Commentarium in Hermogenis librum $1PERI\ I)DEW=N
- Authority group
- Syrianus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Commentarium in Hermogenis librum περὶ ἰδεῶν, ed. H. Rabe, Syriani in Hermogenem commentaria, vol. 1, Leipzig: Teubner, 1892: 1–95.
- CTS identifier
urn:cts:greekLit:tlg4017.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
πρὸς ἀκρίβειαν πᾶσαν τῶν τε τοῦ λέγοντος ἐννοιῶν
καὶ τῆς τοιᾶσδε τῶν ὀνομάτων στοχάζεσθαι συνθέσεως.
πολλὰ γοῦν τοιῶσδε παρὰ τῶν ἀρχαιοτέρων εἰρημένα
πολυτρόπως οἱ μετ' αὐτοὺς ἐδέξαντο. διόπερ ἀκριβῶς
πρόσκειται τὸ <μὴ σφόδρα·> ἀγαπητὸν γὰρ ἐγγὺς
βαλόντα φανῆναι τῆς ὀρθῆς κρίσεως.
[265, 16] <‘μετὰ μὲν ἐμπειρίας ψιλῆς καί τινος
ἀλόγου τριβῆς’> καλῶς τὴν ἐμπειρίαν ἄλογον τριβὴν
προσεῖπεν· τὸ μὲν γὰρ ὅτι γινώσκει, τοῦ δὲ διότι παν-
τελῶς ἀμαθής ἐστιν, ὅπερ ὁ κατὰ τὴν τέχνην ἀνευ-
ρίσκει λόγος. καὶ γὰρ ὁ θεῖος Πλάτων φησὶν ‘ἐγὼ
γὰρ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα’.
[265, 18] <‘τοὐναντίον γὰρ ἴσως ἂν αὐτὸν καὶ
σφάλλοι μᾶλλον τὰ τῆς φύσεως πλεονεκτή-
ματα’> ὁ μὲν γὰρ μὴ ὀξὺς τὴν φύσιν ἀγαπᾷ κατὰ
τὸν Ὁμηρικὸν Ὀδυσσέα ἀτρέμας ἧσθαι καὶ ἄλλων
μῦθον ἀκούειν, ὁ δὲ τῷ τάχει τῆς φύσεως πεποιθὼς
καὶ μόνην αὐτὴν πρὸς ἕκαστα τῶν ἐγχειρουμένων
ἀποχρῆν οἰόμενος τόν τε παρὰ τῆς τέχνης χαλινὸν
οὐκ ἀνεχόμενος καταγέλαστος πολλαχῇ τοῖς ἐπιστήμοσι
φαίνεται.
[265, 23] <‘κράτιστον μὲν γὰρ εἰ καὶ τὰ τῆς
φύσεως συλλαμβάνοιτο’> ἀρχὴ γὰρ οἱονεὶ καὶ
κρηπὶς καὶ χρηστὸν ὄργανον ψυχῇ πρὸς τὰ βέλτιστα
5
χωρεῖν ἐπειγομένῃ δεξιὰ φύσις· διὸ καὶ Πίνδαρός φησι
‘τὸ δὲ φυᾷ κράτιστον ἅπαν’. ὁ δέ γε Ἐπίκουρος ἐν
τῷ περὶ ῥητορικῆς αὐθαδέστερον οἶμαι λέγων φησὶν
αὐτὸς μόνος εὑρηκέναι τέχνην πολιτικῶν λόγων· τοὺς
δὲ ἄλλους ἀποσκορακίζων ῥήτορας ἑαυτῷ πως μαχό-
μενος λέγει ‘φύσις γάρ ἐστιν ἡ κατορθοῦσα λόγους,
τέχνη δὲ οὐδεμία’.
[265, 25] <‘εἰ δὲ μή, ἀλλ' ὅ γε μαθητόν ἐστι
καὶ διδακτὸν οὐκ ἐν ἄλλοις ἐφ' ἡμῖν δὲ ὄν’>
ἀπορήσειεν ἄν τις, διὰ τί τὰ παρὰ τῆς φύσεως ἀγαθὰ
<ἐν ἄλλοις> ὠνόμασεν· ἐν ἡμῖν γὰρ δηλονότι καὶ ἡ φύσις
καὶ τὰ παρὰ τῆς φύσεως δῶρα ὅπως ἂν ἑκάστῳ δια-
κείμενα τυγχάνοι. φαμὲν οὖν ὅτι ἐν ἄλλοις εἶπε τὰ
τῆς φύσεως, διότι οὐκ ἐν ἡμῖν προηγουμένως τὸ κῦρος
αὐτῶν—οὐ γὰρ ἂν ἑκών τις ἕλοιτο τὴν νωθῆ τε καὶ
ἀπρονόητον ἑκάστων φύσιν ἢ τὴν ὀξεῖαν καὶ πρὸς
πάντα χωρεῖν ἕτοιμον—, ἀλλὰ δῆλον ὅτι ἥ τε παρὰ τῶν
προτέρων βίων ἀξία καὶ ἡ τοιάδε τῶν πατέρων ἕξις
ἄλλα τε πρὸς τούτοις οὐκ ὀλίγα αἴτια θεῖά τε καὶ
ἀνθρώπινα χορηγὰ τῆς διαφόρου φύσεως ἑκάστῳ τυγ-
χάνει. διὸ τὰ μὲν παρὰ τῆς φύσεως <ἐν ἄλλοις> εἶπεν.
<ἐφ' ἡμῖν> δὲ τὰ τῆς μαθήσεως· προαίρεσις γὰρ καὶ
ὁρμὴ βελτίστη φύσεως ὑπουργούσης τῶν καλλίστων
ἁπάντων ἡμῖν πρυτανεύονται τὰς μαθήσεις. ἔτι γε
μὴν καὶ Διονύσιος πρὸς τῷ τέλει τοῦ πρώτου βιβλίου
6
τῶν περὶ μιμήσεως περὶ προαιρέσεώς τε καὶ δυνάμεως
τῆς περὶ λόγους διεξιὼν ἔφη τῆς μὲν δυνάμεως τὴν
κυριωτάτην εἶναι μοῖραν ἐν τῇ φύσει, ἣν οὐκ ἐφ'
ἡμῖν ἔστιν οἵαν ἀξιοῦμεν ἔχειν· τῆς δὲ προαιρέσεως
οὐδὲν μέρος ἐστίν, οὗ μὴ τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν.
καὶ ἔοικεν ὁ τεχνογράφος ἐπιμελῶς ἐκείνοις ἐντετυχη-
κὼς καὶ αὐτὸς οὐκ ἐφ' ἡμῖν ὠνομακέναι τὴν φύσιν.
[266, 9] <‘ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ
τοῦ ῥᾴστου παραγίνεσθαι πέφυκεν’> Πλάτων
τε γάρ φησι ‘τῶν γὰρ πόνων πωλοῦσιν ἡμῖν τἀγαθὰ
οἱ θεοί’ καὶ Σοφοκλῆς ‘πόνος γὰρ ὡς λέγουσιν εὐ-
κλείας πατήρ’ καὶ ἐν Μιλήτῳ ὁ θεὸς ‘οὐδὲν ἄνευ
καμάτου πέλει ἀνδράσιν εὐπετὲς ἔργον’ καὶ πάλιν
‘πάντα πόνος τεύχει θνητοῖς μελέτη τε βροτείη’.
[266, 10] <‘λόγων δὲ καλῶν τε καὶ γενναίων
εἰ μέλλοι τι χρηστότερον ἀνθρώποις οὖσι καὶ
ζῴοις λογικοῖς γενήσεσθαι’> εἰ γὰρ ἐν θνητοῖς
τοῦτο μόνον λογικόν, εἰκότως αὐτῷ καὶ ἡ τοῦ λόγου
ἄσκησις πάντων ἐστὶν ἁρμοδιωτέρα· ἕκαστον γὰρ κατὰ
φύσιν πρὸς τὴν οἰκείαν ἐπείγεται σωτηρίαν, σῴζει
δὲ ἕκαστον ἡ τελειότης ἑκάστου, ἀνθρώπου δὲ τελειό-
της οὐδὲν ἕτερον ἢ λόγος, πάντων ἄρα κρεῖττον ἀν-
θρώποις ἡ περὶ λόγους ἄσκησις.
[266, 16] <‘νῦν ἐστιν ἡμῖν οὐ περὶ τῆς Πλά-
7
τωνος ἢ Δημοσθένους ἰδέας ὁ λόγος’> εἰ γὰρ
καὶ ἐκ πλειόνων ἰδεῶν ἑκάστου τούτων συνεστήκασιν
οἱ λόγοι, ἀλλ' οὖν καθόλου ἡ Δημοσθενική τε καὶ
Πλατωνικὴ φράσις μίαν τινὰ σύμμικτον ἐκ πολλῶν
ἰδέαν ἐπιφαίνουσιν, ἥπερ ἰδίας μὲν οὐκέτι κοινῆς δέ
τινος ἐκ τοῦ χρησαμένου τυγχάνει τῆς προσηγορίας.
πρὸς δὲ τῷ τέλει τοῦ περὶ ἰδεῶν δευτέρου βιβλίου
καὶ ἰδίᾳ περὶ ἑκάστου τῶν ἀρίστων ῥητόρων τε καὶ
συγγραφέων διεξέρχεται.
