The Greek Library Author

John Philoponus

in Aristotelis Analytica Priora commentaria

Author namesJean Philopon · Jean Philoponos · John Philoponus · Joannes Philoponus

Scientific editors
Maxmillian Wallies
Edition reference
Joannis Philoponi in Aristotelis analytica priora commentaria · Berlin · Reimer · 1905
CTS identifier
urn:cts:greekLit:tlg4015.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ

Ἤδη μὲν ἡμῖν ἐν τοῖς προλαβοῦσιν εἴρηται συγγράμμασιν, οὐκ ἄτοπον δὲ ὑπομνῆσαι καὶ νῦν, ὡς ἕξ ἐστι τὰ ὀφείλοντα προλέγεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος, εἰ μή τι τῶν κεφαλαίων αὐτόθεν εἴη φανερόν, σκοπός, χρήσιμον, τάξις ἀναγνώσεως, αἰτία ἐπιγραφῆς, εἰ γνήσιον τοῦ φοσόφου τὸ βιβλίον, ἡ εἰς τὰ κεφάλαια διαίρεσις. προσθήσω δὲ καὶ ἕβδομον, ὑπὸ ποῖον τῆς φιλοσοφίας μέρος ἀνάγεται, καὶ εἰ ὅλως ὑπό τι τῶν μερῶν ἢ οὔ. πρῶτον μὲν οὖν περὶ τοῦ σκοποῦ ῥητέον. σκοπὸς τῷ φιλοσόφῳ εἰπεῖν περὶ ἀποδείξεως ἀλλ’ ἐπειδὴ ἡ ἀπόδειξις συλλογισμός τίς ἐστι, δῆλον ὅτι δεῖ πρῶτον περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διαλαβεῖν· πολλὰ γὰρ συλλογισμῶν εἴδη. ἵνα δὲ ἐκ διαιρέσεως μάθωμεν πόσα ἐστὶ συλλογισμῶν εἴδη, εἴπωμεν οὕτως. ὁ συλλογισμὸς γνῶσίς τίς ἐστιν· ἡ δὲ γνῶσις μέση ἐστὶ τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου. τριῶν οὖν τούτων ὄντων, γινώσκοντος, γνώσεως καὶ γνωστοῦ, καθ’ ἕκαστον αὐτῶν ἔστι τὴν διαίρεσιν ποιήσασθαι τῶν συλλογισμῶν, ἔκ τε τοῦ γινώσκοντος καὶ τῆς γνώσεως καὶ τοῦ γινωσκομένου. καὶ ἐκ μὲν γινώσκοντος οὕτως. τὸ γινῶσκον ἢ νοῦς ἐστιν ἢ διάνοια ἢ δόξα ἢ φαντασία ἢ αἴσθησις. ἀλλ’ ὁ μὲν νοῦς καὶ ἡ αἴσθησις οὐ συλλογίζονται, ὁ μὲν ὡς κρείττων ὢν τοῦ συλλογίζεσθαι διὸ καὶ ὁ θεῖος Πλωτῖνός φησι περὶ αὐτοῦ ὅτι ἡ ἅπτεται ἡ οὔ, καὶ πάντῃ ἐστὶν ἀναμάρτητος· ἢ γὰρ ἅπτεται ἁπλαῖς ἐπιβολαῖς γινώσκων τὰ πράγματα, ἢ οὐδὲ τὴν ἀρχὴν ἅπτεται, καὶ 1 γραμματικοῦ V et in subscr. P cf. ad f. ΧΧΧΙ v 53: σχολαστικοῦ Q: om. t 2 posl ἀλεξανδρένς add. τοῦ φιλοπόνου t σχόλια καὶ V 4 τῶν—πρῶτον Q et om. τἄ V: μετά τινων ἰδίων ἐπιστάσεων. | Προοίυιον t 5 ἡμῖν om. t ἐν τοῖς προλ. εἵp. συγγp.] p. 8,23 sq. 8 αἰτία τῆς ἐπιγραφῆς posl 9 βιβλίον colloc. Q 9 ante ἡ add. καὶ Q κεφάλαι’ sic Q 10 μέρος τῆς φιλοσοφίας Q 12 τίς om. Vt 13 post γὰρ add. εἰσι Q 14 μάθομεν—εἴπομεν t 15 τίς om. Vt om. Q om. οὖν om. Vt ὄντων τούτων V γινώσκοντος om. V om. V ποιήσασθαι τὴν διαίρεσιν V 18 ἔκ τε ct καὶ primum om. VI γίζεται Vt 21 Πλωτῖνος] Kim. Α I. 9 p. 9,23 ed. Muell. 22 ἣ γὰρ ἅπτεται om. Q ὁμοίως ἐστὶν ἀναμάρτητος), ἡ δέ γε αἴσθησις ὡς χειρόνως ἔχουσα τοῦ συλλο γίζεσθαι οὐ συλλογίζεται. ἀλλ’ οὐδὲ ἡ φαντασία συλλογίζεται· εἰ γὰρ τῶν ὑπὸ τῆς αἰσθήσεως φανέντων στάσις ἐστὶ καὶ τήρησις, τῆς αἰσθήσεως μὴ συλλογιζομένης οὐδὲ ἡ φυλάττουσα ἄρα τὰ ὑπὸ τῆς αἰσθήσεως φανέντα συλλογίσαιτ’ ἄν. ὁ γὰρ συλλογισμὸς κίνησίς ἐστιν ἀφ’ ἑτέρου εἰς ἕτερον· ἐκ γὰρ ἄλλου ἄλλο συλλογίζεται ὃ οὐκ ἦν δεδομένον· ἡ δὲ φαντασία μονή τε καὶ τήρησίς ἐστι τῶν τύπων τῶν αἰσθητῶν καὶ πλέον οὐδὲν ὧν ἐκ τῆς αἰσθήσεως ἐδέξατο οἶδε. στάσει γάρ, ὡς εἶπον, ἔοικε μᾶλλον ἢ κινήσει, ὡς καὶ τοὔνομα δηλοῖ· φαοστασία γάρ τίς ἐστι, τουτέστι τῶν φανέντων στάσις. οὐκ ἄρα οὐδὲ ἡ φαντασία συλλογίζεται. λείπεται οὗν ἡ δόξα καὶ ἡ διάνοια. ἀλλ’ εἰ ἐμάθομεν ὡς ἡ δόξα συμπέρασμά ἐστι διανοίας, δῆλον ὡς οὐδὲ αὕτη συλλογίζεται. λείπεται ἄρα τῶν γνωστικῶν τῆς ψυχῆς μορίων μόνην τὴν διάνοιαν συλλογίζεσθαι. ἐπειδὴ δὲ συλλογίσασθαί τι μηδενὸς ὁμολογουμένου ληφθέντος ἀμήχανον· εἰ γὰρ συλλογισμός ἐστιν οἱονεὶ συλλογή τινων λόγων τὸν γὰρ ἀκριβῆ τοῦ συλλογισμοῦ ὅρον προιόντες εἰσόμεθα), δεῖ πάντως ἐν