The Greek Library Author

John Philoponus

In Aristotelis Libros De Generatione Et Corruptione Commentaria

Author namesJean Philopon · Jean Philoponos · John Philoponus · Joannes Philoponus

Scientific editors
Girolamo Vitelli
Edition reference
Ioannis Philoponi in Aristotelis libros de generatione et corruptione commentaria · Berlin · Reimer · 1897
CTS identifier
urn:cts:greekLit:tlg4015.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ 1r EK ΤΩΝ ΣΥΝΟΥΣΙΩΝ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ META ΤΙΝΩΝ ΙΔΙΩΝ Ε\ΠΙΣΤΑΣΕΩΝ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.

Διαλαβὼν ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν ἀρχῶν τῶν φυσικῶν πραγμάτων, λέγω δὲ ὕλης καὶ εἴδους, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων, τόπος δὲ ταῦτα καὶ χρόνος καὶ κίνησις, σκοπὸν ἔθετο λοιπὸν ἐν ταῖς ἐφεξῆς πραγματείαις περὶ αὐτῶν τῶν φυσικῶν πραγμάτων διαλαβεῖν. τῶν δὲ φυσικῶν πραγμάτων τὰ μὲν ἀγένητά ἐστι καὶ ἄφθαρτα, τὰ δὲ γενητὰ καὶ φθαρτά· τῶν δὲ ἀφθάρτων καὶ ἀιδίων τὰ μὲν καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶν ἀίδια, καθάπερ τὰ οὐράνια, τὰ δὲ κατὰ μὲν τὴν ὁλότητα ἀίδια κατὰ δὲ τὰ μέρη γενητὰ καὶ φθαρτά. οἷά ἐστι τὰ τέσσαρα στοιχεῖα. περὶ μὲν οὖν τῶν ἐν τοῖς φυσικοῖς ἀιδίων, τῶν τε κατὰ τὴν ὁλότητα καὶ τὰ μέρη καὶ τῶν κατὰ τὴν ὁλότητα μὲν τοιούτων κατὰ δὲ τὰ μέρη φθαρτῶν, ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ διέλαβεν. οὐδὲ γάρ, ὡς ἄν τις οἴοιτο, ἀσύμφωνος ἡ περὶ τῶν τεσσάρων στοιχείων διδασκαλία τῇ περὶ οὐρανοῦ ὑποθέσει, τῆς τοῦ οὐρανοῦ προσηγορίας τὸν πάντα κόσμον δηλούσης παρὰ τοῖς παλαιοῖς. ἐν γοῦν Τιμαίῳ φησὶν ὁ Πλάτων “ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ἄλλο ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἄν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω”, καὶ ἐν Πολιτικῷ “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”. ὥστε καὶ Ἀριστοτέλης “Περὶ Περὶ οὐρανοῦ” ἐπιγράψας οὐ τὰ ἄνω σώματα μόνον, ἀλλὰ πάντα κόσμον ἐσήμανεν. ἐν μὲν οὖν ταύτῃ, καθὼς εἴρηται, τῇ πραγ- Refertur ex GRTZa; de ceteris, velut FSV, tester quae diserte adnotabo 1. 4 titulum om. Z: ἰω(??) σχολαστικοῦ ἀλεξανδρέως σχολαστικαὶ et mox ἐπιγνώσεων (pro ἐπιστάσεων) R, qui Ἀριστοτέλους om. 6 καὶ περὶ Za: καὶ om. GRT 11 καὶ (post μὲν) om. Za 14 καὶ κατὰ τὰ μέρη a 16 ante οὐρανοῦ lac. Ill litter. T οὐδὲν γὰρ GTa 17 18 διὰ τὴν τοῦ οὐρανοῦ προσηγορίαν et mox δηλοῦσαν a 19 τῷ τιμαίῳ a 19 sqq. Πλάτων Tim. p. 28 B; Politic, p. 269 D 19 ἢ καὶ ἄλλο Plato 19. 20 ἄλλο τί ποτε RZ (Simplic. De cael. p. 1,7 Heib.; at cf. ib. p. 281,17) 20 ὀνομασθῶ R 21 δὲ Plato 22. 23 fort. ἀλλ’ ἅπαντα ματείᾳ περὶ τῶν ὁπωσποτεοῦν λεγομένων ἀιδίων διαλαμβάνει, ἐν δὲ ταῖς 1r ἑξῆς περὶ τῶν ὑπολοίπων, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ πάντων τῶν παρακολουθούντων αὐτοῖς. πάλιν δ’ αὖ τῶν παρακολουθούντων τοῖς ἐν γενέσει καὶ φθορᾷ πράγμασι τὰ μὲν κοινῶς πᾶσιν αὐτοῖς παρακολουθεῖ, τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδία τισὶ παρακολουθούντων τὰ μὲν τοῖς περὶ γῆν ἰδίᾳ παρακολουθεῖ, τὰ δὲ τοῖς ὑπὲρ γῆν, τουτέστι μεταξὺ γῆς καὶ οὐρανοῦ, ἅπερ καὶ μετέωρα καλεῖται· καὶ τῶν περὶ γῆν τὰ μὲν ὡς ἐμψύχοις παρακολουθεῖ, τὰ δὲ ὡς ἀψύχοις· καὶ τῶν ὡς ἐμψύχοις τὰ μὲν ὡς αἰσθητικοῖς, τὰ δὲ ὡς ἀναισθήτοις. ἀκολούθως τοίνυν τῇ διαιρέσει ταύτῃ ὁ Ἀριστοτέλης καὶ τὰς φυσικὰς αὑτοῦ πραγματείας διεῖλεν. ὥσπερ γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων διέλαβεν, οὕτως ἐν τῇ προκειμένῃ πραγματεία περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ διαλέξεται, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ὑπὲρ γῆν συνισταμένων καὶ τῶν παρακολουθούντων αὐτοῖς διέλαβεν, ἐν δὲ ταῖς Περὶ ζῴων πραγματείαις περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς (πλεῖσται δὲ αὗται διὰ τὸ πολυειδὲς τῆς τῶν ζῴων φύσεως), ἐν δὲ τοῖς Περὶ φυτῶν περὶ τῶν ἐμψύχων μὲν οὐκ αἰσθητικῶν δέ, περὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῶν μετάλλων καὶ ἐν τῷ τετάρτῳ τῶν Μετεωρολογικῶν.

Ἡ μὲν οὖν διαίρεσις τῶν φυσικῶν πραγμάτων καὶ τῶν εἰς ταῦτα πραγματειῶν τοῦ Ἀριστοτέλους, ὡς συντόμως εἰπεῖν, αὕτη ἐστίν. ἀλλ’ ἐπειδὴ πολλή ἐστι τῆς παρούσης πραγματείας ἡ συνέχεια πρὸς τὴν Περὶ οὐρανοῦ, ὡς δηλοῖ ὁ “δέ” σύνδεσμος ὁ κατὰ τὸ προοίμιον (φησὶ γὰρ περὶ δὲ γενέσεως καὶ φθορᾶς) ὡς πρὸς τὸν “μέν” ἀποδεδομένος τὸν ἐν τῷ πέρατι τῆς Περὶ οὐρανοῦ τεταγμένον (ἔστι γὰρ συνέχεια μία λόγου συναπτόντων ἡμῶν τῷ ἐκείνης πέρατι τὸ ταύτης προοίμιον τοῦτον τὸν τρόπον “περὶ μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν περὶ αὐτὰ συμβεβηκότων διωρίσθω ἡμῖν τοῦτον τὸν τρόπον, περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων” καὶ τὰ ἑξῆς), ἐπεὶ τοίνυν, ὡς δέδεικται, συνεχὴς ἡ παροῦσα πραγματεία καὶ ἐκείνη, εὔλογον μὴ ἀνεννοήτους ἡμᾶς εἶναι τῶν ἐν τῇ Περὶ οὐρανοῦ διδασκομένων, ἀλλὰ κεφαλαιωδέστερον ἐπιδραμεῖν τοῖς ἐκεῖσε γυμναζομένοις.