[266, 19] <‘ὁποῖόν τί ἐστι σεμνότης δεῖξαι καὶ
ὅπως γίγνεται’ ὁποῖον> μὲν ὅτι μεγέθους τῷ
λόγῳ περιποιητική, <ὅπως δὲ γίγνεται> διὰ ποίων
ἐννοιῶν μεθόδων λέξεων σχημάτων καὶ τῶν λοιπῶν.
ἰστέον δὲ ὅτι ἄλλο μὲν εἶδος καὶ ἄλλο ἰδέα, ὡς καὶ
ἄνω ἔφαμεν, τοῖς δὲ ὀνόμασιν ἀδιαφόρως κέχρηται,
ποτὲ μὲν εἴδη τὰς ἰδέας καλῶν, ποτὲ δὲ ἰδέας τὰ
εἴδη. ἰδέαι δὲ λόγων αἱ γενικώταταί εἰσιν ἑπτά,
σαφήνεια μέγεθος κάλλος γοργότης ἦθος ἀλήθεια δει-
νότης· τούτων δὲ αἱ μὲν τέτταρες μένουσιν ἀδιαίρετοι,
ἀλήθεια γοργότης δεινότης κάλλος, αἱ δὲ τρεῖς διαι-
ροῦνται εἰς ἑτέρας δώδεκα, ὡς εἶναι τὰς πάσας ἑκκαί-
δεκα· ἑκάστη δὲ τούτων εἰς ὀκτὼ διαιρεῖται, ἔννοιαν
μέθοδον λέξιν σχῆμα κῶλον συνθήκην ἀνάπαυσιν
ῥυθμόν.
9
[266, 24] <‘τὸν μάλιστα τῶν ἄλλων ποικίλως
χρησάμενον τῷ λόγῳ καὶ σχεδὸν ἐξ ἁπάσης
ἰδέας συμμιγῆ’> τὸν Δημοσθένην φησί, ταῖς μὲν
γὰρ τῶν ἰδεῶν ἐπὶ πλεῖστον κέχρηται, ὡς σαφηνείᾳ
τε καὶ γοργότητι καὶ περιβολῇ· ταῖς δὲ ἐπ' ἔλαττον,
ὡς λαμπρότητι σεμνότητι κάλλει· οὕτω γὰρ ὑπερεκ-
πλήττεται διόλου τὸν ῥήτορα τῆς μίξεως ἕνεκα τῶν
ἰδεῶν, ὡς ἓν ἀνθ' ἑνὸς ἀποφαίνεσθαι πολιτικῶν τε
ἄριστον τὸν Δημοσθενικὸν καὶ αὖθις τὸν Δημοσθενι-
κὸν ἄριστον τῶν πολιτικῶν. ὅθεν δὴ καὶ Ἰάμβλιχος
ὁ θεῖος ἐν τῷ περὶ κρίσεως ἀρίστου λόγου φησὶ ‘δεῖ
γὰρ μήτε τὸ σύντομον εἶναι ἀσαφὲς μήτε τὸ σαφὲς
ἰδιωτικόν, καὶ τὸ μὲν σεμνὸν μὴ εἶναι ἄγαν ἐξηλ-
λαγμένον τὸ δὲ κοινὸν μὴ εἶναι εὐκαταφρόνητον ἔχειν
δέ τινα ἐξαίρετον ὑπεροχήν· τὸ γὰρ παντελὲς τοῦτο
καὶ συμπεπληρωμένον τοῖς ὅλοις κάλλεσι τῶν λόγων
παρ' Ὁμήρῳ τε καὶ Πλάτωνι καὶ Δημοσθένει γνώρι-
μόν ἐστιν ἰδεῖν’.
[266, 27] <‘ἀνάγκη τά τε μέρη καθ' ἕκαστον
καὶ τὸ ὅλον εἶδος τοῦ τοιούτου δεικνύντας’>
τὸ μὲν <τοῦ τοιούτου> τοῦ Δημοσθενικοῦ λόγου φησί,
<μέρη> δὲ τὰ ἐν προοιμίοις ἢ ἀντιθέσεσιν ἢ διηγήσεσιν
εἰρημένα, <εἶδος> δὲ δικανικὸν συμβουλευτικὸν πανη-
γυρικὸν ἢ μικτόν.
[266, 28] <‘ὅθεν τε καὶ ἐξ ὧν συνέστηκεν
ὁποῖόν τέ ἐστι’> τὸ μὲν ὅθεν ἐκ ποίων εἰδῶν κεκίνηται
10
τῆς ῥητορικῆς, τὸ δὲ ἐξ ὧν ποίαις τισὶν ἰδέαις κέκρα-
ται, τὸ δὲ ὁποῖον ἠθικὸν ἢ πραγματικὸν ἢ παθητικόν.
[266, 31] <‘καὶ πῶς μιγνυμένων αὐτῶν τοτὲ
μὲν ποιητικὸς τοτὲ δὲ ὡς ποιητικός’> οἱ μὲν
πρὸ ἡμῶν ποιητικὸν μὲν ἐξηγοῦντο τὸν πεποιημένον
καὶ ἐπιτετηδευμένον λόγον πρὸς τὸ τοιούσδε ἢ τοι-
ούσδε τοὺς ἀκούοντας καταστῆσαι, ὡς οὐ ποιητικὸν
δέ—καὶ γὰρ τὴν οὐ ἄρνησιν τῷ ῥητῷ προσετίθεσαν—
τὸν ἐπιτετηδευμένον μέν, μὴ μέντοι δοκοῦντα. ἄμει-
νον δὲ τῷ Ἁλικαρνασεῖ Διονυσίῳ ἑπομένους ποιη-
τικὸν μὲν λόγον φάναι τὸν τροπικῇ τε καὶ μεταφορικῇ
〈καὶ〉 διθυραμβώδει συνθήκῃ συντεθειμένον, ὁποία ἡ
Γοργίου τοῦ ῥήτορος φράσις—πρῶτος γὰρ ἐκεῖνος,
ὥς φησι Διονύσιος ἐν τῷ περὶ μιμήσεως δευτέρῳ,
τὴν ποιητικὴν καὶ διθυραμβώδη λέξιν εἰς τοὺς πολι-
τικοὺς εἰσήνεγκε λόγους—, ὡς ποιητικὸν δὲ λόγον τὸν
εὐρυθμίας μὲν καὶ ἁρμονίας ὁμαλῆς μετειληφότα κατά
τε περιόδων καὶ κώλων ἀπηκριβωμένην σύνθεσιν,
τὴν δέ γε διθυραμβώδη καὶ ποιητικὴν συνθήκην ἥκιστα
ζηλώσαντα, οἵα τίς ἐστιν ἡ Ἰσοκράτους φράσις, περὶ
ἧς Διονύσιος ἐν πρώτῳ χαρακτήρων ὡδί πως λέγει
‘τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις ὡς
ἐκλυούσας τὴν ἁρμονίαν τῶν ἤχων καὶ τὴν λειότητα
11
τῶν φθόγγων λυμαινομένας ἐξίσταται περιόδῳ τε καὶ
κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ
πάνυ καὶ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου’,
ὅθεν δὴ καὶ πλείστους ἰάμβους παρ' αὐτῷ τε καὶ
Δημοσθένει ῥᾴδιον εὑρεῖν· πάλιν δὲ περὶ τῆς ἄνευ
μέτρου λέξεως τῆς ὁμοίας καλῷ ποιήματι λέγων ὁ
αὐτὸς ὧδέ πού φησιν ἐν τῷ περὶ συνθέσεως ὀνομάτων
‘Δημοσθένη γὰρ ἐν τοῖς μάλιστα οἴομαι τὴν ποιητι-
κὴν ἐκμεμάχθαι φράσιν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειε
τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς
Δημοσθένους λόγους καὶ μάλιστα τάς τε κατὰ Φιλίπ-
που δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς
δημοσίους’, ἔνθα δὴ καὶ τὸ προοίμιον τοῦ κατὰ Ἀρι-
στοκράτους παραθεὶς ἐκ πολλῶν αὐτὸ συνεστάναι μέ-
τρων ἀναπαιστικῶν τε καὶ ἐλεγειακῶν δείκνυσι, καὶ
πάλιν μετ' ὀλίγα φησὶν ‘ἀπόχρη γὰρ τὴν πολιτικὴν
λέξιν εὔρυθμον εἶναι καὶ εὔμετρον· οὕτω γὰρ ἂν εἴη
ποιητικὴ μέν, οὐ μὴν ποίημα, καὶ ἐμμελὴς μέν, οὐ
μέλος δέ’. ἔτι γε μὴν ἐν τῷ περὶ μιμήσεως ὁ αὐτός
φησιν ὅτι ‘Γοργίας μὲν τὴν ποιητικὴν ἑρμηνείαν μετ-
ήνεγκεν εἰς λόγους πολιτικοὺς οὐκ ἀξιῶν ὅμοιον τὸν
ῥήτορα τοῖς ἰδιώταις εἶναι, Λυσίας δὲ τοὐναντίον
ἐποίησεν· τὴν γὰρ φανερὰν ἅπασι καὶ τετριμμένην
λέξιν ἐζήλωσεν ἔγγιστα νομίζων εἶναι τοῦ πεῖσαι τὸν
ἰδιώτην τὸ κοινὸν τῆς ὀνομασίας καὶ ἀφελές. ἥκιστα
γὰρ ἄν τις εὕροι τὸν Λυσίαν τροπικῇ καὶ μεταφορικῇ
12
λέξει κεχρημένον, σεμνὰ δὲ καὶ περιττὰ καὶ μεγάλα
φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις ὀνόμασι
χρώμενος καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς’.
