The Greek Library Author

Syrianus

In Aristotelis Metaphysica Commentaria

Scientific editors
Wilhelm Kroll
Edition reference
Syriani in metaphysica commentaria · Berlin · Reimer · 1902
CTS identifier
urn:cts:greekLit:tlg4017.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΣΤΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΞΕΝΟΥ

Ἐν τῷ μείζονι Α τίς ἡ παροῦσα σκέψις εἰπών, ὅτι ἡ τοῦ ὄντος ᾗ 837a ὅν, καὶ τίς ἡ ἐπιστήμη, ὅτι ἡ πρώτη φιλοσοφία, καὶ πόσα τὰ αἴτια, καὶ πῶς οἱ πρὸ αὐτοῦ περὶ τῶν αἰτίων τοῦ ὅπως ποτὲ ὄντος διελέχθησαν, ἔτι δὲ ἐν τῷ ἐλάττονι τῶν A δείξας, ὅτι οὔτε κατ’ εὐθυωρίαν οὔτε κατ’ εἶδος ἄπειρα ·τὰ αἴτια, νῦν ἀρχόμενος τοῦ Β πρῶτον ἀπορῆσαι χρῆναί φησιν, ἵνα τε εὐπορώτερον ἀναστραφῶμεν ἐν τοῖς προκειμένοις σκέμμασιν οὔτε γὰρ εὐπορῆσαι δυνατὸν μὴ λύσαντας τὰς ἀπορίας οὔτε λῦσαι μὴ κατανενοηκότας τὸ ἄπορον τοῦ πράγματος), καὶ ἔτι ὅπως ἄν ἴδωμεν τὸ τέλος τῆς προκειμένης θεωρίας· ἡ γὰρ λύσις τῶν ἀπόρων εὐοδίαν παρέχουσα ἐπ’ αὐτὸ καταντᾶν ἡμᾶς τὸ ἀληθέστατον τῆς θεωρίας τέλος παρασκευάσει· κἀκ τούτων δὲ καθῆκον τῷ φιλοσόφῳ τὸ ἀπορεῖν δείκνυσιν, ἵνα τῶν ἀντικειμένων λόγων ὥσπερ ἀπρόληπτος καὶ ἀδέκαστος γενόμενος διαιτητὴς ἕληται τὸ τῇ ἀληθεῖ θεωρίᾳ συμφωνότερον. ταῦτα προοιμιασάμενος ἔκθεσιν πρῶιον ποιεῖται τῶν ἀποριῶν, εἶθ’ ὕστερον ἐφ’ ἑκάστης | ἑκατέρῳ τῶν 837b ἀντικειμένων συνηγορήσας λόγων ἐπιτείνει τὴν τῶν ἀποριῶν δυσκολίαν. τὰς δὲ λύσεις παρ’ αὐτοῦ μὲν οὐ χρὴ ζητεῖν ἐν τούτῳ τῷ βιβλίῳ· διαπορητικὸν γάρ ἐστιν ὅλον τὸ Β. ἡμεῖς δὲ ἅμα προτείνοντος αὐτοῦ τὰ ἄπορα δι’ ὀλίγων ἀποκρίνεσθαι πειρασόμεθα καὶ τοὺς ἀντικειμένους λόγους ἐρωτῶντος τοῖς μὲν ἀληθέσι συμφθέγξασθαι, τοῖς δὲ σοφιστικοῖς ἀνταγωνίσασθαι. κρατήσας γάρ τις τοῦ τοιούτου σκοποῦ τήν τε λέξιν τοῦ φιλοσόφου σαφῆ καταστήσει καὶ τῆς ὅλης πραγματείας τὴν προαίρεσιν ἐν οὐ πολλοῖς περιλήψεται περὶ γὰρ ὧν ἐνταῦθα προὔτεινε καὶ οὐ περί τινων ἄλλων ὁ Ἀριστοτέλης, ὅ τι μὴ πάρεργον, ἐν ταῖς ὑπὲρ φύσιν αὐτοῦ ταύταις διδασκαλίαις 4 ἡ alterum] περὶ Alex. recensio LF διειλέχθησαν C; nolui 7 ἄλφα C cf. ἁ 2 10 λύσαντα C utrum verum sit, nequit diiudicari 17 πρώτην C: corr. Usener 21 δι’ ὀλίγων Us.: διὰ λόγων C 26 possis ὑπερφυέσιν; sed ad metaphysicorum nomen adludit comment. Arist. VI. 1 Syrianus in Metaph. διαλέξεται)· ἔτι δὲ πρόχειρον μὲν ποιήσει τῶν ἐριστικῶν λόγων τὸν ἔλεγτὰς 837b ἐνστάσεις ταύτας ἀπαντήσειε. πρώτη οὖν ἀπορία,

Πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι τὰς

`Ο μὲν ζητεῖ τοιοῦτόν ἐστιν· ἐπειδὴ καὶ ποιητικόν ἐστιν αἴτιον εἰδικὸν καὶ τελικόν, ἐπί τινων | δὲ καὶ ὑλικόν, ἄρα ὁ ἐπιστήμων τοῦ 838a πράγματος εἴσεται πάντα αὐτοῦ τὰ αἴτια, εἷς ὢν καθὸ μίαν ἐπιστήμην ἔχει, ἢ πολλαὶ ἐπιστῆμαι περὶ τὰ πολλὰ διατρίψουσιν αἴτια, εἴσεται τὸ ποιητικόν, ἄλλη δὲ εἰ τύχοι τὸ ὑλικὸν ἢ τὸ τελικόν, ἄλλη τὸ εἰδικόν; ἀποκρινούμεθα οὖν ὅτι μία πάντα ἐπισκέπτεται· ἓν γάρ τι αὐτῶν ἀγνοοῦσα οὐχ ἕξει τοῦ πράγματος ἐπιστήμην. εἰ δὲ καὶ περὶ τῆς σοφία ὁ λόγος εἴη, κομιδῇ γελοῖον τὸ ἀγνοεῖν αὐτὴν οἴεσθαι τὸ ἀγαθὸν ἢ τὸ εἶδος ἢ τὸ γεννητικὸν τῶν ὄντων αἴτιον.

Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεινύουσι πάντες.

