In Aristotelis libros de anima commentaria [Sp.?] (fort. auctore Prisciano Lydo)
- Scientific editors
- Michael Hayduck
- Edition reference
- Simplicii in libros Aristotelis de anima commentaria · Berlin · Reimer · 1882
- CTS identifier
urn:cts:greekLit:tlg4013.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΣΙΜΠΛΙΚΙΟΥ ΕΙΣ TO Α TΩN ΠEPI ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ
Περισπούδαστον μὲν προηγουμένως ἡ περὶ αὐτῶν τῶν πραγμάτων τῶν τε ἄλλων καὶ ἡ περὶ ψυχῆς ἀλήθεια, αὐτίκα οἰκειοτάτη πασῶν ἡμῖν ὑπάρχουσα· δευτέρως δὲ καὶ ἡ τῶν δοκούντων τοῖς εἰς ἄκρον ἐπιστήμης ἥκουσι κατάληψις. διὸ καὶ τῆς Περὶ ψυχῆς Ἀριστοτέλους πεφροντισμένως ἄγαν ἀντέχεσθαι ἡγοῦμαι δεῖν πραγματείας. πολλὰ μὲν οὖν καὶ μακάρια θεωρήματα περὶ αὐτῆς καὶ ὑπὸ Πλάτωνος παραδέδοται, ἀλλ’ ἐκεῖνα καὶ ἱκανῶς καὶ συμφώνως ἀλλήλοις τοῖς Πλάτωνος ἐξηγηταῖς ἐπεξείργασταί τε καὶ σεσαφήνισται. τελεωσαμένου δὲ τὴν Περὶ ψυχῆς πραγματείαν τοῦ Ἀριστοτέλους, ὡς τῷ ἀρίστῳ τῆς ἄλη θείας κριτῇ δοκεῖ τῷ Ἰαμβλίχῳ, πολλὴ ἡ τῶν τὰ ἐκείνου σαφηνιζόντων πρὸς ἀλλήλους διαφωνία οὐ περὶ τὴν τῆς Ἀριστοτελικῆς λέξεως μόνον ἑρμηνείαν, ἀλλὰ καὶ περὶ αὐτὰ τὰ πράγματα μάλιστα. διὸ καὶ αὐτῷ μοι ἔδοξε ζητῆσαί τε καὶ γράψαι τὴν αὐτοῦ τε πρὸς ἑαυτὸν τοῦ φιλοσόφου καὶ τὴν πρὸς τὴν ἀλήθειαν συμφωνίαν, τὰς μὲν πρὸς τοὺς ἄλλους ἀντιρρήσεις φυλαττομένῳ, πιστουμένῳ δὲ τὰ δοκοῦντα ἐν τοῖς ἀμφιβόλοις ἐκ τῶν Ἀριστοτέλους ἐναργῶν δογμάτων τε καὶ ῥητῶν, πανταχοῦ δὲ κατὰ δύναμιν τῆς τῶν πραγμάτων ἀντεχομένῳ ἀληθείας κτὰ τὴν Ἰαμβλίχου ἐν τοῖς ἰδίοις αὐτοῦ περὶ ψυχῆς συγγράμμασιν ὑφήγησιν. σπουδὴ μὲν οὖν μία αὕτη. ἤδη δὲ ὑφ’ ἡγεμόνι τῶν ψυχῶν τε καὶ λόγων πάντων αἰτίῳ τῆς προκειμένης ἀρκτέον πραγματείας.
Ὁ μὲν οὖν σκοπὸς αὐτῆς προφανής, ὅτι περὶ ψυχῆς. ζητήσομεν δὲ ὕστερον εἰ περὶ πάσης, καὶ διὰ τί δοκεῖ μηδένα περὶ τῆς τῶν οὐρανίων ποιεῖσθαι λόγον· πρότερον δέ, πότερον τῇ φυσικῇ φιλοσοφίᾳ ἢ τῆς ὑπερτέρᾳ ἡ περὶ ψυχῆς προσήκει θεωρία. συντελεῖ γὰρ τοῦτο εἰς τὴν τῆς οὐ- 1 Inscripsi ex codicis Α librorum II et III titulis, cum lihri I titulus cum initio perierit in Α. neque ceteri libri titulum habent praeter a qui f. 1r superscribit Σιμπλικίου ὑπόμνημα εἰς τὸ πρῶτον τῶν περὶ ψυχῆς Ἀριστοτέλους. 3 περισπούδαστον] Prooemii p. 1. 2 desunt in Aa: explevi ex AaD, passim inspectus C 5 δευτέρως AaD: δεύνα τερον C 10 τελεωσαμένου AaC: πλεοσμἐνου D τοῦ AaC: τῆς D 11 δοκεῖ post κριτῇ AaD: post Ἰαμβλίχῳ C 17 τε D: om. AaC 24 πότερον CD: πρότερον Aa Comment. Aristot. XI. Simpl. de Anima. 1 σίας αὐτῆς κατάληψιν , πότερον φυσική πὼς ἢ κρείττων ἤ πῃ ἑκάτερον. ἐπεὶ οὖν οὐχ ἀπλῶς ἀποφαίνεται ζητήσας περὶ τούτων ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τὰς αἰτίας προστιθεὶς δείκνυσιν ἐν τῷ πρώτῳ τῆς Περὶ ζῴων μορίων, παραγραπτέον ἡμῖν καὶ ἐἐπεξεργαστέον τὸ ἐκείνου ῥητόν. προλαβὼν τοίνυν ὡς τῷ φυσικῷ οὐ τὴν ὕλην μόνην ἀλλὰ καὶ τὸ εἶδος ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς ζῴοις θεωρητέον, ἐπάγει· “εἰ δὴ τοῦτό ἐστι ψυχὴ ἢ ψυχῆς μέρος ἢ μὴ ἄνευ ψυχῆς ἀπελθούσης γοῦν οὐκέτι ζῷόν ἐστιν, οὐδὲ τῶν μορίων οὐδὲν τὸ αὐτὸ πλὴν τῷ σχήματι μόνον καθάπερ τὰ μυθευόμενα λιθοῦσθαι) εἰ δὴ ταῦτα οὕτω, τοῦ φυσικοῦ περὶ ψυχῆς ἄν εἴη λέγειν καὶ εἰδέναι, καὶ εἰ μὴ πάσης, κατ’ αὐτὸ τοῦτο καθ’ ὃ τοιοῦτο τὸ ζῷον, καὶ τί ἐστι ψυχὴ ἢ αὐτὸ τοῦτο τὸ μόριον, καὶ περὶ τῶν συμβεβηκότων κτὰ τὴν τοιαύτην οὐσίαν· ἄλλως τε καὶ τῆς φύσεως διχῶς λεγομένης καὶ οὔσης τῆς μὲν ὡς ὕλης τῆς δὲ ὡς οὐσίας. καὶ ἔστιν αὕτη καὶ ὡς ἡ κινοῦσα καὶ ὡς τὸ τέλος. τοιοῦτον δὲ τοῦ ζῴου ἤτοι πᾶσα ἡ ψυχὴ ἢ μέρος τι αὐτῆς. ὥστε καὶ οὕτως ἄν λεκτέον εἴη τῷ περὶ φύσεως θεωρητικῷ περὶ ψυχῆς μᾶλλον ἡ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη δι’ ἐκείνην φύσις ἐστὶν ἢ ἀνάπαλιν. καὶ γὰρ κλίνη καὶ τρίπους τὸ ξύλον ἐστίν, ὅτι δυνάμει ταῦτά ἐστιν. ἀπορήσειε δ’ ἄν τις εἰς τὸ νῦν λεχθὲν ἀποβλέψας, πότερον περὶ πάσης ψυχῆς τῆς φυσικῆς ἐστιν εἰπεῖν ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, οὐδεμία λείπεται παρὰ τὴν φυσικὴν ἐπιστήμην φιλοσοφία. ὁ γὰρ νοῦς τῶν νοητῶν· ὥστε περὶ πάντων ἡ φυσικὴ γνῶσις ἂν εἴη. τῆς γὰρ αὐτῆς περὶ νοῦ καὶ τῶν νοητῶν θεωρῆσαι, εἴπερ πρὸς ἄλληλα, καὶ ἡ αὐτὴ θεωρία τῶν πρὸς ἄλληλα πάντων καθάπερ περὶ αἰσθήσεως καὶ τῶν αἰσθη- τῶν. ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα, ἀλλ’ αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δὲ ἕτερόν τι καὶ οὐ τὸ νοητικόν. ὑπάρχει γὰρ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δ’ οὐδενί. δῆλον οὖν ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον· οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.’’
