The Greek Library Author

John Philoponus

In Aristotelis Physicorum Libros Commentaria

Author namesJean Philopon · Jean Philoponos · John Philoponus · Joannes Philoponus

Scientific editors
Girolamo Vitelli
Edition reference
Ioannis Philoponi in Aristotelis physicorum libros octo commentaria · Berlin · Reimer · 1887-1888
CTS identifier
urn:cts:greekLit:tlg4015.tlg009.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

IOANNIS PHILOPONI IN ARISTOTELIS PHYSICORUM LIBROS TRES PRIORES COMMENTARIA

Δύο μερῶν ὄντων τῆς φιλοσοφίας κατὰ Ἀριστοτέλην, τοῦ τε θεωρη- τικοῦ καὶ πρακτικοῦ, πρὸς τὸ θεωρητικὸν μάλιστα τὴν πᾶσαν σπουδὴν κατεβάλετο Ἀριστοτέλης· τούτῳ γὰρ τὴν τῶν ὄντων φύσιν ᾗ ὄνια γινώσκομεν. τοῦ δὲ θεωρητικοῦ εἰς τρία μέρη διῃρημένου, τὸ φυσιολογικὸν τὸ θεολογικὸν καὶ τὸ μαθηματικόν, περὶ τὸ φυσιολογικὸν μάλιστα κατεγένετο ὡς σύστοιχον μᾶλλον τῇ φύσει τῇ ἡμετέρᾳ, καὶ ὅτι τὸ μὲν θεολογικὸν καὶ μαθηματικὸν παρὰ πολλοῖς ἦν καὶ πρὸ Ἀριστοτέλους ἐξειργασμένα, τὸ δὲ φυσιολογικὸν οὐχ οὕτως. ὅθεν καὶ πλείστας ὁ Ἀριστοτέλης φυσικὰς πραγματείας συνέγραψε, καὶ συνδιεῖλε τοῖς φυσικοῖς πᾶσιν ὡς εἰπεῖν πράγμασιν τὸ τῶν ἑαυτοῦ συγγραμμάτων πλῆθος. ἵνα δὲ τοῦτο δείξωμεν, εὔλογον ἄν εἴη τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασιν αἵρεσιν ποιήσασθαι· μαθησόμεθα γὰρ οὕτως ὅτι καὶ αἱ τοῦ ’Αριστοτέλους πραγματεῖαι ἀκολούθως τοῖς φυσικοῖς συνδιῃρέθησαν πράγμασι.

Τὰ μὲν κοινῶς ἅπασι παρακολουθεῖ, τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδίᾳ τισὶ παρακολουθούντων τὰ μὲν τοῖς ἀιδίοις ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἐν γενέσει καὶ φθορᾷ· καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ὑπαρχόντων τὰ μὲν τοῖς ὑπὲρ τὴν γῆν ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἐν τῇ γῇ· καὶ τῶν τοῖς ἐν τῇ γῇ ὑπαρχόντων τὰ μὲν ἰδίᾳ τοῖς ἀψύχοις ὑπάρχει, τὰ δὲ τοῖς ἐμψύχοις· καὶ τῶν τοῖς ἐμψύχοις ὑπαρχόντων τὰ μὲν τοῖς αἰσθητοῖς ἰδίᾳ ὑπάρχει, τὰ δὲ τοῖς ἀναισθήτοις. γέγραπται οὖν αὐτῷ περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς ὑπαρχόντων, ἥτις ἐστὶν ἡ προκειμένη πραγματεία, καὶ περὶ τῶν ἰδίᾳ τοῖς . ἀιδίοις ὑπαρχόντων ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν γενέσει καὶ φθορᾷ παρακολουθούντων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ἰδίᾳ τούτοις ὑπαρχόντων γέ- 1 De titulo vide praefationem. prooemiura, ex quo pauca quaedam exccrpta extaut in codd. Paris. 2063 et Coisl. gr. 166, iutegrum solus servasse videtur codex M quo de of. praefatio 4 πρὸς M: περὶ t 6 θεολογιτιχὸν primitus M ἦν M: λίαν t αἵρεσιν] litteiae αἶ foro exhaustae M: διαίρεσιν emeudavit Diels 19 τῶν τοῖς ἐν t: τῶν ἐν τοῖς ἐν M 21 scribe αἰσθητικοῖς γραmαι αὐτῷ καὶ Περὶ μετάλλων τοιοῦτο δέ ἐστι καὶ ὁ τῶν Μετεώρων a 1r τέταρτος), ἐν οἷς περὶ τῶν τοῖς ἀψύχοις παρεπομένων ἐδίδαξεν. αἱ δὲ περὶ ζῴων καὶ φυτῶν πᾶσαι πραγματεῖαι αἱ μέν εἰσι περὶ τῶν ὡς ἐμψύχοις καὶ ἀναισθήτοις παρακολουθούντων, ὡς αἱ περὶ φυτῶν, αἱ δὲ περὶ τῶν ὡς ἑμψύχοις καὶ αἰσθητικοῖς, ὡς αἱ περὶ τῶν ζῴων πᾶσαι πραγματεῖαι καὶἱστορίαι. τούτοις δὲ αὐτοῖς, τοῖς ζῴοις τὰ μὲν ὡς ὅλοις παρακολουθεῖ, τὰδὲ τοῖς μέρεσιν αὐτῶν. περὶ μὲν οὖν τῶν ὡς ὅλοις ζῴοις παρακολουθούντων ἐν τῇ Περὶ ζῴων διείλεκται, περὶ δὲ τῶν τοῖς μέρεσιν αὐτῶν παρακολουθούντων ἔν τε τοῖς Περὶ μορίων ζῴων καὶ ἐν τοῖς Περὶ κινήσεως ζῴων καὶ τὰ Περὶ ὕπνου δὲ καὶ ἐγρηγόρσεως, Περὶ ζωῆς τε καὶ θανάτου καὶ τὰ παραπλήσια τούτοις εἰς τὴν περὶ ζῴων συντείνει θεωρίαν, καὶ προσέτι τὰ Περὶ ψυχῆς. τοιαύτη μὲν οὖν ἡ πᾶσα περὶ φύσεως τοῦ Ἀριστοτέλους. πραγματεία. τὸ δὲ προκείμενον βιβλίον ἐστίν, ὡς εἴρηται, περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων, διὸ καὶ ἰδίως Φυσικὴν τὴν πραγματείαν ὠνόμασε. ταῦτα δέ ἐστι πέντε· ὕλη εἶδος τόπος χρόνος κίνησις. καὶ ἐν μὲν τοῖς πρώτοις τέτρασι βιβλίοις διδάσκει περὶ τῶν τεσσάρων, ἐν δὲ τοῖς τελευταίοις τέτρασι περὶ κινήσεως· ποικίλος γάρ ἐστιν ὁ περὶ κινήσεως λόγος, καὶ πολλὰ τούτῳ ἐστὶ τὰ παρακολουθήματα. ὅθεν καὶ τὴν ὅλην πολλάκις πραγματείαν Περὶ κινήσεως ὀνομάζει, “εἴρηται” λέγων “ἡμῖν ἐν τοῖς Περὶ κινήσεως”, τουτέστιν ἐν τῇ Φυσικῇ, ἐκ τοῦ μέρους ὅλην πραγματείαν ὀνομάζων. κατά τινας δὲ τῶν φυσικῶν καὶ τὸ κενὸν καὶ τὸ ἄπειρον ρον πᾶσι παρακολουθεῖ τοῖς φυσικοῖς πράγμασι. Δημόκριτός τε γὰρ πάντα φυσικὰ πράγματα συνεστάναι ἔλεγε ἐκ τῶν ἀτόμων τε καὶ τοῦ κενοῦ, καὶ Ἀναξαγόρας πάλιν ἀπείρους ἐν ἑκάστῳ ἔλεγεν εἶναι τὰς ὁμοιομερείας. ἀλλὰ καὶ τὰς ἀτόμους ὁ Δημόκριτος ἀπείρους εἶναι ὑπετίθετο· ἀλλ’ ὅτι μὲν οὐδαμοῦ δύναται εἶναι τὸ κενὸν δείκνυσιν ἐν τῳ τεταρτῳ τῆς προκειμένης πραγματείας ὁ Ἀριστοτέλης, τὸ δὲ ἄπειρον ὅτι μὲν κατ’ ἐνέργειαν εἶναι οὐ δύναται οὐδ’ ὅλον ἅμα ὁμοίως δείκνυσι, δυνάμει δὲ μόνον καὶ κατὰ μέ|ρη συνεστάναι. εἰσὶ γὰρ τοιαῦτά τινα ἐν τῷ παντί, ἃ καθόλου μὲν a 1 v συστῆναι οὐ δύναται, κατὰ μέρη δὲ ὑφέστηκεν. ὥσπερ λέγομεν ὑφεστάναι τὴν ἡμέραν οὐ τῷ ὅλην ἅμα εἶναι, ἀλλὰ τῷ κατὰ μέρη· ὁμοίως δὲ καὶ τὸν ἀγῶνα ὑφεστηκέναι λέγομεν οὐ τῷ ὅλον ἅμα συνεστάναι, ἀλλὰ τῷ κατὰ μέρος, πυγμὴν φέρε εἰπεῖν ἢ πάλην ἢ τῶν ἄλλων τι. οὕτως δὲ καὶ τὸ ἄπειρον δείκνυσι πῇ μὲν ὄν, πῇ δὲ οὐκ ὄν· καθόλου μὲν γὰρ οὐκ ἔστι δείκνυσι, κατὰ μέρη δὲ τῷ γίνεσθαι ἀεὶ τὰ πράγματα καὶ ἐπ’ ἄπειρον. ἡ δὲ στέρησις παρακολουθεῖ μὲν καὶ αὐτὴ τοῖς φυσικοῖς, οὐ πᾶσι δέ, ἀλλὰ τοῖς ἐν γενέσει καὶ φθορᾷ μόνοις· ταῦτα γὰρ πέφυκε παρὰ μέρος πῇ μὲν τοῦ εἴδους, τῇ δὲ τῆς στερήσεως μετέχειν. περὶ μὲν οὖν τῶν παρακολουτοιοῦτο 1 t: τοιοῦτ** Μ: fort, τοιοῦτος 2 τῶν ἐν τοῖς M 5 πραγματείαι (sic) M et, lit solef, t τέτρασι] ita Mt liic et p. 3,8 cf. 16 v 37 λέγων] cf. Bonitzii Index Arist. p. 102b15. Siinplic. p. 4, 15 Diels 26 τετάρτῳ c. 6 sqq. fort. καθ’ ὅλα et v. ;34 καθ’ ὅλον 31 ἡμέραν M: ἡμετέραν 1. contrario errore ἡμέρα pro ἡμετέρα daliit r 2 r 7 codex Κ ὅλην scripsi: ὅλη Mt 34 ἔστι Mt: imiuo εἶναι θούντων τοῖς φυσικοῖς τοσαῦτα. ἐν δὲ τῷ πρώτῳ βιβλίῳ ἀνασκευάζει καὶ a 1v τὰς τῶν παλαιοτέρων περὶ τῶν φυσικῶν ἀρχῶν δόξας καὶ διδάσκει περὶ τοῦ εἴδους καὶ τῆς ὕλης, ἐν δὲ τῷ δευτέρῳ περὶ τοῦ εἰδους (διαλέγεται δὲ καὶ περὶ τῆς ὕλης, ὥσπερ καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ εἴδους· ἀλλὰ μᾶλλον ἐν τῷ πρώτῳ περὶ τῆς ὕλης ἤπερ τοῦ εἴδους , ὡς καὶ ἐν τῷ δευτέρῳ περὶ τοῦ εἴδους μᾶλλον ἤπερ τῆς ὕλης), ἐν δὲ τῷ τρίτῳ διδάσκει περὶ κιγήσεως καὶ ἀπείρου, ἐν δὲ τῷ τετάρτῳ περὶ τόπου χρόνου κενοῦ, ἐν δὲ τοῖς λοιποῖς τέτρασι περὶ κινήσεως καὶ πάντων καὶ] τῶν παρακολουθύντων αὐτῇ. ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁπηνίκα βούλεται ταῦτα τὰ βιβλία σημᾶναι οὕτω φησίν, ὅτι “εἴρηται ἡμῖν ἐν τοῖς Περὶ κινήσεως”.