Ζήτει μὲν εἰ ὁ πρῶτος φιλόσοφος τὰς αἰτίας τοῦ ὄντος ἐπιστάμενος εἴσεται καὶ τὴν ἐν ταῖς πρωτίσταις καὶ ἀμέσοις προτάσεσιν ἀλήθειν, ἢ ἑτέρου μὲν ἡ γνῶσις τῶν τοῦ ὄντος ἀρχῶν, ἑτέρου δὲ τῶν ὄντων καὶ ὁλικωτάτων ἀξιωμάτων. δῆλον δέ ἐστιν ὅτι τοῦ αὐτοῦ καὶ ταύτην κἀκεῖνα γινώσκειν· οὔτε γὰρ ἀγνοῶν τὰ ἕτερα τέλειός ἐστι καὶ κατὰ τὴν ἑκατέρων τῶν ἀρχῶν εἴδησιν ἐπιστήμην ἕξει τῶν ἐπιστημῶν, διὰ μὲν τῆς τῶν ἀξιωμάτων θεωρίας ἀρχὰς εἰδὼς τὰς ἀποδεικτικὰς καὶ χορηγῶν αὐτὰς ταῖς ἄλλαις ἐπιστήμαις διαλεκτικῇ μὲν καὶ ὅλως πάσαις ταῖς συλλογιζομέναις, ὅτι μὴ δυνατὸν τὸ αὐτὸ φάναι ἅμα καὶ ἀποφάναι, φυσικῇ δὲ ὅτι μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεται, γεωμετρίᾳ δὲ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, πᾶσι δὲ καὶ πάσαις ὅτι τἀγαθὸν τὸ ἔσχατον τῶν ἐφετῶν· περὶ ὧν αἱ μὲν χρώμεναι πιστευτικὴν ἕξουσι γνῶσιν, αὐτὸ δὲ παρὰ νοῦ ταύτας ἀποδεξάμενος κρειττόνως ἡ κατὰ ἀπόδειξιν ἐπιστήσεται), διὰ δὲ τῆς τοῦ ὄντος αἰτίας πάντα τὰ ἐπιστητὰ θεωρῶν. ὥσπερ οὖν τοῦ αὐτοῦ ἐστιν ἐπιστήμην ἔχειν καὶ τὸ ἐπιστητόν, καὶ ὁ τοῦ ἑτέρου μὴ τυχὼν οὐδὲ τὸ λειπόμενον ἔχει, οὕτως ἑνὸς καὶ τοῦ αὐτοῦ ἀνδρὸς τὰς αἰτίας τῶν ὄντων ἐπεσκέφθαι καὶ τἀς ἀποδεικτικὰς ἀρχάς, δι’ ὧν τά τε ὄντα καὶ τὰς εἰδή- 10 τελικὸν καὶ ἄλλη Us. 13 αὐτὴν—ἀγαθὸν in ras. C 14 γενητίκὸν C 18 an ὁ τὰς? 19 ante πρωτίσταις πρώταις C sed del. 20 ὄντων corruptum; πρώτων Us. 21 ταῦτα Us. ex Α; servavi ταύτην ad ἀλήθειν v. 19 pertinens 26sqq. cf. Alex. 175,9 sqq. 28 ἀγαθὸν C: corr. Us. τὸ ἔσχατον τῶν suprascr. C2 30 an ὑποδεξάμενος? 30. 31 διὰ δὲ τῆς τῶν τοὐ ὄντος αἰτιῶν Us. σεῖς τῶν ὄντων ἄνωθεν ἔκ τινος νοερᾶς περιωπῆς ἐπισκέψεται. εἴτε ἔστι 838a περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσι. ζητεῖ μὲν εἰ συγχωρηθείσης τῆς σοφίας περὶ τὸ ὂν ἔχειν περὶ πᾶν ἕξει τὸ ὂν αὕτη, ἢ πλείους ἔσονται αἱ τὴν γνῶσιν τοῦ ὄντος κατανειμάμεναι. ἀποκρινούμεθα δὲ ὅτι τῆς μὲν σοφίας ἐστὶ τὰ ὄντα πάντα ᾗ ἐστιν ὄντα εἰδέναι· οὐδὲν μέντοι κωλύει καὶ ἄλλας εἶναι μόρια τοῦ ὄντος κατανειμαμένας, εἰ καὶ ἑτέρως αὐτὰ καὶ κοινότερον θεωροῦσιν, οἷον τὴν ἀριθμητικὴν καὶ τὴν ἀστρολογίαν, φυσικήν, ἰατρικὴν κὰν εἴ τινες ἄλλαι τοιαῦται. καὶ εἰ πλείονες, πότερον ἅπασαι συγγενεῖς, ἡ τὰς μὲν σοφίας τὰς δὲ ἄλλο τι λεκτέον αὐτῶν. τοῦτο λείψανόν ἐστι τοῦ πρὸ αὐτοῦ· καὶ γὰρ οὐδ’ ἐν τοῖς ἑπομένοις ἰδίᾳ περὶ αὐτοῦ ποιήσεται λόγους. φαίης δ’ | ἂν 838b ἀπαντῶν πρὸς τὸ πρόβλημα, ὅτιπερ τὰ μὲν εἴδη τῆς ὅλης φιλοσοφίας, οἷον ἡ πρώτη φιλοσοφία καὶ ἡ φυσική, ἀλλήλαις τε συγγενεῖς καὶ τῇ ὅλῃ, αἱ δὲ μὴ περὶ τὰς οὐσίας προηγουμένως διατρίβουσαι, ὡς αἱ μαθηματικαί, ὡς μὲν μὴ συνταττόμεναι πρὸς αὐτὴν τὴν σοφίαν ἢ παρισούμεναι αὐτῆς τῷ μεγέθει καὶ κάλλει καὶ ἀξιώματι, οὐδαμῶς ἂν αὐτῆς συγγενεῖς εἶναι λέγοιντο, ὅθεν οὐδὲ πολλαὶ σοφίαι, ἀλλὰ μία ἡ ἀληθεστάτη· ὡς δ’ ἀπ’ αὐτῆς προϊοῦσαι καὶ τῶν ἐνδοθεισῶν παρ’ αὐτῆς ἀρχῶν ἐξηρτημέναι μηδ’ ὁπωστιοῦν ἀποστατεῖν αὐτῆς δυνάμεναι, ταύτῃ γε ἀλλήλων τε ἄν καὶ τῆς ἡγεμονικωτάτης καὶ ἑαυτῶν ἐπιστήμης συγγενεῖς εἶναι λέγοιντο· ὅτι πασῶν ὁ νοῦς ἐστι πατὴρ ἐξῃρημένος, εἰ καὶ προσεχῶς μὲν τῆς σοφίας, οἱονεὶ μονάδα τινὰ ταύτην ἐπιστημῶν ὑποστησάμενος πάντα τὰ ειοη τῶν γνώσεων ἐν ἑαυτῇ προειληφυῖαν ἀρχοειδῶς, δι’ αὐτῆς δὲ καὶ τῶν μερικῷ· τερῶν τὰς ἀρχὰς καταβαλλόμενος. διόπερ οὐδ’ αὐταὶ πᾶσαι ὁμότιμοι, ἀλλ’ ἡ μὲν προσεχεστέρα τῇ σοφίᾳ τῆς ἀπωτέρω σεμνοτέρα, ἡ δὲ διὰ πλειόνων ἐπιστημῶν εἰς αὐτὴν ἀνατρέχουσα τῶν μεταξὺ πασῶν ἐστι καταδεεστέρα. ἀλλ’ οὐδὲ τὸ συγγενὲς ὁμοίως ἔχουσιν· ἀριθμητικὴ μὲν γὰρ γεωμετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς συγγενεστέρα ἤπερ τῇ φυσικῇ καὶ τῇ ἰατρικῇ· δι’ ἑνὸς γὰρ συνδέσμου τοῦ τῆς σοφίας ἐπὶ νοῦν μετ αὐτῶν ἀναπέμπεται. διαιρετικὴ δὲ καὶ ἀναλυτικὴ καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ ἀλλήλαις πλέον προσήκουσιν ἤπερ ἄλλαις τισίν, ἅτε προσεχῶς αὐτῆς ἐξηρτημέναι τῆς σοφίας καὶ δι’ αὐτῆς ἅμα φανοτάτῳ πυρὶ τῷ γένει δωρηθεῖσαι τῶν σωθήσεσθαι μελλουσῶν ψυχῶν. καὶ τοῦτο οιχείοις, ζῴοις τε καὶ φι σεῖε δ’ ἄν τις εὐλογώτερον, εἰ πρὸς ταῖς ἀληθέσιν οὐσίαις καὶ τὴν φαινομένην διακόσμησιν οὐσίαν προσαγορεύεσθαι δίκαιον· μήποτε γὰρ αὐτῇ τῆς γενέσεως ἐστι πρεπωδέστερον ὅνομα. καὶ πότερον μοναχῶς ἡ πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ 7 χοινότερον fort, idem quod συνηθέστερον 11 περιποιήσεται C 15 τῶ ante κάλλει C, sed del. 20 καὶ ἑαυτῶν] πάντων coni. Us. 32 cf. Plat. Phileb. 16c ἔστι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ προβλήματος. ὡς ἓν γὰρ αὐτὸ ἐν τοῖς ἑπομένοις ἐργάσεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. καὶ εἰ συγχωρηθείή, φησίν, εἶναί τις οὐσία παρὰ τὴν αἰσθητήν, ἆρα μονοειδής τις ἔσται ἢ τοὐλάχιστον δυοειδής., ἤδη γὰρ ὁ Πλατῶν ἐδόκει μεταξὺ τῆς νοητῆς καὶ τῇς αἰσθητῆς τὴν διανοητὴν παραλαμβάνειν, ὑφ’ ἣν ἔταττε καὶ τὰ μαθήματα, οὐ τὰ φανταστὰ δηλονότι καὶ τὰ δοξαστά ταῦτα γὰρ οὐκ οὐσίαι ἀλλ᾿ οὐσιῶν), ἐκεῖνα δὲ ὅσα κατ’ οὐσίαν ἡ ψυχὴ περιέχειν ἐν ἑαυτῇ λέγεται, ὧν καὶ τὰς ἀρχὰς τάς τε γεωμετρικὰς καὶ τὰς ἀριθμητικὰς καὶ τὰς ἁρμονικὰς ὁ δημιουργικὸς νοῦς ἐντιθεὶς αὐτῇ κατὰ τὴν ψυχογονίαν ἐν Τιμαίῳ παραδέδοται. φήσομεν οὖν ὅτι δυνατὸν μὲν καὶ μίαν λέγειν εἶναι πᾶσαν τὴν νοητὴν οὐσίαν, ὅταν τὴν αἰσθητὴν αὐτῆς μονὴν χωρίζωμεν, “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν, ὂν δὲ οὐδέποτε” κατὰ τὴν εἰς δύο διαίρεσιν τῶν ὅπως ποτὲ ὄντων· δυνατὸν δὲ καὶ τὴν ἀφανῆ καὶ λογισμῷ θεατὴν ὑποδιαιρεῖν εἴς τε ἰτὴν κυρίως νοητὴν καὶ εἰς τὴν διανοητὴν κατὰ τὴν ἐν Πολιτείᾳ γραμμάν· ἔπει καὶ ἑκατέραν τούτων ἔξεστιν ὑποδιαιρεῖν· νοητάς τε γὰρ καὶ νοερὰς πολλὰς τάξεις καὶ τῶν ψυχῶν ὁ διάκοσμος πολλαχῇ τῷ κατ’ εἴδη τὰ διακρίνειν μελετήσαντι πολλὴν ἔχων ἀναφανήσεται τὴν κὰτ οὐσίαν ἑτεροτητα.

p. 995b18 Περί τε τούτων οὖν, καθάπερ φαμέν, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἡ καὶ πέρι τὰ συμβεβηκότα καθ᾿ αὑτὰ ταῖς οὐσίαις.

