡ τοῦ εἴδους στέρησις ἀναγκαίως γέ-

γονεν, ὡς ὑπεναντίον τι τῷ ἐσχάτῳ γενέσθαι ἀγαθῷ, ὅπερ κατὰ τὴν αὐτοῦ

363

στέρησιν θεωρεῖται. εἰ δὲ τοῦτο μὴ ἦν, καὶ οὐδὲ τὸ ἀντικείμενον αὐτῷ

ἔσχατον ἀγαθὸν ἦν, οὐδ' ὁ θεὸς ἂν ἦν πάσης ἀγαθότητος αἴτιος, ὥστε

οὐδὲ βούλοιτ' ἂν ὁ θεὸς ἀπολέσθαι τὰ κακά· βούλοιτο γὰρ ἂν καὶ τὰ ἀν-

τικείμενα αὐτοῖς ἀγαθὰ ἀπολέσθαι καὶ ἑαυτὸν μηκέτι πάσης ἀγαθότητος

εἶναι αἴτιον. εἰ δέ τις φαίη· τί δὲ κωλύει καὶ τὰ ἀγαθὰ τῇδε εἶναι καὶ

τὰ κακὰ μὴ εἶναι; ἀγνοεῖ, ὅτι οὐκέτι ταῦτα ἦν ἂν ἀγαθά· οὐ γὰρ ἂν ἦν

δικαιοσύνη ἡ ἀνθρωπίνη καὶ σωφροσύνη, εἰ μὴ δυνατὸν ἦν αὐτὰς κατα-

τριφθείσας εἰς τὰς στερήσεις ἑαυτῶν μεταβάλλειν· οὐδ' ἂν ἡ ὑγίεια ἦν

τῶν στοιχειωτῶν ζῴων, εἰ μὴ καὶ νοσεῖν ἐδύναντο· ἀλλ' οὐδ' ἦσαν ἂν αἱ

δυνάμεις τῶν ψυχῶν καὶ αἱ ἀπειρίαι τῶν ἀτόμων σωμάτων, καὶ ταύτῃ δὴ

τὸ τῶν ψυχῶν καὶ τῶν σωμάτων γένος ἀποτετμημένον ἂν ἦν παντάπασιν

ἀπὸ τοῦ κόσμου, καὶ ἦν ἂν ἔτι ὁ κόσμος ἀτελὴς οὐκέτι τῶν ἐσχάτων

ἀγαθῶν πλήρης, καὶ τὰ πρῶτα ἀγαθὰ τῇ ἐσχάτῃ καὶ ἀπόνῳ τελειώσει

τῶν πλημμελούντων ὑπὸ τῆς ὕλης ἐδόκουν ἂν διαφέρειν μηδέν. ὅρα οὖν,

πόσων καὶ πηλίκων κακῶν αἰτία ὑπῆρξεν ἂν ἡ τῶν κακῶν ἀπώλεια· καὶ

δῆλον, ὅτι καὶ μὴ βουλόμενος αὐτὸ οὐκ ἂν ἦν ἀγαθός. ἀλλὰ καλῶς ὁ

364

Πλάτων ἀναγκαίαν ὑπάρχουσαν τὴν τοῦ κακοῦ πρόσφυσιν διὰ τὸ ἀγαθὸν

αὐτός τε οἶδεν καὶ τοῖς ὕστερον ἀπεφήνατο. ἐκ δὲ τῶν εἰρημένων δῆλον,

καὶ διὰ τί μηδὲ τῶν γενητῶν καὶ φθαρτῶν ἕκαστον ἄφθαρτον ἐβουλήθη

ποιῆσαι].

{ΣΙΜΠΛΙΚΙΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΚΑΤΗΓΟΡΙΑΣ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ} Πολλοὶ πολλὰς κατεβάλοντο φροντίδας εἰς τὸ τῶν Κατηγοριῶν τοῦἈριστοτέλους βιβλίον, οὐ μόνον ὅτι προοίμιόν ἐστι τῆς ὅλης φιλοσοφίας(εἴπερ αὐτὸ μὲν τῆς λογικῆς ἐστιν ἀρχὴ πραγματείας, ἡ δὲ λογικὴ τῆςὅλης προλαμβάνεται δικαίως φιλοσοφίας), ἀλλὰ καὶ ὅτι τρόπον τινὰ περὶἀρχῶν ἐστι τῶν πρώτων, ὡς ἐν τοῖς περὶ τοῦ σκοποῦ μαθησόμεθα λόγοις.ἄλλοι δὲ κατ' ἄλλην ὁρμὴν τὰς περὶ τοῦτο τὸ βιβλίον πραγματείας πεποίηνται,οἱ μὲν αὐτὴν μόνην τὴν λέξιν ἐπὶ τὸ σαφέστερον μεταθεῖναι προθυμηθέντες,ὥσπερ Θεμίστιός τε ὁ εὐφραδὴς καὶ εἴ τις ἄλλος τοιοῦτος, οἱ δὲ καὶ τὰς ἐννοίαςμέν, αὐτὰς δὲ μόνας ψιλὰς τὰς ὑπὸ τοῦ Ἀριστοτέλους προτεινομένας συντόμωςἀποκαλύπτειν ἐσπούδασαν, ὥσπερ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν βιβλίῳπεποίηκεν ὁ Πορφύριος, ἄλλοι δὲ πρὸς τούτοις καὶ ζητημάτων ἐφήψαντομετρίως, ὡς ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος καὶ Ἑρμῖνος καὶ ὅσοι τοιοῦτοι, ὧνκαὶ Μάξιμον ἐγὼ τίθημι, τὸν Αἰδεσίου μὲν τοῦ Ἰαμβλιχείου μαθητήν, ἐνδὲ τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι πάντα σχεδὸν τῷ Ἀλεξάνδρῳ συνᾴσαντα·τινὲς μέντοι καὶ βαθυτέραις περὶ αὐτὸ διανοίαις κατεχρήσαντο, ὥσπερ ὁθαυμάσιος Βόηθος. ἄλλοις δὲ ἤρεσεν ἀπορίας μόνας γράψαι πρὸς τὰ λεγό-μενα, ὅπερ Λούκιός τε πεποίηκε καὶ μετ' αὐτὸν Νικόστρατος τὰ τοῦ Λουκίουὑποβαλλόμενος, σχεδόν τι πρὸς πάντα τὰ εἰρημένα κατὰ τὸ βιβλίον ἐν-στάσεις κομίζειν φιλοτιμούμενοι, καὶ οὐδὲ εὐλαβῶς, ἀλλὰ καταφορικῶς μᾶλλονκαὶ ἀπηρυθριακότως· πλὴν καὶ τούτοις χάρις, καὶ ὅτι πραγματειώδεις τὰςπολλὰς τῶν ἀποριῶν προεβάλοντο καὶ ὅτι λύσεώς τε τῶν ἀποριῶν ἀφορμὰςκαὶ ἄλλων πολλῶν καὶ καλῶν θεωρημάτων τοῖς μεθ' ἑαυτοὺς ἐνδεδώκασι.Πλωτῖνος δὲ ὁ μέγας ἐπὶ τούτοις τὰς πραγματειωδεστάτας ἐξετάσεις ἐντρισὶν ὅλοις βιβλίοις τοῖς Περὶ τῶν γενῶν τοῦ ὄντος ἐπιγεγραμμένοις τῷτῶν Κατηγοριῶν βιβλίῳ προσήγαγε. μετὰ δὲ τούτους ὁ πάντων ἡμῖν τῶνκαλῶν αἴτιος Πορφύριος ἐξήγησίν τε ἐντελῆ τοῦ βιβλίου καὶ τῶν ἐνστάσεωνπασῶν λύσεις οὐκ ἀπόνως ἐν ἑπτὰ βιβλίοις ἐποιήσατο τοῖς Γεδαλείῳ προσ-φωνηθεῖσι, πολλὰ καὶ τῶν Στωικῶν ἐκεῖ δογμάτων κατὰ τὴν κοινωνίαντοῦ λόγου προσιστορῶν. μετὰ τοῦτον δὲ ὁ θεῖος Ἰάμβλιχος πολύστιχον καὶαὐτὸς πραγματείαν εἰς τοῦτο τὸ βιβλίον κατεβάλετο, τὰ μὲν πολλὰ τοῖςΠορφυρίου καὶ ἐπ' αὐτῆς τῆς λέξεως κατακολουθῶν, τινὰ δὲ ἐπικρίνωνἐκείνων καὶ διαρθρῶν ἀκριβέστερον μετὰ τοῦ συστέλλειν τὴν ὡς ἐν σχολαῖςπρὸς τὰς ἐνστάσεις μακρολογίαν, πανταχοῦ δὲ τὴν νοερὰν θεωρίαν ἑκάστῳσχεδὸν τῶν κεφαλαίων