The Greek Library Author

Olympiodorus

Prolegomena

Scientific editors
Adolf Busse
Edition reference
Olympiodori prolegomena et in categorias commentarium · Berlin · Reimer · 1902
CTS identifier
urn:cts:greekLit:tlg4019.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΛΟΓΙΚΗΣ.

<Θεωρία α΄.>

ἐπειδὴ πηγῆς ἐθέλομεν ἀπολαύειν ἀγαθῶν, σπουδὴ παρὰ ἡμῖν τῆς τὸ ζῆν, οὐχ ἥκιστα δὲ καὶ φωτεινὴν διάνοιαν ποδηγούσης εἰς τὴν τῶν ζητουμένων ἀκρίβειαν· φέρε πρὸς κατόρθωσιν τοῦ ποθουμένου, τριῶν τινων ἅμα ἀρχόμενοι, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλο- σοφίας, ἑκάστου τούτων τὰ προλαμβανόμενα ζητήσωμεν τοῦ [τοῦ συγγράμματος], τοῦτ’ ἔστι τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου, φημὶ δὲ τῆς λογικῆς, καὶ τῆς ἐπιστήμης, τοῦτ’ ἔστι τῆς Ἀριστοτέλους φιλοσοφίας. διὰ μὲν οὖν τὰς Κατηγορίας, τοῦτ’ ἔστι τὸ σύγγραμμα, ζητήσωμεν ἕξ τινα, πάντοτε εἰω- θότα παντὸς βιβλίου προλέγεσθαι, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸν συγγραφέα, τὴν διασκευὴν τοῦ βιβλίου. διὰ δὲ τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, ζητήσωμεν πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας ἡ λογική. διὰ δὲ πᾶσαν τὴν Ἀριστοτέλους φιλοσοφίαν δέκα τινά· πρῶτον μὲν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, τρίτον πόθεν δεῖ τῶν Ἀριστοτέλους βιβλίων ποιήσασθαι τὴν ἀρχήν, τέταρτον τίς ὁ τούτων βαθμὸς καὶ διὰ τίνων ἐπὶ τὸ ταύτης τέλος πορευόμεθα, πέμπτον τί τὸ ἀναφαινόμενον χρήσιμον ἐκ τοῦ τέλους τῆς φιλοσοφίας, ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον ποῖον δεῖ εἷναι τὸν ἐξηγούμενον, ὄγδοον τίνος χάριν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ἔνατον τί τὸ εἶδος τῆς ἀπαγγελίας καθέστηκεν, δέκατον πόσα καὶ τίνα δεῖ ἑκάστου συγγράμματος προλέγεσθαι. οὐκοῦν ἐπειδὴ τοῦτον <τὸν> σκοπὸν ἔχομεν, τῶν προτεθέντων τριῶν ζητῆσαι τὰ προλαμβανόμενα, | ζητητέον καὶ ἐν αὐτοῖς τούτοις πόθεν δεῖ τὴν ἀρχὴν 2r 1 in titulo εἰς τὰ cicias 2 θεωρία ἁ iiiserui (cf. p. 6,5 10,35 14,12) 4 τῇ . . ἀρχῇ scripsi: τῆς . . ἀρχῆς M 8 τοῦ συγγράμματος delevi 18—20 scribas τέταρτον τί τὸ ἀναφαιν. . . . . φιλοσοφίας, πέμπτον τίς ὁ ταύτης (pro τούτων) βαθμός xai διὰ τίνων ἐπὶ τὸ . . πορευόμεθα (cf. p. 9,14. 31) 25 τὸν inserui Comment. in Arist. ΧΙΙ 1. Olyiup. Prol. et iu Cat. ποιήσασθαι τῆς διδασκαλίας, ἆρα ἀπὸ προτέρων τῶν Κατηγοριῶν, ἆρα ἀπὸ τῆς μεθόδου, ἡ ἀπ’ οὐδετέρου, ἀλλὰ μᾶλλον ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας. λέγω τοίνυν ὅτι δεῖ προηγεῖσθαι τὰ ζητούμενα κατὰ Ἀριστοτέλους φιλοσοφίας ἤπερ τὰ τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου διὰ δύο αἰτίας τινάς, διὰ τὰς ἐπιστήμας καὶ τὰς τέχνας· ζηλωταὶ γὰρ τούτων γινόμεθα, τῶν μὲν ἐπιστημῶν, διότι φίλον αὐταῖς ἀπὸ τῶν καθολικωτέρων ποιεῖσθαι τὴν ἀρχήν, ὅπερ καὶ ἐπὶ τῆς φιλοσοφίας εὑρίσκομεν· καὶ γὰρ αὕτη καθολικωτέρα μέν ἐστι τῆς λογικῆς, ἡ δὲ λογικὴ τῶν Κατηγοριῶν. τῶν δὲ τεχνῶν ζηλωταὶ γινόμεθα ἀρχόμενοι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, ἐπειδὴ ὃν τρόπον ἐκεῖναι τὸ τέλος τῆς θεωρίας ἀρχὴν ποιοῦσι τῆς πράξεως, ὡς ἔχει, εἰ τύχοι, ἐπὶ οἰκοδόμου οἰκοδομοῦντος οἶκον, οὕτω καὶ ἡμεῖς ἀπὸ τῶν Κατηγοριῶν τὴν ἀρχὴν ποιησάμενοι ἀνήλθομεν ἐπὶ τὴν λογικήν, ἀπὸ δὲ τῆς λογικῆς ἐπὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὅπερ τέλος μὲν γέγονε τῆς θεωρίας ἀρχὴ δὲ γενήσεται τῆς πράξεως. οὐκοῦν ἐπειδὴ ἔδοξεν ἡμῖν καὶ καλῶς ἔδοξεν τὴν ἀρχὴν ποιήσασθαι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, δεῖ δὲ τὰ δέκα ἐκεῖνα πρῶτον φανερὰ γενέσθαι τὰ ἤδη εἰρημένα, πρῶτον μὲν τὸ πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον δὲ τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, καὶ τρίτον τίς ἡ ἀρχή, τέταρτον τίς ἡ ὁδός, πέμπτον τί τὸ τέλος, ἕκτον τὸ ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, ὄγδοον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν, δέκατον πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος, φέρε ζητήσωμεν εὐλόγως δι’ ἣν αἰτίαν πλείονα μήτε ἐλάττονα τῶν δέκα ὀφείλει ζητεῖσθαι. καὶ 2v ἐπειδὴ τοῦτον ἔχομεν τὸν σκοπόν, διαιρετικῇ τινι μεθόδῳ ὑποβάλλωμεν τὸν λόγον δεικνύντες ἀναγκαῖα εἶναι πρὸς ζήτησιν ταῦτα μόνα τὰ δέκα, ἐκεῖνο ἐν νῷ ἔχοντες τὸ τοῦ θείου Πλάτωνος ἀπόφθεγμα τὸ λέγον ὅτι τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν. ἡ φιλοσοφία τοίνυν καὶ ὀνομάζεται καὶ ὑφέστηκεν. καὶ διότι μὲν ὀνομάζεται, ποιεῖ τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων. καθὸ δὲ ὑφέστηκεν, ἢ καθ’ αὑτὴν ἡ ἐν σχέσει θεωρεῖται. καὶ ἐν σχέσει τινὶ θεωρουμένη, ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἡμάς. καὶ πρὸς ἑαυτὴν ἢ κατὰ διαίρεσιν ἢ κατὰ συνέχειαν. καὶ διότι μὲν ἐν διαιρέσει ἐστίν, ζητοῦμ·εν τὸ δεύτερον κεφάλαιον, τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, διότι δὲ ἐν συνεχείᾳ ἐστί, ποιεῖ τὰ τρία κεφάλαια, τίς ἡ ἀρχή, τίς ἡ ὁδός, τί τὸ τέλος· καὶ εἰκότως τρία, διότι πᾶσα συνέχεια καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος. ὅτε δὲ πρὸς ἡμᾶς ἔχει τὴν σχέσιν, πάντως ἢ πρὸς τὸν μανθάνοντα ἔχει ἢ πρὸς τὸν διδάσκοντα, καὶ ποιεῖ δύο κεφάλαια, ἓν μὲν τὸ λέγον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, δεύτερον δὲ τὸ ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον.. εἰ δὲ καθ’ ἑαυτήν ἐστι, καὶ λέξιν ἔχει καὶ διάνοιαν· καθὸ μὲν οὖν λέξιν ἔχει, ποιεῖ ἄλλα δύο τινὰ κεφάλαια, ποῖόν τι τὸ εἶδος τῆς ἀπαγγελίας καὶ διὰ 17 εἰρημένα] ρ. 1,16 19. 20 scribas τέταρτον τί τὸ τέλος, πέμπτον τίς ἡ ὁδός (cf. p. 1. 18. 19 not. Philop. p. 1,11 El. ρ. 107,15.10) 28 Πλάτωνος ἀποφθ.] Soph. p. 235 C τελευταῖον κεφάλαιον, τὸ ζητοῦν πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἐπὶ τῆς Ἀριστοτέλους φιλοσοφίας ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. οὐκοῦν ἐπειδὴ ἐδείξαμεν ἀναγκαῖα δέκα μόνον ὄντα τὰ ζητούμενα τῇ διαιρετικῇ μεθόδῳ, φέρε ἐπεξέλθωμεν ἕκαστον | τῶν εἰρημένων πολυπραγμονοῦντες 3r τὴν φύσιν αὐτοῦ. καὶ τέως ἐπεξέθωμεν τῷ πρώτῳ κεφαλαίῳ τῷ παραγγέλλοντι δεῖν ζητῆσαι πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων τῶν φιλοσόφων.