Ἡ σοφία, φησί, πότερον τὰς οὐσίας μόνας ἐπισκέπτεται τῶν πραγμάτων ἢ τὰ καθ᾿ αὑτὰ συμβεβηκότα; φήσομεν ὅτι καὶ τὰς οὐσίας καὶ τὰ οὕτως ὑπάρχοντα, διὰ μὲν τῆς ἀναλυτικῆς τὰς ἀρχὰς τοῦ ὄντος λαμβάνουσα, διὰ δὲ τῆς διαιρετικῆς καὶ τῆς ὁριστικῆς τὰς οὐσίας τῶν θεωροῦσα, διὰ δὲ τῆς ἀποδεικτικῆς τὰ καθ’ αὑτᾷ ταῖς οὐσίαις υπαρχοντα συλλογιζομένη. τοῦτο δὲ οὐκ ἐν ταῖς ἁπλουστάταις καὶ κυρίως νοηταῖς 30 οὐσίαις, αἳ πᾶν ὅπερ εἰσὶ τοῦτό εἰσι διὸ μήτε ὁρισταὶ μητε γίγνονται, μόνῃ δὲ ἐπιβολῇ θεωροῦνται, καθά‘ φησιν αὐτός τε πολλαχοῦ λέγων. ‘ὁ δὲ νοῦς εἴτε ἔθιγεν ἢ οὔ’, καὶ ὁ θεῖος, κυβερνήτῃ μόνῳ νῷ θεατή’’), ἀλλ’ ἐν ταῖς μέσαις οὐσίαις, αἳ καὶ αποδεικταί εἰσι κατὰ τὰ ὑπάρχοντα ἑαυταῖς. ἔχει γὰρ οὕτω· τοῖς μὲν ἁπλουστάτοις τῶν ὄντων οὐδὲν ὑπάρχει παρὰ τὸ εἶναι αὐτῶν, ὥστε οὐκ εστιν αὐτῶν τὸ μὲν οὐσία τὸ δὲ ἄλλο τι· διὸ κρείττω ταῦτα καὶ ορισμου καὶ ἀποδείξεως· τοῖς δὲ καθόλου λόγοις καθ’ ἑαυτούς τε θεωρουμένοις και 10 cf. Plat. Tim. 30b sqq. 12. 13 Plat. Tim. 27d qui μὲν ἀεί, ὂν δὲ 16 Plat. resp. VI 509d sqq. 22 (??) Ar] ἐπὶ C. 25 αὑτὸ C, idem 5,1. 10 26 οὕτως] αὐταῖς Us. recte 32 cf. Ar. met. Θ 10 1051b 24 et A 7 1072b24 Πλάτων] Phaedr. 247c νῶ θεαταί C: θεατὴ νῷ Plat. 37 τὸν et λόγον et θεωρούμενον Ca διόπερ καὶ ἡ ἀπόδειξις περὶ αὐτὰ ἀναστρέφεται· τοῖς δὲ ἐνύλοις εἴδεσι καὶ ἀτόμοις καὶ αἰσθητοῖς ἤδη καὶ τὰ κυρίως συμβεβηκότα ἐμφαντάζεται, ἃ γίγνεται καὶ ἀπογίγνεται χωρὶς τῆς τοῦ ὑποκειμένου | φθορᾶς. ταῦτα 839b δὲ πάλιν καταδεέστερα ὄντα τῶν ἀποδεικτῶν διὰ τῆς εἰκοτολογίας ληπτὰ γίγνεται, οὔτι γε τῷ σοφῷ καθὸ σοφός, ἀλλ’ ἰατροῖς εἰ τύχοι καὶ φυσικοῖς καὶ παντὶ τῷ τοιούτω γένει.

p. 995b20 Πρὸς δὲ τούτοις . . .

Ότι μὲν τοῦ σοφοῦ κατ’ αὐτόν ἐστι τὸν Ἀριστοτέλην τάς τε οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, βοᾷ τὸ τοῦ Γ προοίμιον, τὸ “ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ καθ’ αὑτό”, ὅτι δὲ τὰ νῦν εἰς θεωρίαν ἐκκείμενα μάλιστα ἂν δόξειε τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχειν, δηλοῖ τὸ διὰ πάντων αὐτὰ πεφοιτηκέναι τῶν ὄντων· ἡ γὰρ ταὐτότης καὶ ἡ ἑτερότης καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης καὶ ὅσα νυνὶ προὔτεινεν οὐκ ἐν τοῖσδε μὲν ἐνορῶνται τῶν ὄντων ἄλλων δέ τινων ἀποστατοῦσιν, ἀλλ’ ἄνωθεν ἀπὸ τῶν νοητῶν ἀρξάμεναι καὶ πᾶν τὸ νοητὸν καὶ θεῖον διακοσμήσασαι διὰ ἰῆς ψυχικῆς οὐσίας ἐπὶ τὴν φύσιν τῶν ὅλων καὶ τὸν οὐρανὸν καὶ τὴν γένεσιν καταντήσασαι ταὐτότητος μὲν καὶ ἰσότητος καὶ ὁμοιότητος 〈παρὰ〉 τῆς τοῦ ἑνὸς παναγάθου φύσεως τοῖς οὖσι μεταδεδώκασιν· ἑτερότητας δὲ καὶ ἀνομοιότητας καὶ ἀνισότητας ἐναντιώσεις τε καὶ <τὸ> πρότερόν τε καὶ ὕστερον καὶ τὰ τοιαῦτα παρὰ τῆς γονιμωτάτης καὶ ἀνεκλείπτου τῶν πάντων αἰτίας τῆς ἀπειροδυνάμου δυάδος ταῖς τε ἀοράτοις οὐσίαις καὶ ταῖς αἰσθηταῖς κεχορηγήκασιν· ὡς μήτε μεταξὺ φύσιν εἶναι τῶν ἀμερίστων καὶ μεριστῶν μήτε καθ’ ὑπερβολὴν ἐξῃρημένην οὕτω τῶν ὅλων μήτ’ εἰς <τὰς> τῶν δημιουργημάτων ἀποτελευτήσεις ἀπερριμμένην, ἥτις οὐχὶ τούτοις διακεκόσμηται τοῖς εἴδεσι. καὶ διὰ τοῦτο Πλατῶν ἐν τῷ Σοφιστῇ τὰ γένη τοῦ ὄντος διερευνώμενος, ἃ διὰ πάντων φοιτᾷ τῶν ὄντων, ταὐτότητα καὶ ἐτερότητα καὶ οὐσίαν καὶ στάσιν καὶ κίνησιν ἀπηριθμήσατο, εντι δὲ τὴν τοῦ μὴ ὄντος φύσιν ἐνέφηνεν, ἣ πάσης μὲν διαφοράς πάσης δὲ ἀντιθέσεως καὶ ἐναντιώσεως τὴν μίαν αἰτίαν ἀποφέρεται. καὶ ἔτι ἐν τῷ Παρμενίδη τὰ πρῶτα τῶν εἰδῶν ἀπαριθμούμενος ὁμοιότητος μέμνηται καὶ τῶν ἄλλων ὁμοίως πρότερον τῶν ὑποθέσεων <ἐν> τοῖς περὶ τῶν ἰδεῶν σκέμμασι ἐν αὐταῖς ταῖς ὑποθέσεσι, διὰ μὲν ἰῆς πρώτης μόνην τὴν τοῦ ἑνὸς υπερούσιον καὶ ἀπλήθυντον ἀγαθότητα τούτων ἐξαίρων, διὰ δὲ τῆς δευτέρας 3 ἤδη Us.: δὴ C 10 καθ’ αὑτὸ C γάμμα C 15 οὐκ suprascr. C2 19 παρὰ add. Us., possis etiam ἐκ 21 τὸ addidi 22 γονιμωτάτης, ωτάτης e corr. Cb 23. 24 κεχωρηγήκασιν C 25 τὰς add. Α 27 Plat. Soph. 254d sqq. 29 ἀηριθμήσατο: ἀπῆ e corr. Cb 31 cf. Plat. Parm. 129 d, 136b 33 ἐν cum Bagolino add. Us. 34.35 ὑπερουσίαν C: correxi 35 nempe ἐξαίρων Plat. Parm. 142b οὐδενὸς ἀποστατεῖ τῶν ὄντων 144b) ουσίῳ ταῦτα παρεῖναι δύναται μήτε τῷ ὑπερσυσίῳ 839b ταῦτα παρεῖναι δύναται μήτε τινὸς τῶν ὅπως ποτὲ ὄντων ἀποστατεῖ, πῶς οὐχὶ τοῖς οὖσιν ᾗ ὄντα καθ’ αὑτὰ συμβεβηκέναι | λέγοιτο ἄν; διὸ 840a καὶ οἱ περὶ τὴν φύσιν δεινοὶ καὶ ὁ μαθηματικὸς καὶ ὁ πρῶτος φιλόσοφος αὐτοῖς ἀναγκάζονται προσχρῆσθαι, πιστευτικῶς μὲν οἱ λοιποί, μόνος δὲ ὁ πρῶτος φιλόσοφος ἐπιστατικῶς καὶ νοερῶς. ὅθεν καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ἔν τε τῷ Ι ταύτης τῆς πραγματείας περὶ πάντων τούτων ἀναδιδάσκει καὶ ἐν τούτοις λεληθότως κατεσκεύασεν, ὅτι τοῦ σοφοῦ τούτων ἐπίστασθαι· εἰ γὰρ ὁ διαλεκτικὸς ἐνδόξως περὶ αὐτῶν διαλήψεται, καθάπερ εἴρηται κἀνταῦθα κἀν τοῖς τοπικοῖς, τίς ἔστι ὁ σὺν ἐπιστήμῃ περὶ αὐτῶν ἀναδιδάξων; ἢ δῆλον ὡς ἐκεῖνος ὃν ὑποδύεται ὁ διαλεκτικός. προσποιεῖται δὲ οὗτος εἶναι οὐχ εἷς τῶν τεχνιτῶν· οὐ γὰρ ἄν περὶ πάντων ἐπεχείρει διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν ὑπ’ ἐκείνην τὴν τέχνην, ἣν ἔχειν προσεποιεῖτο· νῦν δὲ περὶ πάντων ἐρωτᾷ καὶ ἀποκρίνεται, σοφὸς εἶναι δοκεῖν ἐφιέμενος. οὗτος οὖν ἐπιστημόνως περὶ τούτων ἐρεῖ, περὶ ὧν ἐνδόξως ὁ σοφιστής· ἔστι γὰρ τοὐ σοφοῦ καὶ οὗτος εἴδωλον πολλοστόν, προσεχέστερον δὲ ὁ διαλεκτικός, ὥσπερ τοῦ νοῦ προσεχέστερον μὲν δόξα, πορρώτερον δέ ἐστι τὸ φανταστικόν. εἰ οὖν οἱ ὑποδυόμενοι τὸν σοφὸν περὶ τούτων διαλαμβάνουσι, πολὺ πρότερον αὐτὸς εἰδήσει τὴν τούτων φύσιν τε καὶ ἰδιότητα, ἐπεὶ μηδ’ ἄν τὰ εἴδωλα περὶ αὐτὰ διέτριψεν, εἰ μὴ τὴν ὅλην καὶ πρωτίστην καὶ ἀληθεστάτην ἐπιστήμην ᾐσθάνετο περὶ ταῦτα πραγματευομένην. περί τε οὖν αὐτὰ ταῦτα σχήσει ὁ σοφὸς καὶ περὶ τὰ ὑπάρχοντα αὐτοῖς, κατὰ τὴν ἑαυτῶν ἰδιότητα ἐπισχεπτόμενος αὐτά, εἰ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ εἰ ἓν ἑνὶ ἐναντίον καὶ τὰ τοιοῦτα. πανταχοῦ γὰρ ἡ τὸ τί ἐστιν ἐπισταμένη τά τε καθ’ αὑτὰ ὑπάρχοντα γιγνώσκει καὶ ἀποδείκνυσι· καὶ γὰρ ἄτοπον <τὸν> τὴν πρώτην ἔχοντα ὁτουοῦν ἐπιστήμην τὴν δευτέραν καὶ ταύτῃ κειμένην ἐφεξῆς ἀγνοεῖν. ταῦτα μὲν ἐπὶ τοσοῦτον. εἰ δέ τις ἐπιζητεῖ, διὰ τί Πλάτων μὲν ἐν τούτοις κίνησιν καὶ στάσιν συναριθμεῖ, παρῆκε δὲ τούτων Ἀριστοτέλης τὴν μνήμην, ἴστω ὅτι Πλάτων μὲν εἰδὼς καὶ] κίνησίν τε καὶ στάσιν † καὶ πλάτος τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἀναγκαίως ἐν τοῖς γένεσι τοῦ ὄντος καὶ ταῦτα καταλέγει, ὁ δὲ τὰ φυσικὰ μόνα σώματα κινεῖσθαι νομίζων καὶ ἠρεμεῖν εἰκότως οὐκ οἴεται διατείνειν ἐφ’ ὅλα τὰ ὄντα τὴν τῶν γενῶν τούτων ἰδιότητα.

