The Greek Library Author

John Philoponus

In Libros De Generatione Animalium Commentaria

Author namesJean Philopon · Jean Philoponos · John Philoponus · Joannes Philoponus

Scientific editors
Michael Hayduck
Edition reference
Ioannis Philoponi (Michaelis Ephesii) in libros de Generatione Animalium commentaria · Berlin · Reimer · 1903
CTS identifier
urn:cts:greekLit:tlg4015.tlg007.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΣΧΟΛΙΑ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΗΣ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.

Ed. Antonii Venet. 1526

Ἡ παροῦσα πραγματεία, ὡς καὶ αὐτός φησι, συνεχής ἐστι τῇ Περὶ 3r ζῴων μορίων, ἐν ᾗ ζητῶν διὰ τί ἕκαστον τῶν μορίων οὕτως ἔχει ὥσπερ ἔχει, ἀπεδίδου αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, ὅπερ τελικὸν ἐν τοῖς ὑπὸ γένεσιν πᾶσι ταὐτόν ἐστι τῷ εἰδικῷ· τὸ γὰρ οὗ ἕνεκα γίνεται τὸ γινόμενον ἐπὶ τῶν φυσικῶν καὶ τὸ εἶδος ταὐτόν ἐστιν. ἀπεδίδου οὖν ἐν ἐκείνοις αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, καὶ διὰ τοῦτο καὶ τὸ εἰδικόν, τὸ δὲ ποιητικὸν τὸ κινοῦν τὴν ὕλην πρὸς τὴν λῆψιν τοῦ εἴδους, ὥστε ἐξ αὐτῆς καὶ τοῦ τοιοῦδε εἴδους γενέσθαι ῥύγχος καὶ αἷμα καὶ πιμελὴν καὶ τὰ ἄλλα ὧν ἐκεῖσε ἐμνήσθη, παραλιμπάνων. ἀλλὰ καὶ τὰ περὶ τὴν γένεσιν συν- τελοῦντα μόρια· οὔτε γὰρ τὴν ποιητικὴν αἰτίαν, ὡς λέγομεν, ἐκεῖσε ἀπέδωκεν οὔτε περὶ τῶν πρὸς γένεσιν συντελούντων μορίων, οἷον ὄρχεων καὶ ὑστερῶν καὶ τῶν λοιπῶν, διωρίσατό τι, ἀλλ’ ἐφυλάξατο τὴν περὶ τούτων θεωρίαν τῇ παρούσῃ πραγματείᾳ Περὶ ζῴων γενέσεως ἐπιγραφομένῃ. πρόκειται οὗν αὐτῷ ἐνταῦθα εἰπεῖν περὶ τῶν πρὸς τὴν γένεσιν συντελούντων μορίων, οἷον διὰ τί τὰ μὲν ἔχει ὄρχεις τὰ δ’ οὐκ ἔχει, καὶ τῶν ἐχόντων διὰ τί τὰ μὲν ἐντὸς ἔχει τὰ δ’ ἐκτός (ὄρνιθες μὲν γὰρ ἐντός, πρόβατα καὶ κάπροι ἐκτός), καὶ διὰ τί αἱ ὑστέραι πᾶσιν ἐντός, τί τε τὸ σπέρμα καὶ τίς ἡ γονή, καὶ ἀπὸ ποίου μέρους αὕτη τῶν σωμάτων ἐξέρχεται· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγοντες μηκύνωμεν, ἁπλῶς περὶ τῆς γενέσεως καὶ τοῦ ποιητικοῦ αἰτίου τῶν τε μερῶν ἑκάστου ζῴου ἁπάντων καὶ τῶν ὁλοτήτων τὴν σκέψιν ἐνταῦθα ποιήσεται. ἐν μὲν γὰρ τῇ Περὶ ζώων μορίων ἐζήτει, 1. 2 Σχόλια—πραγματείας IKL: Ἀριστοτέλους περὶ ζώων γενέσεως μετὰ τῶν τοῦ Φιλοπόνου σχολίων βιβλίον ᾱ a 5 post τελικόν add. καὶ εἰδικὸν K, καὶ ταὐτὴ καὶ τὸ εἰδικὸν a ὅπερ] ὅτι τὸ Κ 6 τῶ γὰρ οὗ IL 7 post φυσικῶν add. δὲ τὸ τέλος a ἐν ἐκείνοις οὑν coll. IL 8 αἴτιον a τὸ ante τελικόν om. IKL καὶ ante διὰ om. Κ δὲ om. Κ 9 post ποιητικὸν adil. ἐστι a 10 ῥύγχος] σάρκα a 11 fort. παραλιμπάνει περὶ] fort. πρὸς ἄλλα καὶ La 13 γέννησιν Κ post οἷον add. τῶν τε IL 16 γοῦν IL περί τε τῶν IL 21 τῆς om. Ka 22 ἁπάντων ἑκάστου ζώου coll. Ka 23 τὴν om. IL post σκέψιν add. ἑκάστου IL τῇ] τῷ Κ διὰ ποίαν ὕλην καὶ τίνος ἕνεκα γεγόνασιν, ἐνταῦθα δὲ πῶς γίνονται καὶ τί 3r τὸ ποιοῦν ἕκαστον αὐτῶν καὶ δημιουργοῦν ζητεῖ τε καὶ ἀποδείκνυσιν. ἐπεὶ δὲ ἡ ἐνέργεια τοῦ ποιητικοῦ ἡ κινοῦσα τὴν ὕλην πρὸς λῆψιν τοῦ εἴδους οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ γένεσις τοῦ γινομένου, ὁ περὶ τοῦ ποιητικοῦ αἰτίου λέγων τρόπον τινὰ περὶ τῆς ἑκάστου τῶν ὑπ’ αὐτοῦ γινομένων γενέσεως λέγει. | ὥστε καλῶς περὶ ζῴων γενέσεως ἐπιγέγραπται ἡ παροῦσα πραγματεία. 3v τὸ γὰρ περὶ ζῴων γενέσεως ἐπιγράφειν ἴσον ἐστὶ τῷ περὶ τῆς τοῦ ποιητικοῦ αἰτίου ἐνεργείας, κἂν περὶ τῆς τοῦ ποιητικοῦ αἰτίου ἐνεργείας ἐπιγράψειεν, ἴσον ἐστὶ τῷ περὶ ζῴων γενέσεως ἐπιγράφειν. συντάττει δὲ καὶ περικλείει τὴν παροῦσαν πραγματείαν ἐν πέντε βιβλίοις. ὁ μὲν οὖν σκοπὸς καὶ δι’ ἣν οὕτως ἐπιγέγραπται αἰτίαν ἡ προκειμένη πραγματεία εἴρηται. ἰστέον δὲ ὅτι ἐπειδὴ σύνηθές ἐστιν ἡμῖν ἐν τοῖς πάμπαν σαφέσι καὶ μηδεμιᾶς δεομένοις ἐπιστάσεως ἐπιλέγειν τὸ σαφῆ δὲ τὰ ἑξῆς καὶ οὕτω μεταβαίνειν ἐπὶ τὰ δεόμενα σαφηνείας, ἐπὶ τῆς παρούσης πραγματείας τοῦτο οὐ ποιήσομεν, ἀλλὰ τοῖς μὲν χρῄζουσι σαφηνείας ἐπιστήσομεν, τὰ δὲ λίαν σαφῆ σιγῇ παραδραμοῦμεν μὴ ἐπιφωνοῦντες τὸ σαφῆ δὲ τὰ ἑξῆς. καὶ περὶ μὲν τούτων ἅλις· ἤδη δὲ ὑφ’ ἡγεμόνι τῶν λόγων λόγῳ ἐπὶ τὴν τῶν λεγομένων βαδιστέον σαφήνειαν.

