The Greek Library Author

John Philoponus

in Aristotelis de Anima libros commentaria

Author namesJean Philopon · Jean Philoponos · John Philoponus · Joannes Philoponus

Scientific editors
Michael Hayduck
Edition reference
Ioannis Philoponi in Aristotelis de anima libros commentaria · Berlin · Reimer · 1897
CTS identifier
urn:cts:greekLit:tlg4015.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΙΩΑΝΝΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΕΙΣ THN ΠΕΡΙ ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ EK ΤΩΝ ΣΥΝΟΡΣΙΩΝ ΑΜΜΩΝΙΟΥ TOT EPMEIOT META ΤΙΝΩΝ ΙΔΙΩΝ ΕΠΙΣΤΑΣΕΩΝ

ΠΡΟΟΙΜΙΟΝ

Μέλλοντας ἡμᾶς τῶν περὶ ψυχῆς ἀκροᾶσθαι λόγων ἀναγκαῖον εἰπεῖν πρότερον περὶ τῶν δυνάμεων τῆς ψυχῆς, ποσαχῶς τε διαιροῦνται καὶ ποίας ἑκάστη τῆς ὀνομασίας τετύχηκεν, εἶτα πόσαι τῶν ἀρχαιοτέρων περὶ αὐτῶν δόξαι γεγόνασιν, καὶ ἐπὶ τούτοις τὴν ἀληθῆ περὶ αὐτῶν δόξαν ἐκ διαιρέσεως ἀφορίσασθαι. πρῶτον μὲν αἱ ψυχικαὶ δυνάμεις τὴν εἰς δύο διαίρεσιν ἐπιδέχονται· αἱ μὲν γὰρ αὐτῶν εἰσι λογικαί, αἱ δὲ ἄλογοι. ἑκατέρα δὲ τούτων τῶν δυνάμεων διχῇ πάλιν διαιρεῖται· τῶν γὰρ λογικῶν δυνάμεων αἱ μέν εἰσιν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί· ὁμοίως δὲ καὶ αἱ ἄλογοι. πάλιν δὲ αἱ λογικαί τε καὶ γνωστικαὶ τῆς ψυχῆς δύνα. μεὶς διαιροῦνται τριχῇ· ἡ μὲν γάρ τίς ἐστι δόξα, ἡ δὲ διάνοια, ἡ δὲ νοῦς. ἡ μὲν οὖν δόξα καταγίνεται περὶ τὸ καθόλου τὸ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ γινώσκει. οἶδε γὰρ ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, καὶ ὅτι πᾶς ἄνθρωπος δίπους. ἔτι γε μὴν καὶ τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ συμπεράσματα. οἶδε γὰρ ὅτι ἡ ψυχὴ ἀθάνατος, διὰ τί δὲ ἀθάνατος, οὐκέτι οἶδεν· διανοίας γὰρ τοῦτο ἔργον, δόξης δὲ τὸ ὅτι μόνον εἰδέναι. ὅθεν καὶ καλῶς ὁρίζεται αὐτὴν ἐν τῷ Σοφιστῇ διαλόγῳ ὁ Ἐλεάτης ξένος διανοίας ἀποτελεύτησιν. τῆς γὰρ διανοίας συλλογισαμένης 1 Tit. ἰωάννου — ἐπιστάσεων (3) D: post Ἀλεξανδρέως add. τοῦ Φιλοπόνου t 9 incipiunt excerpta PselJi q. d. de anima (Migne P. G. t. 122 p. 1030 sqq.) de quibus cf. Praefationis Supplem. 12 δυνάμεων D: om. t 13 δὲ (ante καὶ) D: διαιροῦνται Pal. t τε D: om. t 16 τοῦτο— γινώσκει om. Pal. Suid. v. Δόξα οἶδε γὰρ Pal. t Suid.: οἶδεν D καὶ ὅτι Pal. t Suid.: οἶδεν ὅτι D 18 οἶδε γὰρ Dt: οἷον Pal. Suid. 19 post δέ ἀθάνατος add. ἡ ψυχή t οὐκέτι — ἔργον D: οὐκ οἶδεν ἡ δόξα ὅτι διανοίας ἔργον ἐστὶ τοῦτο t 20 post εἰδέναι add. ὥστε δόξα ἐστὶ τό τε γινῶσκον τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου καὶ τῶν διανοητῶν τὰ συμπεράσματα t, eademque Pal. Suid., praeterquam quod habent δοξαστά ἐστι τό τε ἐν τοῖς κτλ. αὐτὴν D : τὴν δόξαν t ἐν τῷ Σοφιστῇ] Plato Soph. p. 264 Α 21 ante ἀποτελεύτησιν add. λέγων t ὅτι ἀθάνατος ἡ ψυχή, λαβοῦσα ἡ δόξα τὸ συμπέρασμα τοῦτο μόνον οἶδεν a 1r ὅτι ἀθάνατος. διανοίας γὰρ ἔργον τὸ οἱονεὶ ὁδόν τινα διανύειν μεταβαίνουσαν ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, ὅθεν ἔσχε καὶ τοὔνομα. οἷον πόθεν ὅτι ἡ ψυχὴ ἀθάνατος ζητεῖ ἡ διάνοια· εἶτα ἐκ τῶν σαφεστέρων ἀρξαμένη διαβαίνει ἐπὶ τὸ ζητούμενον λέγουσα ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον καὶ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. τοῦ δὲ νοῦ ἔργον τὸ ἁπλαῖς ἐπιβολαῖς κρειττόνως ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ γὰρ ἡ αἴσθησις προσβάλλουσα τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρειττόνως ἢ κατὰ ἀπόδειξιν τοῦτο γινώσκει οὐ γὰρ δεῖται συλλογισμοῦ, ὅτι τόδε ἐστὶ λευκόν, ἀλλὰ ἁπλῆ ἐπιβολῇ τοῦτο γινώσκει), οὕτω καὶ ὁ νοῦς ἁπλῇ ἐπιβολῇ γινώσκει τὰ νοητὰ κρειττόνως ἢ κατὰ ἀπόδειξιν. αὕτη δὲ ἡ τοῦ νοῦ ἐνέργεια μόνοις παραγίνεται τοῖς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης ἀφιγμένοις, τοῖς διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. ὅθεν περὶ τούτου λέγων ὁ Πλωτῖνός φησιν ὅτι “ὅστις δὲ ἐνήργησεν, οὗτος οἶδεν ὃ λέγω, ἅτε δὴ τῆς τοιαύτης καταστάσεως μηδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης,” καταγίνεται οὖν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἅπερ ὁ Τίμαιος ὁριζόμενος ἕλεγεν εἶναι νοήσει μετὰ λόγου περιληπτά , ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά, ἅπερ καὶ αὐτὰ τὰ δοξαστὰ λέγων ὁ Τίμαιός φησιν εἶναι δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, ἐσχάτην δὲ ἡ δόξα, μέσην δὲ ἡ διάνοια, ἥτις καὶ μάλιστα οἰκεία ἐστὶ τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἐπειδὴ καἰ αὕτη τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει. καὶ διὰ ταύτης, λέγω δὴ τῆς διανοίας, ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶν ἡ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφός ἐστι καὶ σύμφυλος τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀύλων ἀνάγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν, καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν κἀκεῖ φαντάζεται. ὃ καὶ ὁ Πλάτων’ ἐν τῷ Φαίδωνι λέγει ὅτι τοῦτό ἐστι τὸ χαλεπώτατον 2 διανοίας — οἱονεὶ D: διάνοια δέ ἐστι τὸ οἷον t 3 ὅθεν— τοὔνομα D: ἐξ οὐ καὶ τὴν κλῆσιν εἵλκυσεν Pal. t 6 post ἀθάνατος add. καὶ τῆς μὲν διανοίας ἔργον τοῦτο t 7 ἐπιβολαῖς D: προσβολαῖς Pal. t κρειττόνως D: καὶ κρεῖττον Pal. t 8 προσβάλ- λουσα Dt: προσβαλοῦσα Suid. v. Νοῦς: προσλαβοῦσα Pal. post προσβάλλουσα add. τυχὸν t 9 et 1 1 κρειττόνως D : κρεῖττον t 9 τοῦτο γινώσκει D : αὐτοῦ τὴν πω σιν ἔων t 10 post δεῖται add. πρὸς ταῦτα t 11 νοητὰ] διανοητὰ ’ 12 αὕτη δὲ ἡ D: ἡ δέ γε t post ἐνέργεια add. ἐκείνοις t τοῖς D: οἶς t 13 ἀφιγμένοις τοῖς D: γέγονεν ἀφικέσθαι καὶ t lb. IG Πλωτῖνος] nescio quo loco, sed cf. Enn. V, 3,14. 17 VI, 7,35. 36 18 οὖν D: τοίνυν t ὁ Τίμαιος] Plato Tim. p. 28 A 20 ὁ Τίμαιος] Plato Tim. ibid. 22 ἔχει D: ἐπέχει t 23 μάλιστα — ἡμετέρᾳ D: προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ Pal. t αὕτη scripsi: αὐτὴ libri 23. 24 μέσην ἐν D Suid.: post μέσην add. τὴν t 24 δὴ scripsi: δὲ Dt: om. Pal. 25 ἡ τελειότης D: ἡ om. Pal. t 27 τῶν συνεθισμῶν D 28 ἀνάγειν Dt: ἄγειν Suid. 29 αἰ- σθητῶν Dt: νοητῶν Pal. Suid. κἀκεῖ D Pal. t: κἀκείνων Suid. δ D: ὡς Pal. t 30 ὁ Πλάτων ἐν τῷ Φαίδωνι] Phaed. p, 66 D τό om. t τῶν ἐν ἡμῖν, ὅτι ὅταν καὶ σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος a 1r μικρὸν ἀγάγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα ὅτι σῶμά ἐστι 40 τὸ θεῖον, καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ a 1r ἀσχηματίστως περὶ τοῦ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων. τοιαῦτα δέ ἐστι τὰ διανοητά, οἷά ἐστιν ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία, ἔτι δὲ καὶ τὰ μαθηματικά, ἅτινα, τὰ μαθήματα λέγω, τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν, ἵν συνεθισθεῖσα ἐν τούτοις ἐνεργεῖν ἀύλως ὁδῷ προελθοῦσα καὶ ἐπὶ τὰ παντελῶς χωριστὰ τῆς ὕλης, λέγω τὰ θεῖα, χωρήσῃ. ὅθεν καὶ ὁ Πλωτῖνος ἀγέσθωσαν οἱ νέοι, φησί, διὰ τῶν μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως᾿. εἰ δέ ποτε ἡ διάνοια συλλογίζεται καὶ περὶ τῶν νοητῶν, ἀλλ’ οὐ καθ’ αὑτήν, ἀλλὰ τῷ νῷ συμπλακεῖσα, ὧμπερ καὶ ἐπὶ τῶν αἰσθητῶν συλλογίζεται συμπλακεῖσα τῇ φαντασίᾳ. τούτου τοίνυν τοῦ νοῦ εἰ καὶ μὴ μετέχομεν οἱ πολλοί, ἀλλ’ οὖν ἴχνη τινὰ καὶ ἰνδάλματα διαβέβηκεν καὶ εἰς ἡμᾶς· ταῦτα δέ ἐστιν αἱ κοιναὶ ἔννοιαι, ἃς ἀναποδείκτως, μᾶλλον δὲ κρειττόνως ἢ κατὰ ἀπόδειξιν πάντες γινώσκομεν, οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, ὅτι ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα γίνεται, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατά. φάσις ἢ ἡ ἀπόφασις, ὅτι πάντα τοῦ ἀγαθοῦ ἐφίεται, καὶ ὅσα τοιαῦτα. πρὸς γὰρ τὴν τούτων πίστιν κατασκευῆς οὐ δεόμεθα, ἀλλὰ κατὰ πρώτην ἐπιβολὴν κρεῖττον ἢ κατὰ ἀπόδειξιν ταῦτα γινώσκομεν. αὗται οὖν, ὡς εἴπομεν, αἱ κοιναὶ ἔννοιαι αἱ διὰ πάντων χωροῦσαι ἰνδάλματα τοῦ νοῦ ἐναργῶς εἰσιν. περὶ τούτου καὶ ἐν τοῖς ’ Αποδεικτικοῖς ὁ Ἀριστοτέλης πρὸς τοὺς νομίζοντας μὴ εἶναι ἐπιστήμην ἔλεγεν, ὅτι οὐ μόνον ἐπιστήμην εἶναι λέγομεν, ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης , ἡ τοὺς ὅρους γινώσκομεν, ὅρους λέγων ἤτοι τὰς κοινὰς ἐννοίας καὶ τοὺς ἐν τοῖς συλλογισμοῖς ὅρους δεῖ γὰρ πάντα συλλογισμὸν ἀπὸ κοινῶν ἐννοιῶν ἔχειν τὴν ἀρχήν, αἵτινες, ὡς εἴπομεν, ἀπὸ τοῦ νοῦ καὶ πρὸς ἡμᾶς φοιτῶσιν· ἀναποδείκτως γὰρ ἴσμεν ὅτι τόδε τι ἄνθρωπός ἐστιν ἢ ψυχὴ ἤ τι τοιοῦτον), ἢ τὰ νοητὰ ὅρους φησὶ ὡς πέρατα τῶν ὄντων· ὅρος γάρ ἐστιν, ὥς φησιν ὁ γεωμέτρης, ὅ τινός ἐστι πέρας. ἀρχὴν οὖν ἐπιστήμης φησὶ τὸν νοῦν εἶναι· δι’ αὐτοῦ γὰρ ἔχομεν 1 περιελκόντων σωμάτων D, sed corr. in mrg. περὶ ὁλκῶν τοῦ σώματος D 1 2 μικρὸν D Pal.: μικρῶν t 4 καὶ μέγεθος ἔχει καὶ σχῆμα Pal. t: μέγεθος ἔχει, σχῆμα ἔχει D .5 τοῦ θεοῦ D Pal. t: τοῦ oin. Suid. 6 ἑαυτῆς D Pal.: αὐτῆς t 7 περὶ D Suid.: πὼς Pal.: πῶς t 8 ἔτι τε D 9 τὰ μαθήματα λέγω D: om. Pal. Suid. t 11 παντελῶς D Pal.: παντελῆ t 12 Πλωτῖνος] Enn. I 33 13 φύσεως D Pal. t: πίστεως Plotia. 15 ἐπὶ D: περὶ Pal. t 16 τοίνυν Pal. t: om. D οὖν D: om. Pal. t 17 καὶ εἰς D: καὶ om. Pal. t 18 κρειτ- τόνως D: κρεῖττον Pal. t 24 ἔννοιαι αἱ διὰ Suid. v. Κοιναὶ ἕννοιαι: αἱ om. D Pal. t 25 ἐναργῶς εἰσιν D : εἰσιν ἐναργῶς Pal. t post ἐναργῶς εἰσιν add. διὸ καὶ ἀρχὴν ἐπιστήμης τὸν νοῦν καλοῦσιν, ᾧτινι τὰ νοητὰ γινώσκομεν Pal. Suid. t: om. D ἐν τοῖς Ἀποδεικτικοῖς] Anal. post. Α3 p. 72b 23 τὰς κοινὰς ἐννοίας, ὅθεν ἡ διάνοια ὡς ἀπὸ ἀρχῶν τὰς ἐπιστημονικὰς ἀπδείξεις a 1v ποιεῖται· ἤγουν ὅρους λέγει τὰ νοητά· καὶ γὰρ αὐτὰ ἔσχατά ἐστι τῶν ὄντων. λέγομεν οὖν, φησίν, εἶναι τὸν νοῦν, ὃν ἀρχὴν ἐπιστήμης ἐκάλεσεν, ᾧτινι τὰ νοητὰ γινώσκομεν· ταῦτα γὰρ ὅροι ὡς πέρατα. ἄξιον δὲ ζητῆσαι, ἐπειδὴ ἐλέγομεν τὴν δόξαν τὸ μὲν ὅτι εἰδέναι, τὸ δὲ διότι ἀγνοεῖν, ἐλέγομεν δὲ καὶ τὸ καθόλου ἐν τοῖς αἰσθητοῖς εἰδέναι, ἔτι γε μὴν καὶ τῶν διανοητῶν τὰ συμπεράσματα, πόθεν τῇ δόξῃ ἡ γνῶσις τοῦ καθόλου ἐν τοῖς αἰσθητοῖς. τίνος γὰρ ἀποδείξαντος ὅτι πᾶς ἄνθρωπος δίπους λαβοῦσα τοῦτο τὸ συμπέρασμα ἔχει παρ’ ἑαυτῇ, ὥσπερ ἐπὶ τῶν διανοητῶν τῆς διανοίας ἀποδειξάσης ὅτι ἡ ψυχὴ ἀθάνατος τὸ συμπέρασμα λαβοῦσα ἡ δόξα κα- τέχει; οὔτε γὰρ ἡ διάνοια τοῦτο ἀπέδειξε, λέγω δὴ ὅτι πᾶς ἄνθρωπος δίπους ἢ πᾶς ἵππος χρεμετιστικὸς ἢ ὅσα τοιαῦτα· οὐ γὰρ δυνατὸν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστώσασθαι. οὐ γὰρ ἐπειδὴ Ξανθὸς καὶ Βαλίος τετράπους καὶ οἱ ἐν τῷδε καὶ τῷδε τυ τόπῳ ἵπποι, ἤδη δυνατὸν λέγειν ὅτι καὶ πάντες, οὐδ’ ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ Αἰθίοψ μέλας, ἤδη δῆλον ὅτι καὶ πᾶς Αἰθίοψ μέλας. ὅτι μὲν οὖν ἡ διάνοια τὸ αἰσθητὸν οὐκ ἀποδείκνυσι δῆλον· ὅτι δὲ οὔτε ἡ φαντασία οὔτε ἡ αἴσθησις, καὶ τοῦτο πρόδηλον, καὶ ὅταν περὶ αὐτῶν λέγωμεν, ἔτι πολλῷ μᾶλλον φανερὸν ἔσται· ἑκάστη γὰρ τούτων μερικόν τι γινώσκει. πόθεν οὖν τῇ δόξῃ τὸ καθόλου τῶν αἰσθητῶν γινώσκειν ; λέγομεν οὖν ὅτι μάλιστα μέν πὼς δυνατὸν τὴν διάνοιαν καὶ τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου συλλογίσασθαι, ὥσπερ ἐποίησεν ὁ Ἀριστοτέλης ἐπὶ τῶν ἄστρων, βουλόμενος δεῖξαι ὅτι σφαιρικά, πιστωσάμενος τοῦτο ἀπὸ ἑνὸς τῆς σελήνης· εἰ γὰρ ἐπὶ τῶν ὁμοουσίων ὃ ἐφ’ ἑνός, ἀνάγκη καὶ ἐπὶ πάντων εἶναι, ὁμοούσια δὲ πάντα τὰ ἄστρα, δέδεικται δὲ ὅτι ἡ σελήνη σφαιρική, δῆλον ὅτι καὶ τὰ ἄλλα σφαιρικὰ ἔσται. καὶ καπνόν τις ἑωρακὼς συλλογίζεται ὅτι καὶ πῦρ ὑπάρχει ἐν τῷ τόπῳ οὕτως· ἐν τῷ τόπῳ τούτῳ καπνός ἐστι· πᾶς καπνὸς ἐκ πυρός ἐστιν· ἐν τῷ τόπῳ ἄρα τούτῳ πῦρ ἐστιν. ἴσως μὲν οὖν, ὅπερ εἶπον, δυνατὸν καὶ περί τινων αἰσθητῶν συλλογίζεσθαι τὸ καθόλου, εἰ καὶ μὴ ἐπὶ πάντων· πλὴν λέγω ὅτι ἔχει ἡ λογικὴ ψυχὴ συνουσιωμένους τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτῇ, διὰ δὲ τὸ καταδεδυκέναι ἐν τῇ ὕλῃ οἷον ἐγκατεχώσθησαν, ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν 2 ὅρους t: ὅρον D 9 inter συμπέρασμα et ἔχει supra lin. add. ἡ δόξα D παρ’ ἑαυτῇ D: πᾶν ἑαυτῇ t 18 πολλῷ μᾶλλον hue transposuit Diels: post αἴσθησις (17) habent libri 19 τῇ δόξῃ D: ἡ δόξα Pal. t 20 γινώσκειν D: ἐπιγινώσκειν Pal. t λέγομεν οὖν D: καὶ λέγομεν Pal. t μέν πὼς D D: μέν Pal. t 22 ὁ Ἀριστοτέλης] de caelo Β 11 p. 29 1b 17 sqq. βουλόμενος — εἶναι (24) D: βουλόμενος γὰρ ὅτι σφαιρικὰ δεῖξαι πιστοῦται τοῦτο δι’ ἑνὸς τῆς σελήνης. φησὶ γὰρ ὅτι ἐπὶ τῶν ὁμοουσίων, ὡς ἐφ’ ἑνὸς ἔχει, οὕτωκαὶ καὶ ἐπὶ πάντων ἀνάγκη εἶναι t 25 ἡ σελήνη D: ἡ om. t 26 ἑωρακὼς συλλογίζεται omisso τις D: τις ἰδὼν συλλογίζεται Pal.: ἑωρακόσι συλλογίσασθαι ἔξεστι t 26. 27 ἐν τῷ τόπω D: ἐν ᾧ ὁ καπνός ἐστιν add. t 29 αἰσθητῶν D Pal. Suid.: μερικῶν t συλλογίζεσθαι D Pal.: συλλογίσασθαι t 31. 32 οἷον ἐγκατεχώσθησαν scripsi: : οἱονεὶ κατεχώσθησαν Dt: οἷον ἐγκατεχώσθη Pal.: οἷον ἐγκαταχωσθεῖσα Suid, 32 κρυπτόμενος σπινθήρ D: ante σπινθὴρ add. ἐστιν ὁ t τις μικρὸν τὴν τέφραν ’ρᾶν διορύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ a 1 v διορύξας τὸν σπινθῆρα ἐποίησεν, ἀλλὰ μόνον τὰ ἐμποδίζοντα ἔπαυσεν, τοῦτον τὸν τρόπον καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων. οὕτω καὶ τοὺς διδασκάλους φασὶ μὴ τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν οὖσαν ἐν ἡμῖν καὶ οἷον κρυπτομένην ἐκφαίνειν· ἐπεὶ εἰ μὴ ἦσαν ἐν ἡμῖν οἱ τῶν ὄντων λόγοι, διὰ τί συναισθόμεθα, ὅταν τις παρὰ τὴν τῶν πραγμάτων φύσιν διαλέγηται; οἷον δύο τινῶν περὶ ψυχῆς διαλεγομένων τοῦ μὲν καταψηφιζόμεθα καὶ ἐλέγχομεν αὐτὸν μὴ συμφώνως τῇ τῶν πραγμάτων φύσει διαλεγόμενον, τῷ δὲ συντιθέμεθα καὶ λέγομεν μᾶλλον ἀληθεύειν· πρὸς τί οὗν παραβάλλοντες τὰ παρ’ ἐκείνων λεγόμενα λέγομεν τὸν μὲν ἀληθεύειν, τὸν δὲ μή, εἰ μηδεὶς ἦν τῶν πραγμάτων παρ’ ἡμῖν λόγος; ἢ δῆλον ὅτι πρὸς τὰς παρ’ ἡμῖν κρυπτομένας περὶ αὐτῶν ἐννοίαι ὑπὸ τῶν προσδιαλεγομένων ἐρεθιζομένας παραβάλλοντες ἢ ἀληθεύειν αὐτοὺς ἢ ψεύδεσθαι λέγομεν. οὕτως οὖν καὶ τὴν δόξαν | λέγω a 2r τῆς αἰσθήσεως μαθούσης ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα δίπους, ἐρεθισθεῖσαν ὑπ’ αὐτῆς ἀναμνησθῆναι ὅτι καὶ πᾶν τὸ ὁμοφυὲς δίπουν)· μᾶλλον δὲ προσφυέστερον εἰπεῖν καὶ ταῦτα κοινὰς έννοίας καὶ τοῦ νοῦ ἀποσκιάσματα· πᾶν γὰρ ὅπερ ἴσμεν κρειττόνως ἢ κατὰ ἀπόδειξιν , ταῦτα κατὰ κοινὴν ἔννοιαν ἴσμεν. ἃ δὲ δείξεως δεῖται εἰς τὸ γνωσθῆναι ὑφ’ ἡμῶν, τούτων τὰ συμπεράσματα χωρὶς ἀποδείξεως ἔργον ἐστὶ τῆς δόξης εἰδέναι. οἷον οἶδεν ἄνευ λόγου ὅτι ἡ ψυχὴ ἀθάνατος, διότι ἡ τούτου γνῶσις μετὰ ἀποδείξεως ἐστι, καὶ οὐ κρειττόνως ἢ κατὰ ἀπόδειξιν, ὥσπερ ἄνευ ἀποδείξεως ἴσμεν ὅτι πᾶς ἄνθρωπος γελαστικόν.