p. 995b27 Καὶ πότερον . . . καθ’ ἕκαστον.

Δύο προτείνεται νυνὶ παρ’ αὐτοῦ, ἓν μέν, εἰ τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἰτίας, στοιχεῖα δὲ ὡς 6 ἐπιστημονικῶς Us. 7 ἰῶτα C 9 διαλεκτικῶς C1 corr. C2 16 post ἐνδόξως lacunam statuit Us. 17 ἡ δόξα Us. ex dett. 20 ἀιδιότητα C, ex Bag. corr. Us. 25 τὰ τινὶ Us.: possis 〈τά τε ἀξιώματα〉 τά τε 26 τὸν add. Us. 30 καὶ del. Bag. κατὰ πλάτος Us., sed gravior corruptela: fuit fere στάσιν κατέχειν τὸ ὅλον πλάτος 37 αἴτια coni. Us. ἁπλούστερα, ἐπεὶ καὶ ὁ ὁρισμὸς εἰς ἔσχατα ταῦτα ἀναλύεται, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ | διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ 840b κυρίως αὐτοῦ προσαγορεύεται· δεύτερον δέ, εἰ καὶ ὅτι μάλιστα τὰ γένη, φησί, δοίη τις εἶναι ἀρχὰς ἀλλὰ μὴ εἰς ἃ διαιρεῖται ἕκαστον, πότερον τὰ περιληπτικώτερα καὶ ἐπὶ πλέον ἐκτεινόμενα τοιαύτη γὰρ καὶ ἡ τῶν ἀρχῶν ἔννοια), ἢ μᾶλλον τὰ οἷον Καλλίου πότερον ἀρχὴ τὸ ζῷον ἢ ὁ ἄνθρωπος; ἐροῦμεν οὖν πρὸς μὲν τὸ πρότερον, ποίας ἀρχὰς ἡ λόγος ἐπιζητεῖ νῦν· εἰ μὲν γὰρ τὰς ὑλικὰς ἡ τὰς τοῦ εἴδους, τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν αρχαι· εἰ δὲ τὰς ποιητικὰς ἢ τελικάς, τὰ γένη ἀρχαί· οὐ μὴν ταῦτα τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστι ταῦτα) ὅσα ἐστὶν ὑστερογενῆ· ταῦτα γὰρ ἐπὶ τοῖς ἀποτελέσμασιν· οὐθ’ ὅσα εἰς αὐτὰ τὰ αἰσθητά κατατέτακται· ἔστι γὰρ ἐν Καλλίᾳ καὶ ἄνθρωπος καὶ ζῶον, ἃ πῶς ἂν εἶεν αἱ ποιητικαὶ αὐτοῦ ἢ τελικαὶ ἀρχαί, μέρη ὄντα τῆς φαινομένης εἰ δέ τινά ἐστι γένη πρὸ τῶν καθ’ ἕκαστα τῶν αἰσθητῶν αἴτια, ἔν τε τοῖς λόγοις τῆς τῶν ὅλων φύσεως ἐνορώμενα καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς τῆς κοσμικῆς ψυχῆς εἴδεσι διαλάμποντα, ταῦτα φαίημεν ἄν δικαίως αἴτια τῶν τῇδε πραγμάτων * * καὶ πρὸ τούτων ἔτι τῶν καθόλου λόγων ὑπερήπλωνται. ταύταις δὲ πρὸς τῇ ποιητικῇ καὶ τὴν τελικὴν αἰτίαν ἀποδοτέον, οὐχ ὅτι καὶ παρὰ ταῖς ὑφειμέναις ἀρχαῖς οὐκ ἦν τὸ τέλος, ἀλλ’ ὅτι σαφέστερον ἐπὶ τούτων ἀναφαίνεται ἅτε λοιπὸν ἐν προθύροις ἱδρυμένων τἀγαθοῦ. πρὸς δὲ τὸ δεύτερον τούτων ἤδη <ἐκ τῶν> προειρημένων σαφὴς ἡ ἀπάντησις. ἐὰν μὲν γὰρ τὰ κατ’ ἐπίνοιαν ὑστερογενῆ λαμβάνωμεν γένη, τὰ μὲν προσεχέστερα ταῖς πρώταις λεγομέναις οὐσίαις ἔσονται μᾶλλον οὐσίαι καὶ διὰ τοῦτο μᾶλλον ἀρχαί, τὰ δὲ ἀπωτέρω ἧττον οὐσίωται τῶν περὶ αὐτὰς ἀσάφειαν ἐξιτηλοτέραν τῇ τῶν αἰσθητῶν ἀποστάσει δεχόμενα· ἐὰν δὲ τὰ κυρίως καθόλου γένη καὶ τοὺς ποιητικοὺς τῶν καθ’ ἕκαστα λόγους φυσικούς τε καὶ δημιουργούς, πρόδηλον ὡς τὸ περιληπτιώτερον καὶ διατεῖνον ἐπὶ πλέον θειότερόν τέ ἐστιν αἴτιον καὶ ἄνευ ἐκείνου προβαίνειν ἢ ἐνεργεῖν 〈οὐδὲν〉 οὐδαμοῦ δύναται· τὸ δὲ προσχρῆται μὲν τῷ μεθ’ ἑαυτό, ὅταν τὸ κατ’ ἐκεῖνο δημιουργῇ, πολλὰ δὲ καὶ ἄλλα <μὴ> προσδεηθέντα μερικωτέρας αἰτίας ὑφίστησι. τούτων δὴ καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰδωλικὰ γένη καὶ εἴδη σημεῖα δείκνυσιν ἐναργῆ· καθ᾿ ὧν μὲν γὰρ τὸ εἶδος, κατὰ τούτων τὸ γένος, εἴπερ ἐν ὅλῳ αὐτῷ λέγεται εἶναι, κατὰ πολλῶν δὲ καὶ ἄλλων τὸ γένος, ἐφ’ ἃ μὴ πέφυκεν ἐξικνεῖσθαι τοῦ εἴδους ἡ κατηγορία. μεταθεὶς οὖν τὸ κατά τινων λέγεσθαι ἐπὶ τὸ δημιουργεῖν μεταβήσῃ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ γένη τε καὶ εἴδη, θεάσῃ δὲ αὐτῶν καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ὑπεροχήν τε καὶ ὕφεσιν καὶ ὅλως ἐφ’ 841a ἑκάστων ἀξίαν.

p. 995b31 Μάλιστα... ἀριθμόν.