p. 184a10 ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ του ταύτα γινώσκειν.

Ἔθος τῷ ’ Αριστοτέλει ἀπό τινων κοινῶν ἀξιωμάτων ἄρχεσθαι· τῶν πραγματειῶν. οὕτω γοῦν καὶ ἐν τῇ Μεῖά τὰ φυσικὰ ἀπό τινος κοινοῦ ὁμο λογήματος ἤρξατο· “πάντες” γάρ φησιν “ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”· καὶ ἐν τῇ ’ Αποδεικτικῇ· “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως” καὶ ἐν τοῖς ’Ηθικοῖς· “πᾶσα τέχνη καὶ μέθοδος, ὁμοίως δὲ πρᾶξις καὶ προαίρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”· οὕτως οὖν καὶ ἐνταῦθα ἀπὸ κοινοῦ τινος ἀξιώματος τὴν ἀρχὴν ποιεῖται. ἔστι δὲ τὸ ἀξίωμα τοιοῦτον· πάσα ἐπιστήμη ἔχουσα ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται γνωσθεισῶν τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων. ἐπεὶ οὖν, φησί, καὶ τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, τότε γνωσόμεθα αὐτὰ ὅταν τἀς ἀρχὰς αὐτῶν καὶ τὰ αἴτια καὶ τὰ στοιχεῖα γνῶμεν. ἔστι δὲ ὁ ὅλος συλλογισμὸς τοιοῦτος· τῆς περὶ φύσεως ἐπιστήμης εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα· πᾶσα ἐπιστήμη ἧσπερ εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων ἐγνωσμένων· καὶ ἡ περὶ φύσεως ἄρα ἐπιστήμη γνωσθήσεται ἐγνωσμένων τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων. ὁ μὲν οὖν πᾶς συλλογισμὸς τοιοῦτος, αὐτὸς δὲ διὰ συντομίαν τὴν μείζονα μόνον θεὶς πρότασιν, τὴν λέγουσαν ὅτι πᾶσα μέθοδος ἧσπερ 5 ὡς t: ὥσπερ M 5 et 6 ἤπερ] fort. ἢ περὶ cl. e 7 v 9 sq. 8 alteram καὶ delevi 10 ἡμῖν scripsi: ὑμῖν Mt 11 hinc ad M accedit L 13 γινώσκειν L: γνωρίζειν Mt Aristoteles et infra p. 7,5 14 ἀπὸ κοινῶν τινῶν Mt 15 τῇ L: τῷ Mt Μετὰ τὰ φυσικά Al p. 980a21 17 ’Αποδεικτικῇ] Anal. Poster. Α 1 p. 71a1 18 μάθησις διανοητικὴ Aristoteles 19 τοῖς om. Mt ’Hθικοῖς Nicom. Α 1 p. 1094a1 καὶ πᾶσα μέθοδος et mox πρᾶξίς τε καὶ Mt Aristoteles 20 post δοκεῖ addit διὸ καλῶς ἀπεφήνατο (sic) τἀγαθὸν οὑ πάντ’ ἐφίεται ex Aristotele L 22. 23 τῶν ἀρχῶν γνωσθεισῶν traiciunt Mt 23 φησί om. Mt 27 ἧσπερ L: ᾗπερ Mt 28 καὶ τῶν στοιχείων L 30 ὁ μὲν οὖν L: καὶ μένει Mt ὁ συλλογισμὸς Mt 31 μόνον om. Mt εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται ἐγνωσμένων τῶν ἀρχῶν καὶ a 1v ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. παραλιμπάνει δὲ καὶ τὸ συμπέρασμα, τίωσι δὲ μόνον τὸ ἀκόλουθον τῷ συμπεράσματι· τὸ μὲν γὰρ συμπέρασμα ἦν ἴκα·. ἡ φυσιολογία ἄρα γνωσθήσεται τῶν ἀρχῶν γνωσθειῶν’. τὸ τούτου οὖν ἀκόλουθον τίθησι. τοῦτο δέ ἐστιν ὅτι, ἐπειδὴ ἡ φυσιολογία γινώσκεται τῶν ἀρχῶν γνωσθεισῶν, ὅπερ ἐκ τοῦ συλλογισμοῦ συνεπεράνθη, πειρατέον διορίσαι τὰς ἀρχὰς τῆς φυσιολογίας. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως, Θεόφραστος δὲ καὶ ὅλον τὸν συλλογισμὸν ἔθηκεν ἐν τῇ ἰδίᾳ. Περὶ φύσεως πραγματείᾳ, παραμυθίας τινὸς ἀξιώσας καὶ τὴν ἐλάττονα πρότασιν τὴν ὅτιπερ τῆς φυσιολογίας εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. τοῦτο γὰρ οὐ πρόδηλον. κατασκευάζει οὖν αὐτὴν τοῦτον τόν τρόπον· τὰ φυσικά, φησί, πράγματα ἢ σώματά ἐστιν ἢ ἐν σώματι τὸ εἶναι ἔχει, οἷον αἱ ῥοπαὶ καὶ αἱ δυνάμεις καὶ τὰ ὅμοια· πάντα δὲ τὰ σώματα καὶ τὰ ἐν σώματι τὸ εἶναι ἔχοντα σύνθετά ἐστι καὶ ὅτι μὲν τὰ σώματα σύνθετα πρόδηλον. συνθέτους δέ φησι καὶ τὰς δυνάμεις τὰς ἐν ὑποκειμένοις τοῖς σώμασι τὸ εἶναι ἐχούσας καὶ ἁπλῶς πάντα τὰ ἐν ὑποκειμένῳ εἴδη, πρῶτον μὲν τῷ ἐκ γενῶν εἶναι καὶ διαφορῶν, ἔπειτα εἰ καὶ κατὰ τὸν ὁριστικὸν λόγον θεωρούμενα ἁπλᾶ ἐστιν, ἀλλ’ ὁ ὁριστικὸς λόγος οὐκ ἐν ὑπάρξει, ἀλλ’ ἐν μόνῃ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει. ὡς μέντοι ἐνυπόστατα ὄντα μετὰ τοῦ ὑποκειμένου θεωρεῖται· ἡ γὰρ ἐνεργείᾳ οὖσα ὄψις οὐκ ἔστιν αὐτὴ ἡ δύναμις μόνον, ἀλλὰ μετὰ τοῦ ὀπτικοῦ πνεύματος. ἄλλως τε οἱ φυσικοὶ ὡς φυσικὰ καὶ ἐν ὑπάρξει πράγματα αὐτὰ θεωροῦντες μετὰ τοὐ ὑποκειμένου αὐτὰ θεωροῦσιν. ὁ γὰρ ὁριστικὸς αὐτῶν, ὡς εἶπον , λόγος ἐν μόνῃ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει • ταύτῃ δὲ οὐδὲ ἰδέας ’) αὐτῶν εἶναι βούλεται ὁ Ἀριστοτέλης τῷ τὰ φυσικὰ εἴδη μὴ ὑφίστασθαι ἐξῃρημένα σωμάτων, ἀλλ’ ἐν ψιλῇ μόνον εἶναι ἐπινοίᾳ. ἄλλως τε οὐδὲν διοίσει ταῦτα τοῦ εἴδους τοῦ σώματος. ὥσπερ οὖν καὶ τοῦτο κατὰ μὲν τὸν ἴδιον λόγον ἁπλοῦν ἐστι, τὸ τριχῇ λέγω διαστατόν, πρὸς μέντοι τὴν ὕπαρξιν αὐτοῦ χρεία καὶ τῆς ὕλης, καὶ οὕτω λοιπὸν τὸ ἐν ὑπάρξει σῶμα οὐκ ἔστιν ἀπλοῦν, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους, οὕτω κἀπὶ τούτων ἔχει· κατὰ μὲν γὰρ τὸν ἴδιον αὐτῶν λόγον θεωρούμενα ἁπλᾶ ἐστιν, ὅταν μέντοι ὡς ὑπάρχοντα καὶ ἐνεργείᾳ αὐτὰ ὄντα θεωρήσωμεν, μετὰ τοῦ ὑποκειμένου σώματος αὐτὰ θεωροῦμεν. καὶ οὕτως οὐχ. ἁπλᾶ ἐστιν, ἀλλὰ σύνθετα), θετὰ), εἰ τοίνυν τὰ φυσικὰ πράγματα ἢ σώματά ἐστιν ἢ ἐν σώματι τὸ εἶναι ἔχει, ταῦτα δὲ σύνθετα, τὰ φυσικὰ ἄρα πράγματα σύνθετά ἐστι. πάντα 2 ὅτι (ante τῆς) Mt: ὅπερ L: inalim oTiTrep cl. v. 10 et p. 16,3 et 6, e 3 r 26, 5 v 49, i 3 v 13 k 2 v 26, m 7 r 3 et 15, 8 v 51, 9 r 6 al. 4 ’jSouv Mt at cf. p. 9,1 τούτου L: τούτῳ Mt G γινώσκεται om. L S οὑν om. L ef. p. 7, 13 Θεόφραστος] cf. Siinplic. p. 9,7 9 πραγμάτων primitiis L 13 οἷον L: οἶαι Mt 17 εἴδει et tnox τὸ ἐκ L lit ὁ om. L ἐν ὑπάρξει L: ἐν ὑπάρ*ει (oblitter.) M: ἐνυπάρχει t 22 τε L: τε καὶ Mt 24 δέ (ante οὐδὲ) om. Mt 25 εἶναι (post αὐτῶν) om. L 29 καὶ τῆς ὕλης om. Mt 33 θεοροῦμεν operarum errore t 35 τὰ (post σύνθετα) om. L ἄρα πάντα πράγματα Mt δὲ τὰ σύνθετα στοιχεῖα καὶ αἴτια καὶ ἀρχὰς ἔχει· τὰ γὰρ ἁπλᾶ τοῦ συνθέτου a 1v ἐστὶ στοιχεῖα· τὰ φυσικὰ ἄρα πράγματα ἀρχὰς καὶ αἴτια καὶ στοιχεῖα ἔχει. οὕτω μὲν οὖν τὴν ἐλάττονα κατε|σκεύασε πρότασιν· ᾗ προσθεὶς ἂν a 2r μείζονα, ὅτι πᾶν ὃ ἔχει ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τούτων ἑγνωσμένων, οὕτω συνάγει ὅτι τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων.