ἐπιτιθεὶς καί τι καὶ ἄλλο πρὸς τούτοις χρήσιμοντῷ συγγράμματι προστιθείς· Ἀρχύτου γὰρ τοῦ Πυθαγορικοῦ καὶ πρὸ Ἀρι-στοτέλους τὴν εἰς δέκα τῶν πρώτων γενῶν ποιησαμένου διαίρεσιν ἐν τῷβιβλίῳ ὃ Περὶ τοῦ παντὸς ἐκεῖνος ἐπέγραψε καὶ τά τε γνωρίσματα αὐτῶν διὰπαραδειγμάτων ἐναργῶς σαφηνίζοντος καὶ τάξιν ἣν ἔχουσι πρὸς ἄλληλα καὶτὰς κατ' εἴδη διαφορὰς ἑκάστου καὶ τὰ ὑπάρχοντα αὐτοῖς κοινῶς τε καὶ ἰδίωςὑποδεικνύντος αὐτὸς ἐν τοῖς προσήκουσι τόποις τὰ τοῦ Ἀρχύτου παράγωνἐκεῖνά τε νοερῶς συνεσπειραμένα ἐξήπλωσε καὶ τὴν συμφωνίαν τὴν πρὸςαὐτὰ τοῦ Ἀριστοτέλους ἐπέδειξε καὶ εἴ πού τι διάφωνον ἦν (ὀλίγα δὲ ταῦτα),καὶ τοῦτο ὑπ' ὄψιν ἤγαγε τοῖς φιλομαθέσι, μηδὲ τὴν αἰτίαν τῆς διαφωνίαςἀνεξέταστον καταλιμπάνων, εἰκότως, διότι φαίνεται πανταχοῦ τῷ Ἀρχύτᾳκατακολουθεῖν ὁ Ἀριστοτέλης βουλόμενος. καὶ Δέξιππος δὲ ὁ Ἰαμβλίχειοςκαὶ αὐτὸς μὲν τὸ τοῦ Ἀριστοτέλους βιβλίον συντόμως ἐξηγήσατο, προηγουμένωςδὲ τὰς Πλωτίνου ἀπορίας ὡς ἐν διαλόγῳ προτεινομένας αὐτῷ διαλύεινπροτίθεται, οὐδὲν οὐδὲ οὗτος σχεδὸν τοῖς Πορφυρίου καὶ Ἰαμβλίχου προσ-τεθεικώς. Τοσαύτης τοίνυν τῶν κλεινοτάτων ἐν φιλοσοφίᾳ περὶ τὸ τῶν Κατη-γοριῶν βιβλίον γενομένης σπουδῆς καταγέλαστος εὐθὺς ἀπ' ἀρχῆς ἂνδόξαιμι γράψαι τι καὶ αὐτὸς τολμήσας, εἰ μὴ τὴν αἰτίαν εὔλογον ἐπιδείξαιμιτοῦ τολμήματος. ἐγὼ γὰρ ἐνέτυχον μὲν καί τισι τῶν εἰρημένων συγγράμμασιν,ἐπιμελέστερον δὲ ὡς οἷός τε ἦν τοῖς Ἰαμβλίχου παρακολουθῶν ἀπεγρα-ψάμην, καὶ αὐτῇ πολλαχοῦ τῇ λέξει τοῦ φιλοσόφου χρησάμενος. ὁ δὲ σκοπὸςἦν μοι τῆς ἀπογραφῆς ἅμα μὲν ὡς ἂν δυναίμην ἐκ τοῦ γράφειν ἀκριβεστέραντῶν εἰρημένων κατανόησιν προσλαβεῖν, ἅμα δὲ τὸν ὑψηλὸν νοῦν τοῦ ἀνδρὸςκαὶ τοῖς πολλοῖς ἄβατον ἐπὶ τὸ σαφέστερόν τε καὶ συμμετρότερον καταγαγεῖν,ἐκ τρίτων δὲ καὶ τὸ πολὺ πλῆθος τῶν πολυειδῶν συγγραμμάτων ἐπ' ἔλαττονὁπωσοῦν συστεῖλαι, οὐχ οὕτως ὡς ὁ φιλοσοφώτατος Συριανὸς εἰς ἐλάχιστον,ἀλλὰ μετὰ τοῦ μηδὲν ὡς δυνατὸν τῶν ἀναγκαίων παραλιπεῖν. εἰ δέ τι καὶαὐτὸς ἴσχυσα προσθεῖναι, καὶ ὑπὲρ τούτου τοῖς ἀνδράσι τούτοις μετὰ τοὺςθεοὺς χάρις, ὑφ' ὧν χειραγωγούμενος ἢ ἀπορίαν οὐκ ἀπόβλητον ἢ διάρθρωσιντῶν εἰρημένων ἀξίαν τινὰ τοῦ λόγου προστέθεικα· συμβουλεύω μέντοι τοῖςἐντευξομένοις μηδέποτε τῶν Πορφυρίου μάλιστα καὶ Ἰαμβλίχου καταφρονῆσαισυγγραμμάτων ἐπὶ τούτοις τοῖς σχολικοῖς, ἀλλ' εἴπερ ἄρα, ὡς εἰσαγωγῇκαὶ γυμνασίῳ τούτοις χρήσασθαι πρὸς ἀκριβεστέραν τῶν ἐκείνοις τοῖς ἀνδράσινεἰρημένων κατάληψιν. Ἐπεὶ δὲ πρώτῳ τῶν Ἀριστοτέλους τῷ τῶν Κατηγοριῶν ἐντυγχάνομενβιβλίῳ, μία δὲ τῶν κατὰ φιλοσοφίαν αἱρέσεών ἐστιν ἡ Ἀριστοτέλους Περι-πατητικὴ καλουμένη, ῥητέον πρῶτον, κατὰ πόσους καὶ ποίους τρόπους τὰς