In Aristotelis physicorum libros commentaria
- Scientific editors
- Hermann Diels
- Edition reference
- in Aristotelis Physica commentaria · Berlin · Reimer · 1882-1895
- CTS identifier
urn:cts:greekLit:tlg4013.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Α ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ 1r
τὸν σκοπὸν τῆς Ἀριστοτέλους Φυσικῆς ἀκροάσεως μαθεῖν ἔστι ῥᾳδίως, εἰ τῆς κατ’ αὐτὸν διαιρέσεως τοῦ φυσικοῦ μέρους τῆς φιλοσοφίας ὑπομνη- σθείημεν· οὐ χεῖρον δὲ ἴσως καὶ τὴν ὅλην τὴν κατ’ αὐτὸν τῆς φιλοσοφίας ἐκθέσθαι διαίρεσιν. ἐπειδὴ γὰρ τελείωσίς ἐστι τῆς ψυχῆς ἡ φιλοσοφία ὥσπερ τοῦ σώματος ἡ ἰατρική, τῆς δὲ ψυχῆς τὸ μὲν ἄλογόν ἐστι τὸ δὲ λογικόν, καὶ τοῦ λογικοῦ τὸ μὲν τῇ ἀλογίᾳ συνεργοῦν οἷος ὁ δυνάμει παρ’ αὐτῷ λεγό- μενος νοῦς, τὸ δὲ χωριστὸν οἷος ὁ κατ’ ἐνέργειαν, διττὴ δὲ πάσης τῆς ψυχῆς ἡ δύναμις ἡ μὲν ὀρεκτικὴ ἡ δὲ γνωστική, τὸ μὲν τοῦ ὀρεκτικοῦ τελειωτικὸν ἔν τε τῇ ἀλογίᾳ καὶ τῷ δυνάμει νῷ τῷ ταῖς ὀρέξεσι ταῖς ἀλόγοις συνεργοῦντι πρακτικὸν τοῦτο πᾶν οἱ ἀπὸ τοῦ Περιπάτου καλοῦσι περὶ πρᾶξιν ἠσχολημένον καὶ τέλος ἔχον τὴν τοῦ ἀγαθοῦ αἵρεσίν τε καὶ τεῦξιν, τὸ δὲ τοῦ γνωστικοῦ τέλος ἔχον τὴν ἀλήθειαν κοινῶς θεωρητικόν. ἀλλ’ ὅσον μὲν αὐτοῦ τὴν γνῶσιν τοῦ δυνάμει νοῦ τελειοῖ τὴν μετ’ αἰσθήσεως καὶ φαντασίας περὶ τὰ ἔνυλα εἴδη καὶ ἀχώριστα τῆς ὕλης καταγεινομένην, τοῦτο φυσικὸν καλοῦσιν, ὅτι περὶ τὰ τοιαῦτα ἡ φύσις καὶ ἐν τούτοις οὖσα ἀποδείκνυται· ὅσον δὲ περὶ τὰ χωριστὰ πάντῃ τῆς ὕλης εἴδη καὶ τὴν τοῦ ἐνεργείᾳ νοῦ καθαρὰν ἐνέργειαν καὶ τοῦ δυνάμει τὴν τῷ ἐνεργείᾳ συνεπαιρομένην, τοῦτο θεολογικὸν καὶ πρώτην φιλοσοφίαν καὶ μετὰ τὰ φυσικὰ καλοῦσιν ὡς ἐπέκεινα τῶν φυ- σικῶν τεταγμένην· τὸ δὲ περὶ τὰ πῇ μὲν χωριστὰ πῇ δὲ ἀχώριστα τῆς ὕλης εἴδη τοῦτο μαθηματικὸν καὶ περὶ ψυχῆς καλοῦσι. καὶ γὰρ τὴν μαθημα- 1 Inscripsi ex codicis Α librorum V—VIII titulis [cf. Praefatio p. v], a qua optimus quisque liber proximo abest. inscribunt autem aD Σιμπλικίου ὑπόμνημα εἰς τὸ ᾱ τῆς Ἀ φ. ἁ., Ε ἐξήγησις τοῦ φιλοσόφου σιμπλ. εἰς τὸν ἁ λόγον τ. φ. ἁ., F Σιμπλ. μεγάλου διδασκάλου εἰς τὸ ἁ τῆς φ. ἀκροάσεως 3 omisit prooemium E cf. p. 8, 32 scribendum videatur μαθεῖν ἐστι ῥᾴδιον at cf. e. g. Porphyrii Quaest. Horn. p. 157,7 Schraderi 4 εἰ DF: εἶπερ a 5 καὶ aF: om. D τὴν post ὅλην om. F 9 ὁ κατ’ ἐνέργειαν DF: ὁ ἐνεργεία νοῦς a πᾶσα ψυχῆς δύναμις a 12 πᾶν τοῦτο πρακτικὸν collocat a ἐσχολημένον F 13 τε om. F 16 καταγεινομένην codex Laur. 85, 1: κατατεινομένην DF: καταγινόμενον a φυσικὸν aD: φυσιολογικὸν F cf. Philoponi prooemium, at vide infra p. 2,8. 3,11 19 συνεπαιρομένην DF: συμπεραινομένην a 22 ψυχὴν F τικὴν οὐσίαν μέσην λέγουσι τῷ μὲν καθόλου τὸ χωριστὸν ἔχουσαν τῆς ὕλης, 1 r τῷ δὲ διαστατῷ καὶ διακεκριμένῳ τὸ ἀχώριστον. καὶ τὴν ψυχὴν δὲ ὁμοίως κατὰ μὲν τὰς αἰσθήσεις καὶ φαντασίας καὶ κατὰ τὸν δυνάμει νοῦν πολὺ τὸ ἔνολον ἔχουσαν νοοῦσι, κατὰ δὲ τὸν ἐνεργείᾳ νοῦν, ὃν καὶ αὐτὸν τῆς ψυχῆς ὄντα ἄκρον δείκνυσιν ὁ Ἀριστοτέλης, κἄν μὴ δοκῇ τῷ Ἀλεξάνδρῳ, τὸ χω- ριστὸν τῆς ὕλης ἔχειν φασίν. ἀλλὰ τὰ μὲν ἄλλα μέρη ἐν ταῖς οἰκείαις πραγματείαις ἀκριβεστέρας τεύξεται διακρίσεως.
Τοῦ δὲ φυσικοῦ λόγου τὸ μὲν περὶ τὰς ἀρχάς ἐστι τῶν φυσικῶν πραγμάτων πάντων καθ’ ὃ φυσικά, ταὐτὸν δὲ εἰπεῖν σωματικά, καὶ περὶ τὰ ταῖς τοιαύταις ἀρχαῖς ἐξ ἀνάγκης ἀκολουθοῦντα, τὰ δὲ περὶ τὰ ἀπὸ τῶν ἀρχῶν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα, περὶ μὲν τῶν ἁπλῶν ἡ Περὶ οὐρανοῦ διδάσκει ἐν μὲν τοῖς πρώτοις δύο βιβλίοις περὶ τῆς πέμπτης οὐσίας, τοῦ κυρίως οὐρανοῦ, διαλεγομένη καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸ ἀίδιον αὐτῆς ἀποδεικνύουσα, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν τεττάρων στοιχείων τῶν ὑπὸ σελήνην, καθ’ ὅσον ἁπλᾶ καὶ ταῦτα καὶ ἁπλᾶς κινούμενα κινήσεις, κατὰ τοσοῦτον ἐκεῖ παρειλημμένων. οὕτως γὰρ ἄμεινον οἶμαι λέγειν καὶ οὐχ ὡς ὁ Ἀλέξανδρος τὴν Περὶ οὐρανοῦ περὶ τοῦ ἀιδίου τε καὶ κυκλο- φορητικοῦ καὶ ἔτι περὶ παντὸς φυσικοῦ σώματος καθόλου ἢ περὶ τοῦ κόσμου εἶναί φησι. περὶ μὲν γὰρ τοῦ φυσικοῦ καθ’ ὃ φυσικὸν ταύτην εἶναι καὶ αὐτὸς ὁμολογεῖ τὴν πραγματείαν. καὶ ἔστι καὶ τὸ σύνθετον φυσικόν· οὐδεὶς δὲ περὶ συνθέτου λόγος ἐκεῖ, ἀλλὰ περὶ τῶν ἁπλῶν, ὡς καὶ αὐτὸς Ἀριστο- τέλης ἐν τῷ τρίτῳ τῆς πραγματείας δῆλον πεποίηκεν εἰπών “περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται καὶ ποῖόν τί ἐστι τὴν φύσιν καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον. λοιπὸν δὲ περὶ τῶν δυοῖν εἰπεῖν” δύο λέγων τὰς δύο συ- ζυγίας τῶν τεττάρων στοιχείων τοῖς δύο εἴδεσι τῆς κινήσεως τῳ τε ἀπὸ τοῦ μέσου καὶ τῷ πρὸς τὸ μέσον κρατουμένας, στοιχεῖα δὲ τὰ ἁπλᾶ κλῶν. ἐπεὶ δὲ τὰ μὲν σύνθετα πάντα γενητὰ καὶ φθαρτά ἐστι, τῶν δὲ ἁπλῶν τὰ μὲν ἀίδια τὰ δὲ γινόμενα καὶ φθειρόμενα, περὶ μὲν τῶν ἀιδίων ἐν τοῖς πρώτοις εἴρηται τῶν Περὶ οὐρανοῦ, περὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν ὡς μὲν ἁπλῶν ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῆς πραγματείας ἐκείνης· περὶ δὲ τῶν † γενητῶν μέλλων λέγειν πρῶτα συνέγραψε τὰ Περὶ γενέσεως καὶ δύο βιβλία τὰ κοινῶς πᾶσι τοῖς γινομένοις καὶ φθειρομένοις ἀκολουθοῦντα 4 νοοῦσι νοοῦσι ὁρῶσι F 6 ἔχειν τῆς ὕλης F 8 φυσικοῦ λόγου aD: φυσιολογικοῦ F cf. ad p. 9, 21 9 ταὐτὸ δ’ a, qualia adnotare fere supersedi cf. Praefatio p. vii 11 δὲ καὶ τούτων a τῶν (ante ἁπλῶν) om. a 12 περὶ τοῦ οὐρανοῦ a 13 κυρίου a καὶ (post ἄλλοις) om. a 14 αὐτῆς DF: αὐτοῦ a 16 παρει- λημμένα F 17 ὁ om. a Ἀλέξανδρος cf. Simpl. de Caelo p. 3 a 2. 