In Aristotelis meteora commentaria
- Scientific editors
- Wilhelm Stuve
- Edition reference
- Olympiodori in Aristotelis meteora commentaria · Berlin · Reimer · 1900
- CTS identifier
urn:cts:greekLit:tlg4019.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΟΛΥΜΙΠΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΛΕΞΑΝΔΡΣΩΣ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΩΝ ΜΕΤΕΩΡΟΛΟΤΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΣΧΟΛΙΑ.
Πρᾶξις αݲ.
p. 338a20 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων φύσεως.
Τὸ προοίμιον τοῦ προκειμένου βιβλίου τοῦ Ἀριστοτέλους τὸν παρ’ Ὁμήρῳ μάντιν ἐκμιμούμενον, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνῄσκει τῶν φθασάντων, προανακρούεται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα. καὶ τῶν μὲν φθασάντων ἀναμιμνῄσκει λέγον τὰ εἰρημένα αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν τῇ Περὶ Φανοῦ, ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ δὲ μέλλοντα προανακρούεται μεμνημένον τῶν ὑπολοίπων αὐτοῦ πραγματειῶν, ὅσαι περὶ ἐμψύχων αὐτῷ εἰσι γεγραμμέναι, ἀλλὰ περὶ ἐμψύχων ἡ ἀναισθήτων, ὡς ἡ Περὶ φυτῶν πραγματεία, ἢ αἰσθανομένων, ὡς ἡ Περὶ ζῴων ἱστορίας. τὰ δὲ παρόντα ἐκδιηγεῖται τὸν σκοπὸν τοῦ παρόντος βιβλίου παραδιδόν. καὶ τὰ μὲν φθάσαντα καὶ μέλλοντα ταῖς οἰκείαις πραγματείαις καταλείψαντες τὸν σκοπὸν τοῦ προκειμένου συγγράμματος παραδώσομεν.
Σκοπός ἐστι τοίνυν τῷ Ἀριστοτέλει τὰ ἐν τῷ μεταρσίῳ συνιστάμενα πάθη τῶν στοιχείων τῶν ὁμοΰλων παραδοῦναι ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ. τοῦτο δὲ πρόσκειται. ἐπειδὴ ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι περὶ τῶν ἐν τῷ μεταρσίῳ ὁ σκοπός. κατὰ φύσιν γὰρ ἔχουσαι αὗται τὴν ἄνω φορὰν διώκουσι, παρὰ φύσιν δὲ γινόμεναι μένουσι κάτω ἐν τῇ γῇ καὶ ποι. οὖσι σεισμοὺς καὶ τὰ λοιπά, ἃ μέλλομεν μαθεῖν. οὗτος ὁ σκοπός. ἀλλ’ 3 Πρᾶξις ἁ ora. a 6 Ὁμήρῳ] A 70 7 ἤδει V 10 λέγων V1: corr. V2 12 αὐτοῦ a 14 περὶ ζώων VG: *υων a ἱστορίας] fort, ἱστορία; cf. p. 15 διηγεῖται a τὸν om. a παραδιδούς Cla καὶ τὰ] ἀλλὰ τὰ G 16 καταλείποντες a 19 ὁμούλων V: ὁμογενῶν G: ὁμοι* a 20 τοῦτο δὲ om. a ἀναθυμιάσεσι VG: ἄνω πάθ* άσεσι a 21 κατὰ om. a ἔχουσιν Ga 21. 22 φορὰν G: αἰτίαν V 22 διώκουσι V: διώκουσαι G: διω* a 23 post σκοπός lac. iiul. a Comment. Arist. Xll 2. Olympiod. Meteor. ἐπειδὴ κανών ἐστιν Ἀριστοτέλους ἐκ θυρῶν εὐθέως τῆς Φυσικῆς ἀκροάσεως 2r εἰρημένος αὐτῷ ὁ λέγων, ὅτι ὁ θέλων περί τινος πράγματος ἀκριβῶς διδάξαι ὀφείλει τὰ αἴτια αὐτοῦ πρῶτον ἀποδοῦναι ἡ γὰρ τῶν αἰτίων γνῶσις σαφῆ τὴν τῶν πραγμάτων διδασκαλίαν καθίστησι· φησὶ γὰρ αὐτὸς ἀρχόμενος τῆς Φυσικῆς ἀκροάσεως· “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖ, ἐκ τοῦ ταῦτα γνωρίζειν. τότε γὰρ οἰόμεθα γνωρίζειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας”) — ἐπειδὴ οὖν τοιοῦτος Αριστοτέλους ἐστὶ κανών, διὰ ταύτην τὴν αἰτίαν καὶ νῦν οὐ πρότερον εἰς τὴν τῶν ζητουμένων διδασκαλίαν εἰσβάλλει, ἀλλὰ ζητεῖ τὰ αἴτια τῶν ἐνταῦθα διδασκομένων τὰ προσεχῆ, καὶ ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, ἀνατρέχει ἐπὶ τὸ καθόλου καὶ ζητεῖ πάντων τὰ αἴτια, τό τε ποιητικόν καὶ τὸ ὑλικόν. πέντε τοίνυν στοιχείων ὄντων τοῦ παντὸς κόσμου, τοῦ πέμπτου στοιχείου καὶ τῶν ὑπολοίπων τεσσάρων, πυρός, ἀέρος, ὕδατος, γῆς, τὸ μὲν οὐράνιον σῶμα ταὐτὸν δὲ εἰπεῖν τὸ πέμπτον στοιχεῖον) ποιη- τικόν ἐστιν αἴτιον, τὰ δὲ ἄλλα τέσσαρα ὑλικά εἰσιν. ὅτι δὲ ἔστι ἕτερον πέμπτον στοιχεῖον παρὰ τὰ τέσσαρα, δέδειχεν ἡ Περὶ οὐρανοῦ πραγματεία. ὅτι δὲ καὶ τέσσαρά εἰσι τὰ ὑλικὰ στοιχεῖα καὶ οὐ πλείονα οὔτε ἐλάσσον, δέδειχεν ἡ Περὶ γενέσεως καὶ φθορᾶς. ὅτι δὲ τὸ μὲν πέμπτον σῶμα ποιητικὸν αἴτιόν ἐστι, τὰ δ’ ἄλλα τέσσαρα