ἔτι γε μὴν ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ τὸ δοκοῦν
ἀνεπιτήδευτον εἶναι ἀποίητον ὀνομάζει· καὶ πολὺ κάλ-
λιον ἦν οὕτως ὀνομάσαι τὸ ἀνεπιτήδευτον, εἴπερ τοῦτο
ἐβούλετο δηλῶσαι, ἢ ὡς οὐ ποιητικόν· ἐπάγει γὰρ καὶ
τάδε περὶ Λυσίου ‘δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι
καὶ ἀτεχνίτευτος ὁ τῆς ἑρμηνείας αὐτοῦ χαρακτὴρ καὶ
πολλοῖς ἂν καὶ τῶν φιλολόγων παράσχοι δόξαν, ὅτι
ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως
καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς ἔργου μᾶλλον
τεχνικοῦ κατεσκευασμένος· πεποίηται γὰρ αὐτοῦ τὸ
ἀποίητον καὶ δέδεται τὸ λελυμένον καὶ ἐν αὐτῷ τῷ
μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει’.
[267, 15] <‘τὸ μὲν ὡς διὰ πάντων ἥκει παντα-
χοῦ ταῖς μίξεσι’> καὶ γὰρ ἐν Φιλιππικοῖς συμβου-
λεύων σφοδρῷ τῷ ψόγῳ κέχρηται κατὰ Φιλίππου ἔκ
τε τῆς οἰκείας φύσεως κἀκ τῶν συνόντων καὶ παντα-
χόθεν αὐτὸν διαβάλλειν πειρώμενος, καὶ πάλιν ἐν τῷ
περὶ τοῦ στεφάνου δικανικὸν εἶδος μελετῶν πανηγυ-
ρίζει τῇ τε κατ' Αἰσχίνου πομπείᾳ λαμπρῶς ἐπεξιὼν
καὶ ταῖς εὐφημίαις τῆς οἰκείας ἐναβρυνόμενος πολιτείας.
[267, 25] <‘οὐδὲ γὰρ ἔστιν ὅστις πρὸ ἡμῶν
ἀκριβές τι περὶ τούτων πραγματευσάμενος
13
φαίνεται’> καλῶς τὸ <ἀκριβές·> οἶδε γὰρ καὶ Βασι-
λικὸν πρὸ αὑτοῦ γεγραφότα περὶ ἰδεῶν, οὐ μέντοι
σὺν εὐκρινείᾳ καὶ τάξει τῇ ἀρίστῃ, ᾗπερ διαφερόντως
αὐτὸς φαίνεται κεχρημένος.
[267, 30] <‘πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ οἱ
δόξαντές τι λέγειν περὶ τἀνδρός’> εἰς τοὺς ὑπο-
μνηματίσαντας τῶν Δημοσθενικῶν λόγων ἐνίους ἀπο-
τείνεται καὶ τὰς περὶ αὐτῶν θεωρίας φιλοτιμότερον
ἐπεξεργασαμένους Βασιλικόν τε καὶ Ζήνωνα καὶ τοὺς
ὁμοίους.
[268, 11] <‘τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου
καθαπερεὶ στοιχεῖα’> μέχρι τοῦ <‘καὶ τί δύνα-
ται’> μεταφορικὴ γὰρ ἡ λέξις οὖσα κυριώτατα καὶ
πρώτως ἐπὶ τῶν τοῦ κόσμου στοιχείων εἴρηται, δευ-
τέρως δὲ ἐπὶ τῶν γραμμάτων· ἐκεῖνά τε γὰρ ἀρχὴ
παντὸς τοῦ σωματικοῦ καὶ ταῦτα συλλαβῶν καὶ λέξεων·
εἰκότως οὖν καὶ τὰς ἰδέας στοιχεῖα καὶ ἀρχὰς τοῦ
ἀρίστου τῶν πολιτικῶν λόγων φησίν. τὸ δὲ <ὁποῖα>
ποίαν ἔχει φύσιν ἑκάστη τῶν ἰδεῶν, γλυκεῖαν αὐστη-
ρὰν ἀφελῆ δεινήν, τὸ δὲ <ὅπως γίγνεται> διὰ ποίων
κατασκευάζεται τόπων, τὸ δὲ <τί δύναται> τί τὸ ἀπὸ
τῆς μίξεως τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν ἀποτέλεσμα.
[268, 21] <‘εἰ μέλλοι τις ὡς ἓν ἅπαντα ἀκού-
σεσθαι τάδε’> οὐ γὰρ ἰδίᾳ τῶν ἰδεῶν ἑκάστη ἐπι-
τετήδευται καὶ μεμελέτηται παρὰ τῷ ῥήτορι, ἀλλ' ἡ
14
πασῶν ἅμα ἀκριβεστάτη καὶ ἐν τῷ δέοντι παρ' αὐτῷ
μῖξις τὸν κάλλιστον τῶν πολιτικῶν ἀπεργάζεται λόγων·
ὅθεν καὶ Διονύσιος ἐν πρώτῳ χαρακτήρων κράτιστον
εἶναί φησι χαρακτήρων ἐν πολιτικοῖς λόγοις τὸν Δημο-
σθενικόν.
[268, 25] <‘τούτων δὲ τῶν ἰδεῶν αἱ μὲν ἐφ'
ἑαυτῶν εἰσιν’> ὡς αἱ ἀδιαίρετοι, ἀλήθεια γοργό-
της δεινότης κάλλος, <‘αἱ δὲ ἔχουσιν ὑφ' ἑαυτάς’>
ὡς αἱ διαιρούμεναι, σαφήνεια μέγεθος ἦθος, <‘αἱ δὲ
κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ καὶ μέρε-
σιν’> αἱ μὲν γὰρ ἑνὶ τῶν ὀκτὼ μερῶν ἀλλήλαις κοι-
νωνοῦσιν, αἱ δὲ πλείοσιν, ὡς ἡ καθαρότης τῇ εὐκρι-
νείᾳ λέξει κώλοις συνθήκῃ κοινωνεῖ καὶ ἡ τραχύτης
τῇ σφοδρότητι καὶ κατὰ πλείονα.
[269, 8] <‘ἅπας τοίνυν λόγος ἔννοιαν ἔχει
πάντως τινὰ ἢ ἐννοίας’> αἱ μὲν γὰρ τῶν ἰδεῶν
μονοειδεῖς ἔχουσι τὰς ἐννοίας, ὡς ἡ καθαρότης, αἱ
δὲ καὶ μέχρι τριῶν καὶ τεττάρων προέρχονται τόπων,
ὡς ἡ σεμνότης.
[269, 19] <‘καὶ εἴ τινες ἕτεραι ταύταις ὅμοιαι’>
ὡς αἱ ἱστορικαί· καὶ γὰρ αὗται διὰ τὸν χρόνον πλη-
σιάζουσι ταῖς μυθικαῖς, ὡς καὶ Θουκυδίδης φησίν, καὶ
ὅσαι τὰ ταῖς αἰσθήσεσιν ἡδέα ἐκφράζουσιν, ὄψει ἀκοῇ
ὀσφρήσει γεύσει ἁφῇ, ὡς Ὅμηρος ‘τοῖσι δ' ὑπὸ χθὼν
δῖα φύεν νεοθηλέα ποίην λωτόν θ' ἑρσήεντα ἰδὲ
15
κρόκον ἠδ' ὑάκινθον’ καὶ Σαπφὼ ‘ἀμφὶ δὲ ὕδωρ
ψυχρὸν κελαδεῖ δι' ὄσδων μαλίνων’ καὶ ‘οἶον τὸ γλυκύ-
μαλον ἐρεύθεται ἄκρῳ ἐπ' ὄσδῳ ἄκρον ἐπ' ἀκροτάτῳ,
λελάθοντο δὲ μαλοδρόπηες, οὐ μὰν ἐκλελάθοντ' ἀλλ'
οὐκ ἐδύναντ' ἐφικέσθαι’ καὶ Θεόκριτος ‘ἁδὺ δὲ τῶ
θέρεος παρ' ὕδωρ ῥέον αἰθριοκοιτεῖν’ καὶ ‘ὡς μέλι τοι
γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο’.
[269, 22] <‘τὸ προηγουμένως καὶ σὺν ἀφηγήσει
αὐτὰς διεξιέναι’> ὡς Δημοσθένης ἐν πολλοῖς τῶν
ἰδιωτικῶν ἀπ' αὐτῶν ψιλῶν ἀρχόμενος τῶν πραγμά-
των καὶ ἐν τῷ κατὰ Σπουδίου ‘ἀδελφὰς ἔχομεν γυ-
ναῖκας ἐγὼ καὶ Σπουδίας οὑτοσὶ Πολυεύκτου θυγα-
τέρας’ καὶ Λυσίας ἐν τῷ κατὰ Διογείτονος ‘ἀδελφοὶ
ἦσαν, ὦ δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι
καὶ ὁμομήτριοι’.
