Commentarium in Hermogenis librum $1PERI\ STA/SEWN
- Authority group
- Syrianus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Commentarium in Hermogenis librum περὶ στάσεων, ed. Rabe, op. cit., vol. 2 (1893) 1–203.
- CTS identifier
urn:cts:greekLit:tlg4017.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
βέστατος Πλάτων τὴν ἐναντιωτάτην περὶ τῆς σώφρο-
νος ῥητορικῆς καὶ τοῦ ταύτην ἐπιτηδεύοντος ἀφίησι
φωνὴν ἐν μὲν Σωκράτους ἀπολογίᾳ λέγων ‘ῥήτορος
μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δέ γε
σωφρόνων τὰ δίκαια κρίνειν’, ἐν δὲ Γοργίᾳ ‘τὸν γὰρ
μέλλοντα ὀρθῶς ῥητορικὸν ἔσεσθαι δίκαιον ἄρα δεῖ
εἶναι, ἐπιστήμονα τῶν δικαίων’, ἐν δὲ Φαίδρῳ ‘εἰ
γάρ σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ
ἐλλόγιμος προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην· ὅτου
δ' ἂν τούτων ἐλλείπῃς, ταύτῃ ἀτελὴς ἔσῃ.’ ἀκολούθως
δὲ τῷ θείῳ Πλάτωνι καὶ Διονύσιος ὁ πρεσβύτερος ἐν
5
τῷ πρώτῳ τίτλῳ περὶ μιμήσεώς φησιν ὅτι ‘τρία
ταῦτα τὴν ἀρίστην ἡμῖν ἔν τε τοῖς πολιτικοῖς λόγοις
ἕξιν καὶ ἐν πάσῃ τέχνῃ τε καὶ ἐπιστήμῃ χορηγήσει,
φύσις δεξιά, μάθησις ἀκριβής, ἄσκησις ἐπίπονος, ἅπερ
καὶ τὸν Παιανιέα τοιοῦτον ἀπειργάσατο.’ πῶς οὖν
ἥ τε τῶν ἀληθῶν καὶ δικαίων γνῶσις ἔτι δὲ ἐπι-
στήμη τε καὶ μελέτη γενήσεται τῶν καλῶν ἀνδρὶ τὸ
λαλεῖν ἐκ τοῦ λαλεῖν ἐπιτηδεύοντι, ὡς ὁ περίβλεπτος
ἐπὶ τῆς τῶν ἑταίρων ἀγέλης διεθρύλει σοφιστής; οἷς
γε, εἰ κατὰ τὸ προσῆκον τὰς τῶν λόγων ἐκμανθάνειν
ἠβούλοντο τέχνας, μόλις ἂν εἴκοσιν ἐξήρκουν οἶμαι
διδάσκαλοι—τὴν τοίνυν περὶ τῶν στάσεων πραγμα-
τείαν οἱ μὲν οὐδ' ὅλως ἠξίωσαν ὑποβάλλειν τέχνῃ, οἱ
δὲ τὴν πᾶσαν ῥητορικὴν ἐν ταύταις θεωρεῖσθαί φασιν.
ἑκατέρους οὖν ὁ τεχνογράφος εὐθὺς ἐκ προοιμίου
διελέγχων τεχνικῆς τε θεωρίας ἔχεσθαι τὰς στάσεις
ἀποδείκνυσι καὶ πρὸς ῥητορικὴν τέχνην οὐ μόνας
ἐξαρκεῖν· ὅτι μὲν γὰρ τεχνικῆς ἔχονται θεωρίας, δηλοῖ
λέγων ὡς πολλῶν ὄντων καὶ μεγάλων, ἐξ ὧν ἡ ῥητο-
ρικὴ τέχνη συνέστηκε, μέγιστόν ἐστι τὸ κατὰ τὴν
διαίρεσιν τῶν πολιτικῶν ζητημάτων, ὅτι δὲ οὐ πᾶσα
ἐν τούτοις ἡ ῥητορικὴ τέχνη, πρόδηλον ἐκ τοῦ πολλὰ
εἶναι ἕτερα τὰ συνιστῶντα αὐτήν. ἄξιον δὲ καὶ τοῦ
προοιμίου θαυμάσαι τὴν ἀκρίβειαν, ὅπως δι' αὐτῆς
τῆς ὑπερθέσεως λεληθότως κατεσκεύασεν ὅτι ἡ ῥητο-
ρικὴ τέχνη καὶ οὐκ ἐμπειρία, ὡς διακωμῳδοῦσί τινες.
6
τὸν γάρτοι παρὰ τῶν διαλεκτικῶν ἀποδιδόμενον τῆς
τέχνης ὅρον τοῖς τῆς ῥητορικῆς ἐφαρμόζει μέρεσιν—
ὁρίζονται γὰρ ἐκεῖνοι τὴν τέχνην οὕτως ‘σύστημα ἐκ
καταλήψεως ἐγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον
τῷ βίῳ’—· διὰ μὲν τοῦ <συνίστησι> τὸ σύστημα δηλοῖ
〈τῆς ῥητορικῆς〉, εἶτα ἐπειδὴ ἐνδέχεται καὶ σύστημα
εἶναι ἐμπειρικόν—οὕτω γοῦν τὴν ἀρχὴν καὶ παρ' Αἰ-
γυπτίοις ἐκ τῶν κατὰ μέρος νοσούντων τε καὶ τὰς
τῶν νόσων ἰάσεις ἀπογραφομένων τὴν ἰατρικὴν πρώ-
τως εὑρῆσθαί φασιν—, προστίθησι <καὶ τέχνην ποιεῖ·>
τὸ γὰρ μετὰ λόγου καὶ αἰτίας σύστημα τῶν θεωρη-
μάτων ἰατρικῶν ἢ μουσικῶν ἢ ῥητορικῶν τέχνης ἂν
εἴη ποιητικόν—οὕτω γοῦν καὶ Πλάτων φησὶν ἐν
Γοργίᾳ ‘ἐγὼ γὰρ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον
πρᾶγμα’—· διὰ δὲ τοῦ <καταληφθέντα> τὴν κατάλη-
ψιν ἐναργῶς μηνύει, κατάληψις δέ ἐστι λόγος γνῶσιν
ἀκριβῆ μετὰ αἰτίας τῶν ὑποκειμένων περιέχων· ὥστε
καὶ τοῦτο τεχνικὸν κατὰ Πλάτωνα· εἰ γὰρ τὸ ἄλογον
οὐ τέχνη, τὸ μετὰ αἰτίας τέχνη, τέχνη δὲ ἡ ῥητορικὴ
τῷ τὰς αἰτίας εἰδέναι, καθ' ἃς οἱ τοιοίδε λόγοι τοὺς
τοιούσδε πείθουσιν ἀκροατάς, ἄλλως μὲν τοὺς πρὸς
δόξαν ὁρῶντας, ἑτέρως δὲ τοὺς πρὸς κέρδος ἀποβλέ-
ποντας, ἄλλως δὲ τοὺς ἀληθείᾳ τε καὶ δικαιοσύνῃ
7
προσέχοντας εἰλικρινῶς. ἐμπειρία δέ ἐστι λόγος ἐκ
πλειόνων ὁμοίων καταλήψεως τὴν γνῶσιν ποιούμενος.