Ἐν δὴ τούτοις διώρισται ὅτι τὸ μέν ἐστι τῆς ψυχῆς τῇ φυσικῇ θεωρητὸν φιλοσοφίᾳ, ὅσα αὐτῆς τῶν ζῴων ἐστὶν εἶδος τὸ τὰ ζῷα ὡς ζῷα ὁρίζον ὃ καὶ ἀμφισβητεῖ εἴτε ψυχὴν εἴτε μόριον ψυχῆς εἴτε οὐκ ἄνευ ψυχῆς καλεῖν δεῖ), καὶ ὅσον αὐξητικὸν καὶ αἰσθητικὸν καὶ τῆς κατὰ τόπον αἴτιον κινήσεως· ὅσον δὲ νοερόν, τῇ πρώτῃ φιλοσοφίᾳ, ἣ τὰ νοητὰ γινώσκουσα 1 πότερον CD: πρότερον Aa 3 τῷ πρώτῳ τῆς D: τῷ AaC cf. de Part. anim. Α 1 641 a 17 5 ὡς AaD: ἡ C; εἰ margo C 8 τὸ αὐτὸ] λείπεται accedit apud Aristotelem 9 οὕτω, τοῦ Aristoteles: τοῦδε τοῦ AaD 10 κατ’ αὐτὸ Aristoteles: καθ’ αὑτὸ AaD τοιοῦτο τὸ Aristoteles: τοιοῦτον AaD 11 ἐστιν ἡ Aristoteles αὐτὸ τοῦτο τὸ Aristoteles : τοῦτο τὸ cm. AaD 12 τοιαύτην] αὐτῆς accedit apud Aristotelem 18 ἀπορήσειε Aa: ἀπορήσει D ἐπιβλέψας Aristoteles 19 ἐστιν] ἐστι τὸ Aristoteles 22 νοῦ Aristoteles : νοῦς D : τοῦ νοῦ Aa τοῦ νοητοῦ Aristoteles θεωρῆσαι Aristoteles: θεωρημάτων Aa; θεωρ . . duarum literarum spatio relicto D 23 καθάπερ καὶ Aristoteles 24 πᾶσα ἡ D: om. Aa 26 ἡ φορὰ Aristoteles 28 φύσις D: ἡ φύσις Aa 29 θεωρητὸν] immo θεωρητέον 30 ὅσα] fort, ὅσον ὡς AaD: ᾖ C 32 καὶ (post δεῖ) AaD: ἢ C 33 ἡ AaD: ἡ C καὶ τὸν τῶν νοητῶν θεωρητικὸν γινώσκει νοῦν , καὶ οὐ τὸν ἐξῃρημένον Or μόνον, ἀλλὰ καὶ τὸν ἐν ἡμῖν. καὶ γὰρ τῷ ἐν ἡμῖν νῷ νοητὰ ἐκεῖνα, καὶ πρὸς ἄλληλα τό τε νοητικὸν καὶ τὸ νοητὸν λεγόμενα ὑπὸ μιᾶς καὶ τῆς αὐτῆς θεωρεῖται ἐπιστήμης, ὥσπερ τὸ αἰσθητικόν τε καὶ αἰσθητόν. διὸ οὔτε φυσικὴ ἁπλῶς οὔτε μετὰ τὰ φυσικὰ ἡ περὶ ψυχῆς θεωρία, ἀλλ’ ἀμφοῖν ἐχομένη, ὡς ἐν τούτοις ὑπὸ τοῦ Ἀριστοτέλους διώρισται. ἔοικε δὲ ἐν πλάτει ὁ Ἀριστοτέλης καὶ τὴν φυσιολογίαν καὶ τὴν μετὰ τὰ φυσικὰ τιθέμενος φιλοσοφίαν ἑκατέραν μέχρι ψυχῆς τὴν μὲν ἀνάγειν τὴν δὲ προάγειν, ἐπεὶ δῆλον ὡς οὔτε κατὰ τὰ φυσικὰ εἴδη τῶν σωμάτων ἐστὶν οὐσιώδης ὅρος ἡ ψυχή ἐκεῖνα γὰρ ὡς σωμάτων , αὕτη δὲ ὡς ζῴων εἶδός ἐστι, καὶ ἐκεῖνα μὲν τοῦ κινεῖσθαι ἀρχαί, αὕτη δὲ τοῦ κινεῖν· τὸ γὰρ ὑφ’ ἑαυτῶν κινεῖσθαι τῶν ἐμψύχων ἰοιον, ὡς ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως), οὔτε ὡς τὰ ὑπερφυῆ καὶ καθαρῶς ἀμέριστα καὶ μόνιμα πάντῃ καὶ εἰλικρινῆ τὸ νοερόν ἐστι τῆς ψυχῆς. διὸ εἰ περὶ τὰ ἄκρα ἀφορίζοιτό τις τὰς φιλοσοφίας, πῇ μὲν τὴν φυσικὴν πῇ δὲ τὴν μετὰ τὰ φυσικά, μέση ἀμφοτέρων ἔσται ἡ περὶ ψυχῆς, καὶ αὕτη ἐν πλάτει, μᾶλλον δὲ ἐν βάθει ὁρωμένη, ὅσῳ τὸ νοερὸν τῆς ψυχῆς τοῦ αἰσθητικοῦ καὶ φυσικοῦ διέστηκε. καὶ δῆλον ὡς ἡ περὶ ψυχῆς ἐπιστήμη τοιαύτη, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς οὐσία τοιάδε, οἵα μέση τῶν τε ὑπερφυῶν εἶναι καὶ τῶν φυσικῶν, καὶ οἵα τὸ μέν τι ἔχειν τοῖς ὑπερφυέσι κοινωνοῦν, τὸ δὲ πρὸς τὴν φύσιν ἀποκλῖνον· κλῖνον· εἴτε καὶ κατ’ ἄλλον τινα τρόπον, ὃν ἄν ὁ λόγος ἐκφήνειεν, ὅτε καὶ Ἀριστοτέλης αὐτὸ τοῦτο ζητεῖ. συμπεραινόμενος δὴ ὁ Ἀριστοτέλης ἐν τοῖς προκειμένοις ῥητοῖς ‟δῆλον, φησίν, ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον” τῷ φυσικῷ δηλαδή· ‘‘οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.” ἐπεὶ οὖν αὐτὸς καὶ περὶ τοῦ νοῦ τῆς ψυχῆς, καὶ οὐ περὶ τῶν φυσικῶν μόνων αὐτῆς μορίων ποιεῖται λόγον, δῆλον ὡς οὐκ ἔστιν ἀπλῶς φυσικὴ ἡ περὶ ψυχῆς πραγματεία. τοῦτο μὲν οὖν ἡμῖν ὧδε πεπεράνθω.
Ὁ δὲ σκοπὸς αὐτῆς δοκεῖ περὶ μόνης τῆς ἐν τοῖς θνητοῖς ζῴοις εἶναι ψυχῆς· οὐδένα γὰρ φαίνεται περὶ τῆς τῶν οὐρανίων ποιούμενος λόγον, εἰ μὴ ὅσον ἐπισκήπτων ταῖς τοῦ Τιμαίου μαθηματικαῖς περὶ αὐτῆς ἐνδείξεσι· καὶ ἴσως ὡς ἱκαναῖς ταῖς Πλατωνικαῖς περὶ αὐτῆς θεωρίαις ἠρκέσθη, τοσουτον ἐπιστήσας μόνον μὴ τῷ φαινομένῳ προσανέχειν τῶν μαθηματικῶν· ἴσως δὲ καὶ διὰ τῶν περὶ τῆς ἀκρότητος τοῦ ἡμετέρου νοῦ εἰρημένων ἀξιῶν εἰς τὴν οὐρανίαν ναπέμπεσθαι ψυχήν. ‟τὴν γὰρ τοῦ παντός, φησί, δῆλον ὅτι τοιαύτην εἶναι βούλεται, οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς. οὐ 1 καὶ τὸν τῶν νοητῶν] incipiunt Α et a (editio Aldina). codicis Α plenam dedi diserepantiam, itemque Aldinae, cuius tamen levicula vitia aut aperto typothetae errore aut prava loquendi scribendive consuetudine orta neglexi. reliquorum librorum, de quibus videatur Praefatio, selectas recepi suisque locis notatas lectiones γινώσκει AaD (cf. praef.): γινώσκειν Aa 12 ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως] Θ 4 p. 255a7 20 τὰ φύσει a 22 ὁ om. a 23 φησίν cf. p. 2, 29 31 τοῦ Τιμαίου] Tim. 8 cf. de Anima Α 3, 406b 25 32 αὐτῆς AaD: αὐτῶν Aa 35 φησι] de An. 3 p. 407 a 3 36 δῆλον ὅτι scripsi: δηλονότι Αa γὰρ οἷόν γε ἡ αἰσθητική οὐδ’ οἷον ἡ ἐπιθυμητική. ” λόγος γὰρ καθαρὸς Or καὶ νοερὸς ἡ τοῦ παντὸς ψυχή, ὅλη δι’ ὅλης ἀμιγὴς πρὸς τὰς δευτέρας ζωάς, ὅτι μὴ ῥέπει εἰς σώματα μηδὲ αὕτη γίνεται τῶν σωμάτων, ἀλλὰ ταῦτα ἐκείνης μενούσης ἐν ἑαυτῇ. διὸ καὶ κυκλικὴ αὐτῆς ἡ φορὰ διὰ τὴν αὐτῆς πρὸς ἑαυτὴν ὅλης πρὸς ὅλην ἐπιστροφήν. ἀλλ’ οὐδὲ περὶ τῶν διαφόρων τῆς ἀνθρωπείας ψυχῆς λήξεων ἢ τῶν πλειόνων ἐν τοῖς βίοις αἱρέσεών τι φαίνεται πραγματευόμενος, εἰδὼς τῷ καθηγεμόνι τὸν περὶ τούτων ἱκανῶς ἐπεξειργασμένον λόγον, ἀλλ’ οὐχ ὡς ἀχώριστον τοῦ σώματος τιθέμενος τὴν ψυχήν· τὴν γοῦν αἰτίαν τοῦ μὴ μεμνῆσθαι ἡμᾶς τῆς χωριστῆς ζωῆς ἀποδίδωσιν ἐν τῷ τρίτῳ, ὡς ὄντας δηλαδὴ καὶ πρὸ τῆς εἰς σῶμα ἀφίξεως.