τῷ συλλογισμῷ δοθῆναί τινας λόγους, ὧν δεῖ τὴν συλλογὴν καὶ οἷον ἕνωσιν τὸν συλλογιζόμενον ποιεῖσθαι. τούτους οὖν τοὺς λόγους, οἷς χρήσεται ὁ συλλογιζόμενος, καὶ αὐτοὺς γνώσεις τινὰς ὄντας ἀνάγκη ἐκ τῶν λοιπῶν γνωστικῶν τῆς ψυχῆς μορίων εἰλῆφθαι. εἰ γὰρ συλλογιζομένη ἐστὶν ἡ διάνοια, ἀνάγκη πᾶσα ἢ ἐκτοῦ νοῦ <ἢ <ἢ ἐκ δόξης> ἢ ἐξ αἰσθήσεως καὶ φαντασίας· μονὴ γὰρ αἰσθήσεως ἡ φαντασία· διὸ μᾶλλον δεῖ λέγειν ἐκ φαντασίας, ἐπεὶ καὶ μύων τις συλλογιεῖται τὰς ἀρχὰς ἐκ φαντασίας δεξάμενος ἤγουν ἐκ δόξης]. σκόπει οὗν ὡς ἐκ τῶν εἰρημένων ἀνάγκη πᾶσα μύνα τὰ τρία εἴδη τῶν συλλογισμῶν ἀναφαίνεσθαι καὶ μήτε πλείονα μήτε ἐλάττονα. ἢ γὰρ ἐκ τοῦ νοῦ τὰς ἀρχὰς δεξαμένη ἡ διάνοια συλλογίζεται, ἃς καὶ καλοῦμεν κοινὰς ἐννοίας, καὶ ποιεῖ τὸν ἀποδεικτικὸν συλλογισμὸν ἀεὶ ἀληθῆ ὄντα καὶ μηδέποτε ψευδόμενον, ἐπεὶ καὶ αἱ κοιναὶ ἔννοιαι ἐξ ὧν ὁ συλλογισμὸς ἀεὶ ἀληθεῖς καὶ αὐτόπιστοι. ἢ τῇ δόξῃ συμπλακεῖσα ἐξ αὐτῆς τὰς ἀρχὰς τοῦ συλλογισμοῦ δέχεται, καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, διαλεκτικὸν καλούμενον, διότι ἐν ταῖς κοιναῖς συνουσίαις καὶ ταῖς πρὸς ἀλλήλους διαλέκτοις τοῖς τοιούτοις χρώμεθα συλλογισμοῖς· ὃς οὐ πάντως ἀεὶ ἀληθεύσει, ἀλλὰ ποτὲ καὶ ψεύσεται, ἐπεὶ καὶ ἡ δόξα τοιαύτη, οὐκ ἀεὶ ἀληθής· πολλαὶ γὰρ καὶ ψευδεῖς ἐν ἀνθρώποις δόξαι. ἢ τρίτον τῇ φαντασίᾳ συμπλακεῖσα ἡ διάνοια καὶ τὰς ἀρχὰς τῶν συλλογισμῶν ἐξ αὐτῆς λαβοῦσα συλλογίζεται, καὶ ποιεῖ τὸν σοφιστικὸν συλλογισμὸν ἀεὶ ψευδῆ ὄντα· τοῦτο γὰρ σκοπὸς τοῖς σοφισταῖς πάντα ἀνασκευάζειν καὶ μάλιστα τὰ δόξαντα ἀληθῆ εἶναι καὶ ἀποδεδεῖχθαι τοῖς ἐπι- 1 post ὁμοίως add. κατ’ ἄμφω t γε om. Q 2 εἰ Q: καὶ Vt 4 τὰ κατὰ τῶν αἰσθήσεων φανέντων Vt 6 λογίζεται Q ὃ θ: καὶ ὃ Vt 9 post ἄρα add. δὲ λοιπὸν Q 10 εἰ om.. Q ἐμάθομεν] ο in ras. Q 11 αὐτὴ libri 12 ὄρα om. V μορίων τῆς ψυχῆς ante ras. II litt. Q 13 τι om. Q 15 ὁρισμὸν Q προιόντες] p. 24b18 sq. 16 post λόγους del. οἷς χρήσεται ὁ συλλογιζόμενος e vs. 17 illata Q 18 καὶ αὐτοὺς Vt: ὡς αὐτὸ Q γνωστικῶν om. Vt 19 εἰ Q: ἡ Vt post ἀνάγκη add. οὑν Vt 20 ἡ ἐκ δόξης addidi cf. vs. 22 21 μύων Qt: μεῖον V 22 ἤγουν ἐκ δόξης delevi 24 πλείω Q 25 συλλογιεῖται Vt 30 aute καὶ III litt. eras. Q 31 ἀεὶ om. Vt ἀληθεύει Vt 32 καὶ alt. om. Q στήμοσιν. ἄρα οὖν ὡς | τῆς φαντασίας ἀεὶ ψευδομένης, οὕτω φαμὲν καὶ ΙΙΙ v. τὴν διάνοιαν ταύτῃ συμπλεκομένην ἀεὶ ψευδῆ συλλογίζεσθαι., ἀλλ’ οὐκ ἔστι τοῦτο ἀληθές· οὐ γὰρ μόνον τὰ μὴ ὄντα φανταζόμεθα ἀλλὰ καὶ τὰ πῶς οὖν φαμεν αἰτίαν τὴν φαντασίαν γενέσθαι συμπλακεῖσαν τῇ διανοία σοφιστικῶς συλλογίσασθαι; λέγω οὖν ὡς ὅτι πᾶσα ψευδὴς δόξα ἐκ φαντασίας τὴν ἀρχ‘ὴν ἔχει· ἐπειδὴ γὰρ τοὺς τύπους τῶν αἰσθητῶν ἐν· αὐτῇ φυλάττομεν, ὁπηνίκα ἄν πέρι τῶν νοητῶν καὶ λόγῳ θεωρητῶν διασκέψασθαί τι βουλώμεθα πέρι ὢν αἰ ἀποδείξεις, παρεμπίπτουσα αὕτη, ὡς καὶ ὁ Πλάτων’ φησί, ταράττει ταράττει μὴ παιδευθέντας αὐτὴν τῶν λογικῶν ἐνεργειῶν διακρίνειν τὰ τοῖς αἰσθητοῖς ὑπάρχοντα καὶ τοῖς νοητοῖς περιάπτουσα, οἷον, εἰ τύχοι, τοῖς ἀσωμάτοις μορφὴν καὶ σχῆμα καὶ ὄγκον, τοῖς ἐξ ἀφαιρέσεως εἴδεσιν ὕλην πάντως ὑποβάλλουσα· ἐπεὶ γὰρ μετὰ ὕλης αὕτη τοὺς τύπους καὶ τὰ εἴδη τῶν αἰσθητῶν διὰ τῆς αἰσθήσεως ἐθεάσατο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως τοῦτο ποιεῖ. οὐ τὴν τῶν αἰσθητῶν οὖν φαντασίαν φαμὲν ἀεὶ εἶναι ψευδῆ ἀλλὰ τὴν ταῖς λογικαῖς νοήσεσι συμπλεκομένην, ἐπεὶ καὶ ὁ σοφιστικὸς ἐκ δόξης μὲν καὶ αὐτὸς τὰς ἀρχὰς λαμβάνει οὐ γὰρ δὴ τὸ φάντασμα πρότασις ἂν γένοιτο), ἄλλα δόξης ψευδοῦς, ἥτις τὸ ψεῦδος ἔχει οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς πρὸς τὴν φαντασίαν συμπλοκῆς. ταύτῃ οὖν λέγεται ὁ σοφιστικὸς συλλογισμὸς συμπλεκομένης