Ἰστέον τοίνυν ὅτι κατὰ μὲν τὰ πρῶτα δύο βιβλία διαλέγεται περὶ τῶν ἀιδίων, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν γινομένων καὶ φθειρομένων. 1 ταῖς] τῆς a 2 λέγων G1T1 3 δ’ αὐτῶν RZ 4 πᾶσιν om. Z 5 παροκολουθούντων a 6 τουτέστι τοῖς μεταξὺ a 9 ὁ om. a 10 καὶ om. Z, qui mox καὶ pro γὰρ αὐτοῦ libri 12 κοινῇ om. Z 14 διέλαβεν] διαλήψεται a 15 αἰσθητοῖς R 16 αὗται καὶ διὰ R 18 τῶν (ante μετάλλων) om. (G)a 19 ταῦτα Z: ταύτας cett. 21 post παρούσης add. τοιαύτης GT, ταύτης a ἡ τοιαύτη συνέχεια Z 22 ὁ alteram om. a 23 φασὶ GT1 23. 24 ἀποδεδομένον R 27 διορίσθω RZ τοῦτον ἡμῖν τὸν τρόπον Ar. p. 313 b 22 28 γενομένων Z φθειρομένων R: φθειρομένων ὁμοίως Z: φθειρομένων τὸ ὁμοίως ἀντὶ τοῦ καθῶν (καθ᾿ ὧν T: immo καθόλου cl. p. 7, 11) ὁμοίως GT: φθειρομένων ὁμοίως κατὰ πάντων, ἀντὶ τοῦ κατὰ πάντων ὁμοίως a 29 ἐκείνοις Z: ἐκείνην (om. εὔλογον) R 30 ἀνἐνοήτους R 31 μναζομένοις R 32 βυβλία et mox βυβλίῳ etc. constauter a ἀλλ’ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ ζητεῖ περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώματος, 1r καί φησιν ὅτι ἑτέρα παρὰ τὰ τέσσαρα στοιχεῖά ἐστι τὴν φύσιν, ἀγένητος οὖσα καὶ ἄφθαρτος οὐ μόνον κατὰ τὴν ὁλότητα ἀλλὰ καὶ κατὰ τὰ μέρη, οὐδεμίαν ἐπιδεχομένη μεταβολὴν πλὴν τῆς κατὰ τόπον. ζητεῖ δὲ καὶ πότερον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, καὶ ἀποδείκνυσιν ὅτι πεπερασμένον ἄλλοις τε πολλοῖς καὶ ἀστείοις λόγοις καὶ ἑνὶ τοιούτῳ, φάσκων ὅμοιον εἶναι ἄπειρον λέγειν πῆχυν καὶ κύκλον ἄπειρον· ὥσπερ γὰρ πῆχυν εἰπὼν μεμετρημένον τι λέγει καὶ πεπερασμένον, οὕτω καὶ ὁ κύκλον εἰπὼν σχῆμά τε ὀνομάζει καὶ συναναλαμβάνει τῇ τούτου ἐννοία τὰ πέρατα. δείξας τοίνυν ὅτι πεπερασμένον ἐστὶ τὸ τοῦ οὐρανοῦ σῶμα, ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὐδέν ἐστιν ἔξωθεν αὐτοῦ μὴ ὅτι σῶμα, ἀλλ’ οὐδὲ τόπος οὐδὲ κενόν· οὐδὲ γὰρ ἐν | τόπῳ, φησί, τὰ ἐκεῖ πέφυκεν, οὐδὲ 1v χρόνος αὐτὰ ποιεῖ γηράσκειν. ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ βιβλίῳ διδάσκει, κατὰ δὲ τὸ δεύτερον περὶ τοῦ σχήματος τοῦ παντὸς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ ἀστέρων ὅτι σφαιροειδές ἐστι, καὶ τῆς κινήσεως τῆς τούτων ὅτι κυκλοφορητική. ἐπὶ τούτοις λοιπὸν περὶ τῆς ὁλότητος τῶν τεσσάρων στοιχείων διδάσκει, ζητῶν καὶ τούτων τὸ σχῆμα καὶ δεικνὺς αὐτὸ σφαιρικὸν εἶναι. περὶ δὲ τῆς γῆς πολὺν καταβάλλεται λόγον, ζητῶν τέσσαρά τινα, τὸ μέγεθος αὐτῆς τὸ σχῆμα τὴν θέσιν τὴν κίνησιν. τὸ μὲν μέγεθος ὅτι οὐχ ὥσπερ οἱ πολλοὶ νομίζουσιν ἄπειρον ἔχει μέγεθος ἀλλ’ ἔστι πεπερασμένη καὶ τῶν πλείστων σχεδὸν δὲ πάντων τῶν ἀστέρων πλὴν τῆς σελήνης ἐλάττων, τὸ δὲ σχῆμα δείκνυσι καὶ αὐτὸ σφαιροειδὲς ὄν, τὴν δὲ θέσιν ὅτι μέση τέτακται οὐ βίας δεομένη πρὸς τὸ ἀνέχεσθαι, ὡς ἄν τις οἴοιτο, ἀλλὰ τοὐναντίον βίας δεομένη πρὸς μετάστασιν τῆς μέσης χώρας, ἀκίνητος οὖσα ἐν τῷ οἰκείῳ τόπῳ. τοσαῦτα τοίνυν ζητήσας περί τε τοῦ οὐρανοῦ καὶ τῆς τῶν τεσσάρων στοιχείων ὁλότητος, καθ’ ἃς ἀγένητά ἐστι καὶ ἄφθαρτα, διὰ τοῦ πρώτου καὶ δευτέρου βιβλίου, λοιπὸν ἀπὸ τοῦ τρίτου βιβλίου μέλλων διδάξαι περὶ τῶν τεσσάρων στοιχείων, καθ’ ὃ γενητά ἐστι καὶ φθαρτά (ἔστι δὲ τοιαῦτα δηλονότι κατὰ τὰ μέρη. ἐκ γὰρ τῶν μερῶν τῶν στοιχείων γίνεται τὰ γινόμενα, καὶ εἰς ταῦτα φθείρεται τὰ φθειρόμενα), μέλλων οὖν περὶ τῶν γινομένων καὶ φθειρομένων μένων διαλαβεῖν ἐκ τίνων καὶ πόσων ἐστὶ στοιχείων, πρῶτον ζητεῖ εἰ ὅλως ἐστὶ γένεσις· μήποτε γὰρ οὐκ ἔστιν ὅλως γένεσις, ὥσπερ οἱ ὑποτιθέμενοι μηδεμίαν εἶναι κίνησιν μηδὲ μεταβολήν, καθάπερ οἱ περὶ Παρ μενίδην. καὶ δείκνυσιν εἶναι γένεσιν, τὸ μὲν ἀνελὼν καὶ λύσας τὰς κατὰ τῆς γενέσεως φερομένας ἀπορίας, τὸ δὲ τῇ ἐναργείᾳ μάρτυρι χρησάμενος 2 ἕτερα omissis παρὰ τὰ τέσσαρα (sed in mrg. ἑτέρα πρ Δ τὰ) T: ἑτέρα π τὰ ἕτερα R 6 ἀστέοις 6 τοιούτων Z 7 γὰρ om. GT1 8 πεπερατωμένον R; ceterum cf. Philop. Phys. p. 438,8 sqq. 9 τε] τι a 13 ποιεῖν T 13. 14 ταῦτα — δισάσειν om. Z 15 καὶ τῆς R: τῆς GTZ : καὶ περὶ τῆς a, 16 περὶ] επὶ R 19 et 23 θέσιν] σύνθεσιν Z 21 πεπερασμένον Z 23 ὄν om. a 23.24 πρὸς — δεομένη om. Z 26 ἃς] immo ἣν 28 διδάξειν a στοιχείων γίνεται Z 30 μερῶν] μέτρων R 30. 31 γίγνεται et γιγνόμενα et γιγνομένων a 32 διαλήψεσθαι a 36 ἐνερ γ R: ἐνεργεία Za τῶν γινομένων καὶ φθειρομένων. ὅλως τε δὴ ἐζήτησε πόθεν ποτ’ εἰς 1r ἔννοιαν ἦλθον τοῦ οἴεσθαι μὴ εἶναι γένεσιν οἱ τοῦτο ἀποφηνάμενοι, καί φησιν ὅτι πεπεισμένοι εἶναι ἐν τοῖς πράγμασιν ἐπιστήμην, ταύτην δὲ ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων εἶναι λέγοντες, ὑπέθεντο ἑστῶτα εἶναι πάντα τὰ ὄντα. ὁ δὲ πρὸς ταῦτα δέδειχεν ὅτι καὶ ἐπιστήμη ἐστὶ καὶ αὕτη ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων τυγχάνει, καὶ ὅμως οὐκ ἀναγκαζόμεθα τὴν κίνησιν ἀνελεῖν πάντα ἑστῶτα ὑποθέμενοι. ἐνδέχεται γὰρ τῶν πάντων τὰ μὲν ἑστῶτα ὑποτίθεσθαι καὶ ἀίδια, ὧν ἡ ἐπιστήμη, τὰ δὲ γενητὰ καὶ φθαρτά, ἐν οἷς ἡ κίνησις. καὶ ἐν αὐτοῖς δὲ τοῖς γενητοῖς ἔστι τι ἑστὼς καὶ μένον καθ’ ὃ καὶ ἐπιστήμη αὐτῶν ἐστι, λέγω δὲ τὸ εἶδος· τῶν γὰρ κατὰ μέρος φθειρομένων καὶ μεταβαλλόντων τὸ εἶδος ἀεὶ κατὰ διαδοχὴν φυλάττεται. διὰ τούτων τοίνυν καὶ τῶν τοιαύτων δείξας ὅτι ἔστι γένεσις καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ζητεῖ ἐκ τίνος γίνεται τὰ γινόμενα, ἆρα ἐξ ἀσωμάτου τινὸς ἢ ἔκ τινος σωματικοῦ στοιχείου, καὶ δείκνυσιν ὅτι οὐκ ἐξ ἀσωμάτου. δυοῖν γὰρ ὄντων ἀτόπων θάτερον ἐξ ἀνάγκης ἕψεται· ἢ γὰρ κενὸν ἔσται ὃ καταλήψεται τὸ ἐξ ἀσωμάτου γινόμενον ἤ, εἴπερ οὐκ ἔστι τόπος κενός, σῶμα διὰ σώματος διελεύσεται. λείπεται οὖν ἐκ σωματικοῦ στοιχείου γίνεσθαι τὰ γινόμενα. ἔνθα καὶ τὸ στοιχεῖον ὁρίζεται φάσκων στοιχεῖον εἶναι σωμάτων εἰς ὃ ἔσχατον τὰ σύνθετα σώματα διαλύεται, ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ τοῦτο γὰρ ὁποτέρως ἔχει τέως ἀμφισβητήσιμον), αὐτὸ δὲ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει. ἀμφισβητήσιμον δὲ τέθεικε τὸ εἴτε ἐνεργείᾳ εἴτε δυνάμει ἐνυπάρχειν τὸ στοιχεῖον, διὰ τὸ μήπω διδάξαι καθ’ ὃν τρόπον γίνεται ἡ γένεσις. εἰ μὲν γὰρ κατὰ σύγκρισιν καὶ διάκρισιν ἡ γένεσις καὶ ἡ φθορά, ἐνεργείᾳ ἐνυπάρχει τὰ στοιχεῖα τοῖς συνθέτοις· εἰ δὲ κατὰ μεταβολὴν τῆς οὐσίας, δυνάμει καὶ οὐκ ἐνεργείᾳ.