Ἀρχὰς δὲ τῶν πραγμάτων πάντων Πλατῶν μὲν ἕξ φησιν εἶναι, ὕλην, εἶδος. ποιητικὸν αἴτιον, παραδειγματικόν, ὀργανικόν, τελικόν· καὶ καλεῖ τὴν μὲν ὕλην ἐν ᾧ μητέρα γὰρ αὐτὴν καλεῖ καὶ δεξαμενὴν καὶ τιθήνην), τὸ δὲ εἶδος ὅ(τοῦτο γάρ ἐστι τὸ ἑκάστου τῶν πραγμάτων χαρακτηριστικόν, οὐχ ἡ ὕλη μία καὶ ἡ αὐτὴ οὖσα πάντων), τὸ δὲ ποιητικὸν ὑφ’ οὗ, τὸ ὀργανικὸν δι’ οὗ, τὸ παραδειγματικὸν πρὸς ὅ, τὸ τελικὸν δι’ ὅ. τούτων δὲ τῶν ἓξ τὰ μὲν τρία συναίτια καλεῖ, τὰ δὲ τρία αἴτια· τὸ μὲν γὰρ ποιητικὸν καὶ τὸ τελικὸν καὶ τὸ παραδειγματικὸν αἴτια καλεῖ ὡς ἐξῃρημένα καὶ κύρια ὄντα τῆς ἑαυτῶν ἐνεργείας, τὴν δὲ ὕλην καὶ τὸ εἶδος καὶ. τὸ ὄργανον συναίτια, διότι μὴ ἔστι κύρια τῆς ἑαυτῶν ἐνεργείας. ὁ μὲν. οὖν Πλατῶν, ὡς εἶπον, ἐξ φησιν εἶναι τὰς τῶν ὄντων ἀρχάς, ὁ δὲ Ἀριστοτέλης τέσσαρας, ὕλην, εἶδος, ποιητικὸν αἴτιον, τελικόν· τὸ γὰρ ὀργανικὸν καὶ παραδειγματικὸν ὡς φυσιολόγος παρῆκεν οὐ γὰρ πρὸς παράδειγμα ἡ φύσις ποιεῖ· ζωὴ γάρ τις οὖσα οὕτω ποιεῖ, οὐχὶ δὲ γνῶσίς τις ὡς ὁ νοῦς). ὡς οὖν φυστκὸς τοῦ παραδειγματικοῦ καὶ τοὐ ὀργανικοῦ αἰτίου οὐ μεμνήσεται· ἔστι γὰρ καὶ φυσιολογεῖν θεολογικῶς, ὡς ὁ Πλατῶν ἐν τῷ Τιμαίῳ περὶ τῶν ἐχῃρημένων αἰτίων τῶν φυσικῶν πραγμάτων διαλεγόμενος, καὶ θεολογεῖν φυσικῶς, ὥσπερ ὁ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐκ τῶν φυσικῶν πραγμάτων τὴν διδασκαλίαν τῶν θείων ποιούμενος. ὁ οὖν τοιοῦτος φυσιολόγος, λέγω δὴ ὁ περὶ τῶν συντεταγμένων αἰτίων τοῖς φυσικοῖς πράγμασι διαλεγόμενος, οὔτε τοῦ παραδειγματικοῦ αἰτίου δεήσεται διὰ τὴν εἰρημένην αἰτίαν, οὔτε τοῦ ὀργανικοῦ διὰ τὸ κοινῶς περὶ πάντων τῶν φυσικῶν αἰτίων καὶ τῶν πρωτίστων ποιεῖσθαι τὸν λόγον. εἰ μὲν γὰρ περί τινος φυσικοῦ ἦν αὐτῷ 6 λόγος, ὥσπερ τυχὸν τοῖς ἰατροῖς περὶ τῶν ἀνθρωπίνων σωμάτων, ἡδύνατο λέγειν ὄργανον εἶναι τῆς φύσεως τὰς κράσεις τυχὸν ἢ τὸ ἔμφυτον 1. 3 τὰ γὰρ ἁπλᾶ—στοιχεῖα ἔχει L; om. Mt 4 ἀρχὰς L: ἀρχὴν ilt 7 ἀρχὰς δὲ] hinc ad LM accedit Κ qui δὲ om. πλατῶν μὲν LMt: ὁ μὲν πλατῶν Κ Πλάτων] cf. infra glrlSsqq. Simplic. p. 3, 18. Porphyrins ap. Simplic. p. 10,32 9 μητέρα γὰρ κτλ. cf. Tim. p. Α, 50 D,51Α, 52 D, Α etc. γὰρ (post μητέρα) LMt: δὲ Κ καλεῖ post τιθήνην ponit Κ δεξαμένην L τιθήνην libri hie et e 5 r 3,32: τιθήνην Plato cf. h 6 v 42, 8 r 14, n 5 r 11 14 τὸ (ante τελικὸν) om. Κ 16 ὄργανον libri: imaio ὀργανικὸν. idem error in plerisque Simplicii libris p. 318,20 διότι μὴ ’jxiLMt: διὰ τὸ μὴ εἶναι K cf. ad p. 12,11, at de μὴ vocis usii cf. a 5 v 19 διότι—μὴ ἔλεγεν, b 3 v 243 διότι μὴ ἔχει etc. 17 Ἀριστοτέλης] cf. Metaph. Α 3 p. 983a26 20, Phys. B p. 194b23 18. 19 παραδειγματικὸν] τὸ ραδειγματικὸν (sic) L 20 ὡς οὑν Κ: ὁ οὖν τοιοῦτος (ex V. 25) LMt 21 μεμνήσεται LMt: μέμνηται Κ 21. 22 γὰρ καὶ] καὶ γὰρ Κ 23 αἰτιῶν K qui paulo post πραγμάτων om. 24 τῇ] τοῖς K τὰ iterat M: om. L 30 σωμάτων] πραγμάτων Κ. σῶμα et πρᾶγμα baud raro coufunduntur velut f 4 v 22, 5 r 41 al. θερμὸν ἤ τι τοιοῦτον· δι’ αὐτῶν γὰρ ποιεῖ ἡ φύσις τὰ ἴδια ἔργα· ἐπειδὴ a 2 r δὲ καὶ αὐτῶν τῶν κράσεων καὶ τῶν πρωτίστων στοιχείων, λέγω δὴ τῶν τεσσάρων, τὰ αἴτια ζητεῖ, εἰκότως οὐ παραλήψεται ὀργανικὸν αἴτιον· οὐ γὰρ διά τινος ὀργάνου ἡ φύσις συνίστησι τὰ πρῶτα στοιχεῖα, ἀλλ’ ἀμέσως ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους αὐτὰ δημιουργεῖ. καλεῖ δὲ ὁ Ἀριστοτέλης τὴν μὲν ὕλην ἐξ οὗ, τὸ δὲ εἶδος καθ’ ὅ κατ’ αὐτὸ γὰρ καὶ χαρακτηρίζονται τὰ πράγματα καὶ λέγονται), τὸ δὲ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ τελικὸν ὁμοίως τῷ Πλάτωνι δι’ ὅ. Ἀρχὰς δὲ καὶ αἴτια ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ λέγει, ἵνα ἀρχὰς μὲν καὶ αἴτια τὸ ποιητικὸν εἴπῃ καὶ τὸ τελικόν, στοιχεῖα δὲ τὰ λοιπὰ δύο, τὸ ὑλικὸν καὶ τὸ εἰδικόν, ἢ τὴν μὲν ἀρχὴν κοινῶς κατὰ πάντων κατηγορεῖ φαίνεται γοῦν ἕκαστον αὐτῶν ἀρχὴν καλῶν πανταχοῦ. “ἀνάγκη δέ”, φησίν, “ἢτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους”, περὶ τῶν φυσικῶν ἀρχῶν λέγων. καὶ πάλιν “ὅτι μὲν οὖν ἐναντίας γε δεῖ εἶναι τὰς ἀρχάς, δῆλον”, περὶ ὕλης καὶ εἴδους λέγων. καὶ πάλιν περὶ τῶν αὐτῶν “ μία μὲν οὖν ἀρχή”, αὐτὴν τὴν ὕλην λέγων, “ἑτέρα δὲ ἡ ὁ λόγος”, τὸ εἶδος), αἴτια δὲ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ, στοιχεῖα δὲ ἐπὶ τῶν λοιπῶν δύο, τῆς ὕλης καὶ τοῦ εἴδους. τὸ δὲ ὧν εἰσὶν ἀρχαὶ προσέθηκε, διότι οὐ πᾶσα ἐπιστήμη ἢ μέθοδος οἰκείαις ἀρχαῖς χρῆται, ἀλλ’ εἰσί τινες ταῖς τῶν ἑτέρων ἐπιστημῶν ἀρχαῖς χρώμεναι, οἵα ἐστὶν ἡ διαλεκτική, ἥτις πάσας ὑποδύεται τὰς ἐπιστήμας· πειρᾶται γὰρ καὶ ἰατρικὰ ἀποδεικνύναι θεωρήματα ταῖς ἰατρικαῖς ἀρχαῖς χρωμένη καὶ μαθηματικὰ ταῖς μαθηματικαῖς, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. αὕτη οὗν ἡ μέθοδος ἡ διαλεκτικὴ οὐκ οἰκείας ἀρχὰς ἔχουσα, ἀλλὰ ταῖς ἀλλοτρίαις χρωμένη, οὕτως ἐνεργεῖ περὶ τὰ ὑποκείμενα. τοιαύτη ἐστὶ ἡ ῥητορικὴ ἀεὶ ταῖς τῶν ἄλλων ἐπιστημῶν ἀρχαῖς χρωμένη καὶ οὕτω κατασκευάζουσα τὸ προκείμενον· διὸ καὶ ἀντίσιροφος εἶναι λέγεται τῇ διαλεκτικῇ, διότι ὁμοίως περὶ τὰ αὐτὰ στρέφονται ἀμφότεραι. μέθοδος δέ ἐστιν ἕξις ὁδοποιητικὴ μετὰ λόγου. ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περιπάσας τὰς μεθόδους. εἴπομεν ὡς ὅτι τοῦ συλλογισμοῦ τὴν μείζονα θεὶς πρόὅτι ἤ τι] (ex ἔτι) corr. L 4 πρώτιστα Mt ἀλλὰ μέσως L 5 ἐνεργεῖ L κατ’ αὑτὸ L: καθ’ αὐτὸ KMt καὶ (post γὰρ) om. Κ 9 ἤτοι oin. K 10 τὸ (post καὶ) om. L 11 ἰδικόν Κ κατηγορεῖν Κ, qui mox γοῦν om. 12 πανταχοῦ καλῶν Κ φησίν Phys. A 2 p. 15 13 ἤτοι cm. L τὴν ἀρχὴν Εἶναι Mt ὅτι μὲν οὑν κτλ. c. 5 p. 189a9 εἶναι δεῖ traicit L ἐναντίας δεῖ (om. γε) τὰς ἀρχὰς εἶναι, φανερόν (sed δῆλον loco simillimo p. 188a26) Aristoteles 15 περὶ τὴν αὐτὴν Κ μία κτλ. c. 7 p. 191a12 μίαν ἀρχήν Κ 15. 16. scribe ἀρχὴ αὕτη, τὴν ex Alist. 16 λέγω L ἐτέραν μία Arist. ἡ ὁ λόγος (cf. e 2 r 6. Simplic. p. 233,3) M: ἦ ὁ λογος L: in lac. om. Κ: ἧς ὁ λόγος t 16. 17 δὲ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ LK: δέ ἐστι τὸ ποιητικόν καὶ τὸ aildit t) τελικόν Mt 18 προέθηκε L 20 οἴα Κ ὑποδεικνύναι L 24 οὕτω Mt τοιαύτη δὲ καὶ (om. ἐστὶ) cod. Paiisiu. 2063 ὑποκείμενον Κ λέγεται εἶναι Κ 27 ἀμφότεραι στρέφονται περὶ τὰ αὐτά Mt δέ oiu. Κ ἕξις] ἐξῆς Κ 29. 30 ἐπειδὴ–ὡς om. Κ 30 ὡς ὅτι ὡσότι M) nulla interposita enuntiationc legitur etiam b 3 r 37. cf. Bouitzii Index Ar. p. 872a5. Vigerus ed. Herm. IV. p. 562. 850 μείζω L τάσιν παρῆκε τὴν ἐλάττονα καὶ τὸ συμπέρασμα. κεῖται οὖν εὐθὺς ἐν προοιμίοις a 2r ἡ μείζων πρότασις. διόπερ, ἵνα σαφέστερον ἐπιστήσωμεν τῷ λεγομένῳ, δεῖ τὸν ἐπειδή σύνδεσμον ἀφελεῖν καὶ οὕτως τὸ ῥητὸν ἀναγνῶναι· τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὦν εἰσὶν ἀρχαὶ ἢ αἲτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν. οὕτω γὰρ σαφεστέρα ἡ καθόλου πρότασις. ἢ οὕτως· ‘ περὶ πάσας πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει ἐκ τοῦ ταῦτα γνωρίζειν’. εἶτα λαβόντας τὸν ἐπειδή σύνδεσμον προσθεῖναι ἔξωθεν τῇ ἐλάττονι προτάσει· ‘ἐπειδὴ οὖν καὶ τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ τὰ φυσικὰ ἄρα γνωσόμεθα ἐγνωκότες τἀς ἀρχὰς αὐτῶν καὶ τὰ αἴτια καὶ τὰ στοιχεῖα’. εἶτα λοιπὸν τὸ ἀκολουθοῦν τῷ συμπεράσματι ἀναγνῶναι, τὸ δῆλον οὖν ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν περὶ τῆς τοῦ ῥητοῦ συντάξεως. τὸ μέντοι εἰδέναι καὶ τὸ ἐπίστασθαι τινὲς ἐκλαμβάνουσιν ὡς ταὐτὸν δηλοῦν, ἀλλὰ τὸ μὲν εἰδέναι ἐπὶ τῆς ἁπλῆς γνώσεως τῆς ἄνευ ἀποδείξεως, τὸ δὲ ἐπίστασθαι ἐπὶ τῆς μετὰ ἀποδείζεως. οἱ δὲ ἐκ παραλλήλου ἄμφω λαμβάνουσιν ὡς ταὐτὸν σημαίνοντα. καὶ ὁ Πλατῶν δὲ τὸ εἰδέναι κατὰ τῆς ἀκριβεστάτης καὶ ἐπιστημονικῆς γνώσεως ἄγει· ὲν γὰρ τῷ Φαίδωνί φησι· “τὸ γὰρ εἰδέναι τοῦτό ἐστι λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβληκέναι”. ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα· εἰ μὲν τὸν ἤ σύνδεσμον διαζευκτικὸν λάβωμεν, καθολικωτέρα καὶ ἐπὶ πλειόνων γίνεται ἡ πρότασις· τὰ γὰρ μὴ φυσικὰ ἀλλὰ λογικὰ καὶ νοερὰ ἀρχὰς μὲν ἔχει καὶ αἴτια, στοιχεῖα δὲ οὐκ ἔχει· ἐὰν δὲ παραδιαζευκτικὸν λάβωμεν τὸν ἤ ἀντὶ τοῦ καί, ἐπὶ τῶν φυσικῶν μόνων χωρήσει ὁ λόγος, ὧν εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. στοι|χεῖα γὰρ μόνων εἰσὶ τῶν συνθέτων a 2v πραγμάτων, ταὐτὸν δὲ εἰπεῖν τῶν φυσικῶν. στοιχεῖον γάρ ἐστι τὸ συγκατατεταγμένον τῷ πράγματι ὃ καὶ μέρος τοῦ συνθέτου γίνεται, μέρος δὲ οὐχ οἷά εἰσι τὰ κυρίως μέρη ὁμοιομερῆ τε καὶ ὀργανικά· ταῦτα μὲν γὰρ ἰδίαν ἔχει περιγραφήν τε καὶ ἐνέργειαν, καὶ ἕκαστον αὐτῶν μέρος τι τοῦ συνθέτου ἀπείληφε, τὰ δὲ στοιχεῖα ὅλα δι’ ὅλων αὐτῶν καὶ διὰ τοῦ συνθέτου κεχώρηκεν, ὡς μηδὲν αὐτοῦ εἶναι σημεῖον ὃ μὴ τῶν στοιχείων μετείληφεν. ἔστι δὲ τὸ μὲν τῆς ἀρχῆς ὄνομα καθολικώτερον (φέρεται γὰρ καὶ ἐπὶ τοῦ εἴδους καὶ ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ 1 κεῖται οὖν Κ: ἔστι γοῦν L: ἔστιν οὖν Μt 3 ἐπειδή] ἐπεὶ Κ καὶ (ante οὕτως) iterat initio versus Κ 5. 6 οὕτω γὰρ — πρότασις in erasis M 6 καθόλου] καθὰ Κ γίνεται πρότασις L 8 λαβόντα Κ 9 καὶ (ante τῶν) om. L 12 οὑν om. Arist. (cf. p. 8,27) 13 οὑν om. L 15 ἀπλανὴς (sic) M 15. 16 ἄνευ ἀποδείξεων L 17 λαμβάνουσι (om. ὡς) t 19 Φαίδωνι p. 75 D λαβόντα λαμβάνοντα LMt του Plato: τοῦ LK: τὸ Mt 20 ἀποβεβηκέναι Κ: ἀπολωλεκέναι Plato 21 διαζευκτικὸν om. Κ 22 γίνεται om. Κ 23 παραδειγματικὸν L 24 τὸν ἡ ν' ö v' σύνδεσμον (ut v. 21) L μο χωρι Κ 25 αἱ ἀρχαὶ Mt μο Κ 26 ἐστι om. Κ 28 εἰσι] ἐστι Κ 29 τε (post περιγραφήν) om. L 30 ἀπήλγφεν Κ 31 σημεῖον om. L 31. 32 μὴ τὸ στοιχεῖον μετήληφεν Κ καὶ τῶν λοιπῶν), τὸ δὲ αἴτιον καὶ τὸ στοιχεῖον μερικώτερά ἐστι, τὸ μὲν a 2v αἴτιον ἐπὶ τῶν κεχωρισμένων τοῦ ἀποτελέσματος ἀρχῶν τῆς τε ποιητικῆς καὶ τῆς τελικῆς καὶ ἐπὶ τῆς παραδειγματικῆς τε καὶ ὀργανικῆς, τὸ δὲ στοιχεῖον ἐπὶ τῶν συγκατατεταγμένων φέρεται ἀρχῶν, τοῦ εἴδους λέγω καὶ τῆς ὕλης, ἃ καὶ μέρος τοῦ ἀποτελέσματος γίνεται. οὐχ οὕτω δὲ μέρος ὡς τὰ ἀνομοιομερῆ λεγόμενα ἢ τὰ ὁμοιομερῆ, ἀλλ’ ὡς συμπληρωτικὸν τῆς οὐσίας τοῦ πράγματος. τίνι δὲ διαφέρει μέρος στοιχείου εἴπομεν.