11 sqq. Karst. κυκλοφορικοῦ a 18 φυσικοῦ σώματος DE: σώματος φυσικοῦ a καθόλου ἡ D: καθὸ ἡ F: ἤγουν. (om. καθόλου) a 20 post ὁμολογεῖ iterat καὶ αὑτὸς F 21 περὶ τοῦ συνθέτου a ὁ ἀριστοτἐλης F cf. de Caelo Tip. 298 b 6 22 ante δῆλον habet φησὶ omisso εἰπὼν F (unde Laur. 85, 1 haec δῆλον πεποίηκεν εἰπών in brevius φησὶ contraxit) 23 ἐστι om. Aristoteles 24 τῶν D: τοῖν aF 26 τῷ (ante πρὸς) om. F 31 τῶν om. F γενητῶν] immo συνθέτων vel γενητῶν ὡς συνθέτων quod habet a ᾗ. τοιαῦτα διδάσκων. τούτων δὲ λοιπὸν ἄλλα ἄλλοις ἰδίως πρόσεστι. καὶ 1r τὰ μὲν ὅσα ἐν τῷ προσεχῶς ὑπὲρ ἡμάς συνίσταται τόπῳ διὰ τῆς Μετεω- ρολογικῆς πραγματείας ἐδίδαξε, τῶν δὲ ἐν τῷ καθ’ ἡμᾶς τόπῳ ἐπειδὴ τὰ μέν ἐστιν ἔμψυχα τὰ δὲ ἄψυχα, περὶ μὲν τῶν ἀψύχων ἐν ταῖς Περὶ μετάλλων πραγματείαις διδάσκουσιν· τῶν δὲ ἐμψύχων τὰ μέν ἐστι ζῷα τὰ δὲ φυτὰ τὰ δὲ ζωόφυτα· περὶ μὲν οὖν ζῴων ἐν ταῖς περὶ ζῴων παντοδαπαῖς πρα- γματείαις διελέχθησαν πῇ μὲν ἱστορικῶς τὰ περὶ αὐτῶν ἀφηγούμενοι ὡς ἐν ταῖς Περὶ ζῴων ἱστορίαις, πῇ δὲ αἰτιολογικῶς διδάσκοντες, ὡς ἐν τοῖς Περὶ ζῴων γενέσεως καὶ μορίων καὶ κινήσεως καὶ ὕπνου καὶ τῶν τοιούτων. ὁμοίως δὲ καὶ περὶ φυτῶν κατὰ τὸν διττὸν τοῦτον ἐδίδαξαν τρόπον. ἡ μὲν οὖν διαίρεσις τοιαύτη τίς ἐστι τοῦ φυσικοῦ τῆς φιλοσοφίας κατὰ τὴν περι- πατητικὴν αἵρεσιν ὡς συνελόντι εἰπεῖν. τῆς δὲ προκειμένης πραγματείας ὁ σκοπὸς περὶ τῶν κοινῇ πᾶσιν ὑπαρχόντων τοῖς φυσικοῖς | πράγμασι καθ’ ὅσον εἰσὶ φυσικά, ταὐτὸν δὲ εἰπεῖν 1v σωματικά, διδάξαι. κοιναὶ δὲ πάντων αἱ ἀρχαὶ καὶ τὰ ταῖς ἀρχαῖς παρα- κολουθοῦντα. ἀρχαὶ δέ εἰσι τά τε αἴτια κυρίως λεγόμενα καὶ τὰ συναίτια· καὶ αἴτια μὲν τό τε ποιητικόν ἐστι καὶ τὸ τελικὸν κατὰ τούτους, συναίτια δὲ τό τε εἶδος καὶ ἡ ὕλη καὶ ὅλως τὰ στοιχεῖα. Πλάτων’ δὲ τοῖς μὲν αἰτίοις τὸ παραδειγματικὸν προστίθησι, τοῖς δὲ συναιτίοις τὸ ὀργανικόν. καὶ ὅτι μὲν περὶ τῶν κοινῇ πᾶσιν ὑπαρχόντων τοῖς φυσικοῖς ὁ τῆς πραγματείας ἐστὶ σκοπός, δηλοῖ μὲν εὐθὺς καὶ τὸ προοίμιον ἀναγκαῖον εἶναι λέγων τῷ φυσικῷ “πρῶτον διορίσασθαι τὰ περὶ τὰς ἀρχάς’’, δηλοῖ δὲ καὶ ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου λέγων “δῆλον οὖν ὡς διά τε ταῦτα καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων· ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν”. ἐπεὶ δὲ ἡ φύσις ποιητικόν πὼς προσεχῶς αἴτιον οὖσα τῶν φυσικῶν ἀρχὴ κινήσεως οὖσα δειχθήσεται καὶ πάν φυσικὸν σῶμα ὂν ἀρχὴν ἐν ἑαυτῷ κινήσεως ἔχει, ἀναγκαῖος ὁ περὶ κινήσεως λόγος τῷ φυσικῷ. ἐπεὶ δὲ τὸ κινούμενον ὑπὸ χρόνου μετρεῖται κατὰ τὴν κίνησιν καὶ σῶμα ὂν ἐν τόπῳ ἐστί, δεῖ καὶ περὶ χρόνου καὶ περὶ τόπου διδάξαι. ἐπειδὴ δὲ καὶ τὸ σῶμα καὶ ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ κίνησις συνεχῆ ἐστι, καὶ περὶ συνεχοῦς ἀνάγκη διαλαβεῖν. καὶ ταῦτα μὲν παρακολουθεῖ ταῖς φυσικαῖς ἀρχαῖς. ἐμπίπτει δὲ ζητήματα καὶ περὶ ἀπείρου καὶ περὶ κενοῦ, περὶ ἀπείρου μὲν ὅτι ἀνάγκη καὶ τὰ φυ- σικὰ σώματα καὶ τὴν κίνησιν καὶ τὸν τόπον καὶ τὸν χρόνον συνεχῆ ὄντα 2 ἐν τῷ supra add. F. 3 ἐδίδαξε DF: διδάσκει a 4 τῶν om. a περὶ (post ταῖς) DF: τῶν a 5 διδάσκουσιν DF: διδάσκει a, sed una comprehenduntur Aristotelis Theophrastique opera cf. V. Rose Ar, pseud, p. 261 7 διελέχθησαν F: διειλέχθησαν D: διηλέχθη a 8 διδάσκοντες DF: διδάσκων a ἐν τοῖς DF: ἐν ταῖς a 9 καὶ (ante κινήσεως) ora. a 10 ἐδίδαξαν F: ἐδίδαξε aD 11 post φυσικοῦ addebat μέρους Torstrik 15 κοιναὶ F et ut vid. D: κοινὰ a 18 πλάτων’ ’δε (sic) D: πλάτων’ γὰρ aF 21 καὶ] immo κατὰ λέγων Phys. Alp. 184a14 δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπι- στήμης πειρατέον διορίσασθαι πρῶτον τὰ π. τ. ἁ. 22 τὰ] τὸ F 23 τρίτου βιβλίου c. 1 p. 200 b 21 24 καὶ (ante καθόλου) om. D ταῦτα] πᾶσιν Ai-istoteles 25 κοινῶν ἐστιν Ar. ἐπεὶ δὲ aD: ἐπειδὴ F 27 αὐτῷ a 28 ἀναγκαῖος post λόγος collocat a καὶ διάστασιν ἔχοντα ἐπ’ ἄπειρον εἶναι διαιρετὰ καὶ ἢ ἄπειρα εἶναι ἢ πε- 1V περασμένα ἢ πῇ μὲν τὸ ἄπειρον ἔχειν πῇ δὲ τὸ πεπερασμένον· ἐπεὶ δὲ ὁ τόπος ἔδοξέ τισι διάστημά τι κενὸν εἶναι σώματος ἐστερημένον, εἰκότως ὁ περὶ κενοῦ λόγος ἐμπίπτει τῷ περὶ τοῦ τόπου, καὶ διότι τινὲς τῶν φυσι- κῶν καὶ οὐχ οἱ τυχόντες καὶ τὸ κενὸν ἐν ἀρχῆς ἔθεντο λόγῳ. περὶ τούτων οὖν ὁ τῆς φυσικῆς ἀκροάσεως σκοπός, ἃ κοινῇ πᾶσι τοῖς φυσικοῖς ὑπάρχει ἢ δοκεῖ μέν, οὐχ ὑπάρχει δέ.
Καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς λοιπὸν δήλη. περὶ γὰρ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς καθὸ φυσικά ἐστιν ὑπαρχόντων διδάσκουσα εἰκότως τὸ κοινὸν ὄνομα ἀπηνέγκατο ‘Φυσική’ ἐπιγραφεῖσα, ‘ἀκρόασις’ δὲ ὡς εἰς ἀκρίβειαν οὕτως ἠσκημένη ὡς εἰς ἀκρόασιν ἄλλων προτεθεῖσθαι. Ἄδραστος δὲ ἐν τῷ Περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων ἱστορεῖ παρὰ μέν τινων ‘Περὶ ἀρχῶν ἐπιγεγράφθαι τὴν πραγματείαν, ὑπ’ ἄλλων δὲ ‘Φυσικῆς ἀκροάσεως᾿ τινὰς δὲ πάλιν τὰ μὲν πρῶτα πέντε ‘Περὶ ἀρχῶν’ ἐπιγράφειν φησί, τὰ δὲ λοιπὰ τρία Περὶ κινήσεως. οὕτω δὲ φαίνεται καὶ Ἀριστοτέλης αὐτῶν πολλαχοῦ μεμνημένος.
Χρήσιμος δέ ἐστιν ἡ φυσιολογία οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον καὶ ἰατρικῇ καὶ μηχανικῇ τὰς ἀρχὰς παρέχουσα καὶ ταῖς ἄλλαις βοηθοῦσα τέχναις ἑκάστη γὰρ αὐτῶν δεῖται τὴν φύσιν καὶ τὰς κατὰ τὴν φύσιν διαφορὰς τῆς ὑποκειμένης αὐτῇ ὕλης ἐπεσκέφθαι) οὐδὲ ὅτι τὸ ἐν ἡμῖν τῆς ψυχῆς εἶδος τὸ σύστοιχον πρὸς τὴν τῶν φυσικῶν γνῶσιν τελειοῖ ὡς θεολογία τὸ νοερὸν καὶ ἄκρον, ἀλλ’ ὅτι καὶ πρὸς τὰς ἄλλας τῆς ψυχῆς τελειώσεις τὰ μέγιστα συντελεῖ. καὶ γὰρ ταῖς πρακτικαῖς ἀρεταῖς συλλαμβάνει, δικαιοσύνῃ μὲν καθ’ ὅσον ἐπιδείκνυσι τά τε στοιχεῖα καὶ τὰ μέρη τοῦ παντὸς ἀλλήλοις εἴκοντα καὶ ἀγαπῶντα τὴν ἑαυτῶν τάξιν καὶ τὴν ἰσότητα φυλάττοντα τὴν γεωμετρικὴν καὶ διὰ τοῦτο πλεονεξίας ἀφίστησι, σωφροσύνῃ δὲ τὴν φύσιν δεικνῦσα τῆς ἡδονῆς, ὅτι προηγούμενον μὲν οὐδέν ἐστιν ἀγαθόν, παρακολού- θῆμα δέ τι ἕως τότε σφοδρὸν καὶ αἱρετὸν δοκοῦν, ἕως ἔτι πολλῷ τῷ παρὰ φύσιν συνανακέκραται. καὶ μέντοι ἡ περὶ τὴν φυσικὴν θεωρίαν ἀσχολία ῥᾳδίως τὴν ψυχὴν μεθίστησιν ἀπό τε τῶν σωματικῶν ἡδονῶν καὶ τῆς περὶ τὰ ἐκτὸς πτοίας· δι’ ὧν σωφροσύνη καὶ δικαιοσύνη καὶ τὸ εὐσύμβολον ἐν τοῖς συναλλάγμασι περιγίνεται. ἀνδρεῖος δὲ τίς ἄν οὕτως εἴη ὡς ὁ ἀπὸ φυσιολογίας ἐγνωκὼς ὡς οὐδὲν αἰσθητὸν τοὐ παντός ἐστι μέρος τὸ ἡμέτερον ζῷον οὐδὲ τοῦ χρόνου τοῦ παντὸς τῆς ἡμετέρας ζωῆς τὸ μέτρον καὶ ὅτι τῷ γινομένῳ παντὶ φθορὰν ἀκολουθεῖν ἀναγκαῖον διάλυσιν οὖσαν εἰς τὰ ἁπλᾶ καὶ ἀπόδοσιν τῶν μερῶν εἰς τὰς οἰκείας ὁλότητας καὶ ἐκνεασμὸν τῶν γε.
γηρακότων καὶ ἀνάρρωσιν τῶν κεκμηκότων; τὸ δὲ νῦν ἢ μετ’ ὀλίγα ἔτη 1v φθείρεσθαι ἐν οὐδενὶ ἄν εἴη λόγῳ πρὸς τὸν τὴν ἀπειρίαν τοῦ χρόνου διε- γνωκότα· εἰ δὲ καὶ τὴν χωριστὴν ὑπεροχὴν τῆς ψυχῆς ἐννοῶν πρὸς τὰς ἀπὸ τοῦ σώματος προσγινομένας ἀσχολίας αὐτὴν παραβάλλοι, τότε ἄν τελέως ἀγαπήσοι τὸν θάνατον· ὁ δὲ πρὸς θάνατον οὕτως ἔχων τί ἄν ἄλλο τῶν δο- κούντων δεινῶν καταπτήξειε; φρονήσεως δὲ αὐτόθεν ἐστὶ ποιητικὴ πολὺ τὸ συγγενὲς ἐχούσης πρὸς τὸ γνωστικὸν τῆς ψυχῆς. μεγαλοψύχους δὲ καὶ με. γαλόφρονας ποιεῖ πείθουσα μηδὲν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μέγα· ὀλίγοις τε ἀρκουμένους καὶ διὰ τοῦτο ὧν τε ἔχουσι κοινωνοῦντας ἑτοίμως καὶ λαμ- βάνειν παρ’ ἄλλων οὐδὲν δεομένους ἐλευθερίους ἀποτελεῖ. τὸ δὲ μέγιστον αὐτῆς ἀγαθόν, ὅτι καὶ πρὸς τὴν τῆς ψυχικῆς οὐσίας γνῶσιν καὶ πρὸς τὴν τῶν χωριστῶν καὶ θείων εἰδῶν θεωρίαν ὁδός ἐστι καλλίστη, ὡς καὶ Πλάτων’ δηλοῖ ἀπὸ τῶν φυσικῶν κινήσεων ὁρμηθεὶς ἐπὶ τὴν εὕρεσιν τῆς τε αὐτο- κινήτου οὐσίας καὶ τῆς νοερᾶς καὶ θείας ὑποστάσεως, καὶ Ἀριστοτέλης δὲ ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ ἀπὸ τοῦ ἀιδίου τῆς κυκλικῆς κινήσεως τὸ ἀκίνητον καὶ πάσης κινήσεως αἴτιον ἀνερευνῶν. ἔτι δὲ τὸ πρὸς τὴν θείαν ὑπεροχὴν σέβας αὕτη | μάλιστα διαθερμαίνει, καλῶς ἐκ τῆς τῶν ὑπ’ αὐτοῦ 2r γινομένων ἀκριβοῦς κατανοήσεως εἰς θαῦμα καὶ μεγαλειότητα τοῦ ποιήσαντος ἀνεγείρουσα· τῷ δὲ θαύματι τούτῳ ἡ πρὸς τὸν θεὸν συμπάθεια καὶ πίστις καὶ ἐλπὶς ἀσφαλεῖς συνακολουθοῦσι. καὶ διὰ ταῦτα μάλιστα φυσιολογίαν ἀσκητέον. οὕτως οὖν χρησίμου τῆς φυσιολογίας οὔσης χρησιμωτάτη ἂν εἴη δικαίως ἡ παροῦσα πραγματεία τὰς ἀρχὰς ἡμᾶς τῆς ὅλης φυσιολογίας ἀνα- διδάσκουσα, ὧν ἐκτὸς ἀδύνατον φυσιολογικὴν ἔχειν ἐπιστήμην, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἀρχόμενος εὐθὺς τῆς συγγραφῆς ἐνεδείξατο “τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον’’ εἰπών, “ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων.