Λαμβάνονται τοίνυν ἑπταχῶς τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων· ἢ· ἀπὸ τῶν αἱρεσιαρχῶν, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ἢ ἐκ τοῦ τόπου ἔνθα ἐπαίδευον, ἢ ἐκ τοῦ εἴδους καὶ τοῦ τρόπου τῆς ζωῆς, ἢ ἐκ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ἢ ἀπό τινος συμβεβηκότος, ἢ ἀπὸ τοῦ τέλους. ἀπὸ μὲν τῶν αἱρεσιαρχῶν, ὡς ὅταν εἴπωμεν Πυθαγορείους, Δημοκριτείους, Ἐπικουρείους ἔκ τε Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου, οἵτινες τῆς τούτων προκατήρξαντο αἱρέσεως. ἀπὸ δὲ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὡς ἡ Κυρηναϊκὴ λέγεται φιλοσοφία ἀπὸ Ἀριστίππου τοῦ Κυρηναϊκοῦ καὶ Ἐρετριακὴ ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως καὶ Μεγαρικὴ φιλοσοφία ἀπὸ Εὐκλείδου καὶ Τερψίωνος τῶν Μεγαρέων. ἀπὸ δὲ τοὐ τόπου ἔνθα ἐπαίδευον, ὡς Στωϊκοὶ ὡς διὰ τὸ ἐν τῇ ποικίλῃ στοᾷ Ζήνωνα διατρίβοντα παιδεύειν, ἐκεῖσε ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἡ τούτου λέληχεν αἵρεσις. ἀπὸ δὲ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν φιλόσοφοι διὰ δύο τινὰς αἰτίας· ἢ ὅτι ἀπλῶς καὶ ὡς ἔτυχεν ἔζων, δίκην κυνῶν | ἐσθίοντες ἐπ’ ἀγορᾷ 3v καὶ πίνοντες καὶ ἐν πίθοις καθεύδοντες καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα ἀπροφύλακτον ποιοῦντες, ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ, ἢ διότι ὥσπερ κύνες ὑλακτοῦσιν μὲν πρὸς τοὺς ξένους σαίνουσι δὲ πρὸς τοὺς οἰκείους, οὕτω καὶ οὗτοι τοὺς μὲν ἀξίους φιλοσοφίας ἀπεδέχοντο καὶ προθύμως ἠγάπων τοὺς δὲ ἀναξίους φιλοσοφίας καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι αὐτῆς λόγῳ ἀπωθοῦντο καὶ ἐδίωκον. τούτου οὗν χάριν διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικὸν Κυνικοὶ ὠνομάσθησαν· ἀμέλει τοι καὶ ὁ Πλάτων φησὶ περὶ αὐτῶν ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον’. ἀπὸ δὲ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ὠνομάσθησαν αἱρέσεις, ὥσπερ φαμὲν τοὺς Ἐφεκτικούς, οἵτινες περὶ τὴν τῶν πραγμάτων φύσιν καταγιγνόμενοι καὶ ταύτην ζητοῦντες καὶ μὴ δυνηθέντες ταύτην κατορθῶσαι ἀκαταληψίαν ἐνόουν. πρὸς ἐπὶ ταύτῃ δὲ ἔλεγον καὶ ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθές ἐστι. τούτων καὶ ἡ τρίπους ἡ καλουμένη’ Ἀπόλλωνος ἦν. τρίπους δὲ Ἀπόλλωνος ἐλέγετο, διότι περὶ παντὸς πράγματος ἐρωτώμενοι τὴν ἀπόκρισιν ἐποιοῦντο τριπλῆν, λέγοντες ἢ ἀμφότερα εἶναι ἢ οὐδέτερον ἢ τὸ ἕτερον, οἷον ὡς ἔχει ἐπὶ τῆς ψυχῆς· ἐρωτώμενοι 2 προλαμβ. scripsi: παραλαμβ. M 4 ἀναγκαίως componil. M (of. p. 2,26) 13 πυθαγορίους δημοκριτίους ἐπεκουρίους M 14 post αἱρέσεως add. ὁρισμὸς αἱρέσεως αἵρεσις γάρ ἐστι δόξα ἀνδρῶν σοφῶν πρὸς ἑαυτοὺς μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων M (cf. El. p. 108,21) 16 κυρηνιακοῦ M 18 στοϊκοὶ M 24 ἀρνούμενοι scripsi: ὁρώμενοι M superscr. M1 38 τὸ superscr. M1 γάρ, εἰ τύχοι, τί ἐστιν ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἀποκρίνοντι λέγοντες ὅτι ἢ ἀμφότερα, τοῦτ’ ἔστι θνητὴ καὶ ἀθάνατος, ἢ οὐδέτερον, οὐδὲ θνητὴ οὐδὲ ἀθάνατος, ἢ τὸ ἕτερον· καὶ τοῦτο διχῶς, ἢ θνητὴ ἢ ἀθάνατος. ταῦτα τοίνυν ἐκείνων λεγόντων ὁ θεῖος Πλατῶν καὶ | Ἀριστοτέλης ἐλέγχοις δυσωποῦσιν 4r τὴν αἵρεσιν τούτων, ὁ μὲν Πλατῶν λέγων οὕτως· ὑμεῖς οἱ πρεσβεύοντες ἀκαταληψίαν ἢ ἐπέγνωτε ὅτι ἔστιν ἀκαταληψία ἢ οὐκ ἔγνωτε· εἴ μὲν οὖν μὴ ἔγνωτε, πῶς ὑμῖν πιστεύσωμεν ἀπὸ γνάθων ἀποφαινομένοις; εἰ δὲ ἔγνωτε ὅτι ἀκαταληψία ἔστιν, ἰδοὺ πάλιν ἔστι κατάληψις· κατελάβετε γὰρ ὅτι ἔστιν ἀκαταληψία. ὁ δὲ Ἀριστοτέλης πρὸς Πρωταγόραν οἰόμενον, ὡς εἴρηται, τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθὲς εἶναι, ταυτί φησιν· εἴ τε ψεύδεται Πρωταγόρας, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας, ψεύδεται· εἴ <τε> γὰρ ψεύδεται λέγων Πρωταγόρας ἀκαταληψίαν, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας λέγων ὅτι πᾶς ὁστισοῦν πρεσβεύει τι περί τινος ἀληθεύει, δοξάζομεν δὲ ἡμεῖς ὅτι ἔστι κατάληψις, οὐκοῦν δῆλον ὅτι ἀληθῶς καὶ ἔστι κατάληψις· εἰ δὲ ἔστι κατάληψις, ψεύδεται Πρωταγόρας. ὁ δὲ Γαληνὸς ἐλέγχει τούτους ἀπὸ τῆς ἐναργείας, λέγων ὅτι ‘εἰ μὴ ἔστι κατάληψις καὶ ἔστι ὡρισμένη ἡ φύσις τῶν πραγμάτων, τί δήποτε ὕδωρ μὲν ζητοῦντες οὐκ ἐπὶ κάμινον βαδιούμεθα, τροφὴν δὲ ὁμοίως ζητοῦντες οὐκ ἐπὶ θάλατταν βαδιούμεθα;’ ἀλλ’ ἐπειδὴ ἱκανοὶ ἔλεγχοι εἴρηνται πρὸς αὐτούς, φέρε ζητήσωμεν ἀπὸ ποίας ἐννοίας ὁρμώμενοι ἐπρέσβευσαν ἀκαταληψίαν εἶναι. φαμὲν τοίνυν ὡς τοιούτων λόγων κεχρημένοι ἐπρέσβευον ἀκαταληψίαν· ἔλεγον γὰρ ὡς δεῖ τὸ γιγνῶσκον ἐφαρμόζειν τῷ γιγνωσκομένῳ· ἀλλ’ εἰ μέλλοι, φασίν, ἐφαρμόζειν τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ, δεῖ στάσιμον εἶναι καὶ βέβαιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ γιγνωσκόμενον· εἰ δὲ καὶ κινοῖτο, δεῖ συγκινεῖσθαι καὶ μεταβαίνειν τὸ γιγνῶσκον μετὰ τοῦ | γιγνωσκομένου. ἀλλὰ μὴν τὰ μὲν 4v γιγνωσκόμενα, τοῦτ’ ἔστι τὰ πράγματα, ῥευστὰ καὶ μεταβλητὰ καὶ οὐ μόνιμα τυγχάνει, ἡ δὲ ψυχὴ ἡ ταῦτα γιγνώσκουσα οὔτε κινεῖται οὔτε συνακολουθεῖ τούτοις· δῆλον ἄρα ὅτι οὐκ ἔστι κατάληψις. ταύτης μὲν οὖν τῆς ἐννοίας ἐχόμενοι τοιούτῳ λόγῳ ἐκέχρηντο πρὸς πίστιν τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ὡς οὐκ ὀρθὰ πρεσβεύετε μὴ λέγοντες συγκινεῖσθαι τοῖς πράγμασι τὴν ψυχήν· ὅτι μὲν γὰρ οὐκ ἔχει στάσιν τὰ γεννητὰ καὶ φθαρτὰ δῆλον, ὡς καὶ αὐτὴ ἡ φύσις τῶν πραγμάτων μαρτυρεῖ καὶ εντι μέντοι γε τὸ ἀπόφθεγμά τινος ἀρχαίου τὸ λέγον ὅτι ὃν τρόπον ἀδυνατόν ἐστιν ἐν τῷ αὐτῷ ποταμῷ δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν χρόνον κατὰ τὸ αὐτὸ ὑποκείμενον καὶ τί λέγω, φησὶν ἕτερος, εἶπεν] ὅτι οὐ δυνατὸν δὶς ἐμβῆναι εἰς τὸ αὐτὸ ὕδωρ, ὅπου γε καὶ οὐδὲ ἅπαξ; ἄλλῳ γὰρ ὕδατι κλύζονται 5 Πλάτων] cf. Philop, p. 2,20 7 ἀποφαινομένοις sciipsi: ἀποφαινομένων compend. M 9 Ἀριστ.] cf. El. 110,8 110,8 11 alt. xe acldidi 12 ponas Πρωτ. λέγων ’d τινος] ὃς evan. Μ 14 ἀληθῶς] uis evan. M 15 Γαληνὸς] cum a Galeno ἐνάργεια saepe laudetur (cf. Zclleri ’ll. Gr. lY p. 825), haec verba non inveuiuntur: fort, spectat 01. depcrditum librum Περὶ ἀποδείξεως (cf. I p. 52 XIX p. 11 Kiilin) 10 ἐναργείας soripsi: ἐνεργείας M 17 τίς (sed ς del.) M 22 φησίν M 26 μόνημα M 30 πρεσβεύεται M 33 τινος ἀρχαίου] cf. lleraclili frg. 41 Byw. 12 et 91 Diels 33 ἔτερος] Cratylus; cf. Arist. MetapL. Γ 5 p. 1010a 14 35 εἶπεν delevi μέν, εἰ τύχοι, δάκτυλοι ἄλλῳ δὲ πούς), οὕτως οὐδὲ τὰ πράγματα δυνατὸν στάσιν ἔχειν, ἀλλὰ μεταβάλλεσθαι ἀεί. τὴν δὲ ψυχὴν εὑρίσκομεν ὅτι μὴ μόνον κατόπιν ἐρχομέν·ην τῶν πραγμάτων ἀλλὰ καὶ τῇ ὀξύτητι τῆς κινήσεως ἔστιν ὅτε καὶ προλαμβάνουσαν, ὡς δηλοῦσιν αἱ μαντεῖαι καὶ αἱ προρρήσεις τῶν ἡλιακῶν, εἰ τύχοι, ἐκλείψεων· ταῦτα γὰρ σημεῖά ἐστι προγιγνωσκούσης ψυχῆς τὰ πράγματα.