ὑλικά, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ δύο λόγων, ὧν ὁ μὲν πρῶτος τοῦτον ἔχει τὸν τρόπον. τὰ οὐράνια σώματα κινοῦσι τὰς ὁλότητας τῶν στοιχείων• θιγγάνουσι γάρ πως αὐτῶν, ἐπειδὴ δέδεικται μηδὲν ὂν κενόν. πλὴν εἰ καὶ θιγγάνουσιν, οὐ μοχλείᾳ καὶ βίᾳ κινοῦνται· οὐ γὰρ παρὰ φύσιν σύμπασαι συνθέουσιν αἱ ὁλότητες τῷ πέμπτῳ σώματι τῶν στοιχείων καὶ κύκλῳ κινουμένῳ κινοῦντι, ἀλλ’ ὑπὲρ φύσιν. ὥσπερ γὰρ ζῷον ἐνθουσιῶν καὶ ὑπὸ ψυχῆς ἐλλαμπόμενον ὑπὲρ φύσιν κινεῖται ἐπὶ τὰ πλάγια κινούμενον ὅσον γὰρ ἐφ’ ἑαυτῷ τὸ σῶμα κάτω βρίθει), οὕτω καὶ αἱ ὁλότητες τῶν στοιχείων ὑπὲρ φύσιν κινοῦνται συνθέουσαι τῷ πέμπτῳ σώματι. ὥστε οὖν τὸ πέμπτον στοιχεῖον αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων, τὸ δὲ αἴτιον τῆς κινήσεως ποιητικὸν αἴτιον· οὐ γὰρ ἄλλως τὸ ποιητικὸν ὁριζόμεθα, εἰ μὴ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ πέμπτον ἄρα σῶμα ποιητικὸν αἴτιόν ἐστιν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· τὰ οὐράνια σώματα οὐδὲ ἀρχὴν ἔχουσιν οὐδὲ πέρας ὅσον ἐφ’ ἑαυτά· ποίαν γὰρ ἄν τις αὐτῶν ἀρχὴν 1 Ἀριστοτέλους] αὐτῷ ἀριστοτέλει a 2 πράγματος (J: πραγματείας Va 3 ἀποδοῦναι Va: παραδοῦναι G 4 φησὶ] Ar. Phys. Α 1 p. 184a 10 7 γνωρίζειν (post οἰόμεθα)] γινώσκειν Ar. 8 γνωρίσωμεν G Ar.: γνωρίζωμεν Va 9 Ἀριστοτέλους V: αὐτῷ Ga: fortasse <ὁ> Ἀριστοτέλους 11 φιλοκαθόλου V (cf. p. 1424 φιλεῖ καθόλου G: φιλ*καθόλου a 15 γε εἰπεῖν a IG ἐστι om. a 17 στοιχεῖον om. Va 18 οὐ] οὔτε a 21 ὁ μὲν πρῶτος] cf. Ar. Phys. Θ 6 23 ὂν κενόν] καινὸν ὄν a. de re cf. Ar. Phys. Δ 8 p. 216b20 24 συνθέουσιν scripsi coll. V. 29: θέουσιν VGa 25 καὶ] αἲ a 27. 28 τὸ σῶμα cm. a 29 συνθέουσαι] θέουσαι G 31 ποιητικὸν αἴτιόν ἐστιν a 33 δεύτερος λόγος] cf. Ar. Phys. 9 ἢ πέρας λάβοι ὁμοιομερῶν ὄντων τῶν κύκλῳ; πόθεν γάρ τις ἄρξοιτο ἢ 2r ποῦ τελευτήσει κυκλικῆς ὑποκειμένης τῆς κινήσεως; τὰ μέντοι τέσσαρα| στοιχεῖα, ἐπειδὴ τὴν ἐπ᾿ εὐθείας κινοῦνται κίνησιν, ἀρχὴν ἔχουσιν, ὅθεν 2v τὴν ὁρμὴν ποιοῦνται. ἀλλὰ μὴν καὶ πέρας· δέδεικται γὰρ μὴ ὂν τὸ ἄπειρον. ἀρχὴν δὲ καὶ πέρας τὴν γένεσιν καὶ τὴν φθορὰν ληπτέον. χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά. εἰκότως ἄρα τὸ οὐράνιον σῶμα αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων καὶ ποιητικὸν ἀπλῶς αἴτιον· ταῦτα δέ εἰσι τὰ πόρρω στοιχεῖα. ποῖα δὲ ἄρα εἰσὶ τὰ στοιχεῖα τὰ προσεχῆ τῶν ἐνταῦθα διδασκομένων; ὑλικαὶ μὲν αἱ δύο ἀναθυμιάσεις· ἐκ τούτων γὰρ ἢ κατὰ φύσιν ἄνω φερομένων ἢ βίᾳ κάτω στεγομένων δειχθήσονται πάντα γινόμενα τὰ ἐνταῦθα διδασκόμενα. ποιητικὸν δὲ αἴτιόν ἐστιν ἡ ἔμφυτος θερμασία· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῇ γῇ καὶ τοῦτο δηλοῦσι φυτὰ τρεφόμενα ἐν αὐτῇ. ἀλλὰ μὴν καὶ ἔστιν ἐν ὕδατι, ὡς δηλοῦσιν ἰχθύες ἐν ὕδατι ζῳογονοῦντες.
Εἰδέναι δὲ χρὴ τὸ παρὸν βιβλίον χρήσιμον * * * πρῶτον καλεῖ λέγων “οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν”· ἀποκαλεῖ δὲ αὐτὸν καὶ ῾νεφεληγερέτην᾿. τοῦτο δεύτερον. τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον 〈χρήσιμον〉, διότι αἱ μεταβολαὶ τῶν ἀναθυμιάσεων τούτων χαλεπῶν συμπτωμάτων γίνονται πρόξενοι. καὶ δηλοῦσιν οἱ ἐκ τῶν διοσημειῶν τὰ πολλὰ προλέγοντες, οἷον ὑετόν, ἀνομβρίαν, λοιμόν. τέταρτον · ἐπειδὴ καὶ πάνυ ἀναγκαίως ἐφρόντιζον οἱ παλαιοὶ τῶν διιπετῶν ἀγαλμάτων, ὡς δηλοῖ τὸ Παλλάδιον μέχρι νῦν ἐν τῷ Βυζαντίῳ ὄν. πέμπτον· ἀναγκαῖον τὸ πρῶτον βιβλίον, διότι καὶ ἐν τοῖς φυσικοῖς λόγοις οὐ παύεται τῆς ἀστρονομίας (ἀστρονομικοῖς γὰρ ὀνόμασι τὰ πολλὰ ὀνομάζει λέγων παρήλιον νέφος καὶ διᾴττοντα ἀστέρα καὶ ἀστραπὴν διὰ τὸ ἔχειν εἶδος ἄστρων), καὶ ὅτι δεῖ τὸν φυσικὸν φιλόσοφον μὴ μόνον τὴν οὐσίαν τῶν στοιχείων γινώσκειν, ἀλλὰ καὶ τὰ πάθη τὰ συμβαίνοντα. ἐν τούτοις τὸ χρήσιμον.
Ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέγραπται Μετέωρα οὐ μάτην, ἀλλ᾿ ἐκ τῆς ὑλικῆς αἰτίας, φημὶ δὲ διὰ τὰς ἀναθυμιάσεις. αὗται γὰρ ὅσον ἐφ᾿ ἑαυτὰς ἐν τῷ μετεώρῳ φέρονται πλὴν εἴ ποτε διὰ βίαν ἐν τῇ γῇ ἐπισχεθῶσιν.
Ἡ τάξις τῆς ἀναγνώσεως ἀπ᾿ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐνταῦθα δι- 1 ante τις add. ἄν a; malim ἄρξεται coll. Ar. Phys. Θ 9 p. 265a 30 4 δέδεικται] cf. Phys. Γ 5 p. 206 a 7 6 ante ἀτελεύτητα add. τὰ a 8 καὶ (ante γενητὰ) om. a 14 καὶ (post γὰρ) om. a 15 καὶ ἔστι καὶ ἐν Va 16 ὕδασιν a ζωογονοῦντες Ga: ζωογονούμενοι V 17 βιβλίον τὸ παρὸν transponit a ante πρῶτον lacunam trium versuum statuit V πρῶτον—τρίτον χρὴ εἰδέναι τὸ παρὸν βιβλίον (19) V: om. Ga lacuna non indicata 18 οὐρανὸν εὐρὺν] Hom. 0 192 20 χρήσιμον addidi 21 οἱ om. a δύο σημείων a 24 πρῶτον] scribe παρὸν 26 παρήλιον] τὸν ἥλιον Ga; cf. Ar. Meteor. Γ 6 p. 377a 29 27 διᾴττοντα] Ar. Meteor. Α 4 p. 341b35; cf. etiam Α 4 p. 341b3 et p. 342a13 sqq. ἄστρου G 31 ὐλικῆς a: ποιητικῆς VG; cf. p. 1,20; 3,11 31. 32 ἐφ᾿ ἐαυταῖς a 32 φέρωνται a 34 ἀπ᾿ VGa: lege ὑπ᾿; cf. 18r25: 68v50. 51 δάξεται· ἓξ γὰρ οὐσῶν πραγματειῶν συνιστασῶν τὴν πᾶσαν φυσιολογίαν 2v τρισὶ μὲν ἕπεται ἡ παροῦσα πραγματεία, τριῶν δὲ προηγεῖται. τῇ μὲν γὰρ Φυσικῇ ἀκροάσει καὶ τῇ Περὶ οὐρανοῦ καὶ τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἕπεται· προηγεῖται δὲ τῶν περὶ ψυχῆς, τουτέστι τῆς Περὶ φυτῶν καὶ τῆς Περὶ ζῴων. καὶ οὕτω τετάξεται ἡ Περὶ ψυχῆς. αὕτη γὰρ ἀμφιβίῳ ζῴῳ ἔοικε καὶ δύναται προηγεῖσθαι καὶ ἕπεσθαι· προηγεῖσθαι μέν, ἐπειδὴ καὶ περὶ φυσικῶν διαλέγεται ἐν τῇ Περὶ ψυχῆς, ἕπεσθαι δέ, ἐπειδὴ καὶ θεολογίαι εἰσίν. τὰ δὲ φυσικὰ δεῖ πρῶτον μανθάνειν καὶ οὕτως θεολογεῖν. ὅθεν καὶ τὸ σχεδὸν δι’ αὐτὴν λέγει ὁ Ἀριστοτέλης. φησὶ γάρ· ἱέν τούτοις τοῖς εἰρημένοις σχεδὸν πληροῦται ἡ φυσιολογία’. τὸ δὲ σχεδὸν διὰ τὴν Περὶ ψυχῆς· κἀκεῖ γὰρ φυσιολογίας μέμνηται ὁ Ἀριστοτέλης. καὶ μὴ ἀπορήσῃς, πῶς ἐν τῇ Περὶ ψυχῆς φυσιολογεῖ, οὐ γὰρ ἄπορον· ὁ γὰρ ἐν τῷ ὀγδόῳ λόγῳ Περὶ φυσικῆς ἀκροάσεως περὶ νοῦ διαλεχθεὶς καὶ εἰρηκὼς πᾶσαν κατὰ φύσιν κίνησιν ἠρτῆσθαι τῆς κινήσεως τῆς ἀπλανοῦς, οὗτος καὶ ἐν θεολογικοῖς περὶ φύσεως διαλέγεται ὥσπερ ἐν φυσικοῖς περὶ νοῦ. αὕτη καὶ ἡ τάξις.