τὸ δὲ <ἐξ ἀρχῆς δηλαδή> ἀφ' οὗπερ ἡ τῶν ἀνθρώ-
πων ὑπέστη φύσις· σύνδρομος γὰρ ἡ ῥητορικὴ τῷ
λόγῳ τῶν ψυχῶν, καὶ πρὸ Νέστορός τε καὶ Φοίνικος
Παλαμήδους τε καὶ Ὀδυσσέως καὶ τῶν ἐν Ἰλίῳ ῥη-
τόρων ἠσκεῖτο παρὰ ἀνθρώποις ἡ ῥητορική, εἴ γε καὶ
τὸν Τροιζήνιον Πιτθέα φασὶν ἔνιοι λόγων ἐν Τροι-
ζῆνι τέχνας γράφειν τε καὶ διδάσκειν ἀνθρώπους, τοὺς
δὲ ἀνωτέρω τούτων τὸ πρᾶγμα σὺν ἀρετῇ μετα-
διώξαντας ἡ ἐκ τοῦ κατακλυσμοῦ σὺν τοῖς ἄλλοις
ἠφάνικε λήθη. εἰ γὰρ αἰώνιος ὁ ἐν ψυχῇ λόγος, πρό-
δηλον ὅτι καὶ ἡ τοῦτον διευκρινοῦσα τέχνη καὶ τὴν
ἀχλὺν αὐτοῦ—κατὰ τὴν Ὁμηρικὴν Ἀθηνᾶν—καὶ τὴν
ἀπαιδευσίαν διακαθαίρουσα οὐ χθές τε καὶ πρῴην ὡς
φασὶ παρέδυ οὐδὲ οἱ πρότεροι τοῦ θειοτάτου τῶν ἐν
ἡμῖν—φημὶ δὴ τοῦ λόγου—κατημέλουν καίτοι γε
ἄριστα καὶ εὐνομώτατα πολιτευόμενοι καὶ τὸν ἐπὶ
Κρόνου διαζῶντες βίον καὶ τοῦ χρυσοῦ γένους
ἀτεχνῶς ἐπάξιοι πρὸς τῶν ἐνθέῳ μανίᾳ κατόχων
ὑμνούμενοι ποιητῶν. εὔδηλον γὰρ ὡς κἀκεῖνοι τά τε
θεῖα διαφερόντως ἐτίμων, εἴ γε τότε μάλιστα δὴ οἱ
8
θεοὶ ‘παντοῖοι τελέθοντες ἐπεστρωφῶντο πόληας’, καὶ
τούς τε ἀγαθοὺς δι' ἐπαίνων ἦγον καὶ τοὺς προπετείᾳ
φύσεως ἐπὶ τὸ χεῖρον ὁρμῶντας ἐλοιδόρουν, ἅπερ ἴδια
τῆς πανηγυρικῆς ἰδέας. ἔτι δὲ ἀγνοοῦσί τε τὸ προσ-
ῆκον καὶ ὑπὸ νεότητος φλεγομένοις τὰ βέλτιστα συνε-
βούλευον τῶν μὲν ἀτόπων ἐξείργοντες τῶν δὲ χρηστῶν
ἔχεσθαι παρακαλοῦντες, δι' ὧν τὸ συμβουλευτικὸν
ἠσκεῖτο παρ' αὐτοῖς. οὐ μὴν οὐδὲ τῆς περὶ τὸ δίκαιον
ἀκριβείας οἵ γε τοιοῦτοι κατωλιγώρουν, ἀλλ' ὡς θεῶν
ἀτεχνῶς ὑπάρχοντες ὀαρισταὶ δίκην τε καὶ τὸ δίκαιον
ἐτίμων καὶ τοῖς ὑπερβαίνειν ἐπιχειροῦσι τὰς τιμωρίας
ἐπῆγον, ὅθεν καὶ τοῦ δικανικοῦ συνέβαινεν αὐτοῖς
οὐκ ἀμελετήτως ἔχειν. τὸ δὲ <δηλαδή> σημαίνει
ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν ἀνάγκη
προτέραν γίγνεσθαι τὴν κατάληψιν εἶθ' οὕτω συν-
ίστασθαι τὰς τέχνας. τὸ δὲ <συγγυμνασθέντα τῷ
χρόνῳ> δηλοῖ μὲν τὸ ἐν τῷ ὅρῳ τῆς τέχνης ‘συγ-
γεγυμνασμένον’, πρόσκειται δὲ τοῖς καταληφθεῖσιν,
ἐπειδὴ ἀδύνατόν ἐστι τέλειον ἐνεργείᾳ γενέσθαι ῥή-
τορα, κἂν τὴν κατάληψιν ἀκριβῆ τῶν εἰς τὴν τέχνην
συντελούντων θεωρημάτων ποιήσηται, μὴ καὶ γυμνα-
σίαν ἐν χρόνῳ μακρῷ τούτων ἀσκήσαντα—ὅθεν καὶ
Πῶλος ὁ σοφιστὴς ὁ Γοργίου μαθητὴς ἐν τῇ τέχνῃ
φησὶ ‘πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμ-
9
πειριῶν ἐμπείρως εὑρημέναι’· μέμνηται δὲ τούτου καὶ
Πλάτων ἐν Γοργίᾳ—. καὶ παράδειγμα τούτων Δημο-
σθένης τελεώτατα μὲν τῶν ῥητορικῶν θεωρημάτων
τὴν ἐπιστήμην κατωρθωκώς, ὡς καὶ τῶν κριτικῶν
τοὺς εὐδοκιμωτάτους διαρρήδην ἀποφαίνεσθαι ἄριστον
τῶν πολιτικῶν λόγων εἶναι τὸν Δημοσθενικόν· ἀλλὰ
τοὺς μὲν δικανικοὺς καὶ συμβουλευτικοὺς τῶν λόγων
φαίνεται κατὰ τὸ προσῆκον συντεθεικὼς ἅτε καὶ
σφόδρα γυμνασθεὶς ἐν τούτοις, περὶ δὲ τοὺς πανηγυ-
ρικοὺς τῶν λόγων οὐ σφόδρα ἐπιτηδείως ἔχων—τὸν
γοῦν ἐπιτάφιον αὐτοῦ τινὲς αἰτιῶνται ὡς παρὰ τὴν
ἀξίαν τοῦ ῥήτορος συγκείμενον—· καὶ δῆλον ὅτι καὶ
τούτων μὲν ἄριστα τοὺς τεχνικοὺς ἠπίστατο λόγους,
τὸ δὲ τῆς γυμνασίας ἐνδεὲς τοῖς διαβάλλειν βουλο-
μένοις ἀφορμὴν τῆς κατηγορίας παρέσχεν.
[133, 6] <‘σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα
τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις
καὶ πανταχοῦ’> τὸ μὲν 〈ἐν〉 τῷ διαλεκτικῷ ὅρῳ
‘πρός τι τέλος εὔχρηστον τῷ βίῳ’ διὰ τούτων παρῴ-
δησε, τῆς δὲ ῥητορικῆς τὸ χρήσιμον περὶ τίνα ἐστὶν
ἐνταῦθα μηνύει, ὅτι ἐν βουλαῖς τε τὸ λυσιτελοῦν
ἐξευρίσκειν κἀν τοῖς δικαστηρίοις διελέγχειν τοὺς ἀδι-
κοῦντας, καὶ τοὺς παντοδαποὺς τῆς πανηγυρικῆς ἰδέας
διαπλέκει λόγους· τὸ γὰρ <πανταχοῦ> διχῶς νοητέον,
ἢ ὡς ἓν ἀνθ' ἑνὸς τὸ πανηγυρικόν—διὸ ποικίλη τις
10
ἡ τούτου χρῆσις, ἐν ὕμνοις θεῶν, ἐν ἐπαίνοις ἀν-
θρώπων ζώντων τετελευτηκότων, ἐν ἑορταῖς, ἐν
θρήνοις, ἐν διαβολαῖς κακίας, ἐν ἀρετῆς εὐφημίαις—,
ἢ τὸ μὲν πανηγυρικὸν παρῆκεν ὡς τῷ δικανικῷ τε
καὶ συμβουλευτικῷ συμπλεκόμενον—ὡς διδάσκουσιν
ἡμᾶς Δημοσθένης μὲν ἐν τῷ περὶ τοῦ στεφάνου Ἰσο-
κράτης δὲ ἐν πανηγυρικῷ ὁ μὲν τῷ συμβουλευτικῷ ὁ
δὲ τῷ δικανικῷ τὴν πανηγυρικὴν ἀναμίξαντες ἰδέαν—,
τὸ δὲ <πανταχοῦ> κατὰ τῶν τριῶν ἔφησε τῆς ῥητορι-
κῆς εἰδῶν ὡς οὐ μόνον ἐν βουλευτηρίοις καὶ δικαστη-
ρίοις καὶ θεάτροις ἡ ῥητορικὴ δι' ὧν ἔφαμεν χρήσιμος
ἀλλὰ καὶ ἰδίᾳ πατέρων τε πρὸς υἱεῖς καὶ διδασκάλων
πρὸς μαθητὰς καὶ φίλων πρὸς ἑταίρους τὸ δέον ἀπο-
φαινομένων εὐφημούντων τε τὰ χρηστὰ καὶ τὸ δίκαιον
ἄριστα διακρινόντων.
[133, 8] <‘μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ
διαιρέσεως’> οὐκ ἄρα πᾶσα ῥητορικὴ τέχνη ἐν
ταῖς στάσεσι περιείληπται, ὡς ἔνιοί φασιν, ἀλλὰ
πολλὰ μὲν καὶ μεγάλα καὶ τὰ ἄλλα τὰ συνιστῶντα
ταύτην, μέγιστον δὲ τὸ κατὰ τὰς στάσεις. διαίρεσις
δέ ἐστι λόγος τομὴν ἀκριβῆ τῶν ὑποκειμένων μετὰ
εὐκρινείας ἀπεργαζόμενος. ταύτῃ γάρτοι καὶ διαφέρει
συγκοπὴ διαιρέσεως, ὅτι ἀμφότεραι μὲν τέμνουσι τὰ
ὑποκείμενα, ἀλλ' ἡ μὲν διαίρεσις ἕκαστα τὰ μέρη καὶ
κατὰ ἰδίαν τέμνει περιγραφὴν—ζῷόν τε εἰ τύχοι
11
κατὰ ἄρθρα καὶ λόγον κατὰ κεφάλαια—, ἡ δὲ συγκοπὴ
συγκεχυμένας τε καὶ ἀδιαρθρώτους ποιεῖται τὰς τομάς.
ἐπειδὴ δὲ τὸ τῆς διαιρέσεως ὄνομα πολλαῖς ῥητορικαῖς
ἁρμόττει τέχναις, ταῖς τε περὶ τῶν εἰδῶν τῆς ῥητο-
ρικῆς διαλαμβανούσαις καὶ ταῖς περὶ τῶν μερῶν τοῦ
πολιτικοῦ λόγου καὶ ταῖς περὶ τῶν μεθόδων, αἳ
γυμνάζουσιν ἡμᾶς εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου,
οἵας δὴ γεγράφασιν Ἀριστοτέλης τε καὶ Ἀψίνης καὶ
Καικίλιος καὶ μυρίοι ἕτεροι, διδασκαλικῶς πάνυ δια-
στέλλει τὴν ὁμωνυμίαν.