[269, 23] <‘ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἤ πως ἑτέ-
ρως’> ἐξ ὑποβολῆς ἐστιν ἤτοι ὅταν μὴ προηγου-
μένως τις εἰσάγῃ τὸν λόγον, ἀλλὰ προειρηκώς τινα
οὕτως ὑποβάλλῃ τὸ πρᾶγμα περὶ οὗ θέλει εἰπεῖν—ὡς
ὁ ῥήτωρ ἐν τῷ πρὸς Βοιωτὸν περὶ προικὸς ‘πάντων
ἐστὶν ἀνιαρότατον, ὦ δικασταί, ὅταν τις ὀνόματι μὲν
ἀδελφὸς προσαγορευθῇ τινων, τῷ δὲ ἔργῳ ἐχθροὺς
16
ἔχῃ τούτους καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν
ὑπ' αὐτῶν εἰς δικαστήριον εἰσιέναι, ὃ νῦν ἐμοὶ συμ-
βέβηκεν’· ἀρξάμενος γὰρ ἀπὸ τοῦ καθόλου καὶ δεινώσας
ὡς ἠβούλετο τὸ πρᾶγμα οὕτως ὑποβάλλει τὰ περι-
στάντα αὐτὸν πράγματα—ἢ ὅταν ἐάσας τὸ ἐξ εὐθείας
προενεγκεῖν τὸν λόγον προσώπου τινὸς ὑποβολῇ χρή-
σηται κἀκείνῳ περιθῇ τοὺς λόγους, οἷον ‘ὡς δ' ἐγὼ
τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς
οὐδαμῶς οἵου τε ψεύδεσθαι’.
[269, 24] <‘καὶ ὅση δριμεῖα’> λέξις δριμεῖά ἐστιν
ἡ μὴ κυρίως μὲν ἐπί τινος κειμένη, κατὰ δέ τινα
μεταφορὰν ἐναργῶς δοκοῦσα τοῦ προκειμένου ἅπτε-
σθαι, ὡς παρὰ Ξενοφῶντι μὲν ἐν κυνηγετικῷ ἡ φιλαν-
θρωπία ἐπὶ κυνῶν κειμένη διὰ τὸ σφόδρα φιλοσύνηθες
τοῦ ζῴου, παρὰ δὲ Εὐριπίδῃ ἡ φιλανδρία ἐπὶ ψόγου
πρὸς Ἑρμιόνην ὑπ' Ἀνδρομάχης εἰρημένον ‘μὴ τὴν
τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ζήτει παρελθεῖν’ καὶ
παρὰ τῶν νεωτέρων τινὶ τὸ ‘ἱπποδάμοιο χαλινοῦ’ ἐναρ-
γέστατα ἐπὶ τοῦ χαλινοῦ εἰρημένον καὶ παρὰ Δημο-
σθένει ‘ἐγὼ δὲ οὐ δέδοικα, εἰ ζῇ ἢ τέθνηκε Φίλιππος,
ἀλλ' εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν
καὶ τιμωρεῖσθαι’.
[269, 24] <‘καὶ τῆς ποιητικῆς ἡ μὴ διῃρημένη
μηδὲ πλατεῖα φύσει’> διῃρημένη μὲν ὡς τὸ ‘κατὰ
17
μῆρ' ἐκάη’ ‘κατὰ ταῦρον ἐδηδώς’ ‘διά τε σκόλοπας καὶ
τάφρον ἔβησαν’, πλατεῖα δὲ ὡς τὸ ‘βοόωσι’ ‘Πηληϊάδεω’.
[269, 25] <‘αἵ τε τῆς καθαρότητος ἅπασαι’>
ὡς αἱ Λυσίου καὶ Ἰσοκράτους σχεδὸν πᾶσαι.
[269, 27] <‘κῶλα δὲ τὰ ὀλίγῳ τῶν κομματικῶν
μείζονα ἢ καὶ τὰ κομματικὰ αὐτά’> ἔστι μὲν
κοινὸς σφόδρα ὁ λόγος ὁ περὶ κόμματος καὶ κώλου
καὶ περιόδου, ἀναγκαῖον δὲ διὰ τὸ τοῖς λεγομένοις
δύνασθαι παρακολουθεῖν βραχέα περὶ αὐτῶν εἰπεῖν·
ὡς γὰρ πρὸς εἰδότας ὁ τεχνογράφος διαλέγεται. ἔστι
τοίνυν κόμμα μὲν λόγος διάνοιαν δηλῶν ἐν δύο ἢ
τρισὶ λέξεσιν, ὡς τὸ ‘μηδὲν ἄγαν’ ‘γνῶθι σαυτόν’·
τὸ δὲ τέλειον κόμμα ἐπῳδῷ μετρεῖται, ὃς ἔχει συλλα-
βὰς ὀκτώ. κῶλον δέ ἐστι μόριον λόγου συγκείμενον
ἐξ ὀνομάτων πλειόνων τελειοῦν τὴν ἐπὶ μέρους διά-
νοιαν, ὡς τὸ ‘ἀντὶ πολλῶν ἄν, ὦ Ἀθηναῖοι’· μέτρον
δὲ αὐτοῦ ἑκκαίδεκα συλλαβαί· τὸ δὲ σχοινοτενὲς καὶ
μέχρι εἴκοσι προέρχεται συλλαβῶν. περίοδος δέ ἐστι
μόριον λόγου συγκείμενον ἐκ κώλων δύο ἢ καὶ πλειό-
νων ἀρχὴν ἔχον καὶ κατάληξιν τελειοῦσαν τὴν διά-
νοιαν, ὡς τὸ ‘ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα
τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον,
εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα
τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν’.
18
[269, 30] <‘οὐ μὴν ἥ γε πάντῃ διεστηκυῖα’>
κεχηνυῖα καὶ συγκρουσμῶν πλήρης.
[269, 32] <‘κατὰ δὲ τὰς βάσεις ἡ δακτυλική’>
βάσις καλεῖται ἡ κατάληξις τῶν κώλων, μεταφορικὴ
δέ ἐστιν ἡ λέξις ἀπὸ τῶν χορευτῶν· τὴν γὰρ ἐν χοροῖς
βάσιν καὶ ὁρίζονται οὕτως οἱ μουσικοὶ ‘βάσις ἐστὶν
ἄρσεως καὶ θέσεως ποδῶν σημείωσις· ἄρσις δέ ἐστι
μέρος ποδὸς τὴν ὁρμὴν ἄνω λαμβάνον, θέσις δέ ἐστι
μέρος ποδὸς τὴν ὁρμὴν κάτω λαμβάνον’.
[270, 6] <‘ἀνάπαυσις δὲ ἡ βεβηκυῖα μᾶλλον’>
ἀνάπαυσις μέν ἐστιν ἡ κατάληξις τῶν κώλων, βεβηκυῖα
δὲ ἡ εἰς πλείονας μακρὰς καταλήγουσα μετὰ τὸ πλη-
ροῦν τὴν διάνοιαν, ὡς τὸ ‘πλὴν αὐτὸς αὐτῷ’.
[270, 6] <‘ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδός τι ἐπακο-
λουθεῖ τῇ τε συνθέσει τῇ ποιᾷ καὶ τῇ ἀναπαύ-
σει’> ἀπὸ γὰρ τῆς τοιᾶσδε συνθήκης τῶν λέξεων καὶ
τῆς καταλήξεως τῶν κώλων ὁ τοιόσδε συνίσταται
ῥυθμός. ῥυθμὸς δέ ἐστι χρόνος διῃρημένος ὑπὸ λέξεως
ἢ μέλους ἢ κινήσεως κατά τινα τάξιν ὡρισμένην λόγῳ,
ὡς δὲ Ἀριστόξενος καὶ Ἡφαιστίων φασὶ χρόνων
τάξις· χρόνος δέ ἐστι μόριον ποδὸς ἢ φωνῆς μέτρον
ἐλάχιστον ἢ μέτρον τι κινήσεως.
[270, 32] <‘ἀκριβῶς μὲν διὰ πάντων ἑνὸς εἴδους
εἰργασμένον λόγον’> ἕως τοῦ <‘ἀδύνατον εὑρεῖν’
εἴδους μὲν πάλιν καταχρηστικώτερον τῆς ἰδέας φησίν,
19
ἀδύνατον δέ φησι διὰ πάντων τῶν τῆς ἰδέας τόπων
ἕνα συστῆναι λόγον—εἰκότως, ἀπρεπὴς γὰρ ἡ τοιαύτη
σύνθεσις, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ.
[271, 8] <‘ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ
εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν’>
ἀμφιβόλως μὲν ἐξενήνοχε τὸ χωρίον, ἐὰν δὲ γνῶμεν,
τί διαφέρει μέρος εἴδους, ἀκριβῶς εἰσόμεθα, πῶς τὸ
αὐτὸ καὶ μέρος καὶ εἶδος ἐκδέξασθαι δυνατόν. τὸ μὲν
οὖν μέρος τοῦ ὅλου χωρισθὲν αὐτό τε ἀτελές ἐστι καὶ
τὸ λειπόμενον κωλύει τῆς οἰκείας τελειότητος, οἷον
ὅλον μέν τί ἐστιν ὁ ἄνθρωπος, μέρη δὲ αὐτοῦ κεφαλὴ
χεῖρες πόδες· τὸ δὲ εἶδος διαστὰν τοῦ γένους ἐκείνω
τε οὐκ ἐμποδίζει πρὸς τελειότητα καὶ αὐτὸ ἐφ' ἑαυτοῦ
γενόμενον πλῆρές τι καὶ τέλειον ἀναφαίνεται, οἷον
γένος μὲν τὸ ζῷον, εἴδη δὲ αὐτοῦ βοῦς ἵππος ἄν-
θρωπος. ἡ τοίνυν περιβολὴ κυρίως εἶδος ἂν εἴη τοῦ
μεγέθους· ὑπὸ γὰρ τὸ μέγεθος ὡς γένος ἀνάγεται σὺν
ταῖς ἄλλαις πέντε ταῖς προειρημέναις. εἰ δὲ ὡς ὅλον
τι λάβοιμεν τὸ μέγεθος—πᾶσαι γὰρ αἱ ὑπ' αὐτὸ με-
γέθους εἰσὶ ποιητικαί—, μέρος ἐροῦμεν καταχρηστικῶς
τὴν περιβολήν.