Τῶν φυσικῶν τὴν ὕλην μόνην ὁρώντων καὶ ταύτην ὕδωρ ἢ ἀέρα ἢ πῦρ εἶναι λεγόντων, ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ τινες πρὸ αὐτῶν, τῶν δὲ χωριστὸν αἴτιον τῆς ὕλης ἀπολειπόντων, ὡς αὐτός τε καὶ Πλατῶν, εἰ καὶ αὐτὸς μὲν ὡς ὀρεκτὸν τῶν πάντων αὐτὸ αἴτιον ὑποτίθεται, Πλατῶν δὲ καὶ ὡς γεννητικὸν τῶν ὅλων, εἰκότως τούτοις προτείνει, ποία τῶν ὑπολήψεων ἀληθεστέρα. καὶ δῆλον ὅτι ἡ αὐτοῦ καὶ ἡ Πλάτωνος. ὅταν δὲ προσεπιζητῇ πότερον ἓν τὸ χωριστὸν αἴτιον ἢ πολλά, καὶ ἓν φήσομεν καὶ πολλά, συντεταγμένου τοῦ πλήθους πρὸς τὸ ἓν καὶ ὡς πρὸς ἐφετὸν οἰκεῖον ἀνατεινομένου, καθὰ καὶ αὐτὸς ἐν τῷ Λ παραδέδωκεν.

p. 995b34 Καὶ πότερον ἔστι . . . ὄντων,

Ζητεῖ μὲν ἐν τούτοις, εἰ ἔστι παρὰ τὸ σύνθετον καὶ εἰδοπεποιηένον τά τε καθόλου καὶ τὰ καθ’ αὑτὰ εἴδη, καὶ εἰ πάντων ἐστὶ φυσικῶν τε καὶ τεχνητῶν, καλῶν τε καὶ αἰσχρῶν, ἀγαθῶν καὶ κακῶν, τελείων καὶ ἀτελῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ, καὶ ποίων μέν ἐστι, ποίων δὲ οὐκ ἔστι. τὴν μὲν οὖν ἀκριβῆ περὶ τούτων διαίρεσιν εἴσεταί τε ὁ βουλόμενος ἐκ τῶν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ περὶ ἰδεῶν πεφιλοσοφημένων, καὶ ἡμεῖς ἐν ἄλλοις ποιησόμεθα ζητοῦντες, εἰ καὶ τῶν καθ’ ἕκαστα γενητῶν καὶ τῶν μερῶν οἷον ποδὸς δακτύλου καὶ τῶν ποιοτήτων ἢ ὅλως συμβεβηκότων ἔστιν εἴδη ἐν φύσει ἢ ἐν ψυχῇ ἢ ἐν νῷ· νυνὶ δὲ ὁλοσχερέστερον καὶ ὅσον ἀναγκαῖον ὑπὲρ τῶν θείων καὶ νοητῶν εἰπεῖν αἰτίων ἐροῦμεν. φαμὲν οὖν αἰσχρῶν μὲν καὶ ἀτελῶν καὶ κακῶν μηδ’ ὅλως εἶναι ἰδέας· κατὰ ἀπόπτωσιν γὰρ ταῦτα πρὸς τοῖς τελευταίοις ὑφίσταται τῆς φύσεως ἢ τῆς μερικῆς ἀσθενούσης ψυχῆς διὰ τὸ μὴ κρατεῖν τῆς ὑποκειμένης ἀοριστίας· τῶ.ν μέντοι κατὰ φύσιν συνισταμένων οὐσιῶν καὶ διὰ παντὸς ὑπαρχουσῶν εἶναι τὰ δημιουργικὰ εἴδη, ὥσπερ τῶν τεχνητῶν ἐν τῆ τέχνῃ. ἀλλὰ τῶν μὲν κατὰ τὴν τέχνην καὶ αὐτὸς συγχωρεῖ· πολλαχοῦ γὰρ ἐκ τῆς ἀύλου οἰκίας τὴν ἔνυλόν φησιν ἀποτελεῖσθαι, καθάπερ καὶ ἐν τῷ Z λέλεκται τῆσδε τῆς πραγματείας· τῷ δὲ παραδείγματι τῶν τεχνῶν, τῇ πάσῃ φημὶ δημιουργίᾳ, τῆς εἰδητικῆς διακρίσεως οὐκέτι μεταδίδωσι. καίτοι πῶς ἂν ἡ μιμουμένη τὴν φύσιν οὕτω μόνως ἄν ἐποίησεν, εἰ μὴ πολὺ πρότερον ἡ φύσις αὐτὴ τοῦτον ἐδημιούργει τὸν τρόπον;

p. 996a1 Ἔτι . . . ὑποκειένῳ.