τε τῆς δόξης πρὸς τὴν φαντασίαν γίνεσθαι καὶ ἀεὶ ψευδὴς εἶναι· οὕτω μὲν οὖν ἐκ τῶν γινωσκόντων τῆς ψυχῆς μορίων ἀποδέδεικται ὡς τριὰ εἴδη συλλογισμῶν εἰσι. καὶ τοὺς ἐξ ὁμωνυμίας δὲ σοφιστικοὺς συλλογισμοὺς εὐλόγως ἄν τις τῇ φαντασίᾳ περιάψοι, οἷον ὡς ἐπὶ τοῦ τοιούτου· τὰ λάχανα τῆς γῆς ὑπερέχει· τὸ ὑπερέχον τοῦ ὑπερεχομένου μεῖςον· τὰ λάχανα ἄρα τῆς γῆς μείζονα. ὅτι μὲν γάρ ἐστί τι ὑπερέχον μεῖζον του ὑπερεχομένου, οἶδεν ἡ φαντασία, οἷον τὸ πᾶν ἐντὸς ἑαυτοῦ κατὰ τὰς τρεῖς διαστάσεις περιέχον τι, διακρῖναι δὲ οὐκ οἶδεν. ὁ οὖν σοφιστὴς τῳ φαντάσματι τῷ μερικῷ ὡς καθόλου χρῆται. εἰδέναι μέντοι χρὴ ὅτι ἐνδέχεται τὴν διάνοιαν τὰ οἰκεῖα συμπεράσματα λαβοῦσαν, ἅπερ διὰ συλλογισμῶν εύρε, καὶ ταύτα συμπλέξασαν ποιῆσαι πάλιν συλλογισμόν. ἀλλ’ εἰ μὲν ἀλήθη εἴη τὰ συμπεράσματα, ἅπερ ἐν τῷ ὑστέρῳ συλλογισμῷ ὡς προτάσεις παρέλαβε, δῆλον ὅτι ἢ ἐκ τῶν κοινῶν ἐννοιῶν ἀποδέδεικται ἢ ἐξ ἀληθοῦς δόξης· εἰ δὲ ψευδῆ, ἐκ ψευδῶν δῆλον ὅτι προτάσεων συνῆκται. καὶ πάλιν ᾖ φαντασία τοῦ ψεύδους αἰτία, τοὐ συλλογιστικοῦ δηλονότι σχήματος ἐρρωμένου· ἐπεὶ οὐδὲ συλλογισμὸς ἄν εἴη. ὥστε κἄν προσεχῶς ἡ διάνοια 2 ἀεὶ οm. V 5 συλλογίζεσθαι t 7 λόγων t 8 βουλόμεθα Vt περὶ ὦν ἀπόδειξις περιπίπτουσα Q αὕτη scripsi: αὐτὴ Vt: εἰς τὸ μέσον αὐτὴ του τοιώσδε συλλογίζεσθαι γίνηται Q καὶ πλάττων V ὁ Πλάτων] Phaed. c. 11 p. 66 D 9 συλλογιστικῶν Q 10 περιάπτουσιν V τύχη V 12 ὑποβαλοῦσα Vt ία om. Vt post μετὰ add. τῆς Vt 13 ἐθεάσατο διὰ τῆς αὐσθήσεως 14 τοῦτο ποίει om. Vt ἀεὶ om. Vt 15 post ταῖς ras. Q post συμπλ. add. εἶναι Vt 17 δόξα ψευδὴς Q ἄλλοθεν Q 19 τε τῆς Yt: inv. ord. QV 20 ψευδεῖς t 21 συλλογισμοῦ Q εἰσι om. Q 25 κτὰ Qt: καὶ V περιέχεται, om. τι V 27 τὸ φάντασμα τὸ μερικὸν Vt ὡς κ. χρῆται ante collocat Q 30 εἴη post τὰ σ. collocat Q 32 δηλονότι ἐκ ψευδῶν V ἐξ ἑαυτῆς λάβῃ τὰς προτάσεις αὐτὴ ταύτας συλλογισαμένη, ἀλλ’ οὖν πάλιν ΙΙΙ v αἱ τούτων ἀρχαὶ ἢ ἀπὸ νοῦ εἰσιν ἢ ἀπὸ δόξης ἢ ἀπὸ φαντασίας. ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι μὴ δοθέντων τινῶν ὁμολογουμένων ἀσυλλογίστων, ἅπερ οὐκ ἐκ διανοίας εἴληπται· ἔργον γὰρ διανοίας τὸ συλλογίζεσθαι. ὁμοίως δὲ καὶ ἐκ τοῦ γινωσκομένου τὰ αὐτὰ τρία εἴδη εὑρήσεις διελὼν οὕτως· τὰ πράγματα, περὶ ὧν ὁ συλλογισμός, ἢ ἀεὶ ὡσαύτως ἔχει, καὶ γίνεται ὁ περὶ αὐτῶν συλλογισμὸς ἀποδεικτικός, ἢ οὐδέποτε ὡσαύτως ἔχει, καὶ γίνεται ὁ σοφιστικός, ἢ ποτὲ μὲν οὕτως ἔχει ποτὲ δὲ οὐχ οὕτως, καὶ γίνεται ὁ διαλεκτικός. ἐκ δὲ τῆς γνώσεως οὕτως· ἡ γνῶσις ἢ ἄπταιστός ἐστι καὶ ἀληθὴς ἀεί, καὶ γίνεται ὁ περὶ αὐτῆς συλλογισμὸς ἀποδεικτικός, ἢ ἀεὶ ψευδής, καὶ γίνεται ὁ σοφιστικός, ἢ ποτὲ μέν ἀληθὴς ποτὲ δὲ ψευδής, καὶ γίνεται ὁ διαλεκτικός. ἕκαστος δὲ τούτων συλλογισμός ἐστι. δῆλον ἄρα ἐκ τούτων ὅτι τρία μόνα ἐστὶ τὰ τῶν συλλογισμῶν εἴδη καὶ οὔτε πλείονα οὔτε ἐλάττονα. καὶ ἐν μὲν τοῖς μετὰ ταῦτα δύο βιβλίοις τῶν Δευτέρων ἀναλυτικῶν διδάξει περὶ τοῦ ἀποδεικτικοῦ, ἐν δὲ τοῖς τόποις περὶ τοῦ διαλεκτικοῦ, ἐν δὲ τοῖς Σοφιστικοῖς ἐλέγχοις περὶ τοῦ σοφιστικοῦ, οὐχ ἵνα αὐτῷ χρησώμεθα, ἀλλ’ ἵνα μήποτε ἀπατώμεθα ὑπὸ τῶν χρωμένων αὐτῷ· διὸ καὶ Σοφιστικοὺς ἐλέγχους ἐπέγραψε. καὶ ταῦτα μὲν περὶ συλλογισμῶν, ζητήσωμεν δὲ περὶ ποίου αὐτῷ ἐνταῦθα ὁ λόγος. φαμὲν ὅτι περὶ οὐδενὸς τούτων, ἀλλὰ περὶ τοῦ ἀπλῶς καὶ καθόλου συλλογισμοῦ. καὶ ὁ μὲν σκοπὸς οὗτος. δεῖ δὲ εἰδέναι ὅτι τριῶν ὄντων τῶν συλλογισμῶν, ἀποδεικτικοῦ, διαλεκτικοῦ καὶ σοφιστικοῦ, ἐν ταῖς συνουσίαις τῷ διαλεκτικῷ χρώμεθα μόνῳ· οὔτε γὰρ τοσαύτην σχολὴν ἄγομεν ἐν ταῖς συνουσίαις ὥστε ἀποδεικτικοὺς συλλογισμούς, οὔτε μὴν τοὺς προσδιαλεγομένους ἀνεκτὸν ἡγούμεθα διὰ παντὸς σοφίζεσθαι· καταγέλαστον γὰρ τοῦτο.