p. 184a12 τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν ταπρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι στοιχείων.

Ἀρχὰς πρώτας φησὶ καὶ αἴτια ἤτοι ἵνα ἀπὸ τῶν πρωτίστων ἀρχῶν ἀρξώμεθα, καὶ οὕτω μέχρι τῶν προσεχεστάτων κατέλθωμεν (τῷ γὰρ ὄντι τότε ἀκριβῶς ἕκαστον γνωσόμεθα , ὅταν καὶ τὰς πρωτίστας ἀρχὰς αὐτοῦ γνῶμεν καὶ τὰς μέσας καὶ τὰς προσεχεῖς καὶ συγκατατεταγμένας, ὅπερ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ μέχρι τῶν στοιχείων. καὶ γὰρ τὸ προσεδὲς ποιητικὸν αἴτιον τῶν φυσικῶν πραγμάτων, αὐτὴ λέγω ἡ φύσις, συγκατατέτακται τῷ πράγματι καὶ στοιχεῖον αὐτοῦ ἐστι δι’ ὅλου αὐτοῦ διήκουσα), ἢ ἀρχὰς πρώτας τὰς ἑκάστου πρώτας ἀκουστέον· τοῦτο γὰρ καὶ αὐ·τὸς ἐδήλωσεν εἰπών· τότε γὰρ γνωσόμεθα ἕκαστον. γνωσόμεθα γὰρ τὰ ἐν μετεώροις συνιστάμενα, ὅταν τὰς αὐτῶν πρωτίστας ἀρχὰς ὡς μετεώρων γνῶμεν, ὅτι ὕλην μὲν ἔχει τήνδε, εἶδος δὲ τόδε, ποιητικὸν δὲ αἴτιον τόδε, καὶ τελικὸν ὁμοίως· τὸ γὰρ τὴν πρωτίστην ὕλην γνῶναι οὐκ ἔστιν ἀπλῶς ὡς μετεώρων ἀρχὰς γνῶναι, ἀλλ’ ἀπλῶς ὡς σωμάτων. ὅταν οὖν τὰς ἑκάστου ἰδιαζούσας ἀρχὰς γνῶμεν ποιητικάς τε καὶ τελικάς, ἀφικώμεθα δὲ καὶ μέχρι τῆς τῶν στοιχείων αὐτῶν γνώσεως, τῆς τε ἰδίας αὐτῶν φημι ὕλης καὶ τοῦ εἴδους, τότε τῷ ὄντι τὴν ἀκριβῆ ἑκάστου γνῶσιν ἕξομεν.

p. 184a14 Δηλονότι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσαι.