Περὶ δὴ μόνης τῆς ἐν τοῖς θνητοῖς ψυχῆς προηγουμένως πραγματευόμενος οὐδεμίαν αὐτῆς ἀπολείπει ἀνεπεξέργαστον δύναμίν τε καὶ οὐσίαν. ἀλλὰ πρῶτον μὲν κοινῇ πάσαις τὴν εἰδητικὴν τῶν σωμάτων ἀποδίδωσιν αἰτίαν, οὐχ ὡς σωμάτων ἀλλ’ ὡς ὀργάνων ζωτικῶν. φύσις γὰρ ἡ ὡς σωμάτων εἰδητικὴ αἰτία, οὐ ψυχή· ἡ δὲ ὡς ὄργανον ζωτικὸν εἰδοποιοῦσα ἢ ψυχὴ ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς. καὶ αὕτη μὲν αἰτία εἰδητική, καθ’ ἣν τὸ εἰδοποιηθὲν ζωτικῶς οἷόν τε κινεῖσθαι. ἑτέρα δὲ ἡ ὑφ’ ἧς κινεῖται· ὑπὸ γὰρ τῆς ψυχῆς τὸ ζῷον κινεῖται ὡς ὑπὸ τοῦ κυβερνήτου τὸ πλοῖον· ἐντελέχεια δὲ καὶ ὁ πλωτὴρ λέγεται. ἑτέρα δέ πὼς ἥδε ὡς εἰσόμεθα ἡ κινοῦσα ζωτικῶς τῆς καθ’ ἣν τὸ οὕτω κινούμενον ὁρίζεται, ἐπειδὴ οὐ ταὐτὸν τῷ κινουμένῳ τὸ κινοῦν, ἀλλὰ διῄρηται κατ’ αὐτόν. κινεῖται δὲ τὰς ζωτικὰς κινήσεις, οἷον βάδισιν καὶ πτῆσιν καὶ ἀναπνοήν, οὐ τὸ σῶμα ἀπλῶς, ἀλλὰ τὸ ζῶν σῶμα. ζῶν δέ ἐστι κατὰ τὴν ἐν αὐτῷ ζωήν· ὥστε καὶ ζωτικῶς κινούμενον κατὰ ταύτην. ἐπεὶ οὖν καὶ τὸ κινοῦν ἐν τῷ ζῴῳ ἡ ψυχή, πότερον ἡ αὐτὴ τῇ καθ’ ἣν κινεῖται, ἢ ἀδύνατον; ἦν γὰρ ἄν καὶ τὸ ὅλον ζῷον κατ’ αὐτὴν εἰδοποιούμενον, κινούμενόν τε καὶ κινοῦν, καὶ οὐχ, ὡς τῷ Ἀριστοτέλει δοκεῖ, κινεῖ μὲν ἡ ψυχή , κινεῖται δὲ τὸ ζῷον. ἀλλὰ καὶ τὸ ὄργανον ἕτερον τοῦ χρωμένου. καὶ τὸ ὡς ὀργάνου ἄρα χαρακτηριστικὸν εἶδος ἕτερον τοῦ χρωμένου. καὶ ἐντελέχεια καὶ τὸ χρώμενον ὡς ὁ πλωτὴρ τῆς νεώς· διττὴ γὰρ ἡ ἐντελέχεια, ἡ μὲν καθ’ ἥν ἐστι ναῦς, ἡ δὲ ὡς πλωτήρ.
Πρῶιον μὲν οὖν ὡς εἴρηται κοινῇ πάσαις ταῖς τῶν θνητῶν ζῴων Ov ψυχαῖς τὴν εἰδητικὴν αὐτῶν ἀποδίδωσιν αἰτίαν διττὴν οὖσαν. ἔπειτα δὲ καὶ καθ’ ἑκάστην ἐπεξιὼν ἅμα μὲν τὰς διαφορὰς αὐτῶν παραδίδωσιν, ἅμα δὲ καὶ τὸ κοινῇ πάσαις ὑπάρχον ἰδιοτρόπως καθ’ ἑκάστην θεωρεῖ, ὅπερ ἡ ἀποδεικτικὴ παραγγέλλει ἐπιστήμη, καὶ τὰς μὲν μᾶλλον εἰς τὸ ὀργανικὸν ἀποκλινούσας, τὰς δὲ κατὰ τὸ χρώμενον ἱσταμένας μᾶλλον ὁρᾷ. καὶ πᾶσαν 1 post γὰρ add. δὴ Aristoteles 5 ἐπιστροφήν Aa: στροφήν Aa 7 τῷ καθηγεμόνι] Plato Phaedr. 28 sq. 10 ἐν τῷ τρίτῳ] de Anima Γ 5 τὸ σῶμα a 13 ἀνεπέργαστον a 14 τῶν σωμάτων om. a 20 ἐντελέχεια — λέγεται om. a δέ πὼς D: δὲ cm. Αa 22 κατ’ αὐτὸν delendura putat Torstrik 29 καὶ τὸ ὡς — 30 χρωμένου in inarginc add. Α 36 ὅπερ — ἐπιστήμη om. a μὲν εἶναι ψυχὴν ἐντελέχειαν τοὐ ὀργανικοῦ σώματος παραδίδωσιν, οὐ πάσαν δὲ κτὰ πατὰ ἑαυτῆς δύναμιν· σαφῶς γὰρ ὁ νοῦς εἴρηται μηδὲν συνέχων σῶμα καὶ μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρώμενος. διὸ οὐκ ἀπαμβλύνεται πρὸς τὴν τῶν ἐλαττόνων θέαν ἐκ τῆς τῶν μειζόνων νοήσεως, ὥσπερ ἡ αἴσθησις διὰ τὸ αὐτὰς ὡς ὀργάνῳ χρῆσθαι τῷ σώματι.
Διακρίνει δὲ ἱκανῶς καὶ τὰ περὶ τῆς νοερᾶς τῶν ψυχῶν δυνάμεως, ἑτέραν μὲν ὁρῶν τὴν πρακτικὴν ταύτην καὶ φαντασίᾳ χρωμένην, σωματοειδεῖ οὔσῃ ζωῇ , κατὰ τὴν μερικὴν πρότασιν· ἑτέραν δὲ τὴν θεωρητικήν , καὶ ταύτην διττήν, τὴν μὲν κατὰ τὴν ἀπὸ τῆς οὐσίας προιοῦσαν ἐνέργειαν ἢ ἀτελῶς ἔχουσαν ἢ τελειωθεῖσαν, καὶ ἢ εἰς τὸ πρότερον δυνάμει διὰ τὸ ἀτελὲς ἐκπίπτουσαν ἢ κατὰ τὸ τελειότερον ἱσταμένην δυνάμει ἢ καὶ κατὰ τὸ ἐνεργείᾳ· ἥτις οὐ χρῆται μὲν τῇ φαντασίᾳ, ἑπομένην δὲ αὐτὴν ἔχει ὡς τῆ προιούσῃ καὶ ἐξισταμένῃ τῆς οὐσίας ἐνεργητικῇ θεωρίᾳ συγκινουμένην· τὴν δὲ κατὰ τὴν μόνιμον καὶ εἰς ἓν καὶ ταὐτὸν τῆ οὐσίᾳ τὴν ἐνέργειαν συνάγουσαν· καθ’ ἣν καὶ τὸν ἐξῃρημένον μιμεῖται νοῦν, καὶ ἔστι τῇ οὐσίᾳ ἐνέργεια. καθ’ ἣν μόνην ἐστὶν ἀθάνατος, ὡς δι’ αὐτῆς τοῖς αἰωνίοις συναπτομένη καὶ ὡς ἀεὶ μὲν τὸ μόνιμον ἔχουσα, ἀκραιφνὲς μὲν ἐν τῇ χωριστῇ ριστῇ ζωῇ, ἀφιστάμενον δέ πὼς ἑαυτοῦ ἐν τῇ εἰς τὰ δεύτερα ῥοπῇ, ἀλλ’ οὐχ οὕτως ὡς μηδαμῶς μένον. ἔστι μὲν οὖν καὶ τότε μόνιμον δευτέρως· τὸ δὲ ἔξω ῥέπον οὐκ ἀθάνατον, ὡς μεταβαλλόμενον καὶ ὡς ἐν τῇ χωριστῇ ζωῇ οὐ παρόν. διελὼν δὲ καὶ τὰς ὀρεκτικὰς δυνάμεις ἀπὸ τῶν γνωστικῶν, τίνες αἱ κατὰ τόπον τῶν ζῴων κινητικαὶ δυνάμεις ἐπεξεργάζεται.