Οτι δὲ χρήσιμον τὸ βιβλίον, δῆλον ἐκ τῶν εἰρημένων ἐν ταῖς προλαβούσαις πραγματείαις· εἰ γὰρ χρήσιμος πρὸς φιλοσοφίαν ἡ ἀπόδειξις, δὲ εἰς τὴν ἀπόδειξιν συντελεῖ περὶ τῶν ἁπλῶς συλλογισμῶν διαλαμβάνον δι’ ὧν αἱ ἀποδείξεις, δῆλον ὅτι καὶ τοῦτο χρήσιμον πρὸς φιλοσοφίαν.

‘Η δὲ τάξις ἐστὶν αὕτη· δεῖ πρότερον ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν μαθεῖν, εἶθ’ οὕτως καὶ τὸν τοιόνδε συλλογισμόν. ἵνα δὲ σαφὲς ἦ τὸ λεγόμενον, εἴπωμεν οὕτως· ἔδει περὶ ἀποδείξεως μέλλοντα διδάσκειν τὸν φιλόσοφον πρότερον διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν· τοῦτο πεποίηκεν ἐν ταῖς Κατηγορίαις· δεύτερον περί τε τῆς ἐν αὐταῖς διαφορᾶς καὶ πρώτης συνθέσεως· 1 λαβαι V ταῦτα Vt 2 ἀπόδειξις V 3 οὖν V ὡμολογημένων Q 4 post γὰρ add. τῆς Q 5 εὕρῃ τις Q διελθὼν V 7 ὁ om. Q 10 ἀεί om. Vt παρ’ V 14 μὲν om. V 15 περὶ ἀποδείξεως Vt post διαλ. add. συλλογισμοῦ Vt 16 χρησόμεθα t 18 post περὶ add. τῶν Q ζητήσομεν t 19 ποίων Vt 20 τοῦ om. V 21 ὄντων τῶν Q: τούτων ὄντων Vt ante ὄντων add. τοῦ τε Q ante διαλ. et ante 22 σόφ’. add. τοῦ Q 26. 27 ἐν τῖς προλ. πp.] Categ. p. 10,19 sq. 27 χρήσιμον V φιλοσοφίαν] σο superscr. Q2 ἀπόδειξις ἀπόδειξις post spatium II litt.) Q: ἀποδεικτική Vt 28 συντελεῖ om. Q τῶν om. V διαλαμβάνων Qt 31 τὸν om. V 32 εἴπωμεν οὕτως Q cf. p. 1,14 5,25: ἔστιν εἰπεῖν Vt ἔδει Β: ἐπεὶ QVt 33 ante περὶ add. ἔδει V post περὶ add. τῶν Q ἀπλῶς V post φωνῶν add. ἔδει Q τοῦτο πεποίηκεν ἐν τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων καὶ IIIv προτάσεων διαλαβών. καὶ αὕτη ἡ πρώτη σύνθεσις τῶν ἁπλῶν φωνῶν, τουτέστιν οἱ ἁπλοῖ λόγοι· ὧν δὴ λοιπὸν συντιθεμένων γίνεται συλλογισμός. ἐπειδὴ δέ, ὡς ἔφαμεν, τρεῖς εἰσι τῶν συλλογισμῶν αἱ διαφοραί, δεῖ τὸν μέλλοντα τούτων τινὰ μαθεῖν εἰδέναι πρότερον τί ποτέ ἐστιν ὁ ἀπλῶς συλλογισμὸς καὶ τίνα τρόπον συντιθέμενοι οἱ ἁπλοῖ λόγοι, τουτέστιν αἱ προτάσεις, ποιοῦσι συλλογισμόν, καθάπερ καὶ τὸν μέλλοντα μαθεῖν τὴν Δώριον ἢ τὴν Λύδιον ἁρμονίαν δεῖ πρότερον μαθεῖν τὸ ἁπλῶς κιθαρίζειν καὶ τί δήποτε ὅλως ἐστὶν ἁρμονία, καὶ τὸν βουλόμενον εἰδέναι γράφειν ὀξύρυγχον ἢ στρογγύλον χαρακτῆρα | πρότερον εἰδέναι τὸ ἁπλῶς γράφειν. εἰ οὖν ΙVr καὶ αὐτὸς διδάσκει ἐνταῦθα μὲν περὶ τοὐ ἁπλῶς συλλογισμοῦ, ἐν δὲ τοῖς ‘Υστέροις ἀναλυτικοῖς περὶ τοῦ ἀποδεικτικοῦ, ἐν δὲ τοῖς τόποις περὶ τοῦ διαλεκτικοῦ καὶ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις περὶ τοῦ σοφιστικοῦ, εἰκότως ἕπεται μὲν τῷ Περὶ ἑρμηνείας τόδε τὸ σύνταγμα, προηγεῖται δὲ τῶν τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς ζητητέον, διὰ Ἀναλυτικὰ ἐπιγέγραπται καὶ οὐ Περὶ συλλογισμῶν. λέγεται γὰρ ἀνάλυσις πολλαχῶς· καὶ γὰρ ἡ τοῦ ὅλου εἰς μέρη καὶ ἡ τῶν συνθέτων εἰς τὰ ἁπλᾶ, ᾗ χρῶνται οἱ γεωμέτραι, καὶ ἡ τῶν φυσικῶν σωμάτων εἰς τὰ τέσσαρα στοιχεῖα καὶ ἡ εἰς τὰ οἰκεῖα εἴδη τῶν συλλογισμῶν ἀναγωγή. καὶ ἄλλως δὲ πολλαχῶς λεγομένης ἀναλύσεως ἔστι περιλαβόντα εἰπεῖν· ἀνάλυσίς ἐστιν ἀνάκαμψις ἐπὶ τὸ πρότερον καὶ τῆς συνθέσεως τὸ αἴτιον. ὅθεν ἄξιον ζητῆσαι, εἰ ὁ συλλογισμὸς σύνθεσίς ἐστι καὶ συναγωγὴ πλειόνων λόγων καὶ οὐκ ἀνάλυσις, διὰ τί τὴν περὶ συλλογισμῶν πραγματείαν Ἀναλυτικὰ ἐπέγραψεν· ἔδει γὰρ μᾶλλον Συνθετικὰ ἐπιγράψαι. ἵνα οὖν αὐτόθεν ἡμῖν ἀναφανῇ ἡ τῆς ἐπιγραφῆς αἰτία καὶ ἡ τοῦ βιβλίου διαίρεσις, εἴπωμεν οὕτως· διαιρεῖται τοῦτο τὸ βιβλίον εἰς κεφάλια τρία, καὶ διδάσκει ἡμᾶς τὸ μὲν πρῶτον μέρος τὴν γένεσιν τοῦ συλλογισμοῦ, τὸ δὲ δεύτερον τὴν εὐπορίαν τῶν προτάσεων, τὸ δὲ τρίτον τὴν εἰς τοὺς συλλογισμοὺς ἀνάλυσιν. ἐκ τούτου οὖν τοῦ τρίτου τὴν ἐπιγραφὴν ἐποιήσατο ἅτε κυριωτέρας καὶ τελειοτέρας οὔσης τῆς ἀναλύσεως· πᾶς γὰρ συλλογισμὸς ἐξ ἀναλύσεως εὑρίσκεται ἔχων τὸ οἰκεῖον σχῆμα. ἄλλως τε ὁ εἰδὼς τὴν ἀνάλυσιν οἶδε καὶ τὴν σύνθεσιν· ἃ γὰρ ἀνέλυσε, ταῦτα συνθεῖναι οὐ δυσχερές· οὐκέτι δὲ καὶ τοὐναντίον· καὶ γὰρ ὁ ἰδιώτης ἐπίσταται μὲν συνθέσεις ὀνομάτων καὶ ῥημάτων εἰς τὸν λόγον ἀποτελέσαι καὶ εἰπεῖν, οἷον ‘Σωκράτης περιπατεῖ, ἀναλῦσαι δὲ αὐτὸν οὐκέτι οἶδε καὶ εἰπεῖν ποῖον μέν 2 διαλαμβάνων Q πρώτη om. Vt 4 post δὲ add. καὶ Q αἱ διαφοραὶ τῶν συλλογισμῶν V 10 χαρακτῆρα ἢ στρογγύλον Q 12 περὶ ἀποδεικτικῶν Vt ἐν—13 διαλεκτικοῦ om. Vt 13 περὶ τῶν σοφιστικῶν Vt 14 ἕψεται Vt τὸ Vt τόδε τὸ σύνταγμα om. Vt προηγεῖται corr. Q1: προηγήσεται Vt, pr. Q 16 περὶ om. V 19 ante ἀναλ. add. τῆς Q 20 περιλαβόντας Q 21 ἄξιον add. ἐστι Q 22 καὶ alt. om. Vt post περὶ add. τῶν Vt 24 ἀναφανῇ (sic) 1 αἰτία collocat Q 25 εἴπομεν t τοῦτο om. Q 26 πρότερον Q 27 τὴν εὐπο τῶν Vt: πῶς ἄν εὐπορήσειε Q τὴν alt. om. V 28 τούτου om. Vt οὑν om. Vt οὖν om V: post τρίτου collocat t 31 εἶδε Q 32 δυσχεραίνει Q καὶ prius om. Vt 33 τὸν scripsi: τὸ libri 34 σωκράτους t διαλῦσαι Vt αὐτὸν om. Vt ἐστι τὸ ὄνομα, ποῖον δὲ τὸ ῥῆμα. Πρότερα δὲ ἐπιγέγραπται, ἐπειδὴ περὶ IVr τοὐ ἀπλῶς συλλογισμοῦ ἐνταῦθά φησι τοῦ ἀναλογοῦντος ὕλῃ καὶ χωρὶς εἴδους ὄντος, καὶ ἐπειδὴ πρότερον τὸ γένος τῶν οἰκείων εἰδῶν, γένος δὲ ὁ καθόλου συλλογισμὸς τῶν ἀποδεικτικῶν καὶ τῶν λοιπῶν δύο εἰδῶν· ὥστε εἰκότως ἐν οἷς μὲν περὶ τοῦ γένους αὐτῶν διαλέγεται, Πρότερα ἐπέγραψεν, ἐν οἷς δὲ περὶ τῶν εἰδῶν, τουτέστι περὶ τῶν ἀποδεικτικῶν, Ὕστερα ἀναλυτικά.

Ὅτι δὲ γνήσιον τοὺ φιλοσόφου τὸ βιβλίον, δῆλον· φασὶ γὰρ ὡς τεσσαρά- κοντα εὑρέθη τῶν Ἀναλυτικῶν βιβλία ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις, καὶ τὰ τέσσαρα μόνα ταῦτα ἐκρίθησαν εἶναι Ἀριστοτέλους, καὶ πρὸς τοῦτο οὐδεὶς ἀμφέβαλε. καὶ ἐν μὲν τῷ πρώτω βιβλίῳ διδάσκει ἡμᾶς περὶ τοῦ εἴδους τῶν συλλογισμῶν, ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς ὕλης. εἶδος δὲ λέγομεν τῶν συλλογισμῶν τὸ συμπέρασμα, ὕλην δὲ τὰς προτάσεις· ὡς γὰρ ἡ ὕλη ἕνεκά τού ἐστι, λέγω δὲ τοῦ εἴδους, οὕτω καὶ αἱ προτάσεις τοῦ συμπεράσματος ἕνεκα. ἐνταῦθα γενόμενος ὁ Θεμίστιος ἀπορεῖ λέγων “ἆρά γε Ἀριστοτέλους ἐστὶ γέννημα τὰ Ἀναλυτικὰ ἢ οὔ’’; καί φησιν ὅτι γέννημα μὲν αὐτοῦ οὐκ ἔστι· φαίνεται γὰρ ὁ θεῖος Πλάτων συλλογιστικῶς καὶ ἀποδεικτικῶς φερόμενος ἔν τε τῷ Φαίδωνι καὶ ἐν πᾶσι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις· συντάξαι δὲ αὐτὸν καὶ τεχνῶσαι κανόσι τισὶ τὸ προκείμενον σύγγραμμα οὐδὲν ἄτοπον.