[271, 16] <‘τὰ δ' αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν
αὐτῶν τούτων ἐγείρων’> καὶ γὰρ Ἰσοκράτης ἔργον
ἔφασκεν εἶναι ῥητορικῆς τὰ μὲν σμικρὰ μεγάλως
εἰπεῖν τὰ δὲ μεγάλα σμικρῶς καὶ τὰ μὲν καινὰ πα-
λαιῶς τὰ δ' αὖ παλαιὰ καινῶς.
20
[271, 21] <‘πασῶν αὐτῷ δι' ἀλλήλων ἡκουσῶν
τῶν ἰδεῶν’> αἱ γάρτοι τῆς καθαρότητος ἔννοιαι
κώλοις καὶ σχήμασι πολλάκις τοῖς τῆς λαμπρότητος ἢ
περιβολῆς παρ' αὐτῷ διαπλέκονται καὶ τοὐναντίον
αἱ τῆς περιβολῆς ἔννοιαι διὰ τῶν τῆς καθαρότητος
καὶ τῆς εὐκρινείας ἐξάγονται σχημάτων πανταχοῦ
τὴν μῖξιν ἐναρμόνιον τοῦ ῥήτορος ποιουμένου.
[272, 1] <‘τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάστης
μάλιστα χρῆσθαι’> κυριωτάτους φησὶν εἶναι τόπους
ἑκάστης ἰδέας, καθ' οὓς μηδεμιᾷ τῶν λοιπῶν κοινωνοῦσα
εὑρίσκεται· ἐκεῖνοι γὰρ αὐτὴν καὶ χαρακτηρίζειν μά-
λιστα δύνανται. χρὴ τοίνυν τὸν βουλόμενον ἀκριβῶς
ἰδέαν τινὰ λόγῳ διαπλέξαι τοὺς μὲν ἐπικοίνους αὐτῆς
παραιτεῖσθαι τόπους ὡς ἄλλοσε ἄγοντας, ἀνιχνεύειν
δὲ τοὺς κυριωτάτους καὶ τῇ χρήσει τούτων πλεονάζειν,
οἷον ἡ σφοδρότης τῇ τραχύτητι κατὰ μὲν ἐννοίας τινὰς
λέξεις τε καὶ μεθόδους συνθήκην τε καὶ ἀνάπαυσιν
κοινωνεῖ, σχήμασι δὲ καὶ κώλοις πάντῃ διέστηκεν. ὁ
τοίνυν ἐναργῆ σφοδρότητα βουλόμενος ἐργάζεσθαι σχή-
μασι καὶ κώλοις σφοδροῖς πλεοναζέτω καὶ κυριώτατα
τεύξεται τοῦ σκοποῦ.
[272, 11] <‘τὸ σχῆμα δὲ τρίτον λέγω τὸ τῆς
λέξεως’> ἕως τοῦ <‘τέταρτον λέγω κατὰ δύναμιν’>
μέθοδος μὲν οὖν ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας
ἔννοιαν κατὰ τὸ προσῆκον ἑρμηνεύων, ὡς εἰρωνεία
21
καὶ διαπόρησις, σχῆμα δέ ἐστι λόγος τὴν οἰκείαν
τῆς ἰδέας λέξιν κατὰ τὸ προσῆκον διαπλέκων ἢ ὡς
ἕτεροι λόγος μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρων
μηδὲ ἐπ' εὐθείας, ἀλλ' ἐκτρέπων καὶ ἐξαλλάττων τὴν
διάνοιαν τῇ φράσει κόσμου τινὸς ἢ χρείας ἕνεκα,
ὡς ἐπανάληψις καὶ κλῖμαξ. τὸ οὖν σχῆμα καὶ ἡ μέ-
θοδος κοινωνοῦντα ἀλλήλοις κατὰ τὸ ἐναλλάττειν τὸ
σύνηθες διαφέρουσι ταύτῃ, ὅτι ἡ μὲν μέθοδος ἐννοίας
ἐστὶν ἐναλλαγή, τὸ δὲ σχῆμα τῆς λέξεως, καὶ ὅτι τὰ
μὲν τῆς διανοίας σχήματα κἂν ὑπαλλάξῃ τις αὐτὰ
τοῖς ῥήμασιν ὁμοίως μένει—δυνατὸν γὰρ τὸ κατὰ
εἰρωνείαν εἰ· τύχοι καὶ διαπόρησιν, αἵπερ εἰσὶν περὶ
ἔννοιαν μέθοδοι, πολυτρόπως μεταφράσαι—, τὰ δὲ τῆς
λέξεως σχήματα οἷον ἡ ἐπανάληψις καὶ ἡ κλῖμαξ μετα-
πιπτούσης τῆς λέξεως οὐχ οἷά τέ ἐστι φυλάττεσθαι.
[272, 15] <‘ὡς ἐν τῷ περὶ δεινότητος μεθόδων
ἔσται φανερώτερον’> διὰ γὰρ τὸ πολυσχιδὲς τῆς
μεθόδου ταύτης καὶ ἴδιον τὸ περὶ μεθόδου δεινότητος
αὐτῷ γέγραπται σύνταγμα.
[272, 27] <‘δύνασθαι δὲ καὶ θυμὸν κινῆσαι
μειζόνως ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν
λόγον’> οἶδεν ὁ τεχνογράφος καὶ Λακεδαιμονίους
τοὺς ἀνδρικωτάτους πρὸς τὸν ἐμβατήριον τοῦ αὐλοῦ
ῥυθμὸν κατὰ πολεμίων χωροῦντας. φασὶ δὲ καὶ τοὺς
Πυθαγορείους, εἴ ποτε κινηθεῖεν αὐτοῖς τὰ πάθη ἤ
22
τινας ἑτέρους ὑπ' αὐτῶν θεάσαιντο κατεχομένους, διὰ
τῶν ἐν αὐλοῖς τε καὶ κιθάραις ῥυθμῶν μετάγειν ἐπὶ
τὸ ἡμερώτερον τὴν ψυχήν· οὕτω γοῦν Πυθαγόρας τε
ὁ πάνυ, ὡς Ἰάμβλιχός φησιν ἐν τῷ περὶ τῆς Πυθα-
γορείου αἱρέσεως, μέσων νυκτῶν ἀστρονομούμενος
νεανίαν τινὰ σὺν αὐλητῇ κωμάζοντα μετὰ λαμπάδων
κατὰ αὐλητρίδος τόν τε οἶκον αὐτῆς ἐμπρῆσαι σπεύ-
δοντα διὰ ζηλοτυπίαν ἐπέσχε τῆς μανίας παρακελευσά-
μενος τῷ αὐλητῇ μεταβάλλεσθαι τὸν ῥυθμὸν ἐπί τι
καταστηματικώτερον μέλος τὸ καλούμενον σπονδεῖον,
Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος ὁ Πυθαγόρου μαθητὴς
ὁ κωλυσανέμας ἐπίκλην σπασαμένου τινὸς ἤδη κατά
〈του〉 τῶν πλησίον τὸ ξίφος, ὃς ἐδόκει τὸν πατέρα τοῦ
θυμουμένου ἀνῃρηκέναι, ἀναβαλόμενός τι καταστημα-
τικὸν τῇ κιθάρᾳ μέλος, ἣν ἔτυχε μετὰ χεῖρας ἔχων,
διεκώλυσε γενέσθαι τὸν φόνον χαλάσας τοῦ νεανίσκου
μαλθακωτέρῳ ῥυθμῷ τὸν θυμόν· εἰκότως οὖν παρὰ
τοῖς μουσικοῖς τοσαύτην ἔχειν ὁ ῥυθμὸς θρυλεῖται
δύναμιν. —τὸ δὲ <ἐρεσχελήσουσιν> ἐριστικῶς διαλέξον-
ται σημαίνει.
[273, 13] <‘καὶ δι' ἣν αἰτίαν τοῦτον προχει-
ρίσασθαι δεῖν τὸν ἄνδρα ἐκρίναμεν’> πάντα τοῖς
ἐμφρονεστάτοις ἀκολουθῶν τῶν πρὸ αὐτοῦ καὶ μά-
23
λιστα τῷ πρεσβυτέρῳ τῶν ἁλικαρνασέων φησὶν Ἑρμο-
γένης· καὶ γὰρ ἐκεῖνος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων
διαρρήδην φησὶ τάδε ‘ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς
ὀνομάτων καὶ κάλλους συνθήκης ὁ Δημοσθένης’ καὶ
ἀνωτέρω περὶ Πλάτωνος λέγων φησὶν ‘εἰ δέ γε δεινὸς
οὕτως ἦν ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός,
καί νύ κεν ἢ παρέλασσε τὸν Δημοσθένη κάλλει ἑρμη-
νείας ἢ ἀμφήριστον ἔθηκεν· νῦν δὲ περὶ τὴν ἐκλογὴν
ἔστιν ὅτε διαμαρτάνει’.