[133, 9] <‘λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς
εἴδη’> οἱ γάρτοι περὶ τῆς διαιρέσεως πραγματευσά-
μενοι τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη γένος μὲν εἶναί
φασι τὴν ῥητορικήν, εἴδη δὲ αὐτῆς οἱ μὲν δύο,
πραγματικὸν καὶ ἐπιδεικτικόν, οἱ δὲ τρία, δικανικὸν
συμβουλευτικὸν πανηγυρικόν, οἱ δὲ τέταρτον τούτοις
προστιθέασι τὸ ἱστορικόν. Ἀριστοτέλης δὲ δύο γένη
φησὶν εἶναι τῶν πολιτικῶν λόγων, δικανικόν τε καὶ
δημηγορικόν, εἴδη δὲ ἑπτά, προτρεπτικὸν ἀποτρεπτικὸν
ἐγκωμιαστικὸν ψεκτικὸν κατηγορικὸν ἀπολογητικὸν ἐξ-
εταστικόν· τὰ μὲν οὖν ἓξ ἐν τῷ λέγοντί φησι θεωρεῖ-
σθαι, τὸ δὲ ἕβδομον ἐν τοῖς ἀκροωμένοις οἵπερ τῶν
λεγομένων ἕκαστον ἐξετάζουσιν, ὁρίζεται δὲ αὐτὸ
οὕτως ‘ἐξεταστικόν ἐστι κρίσις προαιρέσεων ἢ λόγων
12
ἢ πράξεων πρὸς ἄλληλα καὶ πρὸς τὸν ἄλλων βίον
ὁμολογούντων ἢ ἐναντιουμένων’. ἡ μὲν οὖν ἀπὸ τῶν
γενῶν εἰς τὰ εἴδη διαίρεσις περὶ τούτων διαλαμβά-
νουσα τοὺς ἑκάστῳ προσήκοντας ἀποδίδωσι λόγους,
ἡ δὲ ἀπὸ τῶν ὅλων εἰς μέρη τοιαύτη τίς ἐστιν· τοῦ
γὰρ πολιτικοῦ λόγου ὅλου τινὸς ὄντος οἱ μὲν τέσσαρά
φασιν εἶναι μέρη, προοίμιον διήγησιν πίστιν ἤτοι
ἀπόδειξιν ἐπίλογον, οἱ δὲ πέντε, προοίμιον διήγησιν
ἀντίθεσιν λύσιν καὶ ἐπίλογον, οἱ δὲ καὶ πλείονα
τούτων ὀνόματα μὲν καινότερα προσεπινοοῦντες
ἅπαντες δὲ πρὸς τὰ πέντε μέρη καταντῶντες ἀλλ'
οἱ μὲν αὐτῶν συστέλλοντες τὴν ποσότητα οἱ δὲ ἐκτεί-
νοντες.
[133, 10] <‘μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητο-
ρικῆς μέρος’> τὴν αὐτὴν ἔννοιαν τῇ ἀρχῇ ἐκ τοῦ
ἐναντίου ἐπιχειρήσας ἔφη· περὶ ὧν γὰρ εἶπεν ἀνωτέρω
<πολλῶν ὄντων καὶ μεγάλων,> περὶ τῶν αὐτῶν νῦν
λέγει <μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς
μέρος·> οἶδε γὰρ ὡς ἐπιστήμων ἀκριβὴς καὶ τὰς περὶ
τούτων τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας.
[133, 12] <‘περὶ δὲ τῆς τῶν πολιτικῶν ζητη-
μάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια
ὁ λόγος γιγνέσθω’> τὴν τῶν στάσεων πραγμα-
τείαν περὶ ταύτην φησὶ καταγίγνεσθαι τὴν διαίρεσιν
τὴν τῶν πολιτικῶν ζητημάτων εἰς τὰ κεφάλαια. πολι-
13
τικὰ δὲ ζητήματά φησι πάντα τὰ ὑπὸ τὰς Ι̅Γ̅ ἀναγό-
μενα στάσεις, ἅσπερ προϊόντος ἡμᾶς διδάξει τοῦ λόγου.
<λεγόμενα> δὲ κεφάλαιά φησιν, ἐπειδὴ οἶδεν ἐνίους
μὲν συμπεράσματα καλοῦντας τὰ κεφάλαια, ἐνίους δὲ
ζητούμενα, ἄλλους δὲ περιεχόμενα, καὶ ζητούμενα μὲν
πρὸ τοῦ κατασκευασθῆναι, συμπεράσματα δὲ μετὰ τὰς
ἀποδείξεις, περιεχόμενα δὲ ὡς ὑπὸ τῶν στάσεων ἢ
τῶν ὅλων λόγων περιειλημμένα, <κεφάλαια> δὲ ὡς
μεγάλα καὶ κυριώτατα τμήματα τῶν λόγων ὄντα—καὶ
γὰρ τοῦ σώματος κυριώτατον μέρος ἡ κεφαλή—.
κεφάλαιον δέ ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ
προκειμένου πράγματος ἐκ νοημάτων καὶ ἐπιχειρημά-
των συγκείμενον. ἡ δέ γε τῶν πολιτικῶν ζητημάτων
διαίρεσις προηγουμένην μὲν ποιεῖται τὴν εἰς τὰ
κεφάλαια τομήν, οἷον τὸ μὲν στοχαστικὸν εἰς τὰ
στοχαστικὰ τὸ δὲ ὁρικὸν εἰς τὰ ὁρικά, παρεπομένην
δὲ τὴν εἰς τὰ μέρη τοῦ λόγου.
[133, 14] <‘ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ
εὑρέσεως’> ὁ περὶ τῆς διαιρέσεως φησὶ λόγος παρα-
πλήσιός πώς ἐστι τῷ περὶ εὑρέσεως· εὕρεσις γάρ ἐστι
λόγος νοημάτων καὶ ἐπιχειρημάτων εὐπορίαν περιέχων.
ἡ μὲν οὖν διαίρεσις τὴν ἀπαρίθμησιν καὶ τὴν τάξιν
ἡμᾶς διδάσκει τῶν ὑπὸ ἑκάστην στάσιν ἀναγομένων
κεφαλαίων, ἡ δὲ εὕρεσις πλατύτητα καὶ τὴν ἐξεργασίαν
ἡμῖν χορηγεῖ τῶν κεφαλαίων, οἷον ἡ μὲν διαίρεσις
14
ἵνα ἐκ τῶν γνωριμωτέρων ἡμῖν ὁ λόγος σαφὴς γένη-
ται τέμνει τὸ ἐγκώμιον ἢ τὴν νόμου εἰσφορὰν τοῖσδε
ἢ τοῖσδε τοῖς κεφαλαίοις, ἡ δὲ εὕρεσις τὰ προσήκοντα
εἰς ἕκαστον ἐνθυμήματα διερευνᾶται, καὶ ἡ μὲν διαί-
ρεσις ὡρισμένη ἐστὶ καὶ ἀεὶ ὡσαύτως ἔχει, ἡ δὲ
εὕρεσις ἀόριστός τέ ἐστι καὶ ἄλλοτε ἄλλη ἐπὶ τῶν
ῥητορευόντων γίνεται πρὸς τὰς τῶν λεγόντων ἑκάστοτε
μεταβαλλομένη φύσεις εὐπορωτέρα τε καὶ ἀσθενεστέρα
γινομένη· διόπερ καλῶς καὶ ὁ Πορφύριος ἐν τῇ περὶ
τῶν στάσεων τέχνῃ ἐκεῖνό φησιν, ἡλίκον ἡ τῶν νοη-
μάτων εὕρεσις ἐν λόγῳ δύναται μηνύων, ‘τοῦ γὰρ
λόγου ψυχὴν δοκοῦντος ἔχειν καὶ σῶμα ἡ μὲν τῶν
νοημάτων εὕρεσις δικαίως ἂν ψυχὴ τοῦ λόγου νομί-
ζοιτο ἡ δὲ ἑρμηνεία σῶμα.’
[133, 14] <‘πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ
εὑρέσεως’> ἡ οὖν διαίρεσις ὡς εἴρηται παρέοικε μὲν
τῇ εὑρέσει—πηγὴ γάρ τίς ἐστι τῶν ἐν τοῖς λόγοις
εὑρισκομένων ἐπιχειρημάτων—, οὐ πάντα δὲ τὰ ἐν
ταύτῃ ἐπιδέχεται· πολὺ γὰρ τὸ πλάτος τῆς εὑρέσεως
καὶ κατὰ ἄνδρα ἴδιον ἅτε ἀορίστου ὡς ἔφαμεν
οὔσης.
[133, 15] <‘καὶ πρῶτόν γε ὅτι ἐστὶ πολιτικὸν
ζήτημα ῥητέον’> διδασκαλικῶς πάνυ πρότερον ἡμῖν
τοῦ πολιτικοῦ ζητήματος παραδίδωσι τὸν ὅρον ὥστε
τήν τε δύναμιν αὐτοῦ καὶ περὶ τίνα καταγίνεται
15
σαφῶς γνῶναι τοὺς ἀκροωμένους. ἰστέον δὲ ὅτι
σφόδρα τελείως ἀποδέδωκε τὸν τοῦ ζητήματος ὅρον
ὡς μηδένα τῶν μετ' αὐτὸν φιλοσόφων ἢ σοφιστῶν
προσθεῖναί τι ἢ ἀφελεῖν τοῦ ὅρου.
[133, 16] <‘ἔστι γὰρ ἀμφισβήτησις λογικὴ ἐπὶ
μέρους ἐκ τῶν παρ' ἑκάστοις κειμένων νόμων
ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ
ἢ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν’>
γένος μὲν τοῦ ὅρου ἐστὶν ἡ ἀμφισβήτησις, διαφοραὶ
δὲ τὰ λοιπά· πᾶς γὰρ τελείως ἔχων ὅρος ἐκ γένους
ἐστὶ καὶ διαφορῶν. ἐπειδὴ δὲ τῶν ἀμφισβητήσεων αἱ
μὲν ἐν λόγοις αἱ δὲ ἐν ἔργοις εἰσίν, ὡς αἱ τῶν
ἀθλητῶν τε καὶ στρατιωτῶν, προσθεὶς τὸ <λογική>
ἐχώρισεν αὐτὴν τῶν πρακτικῶν. πάλιν ἐπειδὴ τῶν
λογικῶν ἀμφισβητήσεων αἱ μὲν καθόλου εἰσίν, οἷαίπερ
αἱ φιλόσοφοι περὶ τῶν καθόλου διαλαμβάνουσαι θεοῦ
νοῦ ψυχῆς, αἱ δὲ μερικαί, οἷαίπερ εἰσὶν αἱ περὶ τῶν
πολιτικῶν πραγμάτων, προσθεὶς τὸ <ἐπὶ μέρους>
ἐχώρισεν αὐτὴν τῶν καθόλου.