Ἐπειδή, φησί, περὶ τῶν ἄλλων μορίων εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων τῶν τε κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων καὶ τῶν ἰδίων καθ’ ἕκαστον γένος χωρίς (ὅσα μὲν γὰρ κοινῶς πᾶσιν ἢ τοῖς πλείοσιν κοινῶς περὶ τούτων ἐν ἐκείνοις τὸν λόγον ἐποιήσατο· ὅσα δὲ χωρὶς ἑκάστῳ γένει ἢ εἴδει ὑπῆρχε, ταῦτα χωρίσας ἰδίως περὶ τούτων τοὺς λόγους ἀπεδίδου) ἐπειδὴ οὖν περὶ τούτων ἐν ἐκείνοις διώρισται, τίνα τρόπον διὰ ταύτην τὴν αἰτίαν ἕκαστόν ἐστι τοιοῦτον (εἰπὼν δὲ ὅτι διὰ ταύτην αἰτίαν σαφηνίζων τοῦτο ἐπήγαγε λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέσσαρες, μία μὲν τὸ οὗ ἕνεκα ὡς τέλος, ἄλλη δὲ ὁ λόγος τῆς οὐσίας, ὅπερ ἐστὶ τὸ εἶδος, τὸ δὲ τέλος καὶ τὸ εἶδος ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ, τρίτη δὲ καὶ τετάρτη ἡ ὕλη καὶ τὸ ποιητικόν) ἐπεὶ οὖν τέτταρα τὰ αἴτια, περὶ μὲν οὖν τῶν ἄλλων, τοῦ τε εἴδους καὶ τοῦ τέλους καὶ τῆς ὕλης εἴρηται τὸ γὰρ τέλος καὶ τὸ εἶδος ταὐτόν, ὥστε τὸ τέλος ἀποδιδόντες ἐν ἐκείνοις καὶ τὸ εἶδος ἀπεδίδομεν καὶ τὸ ἀνάπαλιν. ἀλλὰ μὴν καὶ τὰ μέρη ὕλη εἰσὶ τοῖς ζῴοις· τὰ μὲν ἀνομοιομερῆ ὕλη εἰσὶ παντὶ τῷ ὅλῳ, οἷον τῷ Σωκράτει, τοῖς δ’ ἀνομοιομερέσιν εἰσὶν ὕλη τὰ ὁμοιομερῆ καὶ τοῖς ὁμοιομερέσι τὰ στοιχεῖα· ὥστε καὶ περὶ τῶν μερῶν λέγοντες περὶ τῆς ὕλης ἐλέγομεν. ἐπεὶ οὖν περὶ τούτων πάντων ἐκεῖσε 2 δημιουργὸν a 11 οὗτος I αἰτίαν ἐπιγέγραπται coll. Ka 13 ἐπιστασίας Κ ἐπισάγειν a σαφῆ καὶ τὰ a 14 ἐπὶ (ante τῆς)] ἐν Κ post ἐπὶ add. δὲ a τῆ παρούσῃ πραγματεία Ka 15 ποιήσωμεν a ἐπιστήσωμεν a δὲ] μὲν a 16 παραδράμωμεν IL μὴ] μόνον a δὲ om. a δὲ καὶ τὰ Κ 19 τῇ] τῷ I 20 post καὶ add. περὶ Ka 23 τοῦτον (sic) Κ 27 post τὸ add. γε K, τε a 30 οὖν καὶ τέτταρα IL 32 ἀποδίδομεν a τὸ ante ἀνάπαλιν om. Ka 33 post μὲν add. γὰρ a 34 σωκράτη a ἂν ὁμοιομερέσι La ἐστὶν Κ εἴρηται, λοιπόν ἐστι περί τε τῶν μορίων τῶν πρὸς τὴν γένεσιν συντελούντων 3v εἰπεῖν (οὐδὲν γὰρ περὶ τούτων ἐν ἐκείνοις διώρισται) καὶ περὶ τῆς κινούσης αἰτίας, τίς αὕτη. τὸ δὲ περὶ τῆς κινούσης καὶ ποιητικῆς αἰτίας λέγειν ταὐτόν ἐστι τρόπον τινὰ τῷ σκοπεῖν καὶ περὶ τῆς ἑκάστου γενέσεως. διὰ δὲ τὸ εἶναι τὴν παροῦσαν πραγματείαν συνεχῆ κατὰ φύσιν τῇ Περὶ ζῴων μορίων, εἰς ἓν ταύτας ὁ λόγος συνήγαγε, τελευταῖα μὲν καὶ δεύτερα τῶν Περὶ ζῴων μορίων ταῦτα τὰ προκείμενα πέντε βιβλία τάξας, πρῶτα δ’ ἐκεῖνα. ἀλλ’ εἰ καὶ τελευταῖα τῶν Περὶ ζῴων μορίων ἐτάχθησαν, ὅμως ἐχόμενα τούτων εἰσίν· ἔχεται γάρ, ὡς εἴρηται, καὶ συνήνωται κατὰ φύσιν τὰ Περὶ ζῴων γενέσεως τοῖς Περὶ ζῴων μορίων. ταῦτα εἰπὼν εἰσβάλλει πρὸς τὰ προκείμενα αὐτῷ.

Ev δὲ τῇ λέξει τῇ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ πρόσκειται τὸ τε- λειωθέν ἐστιν ἀκριβῶς· τινὰ γὰρ πρὸ τοὐ τελειωθῆναι οὐ φαίνεται εἴτε ἄρρενά ἐστιν εἴτε θήλεα, ὡς ὁρῶμεν ἐπὶ τῶν χηνῶν καὶ ἄλλων τινῶν, τελειωθέντα δὲ φαίνεται. τὰ δ’ ἔχοντα τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ γεννῶντα μέν, μὴ ὁμογενῆ δέ. τουτέστι μὴ ὁμοειδῆ, ἀλλ’ ἀνομοειδῆ, ταῦτα δή ἐστιν ὅσα γίνεται μὴ ἐκ ζῴων, ἀλλ’ ἐκ γῆς σηπομένης καὶ περιττωμάτων ὑγρῶν καὶ ξηρῶν, οἷον αἵ τε μυῖαι καὶ ψύλλαι καὶ κανθαρίδες καὶ ἄλλα πολλά· ταῦτα γὰρ ἐκ σαπείσης γεγονότα ὕλης, ἔχουσι δὲ ἄρρεν καὶ θῆλυ. φαίνεται γὰρ συνδυαζόμενα καὶ τὸ τῶν ψυλλῶν καὶ τῶν μυιῶν καὶ τὸ τῶν ἄλλων γένος, καὶ γεννῶσιν, ἀλλ’ οὐχ ὁμοειδῆ, | αἱ μὲν οὖν ψύλλαι μικρά τινα σκωλήκια 4r λευκότατα καὶ ἄποδα, αὐταὶ δὲ μέλαιναι καὶ ὑπόποδές εἰσι· καὶ τὰ ἄλλα ὁμοίως ταῖς ψύλλαις.

Ἐv δὲ τῇ λέξει τῇ καὶ τούτων γὰρ τοῖς μὲν καθ’ ὅλον τὸ γένος, οἷον τοῖς μαλακίοις τὸ τούτων περὶ τῶν ἀναίμων εἴρηται· καὶ τούτων γὰρ τῶν ἀναίμων. εἰπὼν γὰρ ὅτι ὅσα ἐκ σηπομένης ὕλης γίνεται καὶ ἔχει τὸ ἄρρεν καὶ θῆλυ, γεννᾶ μέν, ἀνομοειδῆ δέ, καὶ τὰ γεννηθέντα οὔτε ἄρρενά ἐστιν οὔτε θήλεα οὔθ’ ὅλως γεννᾷ ἕτερα, ἀλλ’ ἄγονα διατελεῖ, δείκνυσιν ὅτι οὐ γεννῶσιν οὕτως· ἔστω δὲ ὁ λόγος ἐπὶ τῶν ψυλλῶν καὶ τῶν τέκνων αὐτῶν. αἱ ψύλλαι αἱ γεγονυῖαι μὴ ἐκ ζῴων, ἀλλ’ ἐκ σαπείσης ὕλης, αὗται οὖν γεγεννήκασι μικρά τινα σκωλήκια καὶ λευκά. λέγομεν οὖν ὅτι τὰ τοιαῦτα σκωλήκια οὔτε ἄρρενά ἐστιν οὔτε θήλεα οὔθ’ ὅλως γεννᾶν δύνανται. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ ἀντικείμενον. 2 εἰπεῖν post ἐστι (1) ponunt Ka οὐδὲ γὰρ IL τούτου Κ 5 διὰ τὸ εἶναι δὲ coll. Ka 6 ταύτας] ἐνταῦθα a δεύτερα] ὕστερα a 7 τῶν om. Κ πρῶτον a 9 καὶ συνήνωται ὡς εἴρηται coll. a 11 πρὸς] εἰς L 13 ἐστιν om. Ka post τελειωθῆναι add. δὲ Ka 14. 15 τελεωθέντα I 15 δ’ om. Κ 16 δέ om. ILa ἀνομοιοειδῆ Κ 18 ἡ ξηρῶν Ka μυῖαι καὶ om. Ka καὶ αἱ κανθαρίδες Κ 19 δὲ om. Ka τὸ ἄρρεν Ka τὸ θῆλυ a 20 συνδυαζόμενον Κ καὶ τὸ τῶν μυιῶν Ka 21 ἀλλ’ om. Κ post ὁμοειδῆ add. ἀλλ’ ἀνομοειδῆ la, ἀλλ’ ἀνομοιοειδῆ Κ 22 αὑταὶ scripsi: αὗται libri δὲ] γὰρ a μέλανα καὶ ὑπόποδα Κ 24 γὰρ libri et Arist. S: om. Arist. vulg. 26 γὰρ (post εἰπὼν)] δὲ a ὅσα om. Κ ὕλης corr. ex γῆς I 27 καὶ τὸ θῆλυ a post θῆλυ add. καὶ Κ 28 θήλεια L 29 γεννᾶ a 31 γεγενήκασι I ἔστω δὴ ἐν τοῖς τοιούτοις σκωληκίοις τὸ ἄρρεν καὶ θῆλυ καὶ τὸ ἑπόμενον 4r αὐτοῖν, τοῦτο δ’ ἐστὶ τὸ συνδυάζεσθαι. εἰ οὖν συνδυαζομένων τῶν σκωληκίων γίνεται ἐξ αὐτῶν ζῷα, ἢ ὁμοειδῆ αὐτοῖς ἔσται τὰ γεννηθέντα ἢ ἀνομοειδῆ. εἰ μὲν οὖν ὁμοειδῆ, ἔδει καὶ τὰς ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι· ὡς γὰρ ὁ Σωκράτης ὁμοειδῆ ἑαυτῷ γεννήσας καὶ ὁ Σωφρονίσκος ὁ Σωκράτους πατὴρ ἐξ ὁμοειδῶν γέγονεν, οὕτως, ἐπειδὴ τὰ σκωλήκια ὁμοειδῆ γεγέννηκε κατὰ τὴν ὑπόθεσιν, ἔδει καὶ τὰς γεγεννηκυίας αὐτὰ ψύλλας ἐξ ὁμοειδῶν γενέσθαι αὐταῖς. οὐ γεγόνασι δέ, ἀλλ’ ἐκ σαπείσης ὕλης. ὁμοειδῆ μὲν οὖν διὰ ταῦτα οὐ δύνανται γεννῆσαι· εἰ δὲ ἀνομοειδῆ, πότερον δυνάμενα συνδυάζεσθαι (τοῦτο δὲ ταὐτόν ἐστι τῷ πότερον ἔχουσι τὸ καὶ τὸ θῆλυ) ἢ οὔ ; εἰ μὲν οὖν μὴ δύνανται συνδυάζεσθαι μηδ’ ἔχειν τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἔδει μηδὲ τὰ σκωλήκια ἔχειν τὸ ἄρρεν καὶ τὸ θῆλυ· διὰ τίνα γὰρ αἰτίαν τὰ μὲν τῶν σκωληκίων ἔκγονα ἀνομοειδῆ ὄντα τοῖς σκωληκίοις οὐκ ἔχουσι τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὰ δὲ σκωλήκια ἀνομοειδῆ ὄντα τῖς ψύλλαις ἕξουσιν; εἰ δὲ ἕξουσι καὶ τὰ τῶν σκωληκίων ἔκγονα τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ δύνανται καὶ συνδυάζεσθαι καὶ γεννᾶν, ὁμοειδῆ μὲν οὐκ ἄν γεννήσαιεν· ἔδει γὰρ καὶ τὰ σκωλήκια ἐξ ὁμοειδῶν γενέσθαι· γεννήσουσιν ἄρα ἀνομοειδῆ, κἀκεῖνα πάλιν ἕτερα ἀνομοειδῆ διὰ τὰς αὐτὰς ἀνάγκας, καὶ οὕτω προβήσεται ἡ τῶν ἀνομοειδῶν φύσις εἰς ἄπειρον, ὅπερ ἀδύνατον.