Εἰ δὲ καὶ περὶ τῆς τάξεως τοῦ συγγράμματος χρὴ λέγειν, ὅτι μὲν τῶν φυσικῶν προηγεῖται πάντων ὡς τὰς ἀρχὰς διδάσκον τὰς φυσικάς, πρόδηλον καὶ ἐκ τῆς παρατεθείσης ῥήσεως· μετὰ δὲ τὰς ἠθικὰς πραγματείας τὰς τὸ ἦθος ἡμῶν καταρτυούσας καὶ τὰς λογικὰς τὰς τὸ κριτήριον ἡμῖν τῆς ἀλη- θείας εὐτρεπιζούσας τὰς φυσικὰς χρὴ πραγματείας παραλαμβάνεσθαι.
Ὅτι δὲ γνήσιον τοῦ Ἀριστοτέλους τὸ βιβλίον, περιττὸν ἀναμφίλεκτον ὑπάρχον καὶ ἐν πολλοῖς τῶν ἀναμφιλέκτων συγγραμμάτων 2 φθείρεσθαι DF: φθαρησόμενον a 4 παραβάλοι F 5 ἀγαπήσοι a: ἀγαπήσῃ DF. futurum cum ἄν quin adhibuerit Simplicius idque sensu paululuin ab aoristo et prae- senti diverse dubitari nequit cf. f. 49v27. 182r45. 284v47. 289r28. 293v18. 307r50 alias, ergo cave ἀγαπήσαι sive potius illius more ἀγαπήσειε corrigas 6 αὐτό- θεν F: αὐτόθ’ D: αὐτόθι a 10 οὐδὲν DF: μηδὲν a 11 οὐσίαν F πρὸς τὸν τῶν F 13 δηλοῖ] δείκνυσιν a 14 δὲ om. F 16 ἀνευρὼν F ἔτι δὲ DF: ἔστι δὲ a 17 καλῶς e margine illatiim coniecit Torstrik αὐτοῦ sc. θεοῦ 18 θαῦμα τῆς μεγαλειότητος coni. Torstrik τοῦ ποιήματος F2 21 οὕτως οὖν F: οὕτω γοῦν aD 23 post αὐτὸς add. ὁ F 25 ἀρχόμενος Phys. Α 1 p. 184a 12 γὰρ om. a 29 καὶ om. a 30 καταρτυούσας DF (cf. Plut. dc r. rat. aud. 2 p. 38 D): καταρτιζούσας a 33 ἀμφίλεκτον F1, corr. F2 ἀμφιλίκτων F1 corr. F2 μνήμης παρὰ τοὐ Ἀριστοτέλους τυγχάνον καὶ τῶν σπουδαιοτάτων αὐτοῦ 2r μαθητῶν καὶ τῶν ἀπὸ τῆς αἱρέσεως πάντων μεμνημένων, τῶν δὲ καὶ κε- φάλαια αὐτῆς καὶ συνόψεις ποιουμένων.
Διχῇ δὲ τὴν πρώτην τῆς ὅλης πραγματείας διῃρημένης τὰ μὲν πρῶτα Ἄδραστος λέγει πέντε βιβλία <ὅτι> περί τε τῶν φυσικῶν ἀρχῶν πασῶν καὶ τῶν ταύταις ἀκολουθούντων καὶ τῶν εἰς ζήτησιν παρεμ- πιπτόντων, ἀπὸ δὲ τοῦ ἕκτου βιβλίου τὸν περὶ κινήσεως ἀναλαβὼν λόγον ἐν τοῖς τρισὶ τοῖς λοιποῖς τὰ παντοδαπὰ περὶ κινήσεως φυσικὰ θεωρή- ματα παραδίδωσι· διὸ τὰ μὲν πρῶτα πέντε Περὶ ἀρχῶν εἴωθε καλεῖν ὁ Ἀριστοτέλης, τὰ δὲ ἐφεξῆς Περὶ κινήσεως. τῶν δὲ Περὶ ἀρχῶν ἐν μὲν τῷ πρώτῳ περὶ τῶν συναιτίων διδάσκει, τῆς τε ὕλης φημὶ καὶ τοῦ εἴδους καὶ τῆς ἀντικειμένης τῷ εἴδει στερήσεως· ἐν δὲ τῷ δευτέρῳ περὶ τοῦ προσεχῶς ποιητικοῦ αἰτίου, ὅπερ τὴν φύσιν εἶναί φησι, καὶ μέντοι καὶ περὶ τοῦ τελικοῦ. ἐπειδὴ δέ ἐστί τινα καὶ ἄλλα ποιητικὰ δοκοῦντα αἴτια, κατὰ συμβεβηκὸς ἔχοντα τοῦτο ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον, οὐδὲ τὸν τούτων διορισμὸν ἀδιάρθρωτον καταλέλοιπεν. ὁρισάμενος δὲ τὴν φύσιν ἀρχὴν κινήσεως καὶ ὅλως τῶν φυσικῶν κατὰ κίνησιν χαρακτη- ριζομένων, ἐν τῷ τρίτῳ τί ποι’ ἔστιν ἡ κίνησις ἥ τε κοινὴ καὶ ἕκαστον αὐτῆς εἶδος ἀναδιδάσκει. ἐπεὶ δὲ συνεχὴς ἡ φυσικὴ κίνησις, τὸ δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν, καὶ περὶ συνεχοῦς καὶ περὶ ἀπείρου διαλέγεται κατὰ τὸ τρίτον βιβλίον. σώματα δὲ ὄντα τὰ φυσικὰ καὶ θέσιν ἔχοντα τόπου δεῖται ἐν ᾧ τε ἔσται καὶ ἐν ᾧ κινηθήσεται. διὸ καὶ περὶ τόπου διέξεισιν ἐν τῷ τετάρτῳ. κενὸν δὲ διάστημα τινῶν τὸν τόπον ὑπολαμβανόντων καὶ ἐν ἀρχῆς λόγῳ τὸ κενὸν τιθέντων τινῶν, εἰκότως καὶ τὰς περὶ τοῦ κενοῦ ζη- τήσεις ἀνακινεῖ. πάσης δὲ κινήσεως ὑπὸ χρόνου μετρουμένης, ἀναγκαῖον ἦν καὶ περὶ χρόνου τὸν φυσικὸν πολυπραγμονεῖν. καὶ οὕτως τὸ τέταρτον συνεπεράνατο βιβλίον. ἐν τῷ πέμπτῳ δὲ τὴν κίνησιν ἀκριβῶς ἀπὸ τῶν ἄλλων μεταβολῶν διέκρινε καὶ τὴν ἀντίθεσιν τῶν τε κινήσεων πρὸς ἀλλήλας καὶ τῶν ἠρεμιῶν πρός τε τὰς κινήσεις καὶ πρὸς ἀλλήλας διώρισε καὶ τὴν μίαν κίνησιν ἥτις ποτέ ἐστι περιέγραψεν.