[133, 17] <‘ἐκ τῶν παρ' ἑκάστοις κειμένων
νόμων ἢ ἐθῶν’> ὁ γὰρ ῥήτωρ τὰ πολιτικὰ ζητή-
ματα διαπλέκει τὰς πίστεις ἐκ τῶν παρ' ἐκείνοις ἐθῶν
τε καὶ νόμων ποιούμενος, παρ' οἷς ἂν καὶ δημηγοροίη·
οἱ μὲν γὰρ τῶν ἀκροωμένων βραχυλογίᾳ χαίρουσι καὶ
16
πρὸς πόλεμον αὐτοῖς πᾶσα συντέτακται δίαιτα, ὡς
Λακεδαιμόνιοι, οἱ δὲ τοὺς μακροτέρους τε τῶν λόγων
ἀνέχονται καὶ μᾶλλον ἀνειμένοι τὰς γνώμας ὑπάρχου-
σιν, ὡς Ἀθηναῖοι· καὶ τῶν δικαστῶν οἱ μὲν πρὸς
κέρδος ὁρῶσιν, οἱ δὲ τὴν ἀλήθειαν ἐκ πάντων ζητοῦ-
σιν. καὶ ἁπλῶς εἰπεῖν πολυτρόπου τῆς τῶν ἀκροω-
μένων ὑπαρχούσης φύσεώς τε καὶ πολιτείας συμμετα-
βάλλεσθαι χρὴ καὶ τὸν ῥήτορα ταῖς ἐκείνων ἕξεσιν ἐν
τοῖς λόγοις. ἔστι δὲ νόμος μὲν λόγος κοσμητικὸς καὶ
μετρητικὸς τῶν ἐν τῇ πολιτείᾳ πραγμάτων πᾶσι τὸ
κατ' ἀξίαν ἀπονέμων, ἔθος δὲ νόμιμον ἄγραφον ἐκ
συλλογῆς συνιστάμενον παραδειγμάτων· εἰ γὰρ ἕκαστος
εἰ τύχοι τῶν εὐπορωτέρων Ἀθήνησι παιδὸς αὐτῷ
γεγονότος τρέφοι τοὺς δημότας ἐκ τῶν ἄνω χρόνων,
πρόδηλον ὡς Μιλτιάδῃ τε καὶ Περικλεῖ καὶ τῶν πλου-
τούντων ἑκάστῳ ἐπάναγκες τῷ ἔθει κατακολουθεῖν·
καὶ πάλιν ἔθος ἦν Ἀθήνησι τεττιγοφορεῖν τῶν εὐ-
πατριδῶν τοὺς παῖδας, ὃ καὶ μέχρι ἡμῶν διεσῴζετο,
καὶ τὸ ἀρχαιότερον, ὡς καὶ Θουκυδίδης φησί, κρω-
βύλον ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν.
[133, 18] <‘περὶ τοῦ νομισθέντος δικαίου ἢ
καλοῦ ἢ συμφέροντος’> τὰ τέλη τῶν τριῶν εἰδῶν
τῆς ῥητορικῆς ἐμπεριέλαβε τῷ ὅρῳ τοῦ πολιτικοῦ ζητή-
ματος διὰ μὲν τοῦ δικαίου τὸ δικανικὸν δηλῶν, διὰ
δὲ τοῦ καλοῦ τὸ πανηγυρικόν, διὰ δὲ τοῦ συμφέρον-
τος τὸ συμβουλευτικόν. καλῶς δὲ <τοῦ νομισθέντος>
17
προσέθηκεν· περὶ γὰρ τοῦ δοκοῦντος ἐν ἑκάστῃ πόλει
δικαίου τε καὶ καλοῦ ποιεῖται τοὺς λόγους. ἕτερον δὲ
τὸ δοκοῦν παρὰ τὸ ἀληθές, οἷον ἀληθὲς μὲν δίκαιόν
ἐστι καὶ συμφέρον τοὺς ἀρίστους ἄρχειν ἑκασταχοῦ,
κἂν Ἴρου πτωχότεροι τυγχάνωσιν—καὶ τοῦτο νομοθε-
τῶν ὁ θεῖος Πλάτων ἐν πολιτείᾳ φησὶν ὡς οὐ πρό-
τερον αἱ πόλεις εὐδαιμονήσουσι, πρὶν ἂν ἢ οἱ βασιλεῖς
φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν—, Ἀθή-
νησι μέντοι ἐξ εὐπατριδῶν ᾑροῦντο πάντως ἐν τοῖς
πρὸ τοῦ χρόνοις τοὺς ἄρχοντας, καὶ εἰ μηδ' ὁτιοῦν
ἀρετῇ διέφερον τῶν ἄλλων, ὕστερον δὲ καὶ ἐκ
δημιουργῶν· Λακεδαιμόνιοι δὲ τοὺς βασιλεῖς ἐξ Ἡρα-
κλειδῶν ᾑροῦντο πάντως, εἰ καὶ χωλοί τε ὑπάρχοιεν
καὶ Παυσανίου τυραννικώτεροι τὰς ψυχάς. οὕτω τὸ
νομιζόμενον κἀν ταῖς εὐνομωτέραις πόλεσιν ἐκράτει
δίκαιον, ἀλλ' οὐ τὸ ἀληθές.
[133, 19] <ἢ καὶ πάντων ἅμα ἢ τινῶν‘> ἢ
γὰρ περὶ δικαίου καὶ καλοῦ καὶ συμφέροντος ἅμα τὴν
ἐξέτασιν ποιεῖται τὸ πολιτικὸν ζήτημα ἢ περὶ μόνων
τῶν δύο ἢ περὶ ἑνός.
[133, 19] <’τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου
καλὸν ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς‘>
εὐκαίρως ἐπὶ τῷ ὅρῳ ὡς τελείως ἔχοντι σεμνῶς τε
καὶ ἀξιωματικῶς τὴν ἐκ τοῦ ἐναντίου ἐπάγει ἀπόφασιν
ἥκιστα ῥητορικῇ προσήκειν ἀποφαινόμενος τὴν περὶ
18
τῶν ὡς ἀληθῶς ὄντων καὶ καθόλου ζήτησιν, φιλοσο-
φίας δὲ ἴδια τὰ τοιαῦτα αἰνιττόμενος, ἥπερ μόνη
τεχνῶν τε καὶ ἐπιστημῶν πηγὴ ὑπάρχουσα κυριώτατα
κατ' Αἰσχύλον ’οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ' εἶναι
θέλει.‘
[133, 21] <’τὴν δὲ ἀμφισβήτησιν ταύτην
ἀνάγκη περί τε πρόσωπα γίγνεσθαι καὶ πράγ-
ματα‘> τοῦ πολιτικοῦ ζητήματος γένος τὴν ἀμφισ-
βήτησιν ὁρισάμενος εὐτάκτως πάνυ διδάσκει ἡμᾶς
περὶ ποῖα ἄττα συνίσταται αὕτη· φησὶν οὖν ὡς περὶ
πρόσωπα καὶ πράγματα. καὶ καλῶς πάνυ τὸ ἀνάγκη
πρόσκειται· οὐ γὰρ οἷόν τε πολιτικὴν συστῆναι ζήτη-
σιν μὴ προσώπου τε ὑφεστῶτος τοῦ διαπραττομένου
καὶ πράγματός τινος γεγονότος, περὶ ὃ καὶ ἡ ἀμφισ-
βήτησις συνίσταται· ἄνευ γὰρ θατέρου θάτερον
ἀσύστατον.
[133, 22] <’ὧν πλείστη δήπου διαφορά‘> οἱ
μὲν τῶν ἐξηγητῶν ἐξεδέξαντο προσώπων πρὸς πράγ-
ματα διαφοράν, ὅπερ τῆς τοῦ τεχνογράφου βαθύτητος
ἀνάξιον, ἀλλὰ δεῖ νοῆσαι τὴν διαφορὰν προσώπων τε
πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα· ἡ γὰρ
τούτων ἀκριβὴς κατανόησις ὡς αὐτός φησιν εὐχερεστέ-
ραν ἡμῖν τῶν πολιτικῶν ζητημάτων ἀπεργάζεται τὴν
διαίρεσιν τά τε ἀδιαίρετα καὶ διαιρούμενα σαφῶς
παραστήσει. μαρτυρεῖ δὲ καὶ αὐτὸς τῇ ἐξηγήσει ταύτῃ
εὐθὺς ἐπενεγκὼν πρώτας μὲν τὰς πρὸς ἄλληλα δια-
19
φορὰς τῶν προσώπων δευτέρας δὲ τὰς τῶν πραγ-
μάτων.