Αἱ μὲν οὖν τῶν λογικῶν γνωστικαὶ δυνάμεις διῃρημέναι· πρακτικαὶ 27 δ’ εἰσὶ βούλησις καὶ προαίρεσις. καὶ ἡ μὲν βούλησις μόνου ἐστὶ τοῦ ἀγαθοῦ, ἡ δὲ προαίρεσις ἐπαμφοτερίζει. καὶ ἡ μὲν βούλησις αὐτῆς καθ’ αὑτήν ἐστι τῆς λογικῆς ψυχῆς, ἡ δὲ προαίρεσις τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ. ὅτε γάρ ἐστιν ἔξω τῆς γενέσεως ἡ ψυχή, κατὰ βούλησιν μόνην ἐνεργεῖ· ἐν μόνῳ γάρ ἐστι τῷ ἀγαθῷ * ὅταν δὲ γένηται ἐν τῇ γενέσει, ἐπειδὴ συμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμεις δι’ ἃς ἐροῦμεν αἰτίας, τότε τῇ ἐπιπλοκῇ τῆς ἀλόγου ἴσχει τὴν προαίρεσιν, διότι ποτὲ μὲν πρὸς τῆς ἀλογίας, ποτὲ δὲ πρὸς τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται μὲν οὖν αἱ λογικαὶ τῆς ψυχῆς δυνάμεις.