Οὕτω μὲν οὖν ἀπὸ τοῦ τρόπου τῆς γνώσεως ὀνομάζονται αἱρέσεις. ἔστι δὲ ὅτι ἀπὸ τοῦ τέλους | ἐκαλοῦντο αἱ αἱρέσεις, ὡς οἱ καλούμενοι Ἡδονικοί· 5r οὗτοι γὰρ τέλος τιθέμενοι εἶναι τὴν ἡδονὴν τῆς φιλοσοφίας καὶ πάντων τῶν ὄντων, ἡδονὴν δὲ οὐ τὴν αἰσχρὰν οὔτε τὴν τοῖς πολλοῖς ἐγνωσμένην, μετειλήφασι τοῦ ὀνόματος καὶ ἐκαλοῦντο Ἡδονικοί. ἀλλ’ ἰστέον ὅτι οὐ καλῶς τὴν ἡδονὴν ἐτίθεντο τέλος εἶναι· τέλος γάρ ἐστιν ἡ εὐδαιμονία. ἡ δὲ εὐδαιμονία τριχῶς θεωρεῖται· καὶ περὶ ψυχήν, ὅτι ἐπανθεῖ ταύτῃ ἡ ἀλήθει καὶ ἡ δικαιοσύνη, καὶ περὶ σῶμα, ὅτι εὐεξίας μετέχει πρὸς τὸ ταῖς ψυχικαῖς ὑπουργεῖν ἀρεταῖς, καὶ πρὸς τὰ ἐκτός, ὅτι * * τις εὐδαίμων καθέστηκεν. ἡμεῖς δὲ τὴν ἡδονὴν οὐ τέλος φαμὲν ἀλλὰ τῷ τέλει ἑπομένην, ὥσπερ τὴν σκιὰν λέγομεν ἕπεσθαι τοῖς φωτιζομένοις σώμασιν, ὁπόταν μὴ κατὰ κορυφῆς ᾖ ὁ ἥλιος. ἀπὸ δὲ συμβεβηκότος φαμὲν ὀνομάζεσθαι τὰς αἱρέσεις, ὡς Περιπατητικούς φαμεν. Περιπατητικοὶ δὲ ὠνομάσθησαν ἀπό τινος αἰτίας τοιοῦτον ἐχούσης τὸν τρόπον· ὁ θεῖος Πλατῶν οἰόμενος ἔχειν τὸ σῶμα ὑγιὲς καὶ ἀνεμπόδιστον πρὸς τὰς τῆς ψυχῆς ἐνεργείας. κινούμενος τὴν πρὸς τοὺς ἑταίρους ἐποιεῖτο συνουσίαν. τελευτήσαντος δὲ τούτου διεδέξαντο τὴν διατριβὴν αὐτοῦ Ξενοκράτης καὶ Ἀριστοτέλης, [καὶ] οἱ τούτου μαθηταί. καὶ ὁ μὲν Ξενοκράτης ἐπαίδευεν ἐν Ἀκαδημίᾳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Ἀκαδημαϊκὸς Περιπατητικός, ὁ δὲ Ἀριστοτέλης ἐν τῷ Λυκείῳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Λύκειος Περιπατητικός. ὕστερον τοῖς μὲν Ξενοκράτους ἄλειψεν ἡ ἐνέργεια καὶ ἐκλήθησαν μόνως Ἀκαδημαϊκοί, τοῖς δὲ Ἀριστοτέλους ὁ τόπος καὶ ἐκλήθησαν | μόνως Περιπατητικοί. καὶ 5v εἰκότως οὐκ ἔλειψεν ἡ ἐνέργεια τούτοις· ἔπρεπεν γὰρ Ἀριστοτέλει τῶν δουμάτων τοῦ διδασκάλου ἀνάπλεῳ ὄντι καὶ τῆς προσηγορίας αὐτοῦ τυχεῖν. καὶ ἐν τούτοις πληροῦται καὶ ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων έπταχῶς ληφθεῖσα. καὶ ἵνα δείξωμεν ὅτι οὐδὲ πλέον οὐδὲ ἔλαττον δύναται εἶναι ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων, προέλθωμεν ἐκ διαιρέσεως οὕτως· ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων λαμβάνεται ἢ ἀπὸ συμβεβηκότος ἢ ἀπὸ διανοίας. ἀπὸ συμβεβηκότος, ὥσπερ οἱ Περιπατητικοί, ἀπὸ δὲ διανοίας ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πραγμάτων. καὶ ἀπὸ προσώπου ἢ ἀπὸ ὀνομάτων, ὥσπερ λέγονται Πυθαγόρειοι, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἡ ὅθεν προῆλθον, ὥσπερ οἱ Κυρηναϊκοὶ καὶ Ἐρετριακοί. ἀπὸ δὲ πραγμάτων ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοί, ἢ ἀπὸ τοῦ 4 post ἔστιν additum προγιγν (sic) del. M 10 οὔτε] an οὐδὲ? 15 post ὅτι lac signavi; conicias ὅτι <τούτων μὴ παρόντων οὔ> τις 20 οἰόμενος] au βουλόμενος? 22 ἑταίρους scripsi: ἑτέρους Μ 23 καὶ delevi 26 λυκίῳ et Λύκιος M 36. 39 πραγμάτων scripsi: πάντων M 38 στοϊκοί M τρόπου τῆς γνώσεως, ὥσπερ οἱ Ἐφεκτικοί, ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί. καὶ αὕτη ἐστὶν ἡ διαίρεσις ἡ δεικνύουσα ὅτι εἰκότως ἑπτά εἰσιν αἱ ἐπωνυμίαι τῶν φιλοσόφων αἱρέσεων. διὸ καὶ ἡμεῖς τοῦ συμμέτρου