Τὸ γνήσιον. τινὲς νοθείαν τοῦ πρώτου βιβλίου κατεψηφίσαντο, πρῶτον μὲν ἐκ τοῦ παραβῆναι αὐτὸν τὸν Ἀριστοτέλην καὶ σαφήνειαν ἐπιτη- δεῦσαι. ἀλλ’ ἐροῦμεν πρὸς αὐτούς, ὅτι καὶ πολλῇ πάνυ ἀσαφείᾳ κέχρηται ἐν τῷ λέγειν αὐτόν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ τρόπον τινὰ ἐφαπτόμεθα. καὶ ἔστιν εἰπεῖν μᾶλλον ἐνταῦθα, ὅτι ἀσαφῶς φέρεται, μᾶλλον ἤπερ ἐν τῇ Περὶ ψυχῆς· ‘καὶ γὰρ διὰ τὸ ὅμοιον εἷναι τὸ γινῶσκον τῷ γινωσκομένῳ σαφῆ εἰσι τὰ διδασκόμενα’. ἐνταῦθα δὲ κατὰ μὲν τὴν λέξιν σαφῶς φέρεται, κατὰ δὲ τὰ ἐνθυμήματα πάνυ ἀσαφῶς, ὥς φησιν αὐτός· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τινά. ἐν ἄλλῃ δὲ πραγματείᾳ οὐκ εἴρηται αὐτῷ τοιοῦτόν τι. ἄλλως τε τὸ κατὰ συμβεβηκὸς ἐνταῦθα σαφῶς διδάσκει, διότι περὶ μερικῶν διαλαμβάνει, χρειώδης δὲ τοῖς μερικοῖς ἡ σαφήνεια. πάλιν φασὶ νόθον τὸ παρὸν πρῶτον βιβλίον, ἐπειδὴ ψευδῆ λέγει καὶ ἐναντία ἑαυτῷ κατὰ ἐκπομπὴν λέγων γίνεσθαι τὴ ὅρασιν. φαμὲν οὖν, ὅτι ὅσον ἐπὶ τούτῳ ἀθετήσομεν καὶ τὴν Φυσικὴν ἀκρόασιν· κἀκεῖ γὰρ φαίνεται τοῦτο λέγων. φησὶ γάρ· ‘ἐναντίως ἔχει ἡ μαθηματικὴ τῇ ὀπτικῇ· ἡ μὲν γὰρ μαθηματικὴ τὴν φυσικὴν εὐθεῖαν μαθηματικὴν ποιεῖ, ἡ δέ γε ὀπτικὴ τὴν μαθηματικὴν εὐθεῖαν φυσικὴν ποιεῖ’. καὶ ὅρα, ὅτι ‘εὐθεῖαν’ εἶπεν, ᾧ δῆλον, ὅτι κατ’ ἐκπομπὴν εἶπε 2 τριῶν] scribendum δύο 4 ψυχῆς] scribe ἐμψύχων coll. p. 1,12 τουτέστι om. V 7 Περὶ om. V 8 μανθάνειν] μὲν θανεῖν G i) σχεδὸν] Ar. Meteor. Α 1 p. 339a8 13 fiepl φυσικῆς ἀκροάσεως] Phys. Θ 6 (imprimis p. 256b25) et 9 265b22) 14 οὕτως a 15 αὕτη καὶ G (cf. 15v48): αὕτη γὰρ Va 18 πολλῇ καὶ trans- ponit a σδσγρίᾳ] ἀσαφηνείᾳ a 20 ἐφαψόμεθα a μᾶλλον (post εἰπεῖν) fortasse delendura est 21 Περὶ ψυχῆς] cf. Ar. Dean. Α 2 p. 405b15; 5 p. 409b26; r 3 p. 427 a 28, b 5 26 διότι] ὅτι a 27 παρὸν VG: παρὰ a 28 λέγων V, sod tov in rasura: λέγουσι G; de re cf. Ar. Meteor. A 8 p. 345b11; 6 p. 343a13 29 ὅτι (ante ὅσον) G: om. Ya 30 φησὶ γάρ] Ar. Phys. Β 2 p. 194a7 31. 32 τὴν φυσικὴν εὐθεῖαν a: τῆ φυσικὴ εὐθεῖάν YG 32 τὴν μαθηματικὴν εὐθεῖαν Ga; ttj εὐθεῖαν V 33 o) a: ὃ VG κἀκεῖσε γίνεσθαι τὴν ὅρασιν. ἡμεῖς δέ φαμεν, ὅτι οὐκ, ἐπειδὴ ἐνταῦθα 2v πρεσβεύει τὴν ὄψιν, ἤδη καὶ νόθον ἐστὶ τὸ βιβλίον. ἡνίκα μὲν γὰρ σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ ὄψεως διαλεχθῆναι, τότε τὴν οἰκείαν ἐκφαίνει δόξαν, ὡς ἐποίησεν ἐν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ τὸ ἀληθὲς παραδιδούς. ὡσαύτως δὲ καὶ ἐν τῇ Περὶ ψυχῆς τὴν ἑαυτοῦ ἐκφαίνει δόξαν, εἰ καὶ ὅτι † σαφῶς· ἐκεῖ γὰρ τὴν ὄψιν κατὰ εἰσδοχὴν ἐπρέσβευσεν εὐκαίρως τὴν οἰκείαν δόξαν δημοσιεύων. ἡνίκα δὲ ὡς ἐν παρεκβάσει γίνεται αὐτῷ ὁ λόγος, τότε τῇ τῶν πολλῶν δόξῃ κατακολουθεῖ. ὥσπερ οὖν ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκεν, οὕτω καὶ ἐνταῦθα, κατ’ ἐκπομπὴν πρεσβεύων εἶναι τὴν ὄψιν. πάλιν φασὶ νόθον τὸ παρὸν βιβλίον, ἐπειδὴ τῆς θερμότητος τοῦ ἀέρος αἰτιᾶται τὴν παράτριψιν τῶν ἀκτίνων μὴ οὐσῶν κατ’ αὐτόν· ἀσώματον γὰρ τὸ φῶς βούλεται. ὅπου γὰρ εἰ καὶ εἴησαν, οὐδὲ οὕτως ἠδύναντο παρατρίβεσθαι, διότι οὐκ ἔχουσι φύσιν μάχεσθαι· τὰ | γὰρ ὁμογενῆ τοῖς ὁμογενέσι μάχεται, ἀνόμοιος δὲ ὁ ἀὴρ πρὸς 3r τὰ οὐράνια κατ’ αὐτόν· πέμπτης γὰρ ταῦτα λέγει οὐσίας. τί οὖν φαμεν: ὅτι τῇ τῶν πολλῶν καὶ ἐν τούτῳ δόξῃ κατηκολούθησεν. πάλιν νόθον τὸ παρὸν βιβλίον, διότι τὸν γαλαξίαν πάθος φησὶ εἶναι τοῦ ἀέρος, ὅπερ ψεῦδος· ἀεὶ γὰρ ὡσαύτως φαίνεται ἔχων, ὁπότε καὶ περὶ αὐτοῦ ἀνεγράψαντο οἱ Χαλδαῖοι. τί οὖν φαμεν; οὐδὲ αὐτὸ περὶ τούτου ἀπεφήνατο. ἔχομεν γὰρ τροφεῖα αὐτῷ ἀπονέμοντες δεῖξαι, ὅτι μετὰ τὴν ἀπαρίθμησιν γαλαξίου ἐπήγαγεν· ὧν τὰ μὲν ἀποροῦμεν, τῶν δ’ ἐφαπτόμεθα τρόπον τινά. καὶ οὐ περὶ ἄλλου οἶμαι ὅτι εἴρηται ἀποροῦμεν, εἰ μὴ περὶ τοῦ γαλαξίου.