Λέγει δὲ ἐν τοῖς φυτοῖς λέγεσθαι τὸ ἄρρεν καὶ θῆλυ καθ’ ὁμοιότητα καὶ ἀναλογίαν. τὰ μὲν γὰρ καρποφόρα θήλεα· τῶν γὰρ θη|λέων τὸ γεννᾶν 4v ἐν ἑαυτοῖς· τὰ δὲ μὴ τοιαῦτα ἄρρενα. ὁ δὲ ἰξὸς καθ’ αὑτὸν μὲν οὐ γίνεται, ἀλλ’ ἐν τῇ δρυί· ἔστι γὰρ ὁ ἰξὸς ἐν τῇ δρυὶ ἔτι ὢν ὅμοιος τοῖς φύλλοις τοῦ κισσοῦ. τοῦτον οὖν συναγαγόντες ὁ ἰξευταὶ καὶ ἐν χύτρᾳ καινῇ ἐναποτιθέντες κατορύττουσιν αὐτὸν μετὰ τῆς χύτρας ἐν τῇ κόπρῳ, καὶ ἐν ταύτῃ σαπείς, εἶτα ἐλαίῳ μαλαχθεὶς ἀποτελεῖται ὁ ἐπαλειφόμενος ἰξὸς ἐν τοῖς κλαδίοις πρὸς τὴν τῶν στρουθῶν θήραν.

Ἐπιβάλλοντα δὲ λόγον λέγει τὸν ἁρμόδιον καὶ προσήκοντα. ἐν δὲ τῇ λέξει ἰῇ ἀπὸ τῶν εἰρημένων συνείροντας εἰρημένα λέγει τὸ ἄρρεν καὶ τὸ θῆλυ. ἐν δὲ τῇ μετ’ αὐτὴν πάλιν λέξει τῇ τοῦτο δὲ μάλιστ’ ἄν τις πιστεύσειε θεωρῶν πῶς γίνεται τὸ σπέρμα τὸ τοῦτο δηλωτικόν ἐστι τοῦ ὅτι δὲ τῆς γενέσεως ἀρχαὶ τὸ ἄρρεν ἐστὶ καὶ τὸ θῆλυ· τοῦτο πιστεύσειεν ἄν τις θεωρῶν πῶς γίνεται τὸ σπέρμα, καὶ πόθεν. ἡ δὲ τοῦ σπέρματος ἀπόκρισις (λεγέσθω γὰρ νῦν σπέρμα καὶ τὸ 1 καὶ τὸ θ. Κ 2 αὐτοῖς Κ 7 αὐτὰς ψύλλας a 8 ἑαυταῖς Ka δύναται IL 9 et 10 πρότερον IL 12 μηδὲ] καὶ IL post σκωλήκια add. μὴ L τὸ θῆλυ καὶ τὸ ἄρρεν coll. I 13 σκωλήκων I 14 τὸ ante θῆλυ om. a 16 καὶ post δύνανται om. Ka 21 λέγεσθαι] γίνεσθαι IL 22 ἀναλογείαν a 22. 23 τῶν γὰρ—ἑαυτοῖς] τὸ γὰρ γεννᾶν θλῆ ἐν ἑαυταῖς Κ 24 ἐν τῇ δρυὶ (post ἰξὸς) om. IL ἔτι] ἐστὶ a 25 συσχόντες K: συνάγοντες a 26 τῆς] τὰς a τῷ κόπρῳ a καὶ om. I 30 συνεγείροντα a 35 ἀπόκρισις post καταμήνιον ponunt Ka καὶ ἐν τῷ θήλει ἐστὶ καὶ ἄρρενι καὶ ἐκ τούτων ἐξέρχεται. ὅταν μὲν γὰρ 4v ἐκκριθῇ ἀπὸ τοῦ λεπτοτάτου αἵματος τοῦ τρέφοντος τὸ σῶμα καὶ μένῃ ἐν τοῖς σπερματικοῖς πόροις, πάντως ἐστὶν ἐν τούτοις, ἐξέρχεται δὲ ἐκ τοῦ ἄρρενος ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ, καὶ τὸ μὲν ἄρρεν γεννᾷ εἰς τὸ θῆλυ, τὸ δὲ θῆλυ εἰς ἑαυτό· ἐν ἑαυτῷ γὰρ φέρει τὸ ἔμβρυον, ἕως ἂν τελειωθῇ. τελειωθὲν δὲ γεννᾷ.

Ἐπεὶ δὲ δυνάμει τινὶ καὶ ἔργῳ διώρισται τὸ ἄρρεν καὶ θῆλυ, τῶν δὲ διαφόρων δυνάμεων καὶ τὰ ὄργανα διάφορα, ἀναγκαῖον καὶ τὰ πρὸς τὴν τέκνωσιν καὶ τὸν συν|δυασμὸν μόρια καὶ ὄργανα διαφέρειν ἀλλήλων, καθ’ 5r ἃ ὄργανα καὶ μορία διαφέρουσι τὸ ἄρρεν καὶ θῆλυ. εἰ γὰρ καὶ καθόλου τοῦ Σωκράτους κατηγορεῖται τὸ ἄρρεν καὶ τῆς Ξανθίππης τὸ θῆλυ, ἀλλ’ οὐ καὶ κατὰ τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς ὁ μὲν ἄρρην ἡ δὲ θήλειά ἐστιν, ἀλλὰ κατά τινα δύναμιν καὶ κατά τινα μόρια. περινέους δὲ λέγει τοὺς φλεβώδεις πόρους, οἵτινες ἐπὶ μὲν τῶν ἐχόντων αἰδοῖον εἰς αὐτὸ τὸ αἰδοῖον ἐξάγουσι τὸ σπέρμα, ἐκ δὲ τούτων διαδεξάμενον τὸ αἰδοῖον ἀφίησιν εἰς τὸ θῆλυ, ἐπὶ δὲ τῶν μὴ ἐχόντων αἰδοῖον αὐτοὶ πρὸς τῇ οἰκείᾳ χρείᾳ ἀποπληροῦσι καὶ τὴν τοῦ αἰδοίου. ταύτην δὲ ἐναντίωσιν εἶπε τὸ ἄρρεν καὶ θῆλυ.

Λέγει δὲ ὅτι τὰ ζῳοτόκα πάντα εἰς τὸ πρόσθεν ἔχει τοὺς ὄρχεις, ἀλλὰ τὰ μὲν ἐκτός, ὥσπερ ἄνθρωποι, τὰ δ’ ἐντὸς πρὸς τῷ τέλει τῆς γαστρός· ἐν ᾧ γὰρ τόπῳ πληροῦται ἡ τῆς γαστρὸς θέσις, ἐν τούτῳ ἔχουσιν αὐτοὺς κειμένους, ὥσπερ οἱ δελφῖνες· ἔχουσιν δὲ καὶ οὗτοι αἰδοῖον, οἷόν ἐστι τὸ τῶν βοῶν. |

Tὰς δὲ ὑστέρας, αἳ καὶ μῆτραι καλοῦνται, τὰ μὲν ἔχει πρὸς τοῖς ἄρθροις, 5v ὥσπερ αἱ γυναῖκες, λέγων ἄρθρα αὐτὰ τὰ τῶν γυναικῶν αἰδοῖα, τὰ δὲ ἔχουσιν αὐτὰς πρὸς τῷ ὑποζώματι. ζῳοτοκοῦσι δὲ καὶ ἐν ἑαυτοῖς καὶ θύραζε ἄνθρωποι, βόες, ἵπποι καὶ τὰ ὅμοια· θύραζε δὲ μόνον ζῳοτοκοῦσιν ὅσα ᾠοτοκοῦσιν, ἐκτὸς δὲ γίνονται τὰ τοιαῦτα ᾠὰ ζῷα. ὑπόζωμα δὲ λέγει τὸ διάφραγμα, ὅπερ καὶ φρένες καλεῖται. τὰ δὲ ὑπὸ τῆς φύσεως γινόμενα τὰ μὲν γίνεται διὰ τὸ ἀναγκαῖον, τὰ δὲ διὰ τὸ βέλτιον. ἀναγκαῖον δὲ λέγεται τὸ ἐν ἅπαντι τῷ γένει εὑρισκόμενον, καὶ οὗ ἄνευ οὐκ ἐνδέχεται γενέσθαι τι, βέλτιον δὲ τὸ μὴ τοιοῦτον. ἐπεὶ δὲ οἱ ὄρχεις οὔτε ἐν ἅπαντι τῷ τῶν ἀρρένων εὑρίσκονται γένει, γίνεται δὲ γένεσις καὶ χωρὶς αὐτῶν, οὔκ εἰσι διὰ τὸ ἀναγκαῖον, ἀλλὰ διὰ τὸ βέλτιον. |

Ὥσπερ δὲ ἐν τοῖς περὶ τροφὴν τὰ εὐθυέντερα λαβρότερα.