Καὶ ταύτην μὲν ἅπασαν τὴν θεωρίαν ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ ποιεῖται· ἐν δὲ τῷ πρώτῳ μετὰ τὸ ἀφορίσαι τὸν σκοπὸν καὶ ἐκθέσθαι, ὅσα τε καὶ οἷα δεῖ ζητῆσαι περὶ ψυχῆς προβλήματα, καὶ τὸν τρόπον ἀφορίσαι τῆς ἐπεξεργασίας τὸν ἀπὸ τῶν ἀντικειμένων ἀρχόμενον καὶ διὰ μέσης τῆς ἐνεργείας εἰς τὴν οὐσίαν ἀναπεμπόμενον , τὰς τῶν παλαιοτέρων ἱστορήσας περὶ ψυχῆς δόξας, δι’ ὧν τε ἀποδέχεται καὶ δι’ ὧν ἀντιλέγει, γνωστικήν τε τὴν ψυχὴν καὶ κινητικὴν τίθεται ἀσώματόν τε καὶ ἀμέριστον καὶ ἀκίνητον τὰς σωματικὰς κινήσεις οὖσαν. καὶ οὔτε ἁρμονίαν σωματικὴν οὔτε σύνθεσιν οὔτε λόγον τινὰ μίξεως ἐπιδείκνυσι· καὶ ἀρχὴν οὐχ ὡς στοιχεῖον, οὐδὲ ὡς ἐκ τῶν στοιχείων, ἀλλ’ ὡς λόγον καὶ εἶδος. καὶ μίαν τὴν ἐν ἑκάστῳ ζῴῳ εἶναι βούλεται ψυχὴν καὶ ἐν τοῖς λογικοῖς, πάσας ἔχουσαν τὰς ζωτικὰς οὐσίας τε καὶ δυνάμεις, καθ’ ἅς τε ὀρέγεται λογικῶς τε καὶ θυμοειδῶς καὶ ἐπιθυμητικῶς, καὶ καθ’ ἃς γινώσκει νοερῶς ἢ ἐπιστημονικῶς ἢ δοξαστικῶς ἢ φανταστικῶς ἢ αἰσθητικῶς, καὶ αὐτὰς ἔχουσαν ἐσχάτως τὰς φυσικάς.
Ἔτι ἐν τῷ τρίτῳ κατ’ αὐτὸ τὸ λογικὸν τὴν ἡμετέραν ψυχὴν ἐν μεσότητι σότητι τῶν ἄκρων ὁρῶν ζωῶν, ποτὲ μὲν ἀπεικάζει τῇ αἰσθητικῇ ποτὲ δὲ τῇ νοερᾷ· καὶ ποτὲ μὲν εἰς τὴν αἰσθητικὴν ὑποβαίνουσαν, ποτὲ δὲ εἰς τὴν 2 εἴρηται] de Anima Α 5 p. 411b 18 4 θεωρίαν a 5 αὐτὰς dubito mim ferri possit 11 ἡ καὶ D: καὶ ἡ Aa 16 τοῖς] τῆς a 20 ἔξω ῥέπον Torstrik: ἐξώρροπον Aa 25 προθήματα a 29 ἀμέριστον] ἀόριστον Α νοερὰν ἀνιοῦσαν μίμησιν · καὶ ποτὲ μὲν εἰς τὸ ἀμέριστον ὡς οἷόν τε αὐτῇ Or συναιρουμένην καὶ ὅλην ἐν ἑαυτῇ μένουσαν, ὅτε καὶ τὸν ὑπερέχοντα αὐτῆς μιμεῖται νοῦν, ποτὲ δὲ ἀφισταμένην πὼς ἑαυτῆς ἐν τῇ ἔξω ῥοπῇ καὶ κατὰ προβολὴν ἐνεργοῦσαν καὶ εἰς μερισμὸν προιοῦσαν· οὐ μὴν ὡς πάντῃ τῶν ἀντικειμένων ἀφισταμένην. καὶ γὰρ ὁ μερισμὸς αὐτῆς μετὰ τῆς εἰς τὸ ἀμέριστον συναιρέσεως, καὶ ἡ προβολὴ μετὰ τῆς εἰς ἑαυτὴν ἐπιστροφῆς , καὶ ἡ ἑαυτῆς ἀπόστασις μετὰ τῆς ἐν ἑαυτῇ μονῆς, ἀμυδρουμένης ὅτε εἰς τὸ ἔξω ῥέπει· ἵνα καὶ μένῃ ἅμα καὶ μεταβάλλῃ διὰ τὴν τῶν μόνως τε μενόντων καὶ πάντῃ μεταβαλλομένων μεσότητα ἡ ἡμετέρα ψυχὴ ἑκατέρῳ πὼς ἐπικοινωνοῦσα τῶν ἄκρων, ὥσπερ καὶ μερίζεταί πὼς καὶ οἷον ἀμέριστος τε] ἅμα γίνεται τε καὶ ἀγένητος ὑπάρχει, φθείρεταί τε τρόπον τινὰ καὶ ἄφθαρτος διασώζεται. διὸ οὔτε μένειν τι αὐτῆς θησόμεθα κατὰ τὸν Πλωτῖνον ἀεὶ ὡσαύτως καὶ καθαρῶς οὔτε παντελῶς προιέναι ἐν τῇ εἰς γένεσιν ῥοπῇ, ἀλλ’ ὅλη πρόεισι καὶ μένει εἰλικρινῶς ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ. ἀλλὰ ταῦτα μὲν σαφέστερον καὶ ἡ ὅλη τῶν λόγων ἐπιδείξει διέξοδος ὡς καὶ Ἀριστοτέλει δοκοῦντα καὶ ὑπὸ τοῦ Ἰαμβλίχου ἐναργέστερον ἐκπεφασμένα. ἤδη δὲ τῶν ῥητῶν ἐχώμεθα.
p. 402a1 τῶνκαλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες.
τὸ προοίμιον τὸν σκοπόν τε ἅμα τῆς προκειμένης πραγματείας ὁρίζει καὶ ὡς περισπούδαστον ἀνθρώποις ἅπασι γεραίρει. ἔτι τε συντείνει τὸν ἀκροατὴν τὸ δύσληπτον καθόλου τε τῆς τῶν οὐσιῶν θεωρίς καὶ ἰδίως τῆς ψυχικῆς ἐκφαῖνον. πᾶσαν μὲν οὖν εἴδησιν ἐν τοῖς καλοῖς τε καὶ τιμίοις τάττει, οὐ τὴν ὁποιανοῦν γνῶσιν εἴδησιν προσαγορεύων , ἀλλὰ τὴν ἐπιστημονικήν· κατὰ γὰρ ταύτην ἡμῖν τὸ εἰδέναι, κατὰ δὲ δόξαν τὸ οἴεσθαι. ἀπολείπονται δὲ καὶ φαντασίαι καὶ αἰσθήσεις τῆς εἰδήσεως, συμβεβηκότων ἀεὶ καὶ οὐδεμιᾶς οὐσίας ἀντιλαμβανόμεναι. εἴδησις μὲν οὖν ἡ ἐπιστημονική ἐστι γνῶσις. καλὰ δὲ καὶ τίμια τῷ μὲν ὑποκειμένῳ συντρέχει (καὶ γὰρ πᾶν τὸ ὄντως τίμιον καλόν, καὶ πάν τὸ καλὸν τίμιον), τῷ δὲ λόγῳ διαφέρει· φέρει· καλὸν μὲν γάρ ἐστιν ὡς ἐραστὸν καὶ δι’ αὑτὸ αἱρετόν, τίμιον δὲ διὰ τὸ σεμνὸν καὶ ὑπερέχον, ὑποκλινομένων αὐτῷ τῶν ἄλλων οἷς ἐστι τίμιον. εἰκότως ἄρα ἄνθρωποι ὄντες καὶ κατὰ λόγον οὐσιωμένοι τῶν καλῶν καὶ τιμίων εἶναι ὑπολαμβάνομεν τὴν ἐπιστημονικὴν θεωρίαν, ὡς τὴν ἀρίστην οὖσαν τοῦ λόγου τελειότητα καὶ διὰ τοῦτο ἐφετήν τε αὐτῷ καθ’ αὑτὴν οὖσαν καὶ ἐγγενομένην τὸ ὑπερέχον αὐτῷ δωρουμένην.
p. 402a2 Μαλλὸν δ’ ἑτέραν ἑτέρας ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι.
Ἅπασα μὲν γὰρ ἐπιστήμη καλή τε καὶ τιμία, ἄλλη δὲ ἄλλης καλλίων 6 ἑαυτὸν a 8 μόνης a 11 τε (ante ἄμα) expimxi γίνεται τε D: τε om. Aa 18 superscribit Σιμπλικίου ὑπόμνημα εἰς τὸ πρῶτον τῶν περὶ ψυχῆς Ἀριστοτέλους a cf. ad p. 1, 1 post εἴδησιν add. εἶναι a 19 προκειμένης om. pr. A 22 ψυχῆς a 28 λόγῳ δὲ a 37 τε (post καλή) om. a τε καὶ τιμιωτέρα ἢ τῷ ἀκριβεστέρα εἶναι, ὡς γεωμετρία ἔχει πρὸς τὴν 1r τῶν ἐν οὐρανῷ φαινομένων καταληπτικὴν ἀστρονομίαν, διὰ τὴν πόρρω αὐτῶν ἀπόστασιν ἀπολιμπανομένην τοῦ ἀκριβοῦς, ἤ τῷ βελτιόνων εἶναι, ὡς ἀνάπαλιν ἔχει ἀστρονομία καὶ ἡ περὶ τὰ φαινόμενα πρὸς ὀπτικὴν γεωμετρικήν τινα ὑπάρχουσαν. ἀλλ’ αὗται μὲν μαθηματικαὶ οὖσαι πραγματεῖαι τῶν κυρίως ἀπολείπονται ἐπιστημῶν, ὡς μήτε οὐσίας οὖσαι μήτε ἐκ τῶν ἀληθινῶν ἀρχόμεναι αἰτίων· ἀληθινὰ γὰρ τὰ οὐσιώδη εἴδη. εἶεν δ’ ἄν καὶ ἐν ταῖς τῶν οὐσιῶν θεωρητικαῖς ἀκριβέστερον μὲν ἡμῖν τῆς περὶ τῶν οὐρανίων φυσιολογίας ἐγγινομένη ἡ περὶ ζῴων διὰ τὸ προσεχὲς οὐ λανθάνουσα, ἐκείνη δὲ ταύτης τῷ περὶ βελτιόνων εἶναι. βέλτιον μὲν οὖν ἐστι τοῦ ποτὲ ὄντος τὸ ἀίδιον, καὶ τὸ αἰτιώτερον ὡς τέλος ἢ ὡς ποιοῦν ἢ ὡς εἶδος τοῦ αἰτιατοῦ, καὶ ὅλως τὸ θεοῖς πλησιάζον τοὐ μᾶλλον ἀπωτέρω κατ’ οὐσίαν. ἀκριβεστέρα δὲ γνῶσις ἡ ἀναγκαία καὶ ἀπαράλειπτος καὶ ἡ οἰκεία τῷ γνωστῷ.
