The Greek Library Author

Anonymous

Commentarius in Epicteti enchiridion

Authority group
Simplicius (catalogue association; authorship remains anonymous)
Edition reference
Commentarius in Epicteti enchiridion, ed. F. Dübner, Theophrasti characteres, Paris: Didot, 1842: 1–138.
CTS identifier
urn:cts:greekLit:tlg4013.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

θωσιν αὐτῶν ἐπεγείρεσθαι· τοὺς μὲν μᾶλλον, τοὺς δὲ

ἧττον. Καὶ εἴ τις ὑπὸ τούτων μὴ πάσχει τῶν λόγων,

ὑπὸ μόνων ἂν τῶν ἐν ᾅδου δικαστηρίων ἀπευθυνθείη.

Παιδεύει δὲ τὸν ἄνθρωπον, ὡς κατὰ ψυχὴν λογικὴν

οὐσιωμένον, τῷ σώματι χρώμενον ὡς ὀργάνῳ. Καὶ διὰ

τοῦτο καὶ γαμεῖν καὶ παιδοποιεῖν ἐνδίδωσι, καὶ τῶν

ἄλλων τῶν ἐν τῷ βίῳ αἱρετῶν ἀπολαύειν· πανταχοῦ δὲ

βούλεται τὴν λογικὴν δύναμιν ἀδούλευτον φυλάττειν

τοῦ τε σώματος καὶ τῶν ἀλόγων παθῶν, καὶ πρὸς τὸ

οἰκεῖον ἀγαθὸν καὶ τὴν ἐκείνων χρῆσιν ἀναφέρουσαν.

Τῶν δὲ ἐκτὸς δοκούντων ἀγαθῶν, ὅσα μὲν δύναται συμ-

φωνεῖν πρὸς τὸ ἀληθινὸν ἀγαθὸν, καρποῦσθαι συγχωρεῖ

μεμετρημένως· τὰ δὲ ἀναρμοστοῦντα πρὸς ἐκεῖνο, πα-

ραινεῖ παντελῶς ἀποτρέπεσθαι.

Καὶ τοῦτο δ' ἄν τις τῶν λόγων τούτων θαυμάσειεν,

ὅτι τοὺς πειθομένους καὶ ἐργαζομένους τὰ λεγόμενα,

2

μακαρίους ἀποτελοῦσι καὶ εὐδαίμονας, οὐδὲν δεηθέντας

τὰς μετὰ θάνατον τῆς ἀρετῆς ἀμοιβὰς ἐπαγγέλλεσθαι,

κἂν πάντως ἀκολουθῶσι καὶ αὗται. Τὸ γὰρ ὡς ὀργάνοις

χρώμενον τῷ σώματι καὶ τοῖς ἀλόγοις πάθεσι, πάντη

πάντως χωριστὴν ἔχει τὴν οὐσίαν αὐτῶν, καὶ ἐπιδια-

μένουσαν μετὰ τὴν ἐκείνων φθοράν· καὶ δῆλον, ὅτι καὶ

τὴν τελειότητα σύστοιχον τῇ οὐσίᾳ. Ἀλλὰ κἂν θνητήν

τις ὑποθῆται τὴν ψυχὴν, συναπολλυμένην τῷ σώματι,

ὁ κατὰ ταύτας ζῶν τὰς ὑποθήκας, τὴν ἑαυτοῦ τελειό-

τητα ἀπολαμβάνων, τὸ οἰκεῖον καρπούμενος ἀγαθὸν,

εὐδαίμων ὄντως ἐστὶ καὶ μακάριος. Καὶ γὰρ καὶ τὸ

σῶμα τὸ ἀνθρώπινον, καίτοι θνητὸν ὑπάρχον, εἰ τὴν

κατὰ φύσιν τὴν ἑαυτοῦ τελειότητα ἀπολάβοι, ἔτυχε

τοῦ οἰκείου ἀγαθοῦ, καὶ οὐδενὸς ἔτι δεῖται πρὸς τοῦτο.

Κομματικοὶ δέ εἰσιν οἱ λόγοι, καὶ γνωμονικοὶ, κατὰ

τὸ τῶν ὑποθηκῶν καλουμένων παρὰ τοῖς Πυθαγορείοις

εἶδος. Πλὴν καὶ τάξις τίς ἐστι πρὸς ἀλλήλους ἐν πᾶσι

σχεδὸν αὐτοῖς, καὶ ἀκολουθία, ὡς προϊόντες εἰσόμεθα.

Κἂν τὰ κεφάλαια δὲ διωρισμένα γέγραπται, εἰς μίαν

πάντα τείνει τέχνην, τὴν διορθωτικὴν τῆς ἀνθρωπίνης

ζωῆς· καὶ πάντες οἱ λόγοι πρὸς ἕνα τείνουσι σκοπὸν,

τὴν λογικὴν ψυχὴν διεγεῖραι πρός τε τὴν φυλακὴν τοῦ

οἰκείου ἀξιώματος, καὶ πρὸς τὴν κατὰ φύσιν χρῆσιν

τῶν οἰκείων ἐνεργειῶν. Καὶ εἰσὶ μὲν οἱ λόγοι σαφεῖς·

οὐ χεῖρον δὲ ἴσως, κατὰ τὸ δυνατὸν διαπτύσσειν αὐτούς.

Ὅ τε γὰρ γράφων, συμπαθέστερός τε ἅμα πρὸς αὐτοὺς

γενήσεται καὶ τῆς ἀληθείας αὐτῶν κατανοητικώτερος·

καὶ τῶν φιλομαθῶν οἱ πρὸς λόγους ἀσυνηθέστεροι, ἴσως

ἕξουσί τινα χειραγωγίαν ἐκ τῆς ἑρμηνείας αὐτῶν.

Τοῦτο δὲ πρῶτον, ὅπερ εἶπον, διαρθρωτέον, πρὸς

τὸν ὁποῖον ἄνθρωπον οὗτοι πεποίηνται οἱ λόγοι, καὶ

πρὸς ποίας ἀνθρωπίνης ζωῆς ἀρετὴν ἀνάγουσι τὸν πει-

θόμενον. Οὔτε οὖν πρὸς τὸν καθαρτικῶς δυνηθέντα ζῇν·

ἐκεῖνος γὰρ, ὅση δύναμις, φεύγειν ἀπὸ τοῦ σώματος

βούλεται καὶ τῶν σωματικῶν παθῶν, καὶ εἰς ἑαυτὸν

συννεύειν· οὔτε ἔτι μᾶλλον πρὸς τὸν θεωρητικόν· ἐκεῖ-

νος γὰρ καὶ τὴν ἑαυτοῦ λογικὴν ζωὴν ὑπερτρέχων,

ὅλος εἶναι βούλεται τῶν κρειττόνων. Ἀλλ' ἐκείνοις ἁρ-

μόζουσι, τοῖς κατὰ τὴν λογικὴν μὲν ζωὴν οὐσιωμένοις,

ὡς ὀργάνῳ δὲ χρωμένοις τῷ σώματι, καὶ μήτε μέρος

τῆς ψυχῆς τὸ σῶμα νομίζουσι, μήτε αὐτὴν μέρος εἶναι

τοῦ σώματος, μήτε μετὰ τοῦ σώματος συμπληροῦσαν

τὸν ἄνθρωπον, ὡς ἐκ δυοῖν μερῶν συγκείμενον, τῆς τε

ψυχῆς, καὶ τοῦ σώματος. Οὗτος μὲν γὰρ ὁ ἄνθρωπος

ὁ πολύς ἐστιν, ὁ συμπεφυρμένος τῇ γενέσει, καὶ ὑπ'

αὐτῆς καταπεπονημένος, μηδὲν μᾶλλον λογικὸν ἢ ἄλο-

γον ζῶον ὑπάρχων, καὶ διὰ τοῦτο μηδὲ κυρίως λεγόμε-

νος ἄνθρωπος. Ὁ δὲ ὄντως ἄνθρωπος εἶναι βουλόμενος,

καὶ τὴν εὐγένειαν τὴν ἑαυτοῦ προθυμούμενος ἀνακτή-

σασθαι, ἣν ὁ θεὸς παρὰ τὰ ἄλογα ζῶα τοῖς ἀνθρώποις

ἐχαρίσατο, οὗτος φυλάσσει τὴν ἑαυτοῦ λογικὴν ψυχὴν,

ὥσπερ ἔχει φύσεως, οὕτω ζῇν, ἄρχουσαν τοῦ σώματος,

καὶ ὑπερανέχουσαν αὐτοῦ, καὶ οὐχ ὡς μέρει συντετα-

γμένῳ, ἀλλ' ὡς ὀργάνῳ χρωμένην. Καὶ τούτῳ προσή-

3

κουσιν αἱ ἠθικαὶ καὶ πολιτικαὶ ἀρεταὶ, ἐφ' ἃς οὗτοι οἱ

λόγοι προτρέπουσιν.

Ἀλλ', ὅτι μὲν οὗτός ἐστιν ὁ ἀληθινὸς ἄνθρωπος, ὁ

κατὰ τὴν λογικὴν ψυχὴν οὐσιωμένος, προηγουμένως

μὲν ὁ τοῦ Πλάτωνος Σωκράτης ἔδειξεν, Ἀλκιβιάδῃ

τῷ καλῷ, τῷ Κλεινίου, διαλεγόμενος. Ὁ δὲ [Ἐπίκτη-

τος], ὑπόθεσιν ταύτην λαβὼν, διδάσκει τοὺς πειθομέ-

νους αὐτῷ, διὰ ποίας ζωῆς καὶ ποίων ἔργων τὸν τοιοῦ-

τον ἄνθρωπον δύνατόν ἐστι τελεώσασθαι. Ὥσπερ γὰρ

τὸ σῶμα, τὰς κατὰ φύσιν κινήσεις ἐπιτεῖνον, γυμνάζε-

ται δι' αὐτῶν, καὶ ἐῤῥωμενέστερον ἀποδείκνυται· οὕτω

καὶ ἡ ψυχὴ, διὰ τῶν κατὰ φύσιν ἐνεργειῶν, εἰς τὴν

κατὰ φύσιν ἕξιν τὴν ἑαυτῆς οὐσίαν καθίστησιν. Οὐδὲν

δὲ ἐμποδίζει τῇ σχολῇ τῶν λόγων, ἀλλὰ καὶ ἀναγκαῖον

ἴσως ἐστὶ, τοῦτο δὴ τὸ καθ' ὑπόθεσιν ὑπὸ τοῦ Ἐπικτή-

του προληφθὲν, ὅτι ὁ ἀληθῶς ἄνθρωπος ἡ λογικὴ ψυχή

ἐστιν, ἡ τῷ σώματι ὡς ὀργάνῳ χρωμένη, πρὸ τῆς τῶν

κατὰ μέρος ἐξηγήσεως προδιαρθρῶσαί τε καὶ προαπο-

δεῖξαι. Καὶ γὰρ ὁ μὲν Ἐπίκτητος τὰς τῷ τοιούτῳ ἀν-

θρώπῳ πρεπούσας καὶ οἰκείας ἐνεργείας ὑπ' ὄψιν προ-

τιθεὶς, γινώσκειν τε αὐτὰς ἀκριβῶς, καὶ ἐργάζεσθαι

τοὺς πειθομένους αὐτῷ παρακαλεῖ καὶ ἀνακινεῖ· ἵνα δι'

αὐτῶν, ὡς εἶπον, καὶ τὴν οὐσίαν τὴν ἰδίαν τελεωσώ-

μεθα· ὅτι δὲ οὗτός ἐστιν ὁ κυρίως ἄνθρωπος, οὐκ

ἀποδείκνυσιν, ἀλλ', ὅπερ εἶπον, ὡς ὑπόθεσιν λαμβάνει.