Ἀλλ’ ὀλίγα ἔτι προσθεὶς ἐπὶ τὴν λέξιν τραπήσομαι. τῶν γὰρ πρὸ τοῦ Πλάτωνος φιλοσοφησάντων οἱ μὲν περὶ Θαλῆν καὶ Ἀναξίμανδρον καὶ τοὺς τοιούτους, ἅτε πρώτως τότε μετὰ τὸν κατακλυσμὸν καὶ τὴν τῶν ἀναγκαίων περιποίησιν φιλοσοφίας ἀρξαμένης ἐν τῇ ‘Ελλάδι, τὰς τῶν φύσει γινομένων αἰτίας ζητοῦντες ἅτε κάτωθεν ἀρχόμενοι τὰς ὑλικὰς καὶ στοιχειώδεις ἀρχὰς ἐθεάσαντο καὶ ἐξέφηναν ἀδιορίστως ὡς πάντων τῶν ὄντων τὰς ἀρχὰς ἐκ- 3 αὐτῆς aD (sc. τῆς φυσικῆς ἀκροάσεως): αὐτοῖς F 5 λέγει] τε λέγει F ὅτι ad- didi τε (post περί) F: oiu. aD ἐστι DF: εἶναι a 8 θεωρήματα] προβλήματα statim corr. F 13 προσεχῶς a: προσεχοῦς DF 14 καὶ (ante περὶ) om. F 17 τὴν post κατὰ add. a 18 καὶ (post ἥ τε) scripsi: καθ’ F: καὶ καθ’ aD 10 αὐτῆς om. a ἐπεὶ δὲ aD: ἐπειδὴ F 20 περὶ (ante ἀπείρου) om. a 23 κενὸν δὲ cf. ad p. 4, 3. 4 24 τινῶν τὸ κενὸν τιθέντων a περὶ (post τὰς) om. F 27 ἀκριβῶς om. a 30 ἥ τις aF: ἅ τίς D 34 ἄτε κάτωθε ἀρχόμενοι DF: om. a φαίνοντες. Ξενοφάνης δὲ ὁ Κολοφώνιος καὶ ὁ τούτου μαθητὴς Παρμενίδης 2r καὶ οἱ Πυθαγόρειοι τελεωτάτην μὲν περί τε τῶν φυσικῶν καὶ τῶν ὑπὲρ τὴν φύσιν, ἀλλ’ αἰνιγματώδη τὴν ἑαυτῶν φιλοσοφίαν παραδεδώκασιν. Ἀναξα- γόρας δὲ ὁ Κλαζομένιος ἐπέστησε μὲν ποιητικὸν αἴτιον τὸν νοῦν, ἐν δὲ ταῖς αἰτιολογίαις ὀλίγιστα αὐτῷ προσεχρήσατο, ὡς ὁ ἐν Φαίδωνι Σωκράτης ἐπέ- σκηψε. καὶ ἴσως οὐδὲν ἄτοπον τοῦτο. καὶ γὰρ καὶ ὁ Τίμαιος αὐτός τε καὶ ὃν ὁ Πλάτων’ ὑπεκρίνατο καίτοι ποιητικὸν καὶ παραδειγματικὸν καὶ τε- λικὸν αἴτιον τῶν γινομένων προυποθέμενοι, ὅμως τὰς τῶν σωματικῶν αἰτίων ἀποδόσεις ἀπό τε τῶν ἐπιπέδων καὶ τῶν σχημάτων καὶ ὅλως ἀπὸ τῆς τῶν στοιχείων φύσεως ἐποιήσαντο. πλὴν ὅ γε Πλάτων’ τά τε τῶν Πυθαγορείων καὶ τῶν ’Eλεατικῶν ἐπὶ τὸ σαφέστερον προαγαγὼν τά τε ὑπὲρ τὴν φύσιν ἐξύμνησεν ἀξίως κἀν τοῖς φυσικοῖς καὶ γενητοῖς τὰς στοιχειώδεις ἀρχὰς τῶν ἄλλων διέκρινε καὶ στοιχεῖα πρῶτος αὐτὸς ὠνόμασε τὰς τοιαύτας ἀρχάς, ὡς ὁ Εὔδημος ἱστορεῖ, καὶ τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ ἔτι πρὸς τούτῳ τὸ παραδειγματικόν, τὰς ἰδέας, αὐτὸς θεασάμενος διέκρινε· καὶ γὰρ τὴν ὕλην ταῖς αὐταῖς χρώμενος ἐννοίαις ἐς ὕστερον Ἀριστοτέλης ἀνεῦρε, καὶ τὸ εἶδος ὁμοίως· ποιητικόν τε αἴτιον τὸν θεῖον ἐφίστησι νοῦν καὶ τε- λικὸν τὴν τούτου ἀγαθότητα, δι’ ἣν τὸ αἰσθητὸν πᾶν πρὸς τὸ νοητὸν πα- ράδειγμα ἀφωμοίωσεν. ὁ δέ γε Ἀριστοτέλης τῶν μὲν πρὸ τοῦ Πλάτωνος φυσιολόγων διήνεγκεν οὐ μόνον τὸ ποιητικὸν αἴτιον ἐπιστήσας, ἀλλ’ ὅτι καὶ τὰ ὑλικὰ αἴτια ἀρχοειδέστερον ἐθεάσατο. ἐκείνων γὰρ ἢ τἀς ὁμοιομερείας ἢ ἕν τι τῶν τεττάρων | στοιχείων ἢ πλείονα ἢ πάντα ὑποθεμένων ἢ μέχρι 2v τῶν ἀτόμων σωμάτων ἐλθόντων, αὐτὸς καὶ τὰς ὁμοιομερείας καὶ τὰ τέσσαρα στοιχεῖα διέλυσε καὶ αὐτὴν τὴν σωματικὴν φύσιν εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος ἀνέλυσεν, ὡς πρὸ αὐτοῦ Πλάτων’ καὶ πρὸ τοῦ Πλάτωνος ὁ Πυθαγορικὸς Τίμαιος, προσεχῆ μὲν τὰ τέτταρα στοιχεῖα ποιήσαντες, πρὸ ἐκείνων δὲ τὰ ἐπίπεδα, ἀρχὰς δὲ πρώτας στοιχειώδεις τὴν ὕλην καὶ τὸ εἶδος. ὁμοῦ δὲ " καὶ τοῦ Πλάτωνος καὶ τῶν πρὸ Πλάτωνος ἁπάντων διήνεγκεν Ἀρι- στοτέλης, ὅτι περὶ τῶν φυσικῶν πραγμάτων ἢ ὡς περὶ πάντων τῶν ὄντων διαλεγομένων, ὡς πρὸ τοὐ Πλάτωνός τινες, ἢ ὡς περὶ κόσμου καὶ μερῶν κόσμου καὶ ἐν τοῖς περὶ κόσμου τὰ ἐνταῦθα ζητούμενα ἀνακινούντων, ὡς αὐτός τε ὁ Πλάτων’ καὶ τῶν πρὸ αὐτοῦ τινες, ὁ Ἀριστοτέλης καὶ τὰ φυ- σικὰ διέκρινεν ἥντινα ἐν τοῖς οὖσιν ἔχει τάξιν καὶ ὡς εἰ μηδὲ ἦν κόσμος, περὶ αὐτοῦ καθ’ αὑτὸ διδάσκει τοῦ φυσικοῦ σώματος· κἀν τοῖς στοιχείοις δὲ τὴν στέρησιν ὡς ἄλλο τι τῆς ὕλης οὖσαν αὐτὸς ἀπέδειξε, τοῦ Πλάτωνος 2 τελειοτάτην a 5 ὀλίγα a ἐν Φαίδωνι] p. 98 Β 6 καὶ (post γὰρ) om. F 7 καίτοι DF: τὸ a 9 καὶ τῶν om. a 10 τά τε τῶν F: τά τε D: τὰ τῶν a 12 καὶ (superscr. ἐν) F 13 πρώτως D 16 τούτω D cf. p. 10,34: τοῦτο F: τούτοις a αὐτὸς om. F 20 μόνον τὸ (sod ead. m. ὦ superser.) ’: μόνον τῶ D uude conicias τῷ τὸ—ἐπιστῆσαι 24 εἴς τε τὸ εἶδος καὶ τὴν ὕλην a 25 τοῦ post καὶ om. F 28 post πρὸ add. τοῦ a ante Ἀριστοτέλης add. ὁ a 30 ὡς οἱ πρὸ a μερῶν κόσμου DF: τῶν τοῦ κόσμου μερῶν a 31 καὶ (ante ἐν) oin. a 00 ὅ τινα D 35 τοῦ Πλάτωνος ὡς ταὐτὸ τῇ ὕλῃ ἀφορισαμένου τὴν στέρησιν temptabat Torstrik τῆς ὕλης ἢ κατὰ τὴν ὕλην ἀφορισαμένου τὴν στέρησιν. καὶ τὺ ποιητικὸν- 2v δὲ αἴτιον τῶν μὲν ἄλλων παραλιμπανόντων, του ’δε Ἀναξαγόρου καὶ του Πλάτωνος, ταὐτὸν δὲ εἰπεῖν τῶν Πυθαγορείων, τὸν θεῖον νοῦν τιθέντων, αὐτὸς τὸ προσεχὲς ζητῶν τῶν φύσει γινομένων ποιητικὸν αἴτιον τὴν φύσιν εἶναί φησιν, ἣν ὁ Πλάτων’ ἐν τῷ ὀργανικῷ τέθεικε κινουμένην μὲν ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα. οὐ μέντοι οὐδὲ Ἀριστοτέλης ἐπὶ τῆς φύσεως ἔμεινεν ὡς ἐπὶ πρώτης ἡ κυρίως ποιητικῆς, ἀλλ’ αὐτὸς ἐπὶ τὸ ἀκίνητον καὶ πάντων κινητικὸν αἴτιον ἀνῆλθε καὶ πάντα τούτου ἐξῆψεν ἐπὶ τέλει τῆσ- δε τῆς πραγματείας τὰ κινούμενα. καὶ τὸ εἶδος δὲ τῆς τοῦ ἀνδρὸς τούτου φυσιολογίας διήνεγκε τῶν μὲν παλαιοτέρων, καθ’ ὅσον τὸ ἐκείνων εἰς τὸ σαφέστερον μετέβαλε καὶ ἀκρίβειαν ταῖς ἀποδείξεσι προσέθηκε, τοὐ δὲ Πλάτωνος, καθ’ ὅσον προφανεστέρας τίθησι τὰς τῶν ἀποδείξεων ἀνάγκας καὶ τὰς ἀρχὰς αὐτῶν ἀπό τε τῆς αἰσθήσεως καὶ ἀπὸ τῶν προ- χείρων δοξῶν σπουδάζει λαμβάνειν, πάντων δὲ ὁμοῦ τῷ πάντα τὰ τῆς φυ- σιολογίας μέρη μέχρι τῶν μερικωτάτων ἀπεξεργάσασθαι.