p. 402a3 Δι’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν εὐλόγως ἄν ἐν πρώτοις τιθείημεν.
Διά τε ἀκρίβειαν καὶ διὰ τὸ περὶ βελτίω καὶ θαυμάσια ἔχειν. διὰ γὰρ τὴν πρὸς ἑαυτὴν αὐτῆς τῆς ψυχῆς οἰκειότητα ἐγγυτάτῳ ὂν τῷ γινώσκοντι τὸ γνωστὸν ἐναργῆ παρέχεται καὶ ἀκριβῆ τὴν τῶν συνθέτων γνῶσιν· καὶ γὰρ ἡ τῶν συνθέτων ἡμῶν αὐτῶν συναίσθησις ἐναργής τε καὶ ἀκριβής. ἡ δὲ κατὰ νοῦν καὶ λόγον τῆς ψυχῆς αὐτῆς εἰς ἑαυτὴν ἐπιστροφὴ ἀπαθῶς γινομένη ἔτι ἐναργεστέρα καὶ ἀκριβεστέρα. ἀλλὰ καὶ αὐτῇ τῇ πρὸς ἑαυτὴν ἐπιστροφῇ ἀσώματον καὶ χωριστὴν σωμάτων ἑαυτὴν εὑρίσκουσα καὶ γνωστικὴν καὶ ἑαυτῆς κυρίαν διὰ τὸ κατὰ βούλησιν ζῆν καὶ ἀρχικὴν ὡς βελτίστην θαυμάσεται ὡς οὐκ ἀπεσπασμένην τῶν πρώτων αἰτίων. οὐ γὰρ ὡς αὐτόθεν πρώτην, ἀλλ’ ὡς ἐν τοῖς πρώτοις φησί, διὰ τὴν οἷον συνεχῆ πρὸς αὐτὰ ὑπόβασιν. ἡ δὲ ἱστορία ἀντὶ τῆς ἐπιστήμης εἴληπται νῦν· ἴσμεν γάρ φαμεν ὅσα ἀκριβῶς γινώσκομεν.
p. 402a4 Δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν· ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζῴων.
Καὶ καθ’ αὑτὴν μὲν ἡ περὶ ψυχῆς εἴδησις καλή τε καὶ τιμία ὡς εἴρηται, μειζόνως δὲ εἰ καὶ πρὸς πᾶσαν ἀλήθειαν μεγάλα ἡ γνῶσις αὐτῆς συντελεῖ, τουτέστι πρὸς τὴν τῶν ὄντων ἐπιστημονικὴν γνῶσιν. ἀλήθειαν γὰρ νῦν οὐ τὴν αἰσθητικὴν οὐδὲ τὴν δοξαστικὴν ἀκουστέον, ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ τὴν τῶν οὐσιῶν, πρὸς ἣν οὐ μόνον συμβάλλεται ἡ τῆς 1 ἡ _ εἶναι margo Α 3 καταλιμπανομένῳ a ἢ — 4 ἀστρονομία margo Α 22 ἔτι om. a 24 καὶ ἑαυτῆς Torstrik: ἑαυτῆς Aa 25 πρῶτον a 26 φησὶ D : φυσικὴν Aa ψυχῆς γνῶσις, ἀλλὰ καὶ μεγάλως · πρὸς μὲν τὴν περὶ τῶν ὄντων, ἐπειδὴ 1r ὡς ἐν τοῖς Περὶ ζῴων μορίων ἔφη, οὐκ ἄνευ τῆς τοῦ νοῦ γνώσεως τὸ νοητὸν οἷόν τε γνῶναι, οὐδ’ ἄνευ τῆς τοῦ ἡμετέρου νοῦ, εἴ γε ἡμῖν ὁπωσοῦν γνωστὰ τὰ νοητά. ὁμοίως μὲν οὖν οὐδὲ τὰ αἰσθητὰ ἄνευ τῆς τοῦ αἰσθητικοῦ , ἀλλ’ ἐπεὶ οὐκ ἐπιστητὰ οὐδὲ οὐσίαι, λόγος δὲ καὶ νοῦς ὁ τῶν οὐσιῶν καὶ τῶν φυσικῶν θεωρητικός, ἡ τούτου γνῶσις καὶ πρὸς τὴν τῶν φυσικῶν γνῶσιν ὡς ἐπιστητῶν ἱκανῶς συντελεῖ. ἔτι διὰ τὸ μέσην τῶν τε ἀληθῶς νοητῶν καὶ τῶν φυσικῶς ὄντων καὶ τῶν ἀμερίστων τε καὶ μεριστῶν εἶναι τὴν ψυχὴν καὶ ἡ περὶ αὐτῆς θεωρία ἱκανὴ πρὸς τὰς τῶν ἄκρων συμβάλλεσθαι φιλοσοφίας· πρὸς μὲν τὴν πρώτην διὰ τὴν πρὸς τὰ ἄλλα τῆς ψυχῆς ὁμοιότητα ἐκ γὰρ τῶν μέσων ῥᾴων ἡ πρὸς τὰ κρείττω ἀναφορά), πρὸς δὲ τὴν φυσικὴν μάλιστα διὰ τὸ ὡς ἐξ αἰτίας | τὰ αἰτιατὰ 1v γινώσκειν ἐπιστημονικὸν ὑπάρχειν. εἰκότως οὖν μάλιστα πρὸς τὴν φύσιν, διότι ἡ ἐξ αἰτίων τῶν αἰτιατῶν γνῶσις κυριωτέρα τῆ ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἀναγομένης. ἐκ δὲ τῆς ψυχῆς τὰ φυσικὰ ὡς ἐξ ἀρχῆς ἤρτηται· κυριώτατα γὰρ τῶν φυσικῶν τὰ ζῷα, ὧν οἷον ἀρχ’ ἡ, φησίν, ἡ ψυχή, τὸ οἷον προσθείς, ὅτι τὸ εἶδος καὶ ἡ νοερὰ καὶ ἡ ἀμέριστος οὐσία ὄντως ἀρχή, ἡ δὲ ψυχὴ ἐκβᾶσα τῆς ἀμερίστου καθαρῶς οὐσίας καὶ τῆς ἀληθῶς ἀρχῆς ἀπολείπεται. καὶ γὰρ ἡ εἰδητικὴ ἀρχὴ ἀμέριστος πᾶν γὰρ εἶδος ὅρος καὶ οὗ ἕνεκα· τελειότης γάρ) καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως · νοῦς γὰρ τὸ πρώτως κινοῦν. δοκεῖ δὲ ἔφη οὐχ ὡς ἀμφισβητῶν , ἀλλ’ ὡς καὶ ὑπὸ τῶν ἄλλων ὁμολογούμενον.
p. 402a 7 ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν.
Σαφέστερον τὸν σκοπὸν ἐκτίθεται διὰ τούτων, τῆς τε ψυχικῆς οὐσίας καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αὐτῇ τε τῇ ψυχῇ καὶ δι’ ἐκείνην τοῖς ζῴοις ὄντα θεωρητικόν τε καὶ γνωστικόν. δηλοῖ δὲ ἡ μὲν θεωρία τὴν ἐκ τῆς ἐναργείας καὶ ἐκ τῶν τῇ αἰσθήσει φαινομένων ἀναφορὰν εἰς τὴν περὶ αὐτῆς ἀλήθειαν, ἡ δὲ γνῶσις τὴν κατὰ λόγον ἐπιστημονικὴν κατάληψιν. ἡ δὲ φύσις οὔτε τὸ γένος δοκεῖ μοι δηλοῦν οὐ γὰρ συνήθης ἡ χρῆσις) οὕτε ἐκ παραλλήλου ταὐτὸν τῇ οὐσίᾳ σημαίνει· ἀλλ’ ἡ μὲν τὸ ὅσον αὐτῆς πρὸς τὰ φυσικῶς ὄντα ἀποκλῖνον δηλοῖ, ἡ δὲ οὐσία τὸ πρὸς τὰ νοητὰ συγγενὲς καὶ χωριστόν.
p. 402a8 εἶθ’ ὅσα συμβέβηκε.