<Θεωρία β΄.>

Τῇ ἀπαριθμήσει τῶν προκατακληθέντων δέκα κεφαλαίων διανύσαντες τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ μεμαθήκαμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων λαμβάνεται, ὅτι ἑπταχῶς, φέρε καὶ | ἐπὶ τὸ δεύτερον κεφάλαιον ὁδεύσωμεν, 6r ἐπὶ τὴν διαίρεσιν τῶν Ἀριστοτέλους συγγραμμάτων φημί. τῶν τοίνυν συγγραμμάτων Ἀριστοτέλους τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξὺ τῶν καθόλου καὶ τῶν κατὰ μέρος. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραπται, οἷαί εἰσιν αἱ ἐπιστολαί, ἅστινας Ἀνδρόνικ·ός τε καὶ Ἀρτέμων συνήγαγον. καθόλου δέ ἐστι συγγράμματα ἐν οἷς τὴν τῶν πραγμάτων φύσιν ζητεῖ. μεταξὺ δὲ οἷαί εἰσιν αἱ ἱστορίαι, οἵα ἐστὶν ἡ Περὶ ζῴων ἱστορία καὶ αἱ Πολιτεῖαι σν΄ οὖσαι τὸν ἀριθμόν, ἐν αἷς τὸν βίον Ἀθηνίων καὶ ἄλλων τινῶν διηγεῖται. καὶ μὴ λεγέτω τις πρὸς ἡμᾶς ἀπορῶν τί δήποτε γέγραπται τῷ φιλοσόφῳ τοιαῦτα συγγράμματα· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τῆς ἐκείνου φιλανθρωπίας σημεῖον καθέστηκεν· τὰς γὰρ πολιτείας τῶν προτέρων ἐξέθετο, ἵνα τῶν μεταγενεστέρων τινὲς ἐντυγχάνοντες καὶ κρίνοντες ἐν τίσι μὲν χρηστῶς ἐπολιτεύσαντο ἐν τίσι δὲ οὐ χρηστῶς, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσιν. ἀλλὰ τοῖς μεταξὺ καὶ τοῖς μερικοῖς χαίρειν εἰρηκότες, τραπώμεθα ἐπὶ τὰ καθόλου, τούτων τὴν διαίρεσιν πολυπραγμονοῦντες. τούτων τοίνυν τῶν καθόλου τὰ μέν ἐστι ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. ὑπομνηματικὰ μέν ἐστι ὅσα κεφαλαιωδῶς καὶ μόνα εἰσὶν ἀπογεγραμμένα, ἀκαλλώπιστον δὲ τὴν φράσιν ἐκτήσαντο· ἰστέον γὰρ ὅτι οἱ παλαιοὶ συγγράφασθαί τι | βουλόμενοι, ὅσα πρὸς ἀπόδειξιν ηὕρισκον τοῦ προκειμένου συγγράμματος 6v συμβαλλόμενα, κεφαλαιωδῶς ἀπεγράφοντο. οὐ μὴν ἀλλὰ καὶ τοῖς τῶν παλαιοτέρων βιβλίοις ἐντυγχάνοντες πολλὰ τῶν ναημάτων ἐκεῖθεν ἀφῃροῦντο, ὥστε τὰ μὲν ἀληθῆ κρατύνειν ἐξελέγχειν δὲ τὰ ψευδῆ. καὶ ἡ μὲν τῶν ὑπομνηματικῶν φύσις τοῦτον ἔχει τὸν τρόπον. συνταγματικὰ δὲ καλοῦμεν ὅσα μετὰ τῶν νοημάτων καὶ λέξιν ἔχει κεκοσμημένην καὶ φράσιν κεκαλλωπισμένην πρέπουσαν τοῖς συγγράμμασιν, ὥστε τούτῳ διαφέρει τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τῷ τὰ μὲν ἀκαλλώπιστον τὴν φράσιν ἔχειν τὰ δὲ μετὰ τῶν ἐνθυμημάτων τῶν δεόντων κεκαλλωπισμένην τὴν φράσιν ἔχειν.

Τούτων τοίνυν τῶν ὑπομνηματικῶν τὰ μέν ἐστι μονοειδῆ τὰ δὲ ποικίλα· μονοειδῆ μὲν ὅσα πρὸς ἓν πεποίηται πρόσωπον, ποικίλα δὲ ὅσα πρὸς πλείονα ἀποτείνεται πρόσωπα. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστιν αὐτοπρόσωπα τὰ δὲ διαλογικά. καὶ αὐτοπρόσωπα μὲν ὅσα ἀπὸ τοῦ ἰδίου προσώπου προήνεγκεν, διαλογικὰ δὲ ὅσα δραματιωδῶς ἐστι κατεσκευασμένα κατὰ πεῦσίν τε καὶ ἀπόκρισιν πλειόνων προσώπων. ἀλλ’ ἐπειδὴ τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὀνομάζεται τὰ δὲ αὐτοπρόσωπα καὶ ἀκροαματικά, φέρε εὐλόγως ζητήσωμεν πόθεν τὴν τοιαύτην προσηγορίαν ἐκτήσαντο. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ | ὠνομάσθη, διότι τὰ μὴ πρέποντα τῷ 7r ἑαυτοῦ σκοπῷ ἐν τούτοις ἐκτίθεται. οὕτως ἔλεγε καὶ ὁ Ἀλέξανδρος διὰ τὸ μὴ βούλεσθαι αὐτὸν λέγειν τὴν ψυχὴν ἀθάνατον, καὶ ταῦτα Ἀριστοτέλους ἐκεῖσε βοῶντος τὴν ἀθανασίαν τῆς ψυχῆς. ὡς οὖν εἴρηται, ἵν μὴ ἀναγκασθῇ Ἀλέξανδρος λέγειν τὴν ψυχὴν ἀθάνατον, πρεσβεύων αὐτὴν εἶναι θνητήν, ἐξωτερικὰ ἐκεῖνα ἔλεγεν ὀνομάζεσθαι, ἐν οἷς μὴ τὰ δοκοῦντα αὐτῷ λέγει ὁ Ἀριστοτέλης. καὶ ταῦτα μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ἐλέγομεν ὅτι ἐξωτερικὰ ταῦτα ὠνόμασται, ὅσα πρὸς τοὺς ἐπιπολαίως γέγραπται καὶ μὴ γνησίως φιλοσοφοῦντας. τοιαῦτα δέ ἐστι τὰ ἔχοντα σαφεστέραν τὴν φράσιν, τὰ μὴ ἀποδεικτικῇ ἐπιστήμῃ ὑποβαλλόμενα, ἀλλὰ μᾶλλον πιθανοῖς λόγοις κεκαλλωπισμένα, καὶ πρὸς ἐπὶ τούτοις τὴν ἀνάτασιν ἔχοντα πρὸς ἔνδοξα πρόσωπα. καὶ ταῦτα μὲν ἱκανὰ περὶ τῆς κλήσεως τῶν διαλογικῶν, διὰ τί ἐξωτερικὰ καλοῦνται. τὰ δὲ αὐτοπρόσωπα καλοῦνται καὶ ἀκροαματικά. τοιούτῳ δὲ ὀνόματι προσηγορεύθησαν, διότι μόνοις τοῖς ἐρασταῖς φιλοσόφοις καὶ πολλοὺς κατορθώσασιν λόγους πεποίηνται πρὸς ἀκρόασιν.