Δείξας τοίνυν ὅτι οὐκ ἐξ ἀσωμάτου τὰ γινόμενα, ἀλλ’ ἐκ σωματικοῦ τινος ὅπερ στοιχεῖον καλοῦμεν, ἐφεξῆς ζητεῖ τοῦτο τὸ στοιχεῖον πότερον ἕν ἐστιν ἢ πλείονα, καὶ πότερον ἄπειρα ἢ πεπερασμένα. ἓν μὲν οὖν, φησίν, ἀδύνατον· πόθεν γὰρ ἡ τοσαύτη διαφορὰ ἐν τοῖς γινομένοις, εἴπερ ὢ ἑνὸς ἐγίνοντο; καὶ πόθεν αἱ διάφοροι κ̣αὶ ἐναντίαι κινήσεις τῶν μὲν ἀνω- φόρων ὄντων τῶν δὲ κάτω ῥεπόντων; οὐ γὰρ οἷόν τε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τὰ ἐναντία εἶναι. καὶ γὰρ καθ’ Ἱπποκράτην “εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐκ 1 δὴ] δὲ Τ φασὶν R ὅτι τῶ Z ἑστῶσαν a 4. 6. 12 αἰεὶ R 6 αὐτὴ RZ 13 ὃ ἐστὶ T καὶ τὰ φθειρόμενα Z 14 et 16 ἀσώματος Z 15 οὐκ om. GT ἀσωμάτου R : ἄ(??) Z : ἀσωμάτων (GT)a δυεῖν ex corr. R 17 κενὸν σῶμα R 18 ἔνθα κτλ.] cf. Ar. de Cael. Γ 3. 302a 15 sqq. 19 σωμάτων RZ: ἀσωμάτων GT: σῶμα a 20 ἀναλύεται a 22. 23 ἐνυπάρχειν a et corr. T: ἓν ὑπάρχειν GT1: ὃν ὑπάρχει (ὑπα(??) RZ) RZ 25 ὑπαρ Z τῆς om. R 27 ἐξ om. ἄσ(??) Z 29 πλλείονα a fort. καὶ <εἰ πλείονα,> 31 ἐγένοντο a 31. 32 GT1 33 τἀναντία R IIippocrat. de nat. hom. p. 350 K. (VI p. 34,17 Littr.) ἄν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν“. οὐκ ἐξ ἑνὸς 1v οὖν, ἀλλ’ ἐκ πλειόνων. οὐ μὴν ἀπείρων· δέδεικται γὰρ ὡς ἀδύνατον τὸ ἄπειρον ἐνεργείᾳ ὑποστῆναι. οὐ λέγω δὲ κατὰ τὸν ἀριθμὸν μόνον ἀδύνατον τὰ στοιχεῖα ἄπειρα εἶναι, ἀλλ’ οὐδὲ κατὰ μέγεθος· εἰ γὰρ ὁ οὐρανὸς ὁ πάντα περιέχων δέδεικται πεπερασμένος ὤν, σχολῇ γε ἂν τῶν στοιχείων τι εἴη ἄπειρον. πεπερασμένα οὖν τὰ στοιχεῖα καὶ οὐχ ἐν. πόσα δέ ἐστι καὶ τίνα μὴ προσθείς, ἀλλ’ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστι, συμβαλλομένης δὲ εἰς ἀπόδειξιν τοῦ τοσαῦτα εἶναι τῆς περὶ τοῦ εἰ γενητά ἐστιν ἢ ἀγένητα σκέψεως, εἰς ταύτην μετήνεγκε τὸν λόγον· καὶ δείξας ὅτι οὐκ ἀγένητα ἀλλὰ γενητά, καὶ μάλιστα ἐκ τῆς ἐναργείας (ὁρῶμεν γὰρ ἅπαν ὕδωρ φθειρόμενον καὶ γινόμενον ἀέρα, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως), ἐφεξῆς ζητεῖ πόθεν γίνονται, πότερον ἐξ ἀλλήλων ἡ ἐξ ἄλλου τινὸς ὑποκειμένου, ὥσπερ ὑπετίθεντο οἱ τὸ μεταξὺ ὕδατος καὶ ἀέρος ὑποτιθέμενοι σῶμα. δείκνυσι δὲ ὅτι οὐκ ἐξ ἄλλου τινός. ἐκεῖνο γάρ, φησί, τὸ ἄλλο στοιχεῖον σῶμα ὂν ἐν τόπῳ ἐστὶν ἐξ ἀνάγκης. ἢ οὖν ἄνω ἔσται ἢ κάτω· καὶ εἰ ἄνω, ἤτοι κατὰ φύσιν ἢ παρὰ φύσιν· καὶ κάτω ὡσαύτως, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὂν κατὰ φύσιν, πῦρ ἔσται | ἢ ἀήρ· 2r παρὰ φύσιν δὲ ἄνω ὄν, ἢ ὕδωρ ἔσται ἢ γῆ. τὰ αὐτὰ δὲ ἕψεται ἀντι- στρόφως κάτω ὑποτεθέντος αὐτοῦ. κατὰ φύσιν μὲν γὰρ ὂν κάτω, γῆ ἔσται ἢ ὕδωρ· παρὰ φύσιν δέ, πῦρ ἢ ἀήρ. ἔτι τοῦτο τὸ σῶμα οὐ δήπου ἄποιον ἔσται καὶ ἀνείδεον· τοῦτο γὰρ ἀδύνατον. τῇ ὕλῃ γὰρ τοῦτο προσεστιν ἀσωμάτῳ οὔσῃ, ἡμῖν δὲ πρόκειται σωματικὰ στοιχεῖα ζητῆσαι. εἰ τοίνυν πεποίωται, ἢ θερμὸν ἔσται ἢ ψυχρόν, καὶ ἤτοι ξηρὸν ἢ ὑγρόν. εἰ μὲν οὖν θερμὸν εἴη καὶ ξηρόν, πῦρ ἔσται· εἰ δὲ θερμὸν καὶ ὑγρόν, ἀήρ· ἔτι δὲ ὑγρὸν μὲν καὶ ψυχρὸν ὑποτεθέν, ὕδωρ ἔσται· ψυχρὸν δὲ καὶ ξηρόν, γῆ. οὐκ ἄρα ἐξ ἄλλου τινὸς γίνονται· ἐξ ἀλλήλων ἄρα. εἰ δὲ ἐξ ἀλλήλων, ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ. ἀλλ’ εἰ μὲν ἐνεργείᾳ ἀλλήλοις ἐνυπάρχοντα γεννᾶται ἐξ ἀλλήλων, κατὰ ἔκκρισιν ἔσται ἡ γένεσις, καθάπερ οἱ περὶ Ἀναξαγόραν ὑπετίθεντο. ἀλλὰ τοῦτο, φησίν, ἀδύνατον· εἰ γάρ, φησί, τῷ ἐκκρίνεσθαι γεννᾶται ταῦτα ἐξ ἀλλήλων, οἷον εἰ τῷ ἐνυπάρχειν ἐν τῷ ὕδατι κατ’ ἐνέργειαν ἀέρος ὁμοιομερείας γεννᾶται [δὲ] ἐξ ὕδατος ἀήρ , καὶ τῶν ἄλλων ἕκαστον, ἀνάγκη ἤτοι στῆναί ποτε τὴν γένεσιν, τῶν μὲν ἄλλων ὁμοιομερειῶν ἐξαναλωθεισῶν (ἀέρος φημὶ καὶ πυρὸς καὶ γῆς) τῶν δὲ τοῦ ὕδατος μόνων ὑπολειφθεισῶν, ὡς μηκέτι ἐξ αὐτῶν 1 ἤλγειεν utrobique R: ἤλγτεν priore loco T1 3 ἀριθμὸν R: ἀρθμὸν a (cett.) 4 εἶναι ἄπειρα R prius ὁ om. T 6 τι om. T1 7 λαβὸν Z1a 8 εἶναι τοσαῦτα Z τῆς om. R 9 ἢ ἀγέννητα· σκέψιν εἰς R 10 ἐνεργείας libri (certe GRa) 11 φθειρόμενον om. Z 13 ὑποτίθεντο Z 16 εἰ om. RT1: ἣ a ἡ παρὰ φύσιν om. T1 foit. καὶ <εἰ> κάτω 18 ἡ γῆ] ἡ γῆ a ταῦτα δὲ Z 19 ὑποτιθέντος Z γὰρ] τοῦ γὰρ GT1 22 ἀσωμάτων GTa 23 ἐστιν a 24 εἴη om. a 26 ἀλλ’ ἐξ ἀλλήλων ἄρα Z 28. 30 κατὰ— ἀλλήλων om. GT 28 et 30 ἔγκρισιν et ἐγκρίνεσθαι Z 31 εἰ τὸ ’T ὑπάρχειν a, qui κατ’ ἐνέργειαν om. 32 δὲ delevit a 34 μόνον a ἐξ ἀλλήλων a ἄλλο τι δύνασθαι τῶν στοιχείων ἐκκρίνεσθαι· ἢ οὖν τοῦτο τὸ εἰρημένον 2r συμβήσεται, τὸ στῆναι τὴν γένεσιν, ἢ εἴπερ εἰσαεὶ δοίης γίνεσθαι ἐξ ἀλλήλων τὰ στοιχεῖα, ἄπειρα ἀνάγκη ὑποθέσθαι σώματα ἐν τῷ αὐτῷ ἐνεργείᾳ ὑπάρχοντα, ὅπερ ἀδύνατον. λείπεται οὖν ἐξ ἀλλήλων γεννᾶσθαι τὰ στοιχεῖα, τῷ δυνάμει ἐνυπάρχειν ἀλλήλοις. δυνάμει δὲ ἀλλήλοις ἐνυπάρχουσιν ἢ τῷ ἀναλύεσθαι εἰς πρῶτα καὶ κοινὰ τῶν πάντων στοιχεῖα, ἅπερ οἱ μὲν ἄτομα σώματα ἔλεγον (καθάπερ οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον) οἱ δὲ ἐπίπεδα (ὥσπερ Πλάτων), ἢ τῷ δύνασθαι εἰς ἄλληλα μεταβάλλειν. ἀλλ’ ὅτι μὲν οὐ τῷ ἀναλύεσθαι εἰς πρῶτα στοιχεῖα ἔδειξεν (οὕτε γὰρ ἄτομα σώματα δυνατὸν εἶναι, καὶ τὸ εἰς ἐπίπεδα διαλύειν τὸ σῶμα εὔηθες εἶναί φησι· τοῦ γὰρ αὐτοῦ ἄν εἴη σώματα εἰς ἐπίπεδα διαλύειν καὶ ἐπίπεδα εἰς γραμμὰς καὶ ταύτας εἰς σημεῖα, ὡς εἶναι τὰ σώματα ἐκ σημείων συγκείμενα, ὅπερ ἔσχατόν ἐστιν ἄτοπον)· λείπεται τοίνυν ἄλλον τρόπον ὑποθέσθαι ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα.