Τὰ καθ’ αὑτὰ δηλαδή· τὰ γὰρ ὡς ψυχῇ καὶ ἐπεὶ προηγεῖται κατὰ τὴν ἐξ αἰτίων γνῶσιν ἐπιστημονικὴν οὖσαν ἡ τῆς οὐσίας τῇς τῶν συμβεβη- 2 Περὶ ζῴων μορίων Alp, 641 a 36 6 ἡ BD: ἡ Aa 11 ἄλλα] ἄυλα aut ἀίδια Diels, ἄκρα Torstrik 12 fort. διὰ τὸ τὸ 13 ὑπάρχον Torstrik 16 ζώων τὰ φυσικὰ Α, qui tamen in marg. habet οἶμαι τῶν φ. τ. ξ. 27 ζῴοις om. a 36 τῆς τῶν D: τῆς om. Aa κότων, βουλόμεθα δὲ γενέσθαι ἐπιστήμονες, εἰκότως ἐπιζητοῦμεν πρότερον 1v γνῶναι τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκεν. ἀλλ’ ἐπεὶ ἐκ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰ φύσει πρότερα ἡ μάθησις, ἀναγκαίως ἐν τῇ διδασκαλίᾳ ἀπὸ τῶν συμβεβηκότων τὴν οὐσίαν αἱρεῖ, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, πάθη λέγων οὐ τὰ ὁπωσοῦν αὐτῇ ὑπάρχοντα οὐ γὰρ καὶ τὰς μονίμους αὐτῆς νοερὰς ἐνεργείας) ἀλλ’ ὅσα τῷ παθεῖν τι αὐτὴν ὑπάρχει, οἵα ἡ εἰ σῶμα ῥοπὴ καὶ ὅλως ἡ κατὰ προβολὴν ζωή. ἐν γὰρ ἀποστάσει πὼς τῇ ἀφ’ ἑαυτῆς, τοῦτο δὲ πάθος· ἐπεὶ ἡ μόνιμος ἐνέργεια ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ οὐ συμβεβηκός. τῶν δὲ συμβεβηκότων, ἃ καὶ πάθη ἔφη, τὰ μέν ἐστιν ἴδια τῆς ψυχῆς, ὡς ἡ θεωρητικὴ αὐτῆς γνῶσις οὐδὲν αἰσθήσει ἢ φαντασίᾳ ἢ ὅλως τῷ σώματι χρωμένη· ὅση δὲ αἰσθητικὴ καὶ φανταστικὴ καὶ ἡ ταύταις χρωμένη πρακτικὴ γνῶσις, κοινὴ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. οὐδὲ μόνων ἐστὶ τῶν ζῴων, ἅπερ ἐστὶ τὰ σύνθετα, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς. ὡς γὰρ ἐρεῖ, ἢ ἄρχεται ἐξ αὐτῆς ἢ λήγει εἰς αὐτήν.
p. 402a 10 Πάντῃ δὲ καὶ πάντως ἐστὶ τῶν χαλεπωτάτων λαβεῖν τινα πίστιν περὶ αὐτῆς.
Αἱρετὴν ἐκ τῶν εἰρημένων τὴν περὶ ψυχῆς ἐπιδείξας θεωρίαν καὶ ὅτι μάλιστα ἐπιζητοῦμεν τὴν οὐσίαν αὐτῆς γνῶναι προειπών , συντείνων τοὺς φιλοθεάμονας τῶν ὄντων, τὸ δύσληπτον πρῶτον μὲν καθόλου τῆς τῶν οὐσιῶν γνωστικῆς μεθόδου ὑπομιμνήσκει. οὔτε γὰρ εἰ μία ἢ πλείους ῥᾴδιον γνῶναι· καὶ γὰρ ἄν μία δόξειεν, ἐπεὶ καὶ αὐτὴ ἡ ζητουμένη οὐσία κοινὴ καὶ μία τις ἐν πᾶσιν εἶναι δοκεῖ καὶ ἡ τοῦ ὄντος κοινωνία, καὶ διὰ τὸ μίαν παραδίδοσθαι μέθοδον, ἐπὶ μὲν τῶν ἁπλῶν ἰδιοτήτων τὴν κατ’ ἐπι- βολὴν σύνεσιν, ᾗ τοὺς ὅρους γινώσκομεν , ἐπὶ δὲ τῶν ἐκ πλειόνων τὴν ὡς ἐκ γένους καὶ διαφορῶν· καὶ πλείους αὖ διὰ τὴν ἑτερότητα τῶν τε γενῶν καὶ τῶν διαφορῶν καὶ δηλονότι καὶ τῶν εἰδῶν. εἴτε δὲ μία εἴτε πλείους εἴτε, ὅπερ ἀληθές, καὶ μία καὶ πλείους, οὐκ εὔκολος αὐτῆς ἡ κατάληψις, ἐπειδὴ καὶ πᾶσα ἐπιστημονικὴ ἕξις δύσληπτος, φύσεως τε δεομένη ἐπιτη- δείας καὶ γυμνασίας μακρᾶς καὶ διακεκαθαρμένης τῆς λογικῆς ζωῆς, εἰ μέλλοιμεν ὀρθῶς πάντως τοῦ προτιθεμένου τὴν οὐσίαν εὐεκτῶς αἱρεῖν. ἀλλὰ τοῦτο τὸ ζήτημα οὐκ διὸν τῆς περὶ ψυχῆς θεωρίας, κοινὸν δέ φησι πολλοῖς ἑτέροις, ἐφ’ ὅσων τὸ τί ἐστι ζητοῦμεν· κοινὴ γὰρ τούτων ἀπάντων ἡ ὁριστική. εἶτα ὅτι μία μετὰ παραμυθίας ὑποθέμενος ὡς γὰρ μία ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἐπιστήμη, ἥπερ ἐστὶν ἡ ἀποδεικτική , οὕτω καὶ ἡ τοῦ τί ἦν εἶναι μία ἡ ὁριστική, ἐπεὶ καὶ ἡ διαιρετικὴ μία καὶ ἡ ἀναλυτικὴ ὡσαύτως), ζητητέον φησὶ τὴν μέθοδον ταύτην οὕτω δηλαδὴ ὡς ἕξιν κτήσασθαι ὁριστικήν. ἐπεὶ δὲ καὶ πολλαὶ τρόπον τινὰ ὑπέμνησεν δὲ καὶ τοῦτο 4 ὧν — 5 δοκεῖ cum superiore lemmate coniungit ideoquc hie om. a 5 πάθη δὲ λέγει a 7 προβολὴν una litera post πρὸ — erasa Α: προσβολὴν a 14 ἐρεῖ] cf. de An. Α 4 p. 408 b 16 34 ἡ ante ἀποδεικτική om. Α 35 ἀναλυτικὴ — διαιρετικὴ a διὰ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος· δεῖ γὰρ ἐφ’ 1v ἑκάστου ἰδιοτρόπως τῇ κοινῇ χρήσασθαι μεθόδῳ)· ἐπεὶ οὖν καὶ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι, τουτέστι τὸ τὴν ἴδιον ἑκάστου ἑλεῖν οὐσίαν. τὸ δὲ ἐπιφερόμενον | τὸ ἐὰν δὲ φανερὸν ᾖ, πό 2r τερον ἀπόδειξις καὶ τὰ ἑξῆς ἐξήγησις εἶναί μοι τοῦ προειρημένου δοκεῖ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος, ὡς ἑπομένου τούτου καὶ τοῖς μίαν ἡντινοῦν τὴν τοῦ τί ἐστιν ὁμολογοῦσι μέθοδον. ἕπεται γὰρ καὶ τούτοις ζητεῖν, ἐκ τίνων ἀρχῶν ὁ ἰήιος ἑκάστου ἀποδοθήσεται ὁρισμὸς·
p. 402a21 Ἄλλαι γὰρ ἄλλων ἀρχαί.
Ἔτεραι γοῦν ἀριθμῶν καὶ ἕτεραι ἐπιπέδων καὶ ἄλλαι τῶν φυσικῶν καὶ ἐπὶ πάντων ὁμοίως. κατὰ συμβεβηκὸς δὲ ἰήια τὰ ἀποδεικνύμενα λέγεται, κἄν οὐσιώδη ἦ, ὅτι ὡς ἄλλο ἄλλου κατηγορεῖται πᾶν δεικνύμενον καὶ διὰ τοῦτο μὲν συμβεβηκὸς ὡς σὺν ἄλλῳ βεβηκός· διὸν δέ, ἐπειδὴ καὶ τὸ κοινὸν πλειόνων ἰδιοτρόπως χρὴ γινώσκεσθαι διὰ τῆς ἀποδείξεως. οὕτω μὲν οὖν πρῶτον κοινῇ τὸ δύσληπτον τῆς ὁριστικῆς ὑπέμνησεν ὀξέως. προστίθησι δὲ καὶ τὴν ἴδιον ἐπὶ τῆς ψυχικῆς οὐσίας χαλεπότητα , ἅμα καὶ τὰ προβλήματα ἐκτιθέμενος περὶ ὅσων ζητήσει διὰ τοῦ·
p. 402a22 Πρῶτον δ’ ἴσως ἀναγκαῖον διελεῖν, ἐν τίνι τῶν γενῶν καὶ τι ἐστιν.