Ὁ τοίνυν Σωκράτης, λαβὼν ἐκ τῆς ἐναργείας, ὅτι

ὁ ἄνθρωπος, ὥσπερ τῇ σμίλῃ, οὕτω καὶ τῇ χειρὶ χρῆ-

ται πρὸς τὴν ἐργασίαν· καὶ προσλαβὼν, ὅτι τὸ χρώμενον

ἄλλο ἐστὶ, καὶ τὸ ᾧ χρῆται ἄλλο, ὡς ὄργανον· συνήγα-

γεν, ὅτι ἄνθρωπός ἐστι τὸ τῷ σώματι χρώμενον ὡς ὀρ-

γάνῳ. Χρῆται δὲ τῷ σώματι ὡς ὀργάνῳ, ἔν τε ταῖς

τέχναις, καὶ ταῖς ἄλλαις ἐργασίαις, οὐκ ἄλλο τι ἢ ἡ

λογικὴ ψυχή. Εἶτα πάλιν λαβὼν ἐκ τῶν εἰρημένων,

ὅτι τὸ χρώμενον τῷ σώματι, καὶ ἄρχει πανταχοῦ ἐκεί-

νου ᾧ χρῆται, ἐκ διαιρέσεως ἐρωτᾷ τὸν λόγον· λέγων,

ὅτι ἀνάγκη, τὸν ἄνθρωπον ἢ τὴν ψυχὴν εἶναι, ἢ τὸ

σῶμα, ἢ τὸ συναμφότερον. Εἰ οὖν ὁ μὲν ἄνθρωπος

ἄρχει τοῦ σώματος, τὸ δὲ σῶμα ἑαυτοῦ οὐκ ἄρχει, δῆ-

λον, ὅτι οὐκ ἔστιν ὁ ἄνθρωπος τὸ σῶμα. Ἀλλ' οὐδὲ τὸ

συναμφότερον, διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ὁ ἄνθρωπος

ὁ ἄρχων τοῦ σώματός ἐστι, μὴ ἄρχοντος τοῦ σώματος,

οὐδὲ τὸ συναμφότερον ἂν εἴη τὸ ἄρχον. Ὅλως δὲ, εἰ

τὸ μὲν σῶμα καθ' αὑτὸ ἀκίνητον καὶ νεκρόν ἐστιν, ἡ

δὲ ψυχὴ τὸ κινοῦν ἐστιν· ὁρῶμεν δὲ καὶ ἐπὶ τῶν τεχνῶν,

ὅτι κινεῖ μὲν ὁ τεχνίτης, κινεῖται δὲ τὰ ὄργανα τῆς τέ-

χνης· δῆλον, ὅτι ὀργάνου τάξιν ἔχει τὸ σῶμα πρὸς τὴν

ψυχήν. Αὕτη οὖν ἐστιν ὁ ἄνθρωπος· καὶ ὁ βουλόμενος

ἀνθρώπου ἐπιμελεῖσθαι, τῆς ψυχῆς ἐπιμελείσθω τῆς

λογικῆς, καὶ περὶ τὰ οἰκεῖα αὐτῆς ἀγαθὰ διατριβέτω.

Ὁ γὰρ τοῦ σώματος ἐπιμελούμενος, οὐκ ἀνθρώπου, οὐδὲ

τῶν ὄντως ἡμῶν ἐπιμελεῖται, ἀλλὰ τοῦ ὀργάνου. Ὁ δὲ

περὶ χρήματα καὶ τὰ τοιαῦτα σπουδάζων, οὔτε ἀνθρώ-

που ἐπιμελεῖται, οὔτε ἀνθρώπου ὀργάνου, ἀλλὰ τῶν

τοῦ ὀργάνου.

4

{ΕΞΗΓΗΣΙΣ.}

[IN CAP. I, § 1.] Ἐφ' ἡμῖν ἐκεῖνα λέγει, ὧν κύριοί

ἐσμεν, καὶ ὧν τὴν ἐξουσίαν ἔχομεν. Ταῦτα [γὰρ]

καὶ ἐπ' αὐτῷ ἑκάστῳ λέγομεν, ἃ μὴ παρ' ἄλλου ἔχει,

μηδὲ ὑπ' ἄλλου τινὸς ἐμποδίζεσθαι δύναται. Τοι-

αῦτα δέ ἐστι τὰ κινήματα τῆς ψυχῆς, τὰ ἔνδοθεν

ὑπ' αὐτῆς κατὰ τὴν αὐτῆς κρίσιν καὶ αἵρεσιν γινόμενα.

Οὐ γὰρ δυνατὸν, ἔξω κινεῖσθαι τὴν αἵρεσιν· ἀλλὰ κἂν

τὸ αἱρετὸν ἔξωθεν ᾖ, ἡ αἵρεσις αὐτὴ, καὶ ἡ ἐπὶ τὸ αἱ-

ρετὸν κίνησις, ἔνδοθέν ἐστι. Τοιοῦτον δέ ἐστι, τὸ

τοιάνδε ἢ τοιάνδε ὑπόληψιν ἔχειν περὶ τῶν πραγμά-

των· οἷον, ὅτι ὁ πλοῦτος ἢ ὁ θάνατος, ἤ τι τῶν ἄλλων,

ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορόν ἐστι. Κἂν γὰρ ἄλλου τι-

νὸς ἀκούσαντες δοξάσωμεν ἢ οὕτως ἢ οὕτως περὶ αὐ-

τοῦ, δοξάσωμεν δὲ ὅλως, καὶ μὴ, ὡς οἱ διδακτοὶ ὄρ-

νιθες τὸ κονδῖτον πίω λέγουσι, τί λέγουσιν οὐκ εἰδότες,

οὕτω καὶ ἡμεῖς λέγωμεν· ἡ δόξα αὕτη καὶ ἡ ὑπόληψις,

ἡμέτερόν ἐστι κίνημα, ἠρεθισμένον ἔξωθεν ἐνίοτε, καὶ

προκληθὲν ὑπὸ τοῦ διδάσκοντος, οὐ μέντοι ἐντεθὲν ὑπ'

αὐτοῦ. Τοιοῦτον δέ ἐστι καὶ ἡ ἐπί τι ὁρμὴ, ἔνδοθεν

οὖσα καὶ αὕτη. Κἂν γὰρ ἐκεῖνο, ἐφ' ὃ ὁρμῶμεν, ἔξω-

θεν ᾖ, κἂν ἀφορμή τις γίνηται τῇ ὁρμῇ, ἀλλ' αὐτή γε

ἡ ὁρμὴ ἔνδοθέν ἐστιν ὅλη· οὐχ ὡς οἱ κατὰ ὠθισμὸν

ἑτεροκινήτως κινούμενοι ἔξωθεν ἔχουσι τὴν ἑαυτῶν κί-

νησιν, ἀλλὰ μᾶλλον ὡς οἱ κατὰ τὴν ἑαυτῶν ζωὴν διε-

γειρόμενοι. Καὶ ἡ ὄρεξις δὲ τοιοῦτόν ἐστιν, ἔκτασις

οὖσα τῆς ψυχῆς ἐπὶ τὸ ὀρεκτόν· καὶ ἡ ἔκκλισις ἐναντία

τῇ ὀρέξει, ἀποστροφὴ καὶ φυγὴ οὖσα ἀπὸ τοῦ ἐκκλι-

τοῦ.

Δῆλον δὲ, ὅτι προηγεῖται μὲν ἡ ὑπόληψις, καὶ λο-

γική τις οὖσα γνῶσις, καὶ ἀνθρώπῳ πρέπουσα. Ὅταν

δὲ περὶ κακοῦ ἢ ἀγαθοῦ ἡμετέρου, ὄντος, ἢ δοκοῦντος,

ἡ ὑπόληψις ᾖ, ἀνακινεῖται πάντως ἔκκλισις ἢ ὄρεξις,

ἐπακολουθεῖ δὲ ἡ ὁρμή. Ὀρεχθῆναι γὰρ δεῖ πρῶτον ἢ

ἀπαρεσθῆναι, καὶ οὕτως ὁρμῆσαι προσελθεῖν τῷ ὀρε-

κτῷ, ἢ ἀποστραφῆναι τὸ ἐκκλιτὸν, ὅπερ ἐναντίον ἐστὶ

τῷ ὀρεκτῷ. Οἱ μέντοι Στωϊκοὶ τὴν ὁρμὴν καὶ ἀφορ-

μὴν προετίθεσαν [τῆς τε ὀρέξεως καὶ] τῆς ἐκκλίσεως,

τὰ πρὸ τῆς ὀρέξεως καὶ ἐκκλίσεως κινήματα τῆς ψυχῆς

θεασάμενοι.

Ἀλλ' αἱ μὲν ἄλογοι ὀρέξεις, τοῦτ' ἔστι, θυμὸς, καὶ

ἐπιθυμία, προσεχεῖς οὖσαι τοῖς σώμασι, καὶ ζωαὶ

τῶν σωμάτων οὖσαι, ὡς δοκεῖν ἀπὸ τῆς κράσεως τῶν

σωμάτων ἀναβλαστάνειν, πολὺ τὸ ἑτεροκίνητον ἔχουσι·

καὶ οὐκ ἔτι αὐτεξούσιοι ἁπλῶς, οὐδὲ ἐπὶ τοῖς ὀρεγομέ-

νοις κυρίως εἰσὶ, κἂν ἔνδοθεν καὶ αὗται κινῶνται. Καὶ

ἡ λογικὴ δὲ ψυχὴ, ὅταν μὲν ἑαυτὴν ἐνδῷ τοῖς σώμασι

καὶ τοῖς ἀλόγοις καὶ τοῖς σωματικοῖς κινήμασι, καὶ

αὐτὴ νευροσπαστεῖται, καὶ ὠθεῖται, καὶ οὐκ ἔτι εὔλυτα

ἐφ' ἑαυτῇ ἔχει τὰ κινήματα. Ὅταν δὲ κατὰ τὴν ἑαυ-

τῆς φύσιν καὶ ἐνέργειαν ἐνεργῇ, τότε ἐλευθέρως καὶ

αὐτεξουσίως ἔνδοθεν ἀφ' ἑαυτῆς κινεῖται· καὶ ἐπὶ ταύ-

της τὸ ἐφ' ἡμῖν ὁρᾶται καὶ ἀναμφίλεκτον. Ἵνα δὲ

καὶ ἀκριβέστερον καταμάθωμεν, καὶ τί ἐστὶ τὸ ἐφ'

5

ἡμῖν τοῦτο, καὶ ἐν τίσι τῶν ὄντων ἐστὶ, καὶ ὅτι ῥίζα

καὶ ἀρχὴ τοῦτο πάσης εὐζωΐας καὶ κακοζωΐας τοῖς ἀν-

θρώποις ἐστὶν, ἄνωθέν ποθεν ἀρξάμενοι λέγωμεν.