Η εἰς τὰ μόρια διαίρεσις. διαιρεῖται τὸ παρὸν βιβλίον εἰς λόγους καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τὰ πάθη πάντα τὰ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως καὶ τῆς ἀτμιδώδους]· ἐν δὲ τῷ πέρατι καί τινα σαφῆ παραδίδωσι τῆς ἀτμιδώδους. ὁμοίως καὶ ἐν τῷ δευτέρω περὶ τῶν ἀσαφῶν τῆς καπνώδους ἀναθυμιάσεως διαλέγεται, ἐν δὲ τῷ τρίτῳ ὑπόλοιπα ἀσαφῆ τῆς ἀτμιδώδους. ἁπανταχοῦ γὰρ καὶ ἐν τοῖς σαφέσι καὶ ἐν τοῖς ἀσαφέσι προτάττει τὰ τῆς καπνώδους τῇ τάξει τοῦ παντὸς κατακολουθήσας. πρότερον γὰρ τὸ πύρινον στοιχεῖον, εἶτα τὸ ἀέρινον· λογεῖ δὲ τῷ μὲν πυρὶ ἡ καπνώδης ἀναθυμίασις, τῷ δὲ ἀέρι ἡ ἀτμιὸώδης. ἐν δὲ τῷ πέρατι τοῦ τρίτου περί τινων ἀψύχων διαλέγεται, οἷον περὶ τῶν 3 ἐκφαίνει V: ἐμφαίνει G: ἐμφαίνεται a 5 παραδούς G Περὶ ψυχῆς] Β 7 5. 6 ἐμφαίνει a 6 ὅτι σαφῶς YG: σαφῶς a: ἀσαφῶς Idelenis: fort, ὅτι ἀσαφῶς.. cf. lor 35 7 ἀκαίρως a 9 οὖν a: supra lineam add. ’: oin. G 11 αἰτιᾶται] Ar. Meteor. Α 3 p. 340a28 sqq. 12 καθ’ αὑτό Idelerus Ar. De an. Β 7 p. 418b14 15 καθ’ αὑτόν a 16 φησὶ G 17 εἶναι φησὶ transicit a πάθος ἀέρος] cf. Ar. Meteor. Α 8 p. 346b3 20 αὐτῷ ἀπονέμοντες coll. 38v38 et 53v41 em. Ideler: τροφιὰ αὑτοῦ ἀποφήναντες VG a 22 ante ἀποροῦμεν add. τὸ a post ἀποροῦμεν add. τί G ’ 26 καὶ τῆς ἀτμιδώδους (quae est emendatio v. 28) delevi 27 post σαφῆ παραδίδωσι verba τὰ πάθη πάντα iterat a ἀτμιδώδους correxi coll. v. 26 sqq.: καπνώδους YGa 29 ἀσαφῆ om. a 33 post τρίτου add. βιβλίου a μετάλλων, ἐν δὲ τῷ τετάρτῳ περὶ τῶν ἁπλῶς συνθέτων ὁμοιομερῶν, ἀψύχρὴ 3r μὲν εἰδέναι, ὅτι τῶν συνθέτων τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ὰνομοιομερὴ. καὶ ἑκάτερον τούτων τριττόν ἐστι· σύνθετα ὁμοιομερῆ ἄψυχα, ἅπερ διδάσκει ἐν τῷ πέρατι τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ ἐν τῇ μονοβίβλῳ Περὶ μετάλλων ἐπιγεγραμμένῃ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἔμψυχα, ἃ διδάσκει ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ. εἰσὶ δὲ ἄλλα σύνθετα ὁμοιομερῆ ἀπλῶς· ταῦτα διδάσκει ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων· ἐκεῖ γὰρ καὶ περὶ ἐμψύχων καὶ ἀψύχων ἐρεῖ καὶ διὰ τοῦτο ἁπλῶς περὶ ὁμοιομερῶν. λοιπὸν τὸ ἄλλο σκέλος. εἰσὶ σύνθετα ἀνομοιομερῆ ἔμψυχα. ταῦτα διδάσκει ἐν τῷ Περὶ ζῴων μορίων · ἐκεῖ γὰρ οὐ μόνον περὶ τῶν ὁμοιομερῶν μορίων, ἀλλὰ καὶ περὶ τῶν ἀνομοιομερῶν διαλέγεται. εἰσὶ πάλιν σύνθετα ἀνομοιομερῆ ἄψυχα. περὶ τούτων οὐδαμοῦ διαλέγεται, διότι οὐκ εἰσὶ πρὸς αὐτὰ ἀνομοιομερῆ ἄψυχα· ἀνομοιομερὲς γάρ φησι τὸ ὀργανικόν· πᾶν δὲ ὀργανικὸν ἔμψυχον, εἴ γε ἡ ψυχὴ ἐντελέχειά ἐστι κατ’ αὐτὸν σώματος φυσικοῦ ὀργανικοῦ. εἰσὶ πάλιν σύνθετα ἀνομοιοβαρῆ ἀπλῶς, περὶ ὧν πάλιν οὐδαμοῦ διαλέγεται. εἰ γὰρ τὸ μερικὸν ἐκλέλοιπε, δῆλον ὅτι καὶ τὸ ἀπλῶς. ταῦτα μὲν περὶ τούτων.
Ἰστέον δέ, ὅτι Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς τὸ πέρας τοῦ τρίτου λόγου τῆς παρούσης πραγματείας καὶ τὸν τέταρτον λόγον χωρίζει ἀπὸ τῶν Μετεώρων καὶ συνάπτει τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ‘ἔδει γάρ, φησι, μετὰ τὴν εἴδησιν τῶν στοιχείων εἰδέναι καὶ τὰ ἐξ αὐτῆς γινόμενα’· φησὶ δὲ τὰ σύνθετα. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος συνηγορεῖ λέγων, ὅτι οὐ δεῖ διακρίνεσθαι ἀπὸ τῶν Μετεώρων αὐτὰ καὶ συνάπτεσθαι τῇ Περὶ γενέσεως καὶ φθορᾶς· οὕτω γὰρ εὑρεθήσεται διασπωμένη ἡ περὶ τῶν στοιχείων διδασκαλία μεσολαβουμένη ὑπὸ τῆς τῶν συνθέτων πραγμάτων ὑφηγήσεως. δέον γάρ ἐστι μετὰ τὰ Περὶ γενέσεως καὶ φθορᾶς τοὺς πρώτους μαθεῖν τῶν Μετεώρων λόγους περὶ γὰρ τῶν στοιχείων οὗτοι διδάσκουσι) καὶ οὕτω τοὺς τελευταίους λόγους τῶν Μετεώρων, ἐν ᾧ ἡ περὶ συνθέτων πραγμάτων διδασκαλία.
Πρᾶξις β.
p. 338a20 Περὶ μὲν οὗν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ πάσης κινήσεως φυσικῆς.