Τὸν τρόπον δὲ τῆς ἐξ ἀλλήλων γενέσεως ζητῶν, ἐπὶ τὸν περὶ τῶν δυνάμεων αὐτῶν καὶ παθῶν καὶ κινήσεων ἦλθε λόγον. καὶ εἰπὼν ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ὅτι χρὴ πάσας τὰς πρὸς ἄλληλα διαφορὰς αὐτῶν διεξελθεῖν, τάς τε κατὰ τὰς δυνάμεις ἤιοι ῥοπὰς αὐτῶν ἐξεταζομένας καὶ τὰς κατὰ ποιότητα, τάς τε ποιητικὰς καὶ παθητικάς, ἐν τῷ τετάρτῳ βιβλίῳ διαλέγεται περὶ βαρύτητος καὶ κουφότητος, καθ’ ἃς ἡ φυσικὴ κίνησις αὐτῶν γίνεται καὶ τόπον οἰκεῖον ἕκαστον μετείληχε. μέλλων δὲ καὶ περὶ τῶν ἄλλων διαφόρων δυνάμεων αὐτῶν εἰπεῖν, καθ’ ἃς γίνεται αὐτοῖς καὶ ἡ εἰς ἄλληλα μεταβολή, δι’ ὧν καὶ ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως σαφηνίζεται καὶ ὁ ἀριθμὸς αὐτῶν ἀναφαίνεται πόσα τέ ἐστι καὶ τίνα, εἰκότως πρὸ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων περὶ τῆς ἁπλῆς γενέσεως καὶ φθορᾶς ποιεῖται τὴν διδασκαλίαν ἐν τῷ πρώτῳ τῆς προκειμένης πραγματείας βιβλίῳ, οὐ ζητῶν εἰ ἔστι γένεσις (τοῦτο γὰρ ἐν τῇ Περὶ οὐρανοῦ παραδέδωκεν), ἀλλὰ διδάσκων τί τέ καὶ τίνι τῶν ἄλλων διενήνοχε μεταβολῶν, ἀλλοιώσεως τε καὶ αὐξήσεως. καὶ γυμνάσας πάντα ὅσα ἐχρῆν ζητῆσαι τὸν περὶ τῆς καθόλου γενέσεως καὶ φθορᾶς ποιούμενον λόγον, ἐφεξῆς προτίθεται περὶ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν ἁπλῶν σωμάτων διαλαβεῖν, ἅπερ στοιχεῖά ἐστι πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ συνθέτων σωμάτων. ἐπειδὴ δὲ πρὸς τὴν τούτων διδασκαλίαν ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ μίξεως λόγος, προλαμβάνει τὴν περὶ τούτων ζήτησιν. καὶ ἐν τούτῳ τὸ πρῶτον συμπληρώσας βιβλίον, ἐν τῷ δευτέρω λόγῳ εἰς τὴν τῶν στοιχείων ἐμβάλλει διδασκαλίαν, ζητῶν τὰς ποιητικὰς αὐτῶν καὶ παθητικὰς διαφοράς, καὶ διὰ 4 ἅπερ GT 10 καὶ τ εἰς R 11 εἴη σώματα δυνατὸν εἶναι· καὶ τὸ εἰς (sed εἰς om. T) GT 15 τὸν] τῶν (Z)a τῶν om. (G)a 18 τὰς (post κατὰ) om. Z 21 ἕκαστον οἰκεῖον R 22 διαφορῶν τῶν δυνάμεων a 23 ἡ om. TZ 26 φορᾶς Τ1 (??) 30 τῆς om. Z 31 ποιούμενος libri praeter a 35 προλαμβα Z: προλαμβάνοι ut vid. G: προσλαμβάνει T 36 βιβλίῳ Z εἰς om. Τ1 τὴν om. Z τούτων, καθὼς προείρηται, τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἀνευρίσκων 2r καὶ τὴν ἀπόδειξιν τοῦ τοσαῦτα μόνα εἶναι τὰ στοιχεῖ. ἐξ ἀρχῆς <γὰρ> τῇ Περὶ οὐρανοῦ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστιν, εἰσύστερον τὴν τούτων ἀπόδειξιν καταλέλοιπε.