Πάντων τῶν ὄντων πηγὴ καὶ ἀρχὴ τὸ Ἀγαθόν ἐστιν.

Οὗ γὰρ πάντα ἐφίεται, καὶ εἰς ὃ πάντα ἀνατείνεται,

τοῦτο πάντων ἀρχὴ καὶ τέλος ἐστί. Καὶ ἀφ' ἑαυτοῦ

τὸ Ἀγαθὸν πάντα παράγει, τά τε πρῶτα, καὶ τὰ μέσα,

καὶ τὰ ἔσχατα. Ἀλλὰ τὰ μὲν πρῶτα, καὶ ἑαυτῷ προσ-

εχῆ, ὅμοια ἑαυτῷ παράγει· μία ἀγαθότης, πολλὰς

ἀγαθότητας· καὶ μία ἁπλότης, καὶ ἑνὰς ἡ ὑπὲρ πά-

σας, πολλὰς ἑνάδας· καὶ μία ἀρχὴ, πολλὰς ἀρχάς.

Ταὐτὸν γάρ ἐστιν ἓν, καὶ ἀρχὴ, καὶ ἀγαθὸν, καὶ Θεός.

Καὶ γὰρ Θεὸς μὲν τὸ πρῶτον, καὶ πάντων αἴτιον. Ἀνάγ-

κη δὲ, τὸ πρῶτον, καὶ ἁπλούστατον εἶναι· ὅτι τὸ σύν-

θεσιν ὁποιανοῦν ἔχον καὶ πλῆθος, δεύτερόν ἐστι τοῦ

ἑνός· καὶ τὸ πλῆθος, καὶ τὰ μὴ ἀγαθὰ, τοῦ ἀγαθοῦ

ἐφίεται, ὡς ὑπὲρ αὐτὰ ὄντος· καὶ τὸ μὴ ὂν αὐτὸ ἀρχὴ,

ἀπ' ἀρχῆς ἐστι πάντως. Ἀνάγκη δὲ, καὶ δύναμιν ἔχειν

τὴν ἀκροτάτην καὶ πᾶσαν. Δυνάμεως δὲ περιουσία

ἐστὶ, τὸ, πάντα παράγουσαν ἀφ' ἑαυτῆς, τὰ ὅμοια πρὸ

τῶν ἀνομοίων παράγειν. Διὸ πολλὰς ἀρχὰς ἡ μία

ἀρχὴ, καὶ πολλὰς ἁπλότητας, καὶ πολλὰς ἀγαθότητας

παράγει προσεχῶς ἀφ' ἑαυτῆς. Τὰ γὰρ ὄντα πάντα,

διαφορὰς ἔχοντα πρὸς ἄλληλα, καὶ πεπληθυσμένα ταῖς

οἰκείαις διαφοραῖς, εἰς μίαν ἕκαστα ἀρχὴν οἰκείαν

ἀνάγεται. Οἷον, τὰ καλὰ πάντα, ὅσα τε, καὶ ἐν οἷς

ἐστι, καὶ ἐν ψυχαῖς, καὶ ἐν σώμασιν, εἰς μίαν ἀνάγε-

ται κάλλους πηγήν. Οὕτω δὲ καὶ τὰ σύμμετρα πάντα,

καὶ τὰ ἀληθῆ πάντα. Καὶ αἱ ἀρχαὶ πᾶσαι ὁμοφυεῖς

πως εἰσὶ τῇ πρώτῃ, καθ' ὃ ἀρχαὶ καὶ πηγαὶ καὶ ἀγα-

θότητες, μετὰ τῆς προσηκούσης ὑφέσεως καὶ ἀναλογίας.

Ὅπερ γάρ ἐστιν ἡ μία ἀρχὴ πρὸς πάντα τὰ ὄντα, τοῦτο

ἑκάστη πρὸς τὸ πλῆθος τὸ περιεχόμενον ὑπὸ τῆς κατ'

αὐτὴν ἰδιότητος. Οὐ γὰρ ἦν δυνατὸν, μὴ καὶ ἕκα-

στον πλῆθος, κατὰ διαφοράν τινα ἀφωρισμένον, εἰς

οἰκείαν ἀρχὴν ἀνατείνεσθαι, τὴν πᾶσι τὸ ἓν καὶ ταὐ-

τὸν εἶδος ἐπιλάμπουσαν. Παντὸς γὰρ πλήθους ἡγεῖται

τὸ ἓν, καὶ πᾶσα ἐν πολλοῖς ἰδιότης ἀφ' ἑνὸς εἰς τὰ

πολλὰ παραγίνεται.

Πᾶσαι οὖν αἱ μερικαὶ ἀρχαὶ ἐνίδρυνται τῇ ὅλῃ, καὶ

ὑπ' αὐτῆς οὐ διαστηματικῶς οὐδὲ πληθυντικῶς περιέ-

χονται, ἀλλ' ὡς ἐν τῷ ὅλῳ τὰ μέρη, καὶ ὡς ἐν τῷ ἑνὶ

τὸ πλῆθος, καὶ ἐν τῇ μονάδι ὁ ἀριθμός. Πάντα γάρ

ἐστιν ἐκεῖνο, πρὸ πάντων· καὶ περὶ τὴν μίαν ἀρχὴν αἱ

πολλαὶ ἀρχαὶ πληθύονται, καὶ ἐν τῇ μιᾷ ἀγαθότητι αἱ

πολλαὶ ἀγαθότητες ἐνίδρυνται. Καὶ ἔστιν ἐκεῖνο, οὐ

τὶς ἀρχὴ, ὥσπερ ἑκάστη τῶν ἄλλων· ἡ μὲν, καλοῦ· ἡ

δὲ, ἀληθείας· ἡ δὲ, συμμετρίας, ἢ ἄλλου τινός· ἀλλ'

ἁπλῶς Ἀρχή· καὶ οὐ τῶν ὄντων ἁπλῶς ἀρχὴ, ἀλλ'

Ἀρχὴ ἀρχῶν. Δεῖ γὰρ καὶ τὸ ἀρχικὸν ἰδίωμα, ὥσπερ

τὰ ἄλλα, μὴ ἀπὸ πλήθους ἄρχεσθαι, ἀλλ' εἰς μίαν μο-

νάδα συγκορυφοῦσθαι, τὴν Ἀρχὴν τῶν ἀρχῶν.

Τὰ μὲν οὖν πρῶτα τῶν ὑπὸ τοῦ πρώτου Ἀγαθοῦ πα-

ραγομένων, διὰ τὸ πρὸς αὐτὸ ὁμοφυὲς, οὐκ ἐξέστη τοῦ

6

εἶναι ἀγαθά· ἀκίνητα ὄντα, καὶ ἀμετάβλητα, καὶ ἐν

τῇ αὐτῇ ἀεὶ μακαριότητι ἱδρυμένα, οὐκ ἐνδεῆ τοῦ ἀγα-

θοῦ, ὅτι αὐτοαγαθότητές εἰσι. Τὰ δὲ ἄλλα πάντα,

ὑπὸ τοῦ ἀγαθοῦ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀγαθοτήτων

παραχθέντα, ἀποστάντα τοῦ εἶναι αὐτοαγαθὰ καὶ ἀκι-

νήτως ἐνιδρῦσθαι ἐν τῇ ὑπάρξει τῆς θείας ἀγαθότητος,

κατὰ μέθεξιν ἔχει τὸ ἀγαθόν. Ἀλλὰ τὰ μὲν ἔσχατα

καὶ ἑτεροκίνητα, οἷον τὰ σώματα, ὥσπερ καὶ τὴν οὐ-

σίαν καὶ τὴν κίνησιν ἔξωθεν ἔχει, οὔτε ὑφιστάνειν ἑαυτὰ

δυνάμενα, διὰ τὸ μεριστὰ καὶ ἄστατα ὄντα μὴ δύνα-

σθαι ὅλα δι' ὅλων ἑαυτοῖς ἐφαρμόττειν, ἵνα καὶ ὅλου

ἕκαστον ὅλον ἑαυτοῦ αἴτιον ᾖ, οὔτε κινεῖν ἑαυτὰ, διὰ

τὸ νεκρὰ εἶναι καθ' αὑτὰ καὶ ἀπνεύμονα· οὕτω καὶ τὸ

ἀγαθὸν ἔξωθεν ἔχει. Τὰ δὲ μέσα, ἀπὸ μὲν τῆς ἀκινή-

του φύσεως, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχού-

σης, ὑπέβη· τῶν δὲ ἐσχάτων καὶ ἑτεροκινήτων ὑπερ-

έχοντα, κινεῖται μὲν, ὑφ' ἑαυτῶν δὲ κινεῖται, καὶ οὐκ

ἀπ' ἄλλων ἔξωθέν τινων, ὥσπερ τὰ σώματα. Τοιαῦται

δέ εἰσιν αἱ ψυχαὶ, ἑαυτάς τε κινοῦσαι καὶ τὰ σώ-

ματα. Καὶ διὰ τοῦτο τὰ ἔνδοθεν κινούμενα σώματα,

ἔμψυχα λέγομεν· τὰ δὲ ἔξωθεν μόνως, ἄψυχα.