[274, 15] <‘καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ
κοινὰς ἔχουσι τὰς ἐννοίας’> οἷον ‘εἴπερ τὸν ἐγ-
κέφαλον ἐν τοῖς κροτάφοις ἀλλὰ μὴ ἐν ταῖς πτέρναις
καταπεπατημένον φορεῖτε’ καὶ πάλιν ‘ἀλλὰ μανδραγόραν
πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκατε ἀν-
θρώποις’.
[274, 19] <‘καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα
εὑρίσκεται’> ἡ γὰρ ἀκμὴ πλὴν ἐννοιῶν κατὰ πάντα
τὰ ἄλλα κοινωνεῖ τῇ λαμπρότητι.
[275, 4] <‘ἅπασι σχεδὸν τοῖς προειρημένοις’>
καλῶς τὸ <σχεδόν·> οὐ γὰρ πάντες οἱ τόποι δι' ὧν
γίγνεται μόνης καθαρότητός εἰσιν· κοινωνεῖ γὰρ τῇ
εὐκρινείᾳ λέξει κώλοις συνθήκῃ ἀναπαύσει.
[275, 9] <‘κατὰ τὶ οὐ γὰρ κατὰ πάντα’>
ἐναντιοῦται γὰρ ἡ περιβολὴ τῇ καθαρότητι κατὰ ἔν-
24
νοιαν μέθοδον λέξιν σχῆμα· κῶλα γὰρ καὶ συνθήκας
καὶ ἀναπαύσεις καὶ ῥυθμοὺς πασῶν ἰδεῶν ἡ περιβολὴ
δέχεται, ὥστε κατά γε ταῦτα οὐκ ἐναντιοῦνται ἀλ-
λήλαις.
[275, 21] <‘ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν’>
καθ' ἑαυτὴν μὲν γὰρ ἡ προκειμένη ἔννοια θεωρουμένη
σαφεστάτη ἐστίν, ἐπεὶ δὲ δεινώσεως ἕνεκα τῶν καθ'
ἑαυτὸν παρείληφεν αὐτὴν καὶ τῆς σαφηνείας ἐκβιάζεται
τὴν φύσιν, καὶ τὸ δοκοῦν ἁπλούστατα λελέχθαι γέμει
βαθύτητος· διὰ παραδειγμάτων γὰρ κατασκευάσαι βου-
λόμενος δεινότερα πάντων Μειδίαν εἰς αὑτὸν πεποιη-
κότα τὸ κατὰ Σαννίωνα παρείληφεν εἴ γε τοῦ μὲν
ἀτίμου Σαννίωνος χοροδιδασκάλου παρὰ τὸν νόμον
καταστάντος οὐδὲ τῶν ἐχθρῶν οὐδὲ εἷς ἥψατο, Μειδίας
δὲ τὸν ῥήτορα χορηγοῦντα φιλοτίμως ἐτύπτησεν.
[275, 24] <‘ἕνεκά γε τῆς ἐπιβολῆς καθαραί’>
τοῦ ἐπιχειρήματος φησίν· αὐταὶ γὰρ καθ' ἑαυτὰς
ἁπλούσταται σαφηνείας ἕνεκα τῶν προκειμένων παρε-
λήφθησαν πραγμάτων διδάξαι τὰ γεγονότα σπεύ-
δουσαι τὸν ἀκροατήν.
[276, 1] <‘ὅταν ψιλὸν τὸ πρᾶγμά τις ἀφηγῆται
ἢ ἄρχηται ἀπ' αὐτοῦ ψιλοῦ τοῦ πράγματος’>
τὸ μὲν ἀπὸ ψιλῶν ἄρχεσθαι τῶν πραγμάτων ἐστὶ τὸ
μηδὲν τῶν ἔξωθεν τοῦ πράγματος προειπόντα μηδὲ
τοὺς ἐκ τῶν περιστατικῶν κινήσαντα τόπους, πλὴν
ὅσοι ἀναγκαιότατοι λεχθῆναι πρὸς τὴν τοῦ πράγματος
25
διδασκαλίαν, αὐτὸ μόνον τὸ πρᾶγμα διεξελθεῖν· καὶ
γὰρ καὶ Ἰσοκράτης ἐν τῇ ῥητορικῇ τέχνῃ διδάσκων
ὅπως χρὴ διηγεῖσθαι φησὶ ‘διηγητέον δὲ τό τε
πρᾶγμα καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ
πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζο-
μένων 〈χρώμενος〉 ἔπραξε τόδε τι’· σαφὴς δὲ καὶ ἡ
διήγησις ἔσται τῇ λέξει ἢ τῇ τάξει ἢ ἀμφοῖν. τὸ δὲ
ψιλὸν τὸ πρᾶγμα ἀφηγεῖσθαι ἵνα μηδὲ μετὰ τὴν
ἀφήγησιν τοῦ πράγματος ἐπεισενέγκωμεν ἕτερα, ὅπερ
ποιοῦσιν ἔνιοι πολλάκις ἐπὶ μὲν τῆς ἀρχῆς ἀφέλειαν
καὶ ἰδιωτισμὸν ἐνδεικνύμενοι μετὰ δὲ ταῦτα ποικί-
λως ὑπορύττοντες τοὺς λόγους δεινώσεις τε καὶ αὐξήσεις
ἐπάγοντες καὶ πολλῷ τῷ παθητικῷ χρώμενοι· φησὶ
γοῦν καὶ Διονύσιος ἐν πρώτῳ χαρακτήρων σφόδρα
τὸν Λυσίαν ἐπὶ ταῖς τοιαύταις διηγήσεσιν ἐπαινῶν
τάδε ‘οἴομαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς
εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων
τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι
τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς· καὶ γὰρ τὸ σύν-
τομον ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς ἡδεῖαί τέ
εἰσιν ὡς οὐχ ἕτεραι καὶ πιθαναὶ καὶ τὴν πίστιν
ἅμα λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι
μήτε ὅλην διήγησιν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπί-
26
θανον εὑρεθῆναι, τοσαύτην ἔχει πειθὼ καὶ ἀφροδίτην
τὰ λεγόμενα καὶ οὕτω λανθάνει τοὺς ἀκούοντας,
εἴτε ἀληθῆ ἐστιν εἴτε καὶ πεπλασμένα, ὡς ἐφαρμόζειν
αὐτῷ τὸ Ὁμηρικὸν οὐχ ἧττον ἢ τῷ Ὀδυσσεῖ ’ἴσκε
ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα‘’.
[276, 3] <‘ἢ γένος εἴδει προσλαμβάνων ἢ ὅλον
μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν
καὶ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον
διαφοράν’ γένος> μὲν <εἴδει> ὅταν θέλων τὸ
εἰδικὸν εἰπεῖν καὶ τὸ γένος αὐτῷ συμπεριλάβῃ, οἷον
Αἰσχίνην βουλόμενος ὑβρίσαι καὶ γενικῶς περὶ πάντων
συκοφαντῶν ἔφη ‘πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ
συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλ-
αίτιον, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν’·
<ὅλον δὲ μέρει> ὅταν τοῦ μέρους μνημονεῦσαι θέ-
λοντες καὶ τὸ ὅλον προσπεριλάβωμεν, οἷον ‘ἀλλ' ὅλης
οὔσης ἱερᾶς τῆς ἀκροπόλεως καὶ πολλὴν εὐρυχωρίαν
ἐχούσης παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἕστηκεν
ἐκ δεξιᾶς’· <ἀόριστον> δὲ <ὡρισμένῳ,> οἷον ‘πολλὰ
μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα
Αἰσχίνου, δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα’, ἀόριστα
γὰρ ὄντα τὰ πολλὰ τοῖς ὡρισμένοις προσπεριέλαβεν·
<κρίσιν> δὲ <δικαστῶν,> οἷον ‘ἀντὶ πολλῶν ἄν, ὦ
27
Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν
γένοιτο τὸ μέλλον συνοίσειν τῇ πόλει’, τῷ γὰρ παρ'
αὐτοῦ ῥηθήσεσθαι μέλλοντι τὴν τῶν ἀκροατῶν συμ-
περιέλαβε κρίσιν· <ποιότητα δὲ πράγματος,> τοῦτο εἰ
μὲν ὡς τῷ ἀνωτέρω λάβοιμεν συνημμένον διὰ τὸν
<καί,> ἐροῦμεν ὅτι πρὸς τῇ κρίσει τῶν ἀκροατῶν καὶ
τὸ συμφέρον τοῦ πράγματος ἐκ προοιμίων δείκνυσιν,
εἰ δὲ καθ' ἑαυτὸ ὡς ἐπ' ἐκείνου ‘καὶ σπουδαῖα νο-
μίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει περὶ ὧν
βουλεύεσθε’· <ἢ τὴν πρὸς ἕτερον διαφοράν,> οἷον
‘οὐχὶ ταὐτὰ παρίσταταί μοι γινώσκειν, ὅταν τε εἰς τὰ
πράγματα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους ἀκούω’.