Ἐντεῦθεν τὰ αἰτίας ἐκτίθεται, δι’ ἃς τὰ ἔχοντα ὄρχεις καὶ τὰ μὴ 1 θῆλυ a μὲν γὰρ om. IL 2 μένει ILa 2. 3 ἐν τοῖς—εἰς ἑαυτό (5) om. Κ 3 πάντως a 5. 6 τελειωθῇ] τελειωθέν Ka 6 ante δὲ add. μὲν a 12 καθὰ a θήλη a 13 περινέους Κ Arist. vulg.: περιναίους ILa Arist. PS 14 πόρους] τόπους IL 18 καὶ τὸ θῆλυ Κ 21 τρόπῳ Κ 24 δι’ ὑστέρας a 27 καὶ om. I 28 post ᾠοτοκοῦσιν add. ἐντὸς Ka 29 λέγεται Ka 32 τι γενέσθαι Κ οἱ om. La 34 διὰ post ἀλλὰ om. Ka 35 περὶ τὴν τροφὴν Arist. 36 τὰ post καὶ om. Κ ἔχοντα τὰ μὲν ἔχει, τὰ δ' οὐκ ἔχει, καὶ τῶν ἔχόντων τὰ μὲν ἐντὸς ἔχει, 6r ὥσπερ οἱ ὄρνιθες, τὰ δ’ ἐκτός. φησὶν οὖν ὅτι, ὥσπερ τὰ εὐθυέντερα λαβρότερά ἐστι πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διὰ τὸ θᾶττον ἐξέρχεσθαι τὸ περίττωμα διὰ τὴν εὐθυεντερίαν, τὰ δὲ μὴ εὐθυέντερα σωφρονέστερα καὶ ὀλιγοτροφώτερα, οὕτω καὶ τὰ μὴ ἔχοντα ὄρχεις, πόρους δὲ μόνον, ὡς οἱ ἰχθύες, ἢ ἔχοντα μὲν ἐντὸς δέ, ὡς οἱ ὄρνιθες· τὰ μὲν οὖν μηδ’ ὅλως ἔχοντα ὄρχεις εἰσὶ πρὸς τὴν ἐργασίαν τοῦ συνδυασμοῦ ταχύτερα πάντων, τὰ δ’ ἔχοντα μὲν ἐντὸς δὲ βραδύτερα πρὸς τὴν τοιαύτην ἐργασίαν τῶν μὴ ἐχόντων ὄρχεις καὶ σωφρονέστερα, λαβρότερα δὲ καὶ ταχύτερα τῶν αὐτοὺς ἐχόντων ἐκτός. ῥητέον δ’ οὖν ἡμῖν πρῶτον μέν, τίνος ἕνεκεν τῇ φύσει πεφρόντισται τοῦ τὰ μὲν εἶναι σώφρονα καὶ πεποίηκε τῶν τοιούτων τοὺς ὄρχεις ἐκτός, τὰ δὲ λαβρότερα καὶ ἐντός, τῶν δὲ καὶ παντελῶς κατωλι- γώρηκε καὶ οὐκ ἀπέδωκεν ὄρχεις, καὶ διὰ τοῦτό εἰσι καὶ πάντων λαβρότατα. ῥητέον δὲ πρὸς τοῦτο συντόμως ὅτι οὐδὲ τούτων κατωλιγώρησεν, ἀλλὰ καὶ μᾶλλον κατὰ πολὺ πεφρόντικεν· ἐπειδὴ γὰρ ἐν ὕδατι ὄντα οὐ δύνανται ἐπὶ πολὺ ἐνδιατρίβειν, ὡς καὶ αὐτὸς προιὼν ἐρεῖ, τῇ ἁφῇ, οὐ δέδωκε πρὸς τοῖς ἄλλοις οἷς μέλλει λέγειν λόγοις περὶ τούτων ὄρχεις· ἐν γὰρ τοῖς ἔχουσιν ὄρχεις βραδεῖα δι’ ἃς μαθησόμεθα αἰτίας ἡ πρόεσις τοῦ σπέρματος γίνεται· ἀλλὰ τοῦτο μὲν οὕτως προλελέχθω· ἡμῖν δὲ τὰ εἰρημένα ῥητέον καὶ ἔτι τὴν αἰτίαν καθ’ ἣν συμβαίνει πρώτως καὶ μάλιστα σώφρονα εἶναι τὰ ἐκτὸς ἔχοντα τοὺς ὄρχεις, δευτέρως δὲ καὶ ἧττον τὰ ἐντός, πάντων δὲ ἀκολαστό- τατα τὰ μηδ’ ὅλως τούτους ἔχοντα· καὶ οὕτως τὴν Ἀριστοτέλους ῥῆσιν μετιτέον. ἰστέον οὖν ὡς ἐπειδὴ ἡ φύσις τοῦ ἀεὶ εἶναι ζῷα καὶ τὰ ἄλλα πάντα ἐφίεται καὶ τούτου στοχάζεται, ὅσα οὐκ ἠδυνήθη φυλάξαι ἀεὶ τὰ αὐτὰ τῷ ἀριθμῷ, τούτοις ἐπρυτάνευσε τὴν ἀιδιότητα διὰ τοῦ ἀεὶ ἄλλα ἐξ ἄλλων γίνεσθαι. ἀλλ’ ἐπεὶ ὁ συνδυασμὸς ὁ συνεχὴς ἔκλυσιν τοῦ σώματος ἐμποιεῖ δι’ ἃς ἐρεῖ αἰτίας ἐν τῷ παρόντι βιβλίῳ, ὅταν περὶ τῆς φύσεως τοῦ σπέρματος λέγῃ τίς ἐστιν, ἐπεὶ οὖν ἔκλυσιν ἐμποιεῖ, τῇ ἐκλύσει δὲ φιλεῖ ὡς τὰ πολλὰ παρέπεσθαι θάνατον, ὅσα τῶν ζῴων ὀλιγοτόκα πέφυκεν ἐρεῖ δὲ καὶ τῆς τούτων ὀλιγοτοκίας τὰς αἰτίας ἐν τῷ παρόντι βιβλίῳ καὶ ἐν τοῖς ἐφεξῆς τούτου) ὅσα οὖν πέφυκεν ὀλιγοτόκα, γέγονε σωφρονέστερα τῶν ἄλλων προνοίᾳ φύσεως, ὅπως μὴ πολλάκις τῆς ἡμέρας συνδυαζόμενα ἐκλύηται καὶ φθείρηται καὶ τάχιον ἐκποδὼν γένηται τὸ τοιοῦτον γένος· ὅσα δὲ τίκτει μέν, ἀλλὰ πλείω μὲν τῶν ὀλιγοτόκων, ἐλάττω δὲ κατὰ πολὺ τῶν πάνυ πολλὰ τικτόντων, ἧττόν ἐστι σωφρονέστερα τῶν ὀλιγοτόκων· εἰ γὰρ καὶ συμβαίη αὐτοῖς φθορὰ ἐκ τοῦ πολλάκις συνδυάζεσθαι, ἀλλὰ διὰ τὸ 2 ante οἱ add. καὶ IL ὅτι om. IL 6 ἔχοντες Κ 8 δὲ post ἐντὸς om. a 9 ὄρχεις om. a 9. 10 ἐχόντων αὐτοὺς coll. Ka 10 ἕνεκα Ka 11 τοῦ] τὸ Κ τῶν τοιούτων] τούτων Κ 13 τοῦτό ἐστι Ka λαμπρότατα L 14 κατολιγώρηκεν Ka καὶ om. a 16 διατρίβειν ILa 18 πρόεσις Ka corr. L: προαίρεσις, ut vid. I 19 προλελέχθη a 21.22 ἀκολαστότερα a 22 τὴν τοῦ Ἀριστοτέλους Κ 23 ζῷα om. Κ 27 ποιεῖ L ἐρεῖ] Α 18 ὅτε Ka 28 λέγει Ka 30 τούτου Κ 31 τοῦτο IL 33 γίνηται Ka 34 ἐλάττων a 36 συμβαίνει a post αὐτοῖς add. ἴσως Ka πλείω τοῖν δυοῖν καὶ τριῶν τίκτειν, ἔστι δ’ ὅτε καὶ τῶν ἑπτὰ καὶ δέκα, 6r οὐκ ἐπιλείψει τὸ τοιοῦτον γένος ἐκ τοῦ παντός. διὰ τοῦτο οὖν ἧττον ἐφρόντισε τοῦ σώφρονα εἶναι ταῦτα. τῶν δὲ πάμπαν πολλὰ τικτόντων τίς ἡ ἀνάγκη τούτων φροντίσαι; δῆλον γὰρ ὡς οὐκ ἐπιλείψουσι σωρηδὸν γινόμενα. ἡ μὲν οὖν αἰτία τοῦ τὰ μὲν εἶναι σώφρονα μᾶλλον τὰ δ’ ἧττον τὰ δ’ οὐδ’ ὅλως αὕτη.