Ἡ οὖν ψυχὴ, ὑφ' ἑαυτῆς κινουμένη, κινεῖ καὶ τὰ

σώματα. Εἰ γὰρ ὑφ' ἑτέρου τινὸς ἔξωθεν κινουμένη,

ἐκίνει τὸ σῶμα· ὑπ' ἐκείνου κυρίως ἂν ἦν τὸ σῶμα

κινούμενον, τοῦ τὴν ψυχὴν κινοῦντος. Αὕτη οὖν ἡ

αὐτοκίνητος οὐσία, ἅτε ὑποβᾶσα τοῦ ἀκινήτου, καὶ

κατὰ μέθεξιν ἀγαθυνομένη, κινεῖται μὲν ἐπὶ τὸ ἀγαθὸν,

ἀλλ' ἀφ' ἑαυτῆς κινεῖται, καὶ οὐκ ἀπ' ἄλλου, ἐφιεμένη

τε αὐτοῦ καὶ κατορεγομένη. Καὶ εἰσὶν αὐτῶν ἴδιαι

κινήσεις αὗται, ἥ τε ἔφεσις, καὶ ὄρεξις, καὶ ὁρμὴ,

καὶ αἵρεσις. Ἀλλ' αἱ μὲν πρῶται τῶν ψυχῶν, ἅτε

προσεχῶς ὑπὸ τῶν αὐτοαγαθῶν παραχθεῖσαι· κἂν

ἔσχον τι πρὸς ἐκεῖνα ὑφειμένον, διὰ τὸ μὴ εἶναι ἀγαθό-

τητες, ἀλλ' ὀρέγεσθαι τοῦ ἀγαθοῦ· πλὴν, ὡς συγγενεῖς

πρὸς αὐτὸ, συμφυῶς τε αὐτοῦ καὶ ἀναποσπάστως ὀρέ-

γονται, καὶ τὴν αἵρεσιν μονοειδῶς πρὸς ἐκεῖνο τεταμέ-

νην ἔχουσιν, οὐδέποτε ἀποκλίνουσαι πρὸς τὸ χεῖρον.

Καὶ εἴπερ ἡ προαίρεσις ἄλλου ἀντ' ἄλλου τινός ἐστιν

αἵρεσις, τάχα οὐκ ἂν εἴη προαίρεσις ἐν ἐκείνοις· εἰ μή

τις αὐτὴν προαίρεσιν, ὡς τὰ πρῶτα ἀγαθὰ αἱρουμένην,

καλοῖ. Αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, πρὸς σύνδεσμον

ὑποστᾶσαι τῶν τε ἀεὶ ἄνω καὶ τῶν ἀεὶ κάτω μενόντων,

καὶ διὰ τοῦτο πεφυκυῖαι καὶ πρὸς ἐκεῖνα ἐπιστρέφεσθαι

καὶ πρὸς ταῦτα· ὅταν μὲν πρὸς ἐκεῖνα νεύωσιν ὅλαι,

ἁπλᾶς ἔχουσι καὶ ἀναντιθέτους τὰς ὀρέξεις καὶ αἱρέσεις

αὐτῶν. Ὅταν δὲ ἀδυνατήσωσι πρὸς τὴν ἄνω στροφὴν,

διὰ τὸ κατὰ τὴν πρὸς τὸ κάτω ἐθέλειν ἐνεργεῖν, κατ'

οὐσίαν καὶ αὐτὴν ἐνυπάρχουσαν αὐτῇ πρὸς ψύχωσίν τε

καὶ κίνησιν τῶν καθ' αὑτὰ ἀψύχων τε καὶ ἑτεροκινή-

των σωμάτων, καὶ πρὸς διακόσμησιν τῶν ἑτεροκινήτως

πεφυκότων τοῦ ἀγαθοῦ μετέχειν, ἥτις τῇ ἑαυτῆς κινή-

σει κινεῖ τὰ ἑτεροκίνητα· τότε οὖν τοῖς γινομένοις καὶ

φθειρομένοις καὶ πρὸς τὴν τοῦ ἀγαθοῦ στέρησιν ὑποφε-

ρομένοις συνοῦσα, καὶ ἐνδιδοῦσα ἑαυτὴν ἐκείνοις, οὐκ

7

ἔτι ἀναντίθετον ἔχει τὴν ἑαυτῆς αἵρεσιν· ἀλλ' ἀεὶ μὲν

πρὸς τὸ αἱρετὸν καὶ ἀγαθὸν φερομένην, τὸ δὲ ἀγαθὸν, ἢ

ὄντως ἀγαθὸν ὑπάρχον, ἢ ὡς ἀγαθὸν ἐξαπατῶν καὶ

δελεάζον, διά τινα συνοῦσαν αὐτῷ ἡδονήν. Ἐπειδὴ

γὰρ τῷ ἀληθινῷ ἀγαθῷ σύνεστιν ἡ ἀληθινὴ ἡδονὴ,

ὅπου ἂν ἡδονῆς αἴσθηται σκιαγραφίας, μὴ κρίνουσα

αὐτὴν ὁποία τις ἐστὶ, πότερον ἀληθὴς καὶ τῷ ἀληθινῷ

ἀγαθῷ συγγενὴς, ἢ ἀπατηλὴ καὶ σκιὰ ἀγαθοῦ ψευδώ-

νυμος, ἐπιτρέχει ὡς πρὸς τὸ ἀγαθὸν, οὐκ ἐφιστάνουσα

ὅτι πολλαπλάσιον ἔχει τὸ λυπηρόν· προηγούμενόν τε

πάντως· οὐ γὰρ ἥδεται ἐσθίων ὁ μὴ πρότερον ὑπὸ

πείνης λυπηθεὶς, οὐδὲ πίνων ἥδεται ὁ μὴ διψήσας.

Καὶ σύνεστι δὲ πάντως τῇ ἡδονῇ ἡ λύπη. Τοιγαροῦν

ἐὰν μεταξὺ στήσῃς τὸν ἐν τῷ πίνειν ἡδόμενον, ἔτι

ἐνοῦσαν ὄψει τὴν δίψαν. Καὶ ἕως τότε ἐστὶν ἡ ἡδονὴ,

ἕως ἂν ἡ λύπη συνυπάρχῃ· παυσαμένης γὰρ τῆς πείνης,

ἢ δίψης, ἢ ῥίγους, ἤ τινος τῶν τοιούτων, οὐκ ἔτι ἡδέα,

ἀλλὰ προσκορῆ φαίνεται τὰ ἐναντία. Καὶ ἕπεται δὲ

ὡς ἐπίπαν λύπη τοῖς δι' ἡδονὴν εἰς ἀμετρίαν ὑποφερο-

μένοις.

Διὰ τὴν αἵρεσιν δὲ τοῦ ἡδέος ἀγαθοῦ, πάντα ἡμῖν

γίνεται τὰ ἁμαρτήματα· ὥσπερ διὰ τὴν αἵρεσιν τοῦ

ἀληθινοῦ ἀγαθοῦ τὰ κατορθώματα. Καὶ διὰ τῆς αἱ-

ρέσεως καὶ προαιρέσεως τυγχάνομεν τοῦ τε ἀγαθοῦ καὶ

τοῦ ἐναντίου. Ὅταν μὲν γὰρ ἡ αἵρεσις εὔλυτος ᾖ καὶ

καθαρὰ, αὐτῆς οὖσα τῆς λογικῆς ψυχῆς, καθ' ἣν οὐ-

σιώμεθα, τότε ἐπὶ τὸ ὄντως αἱρετὸν καὶ τὸ ἀληθῶς

φέρεται. Διὸ τὸ ἴδιον ἀγαθὸν τῆς ψυχῆς, Ἀρετὴ λέ-

γεται, ὡς αἱρετὴ οὖσα κυρίως, καὶ κατὰ τὴν ὄντως

αἵρεσιν παραγινομένη. Ὅταν δὲ τοῖς ἀλόγοις πάθεσι

συνορέγηται, καὶ τὸ ἐκείνων οἰκεῖον νομίζῃ, τότε ψευ-

δώνυμον ἔχει τὴν αἵρεσιν. Ἐπεὶ καὶ τοῦτό ἐστιν ἐφ'

ἡμῖν, ἡ αἵρεσις καὶ προαίρεσις ἡμῶν. Ἡ γὰρ ὑπό-

ληψις, καὶ ὁρμὴ, καὶ ὄρεξις, καὶ ἔκκλισις, εἰς τὴν

αἵρεσιν καὶ προαίρεσιν ἀναφέρονται, ἔνδοθεν οὖσαι

πᾶσαι τῆς ψυχῆς κινήσεις, καὶ οὐκ ἔξωθεν ὠθισμοί.

Διὸ καὶ κυρία τούτων ἐστί. Καὶ διὰ τοῦτο καὶ ὁ Θεὸς,

καὶ οἱ νόμοι, καὶ τῶν ἀνθρώπων οἱ ἔμφρονες, εἰς τὴν

αἵρεσιν καὶ προαίρεσιν, ὡς ἐφ' ἡμῖν ὄντα, ἀποβλέπον-

τες, τά τε ἁμαρτήματα καὶ τὰ κατορθώματα διακρί-

νουσιν, ἀλλ' οὐκ εἰς τὰς πράξεις αὐτάς· ὅτι οὐκ ἐφ'

ἡμῖν ἐκεῖναι, καὶ ὅτι ταῖς αἱρέσεσι καὶ προαιρέσεσιν

εἰδοποιοῦνται. Καὶ γὰρ φόνος ὁ μὲν ἀκούσιος, ὡς μὴ

κατὰ αἵρεσιν, μηδὲ κατὰ τὸ ἐφ' ἡμῖν καὶ τὴν ἡμετέραν

ἐξουσίαν γενόμενος, συγγινώσκεται· ὁ δὲ κατ' ἀξίαν

καὶ δίκην φονεύων, καὶ ἐπαινεῖται. Οὕτως οὐχ αἱ

πράξεις ἐν ἑαυταῖς ἔχουσι τὸ εὖ ἢ κακῶς, ἀλλ' ἀπὸ τῆς

αἱρέσεως ἢ προαιρέσεως τῶν ἐφ' ἡμῖν ὄντων εἰδοποι-

οῦνται.

Καλῶς οὖν ὁ Ἐπίκτητος ἀπὸ τούτου τὴν ἀρχὴν τῆς

παιδαγωγίας ἐποιήσατο, καὶ πρὸς τοῦτο ἀναφέρειν

πάντα ἡμῖν παραινεῖ, ὡς κατ' αὐτὸ καὶ τοῦ ἀγαθοῦ

καὶ τοῦ ἐναντίου μεταλαμβάνουσιν. Ὅταν δὲ λέγῃ,

Τῶν ὄντων τὰ μὲν ἐφ' ἡμῖν ἐστι, τὰ δὲ οὐκ ἐφ' ἡμῖν·

8

οὐ πάντων τῶν ὄντων ποιεῖται τὴν διαίρεσιν, ἀλλὰ τῶν

ἐν ἡμῖν καὶ περὶ ἡμᾶς ὄντων. Οὐδὲ γὰρ ἔχει τινὰ

ἐξισασμὸν ἡ ἀντίθεσις, ὅπερ πρέπει ταῖς διαιρέσεσιν,

εἴ τις πρὸς τὴν διαίρεσιν τῶν ἐφ' ἡμῖν οὖσαν, πάντα

ἀνατιθεῖ τὰ ὄντα, τά τε ὑπερκόσμια, καὶ τὰ ἐγκό-

σμια.