Ἀνάμνησιν ποιεῖται τῶν φθασάντων ἑτέρᾳ διὰ τοῦ παρόντος ῥνσειδίου, τῆς Φυσικῆς ἀκροάσεως. ἀλλὰ διὰ μὲν τοῦ εἰπεῖν τῶν πρώτων αἰτίων τῆς φύσεως ἀνέμνησε τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου. ἐν γὰρ τούτοις τὰ πρῶτα αἴτια, ὕλην φημὶ καὶ εἶδος, διδάσκει. ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μᾶλλον περὶ ὕλης ὁ λόγος, ἐπειδὴ τὰς διαφόρους δόξας ἐκεῖσε διελέγχει περὶ αὐτήν, ἐν δὲ τῷ δευτέρῳ μᾶλλον περὶ εἴδους. δείκνυσι γὰρ ἐκεῖσε τὰ τρία αἴτια ἀλλήλοις συντρέχοντα· τὸ γὰρ ποιητικὸν καὶ τὸ ὑλικόν, φησι, συντρέχουσι τῷ εἰδικῷ· εἰ οὖν περὶ τοῦ εἰδικοῦ ὁ λόγος δηλονότι καὶ περὶ τοῦ εἴδους. διὰ δὲ τοῦ εἰπεῖν καὶ περὶ πάσης κινήσεως φυσικῆς ὑπόμνησιν ἐποίησε τῶν τεσσάρων λόγων εݲ εݲ, ςݲ, ζݲ, ηݲ· ἐν τούταις γὰρ περὶ πάσης φυσικῆς κινήσεως ὁ λόγος. ἀλλ’ ἴσως τις ἐρεῖ, ποῦ ὁ περὶ κινήσεως καὶ κενοῦ καὶ ἀπείρου καὶ τόπου καὶ χρόνου λόγος. τί οὖν φμεν; ὅτι τοῖς ἄκροις συuπαραλαμβάνεται καὶ τὰ μέσα, ὅτι περὶ πάσης κινήσεως εἰρηκὼς ἀνέμνησε περὶ τόπου καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν τόπῳ καὶ ἐν χρόνῳ. εἰ δὲ τόπου ἀνέμνησε, δηλονότι καὶ κενοῦ. οὐδὲν γὰρ ἄλλο ἐστὶ κενόν, εἰ μὴ τόπος ἐστερημένος σώματος. εἰ δὲ χρόνου ἀνέμνησε, δηλονότι καὶ ἀπείρου· δοκεῖ γὰρ οἷον ἄπειρος εἶναι ὁ χρόνος. ζητῆσαι δὲ ἄξιον, τί δήποτε προσέθηκε τὸ φυσικῆς. ἐντεῦθεν πειρῶνταί τινες δεῖξαι, ὅτι οἶδε καὶ Ἀριστοτέλης τὴν ὑπερφυῆ κίνησιν, ἣν καὶ ὁ Πλατῶν οἶδε λέγων αὐτοκίνητον τὴν ψυχήν. καί φαμεν, ὅτι ὁ μὲν Πλατῶν τὴν λογικὴν ψυχὴν ἔφη αὐτοκίνητον, ὁ δ’ Ἀρισιοτέλης φυσικὴν κίνησιν αὐτοκίνητον. πλὴν οἱ ταῦτα λέγοντες ἔξω τοῦ σκοποῦ βάλλουσι καὶ ἐκπίπτουσι τῆς Ἀριστοτέλους διανοίας· οὐ γὰρ δευτέραν λέγει εἶναι ἐκείνην τὴν κίνησιν, ὡς δέδεικται ἐν τῇ Περὶ ψυχῆς. τί οὖν ῥητέον; ὅτι καὶ αὐτὸς κίνησίν φησιν ὑπερφυῆ τὴν τῶν στοιχείων, ἣν εἰρήκασι κινεῖσθαι τὰς ὁλότητας αὐτῶν ἐφιεμένας τοῦ πέμπτου στοιχείου. διὰ τοῦτο το φυσικῆς.
p. 338a21 ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων 3r ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποια.
Διὰ τούτων ἐπανάληψιν ποιεῖται τῆς Περὶ οὐρανοῦ πραγμτείας, ἀλλὰ διὰ μὲν τοῦ πρώτου ῥησειδίου τῶν δύο λόγων, διὰ δὲ τοῦ δευτέρου τῶν ὑπολοί|πων δύο. τέσσαρας γὰρ λόγους ἐχούσης τῆς Περὶ οὐρανοῦ πραγματείας 3v ἐν μὲν τῷ πρώτῳ περὶ πασῶν τῶν σφαιρῶν διαλέγεται, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἐν ταῖς σφαίραις ἄστρων. ἐν δὲ τῷ τρίτῳ δείκνυσι, πόσα εἰσὶ τὰ στοιχεῖ, ἀιδίους τὰς ὁλότητας ἀποδεικνύς· ἐχρῆν γὰρ ἐκεῖσε τοῦτο ποιῆσαι, ἐπειδὴ σκοπὸς αὐτῷ ἐστι τὸ δεῖξαι ἀίδιον τὸν κόσμον. ἐν δὲ τῷ τετάρτῳ λόγῳ περὶ βαρύτητος καὶ κουφότητος διαλέγεται· ἐχρῆν γὰρ ἡμᾶς τὰ περὶ τούτων εἰδέναι, ὅπως μάθωμεν, ποῖον μὲν τῶν στοι- χείων τὴν ἄνω τάξιν ὀφείλει ἔχειν, ποῖον δὲ τὴν κάτω, ποῖ δὲ μέσα. διὰ μὲν τοῦ εἰπεῖν περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων ἀνάληψιν τοῦ πρώτου καὶ τοῦ δευτέρου λόγου ἐποιήσατο, διὰ δὲ τοῦ ὑπολοίπου καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν πόσα τε καὶ ποῖα τῶν ἐφεξῆς δύο λόγων τῆς Περὶ οὐρανοῦ περὶ τῶν τριῶν δια- λέγεται]. εἴρηται γάρ, ὅτι τρεῖς ἀφώρισεν πραγματείας τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ· τὴν Περὶ οὐρανοῦ, τὴν Περὶ γενέσεως καὶ φθορᾶς, τὴν παροῦσαν πραγματείαν. καὶ ποῦ μὲν ὡς ἀίδια ταῦτα διδάσκει ἐν τῇ Περὶ οὐρανοῦ, ποῦ δὲ ὡς γινόμενα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ποῦ δὲ ὡς παθαινόμενα ἐν τῇ παρούσῃ πραγματείᾳ. κέρδανον δὲ διὰ τοῦ εἰπεῖν στοιχείων σωματικῶν πόσα τε καὶ ποῖα, ὅτι καὶ τὸ πέμπτον στοι- χεῖον βούλεται εἶναι· διὰ γὰρ τοῦ εἰπεῖν πόσα ἀνέμνησεν, ὅτι πέμπτον, διὰ δὲ τοῦ ποῖα, ὅτι πέμπτον σῶμα καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ 77). σωματικῶν δὲ εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ὕλης καὶ εἴδους· κἀκεῖνα γὰρ αἴτια, ἀλλ’ οὐ σωματικά, ἀλλ’ ἀσώματα.
p. 338a23 Καὶ τῆς εἰς ἄλληλα μεταβολῆς καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον.