Περὶ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων.

Καλῶς εἰπὼν τερὶ γενέσεως τῶν γινομένων προσέθηκε τὸ φύσει. γίνονται γάρ τινα καὶ κατὰ τέχνην καὶ κατὰ προσίρεσν· καὶ κατὰ προαίρεσιν μὲν οἷον φιλίαι καὶ ἔχθραι, κατὰ τέχνην δὲ οἷον οἰκία ναῦς. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ τῶν φύσει γινομένων καὶ φθειρομένων, καὶ τούτων οὐκ ἐνίων, ἀλλ’ ὁμοίως κατὰ πάντων φησίν, τουτέστι καθόλου περὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ζητητέον. εἴρηται γὰρ καὶ κατ’ ἀρχάς, ὅτι οὐ περὶ τῶνδέ τινων ἡ παροῦσα πραγματεία διαλαμβάνει, ἀλλὰ κοινῇ περὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ· κατὰ μέρος γὰρ περὶ τούτων αἱ ἐφεξῆς πραγματεῖαι διδάσκουσιν, αἱ μὲν περὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων, ἄλλαι δὲ περὶ ζῴων καὶ φυτῶν.

Τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν·

Διοριστέον, φησί, τῶν γινομένων καὶ φθειρομένων τὰς αἰτίας, πληθυν- τικῶς εἰπὼν καὶ οὐχ ἑνικῶς. καὶ γὰρ καὶ τὸ ὑποκείμενον αἰτία καὶ αὐτὸ τὸ εἶδος καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἡ ποιητική, αἰτία δὲ καὶ τὸ οὗ ἕνεκα, ἥτις ἐστὶ τὸ τέλος· περὶ γὰρ τούτων ἁπασῶν διαλέξεται· τὸ δὲ τοὺς λόγους αὐτῶν ἐκ παραλλήλου μὲν ταὐτὸν οὐκ ἄν σημαίνοι, ὡς δηλοῖ ὁ “τε” σύνδεσμος, τινὲς δὲ αἰτίας μὲν τὰς καθόλου καὶ κοινὰς πάντων τῶν γινομένων ἤκουσαν αἰτίας (οἶον τί τὸ καθόλου ποιητικὸν αἴτιον φθορᾶς καὶ γενέσεως; τίς ἡ κοινὴ αὐτῶν ὕλη ; καὶ τὰ λοιπὰ ὡσαύτως), λόγους δὲ τὰς μερικὰς καὶ τὰς προσεχεῖς ἑκάστου αἰτίας (τίς ὕλη ζῳων; ὅτι τυχὸν οἱ τέσσαρες χυμοί. τίς ὕλη τῶν ἐν μετεώροις γινομένων, ὑετοῦ χαλάζης χιόνος βροντῶν ἀστραπῶν ἀνέμων; ὅτι τῶν μὲν ἡ ὑγρὰ ἀναθυμίασις ὑετοῦ χιόνος δρόσου χαλάζης, τῶν δὲ λοιπῶν ἡ ξηρά. καὶ ἔπι τοῦτον R1: τοῦτο a 2 τοῦ] τῆς R: τοῦ (??) Z γὰρ addidit a 7 γινομένων] φθειρομένων R 8 γίγνονται Z τὴν τέχνην Z καὶ extremura GRZ: om. Ta 9 κατὰ τέχνην δὲ a: κατὰ δὲ τέχνην T: καὶ κατὰ τέχνην R: κάτα τέχνην GZ 11. 12 καὶ τούτων — φθειρομένων om. Z 11 πάντα T1 15 αἱ (ante ἐφεξῆς)] ἡ a αἱ (ante μὲν)] ἡ R 16 δὲ om. G 18 Διοριστέον, φησί om. a 19 εἶπε a 22 τὸ δὲ τάς τε αἰτίας καὶ τοὺς a μέν καὶ ταὐτὸν (om. οὐκ) Z σημα(??) R: σημαίνῃ T2 23 αἰτίας Ta: αἰτίαν GR: αἴ τ Z 26 δὲ] δὲ καὶ Z τὰς (post καὶ) om. R 28 καὶ ὅτι Z 29 δρόσου] δυό σου a μετάλλων καὶ τῶν λοιπῶν· τίς ἡ ἑκάστου ὕλη; ὁμοίως τί τὸ προσεχὲς ἑκάστου 2v ποιητικὸν αἴτιον καὶ τὸ εἶδος;). ἐμοὶ δὲ δοκεῖ αἰτίας μὲν τὰς εἰρημένας τέσσαρας λέγειν, εἴτε τὰς κοινὰς εἴτε τὰς προσεχεῖς ἑκάστου τῶν γινομένων, λόγους δὲ τοὺς ποιητικοὺς καθ’ οὓς ἕκαστον γίνεται ἡ φθείρεται. οἷον ὅτι τοῦ ἡλίου ἀποστάντος καὶ τῆς ἀτμίδος περιψυχθείσης πύκνωσις γίνεται, καὶ ταύτῃ μεταβολὴ εἰς ὕδωρ, ἐπιτ.εινομένης δὲ τῆς ψύξεως, πῆξις· ἀλλ’ εἰ μὲν ὕδατος γένηται πῆξις, ποιεῖ χάλαζαν ἡ κρύσταλλον, εἰ δὲ ἀτμίδος, χιὼν γίνεται. ὁμοίως περὶ ἀστραπῆς καὶ βροντῆς, ὅτι τὸ πνεῦμα τὸ ἐν τοῖς νέφεσιν ἀπολαμβανόμενον ἢ διαφορούμενον ἐκ τοῦ ἄνω τῶν νεφῶν μέρους τῇ κατὰ φύσιν ἐπὶ τὸ ἄνω φορᾷ πυκνοῖ αὐτὰ κατ’ ἐκεῖνο ἅτε τοῦ θερμοῦ στερηθέντα, εἶτα τῇ τούτου πιλήσει τοὐ μέρους τὸ ἐν τοῖς κάτω μέρεσιν ἀποληφθὲν πνεῦμα ἐπκυρηνίζεται, εἶτα ἐξακοντιζόμενον καὶ προσρηγνύμενον τοῖς ὑποκειμένοις νέφεσι τῇ μὲν πληγῇ τὸν ψόφον, τῇ δὲ σφοδρᾷ κινήσει καὶ παρατρίψει ἐκπυρωθὲν τὴν ἀστραπὴν ἀπεργάζεται. ἔοικεν οὖν ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀποδόσεις τῶν γινομένων καὶ φθειρομένων λόγους ἀποκαλεῖν· οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι ὕλη ἀστραπῆς ἢ βροντῆς τὸ πνεῦμα, οὐδ’ ὅτι ποιητικὸν αἴτιον ἡ τῶν οὐρανίων κίνησις, ἀλλὰ δεῖ προσθεῖναι καὶ τὸν λόγον καθ’ ὃν τοῦ μὲν ποιοῦντος τοῦ δὲ πάσχοντος ἡ γί- νεται τὰ γινόμενα ἢ φθείρεται τὰ φθειρόμενα.

Ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον.

Ὁ περὶ τούτων λόγος καὶ καθ’ αὑτὸν χρήσιμος τῷ φυσικῷ (καὶ γὰρ αὔξησις καὶ ἀλλοίωσις φυσικαί τινές εἰσι μεταβολαὶ καὶ γενέσεις τινὲς καὶ αὐταί, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται), ἔτι δὲ εἰς τὸν περὶ τῆς κυρίως λεγομένης γενέσεως λόγον συντελεῖ, ὡς καὶ αὐτὸς δηλοῖ δι’ ὧν ἐπιφέρει· εἴτε γὰρ ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις, εἴτε ἕτερον ὥσπερ καὶ τοῖς ὀνόμασι κεχώρισται, ῥᾷον γνωσθήσεται γνωσθείσης τῆς ἀλλοιώσεως ἥτις ποτέ ἐστιν.

Καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν γενέσεως καὶ ἀλλοιώσεως.