Ἐπεὶ δέ τινες ἐνίστανται, μηδὲν εἶναι βουλόμενοι

ἐφ' ἡμῖν, ἀλλ' οἱ μὲν ἐξ ἀνάγκης πάσας ἡμῶν τὰς

ἐνεργείας γίνεσθαι καὶ τὰ πάθη νομίζοντες, οἱ δὲ ἐκ

ταυτομάτου, κατὰ τὸ εἰκῆ καὶ ὡς ἔτυχε φερομένων

ἡμῶν, ὥσπερ κυλίνδρων· ἤρκει μὲν τὰ ἤδη ῥηθέντα

περὶ τῆς τοῦ ἐφ' ἡμῖν καὶ τῆς αἱρέσεως καὶ προαιρέ-

σεως ἐν τοῖς οὖσι τάξεως, καὶ τῆς ἀναγκαίας αὐτῶν

ὑποστάσεως· οὐδὲν δὲ ἴσως κωλύει, καὶ προηγουμένως

τινὰ ποιεῖσθαι λόγον πρὸς τοὺς ἀναιροῦντας τὸ ἐφ'

ἡμῖν.

Τὸ μὲν οὖν αὐτόματον, καὶ τὸ μὴ ἐφ' ἡμῖν, καὶ τὸ

ὡς ἔτυχεν, εἰ μὲν οὕτω λέγεται, ὡς ἄνευ τινὸς προη-

γουμένου σκοποῦ ἐνεργούντων ἡμῶν, οὔτε ἀληθὴς ὁ

λόγος, οὔτε, εἰ ἀληθὴς ἦν, ἐπὶ πασῶν ἠλήθευε τῶν

ἐνεργειῶν ἡμῶν. Καὶ γὰρ πᾶσαι αἱ τέχναι καὶ αἱ

φύσεις, σκοπόν τινα καὶ τέλος ποιησάμεναι, πρὸς αὐτὸ

πάσας τὰς ἐνεργείας τὰς ἀπ' ἀρχῆς ἄχρι πέρατος

ἀπευθύνουσι. Καὶ ὅλως πᾶσα τῶν ἐμψύχων κίνησις

καὶ ἐνέργεια, τινὸς ἕνεκα ἀγαθοῦ ἐπιτελεῖται, ἢ ὄντος,

ἢ δοκοῦντος εἶναι. Καὶ γὰρ ἡ ἀπὸ τοῦ βλαβεροῦ

φυγὴ, διὰ τὸ ἀγαθὸν καὶ ὡς ὠφέλιμος γίνεται. Εἰ δὲ

οὕτω τις τὸ εἰκῆ καὶ ὡς ἔτυχε λέγει, ὡς ἀδυνάτου ἢ

ἐπιβλαβοῦς ὄντος τοῦ ὀρεκτοῦ, (ὡς λέγομεν, εἰκῆ καὶ

ὡς ἔτυχε φάρμακον προσέφερέ τινι, ἢ τὸ ἀδυνατοῦν

ὠφελῆσαι, ἢ βλάπτον ἐνίοτε,) οὐκ ἀναιρεῖ τὸ ἐφ' ἡμῖν

ὁ οὕτω λέγων. Οὐ γὰρ τῶν δυνατῶν καὶ ὠφελίμων

μόνον τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἐφ' ἡμῖν εἶναι λέγο-

μεν, ἀλλὰ καὶ τῶν ἀδυνάτων καὶ βλαβερῶν. Διὸ οὐ

μόνον τὰς κατορθούσας ἐφ' ἡμῖν λέγομεν, ἀλλὰ καὶ τὰς

ἁμαρτωλάς.

Τῶν δὲ ἠναγκασμένην καὶ οὐκ αὐτεξούσιον λεγόν-

των, οὐδὲ ἐφ' ἡμῖν, τὴν ὑπόληψιν καὶ ὄρεξιν, καὶ ὅλως

τὴν αἵρεσιν καὶ προαίρεσιν, ὡς ἑτέρωθεν κινουμένην,

καὶ οὐκ ἔνδοθεν ἀφ' ἡμῶν προαγομένην· οἱ μὲν τὴν

ἔνδειαν, αἰτίαν λέγουσι. Τίς γὰρ πεινῶν, ἢ διψῶν, [ἢ

ῥιγῶν,] οὐκ ὀρέγεται τροφῆς, καὶ πόματος, ἢ θέρμης,

κἂν θέλῃ, κἂν μὴ θέλῃ; τίς δὲ νοσῶν οὐκ ἐπιθυμεῖ

ὑγείας; Τινὲς δὲ, αὐτὸ τὸ ὑποληπτὸν, καὶ τὸ ὀρεκτὸν,

ἢ φευκτὸν, ἑκόντας καὶ ἄκοντας κινεῖν φασιν ἡμᾶς πρὸς

ἑαυτά. Τίς γὰρ τῶν ὁπωσοῦν ἀριθμεῖν μαθόντων, τὰ

δὶς δύο οὐκ ἂν ὑπολάβῃ τέσσαρα; καὶ πῶς ἐφ' ἡμῖν

ἐστι τὸ οὕτως ὑπολαβεῖν, καὶ οὐ μᾶλλον ἐπὶ τῇ τοῦ

ὑποληπτοῦ φύσει; τίς δὲ ἀγαθοῦ τινος αἰσθόμενος, ἢ

καλοῦ, ἢ τῶν ἐναντίων, οὐχὶ τῶν μὲν ὀρέγεται, τὰ δὲ

ἐκκλίνει, ὑπ' ἐκείνων κινούμενος; καὶ γὰρ τῶν φυσικῶν

οἱ ἄριστοι τὸ πρώτως κινοῦν, τὸ ὀρεκτὸν εἶναί φασι.

Τὸ δὲ ἑτέρωθεν ἐξ ἀνάγκης πάσης κινούμενον, πῶς ἂν

εἴη ἐφ' ἡμῖν; Ἄλλοι δὲ τὴν τοῦ ὀρεγομένου διάθεσιν

9

αἰτιῶνται, ὡς ἐξ ἀνάγκης κινουμένην ἐφ' ὃ πέφυκεν,

οὐκ ὂν ἐπ' αὐτῷ τὸ μὴ οὕτως ὀρεχθῆναι. Ὁ γὰρ

σωφρονικὸς τὴν ἕξιν τῶν σωφρόνων ἔργων καὶ ἐπιτη-

δευμάτων ὀρέγεται· καὶ ὁ ἀκόλαστος, τῶν ἀκολάστων·

καὶ ἐπ' οὐδετέρῳ αὐτῶν ἐστι, κἂν βούληται, τὸ μὴ

οὕτως ὀρεχθῆναι. Τινὲς γοῦν καὶ δυσχεραίνοντες τὰς

ἑαυτῶν ὀρέξεις, καὶ βουλόμενοι μὴ κινεῖσθαι αὐτὰς,

ὠθοῦνται ὅμως ὑπὸ τῶν ἕξεων καὶ τῶν συνεθισμῶν ἐπὶ

τὰ οἰκεῖα ὀρεκτὰ, καὶ ἕλκονται ὑπ' ἐκείνων ἑτεροκινή-

τως, ὡς οὐκ ὂν ἐπ' αὐτοῖς τὸ μὴ οὕτως. Καὶ ὑπολαμ-

βάνει δὲ περὶ τῶν πραγμάτων, ὁ μὲν ἐπιστήμων,

τἀληθῆ· ὁ δὲ ἀμαθὴς, τὰ ψευδῆ. Καὶ οὐ δυνατὸν

ἄλλως. Οὔτε γὰρ ἐπὶ τῷ ἐπιστήμονι ἐστὶ, τὸ ψεῦδος

ὑπολαβεῖν· οὔτε ἐπὶ τῷ ἀμαθεῖ, τὸ ἀληθὲς πάντως.

Ἀλλ' οὐδὲ τὸ μὲν ψευδῆ ὑπολαβεῖν, ἐπὶ τῷ ἀμαθεῖ

ἐστι· τὸ δὲ μὴ ψευδῆ, ἐπὶ τῷ ἐπιστήμονι. Οὐ γὰρ ἂν

εἵλετο ψεῦδος ὑπολαμβάνειν ὁ ἀμαθὴς, εἰ ἐπ' αὐτῷ ἦν·

καὶ ὁ σπουδαῖος, εἰ ἐπ' αὐτῷ ἦν τὸ ἀληθῆ ὑπολαμβά-

νειν, εἶχεν ἂν καὶ τὸ ψευδοδοξεῖν· [ἀδύνατον δὲ, ἐν οἷς

ἐπιστήμων ἐστὶ, ψευδοδοξεῖν] αὐτὸν, καὶ εἰ πάνυ τις

αὐτὸν ὑπόθοιτο βούλεσθαι. Ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν,

καὶ τῶν ἐῤῥωμένας ἐχόντων τὰς αἰσθήσεις, ἀδύνατον

παραισθάνεσθαι· οὕτως ἔχει καὶ ἐπὶ τῶν λογισμῷ

ληπτῶν. Ταῦτα μὲν ἄν τινες εἴποιεν, τὸ ἐφ' ἡμῖν μὴ

συγχωροῦντες εἶναι. Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων

τὴν εἱμαρμένην περιφορὰν, ὥσπερ τῶν ἄλλων ἁπάντων,

οὕτω καὶ τῶν ὀρέξεων τῶν ἡμετέρων, καὶ τῆς ὑπολή-

ψεως, καὶ τῆς αἱρέσεως, αἰτίαν εἶναι φασί. Καὶ

μαρτύρονται τοὺς ἀστρολογικοὺς, ἀπὸ τῆς ἐν τῇ γενέσει

τῶν ἀστέρων θέσεως λέγοντας, ὅτι ὅδε μὲν φιλήδονος

ἔσται, ὅδε δὲ φιλοχρήματος, καὶ ἄλλος φιλόμουσος

καὶ φιλόσοφος. Τὰς γὰρ ὀρέξεις δηλονότι προλέγουσιν,

ἃς ἐν ἡλικίᾳ προβαλοῦνται γενόμενοι. Εἴπερ οὖν ἀλη-

θεύουσιν οὗτοι, ἀνάγκη πάντως ἐκείνας τὰς ὀρέξεις

προβάλλεσθαι, τὰς ὑπὸ τῆς εἱμαρμένης δοθείσας, καὶ

οὐκ ἔστιν ἐφ' ἡμῖν τὸ ἄλλας ἀντ' αὐτῶν προβάλλεσθαι.