[133, 26] <’τῶν οὖν προσώπων τὰ μέν ἐστιν
οἷα καὶ δύνασθαι ἐξετάζεσθαι, τὰ δὲ οὐ τό-
πον δὲ ἄλλως ἐπέχει προσώπου‘> καθόλου
πρόσωπα ἐξεταζόμενα καλεῖ τὰ ἔχοντα ποιότητά τινα,
ἐξ ἧς ἡ περὶ τὸ πρόσωπον ὕλη γνωρίζεται, οἷον Περι-
κλῆς Ἀλκιβιάδης πλούσιος πένης στρατηγὸς ῥήτωρ· τὰ
δὲ ἀνεξέταστα ποιότητα μὲν οὐδεμίαν ἔχει προσκει-
μένην, δι' ἧς ἄν τις εὐπορίαν τινὰ ἐν τῇ ὑποθέσει
σχοίη ὥσπερ τὰ ἀόριστα, εἰκόνα δὲ μόνην προσώπου
ἐκπληροῖ. ὅταν οὖν ἐν ὑποθέσει παραληφθῇ τι ἀν-
εξέταστον, ἰστέον ὅτι καθολικὸν ἡ τέχνη παραδίδωσιν
ἡμῖν θεώρημα, ὡς χρὴ ἀκόλουθον τῇ τοῦ πράγματος
ποιότητι περιτιθέναι τῷ ἀορίστῳ προσώπῳ χαρακτῆρα·
εἰ μὲν γὰρ χρηστὸν εἴη τὸ πεπραγμένον, πρόδηλον ὡς
τοιοῦτος ὁ πράξας—πρᾶγμα γὰρ ἀεὶ βέλτιστον προ-
αιρέσεως ἔχεται δεξιᾶς—, εἰ δὲ φαῦλον εἴη τὸ γεγονός,
ἀνοσίαν εἶναι καὶ τοῦ πεπραχότος ἐροῦμεν τὴν φύσιν.
ὀρθότατα γὰρ καὶ Σωκράτης ἡμῖν τὸ φιλοσοφίας
κεφάλαιον πρὸς ταῦτα βλέπων τὸ τοιόνδε συνεχῶς
ἐβόα ’οἷος ὁ βίος, τοιοῦτος ὁ λόγος· οἷος ὁ λόγος,
τοιαῦται αἱ πράξεις.‘
[133, 28] <’τῶν δ' αὖ ἐξεταζομένων ἰσχυροτά-
την μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια‘>
ἑπτὰ μὲν τὰς ὅλας διαφορὰς ἡμῖν παραδίδωσι τῶν
προσώπων, τὴν δὲ πρωτίστην ἀποδίδωσι τάξιν τοῖς
20
ὡρισμένοις τε καὶ κυρίοις διὰ δύο ταύτας αἰτίας, ὅτι
τε πᾶσα ἡ περὶ αὐτῶν ὕλη πρόδηλός ἐστιν ἐκ τῆς
ἱστορίας, γένος ἀγωγὴ ἐπιτηδεύματα πράξεις, καὶ διότι
τὰ κύρια—ὡς καὶ αὐτὸς ὑποκατιὼν ἐπισημαίνεται—
πολλοὺς ἐπιδέχονται τρόπους τῆς τῶν προσώπων
τάξεως. ὁ γὰρ Περικλῆς εἰ τύχοι παραληφθεὶς
ὡρισμένον τέ ἐστι πρόσωπον καὶ πρός τι—πατὴρ γὰρ
καὶ δεσπότης—, καὶ ἠθικόν—καὶ φιλόπολις γάρ—,
καὶ προσηγορικόν—στρατηγὸς γὰρ καὶ ῥήτωρ—· ὁ
γοῦν Θουκυδίδης παραλαβὼν αὐτὸν ἐκ τῆς τοῦ προσ-
ώπου ποιότητος τὸ ἀξιόπιστον αὐτῷ περιτίθησι λέγων
’καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς
ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμη-
νεῦσαι ταῦτα φιλόπολίς τε καὶ χρημάτων κρείσσων.‘
εἰ μὲν οὖν ἔνδοξα εἴη τὰ κύρια πρόσωπα, συστατικῶς
χρησόμεθα τῇ περὶ αὐτῶν ὕλῃ, εἰ δὲ ἄδοξα οἷον
Φιλοκράτης ἢ Φρύνων ἢ Ἀριστογείτων, ἐκ τῶν ἐναν-
τίων δηλονότι διαβαλοῦμεν ἐπιχειρημάτων.
[134, 2] <’δευτέραν δὲ τὰ πρός τι‘> ταῦτα εἰ
καὶ προσηγορικά ἐστι καὶ ταύτῃ ὑποβέβηκε τὴν τῶν
κυρίων δύναμιν, ἀλλ' οὖν διὰ τῆς πρὸς ἄλλο σχέσεως
διπλῆν τινα ποιοτήτων εὐπορίαν χορηγεῖ τῷ λόγῳ·
ὁ γὰρ πατὴρ ἐν ζητήματι παραληφθεὶς ἢ φιλότεκνός
ἐστι καὶ σύστασιν ἱκανὴν ἐκ τούτου λήψεται ἢ σκαιὸς
περὶ παῖδας ὢν παρέξει καταδρομῆς ἀφθονίαν τοῖς
21
αἰτιᾶσθαι βουλομένοις, ὅπερ καὶ Αἰσχίνης κατὰ Δη-
μοσθένους ἔφη σκληρότητα κατηγορῶν ἤθους ἐν τῷ
κατὰ Κτησιφῶντος ’ἑβδόμην δὲ ἡμέραν τῆς θυγατρὸς
αὐτῷ τετελευτηκυίας πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζό-
μενα ποιῆσαι στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα
λαβὼν ἐβουθύτει καὶ παρενόμει τὴν μόνην ὁ δείλαιος
καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας‘,
εἶτα ἐπάγει ’ὁ γὰρ μισότεκνος καὶ πατὴρ πονηρὸς
οὐκ ἄν ποτε γένοιτο δημαγωγὸς χρηστός, οὐδ' ὁ τὰ
φίλτατα καὶ οἰκειότατα σώματα μὴ στέργων οὐδέποθ'
ὑμᾶς περὶ πολλοῦ ποιήσεται τοὺς ἀλλοτρίους, οὐδέ γε
ὁ ἰδίᾳ πονηρὸς οὐκ ἂν γένοιτο δημοσίᾳ χρηστός, οὐδ'
ὅστις ἐστὶν οἴκοι φαῦλος οὐδέποτ' ἂν ἐν Μακεδονίᾳ
κατὰ τὴν πρεσβείαν καλὸς κἀγαθὸς γένοιτ' ἄν· τὸν
γὰρ τόπον μόνον ἀλλ' οὐ τὸν τρόπον μετήλλαξεν.‘
καὶ ὁρᾷς ὁπόσην ἡ τοῦ πατρὸς σχέσις ἀφορμὴν αὐτῷ
διαβολῆς κεχορήγηκεν. πάλιν υἱὸς εἰ τύχοι μελετώ-
μενος ἐκ τῆς πρὸς τοὺς πατέρας ὁσιότητος ἢ ῥᾳθυμίας
βελτίστου δόξαν ἢ πατραλοίου λήψεται, ὅ τε δεσπότης
ἐκ τῆς πρὸς τοὺς οἰκέτας ἰταμότητος ἢ φιλανθρωπίας
εὐπρόσιτος εἶναι καὶ τοῖς ἐντυγχάνουσιν ἢ βαρὺς καὶ
φιλαπεχθήμων δόξει, τόν τε οἰκέτην ἡ πρὸς τὸν
δεσπότην πίστις ἢ κακόνοια διελέγχει.
22
[134, 3] <’τρίτην τὰ διαβεβλημένα, οἷον ἄσω-
τοι μοιχοὶ κόλακες‘> διαβεβλημένα καλεῖ τὰ διὰ
τὴν φαυλότητα τοῦ τρόπου μισούμενα, ὧν αἱ πράξεις
αὐταὶ κατηγοροῦσιν. ἀπορήσειε δ' ἄν τις, πῶς καὶ
τοὺς μοιχούς, καθ' ὧν αἱ τοσαῦται παρὰ τῶν νόμων
τιμωρίαι, τοῖς κόλαξι συνέμιξεν, οὓς λοιδορεῖσθαι μὲν
εἰώθαμεν διὰ τὸ τῶν τρόπων ἀπατηλόν, οὐ μέντοι
κολάζουσιν οἱ νόμοι. ἔνιοι μὲν οὖν μοιχοὺς ἐξε-
δέξαντο τοὺς μοιχικοὺς τὴν ἕξιν οὐ πρὸς ἐνέργειαν
δὲ τὸ πάθος ἐξενεγκόντας, οἱ δὲ ἄμεινον ἐξηγούμενοι
λέγουσιν ὅτι τὸ τῆς διαβολῆς ὄνομα οἶδεν ὁ τεχνο-
γράφος ἐπί τε διαβολῆς καὶ κατηγορίας ταττόμενον—
ἐπὶ μὲν διαβολῆς ὡς παρὰ Μενάνδρῳ ’οὐκ ἔστιν οὔτε
διάβολος γραῦς ἔνδον‘, ἐπὶ δὲ κατηγορίας ὡς παρὰ
Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου ἐν προοιμίοις
’ὁρῶ γὰρ ὅτι τὰς αἰτίας καὶ τὰς διαβολάς, αἷς ἐκ τοῦ
πρότερος λέγειν ὁ διώκων ἰσχύει, οὐκ ἔνι τῷ φεύ-
γοντι παρελθεῖν, εἰ μὴ τῶν δικαζόντων ἕκαστος ὑμῶν
τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν ἐννοῶν καὶ τοῦ λέγον-
τος ὑστέρου δίκαια εὐνοϊκῶς προσδέξεται‘—. οἱ μὲν
οὖν μοιχοὶ ὑπὸ κατηγορίαν ὡς παρανομοῦντες ἀνάγον-
ται, οἱ δὲ ἄσωτοι καὶ κόλακες ὑπὸ διαβολὴν καὶ
ψόγον.