Συμβάλλονται δὲ οἱ ὄρχεις οἱ μὲν ἐκτὸς πρὸς σωφρονισμὸν μᾶλλον, οἱ δ’ ἐντὸς ἧττον διὰ τάδε. ἴσμεν ἐκ τῆς Περὶ ζῴων ἱστορίας καὶ | τῶν ἀνατομῶν ὡς φλεβώδεις εἰσὶ πόροι ἐν οἷς συνάγεται τὸ σπέρμα καὶ 6v δι΄ ὧν ἐξέρχεται, καὶ τούτων ἕνεκα τῶν πόρων μεμηχανῆσθαι τοὺς ὄρχεις, ἵνα ὥσπερ ἐν κραββάτῳ ἐν αὐτοῖς ἐπαναπαύωνται. κεῖνται δὲ ἐν τοῖς ὄρχεσιν ἐπαναδεδιπλωμένοι οἱ τοιοῦτοι πόροι ὡς εἰπεῖν, ὥσπερ ἡ Α Β Γ Δ E γραμμή. ἀλλ’ ὅσων μὲν ἐκτός εἰσιν οἱ ὄρχεις, ἀνάγκη καὶ τὴν τῶν φλεβῶν ἐπαναδίπλωσιν ἐκτὸς εἶναι· μέχρι γὰρ τῶν ὄρχεων οἱ πόροι εὐθεῖς εἰσιν, ἐν αὐτοῖς δὲ ἐπαναδιπλοῦνται. ἐκτὸς δὲ ὄντων τῶν ὄρχεων καὶ διὰ τὸ περιέχον ψυχομένων ἐξ ἀνάγκης ψύχονται οἱ πόροι καὶ στενοῦνται. ψυχομένων δὲ καὶ στενουμένων χρεία θερμότητος, ἥτις εὐρυνεῖ αὐτοὺς καὶ ποιήσει ἐπιτηδείους πρὸς ὑποδοχὴν ἅμα καὶ ἄφεσιν τοῦ σπέρματος· ἡ δὲ θερμότης αὕτη γίνεται βραδέως διὰ τὸ ἐκ τῆς πρὸς ἄλληλα τῶν αἰδοίων τοῦ ἄρρενος καὶ τοῦ θήλεος γίνεσθαι παρατρίψεως ἐν ταῖς ὀχείαις. ὥστε τρία εἰσὶ τὰ συντείνοντα πρὸς τὸ μὴ ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἄφεσιν, τό τε κατ’ ὀλίγον συναθροίζεσθαι τὸ σπέρμα· ἐν γὰρ τοῖς πλείστοις, ὡς μαθησόμεθα, ὅταν λέγῃ περὶ τῆς τοῦ σπέρματος φύσεως τίς ἐστιν, οὐ προυπάρχει τὸ σπέρμα, ἀλλ’ ἐν τῷ καιρῷ τῆς ὀχείας καὶ γίνεται καὶ ἀποκρίνεται. ἡ γὰρ ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ γενομένη θερμότης ἅμα τε τὸ σπέρμα οὐσιοῖ καὶ συνίστησι καὶ τοὺς πόρους εὐρύνει καὶ περὶ αὐτοὺς συναθροίζει. ἀλλ’ εἰ μὴ ἔστιν ἐν τοῖς πλείστοις τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἐνεργείᾳ τὸ σπέρμα. ἀλλὰ κατὰ τὸν καιρὸν τῆς ὁμι- λίας γίνεται, τί τὸ διερεθίζον καὶ κινοῦν τὰ τοιαῦτα πρὸς τὴν τοιαύτην ἡδονήν; κινοῦνται γὰρ καὶ πρὸ τῆς ὁμιλίας. ἢ κινοῦνται μέν, ἀλλ’ ἔκ τινος φυσικῆς δυνάμεως, ἣν καλοῦμεν γεννητικὴν ψυχήν, καὶ οὐκ ὑπὸ τοῦ σπέρματος. τρία οὖν εἰσιν, ὡς εἴρηται, τὰ συντείνοντα, τό τε κατὰ βραχὺ τὸ σπέρμα συναθροίζεσθαι, δεύτερον δὲ ἡ ἐπαναδίπλωσις (κωλύει γὰρ καὶ αὐτὴν ἔξοδον διὰ τὸ σκολιὸν τῆς θέσεως) καὶ τρίτον ἡ ψῦξις ἡ πυκνοῦσα καὶ στενοῦσα τοὺς πόρους. ἐπὶ δὲ τῶν ὀρνίθων καὶ πάντων τῶν ἐχόντων ἐντὸς τοὺς ὄρχεις κωλύει μὲν ἡ ἐπαναδίπλωσις τῶν πόρων, ἀλλὰ διὰ τὸ ἐντὸς 2 τοιούτων Ι: τούτων Ka 4 τούτων] τοσοῦτον Ka 5 μᾶλλον om. ILa 8 ἐκ τῆς Περὶ ζῴων ἱστορίας) Γ 1 9 ἐν οἷς—πόροι (12) om. Κ 12 ἐπαναδιπλωμένοι Ka οἱ τοιοῦτοι πόροι post κεῖνται δὲ (11) ponunt Ka 15 ὄρχεων scripsi: πόρων libri 15. 16 διὰ τὸν La 16 post ψύχονται add. καὶ Ka 17 εὐρυνοῖ I: εὐρύνει a 18 post πρὸς add. τὴν Κ 19 διὰ τῆς ἐκ a 20 περιτρίψεως a 23 ὅτε λέγει a 25 γινομένη Ka 27 μὴ ἔνεστιν Ka 28 τὸν om. IL 29 κινοῦν αὑτὰ πρὸς Ka 30 πρὸς a 32 εἰσιν om. K 33 αὐτῇ a 36 τοὺς om. Ka τὸν πόρον Κ εἶναι τοὺς ὄρχεις καὶ διὰ τοῦτο θερμοὺς καὶ διὰ τὴν θερμότητα ἀνεῳγμένους 6v τοὺς πόρους ἀεὶ γίνεται καὶ ἡ συνάθροισις καὶ ἡ ἄφεσις τοῦ σπέρματος πολὺ ταχυτέρα τῶν ἐχόντων ἐκτὸς ‘τοὺς ὄρχεις καὶ τοὺς ἐν αὐτοῖς πόρους, καί εἰσιν διὰ τοῦτο λαβρότεροι οἱ ὄρνιθες καὶ τὰ ὁμοίως ἔχοντα τούτοις. τὰ δὲ μὴ ἔχοντα ὄρχεις λαβρότερα πάντων· τάχιον γὰρ ἐξέρχεται τὸ σπέρμα καὶ συναθροίζεται. τάχιον μὲν συναθροίζεται διὰ τὴν θερμότητα, ἐξέρχεται δὲ καὶ διὰ τὸ ἀνεῳγμένους εἶναι τοὺς πόρους ὑπὸ τῆς θερμότητος καὶ διὰ τὸ εὐθεῖς εἶναι καὶ μὴ ἐπαναδεδιπλωμένους· ἐν τοῖς ὄρχεσι γὰρ ἡ ἐπαναδίπλωσις ὁρᾶται. ἔχουσιν οὖν τὰ μὲν ἐκτὸς τοὺς ὄρχεις τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως διὰ μίαν μὲν αἰτίαν τὴν εὖ καὶ τὸ οὗ ἕνεκα· ἀποδώσει δὲ τῆς τοιαύτης τῶν ὄρχεων θέσεως αἰτίας καὶ ἀπὸ τῆς ὕλης, οὐ μόνον δὲ τὴν εἰρημένην ἐρεῖ ἀπὸ τοῦ εὖ καὶ τοῦ οὗ ἕνεκα, ἀλλὰ καὶ ἄλλας πλείονας καὶ ταῦτα μὲν οὕτως προλελέχθω· τὴν δὲ λέξιν μετιτέον. ἃ δεῖ, φησί, τῶν ζῴων σωφρονέστερα εἶναι, τούτων τῶν ζῴων ἔχουσιν οἱ πόροι ἕλικας καὶ ἐπαναδιπλώσεις· ποιοῦσι γὰρ στασιμωτέραν καὶ βραδυτέραν τὴν κίνησιν καὶ τὴν ἔξοδον τοῦ σπέρματος αἱ ἕλικες καὶ ἐπαναδιπλώσεις· ταύτας δὲ τὰς ἐπαναδιπλώσεις σώζουσιν οἱ ὄρχεις. ὃν δὲ τρόπον ἔχει ἡ ἐπαναδίπλωσις, δεῖ θεωρεῖν ἐκ τῆς Περὶ τὰ ζῷα ἱστορίας· ὅτι δὲ διὰ τὸ σώζεσθαι τὰς τοιαύτας ἐπαναδιπλώσεις γεγόνασιν οἱ ὄρχεις, δῆλον· οὐδὲ γάρ εἰσι μόριον τῶν πόρων, ἀλλὰ πρόσκεινται μόνον ὥσπερ καὶ αἱ λαιαὶ [χεῖρες] τοῖς ἱστοῖς· οὐδὲ γὰρ αὗται μέρος εἰσὶ τῶν ἱστῶν, ἀλλὰ πρόσκεινται. ὅτι δὲ πρὸς ἀνάπαυσιν τῶν πόρων καὶ τὰς ἐπαναδιπλώσει γεγόνασιν οἱ ὄρ|χεις καὶ ἐκ τῶνδε δῆλον· ἀφαιρουμένων γὰρ καὶ ἀποτεμνομένων 7r τῶν ὄρχεων ἀνασπῶνται οἱ πόροι καὶ εἰσέρχονται ἐγγὺς πρὸς τὸν θώρακα διὰ τὸ μὴ εἶναι τοὺς ἐν οἷς ἀναπαύσονται καὶ ἐπαναδιπλωθήσονται ὄρχεις. ἀνασπωμένων δὲ τούτων ἐντὸς συμβαίνει μὴ γεννᾶν τὰ ἐκτεμνόμενα· εἰσερχομένων γὰρ ἐντὸς καὶ ἐμφραττομένων, καθ’ ὅ τι μέρος γέγονεν ἡ τομή, συμφύεται τοῦτο τὸ μέρος τῶν πόρων καὶ οὐ δύναται ἐξελθεῖν τὸ σπέρμα, ἐπεὶ εἴπερ ἦσαν ἐκτὸς καὶ ἀνεῳγμένα τὰ πέρατα αὐτῶν ἀλλὰ μὴ συμπεφυκότα, ἐγέννα ἂν τὰ ἐκτμηθέντα. σημεῖον δέ· καὶ γὰρ ταῦρός τις ἅμα τῷ ἐκτμηθῆναι πρὸ τοῦ ἀνασπασθῆναι τοὺς πόρους καὶ ἐμφραγῆναι ὀχεύσας ἐπλήρωσεν, ἤτοι ἔγκυον ἐποίησε τὴν θήλειαν. ὥστε δῆλον ὅτι οὔτε μόριόν εἰσι τῶν πόρων οἱ ὄρχεις οὔτε πρὸς τὸ γεννᾶν συμβάλλονται. ἔστι μὲν οὖν βραδεῖα ἡ ἔξοδος τοῦ σπέρματος τοῖς ἔχουσιν ἐκτὸς τοὺς 1. 2 ἠνεωγμένους libri 2 αἰεὶ Κ 3 πολλῶ K ταχυτέρως IK exspectas ἢ ἐπὶ τῶν ἐχόντων 5 λαυρότερα Κ 8 ἀναδεδιπλωμένους Κ: ἐπαναδιπλωμένους a 9 γὰρ post ἐν (8) ponunt Ka ἐπαναδεδίπλωσις IL ἔχουσι δὲ IL τὰ μὲν ἐντὸς IL τὰ δ᾿ ἐκτὸς IL καὶ τοῦ οὗ Κ καὶ τὸ οὗ a 16 καὶ αἱ ἐπαναδιπλώσεις Ka 17 ante σώζουσιν add. δὲ a 18 ἐκ τῆς Περὶ τὰ ζῷα ἱστορίας] Γ 1 19 οὐδὲν Ka 21 χεῖρες delevi αὐταὶ Κ 24 ἐγγὺς] ἐντὸς Ka 26 ante ὄρχεις add. οἱ I τούτων ἐκτὸς ILa 27 ὅ τι] ὃ Ka 28 post συμφύεται add. γὰρ Κ καὶ om. Ka 29 ἠνεωγμένα la 31 post πόρους add. ἐντὸς Ka 31. 32 ἐκφραγῆναι KLa 32 πεποίηκε Ka θηλὴν a ὄρχεις διά τε τὰς ἐπαναδιπλώσεις καὶ τὴν κατάψυξιν καὶ τὴν ἐκ ταύτης 7r τῶν πόρων πύκνωσιν.