Πῶς οὖν ἐφ' ἡμῖν ἔσται ἔτι τὸ τοίως ἢ τοίως ὀρέγεσθαι,

εἰ πάντως ἀνάγκη καὶ βουλομένοις καὶ μὴ βουλομένοις

ἡμῖν μονοειδῶς ἐπὶ τόδε ἢ τόδε τὸ ὀρεκτὸν ἀποτείνεσθαι;

Αὗται μὲν καὶ τοιαῦταί τινες ἂν εἶεν αἱ πρὸς τὸ ἐφ'

ἡμῖν ἐνστάσεις, οὐδὲ τὰς ὀρέξεις ἢ ἐκκλίσεις, ἢ ὅλως

τὰς αἱρέσεις ἡμῶν, ἐφ' ἡμῖν εἶναι συγχωροῦσαι.

Ῥητέον δὲ πρὸς μὲν τὸν ἀπὸ τῆς ἐνδείας λόγον, ὅτι

οὐκ ἐντίθησιν ὄρεξιν ἡ ἔνδεια. Πολλὰ γοῦν καὶ τῶν

πάντη ἀψύχων, ὥσπερ τὰ φυτὰ, ἐνδεῶς ἴσχοντα ποιό-

τητός τινος, οἷον ὑγρότητος, ἢ ξηρότητος, ἢ θερμασίας,

ἢ ψύξεως, ὅμως οὐκ ὀρέγονται, ὅτι μή ἐστιν ὀρεκτικά.

Τὰ γὰρ ὀρεγόμενα, καὶ αἰσθάνεσθαι τοῦ ὀρεκτοῦ ἀνάγ-

κη, καὶ κινεῖσθαι ἐπ' αὐτό. Οὐκ ἐντίθησι μὲν οὖν τὴν

ὄρεξιν ἡ ἔνδεια· τὸ δὲ ὀρεκτικὸν, ἐνδεὲς γενόμενον, εἰς

βοήθειαν τῆς ἐνδείας προβάλλει τὴν ὄρεξιν· ὥσπερ οὐδὲ

τὰς χεῖρας ἡμῖν ἐντίθησιν ἡ κνησμώδης διάθεσις· ἐγγι-

νομένῃ δὲ αὐτῇ βοηθοῦσιν αἱ χεῖρες. Ἀλλ' οὐδὲ τὰς τέ-

χνας ἐντιθέασιν αἱ χρεῖαι, ἀλλ' ἡ ψυχὴ πρὸς τὴν βοήθειαν

10

αὐτῶν εὑρίσκει τε καὶ προβάλλεται τὰς τέχνας. Πᾶσα

μὲν γὰρ ὄρεξις, κίνησις ἔνδοθέν ἐστι τῆς ὀρεγομένης

ψυχῆς, ὑπ' αὐτῆς ἐκτεινομένη, οὐκ ἔξωθεν ἐντιθεμένη

ποθέν. Ἀλλ' ἡ μὲν τῶν ἀλόγων ζώων ἄλογος ζωὴ, σω-

ματικὴ οὖσα, καὶ μηδὲν σχεδὸν ἔχουσα τῶν σωμάτων

ὑπερανέχον, ὡς ἐπὶ οἰκείαις ἐνδείαις ταῖς τοῦ σώματος

τὰς ὀρέξεις προβάλλεται μονοειδεῖς οὔσας· διὸ καὶ ἠναγ-

κασμέναι δοκοῦσι, καὶ οὐκ αὐτεξούσιοι. Ἡ δὲ λογικὴ

ψυχὴ τῶν ἀνθρώπων, διὰ τὴν ἑαυτῆς μεσότητα, τριτ-

τὴν ἔχουσα σχέσιν· τὴν μὲν πρὸς τὸ χεῖρον, τὸ σωμα-

τικὸν καὶ ἄλογον, τὴν δὲ πρὸς ἑαυτὴν, τὴν δὲ πρὸς τὸ

κρεῖττον· τριττὴν καὶ ζωὴν προβάλλεται, καὶ τριττὴν

ὄρεξιν. Καὶ ὅταν μὲν τοῖς σώμασιν ἑαυτὴν ἐνδῷ, καὶ ταῖς

ἀλόγοις τοῦ σώματος ζωαῖς, τότε τὴν ἔνδειαν ἐκείνων

οἰκείαν ἡγουμένη, συνορέγεται ἐκείνων ἠναγκασμένως.

Καὶ αὕτη ἐστὶν ἡ ὄρεξις αὐτῆς, ἡ τὸ αὐτεξούσιον ἀμ-

φισβητήσιμον ἔχουσα. Ὅταν δὲ τὴν ἑαυτῆς ζωὴν ζῇ, ἢ

τὴν κρείττονα, τότε καὶ ὄρεξιν ἐκείναις οἰκείαν προ-

βάλλεται, τοῦ ἐκείνων ἀγαθοῦ ἐφιεμένη. Αὕτη οὖν ἐστὶν

ὄντως κυρία ἡ ψυχὴ ἢ τῶνδε ἢ τῶνδε ὀρέγεσθαι, ὡς

πλείονα ὀρέξεων εἴδη πεφυκυῖα προβάλλεσθαι, τὰ μὲν

χείρονα, τὰ δὲ κρείττονα· τοῖς μὲν χείροσι κακυνομένη,

τοῖς δὲ κρείττοσιν ἀρετουμένη, ὅτι ἡ κατ' ἐκεῖνα αἵρε-

σις, ὄντως αἵρεσίς ἐστι. Διὸ πολλάκις ἐνδεῶς τοῦ σώ-

ματος ἔχοντος, καὶ πεινῶντος καὶ ὀρεγομένου τροφῆς,

αὕτη ὄρεξιν ἀσιτίας προβάλλεται, ἢ διὰ θεσμόν τινα

ἐπιτάττοντα τοῦτο, ἢ δι' ἐπιμέλειάν τινα ἑαυτῆς ἢ τοῦ

σώματος. Καὶ δῆλον, ὅτι ἐξουσίαν εἶχε τότε συνορε-

χθῆναι τῷ σώματι· ὅπερ αἱ πολλαὶ ποιοῦσι ψυχαί· ἀλλ'

ὡς μείζονος ἀγαθοῦ, τὴν ἑτέραν προβάλλεται. Πρὸς

ψυχὴν οὖν λογικὴν ἀποτεινόμενος ὁ Ἐπίκτητος, εἰκότως

ἐπ' αὐτῇ φησιν εἶναι, τοίως ἢ τοίως ὀρέγεσθαι.

Οἱ δὲ τὸ ὀρεκτὸν κινεῖν τὴν ψυχὴν ἐπὶ τὴν ὄρεξιν

λέγοντες, λέγουσι μέν τι ἀληθὲς, οὐ μέντοι ὅσον νομί-

ζουσι λέγειν. Οὐ γὰρ ὡς ἑτεροκίνητον τὴν ψυχὴν κινεῖ

εἰς ὄρεξιν, ἀλλὰ τὴν ἑαυτοῦ προτεῖνον ὑποδοχὴν ἐπιτη-

δείαν, δι' ἧς ἐκκαλεῖται τὸ πρὸς αὐτὸ ἐκτείνεσθαι πε-

φυκός. Ὡς γὰρ τὸ αἰσθητὸν οὐκ ἐντίθησι τὴν αἴσθησιν

τῷ αἰσθανομένῳ, οὐδ' ὡς ἑτεροκίνητον ἕλκειν ἐφ' ἑαυτὸ

εἴωθεν, ἀλλ' ἑαυτὸ προτείνει σύμμετρον εἰς συναρμογὴν

τοῦ πεφυκότος αὐτῷ συναρμόζεσθαι· οὕτω καὶ τὸ ὀρε-

κτὸν, τὴν ἑαυτοῦ προτεῖνον ἐπιτηδειότητα, ἐκκαλεῖται

τὴν ἐπ' αὐτὸ τῆς ψυχῆς ἔκτασιν, τὴν ἐπιτηδείως πρὸς

τοῦτο ἔχουσαν. Διὸ τῶν ὀρεκτῶν προκειμένων, οἱ μὲν

ὀρέγονται, οἱ δὲ οὔ. Καίτοι, εἰ τὸ ὀρεκτὸν τοιαύτην εἶχε

φύσιν, ὡς ἀναγκάζειν τὸ ὀρεγόμενον, καὶ ἀπ' αὐτοῦ ἡ

κίνησις ἐνεδίδοτο, πάντα ἦν ἀνάγκη ὀρέγεσθαι αὐτοῦ τὰ

ὀρεκτικά· εἰ καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον· καὶ οὐδὲ

ὄρεξις ἂν ἦν τὸ τοιοῦτον, ἀλλ' ὠθισμὸς, ἢ ὁλκὴ βίαιος,

οἵα ἐπὶ τῶν σωμάτων ὁρᾶται. Ἡ γὰρ ὄρεξις, ἔκτασίς

τις ἐστὶ μένοντος τοῦ ὀρεγομένου, καὶ οὐκ ἀφισταμέ-

νου· ὥσπερ τὰς χεῖρας ἐκτείνομεν, μὴ μεταβαινούσας.

Ἔστιν οὖν κίνησις ἔνδοθεν ἀφ' ἡμῶν ἡ ὄρεξις, καὶ ἡ

ὑπόληψις, καὶ τὰ τοιαῦτα· ἀλλὰ ποτὲ μὲν ἁρμοδίως

11

πρὸς τὴν φύσιν τοῦ ὀρεκτοῦ καὶ ὑποληπτοῦ προβαλλο-

μένη, ποτὲ δὲ παραλλάσσουσα, ὅταν ὡς πρὸς ὀρεκτόν

τι φέρεσθαι δοκῶμεν, ὀρεκτὸν μὲν δοκοῦν, πλέον δὲ

ἔχον τὸ ἀνόρεκτον· καὶ προφαῖνον μέν τι ὡς ὀρεκτὸν,

καθ' ὃ ἐκκαλεῖται τὴν ὄρεξιν· κρύπτον δέ τι φευκτὸν ἐν

ἑαυτῷ, ὅπερ διὰ τὴν περὶ τὸ εἴδωλον τοῦ ὀρεκτοῦ εὐ-

πρέπειαν, ἐνυπάρχον αὐτῷ διαλανθάνει. Ὁ γὰρ κλέ-

πτων, ἐπὶ τὸ τῆς εὐπορίας εἴδωλον ὡς ἐπὶ ὀρεκτὸν φερό-

μενος, τὸ ἐνυπάρχον φευκτὸν τῇ τοιαύτῃ εὐπορίᾳ, τὸ

μὲν μάλιστα τὴν ψυχὴν ἄδικον ποιοῦν, οὐδὲ οἶδεν, οὐδ'

εὐλαβεῖται· τὴν δὲ ὑπ' ἀνθρώπων σύλληψιν καὶ κόλασιν,

ἣν μόνην ἀποτυχίαν τῆς τοιαύτης ὁρμῆς νομίζει, διὰ τὸ

ὑπερζέον τῆς ὀρέξεως κατανωτίζεται· προβαλλόμενος τὸ

τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα ποιούντων λανθάνειν.