Eἴπομεν ὅτι ὁ Ἀριστοτέλης τὸ συμπέρασμα τοῦ συλλογισμοῦ παρείς, ὅπερ ἦν ‘τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται ἐγνωσμένων τῶν ἀρχῶν’, τὸ 1 τὸ (ante στοιχεῖον) oni. L μὲν γὰρ fortasse recte L 2 ἐπιτελέσματος Κ 3 καὶ τῆς τελικῆς om. Κ τε (post παραδειγματικῆς) om. Κ 5 ἁ oin. superscr. L 6 ὡς τὰ ὁμοιομερῆ ἢ τὰ ἀνομοιομερῆ (om. λεγόμενα) L 7 τίνι—εἴπομεν om. Κ 8 lemma om. Κ 11 ἀρχὰς τὰς πρώτας (ex lemmate) L πρωτίστων] τίστων (sir) Κ 12 κατέλθομεν Κ 13 αὐτοῦ ἀρχὰς Mt 17 αὐτοῦ (ante ἐστι) om. K ων 18 ἢ ἀρχὰς πρώτας om Κ τὰς] τοῦ L 20 αὐτῶν] οὺτ (sic) M 23 ὅτε οὑν Κ 24 τε (ante καὶ) om. Κ qui mox ἀφικόμεθα 20 γνώμην L 27 lemma om. K 28 διορίσασθαι (cf. p. 9,2) ex Aristotelc t, qui ex eodem addit πρῶτον τὰ περὶ τὰς ἀρχὰς. hunc editionis Trincav. morcm plcnioia semper lemmata ex edito tum Arislotelc exhibendi semel notasse satis erit ὰκόλουθον τῷ συμπεράσματι τίθησι. τοῦτο δέ ἐστιν ὅτι εἰ τὰ φυσικὰ γινώσκεται a 2v τῶν ἀρχῶν ἐγνωσμένων, πειρατέον δηλονότι διορίσασθαι περὶ τῶν φυσικῶν ἀρχῶν τοῖς γε ταῦτα γνῶναι βουλομένοις.

p. 184a16 Πέφυκε δὲ· ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.

Εἰρηκὼς ἐν τῷ προτέρῳ προοιμίῳ, ὅτι τὴν περὶ φύσεως ἐπιστήμην οὐκ ἄλλως ἕξομεν ἢ τὰς ἀρχὰς αὐτῆς ἐγνωκότες τὰ γὰρ φυσικά, φησί, πράγματα ἔχουσιν ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα· πᾶσα δὲ μέθοδος ἀρχὰς ἔχουσα ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων· τὰ φυσικὰ ἄρα πράγματα γινώσκεται τῶν ἀρχῶν ἐγνωσμένων), νῦν βούλεται εἰπεῖν τίς ἐστιν ὁ τρόπος τῆς τῶν ἀρχῶν γνώσεως. ἰστέον οὖν ὅτι αὐτὸς εἶπεν ἐν τῇ Αποδετκτικῇ, ὅτι δύο τρόποι εἰσὶ τῆς ἐπιστημονικῆς γνώσεως, πρῶτος μὲν ὁ. ἀποδεικτικός, δεύτερος δὲ ὁ διδασκαλικός, οὗτοι δὲ ἀντιπεπονθότως ἔχουσι πρὸς ἀλλήλους. ὁ μὲν γὰρ ἀποδεικτικὸς ἐκ τῶν πρώτων τῇ φύσει καὶ ἀρχικωτέρων ἀποδείκνυσι τὰ δεύτερα, ὁ δὲ διδασκαλικός, ἀποδεικτικός τις ὢν καὶ αὐτός, κατὰ δεύτερα μέτρα ἀποδείξεως ἐκ τῶν ὑστέρων τῇ φύσει τά πρότερα ἀποδείκνυσιν, ὃν καὶ τεκμηριώδη καλεῖ. οἷον εἴ τις ἰδὼν καπνὸν εἴποι πῦρ εἶναι ἐνταῦθα· ἐκ γὰρ τοῦ τῇ φύσει ὑστέρου τὸ πρότερον κατεσκεύασε. κεχρήμεθα δὲ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ ἐπί τινων τῷ μὴ δύνασθαι τῷ προτέρῳ τε καὶ ἀποδεικτι,κωτέρῳ χρήσασθαι διὰ τὸ τὴν φύσιν τῶν πραγμάτων πολλάκις οὕτως ἔχειν, ἢ διὰ τὸ μὴ ἔχειν ἀρχικώτερα, ἢ διὰ τὸ ἔχειν μέν, ἀσαφέστερα δὲ ἡμῖν εἶναι καὶ ἀγνωστότερα. οὕτω γοῦν καὶ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ βουλόμενος ἀποδεῖξαι ὁποῖόν τί ἐστι τὸ τῆς σελήνης σχῆμα, ἐκ τῶν φωτισμῶν αὐτῆς κατεσκεύασεν ὅτι σφαιρικόν. φαίνεται γὰρ γινομένη δὶς μηνοειδής, δὶς διχότομος, δὶς ἀμφίκυρτος, ἅπαξ πανσέληνος· τούτους δὲ τοὺς φωτισμοὺς ἀδύνατον ἄλλῳ τινὶ σχήματι ἢ τῷ σφαιρικῷ ὑπάρξαι. ἐνταῦθα οὖν τεκμηριωδῶς ἐκ τῶν ὑστέρων τῇ φύσει, τῶν φωτισμῶν λέγω, τὸ τῇ φύσει πρότερον τὸ σχῆμα ἀπέδειξε, δέον ἐκ τοῦ δεῖξαι ὅτι ἐκ τῆς πέμπτης ἐστὶν οὐσίας διὰ τοῦτο ἀνάγκη σφαιρικὴν εἶναι ἀδύνατον γὰρ ἀίδιόν τι σῶμα εἶναι μὴ σφαιρικὸν ὄν), εἶτα ἐκ τοῦ σφαιρικὸν τὸ σῶμα εἶναι τῆς σελήνης διὰ τούτου δεῖξαι, ὅτι 3 γνῶναι om. L 4 lemma om. Κ 7 ἐγνωκο (hoc de librarii more ἐγνωκότα est) Κ 8 πᾶσα (om. δὲ) μέθοδος ἀρχὴν L 9. 10 τὰ φυσικὰ ἂρα—ἐγνωσμένων om. Mt 11 αὐτὸν Κ 12 ’Aοδεικτικῇ] cf. Anal. Post. Α 1. Simplic. p. 15, 15 sqii. 15 ἐνδείκνυσι L: δείκνυσι Κ τις om. L 16 κατὰ τἄ L δευτέρα err. ὢ. t 17 δείκνυσιν Κ 18 ὅτι πῦρ ἐστὶν Κ 20 ἀποδεικτικωτέρῳ τὲ καὶ προτέρῳ Mt 21 οὕτω Mt 22 εἶναι] ἐστὶ Κ 23 Περὶ οὐρανοῦ Bll p. 291b18 sqq. 24 τί] ἁ L 25 γινμένη err. typ. t μονοειδὴς L δὶς (ante διχότομος) om. superscr. α L 2 26 ἀδύνατον Κ 27 τῷ] τὸ Κ 28 τὸ (post πρότερον) om. Κ 30 εἶναι (ante μὴ) om. K 31 τὸ σῶμα L: σῶμα (om. τὸ) KMt ἀνάγκη πᾶσα οὕτω φωτίζεσθαι. τοῦτο γὰρ ἦν ἀκολουθότερον τῷ ἐκ τῶν ἀρχικωτέρων a 2v κατασκευάζειν τὰ ὕστερα. ἀλλ’ ἐπειδὴ γνωριμώτεροι ἡμῖν εἰσιν οἱ τῆς σελήνης φωτισμοὶ τοῦ σχήματος αὐτῆς, καὶ τοῦτο τῆς οὐσίας, εἰκοτως ἐκ σαφεστέρων τὰ ἀσαφέστερα κατασκευάζει. ἀλλὰ καὶ ὅταν περὶ τῶν καθολικωτέρων γενῶν διδάσκων ἐκ τῶν ὑστέρων τῇ φύσει διδάσκῃ περὶ αὐτῶν, ὑπογραφὰς καὶ οὐχ ὁρισμοὺς αὐτῶν ἀπο|διδούς, ἢ ὅταν περὶ τῆς a 3r ὕλης κατὰ ἀφαίρεσιν διδάσκῃ, διὰ τὸ μὴ ἔχειν ἀρχοειδέστερα αὐτῶν ἀνάγκη ἐκ τῶν ὑστέρων τῇ φύσει τὴν περὶ αὐτῶν ποιεῖσθαι διδασκαλίαν. ἐπεὶ οὖν καὶ νῦν πρόκειται τὰς ἀρχὰς τῶν φυσικῶν πραγμάτων γνῶναι, ἀνάγκη θατέρῳ τούτων τῶν τρόπων γνῶναι. τῷ μὲν οὗν προτέρῳ ἀδύνατον· εἰ γὰρ βουληθείημεν ἐξ ἀρχῶν ἀεὶ τὰς ἀρχὰς κατασκευάζειν, ἐπ’ ἄπειρον οὕτως ἥξομεν ἀεὶ τῶν ληφθεισῶν ἀρχῶν ἑτέρας ζητοῦντες. λείπεται οὖν τῷ δευτέρῳ τρόπῳ εἰς τὴν τῶν ἀρχῶν διδασκαλίαν χρήσασθαι, καὶ ἐκ τῶν δευτέρων τῇ φύσει ἐπὶ τὴν τούτων γνῶσιν ἀνελθεῖν. καὶ γὰρ ἀεί, φησί, τὰ ὗέν τῇ φύσει πρότερα καὶ σαφέστερα ἡμῖν ὕστερά ἐστι καὶ ἀσαφέστερα, καὶ τὰ ἡμῖν πρότερά τε καὶ σαφέστερα τῇ φύσει ὕστερά ἐστι καὶ ἀσαφέστερα. διὰ τοῦτο οὖν δεῖ ἡμᾶς ἐκ τῶν σαφεστέρων καὶ προτέρων ἡμῖν, τῇ φύσει δὲ ὑστέρων καὶ ἀσαφεστέρων, ἄρξασθαι τῆς διδασκαλίας. ταῦτα δέ ἐστι, φησί, τὰ συγκεχυμένα· ταύτα γὰρ ἡμῖν ἐστι γνωριμώτερα καὶ σαφέστερα, τῇ φύσει δὲ ἀγνωστότερα. συγκεχυμένα δέ ἐστι τὰ καθόλου· ὥστε ἐκ τῶν καθόλου ἀρκτέον τῆς διδασκαλίας. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης.