Ἀνάληψιν ἐνταῦθα ποιεῖται τῶν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων. δύο δὲ ὄντων λόγων ἑκατέρων ποιεῖται ἀνάμνησιν. ἐν γὰρ τῷ πρώτῳ περὶ γενέσεως καὶ φθορᾶς ἀπάσης διείλεκται, ἐν δὲ τῷ δευ- τέρῳ περὶ τῆς μεταβολῆς τῆς γινομένης εἰς ἄλληλα τῶν στοιχείων· καὶ τοῦτο εἰκότως, ἐπειδὴ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ αἴτιά ἐστι τῶν τῇδε 1 κατὰ VGAr.: παρὰ a 2 περὶ om. a 5. 6 πραγματείας oiu. G li ἀπασῶν a 8 ἐκεῖσε γὰρ transpon. a 12 ante μέσα add. τὰ a 15 περὶ om. N 16. 17 περὶ τῶν τριῶν διαλέγεται ex margins irrepsisse vidit Dicls 17 ἀφώρισεν ἀφώρισαν VGa (cf. adn. ad p. 10,4) 18 διδασκαλία G: διδασκαλίας V: πραγματεία a τῆς περὶ γεν. G 21 ἐκέρδανον a 22 τε om. a 21 καὶ ἀὴρ om. σωματικὸν a 32 τῆς μεταβολῆς om. a καὶ οὐκ ἀλλήλοις ἡ αἰτία εἰ μὴ διὰ τῆς ἀλλοιώσεως. διὰ τούτων οὖν 3v πάλιν ἀνάμνησιν τῆς Περὶ γενέσεως καὶ φθορᾶς ποιεῖται. καὶ μέμνησο, ὅτι οὐχ ὅλης ὡς ὅλης ἑκάστης πραγματείας εἶπε τὸν σκοπόν, ἀλλ᾿ ὅτι καὶ ἑκάστου λόγου. κοινὴν δὲ ἄξιον ἀπορίαν κατὰ τῶν εἰρημένων ἐπάγειν. τί δήποτε ἐπιλαθόμενος ὁ Ἀριστοτέλης τοῦ Πλατωνικοῦ παραγγέλματος. ὅτι οὐ δεῖ ἑνὸς βιβλίου πολλοὺς σκοποὺς ποιεῖσθαι, οὗτος πλείονας σκοποὺς ἐποιήσατο; καὶ ῥητέον, ὅτι περὶ πάντων εἷς ὁ σκοπός. ἐν γὰρ τῇ Φυσικῇ σκοπὸς περὶ πάντων τῶν φυσικῶν διαλεχθῆναι, οἷς συμβέβηκεν ἔχειν αἴτια καὶ ἐν χρόνῳ εἶναι καὶ ἐν τόπῳ γίνεσθαι· λοιπὸν δὲ ὡς ἐν παρεκβάσει καὶ περὶ τόπου καὶ χρόνου διείλεκται. πάλιν δὲ ἐν τῇ Περὶ οὐρανοῦ σκοπὸς διαλεχθῆναι περὶ παντὸς τοῦ κόσμου, οὗτινος αἴτια τὰ οὐράνια σώματα ἢ καὶ τὰ τέσσαρα στοιχεῖα. πάλιν δὲ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἷς ὁ σκοπός, τὸ περὶ πάντων τῶν ὑπὸ σελήνην διαλεχθῆναι, οἷς συμβέβηκεν ἢ στοιχεῖα ἢ ἐκ στοιχείων εἶναι. διὸ τοῖς μὲν στοιχείοις ἀφώρισται ὁ δεύτερος λόγος, τοῖς δὲ γινομένοις καὶ φθειρομένοις ὁ πρῶτος.
p. 338 a 25 Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότερον μετεωρολογίαν ἐκάλουν.
᾿Εντεῦθεν διηγεῖται τὸν σκοπὸν τῆς προκειμένης πραγματείας, ὅτι σκοπὸς περὶ τῶν ἐν μεταρσίῳ διαλεχθῆναι. ζητῆσαι δὲ ἄξιον, τί δήποτε εἶπε λοιπόν, τί οὖν ἔτι ἡ προῦσα πραγματεία ὑπολείπεται τῇ φυσιολογίᾳ, ποῦ αἱ ὑπόλοιποι αὐτοῦ πραγμαιεῖαι αἱ περὶ τῶν συνθέτων γραφεῖσαι. τί οὖν λέγομεν; ὅτι τὸ λοιπὸν ὡς πρὸς τὰ αἴτια· εἰς γὰρ τὴν τῶν αἰτίων μέθοδον ἡ προῦσα πραγματεία ὑπολείπεται. αἱ γὰρ ἄλλαι πραγματεῖαι περὶ τῶν αἰτιατῶν εἰσι, τουτέστι περὶ συνθέτων. εἰπὲ δὲ καὶ δευτέραν ἐξήγησιν, ὅτι τὸ λοιπὸν ὡς διὰ τὰ στοιχεῖα. ὑπολείπεται γὰρ τῇ περὶ τῶν στοιχείων διδασκαλίᾳ ἡ παροῦσα πραγματεία, ὅπως μὴ μόνως ἀίδια τὰ στοιχεῖα εἰδείημεν μηδὲ ὡς γινόμενα, ἀλλὰ καὶ ὡς παθαινόμενα.
p. 338a26 Ταὺτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων.