Τούτων τῶν αὐτοπροσώπων τὰ μὲν συμβάλλονται πρὸς αἵρεσιν καὶ φυγήν, τοῦ μὲν ἀγαθοῦ αἵρεσιν τοῦ δὲ κακοῦ φυγήν, καὶ ποιοῦσιν τὰ πρακτικά, τὰ δὲ πρὸς ἀληθείας γνῶσιν καὶ ποιοῦσι | τὰ θεωρητικά, τὰ δὲ πρὸς 7v ἀμφότερα ταῦτα, πρὸς διάκρισιν ἀληθείας καὶ ψεύδους φημὶ καὶ ἀγαθοῦ καὶ κακοῦ, καὶ ποιοῦσι πάντα τὰ συγγράμματα τὰ λογικά. ἀπό τε οὗν τῶν θεωρητικῶν τε καὶ τῶν πρακτικῶν τῇ διαιρέσει τῆς φιλοσοφίας κεχρήμεθα, λέγοντες ὅτι τῶν θεωρητικῶν τὰ μέν ἐστι φυσικὰ ἰὰ δὲ θεολογικὰ τὰ δὲ μαθηματικά. φυσικὰ μὲν οἵα ἐστὶν ἡ Φυσικὴ ἀκρόασις καὶ ἡ Περὶ γενέ- σεως καὶ φθορᾶς καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὰ Μετέωρα καὶ ἡ Περὶ ψυχῆς ἡ καλουμένη. μαθηματικὰ δὲ οἷα τὰ Μηχανικὰ καὶ Ὀπτικὰ προβλήματα. θεολογικὰ δὲ οἵα ἐστὶν ἡ Μετὰ τὰ φυσικά. τῶν δὲ πρακτικῶν τὰ μέν ἐστιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ τὰ Νικομάχεια τὰ καλούμενα, οἰκονομικὰ δὲ ὥσπερ ὁ Οἰκονομικὸς αὐτοῦ 7 εὐλόγως suppl. in iiirg. M 9 ὀνομάσθη M 11. 12 ταῦτα ἀριστοτέλους ἐκ. βοῶντος sciipsi: ταύτην ἀριστοτέλη (?) ἐκ. βοῶντα M 15 ἐλέγομεν] λέγομεν Littig (haud recte; cf. El. p. VII) 16 ὠνόμασται Amm. (p. 4,23): γέγραπται M 17 φιλοσοφοῦντας scripsi: φιλοσοφοῦσι M 18 πειθανοῖς M 19 ἔχοντα scripsi: ἔχοντες M 22 τοιούτῳ δὲ ὀνόματι Littig: τοιούτου δὲ ὀνόματος M μόνοις τοῖς Littig: τοῖ μόνοις M 22 an φιλοσοφίας? 26 ἀληθείας sciipsi: ἀλήθειαν M 28 ἀπό τε] an ἐπὶ μὲν? 33 μαθητικὰ M (fere constiuitei) οἷον M (corr. Littig) 35. 36 εὔδημια et νικομάχια M (γέγραπται γὰρ αὐτῷ οἰκονομικός), πολιτικὰ δὲ ὥσπερ ὁ Πολιτικὸς αὐτοῦ ἕτερος ὢν παρὰ τὰς σν΄ πολιτείας τὰς εἰρημένας· ἐκεῖναι γὰρ οὔκ εἰσιν καθόλου. καὶ ἡ μὲν τῶν θεωρητικῶν καὶ πρακτικῶν διαίρεσις τοῦτον ἔχει τὸν τρόπον. τῶν δὲ λογικῶν συγγραμμάτων τὰ μὲν αὐτὴν τὴν μέθοδον διδάσκει τὰ δὲ τὰ συμβαλλόμενα πρὸς τὴν μέθοδον τὰ δὲ <τὰ> καθαίροντα τὴν μέθοδον. καὶ ἔστιν αὐτὴ μὲν ἡ μέθοδος ἡ καλουμένη Ἀποδεικτική, τὰ Υστερα καλούμενα ἀναλυτικά, συμβαλλόμενα δὲ πρὸς τὴν μέ|θοδον αἱ 8r Κατηγορίαι, τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά. ἐκκαθαίρουσι δὲ τὴν μέθοδον οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς τὸ καλούμενον.

Ἀλλ’ εἰ βούλεσθε, καὶ τὴν τάξιν μάθωμεν τῶν συμβαλλομένων εἰς τὴν ἀρχὴν τῆς μεθόδου. ἰστέον τοίνυν ὅτι σκοπὸν ἔχομεν ἐν τῇ λογικῇ τὰς ἀποδείξεις μαθεῖν. διὰ συλλογισμῶν δὲ ταύτας μανθάνομεν. ὁ δὲ συλλογισμὸς αὐτός, ὡς καὶ τὸ ὄνομα δηλοῖ, συλλογή τίς ἐστι λόγων. [ἃ] δεῖ οὖν πρὸ τῆς συλλογῆς μαθεῖν τὰ ἁπλᾶ, τοῦτ’ ἔστι τὰς προτάσεις, πρὸ δὲ τῶν προτάσεων τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐξ ὧν αἱ προτάσεις ἵστανται· μανθάνομεν οὖν ἐκ μὲν τῶν Κατηγοριῶν τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐκ δὲ τοῦ Περὶ ἑρμηνείας τὰς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς τέλειον εἰσόμεθα τὸν συλλογισμόν. ἐζήτησαν δέ τινες πρὸς τί συμβάλλοντι οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς, καὶ διὰ τί ταῦτα ἐξέθετο ὁ φιλόσοφος. πρὸς οὕς φαμεν ὅτι καθάπερ οἱ τῶν Ἀσκληπιαδῶν παῖδες οὐ μόνον τὴν τῶν ὑγιεινῶν ἀλλὰ καὶ τὴν τῶν νοσερῶν παιδεύονται γνῶσιν ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω καὶ ὁ φιλόσοφος γιγνώσκων ὅτι πεφύκασί τινες σοφιστικοὶ συλλογισμοὶ πειρώμενοι τὴν ἀλήθειαν περιτρέπειν καὶ ταύτην ἀφανίσαι, δεῖν ᾠήθη τούτους 8v περιθέσθαι, οὐχ ἵνα χρησώμεθα τούτοις, ἀλλ’ ἵνα γιγνώσκοντες μὴ περιπέσωμεν τοῖς αὐτοῖς. καὶ ἐν τούτοις καὶ τὸ δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσιν μεμαθήκαμεν.