Ἑξῆς ζητητέον πότερον μέρος ἐστὶν ἢ ὄργανον ἡ λογική τε καὶ διαλεκτικὴ πραγματεία τῆς φιλοσοφίας, ἐπείπερ ἐναντίως καὶ διαφόρως δοκεῖ τοῖς παλαιοῖς περὶ αὐτῆς. οἱ μὲν γὰρ Στωικοὶ ἄντικρυς μέρος αὐτὴν ἀποφαίνονται, τοῖς ἄλλοις δύο μέρεσι ἰῆς φιλοσοφίας αὐτὴν ἀντιδιαιροῦντες· οἱ δὲ Περιπατητικοί τουτέστιν οἱ ἀπὸ Ἀριστοτέλους, ὄργανον· οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας, ὧν ἐστι καὶ Πλάτων’, καὶ μέρος καὶ ὄργανον φαίνονται λέγοντες. καὶ οἱ μὲν Στωικοὶ τοιούτῳ τινὶ λόγῳ τὸ εἶναι αὐτῆς μέρος κατασκευάζουσι. περὶ ὃ καταγίνεται, φασί, τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἀναφέροιτο εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἢ μόριον αὐτῆς, ἐκείνης μέρος ἐστὶν ἢ μόριον. εἰ τοίνυν ἡ φιλοσοφία καταγίνεται περὶ τὴν λογικὴν μέθοδον, ἥτις οὐκ ἀνάγεται εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἡ μόριον, ἡ λογικὴ ἄρα τῆς φιλοσοφίας ἐστὶ μέρος ἢ μόριον. μόριον μὲν οὗν οὐκ ἔστιν· οὔτε γὰρ τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ μέρος ἐστί· τὸ γὰρ μόριόν τινος καὶ τῆς ὕλης κοινωνεῖ καὶ τοῦ σκοποῦ ἐκείνῳ οὗ ἐστι μόριον. τῷ μὲν οὖν πρακτικῷ οὐ κοινωνεῖ· τούτου γὰρ ὕλη τὰ ἀνθρώπινα πράγματα καὶ ἡ μετριοπάθεια, σκοπὸς δὲ τὸ περὶ ταῦτα αἱρετόν πὼς ἡ φευκτόν· ἡ δὲ 1 ῥῆμα—ὄνομα Q ἐπειδήπερ Q 5 πρότερον V 6 περὶ alt. om. Q 7. 8 τετταράκοντα Q 9 ante Ἀριστ. add. τοῦ Q 10 ἀμφίβαλλε Q: ἀμφέβαλλεν t βιβλίω—δευτέρω (11) inter duo folia om. V 11 δὲ alt. QV: γὰρ t 12 post ὕλη add. τῶν Q, τοῦ V 15 γεννήματα (post ὅτι) t: γεννήματα αὐτὰ V αὐτοῦ superscr. V 16 εἰσι Q πλάττων V καποδεικτικῶς Q 17 αὐτοῦ σχεδὸν Vt 18 κανόνι V σύνταγμα Q 21 περὶ αὐτοῖς V 21. 22 ἀπεφαίνοντο Vt 23 οἱ ἐξ Q ἀπὸ τῆς Vt: ἐξ Q 24 πλάττων V 25 immo αὐτὴν 26 ἀναφαίροιτο V 27 ante ἐπιστ. add. εἰς Vt 28 καταγίνεται om. V 30 ἢ μόριον μὲν <ἑτέρας> prave Prantl Gesch. der Logik im Abendl. Ι 409,29 οὖν om Vt 32 τῆς ὕλης b: τῆ ὕλη libri τοῦ σκοποῦ t: τῶ σκοπῶ QV ἐκείνω] ω om. V 34 ἡ prius om t πως om. V λογικὴ ὕλην μὲν ἔχει τὰς προτάσεις, σκοπὸν δὲ τὸ διὰ τῆς τοιᾶσδε συνθέσεως ΙVr τῶν προτάσεων τῶν ἑπομένων τι ἐξ ἀνάγκης δεικνύναι συναγόμενον· ὃ οὐκ ἔστι τοῦ πρακτικοῦ τέλος, ἀλλ’ ὡς εἶπον, ἡ μετριοπάθεια ἡ ἀπλῶς τὸ ἀγαθόν. καὶ οὕτως μὲν ἡ λογικὴ οὐκ ἔστι μόριον τοῦ πρακτικοῦ. ἀλλ’ οὔτε μὴν τοῦ θεωρητικοῦ· τούτου γὰρ ὕλη μὲν τὰ θεῖα, τέλος δὲ ἡ περὶ ταῦτα θεωρία. εἰ δὲ μήτε τοῦ θεωρητικοῦ μήτε τοῦ πρακτικοῦ ἐστι μέρος οὐκ ἔστι ἄρα τῆς φιλοσοφίας μόριον. λείπεται οὖν ἀντιδιαιρῖσθαι τῶ θεωρητικῷ καὶ πρακτικῷ τὴν λογικὴν καὶ μέρος εἶναι τῆς φιλοσοφίας. καὶ οὕτω μὲν οἱ Στωικοί. ἐμμεθόδως δὲ αὐτοὺς ἐλέγξομεν, εἰ τὸν ὅλον αὐτῶν σκοπήσομεν. δυνατὸν μὲν γὰρ καὶ πρὸς τοῦτον αὐτὸν ἀντιστῆναί τε καὶ ἐλέγξαι τὴν πρότασιν ὡς κακῶς προβεβλημένην· ὅμως καὶ εἰ συγχωροῦμεν αὐτοὺς ἀληθῆ λέγειν, πλὴν ἐλλιπῶς αὐτοῖς ἔχει τὰ τῆς διαιρέσεως. τί γάρ φασι; ‘περὶ ὃ καταγίνεται τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἑτέρας εἴη μέρος ἢ μόριον’. ἔδει δὲ αὐτοὺς προσθεῖναι ἰὴ ὄργανον’· καταγίνονται γὰρ καὶ περὶ τὰ ὄργανα αἱ τέχναι, καὶ ἢ ἑαυταῖς ταῦτα ἢ ἑτέραις κατασκευάζουσιν. οἱ δὲ ἀποσιωπήσαντες τὸ ὡς ὄργανον τὸ μέρος μόνον καὶ μόριον προφέρονται. ἐχρῆν δὲ αὐτοὺς τοῖς τελείοις ποιεῖσθαι τῆς προτάσεως τὴν ἀπόδοσιν λέγοντας οὕτως ‘περὶ ὃ καταγίνεται τέχνη τις ἢ ἐπιστήμη, τοῦτο, εἰ μὴ ἑτέρας τινὸς ἐπιστήμης ἢ τέχνης εἴη μέρος ἢ μόριον ἢ ὄργανον, αὐτῆς ἐκείνης ἐστὶ μέρος ἢ μόριον ἢ ὄργανον’, ἵνα ἀνελόντες τὰ δύο, εἴπερ τὸ ἀληθὲς κατασκευάζειν ἐβούλοντο, ἀποδείξωσιν ὄργανον εἶναι φιλοσοφίας | τὴν λογικήν. οἱ δὲ τὸ ὄργανον ἀποσιωπήσαντες καὶ ἀνελόντες τὸ μόριον IVv τὸ μέρος εἰσάγουσιν. ἀλλ’ εἰ μὴ μέρος ἐστί, φασί, φιλοσοφίας ἡ λογικὴ ὄργανον δέ, πῶς καὶ αἱ λοιπαὶ ταύτῃ χρῶνται; οὐχ ὡς μέρει δηλαδὴ φιλοσοφίας αὐτὴ χρῶνται· ἐπεὶ καὶ ὁ κανὼν γέγονε μὲν ὑπὸ τεκτονικῆς, ἀλλ’ οὐχ ὡς μέρος τεκτονικῆς· οὐ γὰρ ἀπλῶς τῷ τέκτονι σκοπὸς κανόνα ποιῆσαι ὡς θύραν ἢ ἀβάκιον, ἀλλ’ ἵνα ᾖ ὄργανον αὐτῷ, εἶτα, ἵνα οὕτως εἴπωμεν, μέρη, κυριώτερον δὲ ἀποτελέσματα. καὶ οὐ δήπου τεκτονικὴ χείρων οἰκοδομικῆς· οὐδ’ ἄρα φιλοσοφία τῶν λοιπῶν, κἂν τῷ ὑπ’ αὐτῆς γενομένῳ ὀργάνῳ, τῇ συλλογιστικῇ λέγω μεθόδῳ, χρῶνται. οὐδὲ γὰρ πάντως ἀνάγκη τὸ ὑπὸ τέχνης τινὸς γενόμενον ἐκείνης καὶ μέρος εἶναι· ὁ γοῦν χαλκεὺς ἄκμονα καὶ σφῦραν ἑαυτῷ κατασκευάζει ὡς ὄργανα τῆς ἰδίας τέχνης, καὶ ὁ τέκτων ὁμοίως σφύρα καὶ πῆχυν, ἃ οὐκ ἔστι μέρη χαλκευτικῆς καὶ τεκτονικῆς. οὕτως οὖν καὶ φιλοσοφία τὴν λογικὴν εὑροῦσα ὡς ὀργάνῳ αὐτῇ χρῆται, ὡς καὶ ὁ τέκτων τῇ σφύρᾳ· οὐ γὰρ ἂν ἦλθεν εἰς ἀνθρώπους φιλοσοφία ἄνευ 2 συνεισαγόμενον Q 3 τὸ ἁπλῶς Vt 9 ἐνμεθόδως Q: ἐν μεθόδῳ t ἐλέγχομεν pr. Q: ξ eorr. Q1 10 αὐτῶν Y: αὐτὸν QVl πρὸ V 11. 