Ἐπείπερ ἐν τοῖς ὁριστικοῖς λόγοις πρὸ πάντων ἐστὶ τὸ γένος λαμβα- νόμενον καὶ τότε ἡ διαφορά, διότι ἀμέριστον τὸ εἶδος καὶ ἀμερίστως τό τε ὡρισμένον καὶ χαρακτηριστικὸν συνειληφός, ὁ λόγος ἅμα τε διαιρῶν καὶ συνάγων ἰδίᾳ πρῶτον αὐτοῦ ἐμφαίνει τὸ ὡρισμένον, ἔπειτα δὲ τὸ χαρακτηριστικόν, ὧν τὸ μὲν ἐν τῷ τί ἐστι, τὸ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι γινώσκεταί τε καὶ λέγεται. διὸ καὶ αὐτὸς εἰπὼν ἐν τίνι τῶν γενῶν ἀναγκαῖον διελεῖν προστέθεικε καὶ τί ἐστι, σαφηνίζων τί δηλοῖ τὸ ἐν γένει εἶναι, ὅτι καθ’ ὅ τί ἐστιν, ὥσπερ ἐν διαφοραῖς καθ’ ὃ τοιόνδε. ἀμφισβητεῖται δὲ ἐπὶ ψυχῆς, εἰ τὸ γένος αὐτῆς οὐσία ἢ ποιὸν ἢ ποσόν. διὸ καὶ τούτων εἰδικῶς τῶν τριῶν ἐμνήσθη κατηγοριῶν, ὡς ἐν ταῖς φερομέναις δόξαις τῶν τριῶν λεγομένων, προσθεὶς δὲ τὸ ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν διὰ τὸ ἐνδέχεσθαί τινας καὶ ὑπ’ ἄλλην αὐτὴν ἄγειν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων’ οὐσίαν αὐτήν φασιν· οἱ δὲ ἁρμονίαν σωμάτων εἰπόντες καὶ οἱ τοιάνδε κρᾶσιν ἐν τῷ ποιῷ τίθενται. Ξενοκράτης δὲ ἀριθμὸν αὐτὴν θέμενος ἐν ποσῷ δοκεῖ.
p. 402a25 Ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ἢ μᾶλλον ἐντελέχειά 2r τις· διαφέρει γὰρ οὔ τι σμικρόν.
Ἡ μὲν πρώτη καὶ εἰλικρινὴς ἐντελέχεια τὸ εἶδός ἐστιν· ἡ γὰρ ἐνέργεια καὶ ἡ τελειότης τὸ εἶδος. ἐν δυνάμει δὲ ὂν οὐχ ἡ ὕλη μόνη ὡς ἀτελὴς καθ’ αὑτὴν ἐν τῷ δεκτικῷ τῶν εἰδῶν οὐσιωμένη , ἀλλὰ καὶ πᾶν τὸ εἰδοπεποιημένον, μάλιστα δὲ τὸ σύνθετον διὰ τὴν πρὸς ὕλην κοινωνίαν· ἤδη δὲ καὶ πᾶν τὸ σῶμα κἄν ἄυλον ᾖ, ὡς μὴ καθ’ ἑαυτὸ μηδ’ ὑφ’ ἑαυτοῦ ζῶν, ἀλλ’ ἑτέρωθεν· οὐ γὰρ ὡς σῶμα. ἡ δὲ ψυχὴ κατὰ μὲν ἀλήθειαν μέση τῶν εἰδῶν καὶ τῶν εἰδοπεποιημένων ὡς ὅλη δι’ ὅλης ἑαυτῆς τὴν πρὸς ἑκάτερο.ν ἐμφαίνουσα κοινωνίαν. ἀξιοῦται δὲ ὑπὸ Ἀριστοτέλους διὰ τὸ ἀφ’ ἑαυτῆς ζῆν τε καὶ ἐγείρεσθαι, καὶ ὡς κινητικὴ τῶν σωμάτων ἀρχὴ οὐ πρὸς τὸ ὁριζόμενον ἀλλὰ πρὸς τὸ ὁρίζον ἀποκλίνειν. διὸ καὶ οὕτω πὼς ἔφη ἢ μᾶλλον ἐντελέχεια, ἐπειδὴ οὐκ εἰλικρινῶς οὐδὲ ἀπλῶς, εἴ γε καὶ ἡ λογικὴ ψυχὴ καὶ ὁ μετεχόμενος ὑπ’ αὐτῆς νοῦς δυνάμει τε καὶ ὑλικὸς λέγεται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ τὶς πρόσκειται, ὅτι μὴ ἀπροσδιορίστως καὶ ἀπλῶς ἐστιν ἐντελέχεια, ἀλλ’ ὑποβεβηκότως. ὅθεν οὐδὲ ἀεὶ κατὰ τὴν τελείαν ἵσταται ἐνέργειαν, ἀλλ’ ἐνίοτε κατὰ τὴν ἀτελεστέραν τὴν κατὰ τὴν ἕξιν. ἐν δυνάμει δὲ ὂν καὶ τὸ εἰδοποιούμενον θέμενος, ὅπερ ἐντελεχείᾳ μέν ἐστιν, οὐ μὴν ἐντελέχεια αὕτη γὰρ τὸ εἶδος), εἰκότως τῷ ἐν δυνάμει οὐ τὸ ἐντελεχείᾳ, ἀλλὰ τὴν ἐντελέχειαν ἀντιτέθεικεν. ἐν μὲν γὰρ ἐντελεχείᾳ τὸ εἰδοποιηθέν , τὸ δὲ εἶδος οὐκ ἐν αὐτῇ , ἀλλ’ αὐτή , ὅπερ οὐ σμικρὸν διαφέρει. ἡ μὲν γάρ ἐστι καθ’ αὑτὴν οὐσία, ὡς ἐν τῷ Z τῆς Μετὰ τὰ φυσικὰ μανθάνομεν , ἡ δὲ καθ’ ἕτερον, καὶ ἡ μὲν πρώτη ἡ δὲ δευτέρα, καὶ ἡ μὲν αἰτία ἡ δὲ αἰτιατή.
p. 402a1Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής.
Μεριστὴ μὲν ἁπλῶς ἡ σωματικὴ οὐσία πᾶσα, ἄλλων ἀλλαχοῦ τῶν μορίων κειμένων· ἀμέριστος δὲ εἰλικρινῶς ἡ νοερά· πολὺ δὲ βάθος ἔχουσα καὶ ἡ μεταξὺ ἀμφοῖν οὐσία, ἐν ᾗ καὶ ἡ ψυχή. δηλοῖ δὲ τὴν μὲν εἰς τὸ μεριστὸν αὐτῆς ὑπόβασιν ἡ κατὰ ἀπόστασιν τοῦ γνωστοῦ ἀντιληψις καὶ ἡ ἀφ’ ἑτέρων εἰς ἕτερα μετάβασις καὶ ἡ κατὰ μέρος ἐπὶ τῶν ζητουμένων διέξοδος· τὴν δὲ τοῦ ἀμερίστου μέθεξιν ἡ κατὰ τὸ γνωστὸν τῆς γνώσεως στάσις ἕνωσις γὰρ ἀμφοῖν ἥδε ἀμερής) καὶ ἡ καθ’ ὅρους ἀεὶ ἐν τῇ μεταβολῇ βάσις καὶ ἡ μετὰ τὴν κατὰ μέρος διέξοδον εἰς ἓν συναγωγή. ὁ δὲ Ἀριστοτέλης ὥσπερ πρὸς τῷ εἴδει, οὕτω καὶ πρὸς τῷ ἀμερίστῳ μᾶλλον τίθεται τὴν ψυχήν, τοῦτο μὲν ὡς οὐ μεριστήν, τοῦτο δὲ ὡς οὐ μόνον τῶν μεριστῶν, ἀλλὰ καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐξῃρημένης τῆς λογικῆς ψυχῆς.
p. 4021b1 Καὶ πότερον ὁμοειδὴς ἅπασα ψυχὴ ἢ οὔ.