Ζητοῦσι δὲ ἐνταῦθα, πῶς φησι τὰ καθόλου ὕστερα εἶναι τῇ φύσει καὶ ἀσαφέστερα, ἡμῖν δὲ πρότερα καὶ γνωριμώτερα καίτοι ἀλλαχοῦ τὸ ἐναντίον τίον δείκνυται, ὅτι τῶν καθόλου ἡ γνῶσις ἀσαφεστέρα τέ ἐστιν ἡμῖν καὶ ὑστέρα παραγίνεσθαι πέφυκεν· ἐπιστήμης γὰρ μόνης τὸ καθόλου ἑλεῖν, ἡ δὲ ἐπιστήμη ὑστέρα ἡμῖν παραγίνεται), καὶ τίνα λέγει καθόλου ἐνταῦθα. λέγομεν οὗν ὅτι καθόλου ἐνταῦθά φησιν ἤτοι τὸ μερικόν, ὅπερ τοῦ καθ’ ἕκαστα διενήνοχεν, ὡς αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας φησί, τῷ τὸ μὲν καθ’ ἕκαστον ὡρισμένον εἶναι, αὐτὸ δὲ ἀόριστον. οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ μερικὸν ἢ καθ’ ἕκαστα ἀόριστον δυνάμενον πλείοσιν ἐφαρμόζειν. τοῦτο οὖν, δι’ αὐτὸ τοῦτο τὸ ἀόριστον εἶναι, καὶ συγκεχυμένον εἰκότως ἐκάλεσε καὶ 1 ἀκολουθώτερον Κ τῷ scripsi: τὸ libri 1. 2 ἀρχικωτέρων L: ἀρκτικωτέρων KMt 2 εἰσὶν ἡμῖν L 3 τοῦτο L: τοῦ τ M: om. Kt 4 ἐκ τῶν σαφεστέρων fortasse recte Κ h καθολικωτάτων Κ διδάσκων KMt: διδάσκει L διδάσκῃ (post φύσει) Κ: διδάσκει Lilt 7 ἀφαίρεσιν διδάσκει Κ 8 περὶ αὐτῶ L 10 τούτων τῶν τρόπων L: τῶν τρόπων τούτων Mt: τούτων om. Κ γνῶναι scripsi: τὰς ἀρχὰς γνῶναι L: τοῦτο γνῶναι Κ: αὐτὰς γνῶναι Μt 12 ζητούντων Κ 18. 19 ταῦτα δέ ἐστι, φῆσί, τὰ συγκεχυμένα om. ct in marg. adscribit compendiose ζήτει Κ 21 οῦν om. Κ 24 ἀλλαχοῦ] cf. ad a 4 r 41 25 ἐστιν om. Κ 26 μόνος primitus L 28 ὅτι ἐνταῦθα καθόλου L 29 ἕκαστα] ἕκαστον Κ Περὶ ἑρμηνείας] cf. c. 70 30 ἕκαστον] ἔκαστα Κ τὸ ἀόριστον L ἕτερόν om. Mt 32 δι’ αὐτὸ ·τοῦτο τὸ Κ (item Paris. 2063, Coisl. gr. 166): διὰ τὸ οὕτω L: διὰ τὸ Mt συγκεχυμένων compend. Κ. at eodem syllabae ὢν compendio scrihit ν. 21 ἀρκτέον, p. 8,18 ἀκουστέον etc. καθόλου. καθόλου μὲν διὰ τὸ δύνασθαι πλείοσιν ἐφαρμόζειν, τοῦ καθ’ a 3r ἕκαστα ἑνὶ μόνῳ ἐφαρμόζοντος, συγκεχυμένον δὲ διότι ἀορίστως καὶ ἀδιαρθρώτως ἐφαρμόζει οἷς ἄν ἐφαρμόζῃ. τὰ γὰρ καθ’ ἕκαστα κατὰ τὸ καθόλου μὲν γινώσκοντες σαφῆ καὶ διηρθρωμένην αὐτῶν ἔχομεν τὴν γνῶσιν· ὅταν γὰρ εἴπω, ὅτι ὁ Σωκράτης ζῷόν ἐστιν ἢ ἄνθρωπός ἐστιν, ὡρισμένην ἔχω καὶ διηρθρωμένην τὴν τοῦ ἀνθρώπου καὶ τὴν τοῦ ζῴου φύσιν· κατὰ τὸ μερικὸν δὲ γινώσκοντες τὰ καθ’ ἕκαστα, ὡς ὅταν λέγωμεν ὅτι τὶ ζῷόν ἐστι καὶ τὶς ἄνθρωπός ἐστιν, οἷον ὅτι τὸ προσιόν τι ζῷόν ἐστιν ἤ τις ἄνθρωπός ἐστιν, ἀδιαρθρώτως καὶ συγκεχυμένως αὐτὸ γινώσκομεν. τὸ γὰρ τὶ ζῷον δύναται εἶναι καὶ ἄνθρωπος καὶ ἵππος καὶ τῶν λοιπῶν ἕκαστον· ὁμοίως καὶ ὁ τὶς ἄνθρωπος Πλάτων εἶναι ἢ Ἀλκιβιάδης ἢ ἕτερός τις. πρώτη οὖν ἡ τῶν συγκεχυμένων ἡμῖν γίνεται γνῶσις. τὸν γὰρ Σωκράτην ἰδὼν πόρρωθεν, πρότερον γινώσκω ὅτι ἔστι τι ζῷον, καὶ ταύτῃ συγκεχυμένη αὐτοῦ ὡς ζῴου ἐστὶν ἡ γνῶσις· δύναται γὰρ τὸ τὶ ζῷον τῶν ἄλλων ὁτιοῦν εἶναι· εἶτα καί τις ἄνθρωπος, καὶ ταύτῃ πάλιν, εἰ καὶ τῶν ἄλλων ζῴων διακέκριται, συγκεχυμένην καὶ οὕτως οὐδὲν ἧττον ἔχομεν αὐτοῦ τὴν γνῶσιν· δύναται γὰρ εἶναι τῶν ἄλλων ἀνθρώπων ὁστισοῦν. τῇ δὲ συγκεχυμένῃ ταύτῃ γνώσει προσθεὶς τὰς ἰδίας τοῦ Σωκράτους ἰδιότητας, οὕτως ἀκριβεστάτην αὐτοῦ ποιοῦμαι τὴν γνῶσιν. οὕτω γοῦν, φησί, καὶ τὰ παιδία τὸ μὲν πρῶτον συγκεχυμένην τὴν τῶν πατέρων γνῶσιν ἔχοντα, οὐχ ὡς πατέρας ἀλλ’ ὡς ἀνθρώπους γινώσκουσι· διὸ καὶ πάντας ἀνθρώπους πατέρας νομίζει· ὕστερον δέ, ὅταν λοιπὸν δυνηθῶσι ταῖς ἰδιότησι τοῦ πατρὸς ἐπιστῆσαι. τότε διηρθρωμέωνην αὐτοῦ τὴν γνῶσιν ἔχοντα τῶν ἄλλων ἀφορίζει ἀνθρώπων.