12 κἂν συγχωρῇ αὐτοῖς Q 12 τἀληθῆ Vt πλὴν om. Q ἐλλειπῶς Qt 15 γὰρ om 16 an ἢ ὄ.? 17 προσφέρονται Q τὰ τέλεια Vl 18 τέχνην V τις τέχνη 21 βούλοντο Q 23 ἀλλ’—αὐτῆ (25) Q: εἰ μέρος αὐτῆς εἴη τὸ λογικόν. εἰ δὲ οὐκέτι, κἀν αἱ λοιπαὶ αὐτῶ χρῶνται. οὐδὲ γὰρ ὡς μέρει ὄντι φιλοσοφίας αὗται Vt 25 post κανὼν add. μὲν Q τέκτονος Q 26 οὐχ] χ bis, alt. del. Q1 σκοπὸς τῶ τέκτονι Q 27 ὄργανον ἦ Q εἶτα om. Q εἴπω Vt 28 δήπω V 29 λόγω Vt 30 λέγω om. Vt 31 γεγονὸς Q 33 καὶ prius iterat V μἐρος V τεκτονικῆς τε καὶ χαλκευτικῆς Q 34 χρῆται αὐτὴ Q ἀποδείξεως. εἰ δὲ χρῶνται ταύτῃ καὶ ἕτεραι τέχναι, οὐκ ἄτοπον· τῷ γοῦν IVv ὅπλῳ ὁ στρατιώτης χρῆται τῆς ὁπλοποιητικῆς ἀποτελέσματι, καὶ ὁ ἡνίοχος χαλινῷ ὄντι χαλινοποιητικῆς ἀποτελέσματι. καὶ πολλαὶ δὲ ἄλλαι τῶν καὶ ἑαυταῖς καὶ ἑτέραις τὰ αὐτὰ κατασκευάζουσιν ὄργανα· ὁ γοῦν τέκτων καὶ ἑαυτῷ καὶ λαοξόῳ καὶ ἑτέροις κανόνα κατασκευάζει καὶ ἄλλα τοιαῦτα μυρία. ἄλλως τε εἰ μέρος τῆς φιλοσοφίας ἡ λογική, ταύτῃ δὲ οἱ ῥήτορες καὶ οἱ ἰατροὶ φαίνονται ὡς ἰδίῳ ὀργάνῳ προσχρώμενοι, <> <οἳ> καὶ αὐτοὶ συλλογίζονται, συμβήσεται τὴν φιλοσοφίαν ἀτιμοτέραν ἰατρικῆς τε καὶ ῥητορικῆς εἶναι. ἐὰν γὰρ δύο τινὲς ὦσι τέχναι καὶ τὸ τῆς ἑτέρας μέρος ἡ ἀποτέλεσμα ὄργανον ᾖ τῆς ἑτέρας, τιμιωτέρα ἔσται καὶ βελτίων καὶ τὸν οὗ ἕνεκα λόγον ἔχουσα ἡ ὡς ὀργάνῳ χρωμένη τῷ τῆς ἑτέρας μέρει, ὡς ἔχει ἡ χαλινοποιητικὴ ἢ ἁπλῶς χαλκευτικὴ καὶ ἱππική· ὄργανον γὰρ ἱππικῆς ὁ χαλινός, μέρος δὲ καὶ ἀποτέλεσμα χαλκευτικῆς· διὰ τοῦτο καὶ χειρουργικὴ πάλιν χαλκευτικῆς κρείττων. ἀτιμοτέρα ἄρα ἔσται φιλοσοφία ἰατρικῆς τε καὶ ῥητορικῆς· αἱ μὲν γὰρ ὡς ὀργάνῳ χρῶνται τῇ λογικῇ· φιλοσοφίας δέ ἐστι μέρος. οὐ μόνον δὲ ἀλλὰ καὶ πλεῖσται τῶν βαναύσων τεχνῶν ἢ πᾶσαι κρείττους ἔσονται φιλοσοφίας· κἀκεῖναι γὰρ κατὰ τὴν κοινὴν ἔννοιαν συλλογίζονται λαμβάνουσαί τινα προηγούμενα καὶ ἑπόμενα· λέγει γὰρ ὁ οἰκοδόμος ὅτι, ἐπειδὴ τὴν οἰκίαν ἀσφαλῶς στῆσαι βουλόμεθα, τοῦτο δὲ οὐκ ἄν γένοιτο μὴ καταβληθέντων θεμελίων, καταβλητέον ἄρα· καὶ αἱ λοιπαὶ ὁμοίως. ὥστε καὶ τῶν βαναύσων τεχνῶν ἔσται χείρων ἡ φιλοσοφία. ἔτι καθόλου τοῦτό ἐστι μέρος ὃ καὶ παρὸν συντελεῖ τῷ ὅλῳ καὶ ἀπὸν λυμαίνεται τὸ ὅλον· εἰ οὖν συνίσταται καὶ χωρὶς τῆς λογικῆς ἡ φιλοσοφία κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική, οἱ δὲ ἄνθρωποι τῆς ἀποδείξεως εἰς κατάληψιν αὐτῆς ἐδεήθημεν, οὐκ ἔσται μέρος αὐτῆς ἡ λογική. ἔτι τὸ μέρος μὲν ἑαυτοῦ χάριν παραλαμβάνεται, τὸ δὲ ὄργανον ἑτέρου· ἡ δὲ λογικὴ ἑαυτῆς μὲν χάριν οὐ παραλαμβάνεται, ἀποδείξεως δὲ ἕνεκα. ἔτι τὰ μέρη μὲν ἀναιρούμενα συναναιρεῖ τὸ ὅλον, τὰ δὲ ὄργανα οὐδαμῶς· ἀναιρεθέντος γὰρ τοῦ σκεπάρνου ἔστι τὸ ἀβάκιον· καὶ λογικῆς ἀναιρεθείσης φιλοσοφία οὐδὲν ἧττον ἔστι. καὶ πάλιν συντιθέμενα τὰ μέρη ποιεῖ τὸ ὅλον, τὰ δὲ ὄργανα οὐδαμῶς· τὰ ἄρα μέρη οὐκ ὄργανα. εἰ δέ τις εἴποι ‘καὶ μὴν ἡ χεὶρ μέρος οὖσά ἐστι καὶ ὄργανον, ὥστε οὐκ ἄτοπον τὴν λογικὴν καὶ ὄργανον οὖσαν εἶναι καὶ μέρος’, φαμὲν ὅτι ἀλλ’ οὐ τοῦ αὐτοῦ· οὐ γὰρ οὗ ἐστι μέρος ἡ χείρ, τούτου ἐστὶ καὶ ὄργανον, ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· μέρος μὲν γὰρ τοῦ σώματος ὡς σώματος, ὄργανον δὲ τῆς ψυχῆς. οὕτως οὖν καὶ ἡ λογικὴ ὄργανον μὲν τῆς ἀληθοῦς καταλήψεως, μέρος δὲ οὔ, ὡς οὐδὲ ἡ χεὶρ τῆς 2 ὁ prius superscr. Q1 καὶ ὁ—ἀποτελέσματι (3) om. Q 4 ἑαυταῖς Q: αἱ αὐταῖς Vt 5 ἑτέρω Q: ἑτέραις t 6 τῆς om. Q, superscr. V 7 οἳ addidi 8. 9 καὶ ῥητορικῆς iterat V 10 ante ὄργανον add. ἢ V 11 ὡς om. Vt 12 ὡς ἔχει ἐπὶ τῆς χαλκοποιητικῆς τε καὶ ἱππικῆς Q post γὰρ add. ABBREV Q 13 χαλκοποιητικῆς Q 17 κρείτους V 20 post λοιπαὶ add. δὲ Q 22 παρὼν—ἀπὼν t καὶ ἀπὸν bis, semel del. Q 23 ἢ οὖν t τῆς λογικῆς χωρὶς, om. καὶ Vt 24 οὖσα om. V αὐτῆς superscr. Q 25 ἔστι Q μὲν om. Qt 27 μέν om. Q 29 τὸ βάθρον Q φιλοσοφίας Q 30 τὰ μέρη συντιθέμενα ἀποτελεῖ τὸ Q 31 εἴπῃ Q 35 οὕτως—δὲ οὔ (36) om. V ψυχῆς· καὶ ἄνευ γὰρ αὐτῆς ἔστιν, ὡς εἴρηται, φιλοσοφία. ἀλλ’ ἐπεὶ τῶν IVv Στωικῶν ἱκανῶς τὴν δόξαν ἠλέγξαμεν καὶ τὴν λογικὴν ἄντικρυς φιλοσοφίας ἀπεδείξαμεν ὄργανον, εἴπωμεν καὶ περὶ τῆς τοῦ Πλάτωνος δόξης. οὗτος γὰρ καὶ ὄργανον καὶ μέρος φησὶ τὴν διαλεκτικὴν οὐκ ἐναντία ἑαυτῷ δοξάζων οὐδὲ ἀντιφάσει περιπίπτων· ἀλλ’ ὅταν μὲν τὴν διαλεκτικὴν αὐτὴν καθ’ αὑτὴν χωρὶς ὕλης καὶ πραγμάτων λαμβάνῃ, τουτέστι τῷ λόγῳ καὶ τῇ διανοία γυμνὴν θεωρουμένην τῆς χρήσεως, τότε ὡς ὄργανον αὐτὴν λαμβάνει, ὅταν δὲ ἐν χρήσει καὶ γυμνασίᾳ πραγμάτων, τότε αὐτῷ τὴν τοῦ μέρους ἀναπληροῖ χρείαν. οἷον τὸ μὲν ἐκ δύο καθόλου καταφατικῶν συνάγεσθαι καταφατικὸν καθόλου συμπέρασμα, τοῦτο ἔσται αὐτῷ ὡς ὄργανον ὕλῃ μὴ προσαπτόμενον· ὅταν δὲ προσάπτοντες ὅλην λέγωμεν, οἷον πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον ἔμψυχον, πᾶς ἄνθρωπος ἄρα ἔμψυχον, τότε ἔσται ὡς μέρος. καθάπερ ὁ πῆχυς καὶ μέρος ἐστίν, ὅταν τὸ μετρούμενον μέρος τοῦ σώματος λέγωμεν, καὶ ὄργανον, ὅταν αὐτὸν καθ’ αὑτὸν τὸν μετροῦντα θεωρῶμεν. καὶ ἡ αὐτὴ ὀνομασία τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου· εἰ μὲν μεθ’ ὕλης λαμβάνοιτο, ἔσται μέρος τοῦ μετρουμένου, εἰ δὲ ἄνευ ὕλης, τουτέστιν αὐτὸ τὸ μέτρον, ἔσται ὄργανον. οὕτω καὶ ἡ διαλεκτικὴ παρὰ τῶ Πλάτωνι. ἐν μὲν γὰρ τῷ Φαιδρῷ καὶ Φαίδωνι μεθ’ ὕλης αὐτὴν ὡς μέρος λαμβάνει, ἐν δὲ τῷ Παρμενίδῃ ὡς ὄργανον ἄνευ ὕλης. καὶ ἁπλῶς ἄνευ μὲν ἔσται ὡς κανὼν καὶ ὄργανον, ἐν πράγμασι δὲ καὶ μεθ’ ὕλης μέρος.