Τῶν δὲ ἀλόγων τῆς ψυχῆς δυνάμεων αἱ μέν εἰσι γνωστικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί· καὶ γνωστικαὶ μὲν φαντασία καὶ αἴσθησις. διαφέρουσι δὲ ἀλλήλων αὗται, ὅτι ἡ μὲν αἴσθησις πρὸς τὸ ἐκτὸς ἀποτείνεται, ἡ δὲ φαντα- σία ἔνδον ἔχει τὴν γνῶσιν. ἡ μὲν γὰρ αἴσθησις τὸ παρὸν μόνον καὶ οὗ ἀντιλαμβάνεται ἔξωθεν τοῦτο οἶδεν, ἡ δὲ φαντασία παρὰ τῆς αἰσθήσεως λαβοῦσα 10 6 συναισθόμεθα D: συνεσόμεθα t 11 μηδεὶς D Pal.: μὴ t 13 αὐτῶν D: ψυχῆς t 15 αἰσθήσεως μαθούσης Pal.: post αἰσθήσεως add. ὡς Dt 16 πᾶν τὸ ὁμοφυὲς δίπουν Pal.: πᾶς δίπους Dt 17. 18 πᾶν γὰρ ὅπερ D Pal.: πάντα γὰρ ἅπερ t 18 ταῦτα] fort. τοῦτο 21 τούτου D: τούτων t 24 Αἱ μὲν οὖν —ψυχῆς δυνάμεις (33) post ἄλογοι δυνάμεις (p. 6,25) exhibent Dt: rectum ordiiiem servavit Pal. τοὺς τύπους τῶν αἰσθητῶν ἐν ἑαυτῇ τούτους ἀναπλάττει· ὅθεν καὶ παθητικὸν a 2r νοῦν αὐτὴν καλεῖ ὁ Ἀριστοτέλης, νοῦν μὲν ὡς ἔνδον ἔχουσαν τὸ γνωστὸν καὶ ἁπλῇ προσβολῇ, ὥσπερ ἐκεῖνος, ἐπιβάλλουσαν καὶ οὐ διὰ κατασκευῆς, παθητικὸν δὲ διότι μετὰ τύπων καὶ οὐκ ἀσχηματίστως γινώσκει. ἐκλήθη δὲ φαντασία οἱονεὶ φαοστασία τις οὖσα· φαντασία γάρ ἐστιν ἡ τῶν φανθέντων στάσις· ἵστησι γὰρ ἐν ἑαυτῇ τὰ ἔξω φανέντα. ἑκατέρα δὲ αὐτῶν περὶ μερικὸν ἀποτείνεται· τόδε γὰρ τὸ λευκὸν οἶδεν, οὐ μὴν πᾶν λευκόν. διαφέρουσι δὲ τῷ τὴν μὲν τὸ ἔξω τὴν δὲ τὸ ἐντὸς εἰδέναι· καὶ ἡ μὲν φαντασία τῶν πέντε αἰσθήσεων δέχεται τοὺς τύπους, ἑκάστη δὲ τῶν αἰσθήσεων μόνον γινώσκει τὸ διιὸν αἰσθητόν.

Τῶν δὲ ὀρεκτικῶν καὶ ζωτικῶν ἡ μέν ἐστι θυμός, ἡ δὲ ἐπιθυμία. ζητήσειε δ’ ἄν τις πῶς λέγομεν ἀντιδιαστέλλεσθαι τὴν ἐπιθυμίαν πρὸς τὸν θυμόν. τί γάρ; οὐχὶ καὶ ὁ θυμὸς ἐπιθυμεῖ τοῦ ἀντιλυπῆσαι τὸν προλυπήσαντα; τί δέ; οὐχὶ καὶ ὁ λόγος ἐπιθυμεῖ τῶν μαθημάτων καὶ τῶν θεωρημάτων; λέγω οὖν πρὸς τοῦτο ὅτι ἔστιν ἡ ἐπιθυμία καὶ κοινότερον λεγομένη καὶ ἰδικώτερον· ὥσπερ γὰρ ἡ διάθεσις λέγεται καὶ κοινῶς καὶ ἐπὶ τῆς ἕξεως, λέγεται δὲ καὶ ἰδικῶς ἡ ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν, οὕτω καὶ ἡ ἐπιθυμία λέγεται καὶ κοινῶς ἐπὶ πασῶν τῶν δυνάμεων τῆς ψυχῆς, λέγεται δὲ καὶ ἰδικώτερον ἡ ἀντιδιαστελλομένη πρὸς τὸν θυμόν. ἐπειδὴ γὰρ ἔπεμψεν ἡμὰς ἡ πρόνοια ἐνταῦθα κατακοσμήσοντας τὰ τῇδε, ἐπίστευσεν ἡμῖν τὸν κλῆρον τοῦτον ὃν βούλεται ἡμᾶς σώζειν· καὶ ἵνα τοῦτο ὦ ποιῶμεν, ἐπειδὴ πολλὰ τὰ λυμαινόμενα τὸν κλῆρον τοῦτον, ἔστι δὲ καὶ ῥευστὸς τὴν φύσιν καὶ φθαρτός, δέδωκεν ἡμῖν θυμὸν καὶ ἐπιθυμίαν, ἵνα τῷ μὲν τὰ λυμαινόμενα ἀποσοβῶμεν, τῆ δὲ τὸ ἀπορρέον ἀνυφαίνωμεν. αὗται μὲν οὖν αἱ τῆς ψυχῆς λογικαί τε καὶ ἄλογοι δυνάμεις.

Παρὰ δὲ ταύτας εἰσὶν αἱ φυτικαὶ καλούμεναι· αὗται δέ εἰσι τρεῖς, θρεπτικὴ αὐξητικὴ γεννητική. φυτικαὶ δὲ καλοῦνται, διότι αὗται μόναι ἐν τοῖς φυτοῖς ὁρῶνται· καὶ γὰρ τρέφονται ἀρδευόμενα καὶ κοπριζόμενα καὶ αὔξεται καὶ γεννᾷ ὅμοιον ἑαυτοῖς· ἄμπελος γὰρ ἐξ ἀμπέλου καὶ ἐλαία ἐξ ἐλαίας.