Ἐφ' ἡμῖν οὖν ἐστι τὸ βασανίζειν τὸ ὀρεκτὸν, εἴτε ἀλη-

θῶς ἐστι τοιοῦτον, εἴτε εἰδώλῳ μόνον ὀρεκτοῦ, ὡς ἐπὶ

τοῦ εἰρημένου τῷ τῆς εὐπορίας, παρακέχρωσται· ἔτι δὲ

μᾶλλον τὴν ἡμετέραν ὄρεξιν παιδεύειν, καὶ διδάσκειν

τῶν κυρίως ὀρεκτῶν ὀρέγεσθαι, καὶ μὴ πλανᾶσθαι περὶ

τὰ εἴδωλα.

Πρὸς δὲ τοὺς λέγοντας, διὰ τὸ τὴν ὄρεξιν τοῦ ὀρε-

γομένου καὶ τὴν ὑπόληψιν τοῦ ὑπολαμβάνοντος ἐπὶ τὸ

οἰκεῖον ὀρεκτὸν καὶ ὑποληπτὸν φέρεσθαι κατὰ φύσιν, μὴ

εἶναι ἐπ' αὐτῷ τὸ οὕτως ἢ ἐναντίως, ὥσπερ οὐδ' ἐπὶ τῇ

βώλῳ τὸ ἐπὶ τὸ κάτω φέρεσθαι· (ἦν γὰρ ἂν ἐπ' αὐτῇ

καὶ ἡ ἐπὶ τὸ ἄνω φορά·) καὶ πρὸς τούτους οὖν ῥητέον,

ὅτι διττή ἐστιν ἡ ἀνάγκη· ἡ μὲν, ἀντικειμένη πρὸς τὸ

αὐτεξούσιον, ἡ δὲ, συνυπάρχουσα αὐτῷ. Ἡ μὲν οὖν ἔξω-

θεν, ἀναιρεῖ τὸ αὐτεξούσιον· οὐδεὶς γὰρ ἔξωθεν ἀναγκα-

ζόμενός τι ποιεῖν ἢ μὴ ποιεῖν, αὐτεξουσίως ἐνεργεῖν

λέγεται. Ἡ δὲ ἔνδοθεν, ἡ πάντα ἀναγκάζουσα κατὰ

τὴν ἑαυτῶν φύσιν ἐνεργεῖν, αὕτη φυλάττει μᾶλλον τὸ

αὐτεξούσιον. Καὶ γὰρ τὸ αὐτοκίνητον, κατὰ τὴν τοῦ

αὐτοκινήτου φύσιν, ὑφ' ἑαυτοῦ κινεῖσθαι ἀνάγκη· καὶ

οὐ διὰ τοῦτο ἑτεροκίνητόν ἐστιν. Οὐ γὰρ ἔξωθεν ἡ

ἀνάγκη, ἀλλὰ συνοῦσα τῇ τοῦ αὐτοκινήτου φύσει, καὶ

σώζουσα αὐτὴν, καὶ εἰς τὰς οἰκείας ἐνεργείας προάγουσα.

Εἰ δὲ καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως, τῆς καλλίονος,

καὶ τῆς χείρονος, ἑαυτῇ αἰτία ἐστὶν ἡ ψυχὴ, διὰ τῆς

εὐαγωγίας τε καὶ τῆς ἀναγωγίας· δῆλον, ὅτι καὶ τῶν

ἀπὸ τῆς ἕξεως καὶ διαθέσεως ἐνεργειῶν αὐτὴν αἰτια-

τέον. Οὐ μέντοι οὐδὲ τούτῳ χρὴ κρίνειν ἐπὶ πάντων

τὸ αὐτεξούσιον καὶ τὸ ἐφ' ἡμῖν, τῷ δύνασθαι καὶ τὰ

ἐναντία ποιεῖν. Αἱ γὰρ τῷ ἀγαθῷ ἀεὶ συνηρτημέναι

ψυχαὶ, καὶ τὸ ἀγαθὸν αἱρούμεναι, καὶ αὐτεξούσιον

ἔχουσι τὴν αἵρεσιν, (οὐ γάρ ἐστιν αἵρεσις ἡ ἠναγκα-

σμένη·) καὶ τοῦ ἀγαθοῦ ἀεὶ ἔχουσιν αὐτὴν, οὐδέποτε

πρὸς τὸ ἐναντίον ὑποσυρόμεναι. Αἱ δὲ ἡμέτεραι ψυ-

χαὶ, ἀγαθαὶ μὲν οὖσαι, τῶν ἀγαθῶν ὀρέγονται· καὶ

κακαὶ γινόμεναι, τῶν κακῶν· μεταβάλλουσι δὲ καὶ ἀπό

τε κακίας εἰς ἀρετὴν, ἐπιμελόμεναι, καὶ ἀπὸ ἀρετῆς

εἰς κακίαν, ἀμελοῦσαι· καὶ ἑκάτερον κατὰ αἵρεσιν οἰ-

κείαν, οὐ κατὰ ἀνάγκην, ποιοῦσαι. Διὸ παντοίας ὁ

θεὸς κακίας ἀναίτιός ἐστι. Κἂν γὰρ ἐποίησε ψυχὴν

12

κακύνεσθαι πεφυκυῖαν, διὰ τὸ μὴ τὰ πρῶτα μόνον πα-

ραγαγεῖν, ἀλλὰ καὶ τὰ μέσα καὶ τὰ ἔσχατα· ἵνα καὶ

τέλειον τὸ πᾶν οὕτως ἀποτελεσθῇ, καὶ τὰ πρῶτα ὄντως

πρῶτα μένῃ, καὶ μὴ ἔσχατα, καὶ ἄγονα, καὶ ἀδρανῆ,

καὶ ὑλικὰ γένηται· ἐποίησε μὲν οὖν διὰ τοῦτο καὶ τὴν

πεφυκυῖαν κακύνεσθαι ψυχὴν, ἀγαθὸς ὢν, διὰ τὸν πλοῦ-

τον τῆς αὐτοῦ ἀγαθότητος· ἀλλ' οὐ συνεχώρησεν ἄλλως

αὐτὴν κακύνεσθαι, εἰ μὴ αὐτὴ θελήσει.

Πρὸς δὲ τοὺς λέγοντας τὴν εἱμαρμένην περιφορὰν

μὴ μόνον τὰς πράξεις ἡμῶν, ἀλλὰ καὶ τὰς αἱρέσεις

ἀναγκάζειν, καὶ μηδὲν ἐφ' ἡμῖν ἀπολείπειν, ἀλλ' ὄνομα

μόνον εἶναι τοῦτο τὸ ἐφ' ἡμῖν, ῥητέον, ὡς, εἴπερ ἀγέ-

νητος καὶ ἄφθαρτός ἐστιν ἡ λογικὴ ψυχὴ, (ὅπερ νῦν ὡς

ὑποκείμενον εἰλήφθω, ἀποδεδειγμένον ἐν ἄλλοις, κἂν

οἱ ἀπὸ τῆς Στοᾶς ἀλλοιότερόν τι περὶ αὐτῆς δοξάζωσιν·)

εἰ γοῦν ἀγένητος καὶ ἄφθαρτός ἐστιν ἡ λογικὴ ψυχὴ,

αὕτη μὲν οὐκ ἂν ὑπὸ τῶν κινουμένων αἰτίων ὑφίστασθαι

λέγοιτο· τὸ δὲ ὄργανον αὐτῆς, τοῦτ' ἔστι, τὸ ζῶον, ὅπερ

ἐστὶ τὸ σῶμα, τὸ τῆς ζωῆς μετέχον, τοῦτο ἐκεῖθεν πα-

ράγεται. Τὰ γὰρ κινούμενα αἴτια, κατὰ τὴν διάφορον

πρὸς τὰ τῇδε σχέσιν, ἄλλοτε ἄλλων ἐστὶν ὑποστατικά·

τὸ δὲ ὄργανον, οἰκεῖον παράγεται τῇ χρησομένῃ ψυχῇ.

Ὥσπερ οὖν ἀπὸ τῆς τῶν τεχνικῶν ὀργάνων διαφορᾶς

δυνατόν ἐστι τοὺς χρωμένους αὐτοῖς τεχνίτας ἐπιγινώ-

σκειν, ὅτι ταῦτα μὲν τέκτονος, ἐκεῖνα δὲ οἰκοδόμου,

καὶ ἄλλα χαλκέως· καὶ οὐχ ὁλοσχερῶς μόνον οὕτως,

ἀλλὰ καὶ τὰς ἕξεις τῶν χρωμένων αὐτοῖς τεχνιτῶν, καὶ

τὰς ἐν τῇ τέχνῃ ὀρέξεις, καὶ τὰ ἀποτελέσματα, δυνατὸν

ἀπὸ τῶν ὀργάνων διαγινώσκειν· οἱ γὰρ περιττόν τι

κατὰ τὰς τέχνας ἔχοντες, καὶ τοῖς ὀργάνοις ἀκριβέστε-

ρον κέχρηνται· οὕτως οἱ περὶ τὴν ἀστρολογίαν δεινοὶ,

τὴν τοῦ ὀργάνου φύσιν ἀπὸ τῆς τῶν αἰτίων διαφορᾶς

ὁρῶντες, καὶ περὶ τῆς ἕξεως τῆς τῷ ὀργάνῳ χρησομένης

στοχάζονται, καὶ τὰ πολλὰ ἐπιτυγχάνουσιν· ὅτι αἱ πολ-

λαὶ τῶν ψυχῶν, καὶ μάλιστα ἐν ταῖς μοχθηραῖς πο-

λιτείαις, εἰς ἃς αἱ βεβαρυμμέναι ψυχαὶ ἀπὸ προτέρας

ἀξίας συνάγονται, ἐκδιδοῦσαι τοῖς ὀργάνοις ἑαυτὰς πε-

ριττότερον, ὡς μηκέτι ὡς ὀργάνοις, ἀλλ' ὡς μέρεσιν

οἰκείοις κεχρῆσθαι, κατ' ἐκεῖνα καὶ τὰς οἰκείας ὀρέξεις

προβάλλονται. Ἔτι δὲ καὶ σύμφωνός ἐστιν ἡ εἱμαρ-

μένη περιφορὰ τῇ προβολῇ τῶν ψυχῶν τῇ κατ' αὐτὴν

ἐρχομένῃ εἰς τὴν γένεσιν, οὐκ ἀναγκάζουσα μὲν τὰς

ψυχὰς τῶνδε ὀρέγεσθαι ἢ τῶνδε, σύμφωνος δὲ οὖσα ταῖς

ὀρέξεσιν αὐτῶν. Ὥσπερ οὖν ἐν ταῖς πόλεσιν, οἱ μὲν

ἱεροὶ καιροὶ καὶ τόποι τοὺς θεοσεβεστέρους καὶ σπου-

δαιοτέρους εἰς ταὐτὸν συνάγουσιν, οἱ δὲ πρὸς τὰς δη-

μώδεις ἡδονὰς ἐπιτήδειοι τοὺς μοχθηρότερον ζῶντας καὶ

ἀναγωγότερον συναθροίζουσι, καὶ ἔστιν ἀπὸ τῶν καιρῶν

καὶ τῶν τόπων, καὶ περὶ τῆς ὀρέξεως καὶ ἕξεως τῶν

συνιόντων στοχάζεσθαι· οὕτω καὶ ἀπὸ τῶν καιρῶν καὶ

τῶν τόπων τῆς εἱμαρμένης περιφορᾶς περὶ τῶν συμφώ-

νως αὐτῇ συνερχομένων εἰς γένεσιν ψυχῶν ἀποφαίνεσθαι.