Δέχονται δὲ οἱ ὄρχεις, τουτέστιν οἱ ἐν αὐτοῖς πόροι, καὶ ἐν τοῖς ὄρνισιν καὶ τοῖς ᾠοτόκοις τῶν τετραπόδων τὴν σ|περματικὴν περίττωσιν, ὥστε βραδυτέραν εἶναι τὴν ἔξοδον διὰ τἀς ἐπαναδιπλώσεις ἢ τοῖς ἰχθύσι, ταχυτέραν δὲ ἢ τοῖς ἀνθρώποις καὶ τοῖς ἵπποις, ταχυτέραν δὲ διὰ τὴν θερμότητα καὶ τὴν ἀπ’ αὐτῆς γινομένην τοῖς πόροις εὐρύτητα. ὅτι δὲ καὶ οἱ τῶν ὀρνίθων ὄρχεις δέχονται τὸ περίττωμα, ἐπὶ μὲν τῶν ἀλεκτρυόνων καὶ περιστερῶν καὶ τῶν ἄλλων τῶν κατὰ πᾶσαν ὥραν ἤγουν καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον καὶ θέρος ὀχευόντων καὶ πρὸς τούτῳ καὶ πολλάκις τῆς ἡμέρας οὐκ ἔστι δῆλον ἐπὶ τούτων· ἐπὶ δὲ τῶν ὀρνίθων, οἷον ἱεράκων, στρουθῶν, τῶν ἄλλων τῶν ἐν μιᾷ ὥρᾳ τοῦ ἔτους οἷον τῷ ἔαρι μόνον ὀχευόντων δῆλον γίνεται ὅτι δέχονται τὸ σπέρμα οἱ ὄρχεις [καὶ τῶν ὀρνίθων]· περὶ γὰρ τὸν καιρὸν τῆς ὀχείας πολλῷ μείζους ἔχουσι τοὺς ὄρχεις, ὡς πεπληρωμένων ὄντων ὑπὸ τοῦ σπέρματος· ὅταν δὲ ὁ χρόνος τῆς ὀχείας παρέλθῃ καὶ ἐκκενώσωσι τὸ σπέρμα, σχεδὸν ἄδηλοί εἰσιν. θᾶττον μὲν οὐν ὀχεύουσι τὰ ἐντὸς ἔχοντα τοὺς ὄρχεις διὰ τὴν θερμότητα· καὶ γὰρ καὶ τὰ ἐκτὸς ἔχοντα οὐ πρότερον ἀφίησι τὸ σπέρμα, πρὶν ἀνασπάσαι τοὺς ὄρχεις· κατὰ βραχὺ γὰρ θερμαινόμενοι ὑπὸ τῆς ἐν τῷ συνδυασμῷ γενομένης θερμότητος κουφότεροι γίνονται καὶ ἀνέρχονται. τότε δὲ ἤδη καὶ οἱ πόροι τέλεον ἀνοιχθέντες ἀφίενται τὸ σπέρμα.

Μετὰ ταῦτα λέγεται καὶ διὰ τί τὰ μὲν τετράποδα τὸ πρὸς τὸν συνδοασμὸν ὄργανον (τοῦτο δ’ ἐστὶ τὸ αἰδοῖον) ἔχουσιν, οἱ δὲ ὄρνιθες ἔχουσιν, οὐδὲ μὴν τὰ ἄποδα. λέγει οὖν μὴ ἔχε·.ν αὐτοὺς διὰ τὸ τῶν ὀρνίθων τὰ σκέλη ὑπὸ μέσην εἶναι τὴν γαστέρα, τοὺς δ᾿ ἰχθύας ὅλως εἶναι ἀσκελεῖς, τὴν δὲ τοῦ αἰδοίου φύσιν ἠρτῆσθαι ἐντεῦθεν, ἤτοι ἀπὸ τῶν σκελῶν, καὶ τὴν θέσιν ἐν τούτοις ἔχειν· ὥστε ἐπειδὴ ἤρτηνται τὰ αἰδοῖα ἀπὸ τῶν σκελῶν, ταῦτα δ’ ἔχουσιν οἱ ὄρνιθες ὑπὸ μέσην τὴν γαστέρα, εἴπερ εἶχον | αἰδοῖον, ὑπὸ μέσην ἂν εἶχον αὐτὸ τὴν γαστέρα· εἰ δὲ τοῦτο, οὐκ ἄν ἠδύναντο 7v συνδυάζεσθαι. πῶς γάρ; οἵτινες διὰ τῶν πόρων δι’ ὧν ἐξέρχεται τῆς ξηρᾶς τροφῆς περίττωσις συνδυαζόμενοι οὐδὲ οὕτω ῥαδίως συνδυάζονται ἀλλὰ πίπτουσι τὰ πλεῖστα ἐκ τῶν θηλειῶν μὴ ὀχεύσαντες· εἰ δὲ καὶ διὰ τῶν τοιούτων πόρων ὀχεύοντες δυσκολαίνουσι περὶ τὴν ὀχείαν, εἴπερ ὑπὸ μέσην εἶχον τὴν γαστέρα τὸ αἰδοῖον, οὐδαμῶς ἄν ἡδύναντο ὀχεύειν. ὅτι δὲ ἀναγκαῖόν ἐστι τὸ αἰδοῖον ἐκ τῶν σκελῶν ἠρτῆσθαι, σημεῖόν φησι τὸ γίνεσθαι τὴν τῶν σκελῶν σύντασιν ἐν τῇ ὁμιλίᾳ· τείνονται γὰρ τὰ σκέλη, 4 τὴν om. Κ 11 ἐπεὶ δὲ a 11. 12 ἱεράκων καὶ στρουθῶν IL 12 post στρουθῶν add. καὶ a μόνω Ka 13 ante σπέρμα add. σπόρημον (sic) a καὶ—ὀρνίθων (14) delevi 14 πολλοῦ KLa 16 παρέλθοι I 19 ἀνασπάσαι Arist. vulg.: ἀνασπάσει Ka ex ἀναπαύσει corn L: ἀναπαύσει Ι 20 γινομένης Ka κουφότερα Κ 21 δὲ] δὴ L οἱ—ἀνοιχθέντες] τῶν πόρων τέλος ἀνοιχθέντων Ka 28 οἱ om. IL 29 τούτω a 30 τόν πόρον δι’ ὃν IL1, sed corr. L2 31 ῥαδίως scripsi (sed cf. p, 18,3.5 n.): ῥᾴδιον libri 32 τὰς πλείστας ILa 36 σύστασιν IL1 καὶ μάλιστα πρὸς τῷ τέλει τῆς ὁμιλίας, ὥσπερ ἡ τοῦ τόξου νευρά, πρὸ 7v τῆς ὁμιλίας κεχαλασμένα ὄντα. εἰπὼν δὲ ὅτι τείνονται ἐν τῇ ὁμιλίᾳ τὰ σκέλη τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τό τε γὰρ ὄργανον νευρωδες καὶ ἡ τῶν σκελῶν φύσις νευρώδης· ὥστ’ ἐπεὶ τῆς αὐτῆς εἰσι φύσεως, ἀνάγκη συμπάσχειν ὑπ’ ἀλλήλων. τείνεται δὲ τὸ ὄργανον ἐν τῇ ὁμιλίᾳ· ἀνάγκη <ἄρα> καὶ τὰ σκέλη αὐτοῦ συντείνεσθαι τότε. ὥστ’ ἐπεὶ ἐνδέχεται τοὺς ὄρνιθας καὶ τοὺς ἰχθύας ἔχειν αἰδοῖον, τοὺς μὲν ὄρνιθας διὰ τὸ ὑπὸ μέσην ἔχειν τὴν γαστέρα τὰ σκέλη, τοὺς δ’ ἰχθύας διὰ τὸ ὅλως ἀσκελεῖς εἶναι, ἀνάγκη καὶ ὄρχεις ἡ μὴ ἔχειν ἢ μὴ ἐν τοῖς σκέλεσιν· ἡ γὰρ αὐτὴ θέσις ἀμφοτέρων αὐτῶν, τουτέστιν ἐν ᾧ κεῖται τὸ αἰδοῖον, ἐνταῦθα καὶ οἱ ὄρχεις. ἔχομεν οὖν καὶ ἄλλην αἰτίαν διὰ τί τὰ μὲν ἐκτὸς ἔχει τοὺς ὄρχεις τὰ δ’ ἐντὸς τὰ δ’ οὐδ’ ὅλως.