Ὡς οὖν ἀνακεφαλαιωσάμενον εἰπεῖν, ἐσμὲν καὶ ἄνθρωποι καὶ ζῷα καὶ ἔμψυχα· καὶ ὡς μὲν ἄνθρωποι τὰς λογικὰς ἃς ἀπηριθμήσαμεν δυνάμεις ἕχομεν, ὡς δὲ ζῷα τὰς ἀλόγους, ὡς δὲ ἔμψυχα τὰς φυτικάς. ἔμψυχα γὰρ λέγομεν καὶ τὰ φυτά· ἐμψύχων γὰρ τὸ αὔξεσθαι καὶ τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς. λέγονται γοῦν καὶ αὐτὰ ζῆν τε καὶ τεθνάναι· ἡ δὲ ζωὴ καὶ ὁ θάνατος παρουσίᾳ καὶ ἀπουσίᾳ τῆς ψυχῆς γίνεται. ὅσα μὲν οὖν ἔχουσι τὰς κρείττους ζωάς, ἐξ ἀνάγκης καὶ τὰς καταδεεστέρας, οὐκέτι δὲ καὶ ἔμπαλιν· οὐ γὰρ δυνατὸν ἔχειν τὰς λογικὰς δυνάμεις μὴ πρότερον ἐσχηφαοστασία 5 φαοστασία D Pal. cf. Sophonias de An. p. 121,19: φανστασία t Suid. v. Φαντασία 5. G φανθέντων D Pal.: φανέντων t 6 αὐτῶν D Pal.: τούτων t 7 μερικὸν Dt: μερικῶν Pal.: μερικὰ Suid. 13 θυμούμενος Suiil. v. Θυμός 16 et 19 ἰδικώτερον D Pal. t: εἰδικώτερον Suid. 17 et 19 ἀντιστελλομένη t 27 αὐξητικὴ καὶ γεννητική t 31 ἀνακεφαλαιωσάμενος t 30 ὅσαι D 37 οὐκέτι — καταδεεστέρας (p. 7,1) oin. D, in mrg. suppl. D2 κότας τὰς καταδεεστέρας. ἀμέλει καὶ τῶν αἰσθήσεων οὐκ ἔστι μετασχεῖν a 2r τῆς κρείττονος τὸν μὴ μετασχόντα τῆς χείρονος· ὅσα γοῦν μετέχει ἔω, ταῦτα καὶ ἀκοῆς καὶ τῶν λοιπῶν, καὶ ὅσα ἀκοῆς, ταῦτα καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς μετέχοντα, οὐ πάντως δὲ καὶ ὄψεως, ὡς καὶ ὁ σπάλαξ· ἀμέλει εἰσί τινα μόνης ἁφῆς μετέχοντα, οἷον οἱ σπόγγοι. ὥστε οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ τῆς ἐλάττονος μετασχόντα. τοῦτο δὲ οὐχ ὅτι δέονται τῶν χειρόνων αἱ κρείττους, ἵνα ὑποστῶσιν, ἀλλὰ τοὐναν- τίον τὸ σῶμα οὐ δύναται μετασχεῖν τῶν κρειττόνων μὴ πρότερον μεταλα- βὸν τῶν καταδεεστέρων· οὐ δύναται γὰρ τὸ σῶμα μεταλαβεῖν τῆς ἀλόγου μὴ πρότερον μεταλαβὸν τῆς φυτικῆς, οὐδὲ τῆς λογικῆς μὴ τούτων ἀμφοτέρων μεταλαβόν. ἐπειδὴ γὰρ ἔδει μηδὲν τῶν εἰδῶν φθείρεσθαι, ἵνα μὴ ἀτελὲς ᾖ τὸ πᾶν πλήρωμα γάρ ἐστι τῶν εἰδῶν ὁ κόσμος) ἀδύνατον δὲ ἦν τὰ ἐνταῦθα τὰ αὐτὰ μένειν τῷ ἀριθμῷ, γεννητά γε ὄντα καὶ φθαρτά, μετέσχε καὶ αὐτὰ τῆς ἀιδιότητος, ὡς ἠδύνατο, ἐπειδὴ καὶ πάντα ἐφίεται τῆς τοῦ πρώτου ἀιδιότητος ὡς οἰκείας ἀρχῆς καὶ μετέχει ταύτης ἕκαστον κατὰ τὰ ἑαυτοῦ μέτρα. διὰ τοῦτο οὖν καὶ τὰ ἐνταῦθα ὄντα κατ’ ἀριθμὸν ἀίδια μὴ δυνηθέντα εἶναι τῷ γεννᾶν ἕκαστον οἷον αὐτὸ μετέχει τῆς ἀιδιότητος· a 2v καὶ τοῦτό ἐστι τὸ σκοπιμώτατον ἔργον τῆς φύσεως, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο οἷον αὐτό. ἐπειδὴ τοίνυν δεόμεθα γεννήσεως, ἡ δὲ γεννητικὴ δύναμις ἐν ὡρισμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆς αὐξήσεως. ἐπειδὴ δὲ ἡ αὔξησις γίνεται διὰ τροφῆς, δεόμεθα τῆς θρεπτικῆς δυνάμεως. διὰ ταῦτα μετέχομεν τῶν φυτικῶν δυνάμεων καὶ ἡμεῖς καὶ τὰ ἄλογα. ὥστε ὅταν μὲν ἐνεργῶμεν κατὰ ταύτας τὰς δυνάμεις, ὡς φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡς ἄλογα ζῷα· μόνως δὲ ὡς ἄνθρωποι ἐνεργοῦμεν, ὅταν τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ ὁ Πλωτῖνος πάνυ θείως εἶπεν ὡς ὅσοι ἐμμανῶς κατὰ τἀς θρεπτικὰς δυνάμεις ἐνεργοῦσιν, οὗτοι κινδυνεύουσιν ἀποδενδρωθῆαι.

Ἄξιον δὲ ἐπισκέψασθαι, τίς ἡ διαφορὰ τῆς ἐπιθυμίας πρὸς τὰς φυτικὰς δυνάμεις γεννητικήν τε καὶ θρεπτικήν· οὐδὲ γὰρ ὁρῶμεν τὴν ἐπιθυμίαν περὶ ἅλλο τι ἐνεργοῦσαν ἢ περὶ τροφὰς καὶ γεννητικὰς δυνάμεις, ὥστε κινδυνεύει ἡ ἐπιθυμία ταὐτὸν εἶναι ταῖς φυτικαῖς δυνάμεσι· τί οὖν φαμεν; οὐκ ἔστι ταὐτόν· ἡ μὲν γὰρ ἐπιθυμία μετὰ αἰσθή- σεως ἐνεργεῖ, αἱ δὲ φυτικαὶ δυνάμεις ἄνευ αἰσθήσεως. διὸ καὶ τὰ ἄλογα τὰ θήλεα ἑωρακότα κινεῖται εἰς ὄρεξιν, ὥστε μετὰ γνώσεως τινος ἡ ἐπιθυμία. ἀλλ’ οὐχ αἱ φυτικαὶ φυτικαὶ οὕτως· ἀμέλει καὶ καθεύδοντες πολλάκις ἐκκρίνομεν τὸ σπέρμα, μηδεμιᾶς αἰσθήσεως μηδὲ φαντασίας 1 ἀμέλει D Pal.: οὐ μέλει t 4 καὶ ἁφῆς — σπόγγοι (5)] καὶ ἁφῆς· οὐχ ὅσα δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς, πάντως καὶ ὄψεως, ὥσπερ ὁ ἀσπάλαξ, οὐδ’ ὅσα ἁφῆς, ταῦτα καὶ τῶν ἅλλων, οἷον οἱ σπόγγοι ἁφῆς μὲν μετέχουσιν, οὐδεμιᾶς δὲ τῶν αἰσθήσεων ἄλλης Pal. Suid. V. Φυτικαὶ δυνάμεις 4. 5 οὐ πάντως δὲ — σπόγγοι in margine add. D 2 17 οἷον αὐτὸ D: ὅμοιον αὑτῷ αὑτὸ t 19 οἷον αὐτό D: ὅμοιον αὑτῷ t 21 τῆς θρεπτικῆς πάλιν δεόμεθα Pal. Suid. v. Κόσμος 22 φυτικῶν Pal: φυσικῶν Dt Suid. 24 μόνως D: μόνον Pal. t 25 κεχρήμεθα D Pal: χρώμεθα t ὁ Πλωτῖνος] Enn. Ill 4,2 26 πάνυ θείως Dt: ἀστείως λίαν Pal. Suid. προηγησαμένης, δηλονότι κτὰ τὰς φυτικὰς δυνάμις ἐνεργήσαντες. ὅσπερ a 2v γὰρ ὅταν ὁ λόγος ἀνδραποδισθῇ ὑπὸ τῆς ἀλογίας, καὶ αὐτὸς κινεῖ πᾶσαν μηχανὴν εἰς ἐκπλήρωσιν τροφῆς καὶ ἀφροδισίων , καὶ οὐ παρὰ τοῦτό φαμεν ταὐτὸν εἶναι τὸν λόγον ταῖς φυτικαῖς δυνάμεσιν, οὕτω οὕτω καὶ ἐπὶ τῆς ἐπιθυμίας. ἀλλὰ τῶν ἆν φυτικῶν δυνάμεων ἵδιον τὸ ἁπλῶς τροφῆς ἐφίεσθαι καὶ γονῆς ἀνεπαισθήτως, τῆς δὲ ἐπιθυμίας τὸ τοιᾶσδε τροφῆς καὶ τοιᾶσδε μίξεως, καὶ ἁπλῶς τοῦ ἡδέος. τί οὖν; ἓν καὶ ταὐτὸν τῶν δύο δυνάμεων ἀποτέλεσμα, τῆς ἐπιθυμίας καὶ τῆς φυτικῆς δυνάμεως; λέγω ὅτι οὐχ ἕν, ἀλλὰ τῆς μὲν ἁπλῶς ἡ τροφὴ ἢ ἡ γονή, τῆς ἐπιθυμίας δὲ τέλος ἡ ἡδονή. ἔστι δὲ τοῦτο τὸ τέλος τῆς ἐπιθυμίας, ἵν’ ὡς εἶπον τῇ ἐφέσει ταύτῃ τόν τε κλῆρον ἡμῶν φυλάττωμεν καὶ τὴν τοῦ γένους διαδοχήν. τοῦ δὲ λόγου , ὅταν ἐξυπηρετῆται τῇ ἐπιθυμίᾳ, οὐ λέγω ἵσιόν τι ταύτης τῆς ἐνεργείας τέλος εἶναι, ὅτι παρὰ φύσιν αὐτῷ ἡ τοιαύτη ἐνέργεια, τὰ δὲ παρὰ φύσιν οὐκ ἀφορᾷ πρός τι τέλος. ὥσπερ γὰρ ὑπηρέτης οὐ τὸ ἑαυτοῦ ἀλλὰ τῆς ἐπιθυμίας τὸ τέλος παρασκευάζει τὴν ἡδονήν. μὴ ἀπορείτω δέ τις τὴν ἰδιωτικὴν ἀπορίαν ἐκείνην ‘ τί οὖν; τρεῖς ψυχὰς ἕχομεν καὶ ὑπὸ τριῶν ψυχῶν διοκούμεθα' ; λέγω γὰρ ὅτι ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι τούτῳ δοκεῖ μὲν ἕν τι πρᾶγμ’ ποιεῖν, κατὰ ἀλήθειαν δὲ οὐχ ἕν τί ἐστιν, οὕτω καὶ τῇ τε ἀλόγῳ καὶ τῇ φυτικῇ συνημμένη μίαν μέν τινα συνέχειαν ποεῖ διὰ τὴν συνάφειαν ἐξῆπται γὰρ προσεχῶς τῆς μὲν λογικῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φυτική), διὰ δὲ τὴν γινομένην ἐκ τῆς συναφείας εἴας ταύτης συμπάθειαν μίαν φαμέν, καὶ ὅτι ὡς ὀργάνοις κέχρηται ταῖς ἅλλαις δυνάμεσιν ἡ λογική. τούτων τῶν δυνάμεων, λέγω δὴ τῶν τε ἀλόγων καὶ τῶν φυτικῶν, αἱ μὲν μᾶλλον ἐγγίζουσι τῇ λογικῇ ψυχῇ, αἱ δὲ ἧττον· αἱ μὲν ἄλογοι μᾶλλον ἐγγίζουσι, διότι πεφύκασι κατακούειν λόγου· διὸ ἐπιπλήττοντες ταῖς ἐπιθυμίαις πραοτέρας αὐτὰς ποιοῦμεν· “στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ” καὶ πάλιν “τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἕτλης”, “ἕθιζε σαυτὸν κρατεῖν ὀργῆς ἡδονῆς λύπης”, καὶ ὅσα τοιαῦτα. καὶ τί λέγω ἐν ἡμῖν; καὶ τῶν θηρίων πολλὰ ἡμερώτερα τῷ λόγῳ γίνεται. αἱ δὲ φυτικαὶ ἅτε μὴ κατακούουσαι λόγου πορρωτέρω εἰσὶ τῆς λογικῆς ψυχῆς· οὐ γὰρ ἔστιν ἐπιτάξαι τῇ θρεπτικῇ δυνάμει μέχρι ποσοῦ θρέψαι ἢ τῇ αὐξητικῇ αὐξῆσαι. ἀλλ’ οὐδὲ τῇ γεννητικῇ· διὸ καὶ ἀβουλήτως πολλάκις ὀνειρώττομεν· εἰ δὲ καὶ μετριωτέραν ποιοῦμεν τὴν γεννητικήν, δῆλον ὅτι οὐχ ἁπλῶς αὐτὴν τὴν δύναμιν, ἀλλὰ τὴν ἐπιθυμίαν καταστέλλομεν ἡ γὰρ δύναμις οὐδὲν ἧττον μένει καὶ μὴ ἐνεργοῦσι αὖπᾶσαν 2 κινεῖ coll. D 3 τροφῆς scrips! : τρυφῆς Dt 6. 7 ἐφίεσθαι — τοιᾶσδε τροφῆς in margine add. D 2 6 γονῆς Dt: γονὴν προίεσθαι Pal., fort, recte 11 εἶπον D: εἰπὼν t 16 τὴν D Pal.: om. t 19 καὶ (post οὐτῶ) D: om. t post οὕτω καὶ addendum videtur ἡ λογικὴ ψυχὴ 20 συνημμένη Pal.: συνημμένῃ Dt 23 λογικὴ Pal.: ἄλογος Dt 26 διὸ Pal.: διότι Dt —28 στῆθος — ἔτλης] Od. υ 17. 18 27 δὲ πλήξας 1, 1.: δ’ ἐμπλήξας D: δ’ ἐκπλήξας t τέλαθι δὴ κραδίη 1. 1. 32 ποσοῦ scripsi : πόσου libri τῆ γεννητικῆ ex τὴν γεννητικὴν ut vid. corr. D τι μὲν αἱ δυνάμις τῆς ψυχῆς αἵ τε λογικαὶ καὶ αἱ ἄλογοι καὶ αἱ a 2v φυτικαί.