Γένεσις μέν ἐστι μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοποιημένον ἰατά τι τῶν συμβεβηκότων αὐτῷ. οὕτω γοῦν καὶ Ὅμηρος τὴν περὶ τὰ συμβεβηκότα τοῦ Ὀδυσσέως μεταβολὴν ἀλλοίωσιν ὠνόμασεν εἰπὼν 1 τίς ἑκάστου ἡ GTa 6 τα(??) (at cf. ad v. 8) Z : ταύτης R μεταβο Z 7 γένοιτο a κρύσταλον RT1Z1a 8 γίνεται καὶ ταύτῃ μεταβ(??) εἰς ὕδωρ Z 9 διαφθορούμενον Τ1 11 ἐπελεύσει R τὸ] τοῦ Z 12 ἐκπυρηνίζεται (υ et ἡ ex corr.) R: ἐκπυροῦται celt. 16 ὅτι ἡ ὕλη R 23 αὐταί R: cett. 24 λόγον καὶ αὐτὸς συντελεῖ καὶ αὐτὸς δηλοῖ Z 26 γνωσθείσης om. T1 ἡ τίς R 27 εἶναι φύσιν a; cf. Ar. 27. 28 ἀλλοιώσεως καὶ γενέσεως a Aristot. 31 Ὅμηρος π 181 31. 32 μεταβολὴν τοῦ Ὀδυσσέως Z ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν. 2v [ὁ Τηλέμαχος πρὸς τὸν πατέρα ὑπὸ τῆς Ἀθηνᾶς μεταβληθέντα.] καὶ σκόπει ὡς οὐκ εἶπεν αλλος, ἀλλὰ ἀλλοῖος· ἡ μὲν γὰρ γένεσις ἄλλο ποιει, οἶον ἐξ ὕδατος πῦρ, ἡ δ’ ἀλλοίωσις ἀλλοῖον, ἐκ λευκοῦ τυχὸν μέλαν. ἆρ’ οὖν, φησί, ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις μόνοις ὀνόμασι διαφέροντα, ἢ τοῖς ὀνόμασι καὶ τὰ πράγματα συνδιῄρηται;

Οἱ μὲν τὴν καλουμένην ἀπλῆν γένεσιν.

Ἐπειδὴ γένεσίς τις καὶ ἡ ἀλλοίωσις, ἀλλ’ οὐχ ἁπλῆ οὐδὲ κυρίως γένεσις, ἀλλὰ μετῆ προσθήκης τὶς γένεσις, διὰ τοῦτο ἀπλῆν προσέθηκεν. ἱστορεῖ δὲ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν ἀρχαίων δόξας ἃς εἶχον περὶ γενέσεως, ἵνα ἐπὶ ταύταις ἐξετασθείσαις τὰ αὑτῷ δοκοῦντα κατασκευάσῃ. λέγει δὲ τοὺς μὲν αὐτῶν τὸ αὐτὸ ὑπολαβεῖν τὴν κυρίως γένεσιν τῇ ἀλλοιώσει, τοὺς δὲ ἕτερον. καὶ τίνες οἱ τῆς δόξης ἑκατέρας προστάται προστίθησιν.

Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι καὶ πάντα ἐξ ἐνὸς γεννῶσι.

Ὁ σκοπὸς αὐτῷ τὰς τῶν παλαιοτέρων περὶ γενέσεως καὶ ἀλλοιώσεως δόξας ἐκθέσθαι. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. τῶν παλαιῶν, φησίν, οἱ μὲν ἓν ὑπέθεντο τῶν πάντων στοιχεῖον, οἱ δὲ πλείονα. οἱ μὲν οὖν ἓν ὑποθέμενοι θέμενοι εἰς ταὐτὸν ἄγουσι γένεσιν καὶ ἀλλοίωσιν· τίνα δὲ τρόπον ῥητέον. ἐπειδὴ γὰρ τὸ πρώτιστον στοιχεῖον ἓν ὑπετίθεντο, ἐξ οὗ τὰ ἄλλα πάντα γίνεσθαι, ἀνάγκη πᾶσα τὸ αὐτὸ μένον κατ’ οὐσίαν ποιεῖν τὰ ἄλλα· εἰ γὰρ μεταβληθείη κατ’ οὐσίαν, οὐκ ἔσται πρῶτον στοιχεῖον, ἀλλ’ ἕξει πρὸ αὑτοῦ περὶ ὃ γέγονεν ἡ μεταβολὴ τὸ αὐτὸ μένον καὶ ἀμετάβλητον, οἵαν ἡμεῖς 3r ὑποτιθέμεθα τὴν ἀνείδεον ὕλην. εἰ τοίνυν εἰδοπεποιημένον ὑπάρχον τὸ στοιχεῖον (τοιοῦτον γὰρ αὐτοὶ ὑπετίθεντο) ἀμετάβλητόν ἐστι κατ’ οὐσίαν, ἐπεὶ οὐκέτ’ ἔσται πρῶτον στοιχεῖον, λείπεται τὴν μεταβολὴν μηκέτι εἶναι τὴν κατ’ οὐσίαν, καθ’ ἣν μεταβάλλον ποιεῖ τἆλλα. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι οὐκ ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις· ἔστι γάρ, ὡς εἶπον, γένεσις μὲν μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοπεποιημένον κατά τι τῶν περὶ αὐτὸ συμβεβηκότων. σκόπει δὲ μὴ οὐκ ἀναγκαίως αὐτοῖς τοῦτο ἐπάγομεν. ἡ γὰρ γένεσις οὐ τοῦ ὑποκεινέον] 1 ἐὼν] R 2 ὁ— μεταβληθέντα delevi μεταβληθέντα ὑπὸ τῆς ἀθηνᾶς tr. Z σκώπτει R 8 ἡ om. R1 ἀλλ’ om. GTa ἀπλῶς Z 11 αὐτῷ ἑαυτῶ S) 13 προτίθησιν Z 14 γὰρ om. Z λέγουσιν εἶναι Aristotelis lihri (praeter FH); at cf. infra p. 10,25 17. 18 μὲν ἐνυπέθεντο Z: μὲν ὑπέθεντο GT 19 ἄγουσι] λέγουσι T γένεσιν om. Z δὲ καὶ τρόπον Z 21 μὲν (sed in mrg. ni. rec. μένον) R 22 αὑτοῦ F: αὐτοῦ cett. 23 ἄλλο περὶ R 25 αὐτὸ (G)a 26 οὐκ ἔσται Z τὴν μὲν μεταβολὴν Z 28 εἶπον p. 8,29 31 ἀναγκαῖος αὐτοῖς το(??) Z ἐπάγωμεν Τ2Ζ (item V) μένου ἐστὶ καὶ τῆς ὕλης, κἄν τε ἀμετάβλητος μένῃ κἄν τε μή, ἀλλὰ τοῦ 3r ἐξ αὐτῆς καὶ τοῦ εἴδους συγκειμένου. καὶ ἡμεῖς οὖν τὴν γένεσιν περὶ τὴν πρώτην ὕλην φαμὲν συνίστασθαι ἀμετάβλητον οὖσαν (δεῖ γὰρ ἀεὶ μένειν τὸ πρῶτον ὑποκείμενον), ἀλλ’ ὅμως ἐξ αὐτῆς καὶ τῶν ἐπιγινομένων ποιοτήτων τὰ στοιχεῖα ποιοῦμεν. τί οὖν κωλύει καὶ αὐτοὺς τὸ πρῶτον στοιχεῖον ποιεῖν ἀμετάβλητον, καὶ μὴ διὰ τοῦτο γένεσιν ἀναιρεῖν, ἔστω οὖν τὴν συνδρομὴν τῶν τοιῶνδε καὶ τοσῶνδε ποιοτήτων περὶ τὸ πρῶτον στοιχεῖον ποιεῖν τὰ πράγματα, περὶ ταῦτα δὲ λοιπὸν γίνεσθαι τὴν ἀλλοίωσιν, πλὴν εἰ μὴ ἐκεῖνο φήσαιμεν, ὅτι ἡμεῖς μὲν ἀνείδεον τὸ πρῶτον ποιοῦμεν ὑποκείμενον καὶ τῇ συνόδῳ τῶν ποιοτήτων εἰδοποιοῦντες αὐτὸ ποιοῦμεν τὰ πράγματα, αὐτοὶ δὲ εἰδοπεπιημένον αὐτὸ ὑποτιθέμενοι καὶ ἀμετάβλητον * * * ἐπεὶ καὶ πρῶτον ἄλλο τι γεννᾶν ἐξ αὑτοῦ εἶδος μένοντος ἀμεταβλήτου οὐ δύναται, πλὴν εἰ μὴ περὶ τὰ συμβεβηκότα αὐτῷ δοῖεν τὴν μεταβολήν.