[134, 4] <’τετάρτην τὰ ἠθικά, οἷον γεωργοὶ
λίχνοι καὶ τὰ ὅμοια‘> φιλάργυροι δύσκολοι. ἠθικά
φησιν ὅσα ἐκ μόνου τοῦ ἤθους τὴν εὐπορίαν τῆς
23
συστάσεως ἢ διαβολῆς παρέχει τῷ λέγοντι· οἵ τε γὰρ
γεωργοὶ ὡς ἐπίπαν αὐτουργοί τε καὶ ἐπίπονοί εἰσι
καὶ τῷ ἀμικτοτέρῳ χαίρουσι βίῳ οἵ τε φιλάργυροι
σμικρολόγοι τινὲς καὶ πρὸς μόνον ἀεὶ τὸ κερδαίνειν
ὁρῶντες οἵ τε αὖ λίχνοι τοῦ ἡδέος ἕνεκα πᾶν ὁτιοῦν
ἕτοιμοι ποιεῖν. ὅθεν καὶ Μενάνδρῳ τῷ κάλλιστα τὸν
βίον ἐκμιμησαμένῳ πᾶσαι ὑποθέσεις ἐκ τῶν τοιούτων
ἠθικῶν συμπληροῦνται· διόπερ καὶ Ἀριστοφάνης ὁ
γραμματικὸς εὐστοχώτατα πεποίηκεν εἰς αὐτὸν ἐκεῖνο
’ὦ Μένανδρε καὶ βίε, πότερος ἄρ' ὑμῶν πότερον
ἀπεμιμήσατο;‘ ἁπλῶς τε εἰπεῖν τὰ διαβεβλημένα τὰς
πράξεις ἔχει κατηγορούσας, ὅθεν καὶ μισεῖται, τὰ δὲ
ἠθικὰ ἐκ μόνου τοῦ ἤθους, κἂν μηδὲν αὐτοῖς ᾖ
κατειργασμένον, γνώριμα γίγνεται καὶ διὰ τὸ ἀπαί-
δευτον τοῦ ἤθους ἐλεεῖται.
[134, 5] <’πέμπτην τὰ κατὰ συμπλοκὴν δύο
προσηγοριῶν, οἷον νέος πλούσιος‘> οἶδεν ἑκά-
τερον τῶν προσηγορικῶν ἀσθενὲς σφόδρα πρὸς εὐ-
πορίαν συστάσεως ὑπάρχον καὶ διὰ τοῦτο δύο πρὸς
ταὐτὸ συνήγαγεν. ἥ τε γὰρ νεότης πρόδηλον μὲν
ὅτι ὡς ἐπίπαν ἀφρονεστέρα καὶ φίλαρχος—ἀεὶ γὰρ
’ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται‘—, σπανίως
δὲ κἀν τῷ φρονεῖν ἄριστα διαφέρει—ὁ γοῦν Διο-
μήδης ’καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλετ'
24
ἄριστος‘—, ὅ τε πλοῦτος ὁτὲ μὲν ’κακίας μᾶλλον ἢ
καλοκἀγαθίας ἐστὶν ὑπηρέτης‘ φησὶν Ἰσοκράτης, ὁτὲ
δὲ κατὰ Πλάτωνα ’οὐ τυφλὸς ἀλλὰ ὀξὺ βλέπων,
ἄνπερ ἅμ' ἕπηται φρονήσει.‘ διεζευγμένα μὲν οὖν
ἀσθενεῖ πρὸς τὰς ἐπιχειρήσεις, συμπλακέντα δὲ μέγα
τι καὶ σφοδρὸν ἀποτελεῖ πρὸς ἀρετὴν ἢ κακίαν
ῥέψαντα.
[134, 8] <’ἕκτην τὰ κατὰ συμπλοκὴν προσ-
ώπου καὶ πράγματος, οἷον μειράκιον καλλω-
πιζόμενον φεύγει πορνείας‘> ἐπὶ τὸ ἀσθενέστερον
ἤδη χωρούσης τῆς τῶν προσώπων δυνάμεως καὶ 〈πραγ-
μάτων〉, πρᾶγμα συνέζευξε προσώπῳ προσηγορικῷ οὐκ ἀδίκημα
ὁμολογουμένως ὑπάρχον οὐδὲ πρὸς καιρὸν γεγονός,
ὡς τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι ἢ τὸ νύκτωρ
βοῆσαι παριόντα τὸ δεσμωτήριον ’θαρρεῖτε, ὦ δεσμῶ-
ται‘, ἀλλὰ τῇ συνεχείᾳ τοῦ καλλωπίζεσθαι τῆς πορ-
νείας τὴν ὑπόνοιαν βεβαιοῦν.
[134, 10] <’ἑβδόμην τὰ ἁπλᾶ προσηγορικά,
οἷον στρατηγὸς ῥήτωρ‘> ὅπερ ἐπὶ τῆς πέμπτης
τῶν προσώπων τάξεως ὡς ἀσθενὲς παρῃτήσατο σμι-
κρὸν ἢ οὐδὲν ἰσχύειν ἀποφηνάμενος, τοῦτο τελευταῖον
ἔταξεν ἀμυδροτάτην ὡς πρὸς τὰ πρώτιστα τὴν ἰσχὺν
ἔχον. ὥσπερ γὰρ αἱ ἐπὶ πλέον τῶν ψυχῶν πρόοδοι
πρὸς τὸ ἀσθενέστερον ἀεὶ χωροῦσιν ἅτε τῆς οἰκείας
αἰτίας ἐπὶ μήκιστον ἀποπλανώμεναι, οὕτω κἀν ταῖς
25
ἐπιστημονικαῖς διαιρέσεσιν αἱ ἐπὶ πλέον διαιρέσεις
πρὸς τὰ μερικώτερα καὶ ἀπορώτερα χωροῦσιν. ἐπι-
σημήνασθαι δὲ ἄξιον, ὅτι χρὴ τὰ ἁπλᾶ προσηγορικὰ
ἀξιώματι περιέχειν, ὅπως ἂν εὐπορώτερα τὰ τῆς
ὕλης ὑπάρχῃ, ὡς τὸ τῆς στρατηγίας τε καὶ τῆς
ῥητορικῆς.
[134, 18] <’καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκο-
λουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν‘>
ἐγκωμιαστικοὺς μέν φησι τόπους οὓς καὶ ἀνωτέρω
ἔφαμεν γένος ἀνατροφὴν ἐπιτηδεύματα πράξεις, τὸ δὲ
<τοῖς ἐμπίπτουσιν> οὐχὶ τοῖς εὑρισκομένοις δηλοῖ—
οὐδὲ γὰρ πάντως ἐξετάζειν ἡμῖν ἕκαστα συμφέρει τῶν
εὑρισκομένων—ἀλλὰ τοῖς κατὰ τεχνικὴν θεωρίαν τῷ
λέγοντι λυσιτελοῦσιν. κἂν γὰρ ὦσιν ἐπί τινων πρό-
δηλοι πατέρες ἢ πατρὶς ἄδοξον δέ τι ἔχοντες, παρα-
λείψομεν, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφά-
νου πεποίηκεν ὑπὲρ ἑαυτοῦ λέγων· Γύλωνα μὲν γὰρ
τὸν πρὸς μητρὸς πάππον ὡς φυγάδα καὶ πρὸς τοῦ
δήμου θανάτου καταγνωσθέντα διὰ τὴν Νυμφαίου
τοῦ ἐν τῷ Πόντῳ προδοσίαν καὶ τὴν μητέρα ὡς
Σκυθίδα κατὰ τὸ γένος—ταῦτα γὰρ Αἰσχίνης ἐν τῷ
κατὰ Κτησιφῶντός φησι—παρῆκεν, ἐπὶ δὲ τὴν ἀνα-
τροφὴν ὡς χρηστὴν οὖσαν καὶ τὰς πράξεις εὐθὺς
ἐχώρησε λέγων ’ἐμοὶ μὲν τοίνυν ὑπῆρξε παιδὶ μὲν
26
ὄντι φοιτᾶν ἐς διδασκάλους‘ καὶ τὰ ἑξῆς, ἐν δὲ τοῖς
κατ' Αἰσχίνου λόγοις ἐπὶ τοὺς πατέρας ὡς λίαν
ἀδόξους πρὸ τῶν ἄλλων ἔτρεψε τὸν λόγον ’οὐκ
ἀπορῶν δὲ ὅτι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν,
ἀπορῶ τοῦ πρώτου μνησθῶ, πότερον ὡς ὁ πατήρ σου
Τρόμης ἐδούλευεν‘, εἴ τι δὲ χρηστὸν ἐκ τῆς ἀγωγῆς
ἢ τῆς περὶ τοὺς λόγους ἀσκήσεως ὑπῆρχεν αὐτῷ, τοῦτο
παραλέλοιπεν. ἐκ γὰρ τῆς τοιαύτης ἀκριβοῦς τῶν
προσώπων ἐξετάσεώς τε καὶ χρήσεως καὶ ποίας ἰδέας
ἐπιβάλλειν προσήκει τοῖς λόγοις γνωσόμεθα· οἷον ὡς
Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλη-
μένου προσώπου Κτησίππου τοῦ Χαβρίου παιδὸς
ἀσωτίαν νοσοῦντος πρὸς ἔνδοξον τὸν Λεπτίνην ποι-
ούμενος τοὺς λόγους ἠθικωτέρᾳ κέχρηται καὶ λίαν
ἐπιεικεστέρᾳ τῇ ἰδέᾳ λέγων ’οὐδὲν γὰρ φλαῦρον ἐρῶ
σε‘ καὶ πάλιν ’καὶ γὰρ εἰ πάνυ χρηστός ἐστι Λεπτί-
νης, ὡς ἐμοῦ γε ἕνεκα ἔστω‘. ἐν δὲ τῷ κατὰ Μειδίου