Καθόλου δὲ τὴν ψυχὴν οἱ μέν φασιν ἀσώματον εἶναι, οἱ δὲ σῶμαι καὶ τῶν σῶμα οἱ μὲν ἁπλοῦν, οἱ δὲ σύνθετον· καὶ τῶν σύνθετον οἱ μὲν ἐκ συνημμένων σωμάτων, οἱ δὲ ἀσυνάπτων. τῶν δὲ ἁπλοῦν σῶμα εἰρηκότων τὴν ψυχὴν εἶναι οἱ μὲν εἰρήκασιν αἰθέριον εἶναι σῶμα, ταὐτὸν δέ ἐστιν εἰπεῖν οὐράνιον, ὥσπερ Ἡρακλείδης ὁ Ποντικός, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος, ἐπειδὴ καὶ πῦρ ἔλεγεν εἶναι τὴν ἀρχὴν τῶν ὄντων· οὕτως οὖν καὶ τὴν ψυχὴν πυρίαν εἶναι διὰ τὸ εὐκίνητον· οἱ δὲ ἀερίαν ὡς Ἀναξιμένης ξιμένης καί τινες τῶν Στωικῶν, οἱ δὲ ἐξ ὕδατος, ὡς Θαλῆς καὶ Ἵππων ὁ ἐπίκλην ἄθεος· ἐπειδὴ γὰρ τὴν γονὴν ἑώρων ἐξ ὑγρᾶς οὖσαν οὐσίας, διὰ τοῦτο καὶ ὕδωρ τὴν ἀρχὴν τῶν ὄντων ἐνόμισαν. γῆν δὲ οὐδεὶς αὐτὴν ἐτόλμησεν εἰπεῖν διὰ τὸ βαρὺ καὶ ἀκίνητον τῆς γῆς. οὗτοι μὲν οὖν οἱ ἁπλοῦν σῶμα εἰρηκότες, ἐπειδὴ καὶ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ σώματα, οἵτινες καὶ μόνοι τῶν σῶμα λεγόντων ἀθάνατον δύνανται λέγειν. τῶν δὲ σύνθετον σῶμα ὑπειληφότων οἱ μὲν ἐξ ἀσυνάπτων στοιχείων, ὡς Δημόκριτος καὶ Λεύκιππος καὶ ἀπλῶς οἱ τὰ ἄτομα εἰσάγοντες· ἔλεγον μὲν γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἄτομα καὶ τὸ κενόν· εἶναι οὖν τὴν ψυχὴν ἐκ σφαιρικῶν ἀτόμων διὰ τὸ εὐκίνητον· οἱ δὲ ἐκ συνημμένων, ὡς Κριτίας ὁ εἷς τῶν τριάκοντα· αἷμα γὰρ ἔλεγεν εἶναι τὴν ψυχήν· “αἶμα γάρ”, φησίν, “ἀνθρώποις περικάρδιόν ἐστι νόημα”. τῶν δὲ ἀσώματον δοξασάντων οἱ μὲν χωριστὴν τῶν σωμάτων, οἱ δὲ ἀχώριστον. καὶ τῶν ἁχώρτστον λεγόντων οἱ μὲν ἔλεγον τὸν λόγον εἶναι τῆς κράσεως, οἷον ὅτι, ἐὰν διπλάσιον πῦρ μιχθῇ τῷ | ὕδατι ἢ ἡμιόλιον ἤ τι τοιοῦτον, a 3r ποιεῖ τὴν ψυχήν· ὁ γὰρ διπλάσιος τυχὸν ἢ ἡμιόλιος λόγος οὗτός ἐστιν ἡ ψυχή· οἱ δὲ αὐτὴν τὴν κρᾶσιν, οἱ δὲ ἐντελέχειαν· ἐντελέχεια δέ ἐστιν ἡ τελειότης καὶ τὸ εἶδος τοῦ ὑποκειμένου. διαφέρει δὲ ὁ λόγος τῆς κράσεως· ὁ μὲν γὰρ λόγος ἐν αὐτῇ τῇ ποσότητι θεωρεῖται, ἐν τῷ ἡμιολίῳ ἢ ἐν τῷ διπλασίῳ ἢ ἄλλῳ τινί, καὶ ἁπλῶς ἡ κατὰ τὸ ποσὸν ὡρισμένη σχέσις τοῦδε πρὸς τόδε τοῦτ’ ἔστιν ὁ λόγος τῶν κεκραμένων · ἡ δὲ κρᾶσις ποιότης ἐστὶν ἡ ἀποτελουμένη ἐκ τῆς μίξεως τῶν ποιοτήτων, οἷον ἐκ τοῦ θερμοῦ καὶ ψυχροῦ γέγονε κρᾶσίς τις τὸ χλιαρὸν ἢ ἐκ τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν. ἐντελέχεια δέ ἐστιν ἡ τελειότης τοῦ ὑποκειμένου, μένου, τουτέστι τὸ εἶδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοιχείων τῇ ὕλῃ, ὡς τῷ πηλῷ τὸ τοῦ ὀστράκου εἶδος. τῶν δὲ χωριστὴν εἰρηκότων οἱ μὲν πᾶσαν χωριστὴν σώματος εἰρήκασι, καὶ τὴν λογικὴν καὶ τὴν ἄλογον καὶ τὴν φυτικήν, οἷος ἦν Νουμήνιος πλανηθεὶς ἀπό τινων ῥησειδίων Πλάτωνος εἰπόντος ἐν Φαιδρῷ “ πᾶσα ψυχὴ ἀθάνατος”, σαφῶς ἐκεῖ περὶ τῆς ἀνθρωπίνης τὸν λόγον ποιουμένου· ὅτι γὰρ θνητὴν οἶδε τὴν τῶν 19 post ἀτόμων add. συγκειμένην Pal. Κριτίας] cf. Bergk P. L. P. L. G. 4 p. 281 adn. 31 ποιότης ἐστὶν] incipit cod. R, qui exbibet ἡ ποιότης ἐκ τῆς Dt: τῆς ooi. R 37 Νουμήνιος] fr. 56 Thedinga 38 ἐν Φαιδρῷ] p. 245 C 39 ποιούμενος D γὰρ om. R ἀλόγων σαφῶς δείξομεν αὐτὰς τὰς ῥήσεις αὐτοῦ παρατιθέμενοι· οἱ δὲ a 3r πᾶσαν ἀχώριστον καὶ διὰ τοῦτο θνητήν, ὧν ἐστιν Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ὃς καὶ τὸν Ἀριστοτέλην πειρᾶται εἰς τὴν ἑαυτοῦ δόξαν συγκατασπᾶν· οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν, τὴν δὲ ἄλογον καὶ τὴν φυτικὴν ἀχώριστον. τούτων δὲ οἱ μὲν ἀμφοτέρας ἀχωρίστους τοῦ παχέος τούτου σώματος, οἱ δὲ τὴν μὲν φυτικὴν τούτου μόνην ἀχώριστον , τὴν δὲ ἅλογον τούτου μὲν χωριστήν, ἅλλου μέντοι τινὸς σώματος ἀχώριστον , λέγω δὴ τοῦ πνευμκτικοῦ· ἥπερ ἐστὶ καὶ ἀληθὴς δόξα, ὡς δείξομεν, ἣν καὶ Πλάτων καὶ Ἁριστοτέλης ἐπρέσβευσαν. ὅτι γὰρ καὶ Ἀριστοτέλης ταύτης ἐστὶ τῆς δόξης καὶ οἶδε τὴν μὲν χωριστὴν ψυχήν, τὴν δὲ ἀχώριστον, πολλαχόθεν ἐναργῶς ἔστι δεῖξαι· ἐν τῷ τέλει γοῦν τῆς Περὶ μορίων ζῴων πραγματείας, ἥτις προσεχῶς πρὸ ταύτης ἐστὶ τῆς πραγματείας , εἰπὼν ὅτι ἕκαστον τῶν μορίων τῶν ζῴων κτά τινα ἐνέργειαν ζωτικὴν χαρακτηρίζεται, οἷον καρδία καὶ ἧπαρ καὶ ἐγκέφαλος καὶ τὰ λοιπά, ταύτην, φησί, τὴν ἐνέργειαν πότερον ψυχὴν δεῖ καλεῖν ἢ μόριον ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς ζητητέον· ὥστε οἶδε πολὺ πλάτος, μᾶλλον δὲ βάθος ψυχῶν. καὶ πότερον , φησί, περὶ πάσης ψυχῆς τοὐ φυσικοῦ ἐστι διαλεχθῆναι, ἢ οὐ περὶ πάσης, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης; ὥστε οἶδε ψυχὴν χωριστὴν τῆς ὕλης· εἰ γὰρ περὶ πάσης φυχῆς ὁ φυσικός, φησίν, διαλέξεται, δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· εἰ δὲ περὶ τοῦ νοῦ, ἀνάγκη καὶ περὶ τῶν νοητῶν· ὁ γὰρ νοῦς τῶν νοητῶν ἐστι νοῦς, ὡς ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστιν αἴσθησις· τῶν πρός τι γὰρ ταῦτα. τὸ δὲ περὶ τῶν νοητῶν διαλέγεσθαι τοῦ πρώτου ἐστὶν φιλοσόφου. συμβήσεται οὖν τὸν φυσικὸν περὶ πάντων τῶν ὄντων διαλαμβάνειν, ὅπερ ἄτοπον, τῶν τε αἰσθητῶν διὰ τὴν αἴσθησιν, καὶ τῶν νοητῶν διὰ τὸν νοῦν. καὶ ἐν αὐτῇ δὲ τῇ Περὶ μορίων ζῴων πραγματείᾳ φησίν· ‘ἕοικε δὲ ὁ νοῦς θύραθεν ἐπεισιέναι καὶ εἶναι θεῖος· οὐδὲν γὰρ αὐτοῦ ἐπικοινωνεῖ ἡ ἐνέργεια σωματικῇ ένεργείᾳ.’ καὶ πάλιν ἐν τούτῳ τῷ βιβλίῳ εἰπὼν περὶ τῶν παθῶν τῶν ψυχικῶν, θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων, ὅτι ἀχώριστά ἐστι τοῦ σώματος, ‘διὰ ταῦτα’, φησί, ‘φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης’, ὅση μὴ ἄνευ τῆς ὕλης· οἶδεν ἄρα τινὰ ψυχὴν χωριστὴν τῆς ὕλης. καὶ ἐν τῷ δευτέρῳ λόγῳ ζητήσας περὶ τῶν ἅλλων δυνάμεων τῆς ψυχῆς, εἴτε ἕκαστον ψυχή ἐστιν εἴτε μόριον ψυχῆς, “περὶ δὲ τοῦ νοῦ”, 1 σάφ’ ὡς — παρατιθέμενοι DRt: σαφῶς ἐν τοῖς ἑαυτοῦ διαλόγοις ὡμολόγηται Pal. δείξομεν D: δείξωμεν Rt βήσεις t: χρήσεις DR 3 ἀριστοτέλη D 1 1 ἐν τῷ τέλει τῆς Περὶ μορίων ζῴων πραγματείας] immo ἐν τῇ ἀρχῇ cf. Α p. α 17 sqq. 16 πότερον κτλ.] cf. ibid. p. 641 a 33 19 δῆλον ὅτι Rt: om. D 20 post περὶ τῶν νοητῶν add. διαλέξεται D 22 xuivDR: om. t 23 post ὅπερ add. ἐστὶν R 25 περὶ μορίων DR: περὶ γενέσεως t. est error Philoponi ineraoriter ut apparet citantis. extat re vera De gener. aniin. Β3 p. 736b27sqq. λείπεται δὲ τὸν νοῦν μόνον θύραν ἐπεισιέναι καὶ θεῖον εἶναι μόνον· οὐθὲν γὰρ αὺτοῦ τῇ ἐνεργείᾳ κοινωνεῖ σωματικὴ ἐνέργεια 26 οὐδὲν DR Pal. Arist.: οὐδενὶ t 26. 27 σωματικῇ ἐνεργείᾳ scripsi: σώματος γὰρ ἡ ἐνέργεια DRt: τῖς τοῦ σώματος ἐνεργείαις Pal. 27 ἐν τούτῳ τῷ βιβλίῳ] Α 1 p. 403 a 27 30 τινὰ Dt: τὴν R 31 ἐν τῷ δευτέρῳ λόγῳ] B 2 p. 413 b 24 32 εἴτε μόριον DR: ἠ’ μόριον t φησί, “ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς a 3r γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ”. καὶ πάλιν ἐν τῷ τρίτῳ λόγῳ φησίν· “εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἄν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον· ἀπαθὲς ἄρα δεῖ εἶναι”. καὶ μετ’ ὀλίγα “χωμριστὸν δέ ἐστι μόνον τοῦτο ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός”. ἐναργῶς ἄρα διὰ τούτων καὶ ἀπαθῆ καὶ ἀθάνατον καὶ ἀίδιον τὸν νοῦν φησιν εἶναι καὶ χωριστὸν καθ’ αὑτόν, τὴν δὲ φαντασίαν φθαρτήν, ἣν παθητικὸν νοῦν ἐκάλεσεν νοῦν μέν, ὅτι παρ’ ἑαυτῇ ἔχει τὸ γνωστόν, παθητικὸν δέ, ὅτι μετὰ τύπων. καὶ πάλιν ἐν τῷ αὐτῷ λόγῳ “ὁ ἄρα καλούμενος τῆς ψυχῆς νοῦς λέγω δὲ νοῦν, ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή) οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρὶν νοεῖν. διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι”. καὶ μετ’ ὀλίγα διακρίνων τὴν αἴσθησιν ἀπὸ τοῦ νοῦ φησιν ὅτι ἡ αἴσθησις τῶν μειζόνων αἰσθητῶν ἀντιλαβομένη οὐ δύναται τῶν ἀμυδροτέ- ρων ἀντιλαβέσθαι, ὁ δὲ νοῦς ὅσῳ ἂν τῶν μειζόνων νοητῶν ἀντιλάβηται, τοσούτῳ μᾶλλον ῥᾳδίως τῶν ἐλαττόνων ἀντιλαμβάνεται. τούτου δὲ αἴτιόν φησιν ὅτι “τὸ μὲν αἰσθητικὸν οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστός ”. καὶ πάλιν “καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀμιγὴς καὶ ἀπαθὴς τῇ οὐσίᾳ.” καὶ ἔτι πρὸ τούτων ἐν τῷ πρώτῳ λόγῳ “ ὁ δὲ νοῦς ἕοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα, καὶ οὐ φθείρεσθαι· μάλιστα γὰρ ἄν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως”. καὶ πάλιν “ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλε- πὸν καὶ πλάσαι”. καὶ πάλιν “περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ”. ὥστε χωριστὸν αὐτὸν βούλεται εἶναι τοῦ σώματος καὶ μὴ μετὰ σώματος ἐνεργεῖν καὶ ἔτι ἀίδιον εἶναι. πολλῶν δὲ ὄντων ὧν δυνατὸν ἦν παραθέσθαι δεικνύντας ὅτι ἀθάνατον οἶδε τὴν λογικὴν ψυχὴν ὁ Ἀριστοτέλης καὶ χωριστὴν παντὸς σώματος, ἱκανὰ καὶ τὰ εἰρημένα. ἀλλὰ μὴν ὅτι καὶ Πλάτων’ τὴν λογικὴν ψυχὴν ἀθάνατον οἶδε, περιττὸν τὸ λέγειν· ὅτι δὲ καὶ τὴν ἄλογον θνητὴν οἶδε, ἱκανὰ τὰ ἐν | τῷ Τιμαίῳ εἰρημένα. ἐπεὶ γάρ, φησίν, ὁ δημιουργὸς a 3 v πᾶσαν τὴν θείαν φύσιν ἐποίησε, τήν τε ἐμφανῆ καὶ τὴν ἀφανῆ, λέγει, φησί, πρὸς αὐτούς, ὅτι ἔτι λοιπὰ τρία γένη θνητὰ πρὸς τὴν τοῦ παντὸς διακόσμησιν ἐνδεῖ, τὸ χερσαῖον λέγων καὶ ἀέριον καὶ ἔνυδρον, ὧν μὴ γενομένων μένων ἀτελὴς ὁ κόσμος ἔσται. “δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετα- 2 ἐνδέχεσθαι Dt et libri v. 25 : ἐνδέχεται R(hoc loco) ex Arist. 3 ἐν τῷ τρίτω λόγῳ] r 4 p. 429 a 13 4 τι (post πάσχειν) Rt: ὅτι D 5 μετ’ ὀλίγα] Γ 5 p. 430a22 χωριστὸν δέ ἐστι DiR: χωρίζεται t: χωρισθεὶς δ’ ἐστὶ D- et Arist. 5. 6 τοῦτο μόνον R 11 ἐν τῷ αὐτῷ λόγῳ] Γ4 p. 429 a 22 14 μετ’ ὀλίγα] Γ4 p. 429 a 31 IG ἀντιλάβηται D: ἀντιλαμβάνεται Rt 18. 19 καὶ πάλιν] Γ 5 p. 430a 17 20 ἐν τῷ πρώτῳ λόγῳ] Α 4 p. 408b 18 21 τῷ cm. R 22 ποῖον γὰρ κτλ.] A 5 p. 411b 18 23 περὶ δὲ τοῦ νοῦ — φθαρτοῦ (25) eadem leguntur p. 10,32. 11,1 sqq. 31 ἐν τῷ τιμίῳ] Tim. p. 41 Β sq. σχόντα θεοῖς ἰσάζοιτ’ ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τοῦτο δεόντως a 3v ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδῶ σὼ· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα”. ὥστε τὴν ἄλογον ψυχὴν προσυφαινομένην τῷ λόγῳ θνητὴν ἐναργῶς εἶναί φησιν, ἡγεμονοῦν δὲ καὶ θεῖον καὶ ἀθάνατον ὅσον ἐν τοῖς θνητοῖς ζῴοις λογικόν, ὡς καὶ πανταχοῦ ἡγεμονοῦν τὸν λόγον φησίν.