τρίτον ἣν τῶν ζητουμένων, πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ περὶ τούτου τέσσαρες δόξαι γεγόνασιν· καὶ οἱ μὲν τῆς πρώτης δόξης φασὶν ὅτι τῆς ἠθικῆς δεῖ ἄρξασθαι, οἱ δὲ τῆς δευτέρας τῆς φυσιολογικῆς, οἱ δὲ τῆς μαθηματικῆς, οἱ δὲ τῆς λογικῆς. καὶ οἱ ·μὲν τῆς ἠθικῆς λέγουσιν ὅτι δεῖ πρῶτον κατακοσμῆσαι τὰ ἑαυτῶν ἤθη καὶ οὕτως ἄρξασθαι καὶ ἑτέρων μαθημάτων· ὥσ·περ γὰρ οἱ τὰ σκοτεινὰ ὄμματα ἔχοντες οὐ δύνανται πρὸς τὸν ἥλιον ἀποβλέψαι, οὕτως οὐδέ τις βαρυνόμενος πάθεσι ψυχῆς δύναται τούτων ἅψασθαι. καὶ ταῦτά ἐστι τὰ λεγόμενα ὑπὸ τῶν πρεσβευόντων δέον εἶναι προηγήσασθαι τὸ ἠθικὸν τῶν ἄλλων. οἱ δὲ τὴν φυσιολογικὴν λέγοντες προηγήσασθαί φασιν ὅτι δεῖ ἀπὸ τῶν φυσικῶν ἄρξασθαι, ἐπειδὴ ταῦτα σύντροφα ἡμῖν ἐστι καὶ συνήθη. οἱ δὲ λέγοντες τὴν μαθηματικὴν ἔφασαν διὰ τοῦτο δεῖν προηγήσασθαι τὰ μαθηματικὰ διὰ τὸ 2 εἰρημένας] p. 6,10 4 ἔχει τὸν sciipsi: ἔχειν M 5 τὰ iuserui 14 14 λόγων Amm. (p. 5,11): λόγου M ἃ ilelcvi 16 an συνίστανται? 24 ὁ φιλόσοφος scripsi: οἱ φιλόσοφοι M 26 an προθέσθαι? 28 τὴν suppl. in mrg. M 37 δέον scripsi: δεῖν M ἕτεροι δὲ λέγουσιν ὅτι τὴν λογικὴν δεῖ προη|γήσασθαι διὰ τὸ πάσας τὰς 9r προειρημένας δεῖσθαι ταύτης, εἴ γε συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐν ἐκείνοις δείκνυται τὰ δεικνύμενα, ἡ δὲ λογική, ὡς εἴρηται, περὶ ταῦτα καταγίνεται. ταῦτα δὲ ἡμεῖς τιθέμεθα λέγοντες· ὅσον μὲν ἐπὶ τῇ τάξει τῶν πραγμάτων δεῖ προηγήσασθαι τὴν ἠθικὴν τῶν λοιπῶν διὰ τὸ ῥυθμίζεσθαι ἡμᾶς διὰ ταύτης καὶ κοσμεῖσθαι τὰ ἤθη. ἐπειδὴ δὲ οὐ δίκην ἀλόγων ζῴων καὶ ἰδιωτικῷ τρόπῳ κοσμοῦμεν καὶ καλλύνομεν τὰ ἤθη ἡμῶν, ἀλλὰ διὰ συλλογιστικῆς ἀγωγῆς καὶ ἀποδεικτικῆς μεθόδου, δίκαιον τὴν λογικὴν προηγήσασθαι τῆς τε <καὶ τῆς φυσικῆς> καὶ τῆς μαθηματικῆς καὶ τῆς θεολογικῆς. ἐν δὲ αὐταῖς ταύταις ταῖς τρισὶ δέον ἐστὶ προηγεῖσθαι τὴν φυσικὴν τῆς μαθηματικῆς καὶ τὴν μαθηματικὴν τῆς θεολογικῆς. ἐν τούτοις συμπεραίνεται ἡμῖν καὶ τὸ τρίτον κεφάλιον.

τέταρτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν τί τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας καὶ τί τὸ ἀναφαινόμενον χρήσιμον ἐξ αὐτῆς. ἀναφαίνεται τοίνυν ἐξ αὐτῆς χρήσιμον τὸ γνῶναι ὡς μία τῶν πάντων ἐστὶν ἀρχή, ἀπειροδύναμος, ἀπεριόριστος, ἀσώματος, ἀπερίληπτος, ὀρεκτικὴ πᾶσι τοῖς κατὰ φύσιν, αὐτοαγαθότης· ἄλλο γάρ ἐστιν ἀγαθὸν καὶ ἄλλο ἀγαθότης, ὥσπερ καὶ ἄλλο λευκὸν καὶ ἄλλο λευκότης· λευκὸν μὲν τὸ δεδεγμένον αὐτὴν τὴν ποιότητα, λευκότης δὲ αὐτὴ ἡ ποιότης. οὕτως ἀγαθὸν μὲν τὸ δεδεγμένον, ἀγαθότης δὲ αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ ὕπαρξις καὶ ἡ οὐσία τοῦ ἀγαθοῦ. | καὶ ὅτι 9v οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, αὐτὸς Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικὰ θεολογῶν· ‘ὅτι μία ἐστὶ τῶν πάντων ἀρχή, ἔστι κατασκευάσαι τοῦτον τὸν τρόπον· τὰ ὄντα πάντα καλῶς πολιτεύεται, καὶ τοῦτο εἰκότως· οὐ γὰρ ἐνδέχεται κακῶς τὰ ὄνια πολιτεύεσθαι θεοῦ περιόντος. τὰ καλῶς πολιτευόμενα τέτακται, τὰ δὲ τεταγμένα ὑφ’ ἑνὸς τέτακται, τὰ ὄντα ἄρα πάντα ὑφ’ ἑνὸς τέτακται’. τοῦτο οὑν τὸ τάξαν καλοῦμεν πάντων ἀρχήν, ἧς ἡ γνῶσις τέλος ἐστὶ τῆς Ἀριστοτέλους φιλοσοφίας.

Πέμπτον κεφάλαιον. τίς ὁ βαθμὸς καὶ τίνα τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὸ ταύτης τέλος; φαμὲν τοίνυν ὅτι πέντε τινὰ καθέστηκεν τὰ πρὸς τὸ τέλος ἡμᾶς ἀπάγοντα τῆς φιλοσοφίας, οἷον λογική, φυσική, ἠθική, μαθηματική, θεολογική. καὶ ἔστιν ἀρχὴ μὲν ἡ λογική, μετὰ δὲ ταύτην ἠθική, μετὰ δὲ τὴν ἠθικὴν ἡ φυσική, μετὰ δὲ ταύτην ἡ μαθηματική, μετὰ δὲ τὴν μαθηματικὴν ἡ θεολογία. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὸ πάντων ἔνυλον προηγεῖσθαι τοῦ κατά τι μὲν ἐνύλου κατά τι δὲ ἀύλου. μετὰ δὲ τοῦτο ἐπὶ τὸ πάντων ἄυλον δεῖ χωρῆσαι ἡμᾶς, ἑπομένους τῇ προστάξει τοῦ θεσπεσίου 1 Πλάτωνος] cf. El. p. 118,18 ἀγαιωμ. M εἰσιέτω M 4 an ἐκείναις? εἴρηται] p. 8,12 10 καὶ τῆς φυσικῆς inserui 11 δέον scripsi: δεῖν M (cf. Philop. Ind. p. 213) 11) δεδεγμ Ainm. (p. 6,13): δεδειγμ. M 24 ἐν τοῖς Μετὰ τά φυσ.] Λ 10 p. 1075a 11 sq. 27 τὰ δὲ scripsi: τά τε M 33 οἷον superscr. M 38 ἑπομένους scripsi: ἑπόμενοι Μ τῆς ἀσωμάτου φύσεως. καὶ ἐν τούτοις καὶ τὸ πέμπτον κεφάλαιον.

Έκτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν | ὁποῖον δεῖ εἶναι τὸν ἀκροώμενον 10r τῶν Ἀριστοτέλους συγγραμμάτων. λέγω τοίνυν ὅτι δεῖ αὐτὸν ἐχέφρονα εἶναι, δριμύν, κεκαλλωπισμένον τοῖς ἤθεσιν, κεκαθαρμένον τὴν ψυχήν ('μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν ἐστιν’ ὡς ὁ θεῖος Πλάτων φησί, καὶ Ἱπποκράτης ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἄν θρέψῃς, μάλλον βλάψεις'), καὶ συνεχῶς ἐπιλέγοντα αὑτῷ τὰς τοῦ Πλάτωνος φωνὰς ὅτι ‘ εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, μηδενὶ ἄλλῳ λέγοντι πιστεύσῃς καὶ πάλιν ‘Σωκράτους Σωκράτους μὲν ὀλίγον φροντιστέον, τῆς δὲ ἀληθείας πολύ’, σημαίνοντος διὰ πάντων τούτων ἡμῖν ὅτι δεῖ πάντων τὴν ἀλήθειαν προτιμᾶν καὶ πάντα ταύτης δεύτερα ποιεῖσθαι. ἀλλὰ μὴν καὶ ἐξομοιοῦν τὰ ἑαυτῶν τῷ μεγάλῳ κόσμῳ· ὥσπερ γὰρ ἐν τῷ μεγάλῳ κόσμῳ ἔστι μὲν βασιλεύς, ὑπόκεινται δὲ αὐτῷ στρατιῶται καὶ θῆτες, οὕτω δεῖ εἶναι καὶ τὸν ἀκροώμενον τῆς Ἀριστοτέλους φιλοσοφίας, καὶ ἔχειν μὲν ἐν τάξει τοῦ βασιλέως τὸν λογισμόν, ἐν δὲ τῇ τάξει τῶν στρατιωτῶν τὸν θυμόν, ἐν δὲ τῇ τάξει τῶν ὑπηρετούντων τὴν ἐπιθυμίαν· δεῖ γὰρ ἄρχειν μὲν τὸν λογισμόν, ἄρχεσθαι δὲ τὸν θυμόν, ἄρχεσθαι δὲ ὑπ’ ἀμφοτέρων τὴν ἐπιθυμίαν. ζητοῦσι δέ τινες διὰ τί τριμεροῦς οὔσης τῆς ψυχῆς τέσσαρές εἰσιν ἀρεταί, φρόνησις, ἀνδρία, σωφροσύνη καὶ δικαιοσύνη. πρὸς τούτους δὲ ἔστιν εἰπεῖν ὅτι εὐλόγως· ἡ μὲν γὰρ φρόνησις ἀρετῆς ἐστι γνώρισμα τοῦ λογισμοῦ, ἡ δὲ ἀνδρία τοῦ θυμοῦ, | ἡ δὲ σωφροσύνη τῆς ἐπιθυμίας, ἡ δὲ δικαιοσύνη διὰ πασῶς 10v πεφοίτηκεν καὶ ὲν πάσαις θεωρεῖται. καὶ ἐν τούτοις καὶ τὸ ἕκτον κεφάλαιον.