Διχῇ δὲ διῃρημένων αὐτοῦ τῶν συγγραμμάτων εἴς τε τὰ ἐξωτερικὰ οἷα τὰ ἱστορικὰ καὶ τὰ διαλογικὰ καὶ ὅλως τὰ μὴ ἄκρας ἀκριβείας φροντί- ζοντα καὶ εἰς τὰ ἀκροαματικά, ὧν καὶ αὕτη ἐστὶν ἡ πραγματεία, ἐν τοῖς ἀκροαματικοῖς ἀσάφειαν ἐπετήδευσε διὰ ταύτης τοὺς ῥᾳθυμοτέρους ἀπο- κρουόμενος, ὡς παρ’ ἐκείνοις μηδὲ γεγράφθαι δοκεῖν· τοιγαροῦν Ἀλεξάνδρου μετὰ τὴν Περσῶν καθαίρεσιν τάδε πρὸς αὐτὸν γεγραφότος “Ἀλέξανδρος Ἀριστοτέλει εὖ πράττειν. οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων. τίνι γὰρ ἔτι διοίσομεν ἡμεῖς τῶν ἄλλων, εἰ καθ’ οὓς ἐπαι- δεύθημεν λόγους, οὗτοι πάντων ἔσονται κοινοί. ἐγὼ δὲ βουλοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢ ταῖς δυνάμεσι διαφέρειν’’, αὐτὸς τάδε ἀντέ- γραψεν “Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ εὗ πράττειν. ἔγραψάς μοι περὶ τῶν ἀκροαματικῶν λόγων, οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις· ἴσθι οὗν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους. συνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν. ἔρρωσο.’’ Πλούταρχος δὲ ὁ Χαιρωνεὺς ἐν τῷ δρου βίῳ ἐπὶ τῇ ἐκδόσει τῆς Μετὰ τὰ φυσικὰ ταῦτα γεγράφθαι φησίν.
p. 184a10 ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι.
Τὸ προοίμιον εὐθὺς τὸν σκοπὸν ἐκφαίνει τοῦ συγγράμματος, ὅτι περὶ τῶν φυσικῶν ἀρχῶν ἐστι· πειρατέον γάρ, φησί, πρῶτον διορίσασθαι τὰ περὶ τὰς φυσικὰς ἀρχάς. καὶ τὴν ἀναγκαίαν δὲ χρείαν τοῦ περὶ τῶν ἀρχῶν 1 ἢ om. F 4 post αὐτὸς iaserit φύσιν εἶναι φησὶ expuncta F 6 οὐδὲ ὁ ἀριστο- τέλης F 7 ἀλλ’ DF: ἀλλὰ καὶ a 11 εἰς DF: ἐπὶ a 12 προφανεστέρας F cf. p. 15,28: ἀσθενεστέρας Da 13 αὐτὸς a τῶν αἰσθήσεων F 14 σπουδάζει DF: σπουδάζων a 15 ἀπεξεργάσασθαι D: ἐπεξεργάσασθαι aF 20 ἐκείνης a ἀλέ- ξανδρος D 24 κεινοί a 25 post διαφέρειν deest ἔρρωσο cf. Gell. N. Α. XX 5 11 28 καὶ (post αὐτοὺς) om. F. 29 Ἀλεξάνδρου βίῳ c. 7 30 θεωρίας ante ταῦτα add. F 32 hinc E ad DF accedit 33 τὰ περὶ E: τὸ περὶ aDF cf. Aristoteles 1. c. λόγου σαφῶς παράδειξεν οὓτω πως συλλογισάμεωος. τὰ φυσικὰ ἀρχὰς ἔχει· 2v τὰ ἀρχὰς ἔχοντα ἐπίστασθαι συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν· τὰ ἄρα φυσικὰ ἐπίστασθαι συμβαίνει ἐκ τοὐ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν· ἀναγκαία ἄρα τῷ φυσιολογικὴν ἐπιστήμην ἕξοντι ἡ τῶν ἀρχῶν τῶν φυσικῶν γνῶσις. ἀλλ’ ὅτι μέν εἰσιν ἀρχαὶ τῶν φυσικῶν, ἐφεξῆς ἅπας ὁ λόγος δείξει καὶ οὐ δεῖται νῦν ἀποδείξεως· διὸ οἶμαι ταύτην αὐτὸς τὴν πρότασιν παρῆκεν. ὁ μέντοι Θεόφραστος ἐν ἀρχῇ τῶν ἑαυτοῦ Φυσικῶν καὶ ταύτην ἀνέδειξε λέγων “τὸ μέντοι τῶν φυσικῶν ἀρχὰς εἶναι δῆλον ἐκ τοῦ τὰ μὲν φυσικὰ σώματα εἶναι σύνθετα, πᾶν δὲ σύνθετον ἀρχὰς ἔχειν τὰ ἐξ ὧν σύγκειται· ἅπαν γὰρ τὸ φύσει ἢ σῶμά ἐστιν ἢ ἔχει γε σῶμα· ἄμφω δὲ σύνθετα”. ὁ δὲ Πορφύριος οὐδὲ φυσικοῦ φησιν εἶναι τὸ ζητεῖν, εἰ εἰσὶν ἀρχαὶ τῶν φυ- σικῶν, ἀλλὰ τοῦ ἀναβεβηκότος• ὁ γὰρ φυσικὸς ὡς δεδομέναις χρῆται. ἔτι δὲ μᾶλλον φαίη ἄν τὸ τίνες αἱ ἀρχαὶ τοῦ ἀναβεβηκότος εἶναι ζητεῖν. οὐδὲ γὰρ ὁ γεωμέτρης ἢ ὁ ἰατρὸς τὰς ἑαυτοῦ ἀρχὰς ἀποδείκνυσιν, ἀλλ’ ὡς οὔσαις καὶ τοιαῖσδε οὔσαις χρῆται. πῶς οὗν οἱ φυσικοὶ σχεδόν τι πάντες τὰς ἀρχὰς ζητοῦσι τῶν φυσικῶν; ἡ ὅτι μὲν σύνθετα τὰ φυσικὰ καὶ ἀρχὰς ἔχοντα καὶ τάσδε τὰς ἀρχὰς τοῦ φυσικοῦ ἐστιν ἀποδεικνύναι, ὡς καὶ τοῦ ἰατροῦ ὅτι ἐκ τῶν τεττάρων στοιχείων τὸ ἀνθρώπειον σῶμα καὶ τοῦ γραμματικοῦ ὅτι ἐκ τῶν εἰκοσιτεττάρων στοιχείων ὁ λόγος. τίνα δὲ ἕκαστον τῶν στοιχείων ἔχει δύναμιν, τοῦ ἀναβεβηκότος ἐστὶν ἐπὶ μὲν τῶν γραμμάτων τοῦ μου- σικοῦ, ἐπὶ δὲ <τοῦ> ἀνθρωπείου σώματος τοῦ φυσιολόγου, ἐπὶ | δὲ τῶν φυ- 3r σικῶν ἀρχῶν τοῦ πρώτου φιλοσόφου. διὸ καὶ ὁ Ἀριστοτέλης ὅτι ἐστὶν ἡ ὕλη καὶ τὸ εἶδος ἀρχαὶ τῶν φυσικῶν δείξας τὴν μὲν ὕλην ἐξ ἀναλογίας γινώσκεσθαί φησι καίτοι τοῦ πρώτου φιλοσόφου καὶ ἀπὸ τῶν αἰτίων αὐτὴν δεικνύντος, “περὶ δὲ τῆς κατὰ τὸ εἶδος, φησίν, ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσί, δι’ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶ διορίσασθαι· ὥστε εἰς ἐκεῖνον τὸν καιρὸν ἀποκείσθω”. ὅτι δὲ τὰ ἔχοντα ἀρχὰς τότε συμβαίνει ἐπίστασθαι ὅταν αἱ ἀρχαὶ αὐτῶν γνωσθῶσι, τέθεικε μὲν καὶ ὡς ἀξίωμα· διὸ τῷ παρασυναπτικῷ καλουμένῳ χρῆται συνδέσμῳ, καθ’ ὃν τὸ ἡγούμενον ὡς ὁμολογούμενον λαμβάνεται· εἰ γὰρ ἐπιστήμη ἐστὶν ἡ δι’ ἀποδείξεως γνῶσις, ἀπόδειξις δέ ἐστι συλλογισμός, οὗτος δὲ ἀπὸ ἀρχῶν, δῆλον ὅτι ἡ ἐπιστήμη γνῶσίς ἐστι δι’ ἀρχῶν. πλὴν καὶ παρεμυ- θήσατο αὐτὸ ἐκ τῆς ἐπαγωγῆς καὶ τῆς κοινῆς ὑπολήψεως. “τότε γάρ, φησίν, οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων ”. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα ἐπήγαγε τὸ τὰ ‘φυσικὰ ἄρα ἐπίστασθαι συμβαίνει ἐκ τοὐ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν’, ἀλλὰ τὸ ἑπόμενον τῷ συμπεράσματι· 2 τὰ ἀρχὰς — τὰς ἀρχὰς in marg. Ε 3 τὰ ἄρα — γνωρίζειν DE: om. a 7 αὐ- τοῦ a 9 εἶναι σύνθετα DE: σύνθετα εἶναι aF 10 γε om. a 13 τὸ DEF: τις a 14 αὑτοῦ aF τι om. a 16 ὅτε D 21 τοῦ (ante ἀνθρωπείου) add. a: om. DEF φυσιολόγου EF: φυσικοῦ λόγου aD 24 αἰτιῶν a 25 φησίν Phys. Α 9 p. 192a34 φασίν a 26 ἔργον om. a 27 διορίσαι 32 ἐστι δι’ ἀρχῶν DF: ἐστι διὰ ἀρχῶν Ε: ἐστιν ἀπ’ ἀρχῶν a δεῖ γάρ, φησί, τῆς περὶ φύσεως ἐπιστήμης διορίσασθαι πρῶτον 3r τὰ περὶ τὰς ἀρχάς, συλλαβὼν ἐν τούτῳ καὶ τὸ συμπέρασμα.