Ὅτι μὲν οὗν καὶ Πλάτωνι καὶ Ἀριστοτέλει δοκεῖ μήτε πᾶσαν ψυχὴν χωριστὴν σώματος εἶναι μήτε πᾶσαν ἀχώριστον, ἀλλὰ τὴν μὲν λογικὴν χωριστήν, ἀχώριστον δὲ τὴν λοιπήν, δῆλον. ἀλλὰ γὰρ οὐ δεῖ ταῖς τῶν παλαιῶν ἀποφάνσεσιν ἀναπαύεσθαι, ἀλλὰ πάντων τῶν πραγμάτων τὰς ἀποδείξεις κομίσαι· πρὸς ὅλον γὰρ ἡμῶν τὸν βίον τείνει τὰ δόγματα ταῦτα. ἄλλως τε τί οἰκειότερον ἡμῖν τῆς ἡμῶν αὐτῶν γνώσεως; δείξομεν οὖν ἕκαστον τῶν εἰρημένων, ὅτι τε πᾶσα ψυχὴ ἀσώματος καὶ ὅτι μόνη ἡ λογικὴ χωριστὴ παντὸς σώματος καὶ διὰ τοῦτο ἀθάνατος, καὶ ὅτι ἡ μὲν ἄλογος τοῦ μὲν παχέος τούτου χωριστή, ἀχώριστος δὲ τοῦ πνεύματος, καὶ ἔτι εἰ ὅλως ἐστὶν αὐτὸ τοῦτο τὸ πνευματικὸν σῶμα, καὶ ὄπ ἐπιδιαμένει μετὰ τὴν ἔξοδον τὴν ἐκ τούτου τοῦ σώματος ἐπί τινα χρόνον, καὶ ὅτι ἡ φυτικὴ ἐν τῷ παχεῖ τούτῳ τῷ σώματι τὸ εἶναι ἔχει καὶ συμφθείρεται αὐτῶ. ὅτι μὲν οὖν πᾶσαι αἱ δόξαι αἱ λέγουσαι σῶμα εἶναι τὴν ψυχήν, εἴτε ἁπλοῦν εἴτε σύνθετον, ψευδεῖς εἰσιν, ἵνα μὴ κατὰ μίαν ἐλέγχωμεν, κοινὸν κατὰ πασῶν τὸν ἔλεγχον ἐπαγάγωμεν. ὅτι τοίνυν οὐδεμίαν ψυχὴν δυνατὸν σῶμα εἶναι, δῆλον ἐντεῦθεν. πᾶν σῶμα κατὰ τὴν ἑαυτοῦ φύσιν σκεδαστόν ἐστι καὶ εἰς ἄπειρα διαιρετόν · διὸ δεῖται τοῦ συνέχοντος. τοῦτο οὖν τὸ συνέχον ἐπειδὴ ἢ ψυχή ἐστιν ἢ ἑτέρα τις δύναμις, πότερον σῶμά ἐστιν ἢ ἀσώματον; εἰ μὲν οὖν σῶμά ἐστι, δεήσεται πάλιν καὶ αὐτὸ τοῦ συνέχοντος. πάλιν οὗν καὶ περὶ ἐκείνου ἐρησόμεθα, πότερον…

Ἐπ…

The complete text is available when the reading interface loads.