Καὶ ἑτέραν δὲ ἐξήγησιν τούτων τινὲς φέρουσιν. ἵνα γάρ φασί, κυρίως τὴν τοῦ καθόλου ἔννοιαν σώσωμεν, ῥητέον καθόλου λέγειν αὐτὸν τὸ ἐν τοῖς πολλοῖς· τό τε γὰρ πρὸ τῶν πολλῶν σαφὲς ἡμῖν ἀλλ’ ὀψέ ποτε γινωσκόμενον, τό τε ἐπὶ τοῖς πολλοῖς καὶ ὑστέροις μετὰ τὴν τελείωσιν τοῦ λόγου παραγίνεται, ὅταν λοιπὸν οἷοί τε ὦμεν ἐκ τῶν κατὰ μέρος τὴν κοινῶς ὑπάρχουσαν αὐτοῖς φύσιν ἀπομάξασθαι. ἄλλως τε τὸ μὲν περὶ τοῦ πρὸ τῶν πολλῶν διαλέγεσθαι θεολόγου μᾶλλον, τὸ δὲ περὶ τοῦ ὑστερογενοῦς διαλεκτικοῦ· λεκτικοῦ· φυσιολόγῳ δὲ προσῆκον περὶ τοῦ ἐν τοῖς πολλοῖς διαλέγεσθαι. τοῦτο οὖν, φασί, πρότερον ἡμῖν εἶναι λέγεται καὶ σαφέστερον καὶ συγκεχυμένον. ὅταν γὰρ προσιόντα τινὰ ἴδωμεν, κατὰ τὰ καθόλου καὶ συγκεχυμένα πρῶτον αὐτὸν γινώσκομεν· πρότερον γὰρ ἀπλῶς ὅτι σῶμά ἐστι νοοῦμεν, 2. 3 ἀδιορθώτως L: ἀναρθρώτως Κ 3 οἷς] to L ἐφαρμόζῃ] ἐφαρμόζει Κ κατὰ LK: καὶ Mt 4 διωρθωμένην aute corr. L 5 γὰρ om. L εἴπωμεν Mt ἐστιν (post ζῷόν) om. Κ ὁρισμένην Κ 6 τὴν (post καὶ) om. Κ 1 τὰ καθέκαστον L τὶ oin. Κ 8 ἐστιν (aute οἷον) om. Mt 12 πρότερον om. Κ 14 καί (post εἶτα) Κ: ὁ LMt: fort, καὶ ὅτι 15 πάλιν ταύτη L συγκεχυμένη L IS ἀκριβεστάτη Κ 19. 20 πατέρων] ἀνݲών (h. e. ἀνθρώπων) L 20 γνῶσιν ἔχοντα L: ἔχοντα γνῶσιν Mt: τὴν γνῶσιν τῶν πρݲων ἔχοντï (sic) traicit Κ 23 ἔχοντι Κ 24 φησι Κ 26 ποτε om. Mt 27 καὶ ὕστερον καὶ μετὰ L 28 λοιπὸν] γάρ Κ 29 περὶ τῶν πρὸ τῶν Κ 30 δεῖ λέγεσθαι Κ ὑστερογενοῦς LK : ὑστέρου γένους Mt 31 φυσιολόγου L 32 φασὶν Κ: φησι LMt 33 γάρ τινα προσιόντα Κ προιόντα primitus L εἶτα ὅτι ζῷον, εἶτα ὅτι ἄνθρωπος· ποῖον μέντοι σῶμα ἢ ποῖον ζῷον ἢ ποῖος a 3r ἄνθρωπος, οὐκέτι. φημὶ δὲ ἐγὼ τὴν δευτέραν ἐξήγησιν οὔτε τῇ Ἀριστοτελικῇ διδασκαλίᾳ συνᾴδειν, οὔτε τῇ φύσει αὐτῇ τῶν πραγμάτων. πρῶτον μὲν γὰρ τὰ παραδείγματα ἃ προφέρουσιν οὐ τοῦ γένους ἐστὶ τοῦ ἐν τοῖς πολλοῖς, ἀλλὰ τοῦ μερικοῦ καὶ ἀορίστου. τί γάρ ἐστιν ἄλλο τὸ ἐν τοῖς πολλοῖς γένος, εἴ μὴ ἡ ἄθροισις πάντων τῶν κατὰ μέρος, ἤγουν τὸ κοινῶς πάντων τῶν κατα μέρος κατηγορούμενον ; ὅταν δὲ τὸ προσιὸν εἴπω ζῷον εἶναι ἢ ἄνθρωπον εἶναι, οὐ τοῦτο νομίζω ὅτι ὁ προσιὼν τὸ ἄθροισμά ἐστι τῶν ζῴων, ἢ τὸ ζῶόν ἐστι τὸ πάντων τῶν κατὰ μέρος κατηγορούμενον, ἀλλὰ τὸ καθ’ ἕκαστον ζῷον ὑπολαμβάνω τὸ προσεχῶς ὑπὸ τὸ εἶδος τεταγμένον. ἀόριστον δὲ τοῦ· ἐστι, διότι μὴ ἔχω ἐρεῖσαι τὴν διάνοιαν ποῖόν τί ἐστι τῶν καθ’ ἕκαστα τῶν ὑπὸ τὸ εἶδος τεταγμένων. διὰ τοῦτο καὶ μερικόν φημι τὸ τὶ ζῷον καὶ οὐ καθ’ ἕκαστα, διότι ἀόριστον ὂν δύναται ἐπὶ πλειόνων καθ’ ἕκαστα ἐφαρμόζειν καὶ ταύτῃ καθολικώτερον αὐτῶν εἶναι] τῷ τὸ μὲν καθ’ ἕκαστα ὡρισμένον σμένον ὂν μηδαμῶς ἅλῳ τινὶ ἐφαρμόζειν δύνασθαι, τοῦτο δὲ διὰ τὸ ἀόριστον δύνασθαι πλείοσιν ἐφαρμόζειν. πρῶτον μὲν οὖν, ὅπερ εἶπον, οὐδὲ τὰ παραδείγματα τὸ ἐν τοῖς πολλοῖς γένος σημαίνει, ἔπειτα τὸ ἐν τοῖς πολλοῖς γένος, εἰ καὶ τῷ ὄντι τῇ μερικῇ φύσει καὶ ὕστερόν ἐῷ καὶ ἀσαφέστερον τοῦτο γὰρ οἶδεν ἡ φύσις ὃ καὶ ποιεῖ, ποιεῖ δὲ τῶν καθόλου οὐδέν, ἀλλὰ μόνως τὰ καθ’ ἕκαστα, εἶτα ὕστερον ἐκ τοῦ ἀθροίσματος τούτων τὰ καθόλου συνίσταται), ἀλλ’ οὐδὲν ἧττον καὶ ἡμῖν ὕστερόν ἐστι κατὰ τὴν γνῶσιν, διὸ καὶ ἀσαφέστερον. πρώτως γὰρ τὸ καθ’ ἕκαστα γινώσκομεν· τούτου γὰρ καὶ ἡ αἴσθησις ἀντιλαμβάνεται· πρώτως δὲ τῇ αἰσθήσει ἐνεργοῦμεν, εἶτα ὕστερον λόγῳ· <ὃς> συλλέξας τὰ 1 κατὰ μέρος τῇ αἰσθήσει ἐγνωσμένα a 3v τὸ πάντων ἄθροισμα, ἢ ἁπλῶς τὸ ἐν πᾶσι κοινόν, γένος ἐκάλεσεν. ὥστε καὶ ἡμῖν ὑστέρα ἡ τοῦ γένους τοῦ ἐν τοῖς πολλοῖς γνῶσις, καὶ διὰ τοῦτο ἀσαφεστέρα· προχειρότερον γὰρ τοῖς καθ’ ἕκαστα ἐπιβάλλομεν ἢ τοῖς καθόλου. ἄλλως τε οὐδὲ τοῖς Ἀριστοτελικοῖς ἡ ἐξήγησις αὕτη συνᾴδει παραδείγμασιν. ὁ γὰρ παῖς εἰ καὶ πάντα ἄνθρωπον ὡς πατέρα γινώσκει, ἀλλ’ οὖν τοῦ καθόλου ἔννοιαν οὐκ ἔχει, ἀλλὰ τοῦ μερικοῦ, τοῦ ἀορίστου· μὴ ἔχων γὰρ διηρθρωμένους τοῦ καθ’ ἕκαστα τοὺς τύπους, οὓς ἐξ ἀρχῆς ἔσχε τοῦ ἀνθρώπου 1 ἢ ποῖον ζῷον om. L 2 δὲ] δεῖν Κ 4 οὐ τοῦ] οὒτε t 6 ἡ om K 6. 7 ἤγουν—μέρος om. Κ 8 εἶναι (post ἄνθρωπον) om. Κ 8. 9 ἐστι—ἐστι] εἶναι —εἶναι Κ 9 πάντων τῶν κατὰ μέρος Mt: κατὰ μέρος πάντων LK (nisi quod post πάντων addit τῶν κατὰ μέρος Κ) καθέκαστα Κ 10 προσεχές primitiis L 11 διὰ τὸ μὴ ἔχειν ἐρίσαι (sic) τὴν διάνοιαν τὸν σκοποῦντα ποῖόν Κ at cf. ad p. 5,16 13. 14 διότι —αὺτῶν εἶναι delevi 14 τῶ τὸ μὲν Κ: τὸ μὲν γὰρ LMt 15 οὐδαμῶς Mt 15. 16 δύνασθαι—δύνασθαιΚ : δύνασθαι—δύναται L:…

᾿Αλλ…

The complete text is available when the reading interface loads.