Τὸ μὲν ὡρίσθαι τὰς ἀρχὰς ὡς ὁμολογούμενον ἐν τούτοις δέχεται· 4 ταύτης C: corr. Us. 5 αὐτοῦ Us. 11 Ar. met. Λ 10 18 cf. Plotin. V 7. 9 Iambl. ap. Procl. in Tim. 70e. 98b. 134b 19 cf. ad M 1078b12 21 ὁλωσχερέστερον C 29 ζῆτα C cf. Z 7. 1032b 12 cf. 15. 1039b24 32 μόνως suspectum: μόνη Us. πότερον δὲ ἀριθμῷ | εἰσιν ὡρισμέναι, ὡς τὰ τέσσαρα στοιχεῖα εἰ τύχοι 841b τῶν συμάτων ταῦτα γὰρ τῷ ἀριθμῷ ἐστι τέσσαρα· διὸ καὶ οὐδ’ ἁπλῶς ἐξ ἀέρος καὶ πυρὸς γίνεται τὸ σῶμα, ἀλλ’ ἐκ τοῦ κοσμικοῦ ἀέρος καὶ τοὐ τῇδε πυρός), ἢ μᾶλλον εἴδει ὥρισται, ὡς τὰ εἴκοσι τέσσαρα στοιχεῖα τῆς φωνῆς; ὅτι γὰρ ταῦτα εἴδει καὶ οὐκ ἀριθμῷ ὥρισται, δῆλον ἐξ ὧν ὅλον τὸ 7. ἐν πολλαῖς ἐστι συλλαβαῖς, οὐ μέρει αὑτοῦ παρὸν τῇ βݲαݲ καὶ τῇ γݲαݲ καθάπερ ὁ ἀὴρ μέρει μὲν ἑαυτοῦ τόδε τὸ σῶμα συνίστησι, δὲ ἕτερον. ζητεῖ οὖν ποτέρως εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, ἀριθμῷ, εἰ δὲ ἀριθμῷ, καὶ εἴδει] 〈ἢ εἴδει>· δῆλον δὲ ὅτι εἰ μὲν εἴδει, οὐ πάντως καὶ ἀριθμῷ, εἶδέ ἀριθμῷ, καὶ εἴδει. τὸ δὲ ἔν τε τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ ἤτοι διὰ τὴν διαφορὰν εἴρηκε τῶν αἰτίων, ἵνα τὰ μὲν εἰδικὰ καὶ ποιητικὰ καὶ τελικὰ αἴτια εἶναι τὰς ἐν τοῖς λόγοις ἀρχάς, τὰ δὲ ὑλικὰ τὰς ἐν τῷ ὑποκειμένῳ· ἢ τὰς μὲν ἐνδόξως προκαταβεβλημένας φησὶν εἶναι ἐν λόγοις, τὰς δὲ ἀληθῶς ταῖς οὐσίαις ἐνυπαρχούσας ἐν ὑποκειμένῳ. τοιαύτης δὲ οὔσης τῆς ζητήσεως ἐροῦμεν, ὅτι αἱ μὲν ἀληθῶς αἰτίαι καὶ ἀρχαὶ τῶν πάντων, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ἀμφότερα ταῦτα ὑπεραίρουσι τὰ ἐν τῇ διαιρέσει παραλαμβανόμενα· τό τε γὰρ ἄτομον καὶ ἓν ἀριθμῷ τοῖς ἐνύλοις εἴδεσιν ἁρμόζει μόνοις, ἐπειδὴ τὸ ἄυλον ἓν οὐχ ἧττόν ἐστι πάντα ἢ ἕν· τό τε ἐν εἴδεσιν ὡρισμένον εἰ μὲν ἐπὶ τῶν στοιχειωδῶν ἀρχῶν θεωροῖτο, ἴνδαλμα ἑνός τινος ἀποφέρεται πρεσβυτέρου ὥσπερ τὰ πολλά, ἡ μιμεῖται πάντως ἑκάτερα ἕν τι τῆς διανοίας πάθος ἢ φάντασμα σημαντικόν οὕτω γὰρ καὶ οἱ πολλοὶ λίθοι καὶ ἵπποι ἑνός τινός εἰσιν εἰκόνες)· εἰ δὲ ποιητικὸν εἴη καὶ γόνιμον καὶ τῶν ἀποτελουμένων ἐξῃρημένον ἢ καὶ ὀρεκτὸν αὐτῶν καὶ τελικὸν αἴτιον, εὐθὺς μὲν ἂν εἴη μετὰ τὰς ἀρχὰς τῶν ὅλων (ὁ γὰρ εἰδητικὸς κόσμος † ἐπὶ δὲ τῶν καὶ πρῶτος ἀπ’ αὐτῶν), οὐ μέντοι ὅπερ αἱ τῶν ὅλων ἀρχαί, αἳ καὶ τῶν νοερῶν καὶ εἰδητικῶν ἀριθμῶν ὑπερήπλωνται. αἱ δὲ κατ’ αὐτὸν Ἀριστοτέλην, ἃς ἐν τῷ Ν παραδίδωσι, τὸ συναμφότερον ἂν δόξαιεν ἔχειν· καὶ γὰρ ἀριθμῷ εἰσιν ὡρισμέναι, εἴ γε τοσαῦταί εἰσιν ὅσαι αἱ κυκλοφορούμεναι σφαῖραι, καὶ εἴδει, εἴ γε ἑκάστη πάσης ἡστινοσοῦν αὐτῶν κατ’ εἶδος διενήνοχεν, ὡς τὴν μὲν ὑπερτέραν εἶναι καὶ περιεκτικωτέρᾳ νοήσει καὶ ἁπλουστέρᾳ χρῆσθαι, τὴν δὲ καταδεεστέραν καὶ ὑφειμένην, ἅτε ταῖς σωματοειδέσι σφαίραις ἀνὰ τὸν αὐτὸν λόγον τεταγμένην. ὥστε εἰ μὲν τὰς Πυθαγορείους ἀρχὰς θεωροῖμεν, οὐδέτερον τούτων ἐν ταῖς ἀρχαῖς. πῶς γὰρ οἷόν | τε, παντὸς μὲν ὡρισμένου πλήθους καθ’ ἓν ἄτομον ἡ κατ’ εἶδος ἀριθμοῦ 842a ὄντος, παντὸς δὲ ἀριθμοῦ γεννήματος τῶν ἀρχῶν, ἐν ταῖς ἀρχαῖς τὸ ὡρισμένον ὅπως ποτὲ πλῆθος θεωρεῖσθαι; ἀλλὰ κἄν μίαν λέγωμεν εἶναι 1 πότερον δέ, <φησί> ἀριθμῷ coni. Us. 2 cf. Ar. met. Z 17. 1041 b 6 αὐτοῦ C 7 μέρεσι δὲ C: corr. Bag. 8 post ὡρισμέναι ἀριθμῷ Us. lacunam statuit plura excidisse ratus; mihi εἰ δὲ ἂρ. καὶ εἴδει ex seqq. inlatum videtur, ἡ εἴδει adieci 10 καὶ αἱ. (om. Ab) ἐν τοῖς λόγοις καὶ αἱ (om Ab) ἐν τῷ ὑποκειμένῳ Ar. 19 ἐν] ἓν Bonitz 20 fort, <ἢ> ἴνδαλμα 25 ἐπὶ δὲ] ἐπιδεὴς aut ἐπιδεῖται Us., sententiae satis facit ἐπιγέννημα 28 respici Λ 7. 8 vidit Us. 33 τεταγμένας C1, ην suprascr. C2 τὴν πάντων ἀρχὴν καὶ θεὸν αὐτὴν ἢ τἀγαθὸν ἢ ἓν προσαγορεύωμεν, 842a * * * , πέρας καὶ ἀπειρίαν, ὡς ἐν Φιλήβῳ Πλάτων καὶ πρὸ αὐτοῦ Φιλόλαος, αὐτὰς ὀνομάζοντες, ἡ μονάδα καὶ δυάδα, ὡς οἱ πλεῖστοι τῶν Πυθαγορείων, ἢ αἰθέρα καὶ χάος, ὡς Ὀρφεύς, ἢ Πρατέα καὶ ὡς αὐτὸς ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ Λόγῳ, οὔτε κυρίως αὐτὰς ὀνομάζομεν ἐπέκεινα γάρ εἰσιν οὐ μόνον κλήσεως, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης νοήσεως), οὔτε τὸ ἓν καὶ δύο κατ’ ἀριθμὸν ἢ εἶδος ὀνομάζομεν παντὸς γὰρ ἀριθμοῦ καὶ παντὸς εἴδους νοητοῦ καὶ νοεροῦ τὴν αἰτίαν ἐν ἑαυταῖς αἱ ἀρχαὶ προειλήφασιν), ἀλλ’ ἔστιν ἕτερος ὁ τρόπος παρὰ τοῖς θεολογικωτέροις τῆς περὶ τούτων ἐνδείξεως. καὶ τοσαῦτα μὲν περὶ τῶν Πυθαγορείων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν Ὀρφικῶν τε καὶ Πλατωνικῶν· εἰ δὲ τὰς κατ’ αὐτόν, καὶ ἀριθμῷ καὶ εἴδει φήσομεν αὐτὰς ὡρίσθαι· καὶ γὰρ τοσαίδε εἰσὶ καὶ οὐ πάντῃ ὁμοειδεῖς, ἀλλὰ πρεσβείῳ τῆς οὐσίας καὶ τιμιότητι διαφέρουσι· τὸ δὲ ἕτερον ἀφωρισμένως ταῖς κυρίως ἀρχαῖς οὐ διενήνοχεν, ἀλλ’ εἰ ἄρα, ταῖς ὑλικαῖς καὶ εἰδικαῖς.

p. 996a2 Καὶ πότερον . . . φθαρταί.

Ως δύο μὲν προβλήματα ταῦτα προτείνεσθαι δοκεῖ, <εἰ> αἱ ἀρχαὶ φθαρτῶν καὶ ἀφθάρτων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἄφθαρτα ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, πότερον πᾶσαι ἄφθαρτοι, ἢ αἱ μὲν ἄφθαρτοι αἱ δὲ φθαρταί; ὅπως δ’ ἂν ἐθέλῃ τις διαιρεῖν, ἀποκρινούμεθα πρὸς αὐτόν, ὅτι αἱ μὲν τῶν ἀφθάρτων ἀρχαί πάντων εἰσὶν ἀρχαὶ τῶν ὅπως ποτὲ ὄντων· οὐδαμοῦ γὰρ αὐτῶν ἡ γονίμη περιορίζεται καὶ ἀπειροδύναμος ἐνέργεια· αἱ δὲ τῶν φθαρτῶν οὐ πᾶσαι καὶ τῶν ἀφθάρτων. ἀμέλει αἰ προσεχεῖς ἀρχαὶ τῶν φθαρτῶν αὐτῶν εἰσι μόνων ἀρχαί, οὐ μὴν οὐδ’ αὐταὶ πᾶσαι φθαρταί· ἡ γὰρ κυκλοφορία τὴν ποιητικὴν αἰτίαν ἀποφέρεται κατ’ αὐτόν, οὐ μέντοι φθαρτή ἐστι· καὶ ἄλλα δέ ἐστιν ἄφθαρτα τῶν ἐν γενέσει αἴτια, ὥσπερ οὖν καὶ φθαρτά· ὅλως γὰρ εἰ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, πρόδηλόν ἐστιν ὅτι καὶ φθαρτὸν αἴτιον ἔχει καὶ ἄφθαρτον ὁ ἄνθρωπος. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἵππου καὶ κυνὸς καὶ οὑτινοσοῦν τῶν τῇδε· ἕκαστον γὰρ αὐτῶν καὶ μερικὸν αἴτιον ἔχει καὶ ὁλικόν· ἀρχὴν δὲ ὁλικωτέραν φθαρῆναι πάντων ἀδυνατώτατον· οὔτε γὰρ ἄν αὐτή ποτε ἔκ του οὔτε ἄλλα ἔξω αὐτῆς γενήσεται. | ταῦτα δὲ οὐ τῷ θείῳ Πλάτωνι μόνῳ, 842b ἀλλὰ καὶ Ἀριστοτέλει καλῶς δέδοκται· τάς τε γὰρ τῶν ἀιδίων ἀρχὰς οἷον τὰ χωριστὰ καὶ ἄυλα εἴδη πᾶσιν εἶναι ἐφετὰ καὶ τῶν φθαρτῶν ἐνίας ἀρχὰς εἶναι ἀιδίους φησίν. ἀμέλει πολλαχοῦ μὲν καὶ ἐν τοῖς ἑπομένοις δὲ γενναίως κατασκευάσει, ὅτι οὐκ ἂν εἴη γένεσις μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος· πλὴν τοσοῦτον ἀπολείπεται τῆς πατρίου φιλοσοφίας, ὅτι τοῖς ἀύλοις εἴδεσι ποιητικὴν μὲν αἰτίαν ἢ παραδειγματικὴν οὐ δίδωσι, τελικὴν δὲ καὶ 2 κἄν δύο deesse putat Us. et certe deest, sed fort, paulo plura cf. PI. Phileb. 23c 4 Orph. fr. 52 Abel πρακτέα C, corr. Us. cl. Syr. ad N 1089b 20 theol. arith. 7 schol. Arat. 49,16 12 supple θεωροῖμεν ex p. 9,34 14 fort. ἑκάτερον ἀφ. <ἔχειν> 17 εἰ add. Brandis 20 ἐθέλοι C 24 μόνον Ca corr. Cb αὗται C 31 ad ἄν . . γενήσεται cf. Radermacher Demetr. de eloc. p. 68 ὀρεκτικήν· ἐφετὰ γὰρ καὶ κατ’ αὐτόν ἐστι προσεχῶς μὲν ταῖς κινουμέναις 842b περὶ αὐτὰ σφαίραις, διὰ τούτων δὲ καὶ πᾶσι τοῖς ἐγκοσμίοις· τοῦ γὰρ ἀγαθοῦ καὶ κατ’ αὐτὸν πάντα ἐφίεται· εἰ δὲ καὶ πολλὰ τἀγαθά, ἀλλ’ οὖν πάντα πρὸς τὰ κυριώτερα προστέτακται καὶ ταῦτα πρὸς ἓν τὸ ὑπέρτατον κα τελικώτατον τῶν ἁπάντων, ὡς ἐν τῷ Λ σαφῶς ἔστιν αὐτοῦ λέγοντος ἀκούειν.