[276, 32] <‘καὶ γὰρ ὀρθώσας καὶ πλαγιάσας
καὶ μερίσας καὶ συμπλέξας’ ὀρθώσας> μὲν κατ'
ὀρθὴν πτῶσιν προφέρων τὸν λόγον, οἷον ‘ἐγὼ γάρ,
ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπ-
εχθήμονι’, <πλαγιάσας> δὲ κατά τινα τῶν πλαγίων
πτώσεων ἀφηγούμενος, οἷον ‘τοῦ γὰρ Φωκικοῦ συ-
στάντος πολέμου οὐ δι' ἐμέ’, <μερίσας δέ,> οἷον
‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ
Ἀθηναῖοι, λέγειν’, <συμπλέξας δέ,> οἷον ‘καὶ σπουδαῖα
νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα περὶ ὧν βου-
λεύεσθε’.
28
[277, 9] <‘καὶ μὴ τετραμμένη’> τροπὴν ἔχουσα
καὶ μεταφοράν, ὡς τὸ ‘αἱ δὲ πόλεις ἐνόσουν’· ἐπὶ
μὲν γὰρ σωμάτων κυρίως ἡ νόσος, ἐπὶ δὲ πόλεων
μεταφορικῶς διὰ τὰς στάσεις.
[277, 19] <‘πολὺ δὲ τὸ καθαρὸν τῆς λέξεως
παρ' Ἰσοκράτει’> τοσοῦτον γὰρ πεφρόντικε τῆς
καθαρότητος ὁ ἀνήρ, ὡς καὶ ἐν τῇ οἰκείᾳ τέχνῃ
τοιάδε παραγγέλλειν περὶ λέξεως ‘δεῖ δὲ ἐν τῇ μὲν
λέξει τὰ φωνήεντα μὴ συμπίπτειν—χωλὸν γὰρ τὸ τοι-
όνδε—μηδὲ τελευτᾶν καὶ ἄρχεσθαι ἀπὸ τῆς αὐτῆς συλ-
λαβῆς, οἷον ’εἰποῦσα σαφῆ‘, ’ἡλίκα καλά‘, ’ἔνθα Θαλῆς‘,
καὶ τοὺς συνδέσμους τοὺς αὐτοὺς μὴ σύνεγγυς τιθέναι
καὶ τὸν ἑπόμενον τῷ ἡγουμένῳ εὐθὺς ἀνταποδιδόναι,
ὀνόματι δὲ χρῆσθαι ἢ μεταφορᾷ ἢ τῷ καλλίστῳ ἢ τῷ
ἥκιστα πεποιημένῳ ἢ τῷ γνωριμωτάτῳ· ὅλος δὲ ὁ
λόγος μὴ λόγος ἔστω—ξηρὸν γάρ—μηδὲ ἔμμετρος—
καταφανὲς γάρ—, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ μάλιστα.
διηγητέον δὲ τὸ πρῶτον καὶ δεύτερον καὶ τὰ λοιπὰ
ἑπομένως, καὶ μὴ πρὶν ἀποτελέσαι τὸ πρῶτον ἐπ' ἄλλο
ἰέναι εἶτα ἐπὶ τὸ πρῶτον ἐπανιέναι ἀπὸ τοῦ τέλους’.
[278, 16] <‘ἐφ' ἑαυτῶν περιγραφόμεναι’> τε-
λειοῦσαι τὴν ἐπὶ μέρους διάνοιαν.
[278, 32] <‘θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον
τῆς διδασκαλίας τοῦτον’> οἶδε τὴν διάλληλον
δεῖξιν καὶ παρὰ τοῖς φιλοσόφοις διαβεβλημένην ὡς
29
σφόδρα ἕωλον καὶ ἀναπόδεικτον ποῦ οἰκεῖ Δίων;
ὅπου οἰκεῖ Θέων. ποῦ δὲ Θέων; ὅπου Δίων. τὸ οὖν
δι' ἀλλήλων ἥκειν τὰς ἰδέας καὶ πῂ μὲν δυσὶ πῂ δὲ
τρισὶ πῂ δὲ καὶ πλείοσι μέρεσιν ἀλλήλαις κοινωνεῖν,
ὡς προϊόντες γνωσόμεθα, αἴτιόν φησι τοῦ κἀν ταῖς
πρώταις μεμνῆσθαι τῶν τελευταίων.
[279, 24] <‘ἔπειτα ἡ λογοειδεστέρα οἷον ἰαμ-
βική τις ἢ τροχαϊκή’> λογοειδεστέραν καλεῖ τὴν
κωμικωτέραν προσεοικυῖαν λόγῳ κατὰ τὴν συνθήκην·
πολλοὺς γοῦν παρὰ τῷ Ἰσοκράτει καὶ μάλιστα παρὰ
Δημοσθένει λανθάνοντας ἰάμβους τε καὶ χωλιάμβους
ἔστιν εὑρεῖν διὰ τὴν ἐναρμόνιον συνθήκην τῶν λέξεων,
ὡς εὐθὺς ἐν πρώτῳ Φιλιππικῶν οἶδεν ‘δῆλον γάρ
ἐστι [τοῦτο] τοῖς Ὀλυνθίοις ὅτι νῦν οὐ περὶ δόξης
οὐδ' ὑπὲρ μέρους χώρας’, οὐχ ὡς τῶν ῥητόρων ἐπιτη-
δευσάντων καὶ ἔμμετρα λέγειν—ἀλλότριον γὰρ τοῦ
πολιτικοῦ λόγου τό γε τοιοῦτον—ἀλλ' αὐτοφυῶς εἰς
μέτρον ὑπενεχθείσης τῆς φράσεως.
[279, 25] <‘ἧττον γὰρ ἡ τοιαύτη διῆρται’> ἢ
<διῄρηται.> διῃρημένην φράσιν καὶ αὐτὸς προϊών φησι
τήν τε κομματικήν, ὡς ἐν τραχύτητι ‘παρὰ σοὶ κατ-
έλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν’ καὶ τὴν
ἐν σφοδρότητι κατ' ὄνομα τὸν λόγον ἀναπαύουσαν
30
‘οὗτος οὖν αὐτὸν ἐξαιτήσεται ὁ φαρμακὸς ὁ λοιμός’.
ταύτῃ οὖν τῇ φράσει εἰκότως ἐναντία ἐστὶν ἡ λογοει-
δεστέρα ὡς διὰ μακροτέρων συγκειμένη κώλων. εἰ δὲ
<διῆρται> ἔχοι, σημαίνει τὸ τὴν ἰαμβικὴν καὶ τροχαϊκὴν
συνθήκην ἥττονος ὕψους καὶ μεγέθους μετέχειν ἤπερ
τὴν δακτυλικήν τε καὶ σπονδειακήν.
[280, 3] <‘λέγω δὲ τοῦ φυσικοῦ’> φυσικὸν κα-
λεῖ μέτρον τὸ ἐκ τῆς αὐτοφυοῦς συνθήκης τοῦ λόγου
συνιστάμενον καὶ μὴ ἐπιτετηδευμένον ὡς παρὰ τοῖς
ποιηταῖς· ὡς γὰρ καὶ ἀνωτέρω εἴρηται, Διονύσιος
ἐν τῷ περὶ συνθέσεως ὀνομάτων φησὶν ‘ἀπόχρη γὰρ
τὴν πολιτικὴν λέξιν εὔρυθμον εἶναι καὶ εὔμετρον·
οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημα, καὶ
ἐμμελὴς μέν, οὐ μέλος δέ’, ἔτι δὲ καὶ Ἰσοκράτης ἐν
τῇ τέχνῃ φησὶν ‘ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω—
ξηρὸν γάρ—μηδὲ ἔμμετρος—καταφανὲς γάρ—, ἀλλὰ
μεμίχθω παντὶ ῥυθμῷ μάλιστα’.
[280, 9] <‘ἰαμβικὸν ἢ τροχαϊκόν’> τὸ μὲν ἰαμ-
βικὸν μέτρον καλεῖται καὶ τρίμετρον διὰ τὸ κατὰ
συζυγίαν ποδῶν μετρεῖσθαι, δέχεται δὲ ἐν μὲν ταῖς
περιτταῖς χώραις δάκτυλον σπονδεῖον ἴαμβον ἀνάπαι-
στον χορεῖον, ἐν δὲ ταῖς ἀρτίοις μόνους τοῦς ἀπὸ
βραχείας ἀρχομένους· τὸ δὲ τροχαϊκὸν μέτρον καλεῖται
μὲν ἰθυφαλλικὸν καὶ τετράμετρον, δέχεται δὲ ἐν μὲν
31
ταῖς περιτταῖς χώραις τέτρασι τροχαῖον χορεῖον δάκτυ-
λον, ἐν δὲ ταῖς ἀρτίοις τούτους τε καὶ ἀνάπαιστον
καὶ σπονδεῖον, οἷον παρὰ Ἀρχιλόχῳ ἐν τετραμέτροις
‘τοῖος ἀνθρώποισιν αἶνος, Γλαῦκε Λεπτίνεω πάι,
γίγνεται θνητοῖς, ὁκοίην Ζεὺς ἐφ' ἡμέρην ἄγῃ’·
τοῦτο οὖν τετράμετρόν ἐστι καταληκτικὸν εἰς συλ-
λαβήν, τὸ οὖν τοῦ ῥήτορος σπονδεῖον ἐν τῇ τρίτῃ
ἔχον χωλόν ἐστιν.
[280, 18] <‘ἢ καταλήξει τινὶ τροχαϊκῇ ἢ ἰαμ-
βικῇ’> κατάληξίς ἐστιν, ὡς οἱ τεχνικοί φασι, συλ-
λαβὴ ἀντὶ ὅλου ποδὸς παραλαμβανομένη ἢ ποὺς ἀντὶ
ὅλης συζυγίας· συζυγία δέ ἐστι δύο ποδῶν διαφόρων
σύνταξις, διποδία δὲ δύο ποδῶν τῶν αὐτῶν σύνταξις.