κατὰ διαβεβλημένου προσώπου χωρῶν καταφορικωτέρᾳ
καὶ τραχυτέρᾳ τῇ τῶν λόγων ἰδέᾳ κέχρηται, ἐν δὲ τῷ
περὶ τοῦ στεφάνου περὶ τῶν ἐνδόξων πράξεων τὸν
ὅλον διαπλέκων λόγον πομπικωτέρᾳ τε καὶ λαμπρο-
τέρᾳ· καὶ ἁπλῶς εἰπεῖν ἐν ἑκάστῳ τῶν λόγων ἀεὶ τῶν
τε δημοσίων καὶ τῶν ἰδιωτικῶν προσφόρους ἀεὶ τοῖς
ὑποκειμένοις ἐπιτιθέντα προσώποις ὄψει τὰς τῶν
λόγων ἰδέας. τὸ μὲν οὖν πρόχειρον τῆς τῶν ἐγκω-
27
μιαστικῶν τόπων χρήσεως τοιοῦτόν ἐστιν ὥστε διὰ
πάσης ἔχειν φυλακῆς, μή τι καὶ προέσθαι ἀναγκασθῶ-
μεν ἔπος ’ὅπερ τ' ἄρρητον ἄμεινον‘, ἀλλὰ τὰ μὲν
πρὸς σύστασιν ἡμετέραν ἐροῦμεν, τὰ δὲ βλάπτοντα
σιωπήσομεν. ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἀνάπαλιν τὰ
μὲν ἐκείνοις συνοίσοντα τελέως παραλείψομεν, ὅσα δὲ
βλάπτειν ἱκανὰ ἐκτραγῳδήσομεν. ἔστι δέ τις παρά τε
Δημοσθένει καὶ Θουκυδίδῃ βιαιοτέρα μέθοδος, ἥτις
καὶ τὰ πρὸς ἔπαινον τῶν ἐναντίων ἀπὸ τῆς γνώμης
διαβάλλει καὶ τὰ καθ' ἡμῶν κινοῦντα λοιδορίαν ἀπὸ
τῆς διανοίας βέλτιστα δείκνυσιν. Δημοσθένης μὲν
γὰρ ἐν τῷ κατὰ Μειδίου ὁρῶν ἐκεῖνον μεγαλοφρο-
νοῦντα διὰ τὴν ἐπίδοσιν τῆς τριήρους—μέγα γὰρ ἦν
καὶ τὸ τριηραρχῆσαι Ἀθήνησι, μή τί γε δὴ τριήρη
ὅλην ἐκ τῶν οἰκείων ἐπιδοῦναι—ὁ δὲ τὴν αἰτίαν
ἐξετάσας, δι' ἣν τοῦτο πεποίηκε, διαβεβλημένον ἀπέ-
δειξε τὸ δοκοῦν ἔνδοξον· φησὶ γὰρ ὡς στρατείας εἰς
Εὔβοιαν γινομένης δέον σὺν τοῖς ἱππεῦσιν αὐτὸν
ἐξελθεῖν ἐπιδέδωκε τριήρη διαφυγεῖν τὸ στρατεύσα-
σθαι σπεύδων, καὶ τὸ ἐνθύμημα τοῦτο συμπληρῶν
ἐπάγει ’τῷ δῆλον, ὡς μηδὲ ἀντειπεῖν αὐτὸν ἔχειν,
ὅτι τὴν στρατείαν φεύγων οὐ φιλοτιμίᾳ τοῦτο ἐποίη-
σεν‘· καὶ πάλιν αἰσθόμενος ὅτι ξύλα διὰ τῆς τριήρους
ἤγαγεν ἐξ Εὐβοίας φησὶ διαβάλλων ’καὶ χρηματισμὸς
οὐ λειτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ
τουτῳί‘. ἐν δὲ τῷ περὶ τοῦ στεφάνου φεύγων τὸ
28
μέγεθος τῆς κατ' αὐτοῦ διαβολῆς, ὅτι δὴ συμβεβου-
λευκότος αὐτοῦ πόλεμον ἄρασθαι πρὸς Φίλιππον τὸ
περὶ Χαιρώνειαν ἀτύχημα τῇ πόλει γέγονεν, ἀπὸ τῆς
γνώμης αὐτὸ συνέστησεν εἰπὼν ὡς ’καλὰ καὶ τῶν
προγόνων ἄξια τὰ συμβουλευθέντα καὶ παρ' ἡμῶν
μὲν ἀεὶ γιγνόμενα παρ' ἐμοῦ δὲ τότε συμβουλευθέντα·
οὐ γὰρ δὴ τῷ μὲν ἐν Πέλλῃ τραφέντι χωρίῳ ἀδόξῳ
τότε γε ὄντι καὶ μικρῷ τοσαύτην μεγαλοψυχίαν προσ-
ῆκεν ἐγγενέσθαι ὥστε τῆς τῶν Ἑλλήνων ἀρχῆς ἐπι-
θυμῆσαι καὶ τοῦτο εἰς τὸν νοῦν ἐμβαλέσθαι, ὑμῖν δὲ
οὖσιν Ἀθηναίοις καὶ κατὰ τὴν ἡμέραν ἑκάστην ἐν
πᾶσι καὶ λόγοις καὶ θεωρήμασι τῆς τῶν προγόνων
ἀρετῆς ὑπομνήμαθ' ὁρῶσι τοσαύτην κακίαν ὑπάρξαι
ὥστε τῆς ἐλευθερίας αὐτεπαγγέλτους ἐθελοντὰς παρα-
χωρῆσαι Φιλίππῳ. λοιπὸν τοίνυν ἦν κἀναγκαῖον ἅμα
πᾶσιν οἷς ἐκεῖνος ἔπραττεν ἀδικῶν ὑμᾶς ἐναντιοῦσθαι
δικαίως. τοῦτ' ἐποιεῖτε μὲν ὑμεῖς ἐξ ἀρχῆς εἰκότως
καὶ προσηκόντως, ἔγραφον δὲ καὶ συνεβούλευον καθ'
οὓς ἐπολιτευόμην χρόνους—ὁμολογῶ‘. ἔτι γε μὴν
ἐπιπλέον βεβαιῶσαι τὴν ἑαυτοῦ γνώμην ὡς ἀρίστην
βουλόμενος μεταστατικῶς ἐφ' ἑτέρους μετάγει τὴν
αἰτίαν λέγων ’εἰ δὲ ἢ δαίμονός τινος ἢ τύχης ἰσχὺς
ἢ στρατηγῶν φαυλότης ἢ πάντα ἅμα ἐλυμαίνετο τοῖς
ὅλοις ἕως ἀνέτρεψε, τί Δημοσθένης ἀδικεῖ;‘ ὁ δέ γε
Θουκυδίδης τῇ οἰκείᾳ κεχρημένος βίᾳ τὸ αὐτὸ πρᾶγμα
29
συνέστησέ τε καὶ διέβαλεν ἀπὸ τῆς γνώμης. ζητου-
μένου γάρ, διὰ τί οἱ Κερκυραῖοι οὐδενὶ συνεμάχησαν,
ἑκάτεροι ἀπὸ τῆς γνώμης ἐπιχειρήσαντες κατεσκεύασαν
ὅπερ ἠβούλοντο· ὁ μὲν γὰρ Κερκυραῖός φησι ’σύμ-
μαχοί τε γὰρ οὐδενός πω ἑκούσιοι ἐν τῷ πρὸ τοῦ
γενόμενοι νῦν ἄλλων τοῦτο δεησόμενοι ἥκομεν καὶ
ἅμα ἐς τὸν παρόντα πόλεμον Κορινθίων ἔρημοι δι'
αὐτὸ καθέσταμεν καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν
πρότερον σωφροσύνη τὸ μὴ ἐν ἀλλοτρίᾳ συμμαχίᾳ τῇ
τοῦ πέλας γνώμῃ συγκινδυνεύειν νῦν ἀβουλία καὶ
ἀσθένεια φαινομένη,‘ ὁ δ' αὖ Κορίνθιος ἐκ τοῦ
ἐναντίου διέβαλε τὸ πρᾶγμα εἰπὼν ’φασὶ δὲ συμ-
μαχίαν διὰ τὸ σῶφρον οὐδενός πω δέξασθαι· τὸ δὲ
ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ ἐπετήδευσαν σύμμαχόν
τε οὐδένα βουλόμενοι πρὸς τὰ ἀδικήματα οὐδὲ μάρ-
τυρα ἔχειν.‘
[134, 19] <’οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε
ἀόριστα οἷον τὸ τὶς καὶ τὰ ἰσάζοντα διόλου‘>
ἱκανῶς περὶ τῶν ἐξεταζομένων προσώπων διαλαβὼν
ἐπὶ τὰ ἀνεξέταστα χωρεῖ. ταῦτα δὲ εἶναί φησι τά τε
ἀόριστα καὶ τὰ ἰσάζοντα διόλου. ἰστέον δὲ ὅτι ταῦτα
ἐπὶ μὲν πεπλασμένων ὑποθέσεων δύναται κρίσιν ἐκ-
δέξασθαι, ἐπὶ δὲ ἀληθείας οὐδαμῶς ἂν συσταίη· οὔτε
γὰρ ἀορίστου ὄντος τοῦ πεποιηκότος κατηγορία τις
ἔννομος κατ' αὐτοῦ γενήσεται οὔτε δύο πρόσωπα
30
ἐξισάζοντα διόλου ῥᾴδιον εὑρεῖν· κἂν γὰρ ἐπὶ τινῶν
κοινωνία τις αὐτοῖς συμβαίνοι ἐκ νεότητος ἢ πλούτου,
ἀλλ' οὖν ἐν τῇ ἀγωγῇ ἢ ταῖς πράξεσιν οὐκ ἐνδέχεται
μὴ διαφοράν τινα εὑρεθῆναι. οὐ μὴν οὐδὲ τὰ ἀνεξέ-
ταστα παντελῶς ἀκατάσκευα καταλέλοιπεν ἡ τέχνη,
ἀλλὰ τῆς μὲν τῶν ἀορίστων ἐξετάσεως τρεῖς ἡμῖν