Έβδομον κεφάλαιον, οἷον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ συγγράμματα Ἀριστοτέλους. καί φαμεν ὅτι τοιόνδε <δεῖ> εἶναι ἐξηγηματικὸν καὶ ἐπιστημονικόν· ἐξηγηματικὸν μὲν διὰ τὸ ἐξηγεῖσθαι σαφῶς τὴν ἀλήθειαν, ἐπιστημονικὸν δὲ ὡς διακρίνοντα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους. δεῖ δὲ αὐτὸν μὴ δουλεύειν αἱρέσει καὶ ὥσπερ ἐκμεμισθωκέναι αὐτῇ τὰ ὧτα καὶ τὴν γλῶτταν, ὡς ἅπαντα ποιεῖν πρὸς τὰ ἐκείνῃ δοκοῦντα, καὶ ποιεῖν καὶ λέγειν καὶ ἀκούειν. δεῖ δὲ αὐτὸν μὴ συμμεταβάλλεσθαι ταῖς αἱρέσεσιν, ἵνα μὴ ὥσπερ οἱ ἐν σκηνῇ διάφορα ὑποδύοντες πρόσωπα, οὕτω καὶ αὐτὸς τι πάθῃ, ἀλλὰ τύπους ἔχειν χρὴ καὶ κανόνας ἀληθεῖς, δι’ ὧν δύναται διακρῖναι τὸ ὀρθῶς ἔχον καὶ τὸ μὴ τοιοῦτον. ἐφ’ ᾧ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. τέλος τῆς β΄ θεωρίας.

Ἀρχὴ τῆς Υ΄ θεωρίας.

Ἐπειδὴ τὰς ἐπωνυμίας τῶν φιλοσόφων αἱρέσεων μεμαθήκαμεν καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων καὶ πόθεν ἡμᾶς δεῖ ἀρκτέον 1 Πλωτίνου] Enn. Ι lib. Ill, 3 ρ. 20 πρὸς συνεθ.] προσυνηθισμὸν M 5 δρυμήν M 6 Πλάτων] Phacdo. p. 67 C 7 Ἱπποκρ.] Aphor. 2,10 θρέψῃς] τρέψαιο (ex θρέψαιο corr.) M 8 ἐπιλέγοντα scripsi: ἐπιλέγοντες M αὐτῶ M Πλάτωνος] Ale. I p. 114 Ε 9 πιστεύσῃς Elias: comp, incert. M 10 Σωκράτους·.] Plat. Phaedo. p. 91 C 12 ἑαυτόν M1 23 πεφύτηκεν M 25 δεῖ addidi 28 αὐτῇ scripsi: αὐτήν M 29 alt. ποιεῖν] an νοεῖν? 31 πάθει M 37 δεῖ eicias καὶ διά ποίων μέσων ὁδευτέον καὶ τί τὸ ἐκδεχόμενον ἡμᾶς τέλος, καὶ πρὸς τούτοις οἷον δεῖ εἶναι τὸν ἀκροώμενον τούτων, εἶτα τὸν ἐξηγούμενον, φέρε πρὸς τοῖς εἰρημένοις ζητήσωμεν τί τὸ εἶδος τῆς ἀπαγγελίας τοῦ φιλοσόφου. οὐχ ἓν | τοίνυν ἐπετήδευσεν εἶδος, διότι μηδὲ περὶ ἑνὸς πράγματος τὸν λόγον 11r πεποίηται, ἀλλ’ ὥσπερ διαφόρων ἥψατο πραγμάτων, οὕτω καὶ παναρμόνιον εἶδος ἐπετήδευσεν, πρόσφορον τὸν λόγον βουλόμενος τοῖς πράγμασιν εἶναι. ἐν μὲν οὖν ταῖς ἐπιστολαῖς πυκνός ἐστι καὶ σύντομος, κοινός τε ἅμα καὶ ἴδιος· τοιοῦτον γὰρ δεῖ εἶναι τὸν ἐπιστέλλοντα· κοινὸν μέν, διότι ἡ ἐπιστολὴ ἔντευξίς ἐστι πρὸς ἀπόντας, καὶ ὥσπερ <τὰ> τοὺς παρόντας ταῖς ἐντεύξεσιν κοινῶς διαλεγόμεθα, οὕτω δεῖ καὶ πρὸς τὰς ἐντεύξεις τῶν ἀπόντων, τοῦτ’ ἔστι τὰς ἐπιστολάς, κοινὴν ποιεῖσθαι τὴν ἔντευξιν. ἴδιον δὲ χρὴ πάλιν εἶναι τὸν ἐπιστέλλοντα, ἵνα μὴ λάθωμεν ἑαυτοὺς εἰς ἔννοιαν ἰδιωτικὴν ἐμπίπτοντες. ἐν δὲ ταῖς ἱστορίαις ἐστὶ σαφής, ὑφηγηματικός, διηρθρωμένος, ἐν δὲ τοῖς διαλογικοῖς ὡραῖος, μεστὸς χαρίτων, οὐκ ἐνδεής, ποικίλος ἐν ταῖς μιμήσεσιν, ἐν δὲ τοῖς αὐτοπροσώποις συνεστραμμένος, γοργός, πυκνὸς τοῖς νοήμασι, καθαρὸς τοῖς ὀνόμασι, μηδαμοῦ ποιητικαῖς δουλεύων μεταφοραῖς, ἀκαλλωπίστῳ εὐρυθμία κοσμούμενος (διὸ καὶ ἀζήλωτον ἑαυτὸν τοῖς μεταγενεστεροις κατέστησεν· τὸ γὰρ κρεῖττον ἢ κατὰ τέχνην συντεθὲν ἀμίμητόν ἐστι τῇ τέχνῃ), ἐν δὲ τοῖς ἐξωτερικοῖς κεκαλλωπισμένος ταῖς λέξεσιν. καὶ ἐν τούτοις καὶ τὸ ὄγδοον κεφάλαιον.