p. 996a4 ἔτι δὲ . . . ἀέρα.

Ὅτι μὲν οὐκ εὐκαταφρονήτους οἴεται τὰς δόξας εἶναι τῶν πρεσβυτέρων, ἀλλὰ πολλῆς ἐπισκέψεως καὶ μάλιστα τἀς περὶ τῶν πρωτίστων ἀρχῶν, θαυμάσειεν ἄν τις αὐτὸν τῆς ἐπιεικείας. ὅτι δὲ πολλῶν οὐσιῶν ὁρωμένων τε καὶ νοουμένων ἀνάγκη πάσας ἐκ μιᾶς ἠρτῆσθαι, ἣν πρώτως ἄν τις ὂν προσαγορεύσειεν, οἶμαι συγχωρήσειν αὐτόν. ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ἀναγκαίως οἷς τίθησι, ταῦτ’ ἂν εἴη λέγειν ἡμέτερον. καὶ δὴ λέγομεν, ὡς οὐκ ἂν πάντα τὰ ὄντα τοῦ πρώτως ὄντος ἐφίετο, εἰ μὴ παρ’ αὐτοῦ τὴν ἑαυτῶν ἐκαρποῦντο τελειότητα, καὶ πρὸς ὃ διὰ παντὸς τοῦ αἰῶνος ἀνήρτηται, παρὰ τούτου καὶ τὸ εἶναι δι’ αἰῶνος ὑπεδέχετο. ὥστε εἰ τὸ πρώτως ὂν ἐφετὸν τοῖς πᾶσι, καὶ τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον, αὐτὸ μὲν οὐδὲν ὂν ἄλλο ἢ τὸ πρώτως ὄν, ἵνα ᾖ πάντων τῶν ὄντων αἴτιον, παράγον δὲ ἀφ’ ἑαυτοῦ τόν τε οὐσιώδη ἀριθμὸν καὶ τὰ ὄντως ὄντα καὶ νοητὰ εἴδη. ἀλλ’ ἐπειδὴ τὸ ὃν τοῦτο, καὶ εἰ πάντων ἐστὶ τῶν ὄντων ἀρχή, συντέτακταί πως αὐτοῖς καὶ διὰ τοῦτο πλήθους οὐ πὰν· τελῶς ἐστιν ἀνέμφατον, δεῖ πρὸ αὐτοῦ τὸ ὑπερούσιον ἓν θεωρεῖν ἁπλότητι καὶ ὑπεροχαῖς ἀνεπινοήτοις ἀπάντων τῶν ὄντων ἐξῃρημένον, ὅ κυρίως μὲν ὀνομάζειν ἀδύνατον, οἰκειότερον δ’ ἄν τις τὸ ἓν προσείποι μᾶλλον ἡ ἄλλο ·ὁτιοῦν, διότι πᾶσι τοῖς οὖσιν ἑνώσεως γίνεται <αἴτιον>, ὅ ἐστι πρὸς αὐτὸ ἐξομοιώσεως. ἀναγκαίως ἄρα καὶ ἓν καὶ ὂν οἱ Πυθαγόρειοι Προϋπετίθεντο τῶν ὅλων πραγμάτων, τὸ μὲν ἑνώσεως καὶ τῶν ἀγαθῶν ἁπάντων αἴτιον τοῖς οὖσι, τὸ δὲ τοῦ εἶναι καὶ τοῖς ἄλλοις τῶν εἰδῶν τὴν κυρίαν ἀρχὴν | παρεχόμενον. δοκεῖ δέ μοι μηδ’ Ἐμπεδοκλῆα ἄλλο τι 843a τὴν φιλίαν ὑποτίθεσθαι ἢ τὸ ἕν, πλὴν οὐ τὸ πᾶσιν ἀσύντακτον, ἀλλ’ ᾧ συντάττεται ἡ ἀόριστος δυάς, ἣν νεῖκος ἐκεῖνος προσαγορεύει, αφ’ ὧν ὄη τό τε πρώτως ὂν ὑφίστησι καὶ τὰ νοητὰ πάντα καὶ τὸν αἰσθητὸν διάκοσμον· εἰ γὰρ ἑνώσεως μὲν τῷ σφαίρῳ, ὃν κατὰ τὸ πρώτως ὃν τάττομεν, ἡ φιλία γίγνεται κατὰ τὸν φιλόσοφον τοῦτον αἰτία, πολλαπλασιασμοῦ δὲ καὶ ἑτερότητος καὶ γονίμων προόδων τὸ νεῖκος αἴτιον, πῶς οὐχὶ κατὰ μὲν τὸ ἓν ἡ φιλία, κατὰ δὲ τὴν δυάδα τὸ νεῖκος παρείληπται; ἐπεὶ καὶ Πυθαγόρειος ὢν Ἐμπεδοκλῆς πῶς ἄν τὰς Ὀρφικὰς ἡ τὰς Πυθαγορείους ἀρχὰς ἠθέτησεν; εἰ δὲ Θαλῆς μὲν ὕδωρ τὸ ἓν καὶ τὸ ὂν ἔλεγεν, ἄλλος δὲ ἄλλο τι τῶν φαινο- 5 νϋ(??) C corr. Bag. 6 ἔτι] ἔστι C 8 ἀλλ’ ἀξίας πολλῆς coni. Us., et excidit aut hoc aut δεῖσθαι 9 nempe <οὐσῶν> οὐσιῶν 11 ἑαυτὸν C 15 τοῦ εἶναι C 22 ἀνεπινοήτως C, corr. Us. 24 αἴτιον add. Α 26 προϋπεθεντο Ca, τί suprascr. Cb μένων, δεδώκασιν εὐθύνας αἱ δόξαι παρά τε πολλοῖς καὶ διαφερόντως πορὰ 846a τούτῳ τῷ δαιμονίῳ ἀνδρί.

p. 996a9 Καὶ . . . κίνησιν.

Αἱ κυρίως ἀρχαὶ καὶ ὑπὲρ τὰ καθόλου γένη καὶ εἴδη θεωροῦνται καὶ ἔτι πολλῷ πλέον ὑπὲρ τὰ καθ’ ἕκαστα. ἔχει γὰρ οὕτως· ἐν τῇ ὕλῃ τὰ καθ’ ἕκαστα θεωρεῖται, ἐν δὲ τῇ φύσει καὶ ψυχῇ τὰ καθόλου προυπάρχει τῶν αἰσθητῶν αἴτια γιγνόμενα, τῆς μὲν φύσεως τὰ οἷον εἰδικώτατα εἴδη ἐχούσης, ὑφ’ ὧν προσεχῶς τὰ ἔνυλα γεννᾶται καὶ τὰ καθ’ ἕκαστα, τῆς δὲ ψυχῆς καὶ ταῦτα μὲν καὶ πρὸ τούτων δὲ τοὺς ὁλικωτέρους λόγους προειληφυίας, δι’ ὧν τά τε γένη διαιροῦσα τὰ πλήθη τῶν λόγων πάλιν ὁρίζουσα θεωρεῖ τὰ πάντα, κατιοῦσά τε καὶ ἀνιοῦσα καὶ τὸ ὅλον διαιρετικῶς τε καὶ ἀναλυτικῶς ὁριστικῶς ἐνεργοῦσα. τούτων δὲ αὐτῶν ὑπερίδρυται τὰ εἴδη τὰ δημιουργικά, καὶ πάλιν αὐτῶν τούτων ὑπέρτεραι τῶν ὅλων αἱ ἀρχί. καὶ τοσαῦτα μὲν πρὸς τὸ πρῶτον ἐρώτημα, εἰ χρὴ δι’ ἐλαχίστων περὶ μεγάλων εἰπεῖν. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὸ μὲν δυνάμει καὶ πάντῃ τῶν κυρίως ἀρχῶν ἐξοριστέον· ἀτελὲς γὰρ τοῦτο καὶ ἄγονον καὶ τῇ ὕλῃ πρεπωδέστερον, τὸ δὲ ἐνεργεία μᾶλλον αὐταῖς αὐταῖς πλὴν ὅτι τινὲς οὐδ’ ἐνεργείᾳ λέγοιντ’ ἂν εἶναι, ἀλλ’ αὐτὸ μόνον ἐνέργεια. εἴη δ’ ἂν ἡ τῶν πάντων ἀρχή, εἰ θεμιτὸν εἴη λέγειν, οὐ μόνον ὑπὲρ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλὰ καὶ ὑπὲρ αὐτὴν <τὴν> ἐνέργειαν. πρὸς δὲ τὸ τρίτον, ὅτι αἱ μὲν ἀκίνητοί εἰσι τῶν ἀρχῶν, ὅσαι τῶν ἀιδίων εἰσὶν αἴτιαι, αἱ δὲ κινοῦντι, ὅσαι τῶν [αἰτιων] γιγνομένων καὶ φθειρομένων, ὥσπερ ὁ ἥλιος καὶ ἡ τοῦ αἰθέρος κυκλοφορικὴ περίοδος.