Ὁ μέντοι Εὔδημος ἀρχόμενος τῶν Φυσικῶν ἀνωτέρω τὸν λόγον ἐπήγαγε καὶ δείξας ὅτι πρὸς μὲν τὰς πράξεις εὐχρηστότερον εἰδέναι τὰ καθ’ ἕκαστα, πρὸς δὲ θεωρίαν τὰ κοινά, “κοινότατον, φησί, φαίνεται περὶ τὰς ἐπιστήμας τὸ τῶν ἀρχῶν· ὑπάρχουσι γάρ τινες καθ’ ἑκάστην. τούτων δὲ οὕτως ἐχόντων ἀναγκαῖον τῶ φυσιολογοῦντι τὰς ἀρχὰς πρῶτον ἐπισκέψασθαι” καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος. ἔστι δὲ ἄξιον ζητεῖν τί ἀρχὴ καὶ τί αἴτιον καὶ τί στοιχεῖον. καὶ γὰρ ὁ μὲν Ἀλέξανδρος διαφέρειν ταῦτα ἀλλήλων φησὶ τῷ ἀρχὴν μὲν λέγεσθαι ἰδίως τὸ ποιητικόν, ὅθεν ἡ ἀρχὴ τῆς κινή- σεως, αἴτιον δὲ τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος ἐν γὰρ τοῖς φύσει τὸ οὗ ἕνεκα τοῦτο), στοιχεῖον δὲ τὸ ἐνυπάρχον ὡς τὴν ὕλην. ἔοικε δὲ τῷ Εὐδήμῳ κα- τακολουθεῖν ὁ Ἀλέξανδρος λέγοντι ὅτι “τοῦ αἰτίου τετραχῶς λεγομένου τὸ μὲν στοιχεῖον κατὰ τὴν ὕλην λέγεται· ἐνυπάρχειν γὰρ δοκεῖ τὰ στοιχεῖα, ὥσπερ ἐν διαλέκτῳ τὰ γράμματα· οὕτω καὶ ὁ χαλκὸς αἴτιος λέγεται τῆς πολυχρονιότητος τῶν ἔργων· αἴτιον δὲ λέγεται καὶ ὅθεν ἡ κίνησις· φαμὲν δὲ εἶναι ταύτην ἀρχήν, ὅθεν νεῖκος λοιδορίας ἀρχή· τὴν μὲν οὖν ἀρχὴν καὶ τὸ στοιχεῖον οὕτω λέγουσιν αἴτια· τὸ δὲ οὗ ἕνεκα οὐκ ἐπιδέχεται ’τον του στοιχείου λόγον· οὐ γὰρ ἐνυπάρχει ἐν τῷ αἰτιατῷ οἷον ἐν τῷ περιπα- τεὶν ἡ ὑγίεια οὐδὲ ἀρχὴ τοῦ περιπατεῖν ἡ ὑγίεια φαίνεται, ἀλλὰ μᾶλλον αἰτία. τὸ δὲ οὗ ἕνεκα καὶ τὸ εἶδος σύνεγγυς φαίνεται καὶ πολλάκις τὰ αὐτά. διὸ μάλιστα ἔοικεν αἰτίῳ τὸ οὗ ἕνεκα’’. τοιαῦτα μὲν καὶ τὰ τοῦ Εὐδήμου. θαυμαστὸν δὲ εἰ μὴ ὑπάρχει τὸ εἶδος ἐν τῷ αἰτιατῷ, εἰ μὴ ἄρα εἶδος τὸ καθόλου λέγουσιν.
Ὁ μέντοι Πορφύριος ‘‘ἕνα μὲν τρόπον ἀρχὴν λέγει, φησίν, ὅθεν ἡ πρώτη κίνησις γίνεται· ἔστι δὲ τοιαύτη ἡ ἀφ’ οὗ ὡς ὁδοῦ τὸ πρῶτον· οὕτω δὲ καὶ νεὼς μὲν τρόπις, οἰκίας δὲ θεμέλιος· τούτῳ δὲ τῷ σημαινο- μένω ἀντίκειται ἡ τελευτή· ἕτερον δὲ τρόπον ὡς τὸ ὑφ’ οὗ, ὡς ἡ φύσις τῶν φυσικῶν καὶ ἡ τέχνη τῶν τεχνητῶν· ἀρχὴ δὲ καὶ τὸ οὗ ἕνεκα, οἷον ἀθλήσεως ἡ νίκη· κατ’ ἄλλον δὲ τρόπον ἀρχὴ λέγεται, ἐξ οὗ πρῶτον ἐνυπάρχοντος γίνεταί τι, ὡς οἰκίας λίθοι καὶ ξύλα ἀρχὴ ὡς ὕλη· ἀρχὴ δὲ καὶ ἡ μορφὴ καὶ τὸ σχῆμα καὶ ὅλως τὸ εἶδος. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης τὸ ἐν τῇ ὕλῃ μόνον θεασάμενος εἶδος τοῦτο ἔλεγεν ἀρχήν, ὁ δὲ Πλάτων’ πρὸς τούτῳ καὶ τὸ χωριστὸν ἐννοήσας εἶδος τὴν παραδειγματικὴν ἀρχὴν προ- σεισήγαγε· τετραχῶς οὖν ἡ ἀρχὴ κατὰ τὸν Ἀριστοτέλην· ἡ γὰρ τὸ ἐξ οὗ 3 Εὔδημος fr. 2 p. 2,7 Spencjelii 5 noune πρὸς δὲ <τὴν>? κοινότατον] κοινότατα 6 τὰ τῶν Ε 15 οὕτω δὲ καὶ F 17 post ὅθεν fortasse iuteicidit velut ἡ κίνησις πέφυκεν ἄρχεσθαι οἷον of. Ar. Metaph. Δ 1 p. 1013a8, praeterea de anim. gen. 18 p. 724a29 νεῖκος in lit. D λοιδορίας νεῖκος a 19 ἐνυπάρχειν Ε 20 ἡ altemm om. DE 21 καὶ πολλάκις τὰ αὑτά om. aF 22 ἔοικεν αἰτίω DE: αἰτίω ἐοικέναι τί ᾦ [vitiata et emendata lectione coniuncta] F: αἰτίῳ ἔοικεν a ἕνεκεν aF καὶ τὰ ex κατὰ corr. D: καὶ delebat Spcngel 23 ἐνυπάρχει aF 25 φησὶν om. a 30 πρῶτον DE cf. Ar. metapli. Δ 1 (1013 F: πρώτη F: πρώτου a 34 προσεισήγαγε DE: προσή- γαγε aF ὡς ἡ ὕλη ἢ τὸ καθ’ ὃ ὡς τὸ εἶδος ἢ τὸ ὑφ’ οὗ ὡς τὸ ποιοῦν ἢ τὸ 3r δι’ ὃ ὡς τὸ τέλος. κατὰ δὲ Πλάτωνα καὶ τὸ πρὸς ὃ, ὡς τὸ παράδειγμα καὶ τὸ δι’ οὗ ὡς τὸ ὀργανικὸν· ὁσαχῶς δὲ ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ αἴτιον· καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν ἄμφω, τῇ δὲ ἐπινοίᾳ δια- φέροντα· ἡ μὲν γὰρ ἀρχή, φησὶν ὁ Πορφύριος, ἐπινοεῖται καθὸ προηγεῖται, τὸ δὲ αἴτιον καθὸ ποιεῖ τι καὶ ἀποτελεῖ τὸ μεθ’ ἑαυτό, ὄντος καὶ τοῦ αἰτίου δυνάμει ἀρχικοῦ καὶ τῆς ἀρχῆς δυνάμει τελικῆς· διὸ καὶ προηγεῖται ἡ ἐπίνοια τῆς ἀρχῆς τῆς τοῦ αἰτίου ἐπινοίας· τοσαυταχῶς δὲ τῶν ἀρχῶν καὶ τῶν αἰτίων λεγομένων οὐ πάντα ἐν πᾶσιν, ἀλλ’ ἄλλαι μὲν γενέσεως ἀρχαί, ὡς ὕλη καὶ εἶδος ἢ τὸ ποιοῦν καὶ πάσχον ἡ ἕν τι τῶν στοιχείων ὃ ἕκαστοι τῶν φυσικῶν ἐθεάσαντο. ἄλλαι δὲ γνώσεως ἀρχαὶ αἱ ἄμεσοι καὶ ἀναπόδεικτοι προτάσεις· καὶ ἄλλαι μὲν οὐσίας ἀρχαὶ ὡς τὸ πεπερασμένον καὶ ἄπειρον ἔλεγον οἱ Πυθαγόρειοι ἢ τὸ περιττὸν καὶ τὸ ἄρτιον· πράξεως δὲ ἀρχαὶ ἢ τὸ ποιοῦν ἢ τὸ τέλος“.