ἔνατον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν διὰ τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος· ὅτι γὰρ οὐκ οἴκοθεν ἔχει τοῦτο, ἀλλ’ αὐτὸς ἐπετήδευσεν, δηλοῖ πολλαχοῦ σαφῶς ἑρμηνεύσας, ἐν μὲν τοῖς λογικοῖς ἐν τοῖς καλουμένοις | Τόποις, 11v ἐ.ν δὲ τοῖς φυσικοῖς ἐν τοῖς Μετεωρολουγικοῖς. ἀσάφειαν τοίνυν ἐπετήδευσεν πεῖραν καὶ δοκιμασίαν. λαβεῖν βουλόμενος τῶν τε προθυμοτάτων νέων καὶ τῶν ῥᾳθύμων· ἀσαφεῖ γὰρ ἐντυγχάνων ὁ σπουδαῖος συγγράμματι συντείνει ἑαυτὸν καὶ προθυμότερος γίγνεται πρὸς τὴν τοῦ συγγράμματος κατάληψιν, ὁ δὲ ῥᾴθυμος ἐντυγχάνων τούτῳ φεύγει τὴν ἔντευξιν ὑπὸ τῆς ἀσαφείας ἀπελαυνόμενος. τοῦτο δὲ οὐ μόνον Ἀριστοτέλης πεποίηκεν, ἀλλὰ καὶ Πλάτων πρὸ αὐτοῦ· παρεκελεύετο γὰρ δοκιμασίαν καὶ πεῖραν τῶν νέων λαμβάνειν πρὸ τῆς τῶν μαθημάτων εἰσόδου· ἔλεγε γὰρ ὅτι δεῖ ἀπαγαγεῖν αὐτοὺς ὲν τοῖς συμποσίοις καὶ μεθύσκειν, ἵνα τὰ κεκρυμμένα ἐν τῇ αὑτῶν ψυχῇ δημοσιεύσωσι. τὰ αὐτὰ δὲ καὶ Πυθαγόρας ἐποίει· μεθ’ ἡμέραν γὰρ ἠρώτα τοὺς φοιτητὰς τὰ ἐν ταῖς νυξὶ γιγνόμενα ἐνύπνια μαντεύεσθαι διὰ τούτων βουλόμενος τὴν κίνησιν τῶν ψυχῶν [εἰδέναι]. ἀλλ’ ἰστέον ὅτι ὁ Πλάτων κρεῖττον ἢ κτὰ Πυθαγόραν ἐποίει· ἐν μὲν γὰρ τοῖς ὀνείρασιν ἔστι πολλὰ καὶ προσθεῖναι καὶ ἀφελεῖν ψευδῶς, ἐν δὲ ταῖς μέθαις, ἅτε δὴ μὴ παρακολουθοῦντες ἑαυτοῖς, ἀδεῶς τὰ ἐν ταῖς ψυχαῖς κεκρυμμένα ἐξήγγελλον. ἀλλὰ καὶ ποιηταί, μὴ πᾶσι βουλόμενοι σαφῆ καταστῆσαι τὰ περὶ τῶν 5 ἥψατο in mrg. m1: ἤρξατο in contextu M 9 πρὸς inserui 9.10 ταῖς ἐντεύξεσι eicias 19 κεκαλλωπισμένον M 25 δοκιμασείαν Μ 28 ῥᾴθυμος scripsi: ῥᾳθύμως Μ 29 Πλάτων] cf. El. p. 126,10 32 αὐτῶν M 35 εἰδέναι delevi 37 προσθῆναι Μ 37. 38 παρακολουθέντες Μ 38 ἐξήγγελον M θείων, μύθοις ἀπέκρυπτον τὰ περὶ τῶν θείων δογμάτων λεγόμενα· ἀνόητον γάρ ἐστι, καθὰ οἱ ποιηταί φασι Κρόνον καταπίνοντα | τὰ τέκνα καὶ πάλιν 12r ἐμοῦντα, Δία δὲ κύκνον γενόμενον· εἰ γὰρ τοὺς ταῦτα δρῶντας ἀνθρώπους κολάζομεν, πόσῳ μᾶλλον ἄτοπον ταῦτα προσάπτειν θεοῖς; διὸ καὶ δέος ἐστὶ μή ποτε αἱ τῶν νέων ψυχαὶ ἁπαλώταται οὖσαι παραδέξονται ὡς ἀληθῆ· δυσμετακινήτως γὰρ ἔχουσιν οἱ νέοι πρὸς ταῦτα. ὅθεν καὶ τοῖς τερατωδεστέροις τῶν ποιητῶν χάριν ὁμολογοῦμεν, ἵνα διὰ τῆς ὑπερβαλλούσης ἀπιστίας μηδεὶς τοῖς λεγομένοις πιστεύσειεν. ἀλλὰ μὴν καὶ τοῖς ἱερεῦσιν τοῦτο βούλονται τὰ παραπετάσματα· ταῦτα γὰρ· ἐπενόησαν πρὸς τὸ μὴ πᾶσι σαφῆ καὶ γνώριμα καταστῆσαι τὰ μυστήρια. ὅθεν ἔφησέν τις ἀείδω συνετοῖσιν, θύρας δ’ ἐπίθεσθε βεβλήλοις. ἀλλὰ μὴν καὶ πρὸ πάντων τούτων Ἀπόλλων μὴ πᾶσι προδήλους τὰς μαντείας καταστῆσαι βουλόμενος λοξῶς ἐμαντεύετο, οὐ μετρίαν ἀσάφειαν διὰ τούτων ἐπιδεικνύμενος, ὅθεν καὶ Λοξίας ὠνόμασται. ὅπερ οὖν Ἀπόλλωνι μὲν τὸ λοξόν, ἱερεῦσι δὲ τὰ παραπετάσματα, ποιηταῖς δὲ οἱ μῦθοι, Πυθαγόρᾳ δὲ τὰ ὀνείρατα, Πλάτωνι δὲ αἱ μέθαι, τοῦτο Ἀριστοτέλει πέφυκεν ἡ ἀσάφεια. καὶ ἐν τούτοις τὸ ἔνατον κεφάλιον.

Δέκατον καὶ τελευταῖον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόσα καὶ τίνα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. λέγω τοίνυν ὡς ἕξ τινα ὀφείλομεν προλαβεῖν, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν | τάξιν καὶ τὴν ἐπιγραφὴν καὶ τὸν συγγραφέα καὶ τὴν διασκευήν. ὁ μὲν 12v οὗν σκοπὸς ἐν τοῖς Πλατωνικοῖς πολλαχοῦ διαπεφώνηται, ἐν δὲ τοῖς Ἀριστοτελικοῖς οὐδαμοῦ. * * εἴ γε μιμητὴς ὢν τῆς φύσεως ὁ φιλόσοφος ἅπαντα ἕνεκά του λέγει, ὡς δῆλον ἐντεῦθεν εἶναι τὸν σκοπὸν τῶν συγγραμμάτων, ὥσπερ κἀκείνη οὐδὲν ἁπλῶς ἀλλ’ ἕνεκά του πάντα πράττει. τὸ δὲ χρήσιμον τῶν συγγραμμάτων ζητοῦμεν, ὅτε δοκεῖ τὸ σύγγραμμα πρὸς κακοῦ ἐπινενοῆσθαι, ὡς ἐπὶ τῶν Σοφιστικῶν ἐλέγχων· νομίζεται γὰρ τοῦτο τὸ βιβλίον βλαπτικὸν ὑπάρχειν, διότι κανόνας τινὰς ἐκεῖ παραδίδωσι, δι’ ὧν δυνησόμεθα ἀπατᾶν. ἀλλ’ ἡμεῖς φαμεν ὅτι παραδίδοται ταῦτα οὐχ ἵνα ἀπατῶμεν, ἀλλ’ ἵν μὴ ἀπατώμεθα, καὶ οὐχ ἵνα ποιῶμεν, ἀλλ’ ἵν μὴ πάθωμεν, ὥσπερ καὶ τοῖς ἰατροῖς τὰ δηλητήρια οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς φυγὴν παραδίδοται. τὴν δὲ τάξιν ζητοῦμεν οὐ τὴν καθολικήν ἤδη γὰρ ταύτην μεμαθήκαμεν, ὅτε ἐλέγομεν τὴν μὲν λογικὴν προηγεῖσθαι, ἕπεσθαι δὲ τὴν ἠθικήν, μετὰ δὲ ταύτην τὴν φυσικήν, καὶ μετὰ τὴν φυσικὴν τὴν μαθηματικήν, μετὰ δὲ ταύτην τὴν θεολογίαν), ἀλλὰ τὴν μερικήν, οἷον τὴν ἐν τοῖς ὁμοστοίχοις· εἰ λογικὸν ὑπάρχοι τὸ σύγγραμμα, τὴν ἐν τοῖς λογικοῖς ὑπάρχουσαν τάξιν δῆλον ὅτι ζητοῦμεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς πολυπραγμονοῦμεν, ὅτε μὴ σύμφωνος | εἶναι δοκεῖ τῷ σκοπῷ, ὥσπερ 13r 2 οἱ ποιηταί] cf. lies. Theog. 459 8 ἀπιστείας M 11 ἀείδω] ἀεὶ δὸς M (cf. El. p. 125,3) δὲ πιθέσθαι M βεβήλλοις M 13 μετρείαν M 17 ἐπιδεικν. scripsi: ἐπικνύμενος M 16 τούτω M 20 ὀφείλωμεν M 23 ante εἴ γε lacunam signavi ἅπαντα scripsi: ἁπάντων M 24. 25 λέγει et πράττει scripsi: λέγειν et πράττειν M 26 ἐπινενοεῖσθαι M 26. 38 ὅτε scripsi: ὅτι M 26 an κακὸν? 30…

Ενοθεύον…

The complete text is available when the reading interface loads.