παραδέδωκε μεθόδους· ἢ γὰρ κατασκευαστικοὺς αὐτοῖς
λογισμοὺς προσθήσομεν ὡς Δημοσθένης ἐν Φιλιπ-
πικοῖς ’ἤκουον δὲ ἔγωγέ τινων ὡς οὐδὲ τοὺς λιμένας
καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι‘ καὶ
εἰδὼς τὸ σαθρὸν τοῦ ἀορίστου τὴν κατασκευὴν εὐθὺς
ἐπήγαγε ’τὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι
διοικεῖν, οὐ Φίλιππον λαμβάνειν‘, ἢ ἐπικρίσει οἰκείᾳ
τὸ ἀόριστον συστήσει—ταύτην δὲ τὴν ἐπίκρισιν ὁ
μὲν ῥήτωρ μετὰ ὅρκου ποιήσεται ’καὶ μὰ τὸν Δία
οὐδὲν ἄπιστον ἴσως‘, ὁ δὲ Πλάτων θαρρῶν τῷ οἰκείῳ
ἀξιώματί φησι ’καὶ ἐγὼ πείθομαι‘—, ἢ ἐπαίνῳ συστή-
σει τὸν εἰρηκότα ὡς Δημοσθένης ’ὡς δὲ ἐγὼ τῶν ἐν
αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς οὐ-
δαμῶς οἵου τε ψεύδεσθαι‘ καὶ Πλάτων ἐν Ἀλκιβιάδῃ
’ἐπεί ποτε ἐγὼ ἤκουσα ἀνδρὸς ἀξιοπίστου τῶν ἀνα-
βεβηκότων παρὰ βασιλέα, ὃς ἔφη διελθεῖν χώραν πάνυ
πολλὴν καὶ ἀγαθὴν ἐγγὺς ἡμερησίαν ὁδόν, ἣν καλεῖν
τοὺς ἐπιχωρίους ζώνην τῆς βασιλέως γυναικός.‘ ἐπὶ
31
δὲ τῶν ἐξισαζόντων προσκείμενον ἀκριβῶς πάνυ τὸ
<διόλου> μέθοδον ἡμῖν παραδίδωσι, δι' ἧς δυνησόμεθα
καὶ ταῦτα πρὸς ἐξέτασιν παραλαβεῖν· ἐὰν γὰρ καὶ τὴν
βραχυτάτην διαφορὰν εὕρωμεν ἐν τῷ ἐξισάζοντι,
φευξόμεθα τὸ δοκεῖν τοῖς αὐτοῖς τῷ ἀντιδίκῳ περι-
πίπτειν. τοιγαροῦν οὕτω Δημοσθένης μὲν ἐν τοῖς
κατ' Αἰσχίνου λόγοις ἐξισάζοντος τοῦ ὅτι ἀμφότεροι
πολιτεύονται συνέστησεν αὐτὸ εἰπὼν ’σὺ μὲν γὰρ
ὑπὲρ τῶν ἐχθρῶν ἐγὼ δὲ ὑπὲρ τῆς πατρίδος ἅπαντα
πεπολίτευμαι‘ καὶ πάλιν ἐξισάζοντος τοῦ πεπρεσβευ-
κέναι ἐπὶ ἀμφοτέρων φησὶ βιαιότερον ἐγχειρῶν ’ἐγὼ
δὲ οὐδὲ συμπεπρεσβευκέναι φημὶ σοί, πρεσβεύειν
μέντοι σὲ μὲν πολλὰ καὶ δεινὰ κατὰ τῆς πατρίδος,
ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα.‘ Ὑπερείδης δὲ
πάλιν ἐν τῷ ὑπὲρ Φρύνης ἐξισάζοντος τοῦ ὅτι αὐτός
τε καὶ Εὐθίας ὡμιληκότες ἦσαν τῇ Φρύνῃ—ἑταίρα δὲ
ἦν αὕτη ἐκ Θεσπιῶν διαφέρουσα τῷ κάλλει καὶ ἐπακ-
μάσασα Λαΐδι· ἀναθέντων 〈δὲ τῶν〉 Ἑλλήνων ἐν
Δελφοῖς αὐτῆς εἰκόνα καὶ ἐπιγραψάντων ’Φρύνη Ἐπι-
κλέους Θεσπική‘ Κράτης ὁ κύων ὑπέγραψεν ’ἐκ τῆς
τῶν Ἑλλήνων ἀκρασίας‘—Ὑπερείδης οὖν ὁ ῥήτωρ ἐν
τῷ ὑπὲρ αὐτῆς λόγῳ εὑρών τινα διαφορὰν ἔφυγε τὸ
ἐξισάζον φήσας ’οὐ γὰρ ὅμοιόν ἐστι τὸν μὲν ὅπως
σωθήσεται ἐκ παντὸς τρόπου ζητεῖν, τὸν δὲ ὅπως
ἀπολέσειεν.‘
32
[134, 24] <’ὥσπερ δὲ τῶν προσώπων, οὕτως
καὶ τῶν πραγμάτων ἐστὶ διαφορά‘> οὐχὶ κατὰ
τὴν ποσότητά φησι—τὰ μὲν γὰρ ἄχρι ἑπτὰ προελή-
λυθε διαφορῶν, τὰ δὲ τρεῖς ἔχει μόνας—, ἀλλὰ κατὰ
τὴν ποιότητα· πολλὴ γὰρ καὶ τούτων ἡ πρὸς ἄλληλα
διαφορά.
[134, 25] <’καὶ ἰσχυροτάτην μὲν ἔχει δύναμιν
ταῦτα, ἐφ' οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται‘>
εἰκότως· τοὺς γὰρ λογισμοὺς ὧν ἂν βουλοίμεθα
πράττειν ἀεὶ προχείρους ἔχομεν· καὶ τὰς αἰτίας προ-
ηυτρεπικότες ἀπολογίας τε καὶ προφάσεις πιθανὰς οἱ
τολμῶντες τόδε τι ποιεῖν οὕτως ἐπὶ τὰ πράγματα
χωροῦσιν.
[134, 28] <’δευτέραν δὲ ὅταν ἑτέρου πράξαν-
τος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινό-
μενον‘> τῶν πραγμάτων ἐφ' οἷς ἡ κρίσις ἢ παρ'
ἡμῶν γιγνομένων ἢ παρ' ἑτέρων τὰ μὲν παρ' ἡμῶν
πεπραγμένα τὴν πρωτίστην ἔχει τάξιν, τὰ δὲ παρ'
ἄλλων ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται—ὅπερ ἐστὶ
φανερῶς—ἢ ἐξ ὑπονοίας. τὰ μὲν οὖν ἄντικρυς εἰς
ἡμᾶς ἀναφερόμενα τὴν δευτέραν ἔχει τάξιν, διότι
πεπλανημένους ἐπιδέχεται τοὺς λογισμούς· ὧν γὰρ
ἄλλοι πεπράχασι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰ-
τίας, εἴ γε μὴ συνειδείημεν αὐτοῖς; τὸ δὲ συνειδέναι
τῷ κακῷ πάντως ὑπεύθυνον. τὰ δὲ ἐξ ὑπονοίας τὴν
33
τρίτην εἰκότως ἐπιδέχεται τάξιν· πολὺ γὰρ ἀσθενέ-
στερον τὸ ἐξ ὑπονοίας πρᾶγμα ἀναφερόμενον εἴς τινα
τοῦ ἄντικρυς, πεπλανημένα γὰρ σφόδρα καὶ παντά-
πασιν ἀβέβαια τὰ τῶν ὑπονοιῶν ἀληθείας τε καὶ
ψεύδους ἐπίσης ἀπέχοντα. ἀπορήσειε δ' ἄν τις, τίνος
ἕνεκα τὴν τρίτην τῶν πραγμάτων τάξιν μεταξὺ τε-
τάχθαι τῶν προειρημένων δύο φήσας οὐ δευτέραν
αὐτὴν τέταχεν ἀλλὰ τρίτην· τὸ γὰρ <μεταξύ> πρόδηλον
ὡς μεσότητά τινα δηλοῖ. τρίτην μὲν οὖν αὐτοῖς ἐπι-
τέθεικε τάξιν, διότι τὴν εὐπορίαν ἐν τοῖς ζητήμασιν
ἐλάττονα τῶν προειρημένων ἡμῖν χορηγεῖ, μεταξὺ δὲ
αὐτὰ κέκληκεν, ἐπείπερ ἀμφοτέρων μετέχει τῶν ἀνω-
τέρω τάξεων, οἷον ἐπὶ Ἀρχιδάμου· τὸ γὰρ πρᾶγμα
ἐκεῖσε τῇ μὲν πρώτῃ τάξει τῶν πραγμάτων κοινωνεῖ,
διότι πέπρακται Ἀρχιδάμῳ ἄλλα τινά, ἐξ ὧν καὶ ἡ
τῆς δωροδοκίας ὑπόνοια βεβαιοῦται—χρόνον τε γὰρ
οὐκ ὀλίγον ἐν τῷ ἐπιστρατεύειν διέτριψεν, ὡς καὶ
Θουκυδίδης φησί, καὶ τὴν Ἀττικὴν δῃώσας μόνους
τοὺς Περικλέους ἀγροὺς καταλέλοιπεν ἀδῃώτους—, τῇ
δὲ δευτέρᾳ πάλιν κοινωνεῖ, διότι τὸ παρὰ Περικλέους
πεπραγμένον εἰς Ἀρχίδαμον ἀναφέρεται οὐ μάτην
ἀλλὰ διὰ τὰ πρότερον ὑπ' αὐτοῦ Ἀρχιδάμου πρὸς
χάριν Ἀθηναίων γεγονότα.
[135,…
τ…
The complete text is available when the reading interface loads.