Tούτων δὲ ἡμῖν ἱστορημένων πρὸς μὲν τὸν Ἀλέξανδρον καὶ πρὸ τούτου πρὸς τὸν Εὔδημον ῥητέον, ὅτι τὸ οὗ ἕνεκα τέλος ὂν καὶ ἀρχὴ ἄν εἴη πάντως καὶ κυριωτέρα τοῦ ποιητικοῦ ἀρχὴ καὶ μάλιστα κατ’ αὐτοὺς τοὺς τὸ ἀκίνητον καὶ πρῶτον αἴτιον τέλος εἶναι λέγοντας τῶν πάντων, ἀλλ’ οὐ ποιητικόν· ὃ καὶ ἀρχὴν τῶν πάντων ὁμολογήσουσιν, εἴπερ τὸ πρώτιστον αὐτὸ τῶν πάντων φασίν· πῶς δὲ στοιχεῖον μόνον τὴν ὕλην φασίν, εἴπερ ἐξ ὕλης καὶ εἴδους οἴονται τὸ σύνθετον; κἄν γάρ τι τελικὸν τὸ εἶδος, ἀλλὰ στοιχειῶδες μᾶλλόν ἐστι. πρὸς δὲ τὸν Πορφύριον, ὅτι πρῶτον μέν, ἐξ ὧν καὶ αὐτὸς διεστήσατο, οὐ λέγεται ἰσαχῶς τὸ αἴτιον καὶ ἡ ἀρχή, ἀλλὰ τὸ μὲν αἴτιον πᾶν καὶ ἀρχή, ἡ δὲ ἀρχὴ τοῦ πράγματος οἷον τῆς ὁδοῦ ἢ τοὐ δράματος οὐκ ἂν λέγοιτο αἴτιον· δεύτερον δὲ ὅτι οὐδὲ προεπινοεῖται τοῦ αἰτίου ἡ ἀρχή, εἴπερ τὸ μὲν αἴτιον προυπάρχειν ἀνάγκη τοὐ ἀποιε- 3r λέσματος, ἡ δὲ ἀρχή, εἴτε ὡς μέρος προηγούμενον εἴτε ὡς στοιχεῖον λαμ- βάνοιτο, συνυπάρχει τῷ ἀποτελουμένῳ. μήποτε οὖν ὁ Ἀριστοτέλης τὴν ἀρχὴν ὡς κοινὸν λαβὼν διεῖλε ταύτην εἴς τε τὰ κυρίως αἴτια, οἷόν ἐστι τὸ ποιητικὸν καὶ τὸ τελικόν, καὶ εἰς τὰ συναίτια ὑπό τινων λεγόμενα, οἷά ἐστι τὰ στοιχεῖα. διὸ καὶ προελθών, ὅταν τὰ αἴτια, φησί, γνωρίσω- μεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, διότι τὰ πρώτως καὶ κυρίως λεγόμενα αἴτια ταῦτά ἐστιν αἱ πρώτως καὶ κυρίως ἀρχαί· καὶ μέχρι τῶν στοιχείων, φησί, τουτέστι τῶν ἐσχάτως αἰτίων καὶ ἀρχῶν λεγομένων· ὧν οὖν εἰσ’ ἱν ἀρχαὶ εἶπεν ἢ αἴτια ἢ στοιχεῖα. δύναται δὲ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς τὰς πρώτας εἰρηκέναι, ὅτι τὶν αἴτια ἄλλα μὲν τὰ 2 πλάτωνα καὶ καὶ τὸ D 7 noli conicere ποιεῖ τε καὶ 8 τελικῆς Torstrik: τε- λεστικῆς libri at cf. v. 22. 31 12 ἢ ἕκαστον a post φυσικῶν add. ὧν a 17 εἴη ἄν a 20 εἶπερ τὸ DEF: εἴπερ (om. τὸ) a 22 ἐξ εἴδους καὶ ὕλης a γάρ τι DEF: γάρ (om. τι) a: fort, γὰρ ἦ τὸ εἶδος aF: εἶδος DE 25 πᾶν καὶ ἀρχή aF: πᾶν καὶ ἡ ἀρχή ’E 26 οὐδὲ DE: οὐ aF 30 διεῖλε ταύτην DEF: διεῖλεν αὐτήν a 31 τὸ (ante τελικὸν) om. a τινα E 34 post prius κυρίως sex lit. spat. D fortasse ταὐτά ἐστιν <ἃ> καὶ μέχρι καὶ ’στ’. a 35 ἐσχάτως DEF: ἐσχάτων a 36 ἡ ὡς αἴτια ἡ ὡς στοιχεῖα aF 11 καὶ post δὲ addebat Torstrik προσεχῆ καὶ καθ’ ἕκαστον, ἄλλα δὲ τὰ πρῶτα, καὶ ὁ τὰ προσεχῆ μὲν 3r γινώσκων τὰ δὲ πρῶτα ἀγνοῶν οὐδὲ τὰ προσεχῆ κυρίως οἶδεν, εἴπερ τὰ πρῶτα καὶ ἐκείνων αἴτια ὄντα ἀγνοεῖ. τότε οὖν ἐπίστασθαι συμβαίνει, ὅταν πάντα τὰ αἴτια καὶ πάσας τὰς ἀρχὰς γνωρίσωμεν τάς τε πρώτας καὶ τὰς προσεχεῖς, ἅπερ ἐστὶ στοιχεῖα. ἐπειδὴ δὲ καὶ πρῶται ἀρχαὶ αἱ μέν εἰσιν ἑκάστων οἰκεῖαι, ὡς γεωμετρίας οἵ τε ὅροι καὶ τὰ ἀξιώματα, αἱ δὲ κοιναὶ πάντων, ὁ Ἀλέξανδρος τὰς κοινὰς ταύτας φησὶ δεῖν γινώσκειν τὸν μέλλοντα ἐπιστήμονα ἔσεσθαι, Πλατωνικῶς τοῦτο φθεγγόμενος. ὁ γὰρ Πλάτων’ τὰς ἐξ ὑποθέσεως τι περαινούσας οὐ βούλεται κυρίως ἐπιστήμας καλεῖσθαι. νῦν μέντοι περὶ τῶν τῆς φυσιολογίας ἀρχῶν ἔοικε λέγειν ὁ Ἀριστοτέλης τὸ πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς· ἃς δὴ καὶ διορίζεται κατὰ τὴν προκειμένην πραγματείαν, ἀλλ’ οὐ κοινὰς τὰς τῷ πρώτῳ φιλοσόφῳ ὑποβεβλημένας.
Τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι ὅτι οὐκ ἐκ παραλλήλου εἴρη- τᾶι, καλῶς ἐπέστησεν ὁ Ἀλέξανδρος εἰπών “τὰ ἐκ παραλλήλου λεγόμενα ὀνομάτων μόνων ἔχει διαφορὰν ἐν πράγματος ταὐτότητι καὶ διὰ τοῦτο καὶ ἓν ἐκ τῶν τοιούτων ἴσον δύναται τοῖς πᾶσι· τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι οὐ ταὐτὸν δύναται τῷ εἰδέναι μόνῳ· εἰδέναι γὰρ λεγόμεθα καὶ τὰ δι’ αἰσθήσεως καὶ δόξης καὶ τὰς ἀμέσους προτάσεις, ὧν οὐδὲν ἴσμεν δι’ ἀποδείξεως, ταὐτὸν δὲ εἰπεῖν οὐ κατ’ ἐπιστήμην’’. ταῦτα μὲν οὖν εἴρηκε. πῶς δὲ ἐνταῦθα παρείληπται ἄμφω, οὐκέτι προσέθηκεν· ἔοικε δὲ γένος οὖσαν τὴν εἴδησιν τῆς ἐπιστήμης προτάξαι, ὡς εἰ ἔλεγε τὸ γινώσκειν ἐπιστημονικῶν. ὅμοιον δέ ἐστι τοῦτο τῷ εἰπεῖν ‘ὁ λέγων τι καὶ οὕτως λέγων ὡς ἀποφαίνεσθαι ἢ ἀληθεύει ἢ ψεύδεται’. καὶ γὰρ ὁ λόγος γένος ἐστὶ τῆς ἀποφάνσεως ὡς ἡ εἴδησις, ταὐτὸν δὲ εἰπεῖν ἡ γνῶσις, τῆς ἐπιστήμης· ὅτι δὲ οἶδεν εἴδησιν καὶ ἐπὶ τῆς αἰσθήσεως λεγομένην, ἐδήλωσε τὸ προοίμιον τῆς Μετὰ τὰ φυσικά “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει· δηλοῖ δὲ ἡ τῶν…
…
The complete text is available when the reading interface loads.