Ὅταν γὰρ τὸ κολαστικὸν εἶδος τῆς θείας ἀγαθότητος

τῇ πρὸς τόνδε τὸν τόπον τῆς εἱμαρμένης σχέσει οἰκείως

13

ἔχῃ, τότε εἰς ἐκεῖνον τὸν τόπον αἱ κολάσεως δεόμεναι

ψυχαὶ καταπέμπονται. Συναγωγὸς γὰρ ἐν πᾶσιν ἡ

ὁμοιότης καὶ οἰκειότης ἐστίν.

Οὐκ ἀναγκάζει τοίνυν τὰς ὀρέξεις τῶν ψυχῶν ἡ εἱ-

μαρμένη, οὐδὲ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ σύμφωνοι

ἐκεῖναι, ποτὲ μὲν πρὸς τήνδε, ποτὲ δὲ πρὸς τήνδε τὴν

εἱμαρμένην εἰσί· καὶ τοῖς κατ' ἀξίαν κατασκευαζομένοις

ὀργάνοις, ὅπερ εἶπον πρότερον, συντυπούμεναι· εἰκότως

ἀπὸ τῆς εἱμαρμένης περιφορᾶς, ὁποίας ἕξουσι τὰς ὀρέ-

ξεις, γινώσκονται. Καὶ αἱροῦνται μὲν τοὺς βίους αἱ

ψυχαὶ, κατὰ τὴν προτέραν ἑαυτῶν τῆς ζωῆς ἀξίαν καὶ

ἕξιν· τοῦ δὲ εὖ ἢ κακῶς χρήσασθαι τοῖς βίοις, ἐν ἑαυ-

ταῖς τὴν ἐξουσίαν ἔχουσι. Διὸ καὶ ἐμπορικὸν βίον

ἑλόμενοί τινες, εὖ ζῶσι πολλάκις· καὶ φιλοσοφεῖν δο-

κοῦντες, ἀσχημονοῦσι· διότι τὰ μὲν εἴδη τῶν βίων αὐτὰ,

οἷον γεωργικὸν, ἢ ἐμπορικὸν, ἢ μουσικὸν βίον, αὐταί

τε αἱ ψυχαὶ κατὰ τὴν προτέραν ἑαυτῶν ἕξιν αἱροῦνται,

καὶ τὸ Πᾶν αὐταῖς ἀφορίζει κατὰ τὴν ἀξίαν· τὴν δὲ

ποιότητα τῆς ζωῆς ἀφ' ἑαυτῶν προτιθέασιν αἱ ψυχαί.

Διὸ καὶ ἐπαίνου καὶ ψόγου τυγχάνουσιν, ἐπὶ ταῖς δια-

φόροις προαιρέσεσιν. Ἀλλ' οὐδὲ φαῦλόν τι ἀπὸ τῆς

εἱμαρμένης ἐνδίδοται, ὥσπερ τολμῶσι λέγειν, ὅτι πα-

νοῦργοι, καὶ παιδερασταὶ, καὶ μοιχοὶ γίνονται. Κἂν γὰρ

ἀληθεύωσί τινες τῶν ἀστρολόγων ταῦτα προλέγοντες,

τοῦτο συμβαίνει, τὴν τοιάνδε ἐκεῖθεν ἰοῦσαν ἰδιότητα

ἀσυμμέτρως δεχομένων ἡμῶν ἢ συμμέτρως. Καὶ γὰρ

φρονήσεως παράλλαξις, καὶ πανουργία[ν] ** ποιεῖ· καὶ τὸ

παιδεραστικὸν ἰδίωμα, οἱ μὲν συμμέτρως ὑποδεχόμενοι,

σωτῆρες καὶ εὐεργέται γίνονται τῆς νεότητος· οἱ δὲ ἀσυμ-

μέτρως, ὀλέθριοι καὶ διαφθορεῖς. Ἐπεὶ καὶ εἰς τὰς ἡλια-

κὰς ἀκτῖνας ἀσυμμέτρως ἀτενίζων τις, πηροῦται καὶ σκο-

τίζεται τὴν ὄψιν· καίτοι φωτοδότης ὁ ἥλιος καὶ τοῦ

ὁρᾷν καὶ ὁρᾶσθαι αἴτιος. Πόθεν οὖν οἱ ἀστρολόγοι

γινώσκοντες, τίνες συμμέτρως, καὶ τίνες ἀσυμμέτρως

μεθέξουσι, τοὺς μὲν φρονίμους, τοὺς δὲ πανούργους

ἔσεσθαι λέγουσιν; ἢ ἄρα δυνατὸν ἐνεῖναι τούτων τεκμή-

ρια ταῖς σχηματογραφίαις· τὰ μὲν φανερὰ, ὥσπερ ἡ ἐν

καρκίνῳ τοῦ ἡλίου θέσις, [τοῦ] ἀσυμμετρότερον ὑφ'

ἡμῶν μετέχεσθαι· τὰ δὲ καὶ ἀφανῆ τοῖς τὴν τέχνην

ἀγνοοῦσι τὴν ἀστρολογικήν; Ὅτι γὰρ τὰ κατὰ φύσιν

ἔχοντα ἀεὶ, καὶ τὴν δημιουργικὴν φυλάττοντα φύσιν,

καὶ δύναμιν ἔχοντα τὴν ἀκροτάτην, πάντως καὶ βούλη-

σιν ἀγαθὴν ἔχει, καὶ κακοῦ οὐδενὸς αἴτιά ἐστι, πρόδη-

λον. Πᾶσα γὰρ κακία, διὰ ἀδυναμίαν συμβαίνει,

εἴπερ ἡ δύναμις ἀγαθόν τι ἐστίν. Ἡ μέντοι ἀσύμμε-

τρος καὶ τῶν ἀγαθῶν μέθεξις, βλαβερὰ γίνεται πολλά-

κις. Ταῦτα μὲν οὖν καὶ πρὸς τοὺς ἀπὸ τῆς εἱμαρμέ-

νης τὸ ἐφ' ἡμῖν ἐπιχειροῦντας ἀναιρεῖν εἰρήσθω.

Νυνὶ δὲ λεγέσθω πρὸς πάντας, ὅτι οἱ τὸ ἐφ' ἡμῖν

ἀναιροῦντες καὶ τὸ αὐτεξούσιον τῆς ψυχῆς, ἀγνοοῦσι

τὴν οὐσίαν τῆς ψυχῆς διὰ τοῦτο φθείροντες. Τὸ γὰρ

αὐτοκίνητον αὐτῆς ἀναιροῦσι, καθ' ὃ μάλιστα οὐσίω-

ται. Εἴτε γὰρ αὐτοκίνητός ἐστιν, ἔνδοθεν ἀφ' ἑαυτῆς

ἐγείρεται πρὸς τὰς ὀρέξεις καὶ τὰς ὁρμὰς, καὶ οὐκ ἔξωθέν

14

ποθεν ἑλκομένη ἢ ὠθουμένη, ὥσπερ τὰ σώματα· εἴ τε

ἔξωθεν κινεῖται, οὐκ ἔστιν αὐτοκίνητος. Ἔπειτα τὴν

ζωτικὴν ἐκτένειαν τῆς ψυχῆς, καὶ τὴν συγκατάθεσιν αὐτῆς

καὶ ἀπάρνησιν οὐ προσλογίζονται οἱ τὸ ἐφ' ἡμῖν ἀναι-

ροῦντες. Τίς δὲ οὐκ ἔχει συναίσθησιν τοῦ θέλειν καὶ μὴ

θέλειν, καὶ τοῦ αἱρεῖσθαι καὶ ἐκκλίνειν, καὶ τοῦ συντίθε-

σθαι καὶ ἀπαρνεῖσθαι; ἅπερ πάντα ἔνδοθέν εἰσι κινήσεις

ἀπ' αὐτῆς τῆς ψυχῆς, καὶ οὐκ ἔξωθεν ὠθισμοὶ ἢ ὁλκαί

τινες, ὡς ἐπὶ τῶν ἀψύχων. Ταύτῃ γὰρ διαφέρει τὰ

ζῶντα σώματα τῶν ἀψύχων, ὅτι ἔνδοθεν κινεῖται. Εἰ

δὲ τοῦτο ἀληθές ἐστι, τὸ κινοῦν αὐτὰ αὐτοκίνητόν ἐστι,

καὶ οὐχ ἑτεροκίνητον. Εἰ γὰρ ἔξωθεν ἐκεῖνο ἐκινεῖτο,

καὶ τὸ σῶμα ἂν πρῶτον ὑπ' ἐκείνου ἐκινεῖτο τοῦ ἔξω,

ὡς πρότερον εἴρηται, καὶ οὐκ ἔτι ἔνδοθεν, ἀλλ' ἔξωθεν

ἂν ἦν κινούμενον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀψύχοις

καὶ αὐτὸ ἄψυχον ἂν ἦν. Ἔτι δὲ οἱ τὸ ἐφ' ἡμῖν ἀναι-

ροῦντες, καὶ τὸ θέλειν, καὶ τὸ μὴ θέλειν, καὶ αἵρεσιν,

καὶ προαίρεσιν, καὶ ὄρεξιν, καὶ ἔκκλισιν, καὶ ὁρμὴν,

καὶ τὰ τοιαῦτα· οὗτοι καὶ τὴν ἀρετῆς καὶ κακίας ψυ-

χικῆς διαφορὰν ἀναιροῦσι, καὶ ἔπαινον καὶ ψόγον οὐκ

ἀπολείπουσι δίκαιον, ἀλλὰ καὶ τοὺς ἐπὶ τούτοις καλῶς

κειμένους νόμους ἀνατρέπουσι. Καὶ ὅρα, ὁποῖος ἔτι

εἴη τῶν ἀνθρώπων ὁ βίος, τούτων ἀναιρουμένων· ὅτι

τοῦ τῶν θηρίων οὐδὲν ἀπέχων.

Τί…

ὑπ…

The complete text is available when the reading interface loads.