Τὸ δὲ ἔτι δὲ τοῖς γε τοὺς ὄρχεις ἔχουσιν ἔξω διὰ τῆς κινήσεως θερμαινομένου τοῦ αἰδοίου προέρχεται τὸ σπέρμα συναθροισθὲν δηλωτικόν ἐστι τοῦ πολλάκις ἡμῖν εἰρημένου· ἐλέγομεν γὰρ ὅτι ἐκτὸς ὄντων τῶν ὄρχεων καὶ κατεψυγμένων αὐτῶν τε καὶ τῶν πόρων, διὰ τῆς κινησεως θερμαινομένου τοῦ αἰδοίου καὶ κατὰ βραχὺ συναθροιζομένου τοῦ σπέρματος βραδεῖα γίνεται ἡ τούτου συνάθροισις. ἐπειδὰν οὖν πάλιν ἐξέλθῃ, πάλιν χρεία πλείονος χρόνου, ἵνα γένηται συνάθροισις, διὰ τὸ ἐκ πολλῆς εὐχρήστου τροφῆς ὀλίγον πάνυ συναθροίζεσθαι, ὡς ἐρεῖ ἐν τῷ παρόντι βιβλίῳ, ὅταν λέγῃ περὶ τῆς τοῦ σπέρματος φύσεως, τίς ἐστι καὶ πόθεν συνίσταται. οἱ δ’ ἰχθύες διὰ τὸ θερμοὺς ἔχειν τοὺς πόρους καὶ διὰ τὴν θερμότητα συνηγμένον καὶ ἕτοιμον τὸ σπέρμα ἢ δι’ ἀδυναμίαν τοῦ πέττειν (γίνεται γὰρ καὶ δι’ τὸ σπέρμα, ὁμοίως δὲ καὶ διὰ δύναμιν, ὡς ἐρεῖ, ὅτε περὶ τῆς φύσεως αὐτοῦ λέγει) ἔχοντες οὖν τὸ σπέρμα διὰ θερμότητα ἢ δι’ ἀδυναμίαν συνηγμένον καὶ ἕτοιμον ἅμα τῷ θίξαι τοῦ θήλεος ἐξέρχεται. αὐτὸς δὲ καὶ τὴν αἰτίαν ἅμα εἴρηκε τοῦ συνηγμένον ἔχειν καὶ ἕτοιμον τὸ σπέρμα καὶ πρὸ τῆς θίξεως· διὰ γὰρ τὸ μὴ δύνασθαι, φησίν, ἐνδιατρίβειν καὶ χρονοτριβεῖν ἐν τῷ συνδυασμῷ ἐν ὕδατι ὄντα μηδ’ ἐπιβαίνειν ἐπὶ τὰ πρανῆ τοῦ θήλεος ὥσπερ τὰ τετράποδα, ἔχουσι συνηγμένον καὶ οἱονεὶ προαποτεθησαυρισμένον τὸ σπέρμα καὶ ἅμα τῷ θίξαι προίενται αὐτό, ὥσπερ συμβέβηκε καὶ τοῖς ἐχίνοις· οὐδὲ οὗτοι γὰρ δύνανται ἐπιβαίνειν ἐπὶ τὰ πρανῆ διὰ τὸ ἀκανθῶδες αὐτῶν τῆς φύσεως. ὥστε εἰ δεῖ ταχεῖαν ἐπὶ τῶν ἰχθύων τὴν τοῦ σπέρματος ἔκκρισιν γίνεσθαι διὰ τὰ ῥηθέντα, οἱ δὲ ὄρχεις πρὸς τοῦτο ἐμποδίζουσιν, εἰκότως οὐκ ἔχουσιν ὄρχεις.

Ὅσα δὲ μὴ ἔχει ὄρχεις, διὰ τὸ μὴ εὖ ἀλλὰ τὸ ἀναγκαῖον 7v μόνον οὐκ ἔχει τοῦτο τὸ μόριον.