Καὶ τοῦτο εἰς ζήτησιν προβάλλεται , εἰ ὁμοειδεῖς ἀλλήλαις αἱ ψυχαὶ πᾶσαι, ἡ φυτικὴ ἡ αἰσθητικὴ ἡ λογική. ὁμοειδῆ δὲ δηλαδὴ τὰ καθ’ ἓν τὸ εἰδικώτατον ὁριζόμενα εἶδος· τὰ γὰρ κατά τι κοινότερον ὁμογενῆ, οὐχ ὁμοειδῆ. ζητήσεως δὲ τὸ προκείμενον ἀξιοῦται διὰ τοὺς τὴν διαφορὰν ἐν τοῖς συνθέτοις | ἀπὸ τῇς ὕλης, ἀλλὰ μὴ ἐκ τοῦ εἴδους εἰσάγοντας, ὡς ἐπὶ 2v τῶν αὐλῶν, φασί, διάφοροι οἱ ἐκ τῶν ἔγγιον καὶ τῶν ἀπωτέρω τρήσεων ἀποδίδονται ἦχοι, ἑνὸς ὅμως ὄντος τοῦ ἐμφυσωμένου πνεύματος. ἀλλ’ οὐ κατ’ εἶδος οὐδὲ κατ’ οὐσίαν, φήσομεν, ἡ διαφορά. ὡς γὰρ τὸ μακρότερον καὶ βραχύτερον οὐ ποιεῖ κατ’ εἶδος ἐν τοῖς ἀνθρώποις ἐναλλαγήν, οὕτως οὐδὲ τὸ βαρύτερον καὶ ὀξύτερον τὸν αὐλητικὸν ἦχον κατ’ εἶδος ἐξαλλάττει, ἐπεὶ πᾶσα οὐσία καὶ τὸ εἶναι καὶ τὸ τοιάδε εἶναι κατά τι ἔχουσα εἶδος κατὰ τοῦτο ἂν καὶ τὴν πρὸς τὰς ἄλλας ἔχοι ἑτερότητα. καὶ γὰρ ἡ ἐν τοῖς ὀργάνοις καὶ ἡ ἐν ταῖς ὕλαις ἑτερότης ἢ ἐκ τῶν διαφόρων ἥκει εἰδῶν ἡ ἐκ τῶν ἐν τῷ ἑνὶ εἴδει διαφόρων λόγων. ἕπεται δὲ τῷ ὁμοειδεῖς τὰς ψυχὰς ὑποτιθεμένῳ τὸ καὶ τὰς διαφόρους ἐν μιᾷ ψυχῇ δυνάμεις ὁμοειδεῖς ὑποτίθεσθαι, ὡς εἶναι κατ’ εἶδος ἐν ἡμῖν ἀδιάφορον τὴν φυτικήν τε καὶ αἰσθητικὴν καὶ λογικὴν καὶ ὅσαι ἄλλαι. οὐ μὴν εἰ ἀνομοειδεῖς αἱ τῶν διαφόρων ζῴων οἷον ἡ ἵππου αἰσθητικὴ τῆς ἀνθρώπου ἡ μὲν γὰρ ἄλογος ἡ δὲ λογική), ἤδη καὶ αἱ ἐν ἀνθρώπῳ πλείους δυνάμεις ἀνομοειδεῖς, ἡ αἰσθητικὴ φέρε καὶ ἡ δοξαστική· πᾶσι γὰρ ἀνθρώπειαι καὶ καθ’ ἓν εἰδικώτατον τὸ ἀνθρώπειον χαρακτηρίζονται εἶδος, ἀλλὰ λόγοις διαφόροις· πολλοὶ γὰρ οἱ καθ’ ἕκαστον εἶδος λόγοι.
p. 402b2 Εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει.
Κἂν γὰρ πᾶσαι ψυχαὶ καὶ ζωαί τινες, ἀλλὰ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀλλήλων διαφέρουσαι οὐδ’ ἂν ὑφ’ ἓν τελοῖεν γένος· τοιαῦτα γὰρ τὰ ὁμοταγῆ, τὰ δὲ ὕστερα τοῖς πρώτοις ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κοινώνει.
p. 402b3 Νῦνμὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρώπου μόνον ἐοίκασινἐπισκοπεῖν.
Εἰς τὸν Τίμαιον ἔοικεν ἀποτείνεσθαι, εἰς τὸν ἄνθρωπον ἐν τῇ φυσιολογίᾳ καὶ τὰς τούτου ζωὰς καταλήξαντα, ὡς αὐτὸς καὶ ἐπὶ τὰς τῶν ἄλλων ζῴων τε καὶ φυτῶν ψυχὰς διατείνειν τὴν θεωρίαν μέλλων. δοκεῖ δέ μοι καὶ ὁ Τίμαιος ἀφιέναι τὸν διὸν περὶ τῶν ἐν τοῖς ἄλλοις λόγον ὡς ἐκ παραδείγματος τοῦ δευτέρου καὶ τρίτου μέρους τῆς ἀνθρωπείας ἀξιῶν τὰς ἐν τοῖς ἄλλοις αἱρεῖν.
p. 402b5 Εὐλαβητέον δὲ, ὅπως μὴ λαθάνῃ, πότερον εἷς ὁλόγος 2v αὐτῆς ἐστι, καθάπερ ζῴου.
Eἰ μὲν γὰρ ὁμοειδεῖς πᾶσαι, εἷς ἔσται πάσης λόγος, ὥσπερ καὶ ἀνθρώπου καὶ ὡς αὐτὸς ἔφη ζῴου, εἰ δὲ ἀνομοειδεῖς, καθ’ ἕκαστον εἶδος ἕτερος ἀποδοθήσεται λόγος.
p. 402b6 Οἷον ἵππου κυνός ἀνθρώπου θεοῦ.
Θεοῦ τοῦ οὐρανίου λέγων ζῴου. ἐπεὶ δὲ καὶ τῶν ἀνομοειδῶν ἑκάστου ὁ τοῦ γένους κατηγορεῖται λόγος, τὴν διαφορὰν ὑπογράφων τοῦ εἰδητικοῦ λόγου πρὸς τὸν τοῦ γένους ἐπάγει·
p. 402b7 Τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον.
Ἅπαν μὲν γὰρ εἰδικώτατον εἶδος οὐσίας αὐτοτελῆ δηλοῖ ὕπαρξιν καὶ καθ’ ἑαυτὴν οὐσιωμένην, κἂν ἔνυλον ῇ οὐκ οὐσιωμένον ἐκ τῆς ὕλης ἡ τοῦ συνθέτου, ἀλλ’ αὐτὸ οὐσιοῦν μὲν τὰ σύνθετα, τελειοῦν δὲ τὴν ὕλην εἰς ἐνέργειν τὸ δεκτικὸν αὐτῆς ἄγον. τὸ δὲ γένος ὡς καθ’ αὑτὸ μὲν ἄνευ τῶν εἰδῶν ὑφεστὼς οὐδέν ἐστιν ἀεὶ γὰρ μετά τινος εἴδους τοῦ οὐρανίου ἢ ἀνθρωπείου ἢ ἱππίου ἢ τινος ἄλλου) ἢ ὕστερον· τὸ γὰρ ἐν ἑκάστῳ εἴδει γένος μετὰ τὸ εἶδος, ἐπειδὴ τὸ μὲν εἶδος ἀμερίστως ἐστὶ τὸ ὅλον, τὸ δὲ γένος καθ’ ἕνα λόγον μερικὸν τῶν ἐν τῷ εἴδει περιεχομένων ὁρίζεται. διὸ ὡς μὲν καθ’ αὑτὸ ὑφεστὼς οὐδέν ἐστιν, ὡς δὲ μερικὸς λόγος ἐν τῷ εἴδει περιεχόμενος ὕστερος τοὐ εἴδους.
p. 402b8 Ὁμοίως δὲ κἄν εἴ τι ἄλλο κοινὸν κατηγοροῖτο.
Οὐ μόνον εἴ τι ἄλλο ὡς γένος κατηγοροῖτο ὡς τὸ φυτόν, ἀλλ’ ἔτι μᾶλλον καὶ εἴ τι ὡς ἐν προτέροις καὶ ὑστέροις κοινὸν ὑπάρχον · οὐδὲ γὰρ τὸ κοινὸν καθαρῶς ἐν τούτοις, ἀλλ’ ὅ τι ἄν φῇς, μετὰ ἐξαλλαγῆς.
p. 402b9 Ἔτι δὲ εἰ μὴ πολλαὶ ψυχαί, ἀλλὰ μόρια, πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια;
Εἰ μὴ πολλαὶ ψυχαί φησιν, τουτέστιν εἰ μὴ κατ’ εἶδος ἀλλήλων διαφέροιεν αἵ τε ἐν τοῖς διαφόροις καὶ ἐν ἑνὶ τῷ ἀνθρώπῳ, ἀλλὰ μόρια τὸ διάφορον οὐ κατ’ εἶδος ἔχοντα διὰ τὸ ἑνὸς εἶναι μόρια, ἀλλὰ κατὰ λόγους, ὡς τὸ κοῦφον καὶ φωτιστικὸν τοὐ πυρός. τοῦτο δὲ ἐπὶ μὲν ἑνὸς ζῴου εἴτε ἀνθρώπου εἴτε τινὸς ἄλλου ἀληθές, ἵνα μία ἡ ἑνὸς ἑκάστου ῇ ψυχή. εἴτε οὖν μόρια εἴτε δυνάμεις τὰς πολλὰς ἐν ἑκάστῳ λεκτέον ζωάς, ὁμοειδεῖς μὲν 13 αὐτοῦ a 21 κοινὸν ἄλλο ex Arist. a κατὰ λόγον δὲ διαφερούσας ῥητέον. τὰς δὲ ἐν τοῖς ἀνομοειδέσι ζῴοις κατ’ 2v εἶδος ἐξηλλαγμένας θετέον, ἵνα καὶ προηγουμένως τὸ κατ’ εἶδος αὐτῶν διάφορον ἐκ τῶν ψυχῶν ἐφήκῃ. ἐφ’ ὧν δ’ οὖν μόρια τὰ πολλά, προτίθεται ὥ ζητεῖν, πότερον τὸ ὅλον πρότερον ἢ τὰ μόρια θεωρητέον, καὶ ποῖα μὲν τῶν μορίων ἀληθῶς ἐστιν ἀλλήλων ἕτερα, ποῖα δὲ οὐχί. οἷον τὸ φυτικὸν μὲν ἕτερον τοῦ ὀρεκτικοῦ, τὸ δὲ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικὸν οὐ πλείω, ἀλλ’ ἓν πάντα. χαλεπὸς…
p.…
The complete text is available when the reading interface loads.