p. 24a10 Πρῶτον εἰπεῖν.

Κατὰ τὸ Ἀττικὸν ἔθος τὸ ‘χρή’ παρέλειψε· τοῦ γὰρ ‘χρή’ καὶ δετ’ πρὸς τὰ ἀπαρέμφατα συνταττομένου, οἷον χρὴ γράφειν, δεῖ ἀναγινώσκειν, καὶ τῆς προκειμένης συντάξεως τοῦτο ἀπαιτούσης, πρῶτον εἰπεῖν χρή, ἔθος Ἀττικοῖς κατ’ ἔλλειψιν τοῦ ‘χρή’ καὶ ‘δεῖ’ τὰ τοιαῦτα προφέπεσθαι.

p. 24a10 Περὶ τί καὶ τίνος ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς.

Πρὸς ἑκατέραν τῶν προτάσεων ἀποδέδωκε, πρὸς μὲν | τὸ περὶ τί Vr εἰπὼν περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ καὶ τίνος ἐστὶν ἡ σκέψις τὸ καὶ ἐπιστήμης ἀποδεικτιῆς. διαφέρει δὲ τῆς ἀποδεικτικῆς ἐπιστήμης τῷ τὴν μὲν ἐπιστήμην ἕξιν εἶναι τῆς ψυχῆς, τὴν δὲ ἀπόδειξιν ἀνέργειαν ἀπὸ τῆς ἐπιστήμης προιοῦσαν. ὁ μέντοι Ἀριστοτέλης ἐν τῷ τέλει τῆς Ἀποδεικτικῆς πραγματείας φησὶν ὅτι οὐδὲν διαφέρει ἀπόδειξις 1 ὡς εἴρηται ἔστιν Q 4 μέρος—ὄργανον Vt φασὶ Q 5 μὲν om. V ἑαυτὴν Q 6 λαμβάνει t 9. 10 καθόλου συνάγεσθαι κ. V: συνάγεσθαι καθόλου κ. t 10 τοῦτο Vt: τότε Q ὡς om. Q 10.11 πρὸ . . . μένον V: πραττόμενον t 12 ἔμψυχος (post ἄρα) t 13 ante ὅταν del. καὶ Q 14 ἑαυτὸν Q 15 τοῦ alt. om. Vt 17 τῷ om. Vt 19 μὲν ἄνευ t 21 ante lemma add. ἁ κειμένου Q 22 ante κατὰ repetit πρῶτον εἰπεῖν t παράλειψε Q 23 μετὰ ἀπο φάτου Q οἶον R: om. QVt 25 ἀττικῆς V κατάλειψιν t 28 post ἐκα add. δὲ V 29 τὸ καὶ prius scripsi: inv. ord. ord. Vt: τὸ Q 31 τῶ Q τῆς om. Q 32. 33 ἐν τῷ τέλει τῆς Ἀποδ.] II 19 p. 99b15 sq. 33 τῆς om. V ἀποδεικτικῆς, λέγων οὕτως “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, Vr τί ἑκάτερόν ἐστι καὶ πῶς γίνεται, φανερόν ἐστιν, ἅμ δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· τὸ αὐτὸ γάρ ἐστιν”. τὸν δὲ σκοπὸν ἐκ προοιμίων τοῦ βιβλίου, ἀπόδειξιν αὐτῷ παραδοῦναι τὸ προκείμενον εἶναι λέγων. εἰ δέ τις εἴποι ὅτι Ἀριστοτέλης οὐ δεόντως οὐδὲ ἀκολούθως ἀνεκήρυξε τὸν σκοπόν (οὐ γὰρ διαλέγεται ἐν τῷ πρώτῳ βιβλίῳ οὐδὲ ἐν τῷ δευτέρῳ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ· αὐτὸς δὲ ὡς εὐθὺς περὶ αὐτοῦ διαλεξόμενος, οὕτως ἐποιήσατο τὴν ἀρχὴν εἰρηκὼς ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς), ἐροῦμεν πρὸς αὐτὸν ὅτι ὁ κυρίως σκοπὸς τοῦ Ἀριστοτέλους οὗτός ἐστι, τὸ διαλαβεῖν περὶ τοὐ ἀποδεικτικοῦ συλλογισμοῦ· ἀλλ’ ἐπειδὴ ἀδύνατον ἦν διαλαβεῖν περὶ αὐτοῦ πρὶν ἢ παραδοῦναι τὸν ἀπλῶς συλλογισμόν, τούτου χάριν πρῶτον περὶ τούτου ποιεῖται τὴν διδασκαλίαν. ἐπεὶ οὖν καὶ ἡ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διδασκαλία σκοπὸν ἔχει τὴν ἀπόδειξιν, εἰκότως καὶ τὴν προκειμένην πραγματείαν ὡς πρὸς τὸν σκοπὸν ἀναφέρων εἶπεν εἶναι αὐτὴν περὶ ἀποδείξεως, ὥσπερ ἄν εἰ καὶ γεωργὸς λέγοι σκοπὸν εἶναι αὐτῷ τῆς γεωργίας τὴν ἀρτοποιίαν καὶ δρυοτόμος τὴν ναυπηγίαν. ἄλλως τε μιᾶς οὔσης τῆς ἀναλυτικῆς πραγματείας ἐν μὲν τοῖς πρώτοις περὶ τῶν πρὸς τὴν ἀπόδειξιν συμβαλλομένων διδάξει οἱονεὶ τὴν ὕλην τῆς ἀποδείξεως καὶ τὸ γένος παραδιδούς, ἐν δὲ τοῖς τελευταίοις περὶ αὐτῆς τῆς ἀποδείξεως· πάντα δὲ τὰ πρὸ τοῦ τέλους πρὸς τὸ τέλος ἀναφέρεται. ἀμέλει καὶ αὐτὸς ἐν τῷ τέλει τῆς Ἀποδεικτικῆς, λέγω δὴ τῶν ‘Υστέρων ἀναλυτικῶν, ὡς δὴ τέλος λαβούσης τῆς ἐξ ἀρχῆς προτεθείσης πραγματείας, ἣν προανεφώνησεν ἐν τῷ παρόντι προοιμίῳ, εἶπεν, οὗπερ ἤδη ἀρτίως ἐμνήσθημεν, “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως” καὶ τὰ ἑξῆς, συμπεραινόμενος ἐκεῖ τὰ ἐνταῦθα προβληθέντα.

p. 24a11 Εἶτα διορίσαι τί ἐστι πρότασις καὶ τί ὅρος καὶ τί καὶ ποῖος τέλειος καὶ ποῖος ἀτελής.