οὕτω μὲν οὖν οἱ ἓν ὑποτιθέμενοι στοιχεῖον ἀναγκάζονται τὴν γένεσιν εἰς ταὐτὸν ἄγειν τῇ ἀλλοιώσει, ὅσοι δὲ πλείω τὰ στοιχεῖα ὑποτίθενται, δύνανται χωρίζειν γένεσιν ἀλλοιώσεως, συγκρίσει μὲν καὶ διακρίσει τ·ὴν γένεσιν καὶ τὴν φθορὰν ὑποτιθέμενοι, τῇ μεταθέσει δὲ καὶ τῇ μετατάξει τὴν ἀλλοίωσιν, καθάπερ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπέθεντο. ὅμως φησὶ καὶ περὶ πάντων τῶν πλείω στοιχεῖα ὑποθεμένων δυναμένων σῴζειν καὶ γένεσιν καὶ ἀλλοίωσιν· οὐ πάντες ἔσωσαν. ἀμέλει τοι Ἐμπεδοκλῆς τέσσαρα ὑποθέμενος τὰ στοιχεῖα ἀλλοίωσιν ἀνεῖλεν, ἀπαθῆ εἰπὼν τὰ στοιχεῖα καὶ τὰς ἐν αὐτοῖς ποιότητας ἀμεταβλήτους, ὡς γένεσιν μόνην εἰσάγεσθαι διὰ τῆς τούτου ὑποθέσεως, εἰ καὶ κατ’ ἄλλον τρόπον ἢ ὥσπερ ἡμεῖς ὑποτιθέμεθα καθάπερ ἐν τοῖς ἐφεξῆς δειχθήσεται.

Ὄσοι μὲν γὰρ ἕν τι τὸ πᾶν εἶναι λέγουσι. ἐξηγούμενος τί ἐστι τὸ ἓν τὸ πᾶν λέγειν ἐπήγαγε τὸ πάντα ἐξ ἑνὸς γεννῶσι, τουτέστι τὸ ἓν πάντων ὑποτίθεσθαι στοιχεῖον.

Καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι.

Ὅπερ ἀνωτέρω εἶπεν “ἁπλῆν γένεσιν”, τοῦτο νῦν σαφέστερον κυρίως γινομενον εἶπεν·

Ὅσοι δὲ πλείω τὴν ὕλην ἑνὸς τιθέασιν. 3r παρ’ αὐτοῖς στοιχεῖα κατὰ γὰρ ἐκείνους ὕλη ταῦτα, ἀμετάβλητα καὶ ἀναλλοίωτα αὐτὰ ὑποτιθεμένους), κατὰ τούτους, φησίν, ἕτερον γένεσις ἀλλοιώσεως οὐκ εἰπὼν δὲ τίνες ἓν τὸ στοιχεῖον ὑπέθεντο, τοὺς πλείω λέγοντας προσέθηκεν, εἰπὼν Ἐμπεδοκλέα οὗτος γὰρ τέσσαρα στοιχεῖα ὑπέθετο, πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν), καὶ Ἀναξαγόραν ἀπείρους ὁμοιομερείας ὑποθέμενον, καὶ Λεύκιππον· οὗτος γὰρ καὶ Δημόκριτος ἄπειρα ὑπέθεντο σώματα, ἄπειρα δὲ καὶ πλήθει καὶ τῇ τῶν σχημάτων διαφορᾷ. εἰσὶ δὲ καὶ οἱ ἓν τὸ ὑποκείμενον ποιοῦντες, ὡς Θαλῆς μὲν τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογενὴς τὸν ἀέρα, Ἀναξίμανδρος δὲ τὴν μεταξὺ φύσιν ἀέρος καὶ ὕδατος οὖσαν ἄπειρον, Ἡράκλειτος δὲ τὸ πῦρ.

Καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησε.

Eἰπὼν ἕπεσθαι τοῖς πλείω τὰ στοιχεῖα λέγουσι τῶν ὄντων ἄλλο λέγειν γένεσιν ἀλλοιώσεως, μέμφεται Ἀναξαγόραν μὴ κυρίως κατὰ τῆς γενέσεως τῷ τῆς ἀλλοιώσεως χρώμενον ὀνόματι. οὗτος γὰρ στοιχεῖα ποιῶν τὰ ὁμοιομερῆ, ἄπειρα ὄντα καὶ ἀμετάβλητα κατ’ αὐτόν, καὶ τῇ τούτων συγκρίσει καὶ διακρίσει καὶ ἐκκρίσει ποιῶν τὴν γένεσιν, τὸ γίνεσθαι καὶ φθείρεσθαι ἀλλοιοῦσθαι ἐκάλεσεν.

Πόλλα δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι.

Ἐξῆς λέγει τοὺς πλείω τὰ στοιχεῖα ὑποθεμένους, ὧν ἐστιν Ἐμπεδοκλῆς ὑλικὰ μὲν καὶ οἷον παθητικὰ τὰ τέσσαρα σώματα ὑποτιθέμενος, ποιητικὰ δὲ καὶ κινητικὰ νεῖκος καὶ φιλίαν. Ἀναξαγόρας δὲ καὶ οἱ περὶ Λεύκιππον ἄπειρα ὑπετίθεντο σώματα· ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὰ ὁμοιομερῆ τί δέ ἐστιν ὁμοιομερές, αὐτὸς προσέθηκεν εἰπὼν ὧν ἑκάστου συνώνυμον τὸ μέρος ἐστί· σαρκὸς γὰρ τὸ μέρος σάρξ, καὶ ὀστοῦ καὶ νεύρου πάλιν ὁμοίως, 3. 4 ἀναλοίωτα G: ἀλοίωτα Τ1 5 δέ τινες GZa 6 ἐμπεδοκλέα τε· | οὕτως γὰρ R 8 γὰρ καὶ Ra et corr. T: καὶ om. GZT1 10 θάλις R1: θαλλὴς Z 12 Ηράκλητος a 13 γε] τε Z ἠγνόησεν (ό ex ώ corr.) R 14 τῶν ὄντων λέγουσι Z 16 τῷ] τὸ GT1 οὗτος Za: οὕτως GRT 17 κατ’ αὐτὸν] καὶ ταὐτὸν T 18 ποιῶν καὶ ἐγκρίσει tr. Z: καὶ ἐκκρίσει om. V 20 λέγει τὰ om. Z 21 τοὺς] τὰ R 23 δὲ prius om. Z, qui νῖκος καὶ φιλία 23 p. 12,3 Ἀναξαγόρας δὲ, ἄπειρα καὶ Λεύκιππος, καὶ Δημόκριτος. ὁ μὲν γὰρ, τὰ ὁμοιομερῆ στοιχεῖα τίθησιν, οἷον ὀστοῦν, καὶ σάρκα. καὶ μυελόν. καὶ τῶν ἄλλων, ὦν ἑκάστου τὸ μέρος, συνώνυμόν ἐστι. | Ἀλλ’ ὁ μὲν Ἀναξαγόρας φησὶ τά ὁμοιομερῆ—τῆς χειρὸς χεῖρες. | Δημόκριτος δὲ καὶ Λεύκιππος, ἐκ σωμάτων ἀδιαιρέτων τἄλλα συγκεῖσθαί φασι. ταῦτα δὲ, ἄπειρα καὶ τὸ πλῆθος εἶναι καὶ τὰς μορφάς. | Ὁ δὲ Δημόκριτός φησιν ὑπέθετο σώματα, οὐ μόνον τῷ πλήθει etc. lemmata inesse ratus ex Aristot. interpolavit a 25 — p. 12,1 ἑκάστου τὸ μέρος συνώνυμα (omissis ἐστί· σαρκὸς γὰρ — συνώνυμα) Z χει|ρὸς δὲ καὶ τῶν ἄλλων ἀνομοιομερῶν τὰ μέρη οὐκ ἔστι συνώνυμα τῷ 3v ὅλῳ· οὐ γὰρ λέγεται τὰ μέρη τῆς χειρὸς χεῖρες), ὁ δὲ Δημόκριτος καὶ λεύκιππος ἄτομα ὑπετίθεντο σώματα οὐ μόνον τῷ πλήθει ἄπειρα, ἀλλὰ καὶ τῇ τῶν σχημάτων διαφορᾶ, ὡς συμβαίνειν ἐκ τῶν τούτου λόγων τοῦ ἀπείρου εἶναί τι ἀπειρότερον· ἕκαστον γὰρ τῶν σχημάτων οὐκ ἐν μιᾷ ἀτόμῳ, ἀλλ’ ἐν πλείοσι τιθέασιν. οἱ δὲ περὶ Ἐπίκουρον, ὥς φησιν Ἀλέξανδρος, οὐκέτι κατὰ τοῦτο συνεφώνησαν Δημοκρίτῳ· ἐκεῖνοι μὲν γὰρ κατὰ μὲν τὸ πλῆθος ἀπείρους τὰς ἀτόμους ὑποτίθενται, κατὰ δὲ τὰ σχήματα ἀπεριλήπτους μὲν οὐκ ἀπείρους δέ. καὶ τούτους δὲ πολλαπλασιάζειν τὸ ἄπειρον ἀνάγκη. ἔστω γὰρ πεπερασμένα εἶναι τὰ τῶν ἀτόμων σχήματα, ἀνάγκη δὲ πᾶσα ἕκαστον τῶν σχημάτων ἢ ἐν πεπερασμέναις εἶναι ἀτόμοις ἢ ἐν ἀπείροις. εἰ μὲν οὖν ἕκαστον σχῆμα πεπερασμένας ἀτόμους μορφοῖ, καὶ τὸ ἐκ πάντων συναγόμενον πλῆθος πεπερασμένον ἔσται. ἢ οὖν οὐ πάσας ἐσχηματίσθαι τὰς ἀτόμους ἀνάγκη, ἡ εἰ πᾶσαι ἐσχηματισμέναι εἰσί, πεπερασμέναι ἔσονται. ἀλλ’ ὑπόκειται ἀπείρους αὐτὰς εἶναι· ὥστε ἀδύνατον τῶν σχημάτων ἕκαστον ἐν πεπερασμέναις εἶναι ἀτόμοις. οὐκοῦν ἢ ἕκαστον ἐν ἀπείροις, ἢ τὰ μὲν τῶν σχημάτων ἐν ἀπείροις τὰ δὲ ἐν πεπερασμέναις. εἰ μὲν οὖν πάντα ἐν ἀπείροις, πολλαπλασιασθήσεται τὸ ἄπειρον· εἰ δὲ τινὰ μὲν ἐν ἀπείροις τινὰ δὲ οὔ, ἢ πάλιν πολλαπλασιαθήσεται τὸ ἄπειρον, εἰ καὶ τρία μόνα εἴη σχήματα ἐν ἀπείροις ἀτόμοις ἢ δύο, ἢ πάντως μεῖζόν τι τοῦ ἀπείρου ἔσται, κἂν ἓν μόνον εἴη ἐν ἀπείροις. τὸ γὰρ ἐκ πάντων συναγόμενον πλῆθος τῶν ὑπὸ τὸ ἓν σχῆμα ἀτόμων πλεῖόν ἐστιν. εἰ οὖν τούτων ἕκαστον ἀδύνατόν ἐστιν, ἀνάγκη δὲ πᾶσα ἓν τούτων ἀκολουθῆσαι τῶν ἀτόμων ἀπείρων εἶναι ὑποκειμένων, ψευδὴς ἄρα ἡ περὶ τοῦ ἄτομα εἶναι ἄπειρα ὑπόθεσις.