p. 996a12 Πρὸς δὲ τούτοις . . . ἢ ἐν τούτοις.

Δόξειε μὲν ἂν τὸ οὐσίαι ἐν τούτοις ἀντὶ τοῦ ὄντα παρειληφέναι· οὐ γὰρ δήπου τὴν στιγμὴν τὴν ἐν τοῖς αἰσθητοῖς καὶ γραμμὴν οὐσίαν ᾤετο εἶναι· οὐ μὴν ἀλλ’ ἐν τοῖς | ἑπομένοις τὸ οὐσιῶδες αὐτῶν ἐπιζητήσει. 843b ἡμεῖς τοίνυν καὶ τὸ εἶναι αὐτῶν καὶ τὸ οὐσιῶδες ἐκφαίνομεν πολλαχῶς εἶναι λέγοντες ταῦτα· καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς τῆς φύσεως ἔργοις ἴδοι ἄν τις καὶ σχῆμα καὶ ἀριθμὸν καὶ ἐπιφάνειαν φυσικὴν καὶ ταύτης πέρατα, ἔτι δὲ καὶ ἐν τῇ φαντασίᾳ ἡμῶν καὶ ἐν τῇ δόξῃ ταῦτα συνίσταται, εἴτε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, ὡς αὐτῷ ἀρέσκει, ληφθέντα, εἴτε καὶ τελειωθέντα παρ’ ἡμῖν ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς εἰδῶν. ταῦτα οὖν τὰ φανταστὰ καὶ τὰ δοξαστὰ τοῦ μὲν εἶναι μετέχει, οὐσίαι δὲ οὔκ εἰσι· διὸ καὶ ὑπὸ ποσότητα μᾶλλον ἢ ποιότητα ἢ ἄλλην κατηγορίαν ἀνάγοιντ’ ἄν· οἱ δὲ οὐσιώδεις τῆς ψυχῆς λόγοι οἱ ταῦτα ἔχοντες ἤδη οὐσίαι. εἰ δὲ καὶ τὰ 10 ἐρίζουσα C, corr. Us. 13 possis πάλιν αὖ τούτων 18 μόνον Us.: μᾶλλον C (cf. Jacobs ad Achill. Tat. 697 Toiip ad π. ὕψ. 526) 20 τὴν add. Us. 22 αἰτίων ortum ex ἀιδίων seclusi, ἀεὶ Us. 24 ἢ ἐν τούτοις ut Ar. cod. Ε et Alex, ἡ ἐνυπάρχουσαι ἐν τούτοις Ar. cod. Ab 30 an τὰ αὐτῆς? ἐν νῷ καὶ νοητοῖς αὐτῶν ὁρῴη τις παραδείγματα, ἐν ταῖς πρωτίσταις ἂν 843b τῶν οὐσιῶν τόν τε ἀριθμὸν καὶ τὰ σχήματα καὶ τὸ αὐτομέγεθος ἴδοι καταριθμούμενα.

Τοσαῦτα προτείνας ὁ φιλόσοφος οὗτος τἄπορα πάλιν ἀναλαβὼν ἀπὸ τοῦ πρώτου πειρᾶται ἰοὺς ἐφ’ ἑκάτερα γυμνάζειν λόγους, ἵνα τῶν ἀντικειμένων ἀκούοντες ἐπιχειρημάτων μετὰ πολλῆς βασάνου καὶ κρίσεως ἐπιστατικωτέρας τοῖς τοῖς ἀληθεστέροις προσθώμεθα. τοσοῦτον οὖν ἐπισημηνάμενοι, ὅτι οὐχ ἁπανταχοῦ τῇ τάξει τῶν προβλημάτων ἀκολουθεῖ, πειραθῶμεν ἤδη γυμνάζοντι τοὺς ἀντικειμένους λόγους συνοδεύειν αὐτῶ, καὶ τοῖς μὲν εἰς τὸ ἀληθὲς ὁρῶσι συμφθέγγεσθαι, τοῖς δὲ σοφιστικωτέροις ἐνίστασθαι· ἀνάγκη γὰρ τῶν ἀντικειμένως παρ’ αὐτῷ κατασκευαζομένων τά μὲν πρὸς τἀληθὲς τὰ δὲ πρὸς ἀπάτην βλέπειν.

p. 996a18 πρῶτον . . . αἰτίων.

Τοῦτο ἦν τὸ πρῶιον αὐτῷ προταθέν· γένη δὲ λέγει νῦν αἰτίων τὰ εἴδη. εἶτα κατασκεθάσει πρότερον, ὅτι οὐ μιᾶς ἐπιστήμης πάντα τὰ αἴτια τοῦ πράγματος γιγνώσκειν, ὃ καὶ ψεῦδός ἐστι καὶ αὐτῷ μὴ δοκοῦν.

p. 996a20 Μιᾶς μὲν γὰρ ἐπιστήμης ... γνωρίζειν.

Ὁ συλλογισμὸς δυνάμει τοιοῦτός ἐστιν· τὰ αἴτια τὰ τῷ εἴδει διαφέροντα οὐκ ἐστιν ἐναντία· τῶν τῷ εὕει διαφερόντων καὶ μὴ ὄντων εναντίων οὐκ ἔστι μία ἐπιστήμη· τῶν αἰτίων ἄρα οὐκ ἔστι μία ἐπιστήμη. καὶ ἐν δευτέρῳ σχήματι· τὰ αἴτια <τὰ> τῷ εἴδει διαφέροντα οὐκ ἐναντία· τὰ ὑπὸ μίαν ἐπιστήμην ἐὰν τῷ εἴδει διενέγκῃ, ἐναντία ἐστί· τὰ αἴτια οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην. ὅπως δ’ ἂν ἔχῃ, ψευδὴς μέν ἐστι πάντῃ καὶ πάντως ἡ μείζων πρότασις· οὐ γὰρ εἰ τῶν ἐναντίων μία, τῶν οὐκ ἐναντίων οὐ μία, οὐδ’ εἰ τἀναντία ὑπὸ μίαν, εὐθέως καὶ τὰ ὑπὸ μίαν ἐναντία. μήποτε δὲ οὐδ’ ἀεὶ τὰ αἴτια τῷ εἴδει διαφέρει, ὡς καὶ αὐτὸς ἐν τῷ Β τῆς Φυσικῆς ἐπέστησεν, ὅτι σὺν τρέχει ποτὲ τῷ εἴὸει καὶ τὸ τέλος καὶ 844a τὸ ποιοῦν κατὰ τὸ ὁαοειδές.

p. 996a21 Ἔτι . . . φύσιν.

Ὁ συλλογισμὸς τοιοῦτος· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν περὶ τὰ ἀκίνητα ἔχουσιν · αἱ περὶ τὰ ἀκίνητα ἔχουσαι πάντα τὰ αἴτια οὐ γιγνώσκουσιν, σκουσιν, ἐπεὶ μηδ’ ἔστιν ἐν τοῖς ἀκινήτοις ποιητικὸν ἡ τελικὸν αἴτιον· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν οὐ πάντα τὰ αἴτια γιγνώσκουσιν. ἐν τούτοις πάλιν ἡ μείζων ψευδής· ἔστωσαν μὲν γὰρ αἱ θεωρητικαὶ τῶν 11 ἀντικειμένων C, corr. Α IG τοῦ πράγματος cf. Ar. 996 b4 18 cf. Alex. 181,2 19 et 20 καὶ μὴ et οὐκ ἔστι μία in ras. Gb ὄντων ἐναντίων in mg. 21 τὰ add. Us. 23 ἔχοι C 27 Ar. phys. II 7 198a24 ἐπιστημῶν αἱ πρῶται καὶ κάλλισται, τούτων δὲ αὐτῶν ἡ μὲν φυσικὴ 〈περὶ 884a τὰ〉 κινούμενα ἔχουσα μὴ…

The complete text is available when the reading interface loads.