Μιμεῖται κἀν τοῖς ἐνταῦθα ὁ Ἀριστοτέλης τὴν γεωμετρικὴν ὥσπερ γὰρ ἐκεῖνοι προλαμβάνειν εἰώθασι θεωρήματά τινα συμβαλλόμενα αὐτοῖς πρὸς τὰ δειχθησόμενα, οὕτω καὶ αὐτὸς ἐνταῦθα τὰ ἐσόμενα σὐτῷ χρήσιμα πρὸς τὴν τῶν συλλογισμῶν διδασκαλίαν προλαμβάνει. ἄξιον δὲ ζητῆσαι τί δήποτε μὴ ἀπὸ τοῦ ὅρου ἤρξατο ὡς ἁπλουστέρου, εἶτα ἐπὶ τὰ συνθετώτερα ἔληξεν, ἢ εἰ ἀπὸ τῶν συνθέτων ἠβούλετο τὴν ἀρχὴν ποιήσα- 1 οὑν om. V 2 περὶ om. Q 3 γὰρ om. Vt προοιμίου Q 6 post διαλέγεται add. οὔτε Q οὔτε Q τοῦ om. Q 7 περὶ αὐτὴν V 10 τὸ Q: τοῦ Vt 11 ἦν om. Vt 12 περὶ τούτου πρῶτον Q ποιεῖ Vt 16 ἀροτροποιίαν Q δρυτόμος Q 18 post ὕλην ras. VII fere litt. 22 προανεφώνησε, om. ἐν Vt 23 εἷπεν om. Vt post ἐμνήσθημεν add. οὕτω φησὶ Q 24 οὖν superscr. V τὰ Qt: ἐν τοῖς V post ἑξῆς add. ἐρεῖ V 28 κἀν om. Vt 30 αὐτῶ Qt: αὐτοῖς V 31 τῶν συλλογισμὸν V συλλαμβάνει V post προλαμβάνει add. καὶ λέγει περὶ αὐτῶν Q 33 ἐβούλετο Q σθαι, διὰ τί μὴ ἀπὸ τοῦ συλλογισμοῦ τὴν ἀρχὴν ἐποιήσατο καὶ κατέληξεν Vr εἰς ’τον ὅρον. καὶ τινές φασιν ὅτι, ἐπειδὴ ἐν τῷ Περὶ ἑρμηνείας διελέχθη περὶ προτάσεων, διὰ τοῦτο ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν ἄρξασθαι βουλόμενος ἄπο τῆς προτάσεως ἤρξατο. καὶ ἄλλως τὴν μὲν πρότασιν ᾔδει ὢ ὠνομασμένην οὐ μόνον φιλοσόφοις ἀλλὰ καὶ ῥήτορσι, τὸν δὲ ὅρον αὐτὸς ὠνόμασεν, ὡς καὶ ὑποκατιὼν δείκνυσι. τούτου οὗν ἕνεκεν δεύτερον αὐτὸν ἔταξεν ὡς δυσχερέστερον διὰ τὴν καινοφωνίαν. ἡ δὲ ἀληθεστέρα ἐπίλυσίς ἐστιν αὕτη· δεῖ τὰ πρὸς διδασκαλίαν τινῶν παραλαμβανόμενα γνωριμώτερα εἷναι ἐκείνων ὧν παρελήφθησαν εἰς διδασκαλίαν· ἐπειδὴ τοίνυν μέλλει ἐν τῷ ὁρισμῷ του ὅρου παραλαμβάνειν τὴν πρότασιν λέγων “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις” διὰ τοῦτο πρότερον περὶ αὐτῆς διδάσκει. δεῖ γὰρ τὰ πρὸς ὁρισμόν τινων παραλαμβανόμενα γνωριμώτερα ἐκείνων εἶναι, εἴπερ μέλλοιμεν συνήσειν τ,ὸν ὁρισμόν. προέταξε δὲ ἂν τὸν συλλογισμὸν τῆς προτάσεως, εἰ ἐδέετο αὐτοῦ ἐν τῷ τῆς προτάσεως ὁρισμῷ. νῦν δὲ τοὐναντίον. προσχρηται γάρ πὼς τῇ προτάσει ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ λέγων “ἐν ᾦ τεθέντων τινῶν”, ὅπερ ἐστὶ ‘τῶν προτάσεων’. διά τε τοίνυν τὸ ἁπλουστέρας εἶναι τὰς προτάσεις καὶ διὰ τὸ μεμνῆσθαί πὼς αὐτῶν ἐν τῷ περὶ συλλογισμοῦ λόγῳ, εἰκότως προτέραν τὴν περὶ αὐτῶν διδασκαλίαν ποιεῖται τοὺ συλλογισμοῦ· ἰστέον μέντοι ὅτι ὅρος καὶ φάσις καὶ ἁπλὴ φωνὴ καὶ ὄνομα καὶ ῥῆμα τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ σχέσει δὲ διαφέρουσιν· ὅταν μὲν γὰρ ὡς συλλογισμοῦ μέρος λαμβάνηται, ὅρος λέγεται, ὅταν δὲ ὡς μέρος προτάσεως, φάσις, ὅταν δὲ ὡς ὑποκείμενον ἐν τῇ προτάσει, ὄνομα, ὅταν δὲ ὡς κατηγορούμενον, ῥῆμα, ὅταν δὲ ὡς φωνὴ ἁπλῶς σημαντική, ἁπλὴ φωνὴ· καὶ ἄλλως· ὄνομα μέν, ὅταν μετὰ ἄρθρου λέγηται, ῥῆμα δέ, ὅταν προσσημαίνῃ χρόνον. ὥσπερ καὶ πρότασις καὶ πρόβλημα καὶ ἔνστασις καὶ συμπέρασμα καὶ ἀπόφανσις πάλιν ἓν καὶ ταὐτὸν τῷ ὑποκειμένω εἰσίν, ὡς ἤδη καὶ ἐν ἄλλοις εἴρηται, τῇ σχέσει δὲ διαφέρουσιν. ὅταν μὲν γὰρ συλλογισμὸν κατασκευάσαι βουλόμενοι ὡς μέρος αὐτὴν παραλαμβάνωμεν συλλογισμοῦ, πρότασις λέγεται· ὅταν δὲ εἰς τὸ δεῖξαι ἑτέρῳ προβαλλώμεθα, ὡς ὅταν λέγωμεν ‘δεῖξον εἰ ἡ ψυχὴ ἀθάνατος, πρόβλημα. ὅταν δέ τινος καταφήσαντός τι ἢ ἀποφήσαντος ἡμεῖς τὰ ἐναντία ἀποφαινώμεθα, ἔνστασις, οἷον εἴ τινος εἰπόντος ὅτι ἡ ψυχὴ ἀθάνατος ἡμεῖς εἴπωμεν ὅτι οὐκ ἀθάνατος. συμπέρασμα δὲ αὐτὸ τοῦτο, ὅπερ ἂν ὁ συλλογισμὸς συμπεραίνηται, οἷον ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ δὲ αὐτοκίνητον ἀεικίνητον, τὸ δὲ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀπόφανσις δέ, ὅταν ἀπλῶς ἀποφαινώμεθά τι κτά τινος ἤ τι ἀπό τινος. τελείους δὲ καλεῖ συλλογισμοὺς πάντας τοὺς ἐν τῷ πρώτῳ 1 κατέλυσε V 2 διηλέχθη Q 6 ἕνεκε sic Q αὐτὸν superscr. Q 1 7 pr. Q, corr. Q2 9 post ὧν add. ἀν’ V 10 λέγων] p. 24b16 12 εἶναι ἐκείνων Q [3 συνοίσειν Q 15 λέγων] p. 24b19 16 τοι 17 αὐτοῦ t 18 συλλογισμῶν Q ὄρω V προτέραν post ποιεῖται collocat V ποιεῖται διδασκαλίαν Q 19 τῶν συλλογισμῶν Vt 20 ἐστι Vt 21 ὡς alt. Q: καὶ Vt 25 προσσημαίνει Q καὶ alt. superscr. Q1 26 καὶ tert. QV: τ 27 δὲ σχέσει Q 29 ἕτερον V 32 εἴπωμεν t: εἴπομεν QV conicio συμπεράνῃ Q 34 δὲ utrumque om. Q 35 ἀπόφασις V σχήματι, ἀτελεῖς δὲ τοὺς ἐν τῷ | δευτέρῳ καὶ τρίτῳ. ὅπως δὲ οἱ μέν Vv εἰσι τέλειοι οἱ δὲ ἀτελεῖς, ἐν τοῖς ἑξῆς λεχθήσεται.

p. 24a13 Μετὰ δὲ ταῦτα τί τὸ ἐν ὅλῳ εἶναι ἡ μὴ εἶναι τῷδε, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἡ μηδενὸς κατηγορεῖσθαι.

Δύο σχέσεων οὐσῶν ἐν ταῖς προτάσεσι, τοῦ τε ὑποκειμένου πρὸς τὸν κατηγορούμενον καὶ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον, ἡ μὲν τοῦ ὑποκειμένου πρὸς τὸν κατηγορούμενον λέγεται ἐν ὅλῳ, ὡς ὅταν εἴπωμεν τὸν ἄνθρωπον ἐν ὅλῳ τῷ ζῴῳ περιέχεσθαι ἢ ἐν οὐδενὶ λίθῳ εἶναι· ἡ δὲ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον καλεῖται κατὰ παντός, ὡς ὅταν εἴπωμεν τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι ἢ κατ’ οὐδενὸς λίθου εἶναι ταῦτα δὲ πάντα τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ σχέσει δὲ διαφέρουσιν.

p. 24a16 Πρότασις μὲν οὖν ἐστι λόγος καταφατικὸς ἢ τινὸς κατά τινος.

Καθὼς ἐπηγγείλατο, βούλεται ὁρίσασθαι ἅπερ προέτεινε, καὶ τὴν πρότασιν κατὰ τὴν προτεθεῖσαν τάξιν. λαμβάνει δὲ γένος μὲν τὸν λόγον· κατηγορεῖται γὰρ οὐ μόνον τοῦ ἀποφαντικοῦ ἀλλὰ καὶ τοῦ ἐρωτηματικοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφορὰς δὲ λαμβάνει ἔκ τε τοῦ ποσοῦ καὶ τοὺ ποιοῦ, καὶ τοῦ ποιοῦ μὲν κατάφασιν καὶ ἀπόφασιν, τοῦ δὲ ποσοῦ καθόλου καὶ μερικὸν καὶ ἀπροσδιόριστον. ὥστε ἐκ τούτων εὑρεθήσονται εἴδη προτάσεων ἕξ, ἑκάστης τῶν τριῶν τῶν ἐκ τοὐ ποσοῦ κατὰ τὸ ποιὸν διπλασιαζομένης. τῶν δὲ καθ’ ἕκαστα νῦν οὐκ ἐμνημόνευσεν ὡς μὴ περὶ ταύτας καταγινόμενος, διότι οὐδεμία ἐπιστήμη περὶ τὰ καθ’ ἕκαστα ἔστι. καὶ τινὲς βούλονται λέγειν, ὧν εἷς ἐστι καὶ Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ὅτι κυρίως ὁρισμὸν οὐ παραδέδωκεν ὁ Ἀριστοτέλης τῆς προτάσεως· καὶ κατασκευάζει τοῦτο πάνυ δεινῶς. φησὶ γὰρ ὅτι δεῖ ἐπὶ τοῦ κυρίως ὁρισμοῦ τὰ μέρη αὐτοῦ περιττεύειν τοῦ ὁριστοῦ πάντως· οἷον ὁριζόμεθα τὸν ἄνθρωπον οὕτως ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.’, καὶ εὑρίσκομεν πάντως ἐξ ἀνάγκης πάντα τὰ μέρη τοῦ ὁρισμοῦ τούτου περιττεύοντα τοῦ ὁριστοῦ· καὶ γὰρ καὶ τὸ ζῷον…

Περὶ μὲν…

The complete text is available when the reading interface loads.