Δείξας ὅτι ὅσα ἔχει ὄρχεις οὐ διὰ τὸ ἀναγκαῖον ἔχει αὐτούς, ἀλλὰ διὰ τὸ βέλτιον, καὶ μεταξὺ εἰπὼν διὰ τί τὰ μὲν ἔχει ἐκτὸς αὐτοὺς τὰ δ’ ἐντὸς τὰ δ᾿ οὐδ᾿ ὅλως, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει τοὺς | ὄρχεις, καθάπερ 8r δέδεικται, διὰ τὸ εὖ, οὐδὲ ὅλως αὐτοὺς ἔχει· εἰ γὰρ εἶχε, διὰ τὸ εὖ ἂν εἶχεν, ἐπεὶ δὲ οὐ διὰ τὸ εὖ, παντελῶς ἀφῄρηται αὐτούς, καὶ ὄρχεις μὲν οὐκ ἔχει, μόνον δὲ τὸ ἀναγκαῖον, λέγων ἀναγκαῖον τοὺς φλεβώδεις πόρους δι’ ὧν ἔξεισι τὸ σπέρμα· τούτους γὰρ ἐξ ἀνάγκης ἔχει πάντα τὰ ἄρρενα· χωρὶς γὰρ τούτων ἀδύνατόν ἐστι γένεσιν γενέσθαι. ἔστι δὲ τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον· ὅσα δὲ μὴ ἔχει ὄρχεις διὰ τὸ μὴ εὖ, οὐκ ἔχει τοῦτο τὸ μόριον ἤτοι τοὺς ὄρχεις, ἀλλὰ τὸ ἀναγκαῖον μόνον ἤγουν τοὺς πόρους. οὐκ ἔχουσιν οὗν ὄρχεις τὰ τοιαῦτα τῶν ζῴων διὰ τὸ μὴ χώραν ἔχειν ἐν τούτοις τὸ εὖ καὶ πρὸς τούτοις διὰ τὸ ἀναγκαῖον εἶναι ταχεῖαν γίνεσθαι τὴν τοῦ σπέρματος ἔκκρισιν, ὥσπερ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὄφεων. ἀναγκαῖον δὲ ταχεῖαν ἐπὶ τῶν ἰχθύων γίνεσθαι τὴν ἀπόκρισιν, διότι ὥσπερ οἱ ἄνθρωποι καὶ τὰ λοιπὰ ἐν τῷ τέλει τῆς ὁμιλίας κατέχοντες τὸ πνεῦμα καὶ οὐκ ἀναπνέοντες οὕτω τὸ σπέρμα προίενται, ὥσπερ οὗν ἐπὶ τούτων, οὕτως ἀνάγκη γίνεσθαι καὶ ἐν τοῖς ἰχθύσι καὶ συγκλείειν τὰ τῶν βραγχίων ἐπικαλύμματα καὶ μὴ εἰσδέχεσθαι τὴν θάλατταν. συμβαίνει γάρ, ὡς ἐρεῖ ἐν τῷ Περὶ ἀναπνοῆς, τὸ ἀναπνεῖν τοὺς ἰχθύας εἰσδεχομένους τὴν θάλατταν, ὥσπερ καὶ ἡμεῖς τὸν ἀέρα· ὥσπερ γὰρ ὁ εἰσιὼν ἀὴρ ἐν τῇ ἀναπνοῇ καταψύχει τὸν πνεύμονα, οὕτω καὶ τὰ βράγχια, ἅπερ ἀναλογεῖ πνεύμονι, καταψύχει ἡ εἰσιοῦσα θάλασσα. ἐπεὶ οὖν, ὡς εἴρηται, ὥσπερ ἡμεῖς ἐν τῇ τοῦ σπέρματος προέσει κατέχομεν ἐντὸς τὸ πνεῦμα καὶ οὐκ ἀναπνέομεν, οὕτως ἀνάγκη καὶ τοὺς ἰχθύας τὴν θάλατταν — εἴπερ οὖν εἶχον ὄρχεις, βραδεῖα ἂν ἐγίνετο ἡ πρόεσις τῆς γονῆς, ὥσπερ καὶ ἐφ’ ἡμῖν· εἰ δὲ τοῦτο, ἀπεπνίγετο ἂν τὸ γένος αὐτῶν διὰ τὸ εὔφθαρτον εἶναι· οὐ γὰρ δύναται ἐπὶ πολὺν χρόνον κατέχειν τὸ ὕδωρ ἐντός, ὥσπερ ἡμεῖς τὸν ἀέρα, ἀλλ᾿ ὅσον ὡς εἰπεῖν τὰ βλέφαρα μῦσαι· πλείονα δὲ χρόνον εἴπερ κατάσχῃ, πνίγεται, ὥστε καὶ διὰ τοῦτο οὐ δέδονται τοῖς ἰχθύσιν ὄρχεις. οὐ δεῖ οὖν διὰ τὸ εὐφθάρτους εἶναι ἐν τῷ συνδυασμῷ συμπέττειν τὸ σπέρμα ὥσπερ τὰ πεζά, ἀλλ’ ὑπὸ τῆς ὥρας, λέγων ὥραν τὸ ἔαρ· τότε γὰρ οὗτοι συνδυάζονται. πεττόμενον οὖν ὑπὸ τῆς ὥρας διὰ τὸ εὔκρατον αὐτῆς ἔχουσιν αὐτὸ ἕτοιμον, καὶ ἅμα τῷ θίξαι προίενται, ὥστε οὐκ ἐν τῷ καιρῷ τῆς συνουσίας γίνεσθαι αὐτοῖς τὸ σπέρμα, ἀλλὰ προυπάρχειν· τοῖς πλείστοις δὲ τῶν ἀνθρώπων καὶ πᾶσι τοῖς ἔχουσιν ἐκτὸς τοὺς ὄρχεις ἐν 1 μὴ ἔχει, καθάπερ εἴρηται, διά τε τὸ μὴ εὑ Arist. ἀλλ’ ἀναγκαῖον Κ 4. 5 ἐκτὸς 19 συγκλύειν a 20 δέχεσθαι a 20. 21 ἐν τῷ Περὶ ἀναπνοῆς] c. 10 23 βράγχεια a 25 et 29 ἐκτὸς IKL 26 οὑν om. IL 30 μῦσθαι a κατάσχῃ] κατάχυ a 36 γίνεται Ka προυπάρχει KLa τῷ καιρῷ τῆς ὁμιλίας, ὡς ἐρεῖ καὶ δείξει, ὅτε περὶ τῆς φύσεως αὐτοῦ τίς 8r ἐστι καὶ γενέσεως λέγει. ἀλλὰ ·πῶς πρότερον λάβρους λέγοντες πρὸς συνουσίαν τοὺς ἰχθῦς νῦν εἴπομεν ὅτι ἐν τῷ ·ἔαρι μόνον συνδυάζονται; ἢ λάβροι λέγοντι, ὅτι κατὰ τὸ ἔαρ , ὅταν συνδυάζωνται, πάνυ πολλάκις τῆς ἡμέρας ἀλλήλων θιγγάνουσι. καὶ ὄρχεις μὲν οἱ ἰχθῦς οὐκ ἔχουσι, πόρους δὲ ἐξ ἀνάγκης, καὶ τούτους ἀπλοῦς καὶ εὐθεῖς καὶ οὐκ ἐπαναδεδιπλωμένους· οἱ γὰρ ἐν τοῖς ὄρχεσιν. πεφύκασιν ἐπαναδιπλοῦσθαι. ἔχουσι δέ, φησίν, ἁπλοῦς καὶ εὐθεῖς τοὺς πόρους, οἷον μικρὸν μόριον τοῖς τετράποσι καὶ τοῖς ἀνθρώποις ὑπάρχει περὶ τοὺς ὄρχεις. τοῖς γὰρ τετράποσι καὶ τοῖς ἀνθρώποις πρῶτον μέν εἰσιν οἱ πόροι εὐθεῖς ἄχρι τῶν ὄρχεων, ἐν δὲ τούτοις γίνεται ἐπαναδίπλωσις· εἶτα πάλιν τὸ ἀπὸ τῶν ὄρχεων εἰς τὸ αἰδοῖόν ἐμβάλλον εὐθύνεται βραχύτατον ὄν. οἷον οὖν ἐστι τὸ μικρὸν μόριον τῶν πόρων τὸ ἀπὸ τῶν ὄρχεων εἰς τὸ αἰδοῖον ἐμβάλλον (ἔστι δὲ ἁπλοῦν· καὶ εὐθύ) τοιοῦτός ἐστιν ὁ τῶν ἰχθύων ἅπας πόρος. σαφηνείας δὲ χάριν 8v ἔστω ὄρχις ὁ H Θ, πόρος δὲ ὁ Α Β Γ Δ Ε Ζ· ὁ μὲν οὖ Α Β, ὅστις ἐστὶ πρὸς τὸν ὄσχεον, εὐθύς ἐστι καὶ ἀπλοῦς, ὁ δὲ ΒΓ ΓΔ ΔΕ, ὅς ἐστιν ἐν τῷ ὄρχει, ἐπαναδεδιπλωμένος κείμενος καὶ ἑλικοειδῆ τὴν θέσιν ἔχων. ὁ δὲ E Z ἐστὶ τὸ μικρὸν μόριον τοὐ ὅλου τοῦ Α Β Γ Δ E Z [ὁ δὴ Δ E Z ἐστὶ τὸ μικρὸν μόριον]. τὸ εἰς τὸ αἰδοῖον εἰσερχόμενον εὐθὺ καὶ ἁπλοῦν. ἡ μὲν οὖν τοῦ πόρου θέσις τοιαύτη· ἡ δὲ ἐπαναδίπλωσις αὐτοῦ ἡ μὲν Β Γ Γ Δ ἔναιμός ἐστι, τουτέστι πλήρης αἵματος, ἡ δὲ Δ E ἄναιμος· οὐδαμῶς γάρ ἐστιν ἐν αὐτῇ αἷμα. τὸ μὲν οὖν αἷμα τὸ ἐν τῇ Β Γ Γ Δ ἐπαναδιπλώσει ὂν καὶ ἅμα ἐν τῷ καιρῷ τοῦ συνδυασμοῦ καὶ συναθροιζόμενον αὐτόθι καὶ συμπεττόμενον (ἔστι γὰρ τὸ σπέρμα, ὡς ἐρεῖ, τῆς ἐσχάτης καὶ εὐχρήστου τροφῆς, λέγων ἐσχάτην τροφὴν τὸ αἷμα) τὸ δὴ αἷμα τὸ ἐν τῇ Β Γ Δ ἐπαναδιπλώσει ἐν τῷ αὐτῷ καὶ ἑνὶ καιρῷ τοῦ συνδυασμοῦ καὶ συναθροιζόμενον καὶ συμπεττόμενον καὶ εἰς σπέρμα μεταβαλλόμενον καὶ γονὴν δέχεται ὁ Δ E πόρος ἄναιμος ὤν. καὶ ὥσπερ τὸ ἐν τῷ Β Γ Δ πόρῳ συναθροιζόμενον αἷμα κατὰ βραχὺ καὶ συναθροίζεται καὶ συμπέττεται, οὕτως καὶ ἐν τῷ Δ E τὸ ἤδη σπέρμα ὄν· ἡνίκα δὲ πληρωθῇ ὁ ΔΕ πόρος, διὰ τὸ βραχὺ τοῦ E Z πόρου ταχεῖα γίνεται ἡ ἀπόλυσις καὶ πρόεσις τῆς γονῆς.· ὥστε ἐν τῇ λέξει τῆς γὰρ ἐπανα- 1 ἐρεῖ] Β 4 αὐτῆς IL 2 λαύρους Κ, et sic constanter 3 ἰχθύας Ka μόνῳ Ka: μὲν I 4 ὅτε συνδυάζονται Ka 5 ἰχθύες Ka 6 καὶ οὐκ—εὐθεῖς (8) om. Κ 7 οἱ γὰρ ἐν scripsi: οὐ γὰρ ἐν IKL: ἐν γὰρ a πέφυκας a: προσπεφύκασιν IL: fort. πόροι πεφύκασιν 8 μόριον om. IL 15 ὄρχεις La Η om. IL ὁ post δὲ om. Ka οὑν om. L 16 πρὸς τὸν ὄσεχ I: πρὸς τὸν ὄρχεα L: πρὸ τοῦ ὄρχεως Ka Γ et Δ semel habet Κ ὅς ἐστιν] ἐστὶν ὁ Ka 18. 19 ὁ δὲ—μόριον delevi 18. 19 ὁ δὲ ἐς Κ 19 ante εὐθὺ add. καὶ Κ 21 ἡ aute μὲν in ras. II litt. 22 ἐν αὐτῶ IL τὸ ἐν τῶ IL 23 et 26 ἐπαναδίπλωσις I 25 ἐσχάτου Κ 26 δὴ] γοῦν Κ 27. 28 μεταβάλλον Ka 28 ὁ δεζ πόρος Κ τὸ om. IL 29 βγδε IKL 30 ΔΕ] εζ Κ 31 πληρωθεῖ a ταχεῖα] βραχεῖ IL διπλώσεως τοῦ πόρου ὁ γάρ σύνδεσμος κατασκευαστικός ἐστι τοῦ τίνος 8v ἕνεκα βραχύς ἐστιν ὁ E Z πόρος. ἕτερον δὲ μόριον ἐπαναδιπλώσεως καὶ εὐθὺ λέγει τὸν Δ E προσνοουμένου καὶ τοῦ E Z.

Οἱ μὲν οὖν ἰχθύες οὐκ ἔχουσιν ὄρχεις διὰ τὰ εἰρημένα, οἱ δὲ ὄφεις δι’ ἃς λέγει αἰτίας. πρότερον δὲ προδιοριστέον τινὰ πρὸς σαφήνειαν ὧν μέλλει λέγειν. εἴρηται ἐν μὲν τοῖς Μετεώροις ὅτι πᾶν τὸ πρότερον θερμανθὲν…

The complete text is available when the reading interface loads.