τὸ μὲν οὖν ἰαμβικὸν μέτρον εἰς ἴαμβον ἢ πυρρίχιον
καταλήγει πάντως, εἰ μὴ χωλεύοι· τότε γὰρ εἰς σπον-
δεῖον ἢ τροχαῖον λήγει, ὡς ἔγνωμεν ἐν χωλιάμβοις·
τὸ δὲ τροχαϊκὸν ἔχον τὸν ἕβδομον πόδα ὡς εἴρηται
τροχαῖον ἢ χορεῖον ἢ δάκτυλον καὶ συλλαβὴν ἐπὶ
τούτῳ διαφόρους ἀποτελεῖ τοὺς καταληκτικοὺς πόδας
ἴαμβον ἢ πυρρίχιον.
[280, 21] <‘μεταξὺ γὰρ ὅπερ ἔφην εἶναι δεῖ
τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει
καὶ μὴ μέτρου’> συμφώνως πάλιν κἀνταῦθα τοῖς
32
ἀρίστοις ἀποφαίνεται τῶν πρὸ αὐτοῦ· Ἰσοκράτης τε
γὰρ ὡς ἔφαμεν ἔλεγεν ‘ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω—
ξηρὸν γάρ—μηδὲ ἔμμετρος—καταφανὲς γάρ’ καὶ Διο-
νύσιος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων φησὶν ‘ἡ γάρτοι
τῶν πολιτικῶν λόγων ἐπιστήμη μουσική τίς ἐστι
τῷ ποσῷ [καὶ] διαλλάττουσα τῆς ἐν ᾠδαῖς καὶ ὀργάνοις
οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ
λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε
καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν,
ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται 〈δὲ〉 τὰς μετα-
βολάς, ποθεῖ δὲ ἐπὶ πάντων τὸ οἰκεῖον’.
[281, 29] <‘ἀλλ' ὅτι διὰ δεινότητα συγχεῖν
μέλλων τὰ πράγματα’,> πρῶτον γὰρ προστάττεται
τάδε τινὰ ὁ πρεσβευτής, δεύτερον πειρᾶται πείθειν
ἐκείνους πρὸς οὓς ἡ πρεσβεία, τρίτον δὲ ἀπαγγέλλει
τῶν πρεσβευομένων ἕκαστον· ὁ δὲ τοῖς ἀπηγγελμένοις
παρὰ Αἰσχίνου πάντα τὰ παρὰ Φιλίππου πεπραγμένα
παραθεῖναι σπεύδων τῶν πραγμάτων ἀναστρέφει τὴν
τάξιν καί φησι ‘τίνων προσήκει τῇ πόλει λόγον παρὰ
πρεσβευτοῦ λαβεῖν; πρῶτον μὲν οὖν ὧν ἀπήγγειλεν,
δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατε
αὐτῷ’.
[282, 5] <‘δεῖ δ' ὑμᾶς πρῶτον ἁπάντων ἀκοῦ-
σαι καὶ μαθεῖν, τί ποτ' ἐστὶ τὸ Χερρόνησον ὑμᾶς
ἀσφαλῶς ἔχειν πεποιηκός’> τὸ μὲν ῥητὸν ἐν τῷ
33
κατὰ Ἀριστοκράτους οὕτως ἔχει ‘ἀνάγκη δέ ἐστι πρῶ-
τον ἁπάντων εἰπεῖν καὶ δεῖξαι’. κἀνταῦθα γὰρ ὑποσχό-
μενος ἐκ προοιμίων ὁ ῥήτωρ κακονούστατον ἀνθρώπων
καὶ τῆς διὰ τοῦ ψηφίσματος δωρεᾶς ἀνάξιον ἀποδεῖξαι
τὸν Χαρίδημον δεδοικὼς μὴ τὰς περὶ τούτων ἀπο-
δείξεις ὁ ἀκροατὴς εὐθέως ἐπιζητήσῃ ἐπὶ τοὺς περὶ
Χερρονήσου μεταβαίνει λόγους καὶ πάντων ἀναγκαιο-
τέρους εἶναι διισχυρίζεται τούτους, ὅθεν καὶ πρώτους
αὐτοὺς ἀναγκαῖον διεξιέναι φησίν.
[282, 7] <‘ἡ πρὸς ἀλλήλους διαφορὰ τῶν Θρᾳ-
κῶν’> Ἀμαδόκου καὶ Κερσοβλέπτου τῶν Βηρισάδου
παίδων· οὗτοι γὰρ τότε Θρᾳκῶν ἐβασίλευον, τῷ δὲ
Κερσοβλέπτῃ καὶ γαμβρὸς ἦν Χαρίδημος ἐπ' ἀδελφῇ,
ἐξ οὗ καὶ διαβάλλει Χαρίδημον ὁ ῥήτωρ ὡς Κερσο-
βλέπτῃ κατασκευάζοντα τὴν ἀρχήν.
[283, 4] <‘πολλάκις δὲ διεμαρτυράμην τοῦτο
ὡς οὐδὲν δεῖ κατηγορεῖν τῶν λεγομένων εἰ καὶ
ἄλλο τί ἐστιν ἅμα τῇ εὐκρινείᾳ’> συνειδὼς γὰρ
ἑαυτῷ κατὰ μὲν τὸ παράνομον μάλιστα ἰσχύοντι
κατὰ δὲ τὸ ἀνάξιον ἢ μὴ τὸν Χαρίδημον εἶναι σαθρο-
τέρῳ ὄντι—συναράμενος γὰρ ἦν Ἀθηναίοις ὁ Χαρί-
δημος ἐν ταῖς περὶ Χερρονήσου συνθήκαις πρὸς
Κερσοβλέπτην καὶ Βηρισάδην καὶ Ἀμάδοκον, διὸ καὶ
στρατηγὸν αὐτοκράτορα τῶν τε νήσων καὶ τοῦ Ἑλ-
λησπόντου καὶ Χερρονήσου χειροτονήσαντες ἐξέπεμψαν
34
Ἀθηναῖοι—ταῦτα τοίνυν πόρρωθεν ὁ ῥήτωρ διασκο-
πούμενος καὶ τεχνικῶς ἅπαντα μεθοδεύων πρώτους
ἔταξε τοὺς περὶ τοῦ παρανόμου λόγους καὶ—τὸ
δεινότερον—ἐπὶ τὴν τῶν δικαστῶν βούλησιν μετήνεγκε
τὴν αἰτίαν.
[283, 28] <‘συμβαίη δ' ἂν ἴσως ποτὲ καὶ τὴν
οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότη-
τος εἶναι’> ἓν καὶ τοῦτο τῶν ἀρίστων θεωρημάτων
ἐν τῷ περὶ μεθόδου δεινότητός ἐστιν, πότε τὴν τάξιν
τῶν πραγμάτων φυλάξει ὁ ῥήτωρ καὶ πότε οὐ· ἐν ᾧ
καὶ περὶ τῆς ταυτολογίας διαλαμβάνει καί φησιν ὅτι
ἐν μὲν τῇ πανηγυρικῇ ἰδέᾳ τοῦ λόγου συγχέαι τὴν
τάξιν τῶν πραγμάτων ἀδύνατον διὰ τὴν τῶν γιγνο-
μένων φύσιν τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα καὶ
τρίτα καὶ πολλοστὰ τάττουσαν καὶ ἐν συμβουλευτικῇ
ὁμοίως διὰ τὸ χρῆναι τὸν συμβουλεύοντα περὶ τοῦ
κατεπείγοντος πρώτου ποιεῖσθαι τοὺς λόγους, ἐν δὲ
τῇ δικανικῇ πρὸς τὴν τοῦ ῥήτορος βούλησίν τε καὶ
τέχνην καὶ ἡ τῶν πραγμάτων γενήσεται τάξις.
[284, 7] <‘ὁ δὲ περὶ ἀντιθέσεως εἰσαγωγῶν
λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν
ἀκριβῶς ῥηθήσεται’> τὰς εἰσαγωγὰς τῶν ἀντι-
35
θέσεων ἐν ἐκείνῳ τῷ βιβλίῳ κατὰ τρεῖς τρόπους φησὶ
δεῖν ὁ τεχνογράφος ποιεῖσθαι, ἐπιστήμην δόξαν ἀκοήν,
καὶ τὰς μὲν ἰσχυρὰς κατὰ ἀκοὴν δεῖν εἰσάγειν ὡς
μὴ συνειδότα τοῖς ἀντιδίκοις ἐκεῖνα ἐφ' οἷς θαρροῦσι,
οἷον ‘πυνθάνομαι τοίνυν αὐτὸν κἀκεῖνο τολμήσειν
ἀποφαίνεσθαι πρὸς ὑμᾶς’, τὰς δὲ μέσως ἐχούσας δυ-
νάμεως κατὰ δόξαν, οἷον ‘τάχα τοίνυν κἀκεῖνον ἐρεῖ
τὸν λόγον’, τὰς δὲ ἀσθενεῖς κατ' ἐπιστήμην, οἷον
‘οἶδα τοίνυν ὡς κἀκείνῳ πολλῷ χρήσεται…
…
The complete text is available when the reading interface loads.