Αὐτὰ δὲ πρὸς αὑτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσί.

Αὐτὰ πρὸς αὑτὰ οὐ τὰ στοιχεῖα λέγει, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ἀλλὰ τὰ ἐκ τῶν στοιχείων· ἔστι γὰρ ἡ ἀπόδοσις οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, λέγω δὲ πρὸς τὸ “τἀλλα”, ὅπερ ἐδήλου τὰ σύνθετα. ταῦτα οὖν, φησί, τὰ σύνθετα κατὰ τρεῖς τρόπους ἀλλήλων διαφέρει κατὰ Δημέκριτον, καθ’ ἕνα μὲν τῷ ἐκ διαφόρων ἀτόμων συγκεῖσθαι κατὰ τὸ σχῆμα, ὅπερ αὐτῷ σημαίνει τὸ τούτοις ἐξ ὧν εἰσίν· οὐ ὑπετίθεντο RT et ut vid. G: ὑπετίθετο Z: de a vide supra 5 εἶναι] τῆς Z τι] τε ut vid. GT1 6 πλείωσι G et fort. T1 8 ὑπετίθεντο R 11 δὲ] δή R 11 et 16 πεπερασμένοις R 12 πεπερασμένους Z 13 πάσαις R IG ἢ om. T1 18. 19 εἰ δὲ — τὸ ἄπειρον om. add. mrg. R2 19. 20 εἰ καὶ] ἡ καὶ ’T 20 πάντα R 21 ἐν ἀπείροις εἴη Z πάντων] μόνου Z 24 24 ὑποκείμενον corr. T2 τοῦ ἀτόμου Z 26 et 27 αὑτὰ] αὐτὰ R et fort, alii 26 δια(??) Z 27 αὐτὰ δὲ πρὸς GT 29 ἀνώτερον Z τἆλλα R: τὰ ἄλλα T: τἄλλα cett. τῷ] τὸ Ζ αὐτὸ Ζ γὰρ ἐκ τῶν αὐτῶν ἀτόμων πῦρ καὶ 77], ἀλλὰ πῦρ μὲν ἐκ σφαιρικῶν σύγκειται 3v ἀτόμων, τῇ δὲ οὐκ ἐκ τοιούτων, κυβικῶν δὲ τυχόν. ἀλλά, φησί, καὶ θέσει καὶ τάξει τῶν ἀτόμων διενήνοχεν ἀλλήλων τὰ σύνθετα. πολλάσις γὰρ δύο τινῶν ἐκ τῶν αὐτῶν ἀτόμων συγκειμένων ἡ διαφορὰ ἔσται ὁ παρὰ τὴν τάξιν τῶν ἀτόμων, τῷ ἐπὶ τοῦδε μὲν λόγου χάριν πρώτας μὲν τὰς σφαιρικὰς ἀτόμους τελευταίας δὲ τὰς πυραμοειδεῖς τετάχθαι, ἐπὶ δὲ τοῦ ἑτέρου ἔμπαλιν πρώτας μὲν τὰς πυραμοειδεῖς ὑστέρας δὲ τὰς σφαιρικάς, καθάπερ ἐπὶ τῆς ΩΣ καὶ ΩΣ συλλαβῆς ἔχει· τῶν γὰρ αὐτῶν στοιχείων ἡ τάξις τὴν διαφορὰν ἐργάζεται. ὡσαύτως δὲ καὶ παρὰ τὴν θέσιν τῶν ἀτόμων ἡ τῶν συνθέτων διαφορὰ γίνεται, ποτὲ μὲν πλαγίων, ποτὲ δὲ ὀρθῶν, ἐπ’ ἄλλων δὲ ὑπτίων οὐσῶν· τοῦ γοῦν Z στοιχείου ὡς πρὸς τὸ Ν κατὰ τὴν θέσιν μόνον ἡ διαφορά, καὶ τοῦ Γ πρὸς τὸ Λ. εἰδέναι δὲ χρὴ ὅτι τῶν εἰρημένων τριῶν διαφορῶν ἡ μὲν προτέρα, καθ’ ἣν ἐκ τοίων ἢ τοίων σύγκειται ἀτόμων, ἄλλα ποιεῖ τὰ σύνθετα καὶ παντάπασιν ἕτερα, ἡ δὲ παρὰ τὴν θέσιν καὶ τὴν τάξιν ἑτεροῖα μὲν οὐχ ἕτερα δέ.

Ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα.

Ἐναντίως, φησίν, Ἀναξαγόρας ἐδόξασε τοῖς περὶ Ἐμπεδοκλέα περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς πρῶτά φησιν εἶναι καὶ ἁπλούστατα τὰ τέσσαρα στοιχεῖα, ἐκ τούτων δὲ συγκρινομένων γεννᾶσθαι τὰ ὁμοιομερῆ, ὀστοῦν καὶ σάρκα, Ἀναξαγόρας δὲ ἔμπαλιν σύνθετα φάσκων εἶναι τὰ τέσσαρα στοιχεῖα ἐκ τῶν ὁμοιομερῶν· καὶ γὰρ ὀστοῦ καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου ὁμοιομερείας ἔλεγεν ὑπάρχειν τῷ πυρὶ καὶ τῷ ὕδατι καὶ τοῖς ἄλλοις, ἐπειδὴ πάντα ἐκ τούτων ἑώρα γινόμενα. ἀλλ’ ὥσπερ ὀστοῦ καὶ σαρκὸς ὁμοιομερείας ἔλεγεν καὶ τῶν λοιπῶν, ἅπερ ἡμεῖς σύνθετά φαμεν, οὕτω καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· καὶ πάντα μὲν εἶναι ἐν πᾶσι, φαίνεσθαι δὲ ἕκαστον καὶ ὀνομάζεσθαι κατὰ τὸ ἐπικρατοῦν. ὥστε οὐκ ἐναντίως ἔλεγε τοῖς περὶ Ἐμπεδοκλέα· οὐδὲ γὰρ συνθετώτερα τὰ στοιχεῖα σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν. διαφέρουσι δὲ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς ἀρχὰς ἔλεγε τῶν λοιπῶν τὰ στοιχεῖα, Ἀναξαγόρας δὲ πάντων τὰς ὁμοιομερείας ἀρχάς, φαίνεσθαι δὲ καὶ λέγεσθαι ἕκαστον κατὰ τὸ ἐπι- κρατοῦν, εἴπερ δεῖ ἄρα ἐκ τῶν ἀρχῶν | εἶναι τὰ ἀνομοιομερῆ.

Τ…

The complete text is available when the reading interface loads.