Ἀσαφές τι ἔχει ἡ λέξις. ἀλλ᾿ εἰ δοκεῖ, τοῦτο ἐξομαλίσωμεν. περὶ ὧν, φησί, μέλλω λέγειν, ἐκεῖνά εἰσιν ἅπερ συνίστανται ἐν τῷ μεταρσίῳ κατὰ φύσιν μέν, πλὴν ὅμως ἀτακτότερον τοῦ πρώτου στοιχείου· πρῶτον 1 ἀλλήλοις] ἄλλη G ἡ (post ἀλλήλοις) om. a. οὐκ 〈ἄλλη〉 ἀλλήλοις ἡ αἰτία Diels 4 ἑκάστου λόγου V2: ἕκαστος λόγος V1Ga 5 Πλατωνικοῦ] fort. Phacdr. 265 D 7 περὶ πάντων G: περ πάντων V: περὶ ἓν a 9 ὡς ἐκπαρεκβάσει G 13 ὑπό. σελήνην G: ὑποσελήνων Va: cf. p. 36,7 14 στοιχεῖα] στοιχείοις G 25 post πραγματεῖαι add. καὶ Va αἰτιατῶν V: αἰτίων Ga εἶπε Va 28 μόνον a 30 συμβαίνει] σημαίνει a 31 ἀτακτωτέραν (etiain in sqq.) a 33 μέλλων G δὲ στοιχεῖον λέγει τὸ οὐράνιον. καὶ σημείωσαι, ὅτι πάλιν εἰ αὐτὸ στοιχεῖον 3v καλεῖ, τί δήποτε συγκριτικῇ ἐχρήσατο φωνῇ· τί οὖν καὶ τὰ οὐράνια ἀτάκτως ὅλως κινοῦνται, ἵνα εἴπωμεν ἀτακτότερον αὐτῶν γίνεσθαι τὰ ἐν τῷ μεταρσίῳ. τί οὗν φαμεν; ὅτι τῇ φαινομένῃ ὑπονοίᾳ ἠκολούθησεν (δοκοῦσι γὰρ ἀτάκτως κινεῖσθαι τὰ οὐράνια διὰ τοὺς στηριγμοὺς καὶ ἀναποδισμούς. φαίνονται γὰρ ἀτάκτως κινούμενοι οἱ πλανῆται ἄνευ τοῦ ἡλίου καὶ τῆς σελήνης) ἢ ὅτι δυγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο ἀρχικῶς. γὰρ καὶ ὁ ποιητής φησιν· ἔβλαψας μ’, ἑκάεργε, θεῶν ὀλοώτατε πάντων, οὐχ ὅτι καὶ οἱ θεοὶ ὀλοοί εἰσιν, ἀλλὰ συγκριτικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.
p. 338 Περὶ Περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾶ τῶν ἀστέρων.
τοῦτό φησιν, ὅτι ἀτάκτως μὲν πάντα γίνονται τὰ ἐν τῷ μεταρσίῳ, πλὴν μέντοι ἐν τούτοις τὰ. ἐν τῷ ἀπογείῳ γινόμενα καὶ πλησίον τῶν ἀστέρων ἀτακτότερον δοκοῦσι γίνεσθαι τῶν γινομένων ἐν τῷ περιγείῳ. δι’ ἣν δὲ ἄρα αἰτίαν τοῦτό φησι; διὰ τὸν γαλαξίαν καὶ τοὺς κομήτας καὶ τοὺς διᾴττοντας. ταῦτα γὰρ ἀτάκτως δοκοῦσι γίνεσθαι ἤπερ τὰ ἐν τῷ περιγείῳ ὄνια ἶρις καὶ ἅλως. καὶ γὰρ ὁ γαλαξίας | δοκεῖ ἀτάκτως γίνεσθαι 4r διὰ τὸ σχῆμα. συμπαρεκτείνεται γὰρ τῷ ζῳδιακῷ ἀνωμάλως διακειμένῳ. ἀλλὰ μὴν καὶ οἱ κομῆται, ἐπειδὴ τούτων οἱ μέν εἰσι πωγωνίαι, οἱ δὲ λογχωτοί. ἀλλὰ μὴν καὶ οἱ διᾴττοντες πολὺ ἔχουσι τὸ ἄτακτον· νομίζονται γὰρ ἄστρα εἶναι. ἡ μέντοι ἶρις καὶ ἡ ἅλως οὔκ εἰσιν οὕτως ἄτακτα. πολλὴ γάρ ἐστιν ἐπὶ τῆς ἴριδος ἀκρίβεια μαθηματική· τοιαύτη γάρ τις γίνεται περιφέρεια, ἣν οὐδὲ τέχνη σχεδὸν ποιῆσαι δύναται. διὸ μᾶλλον καὶ φαντασίαν ψιλὴν λέγουσιν εἶναι ταύτην καὶ ἀπὸ τῆς ὄψεως, καὶ οὐ κυρίως ὑπάρχειν, ἐπειδὴ ἀδύνατόν ἐστί, φασί, τὸν οὕτω ῥευστὸν ἀέρα τοιαύτην δέξασθαι μαθηματικὴν ἀκρίβειαν. ἀλλὰ μὴν καὶ ἐπὶ τῆς ἄγω τὸ αὐτό· τοιοῦτος γὰρ γίνεται κύκλος, ὡς ὑπερβαίνειν μαθηματικὴν ἀκρίβειαν.
p. 338b22 Oiov περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων.
ἐπειδὴ ὁ συνηγορικὸς Ἀριστοτέλης, οὐχ ὁ σπουδαῖος καὶ ὁ κύριος, συνηγορεῖ τὸν γαλαξίαν τοῦ ἀέρος εἶναι πάθος, ὅπερ οὐχ οὕτως ἔχει, βουεἰ 1 om. V in lac. 3 ἀτάκτως] ἄτακτα a ἀτακτώτερον εἴπωμεν a 4 ἠκολούθησαν ’ G γὰρ (i: τοῦ Va 8 ὁ ποιητής] Horn. X ’j II τῶν γειτνιῶν τὰ (j μάλιστα om. a 12 ἄστρων Ar. 13 μὲν G: ora. a: ὢν (non dilucide) V γίνονται πάντα a τὰ (post γίνονται)] τῶν V 17 post ἀτάκτως fortasse inscremluin μᾶλλον vol sciibendum ἀτακτότερον 19 συμπαρεκτείνεται a: συμπαρεκτείνεσθαι YG 22 νομίζοντες G 26 φασι sciipsi: φησί VGa τὸν] τῶν G 27 ἀλλὰ ἀλλὰ μὴν—ἀκρίβειαν (29) ora. V 28 ante τοιοῦτος add. καὶ a λόμενος ἐνδείξασθαι, ὅτι συνηγορεῖ, ἐκ προοιμίων αὐτοῦ ἐμνήσθη· ἔθος 4r γὰρ ἔχει προτάττειν τὰ συνηγορικῶς λεγόμενα. ἐκπυρουμένων δὲ καὶ κινουμένων εἶπε φασμάτων διὰ τοὺς διᾴττοντας. φάσματα δὲ αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ νομίζονται εἶναι ἀστέρες, ὅπερ οὐκ ἀληθές· γίνονται δὲ οὖτοι ἐκπυρώσεως γινομένης τοῦ ἀέρος.
p. 338b24 Ὅσα τε θείημεν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος.
Κοινὰ λέγει πάθη ἀέρος καὶ ὕδατος τὴν ἶριν καὶ τὴν ἅλω, ὡς ἐπὶ τὸ πλεῖστον ὑετοῦ μέλλοντος κατενεχθῆναι γίνονται, καὶ δηλοῖ μάλιστα ἡ ἶρις τὸν ὑετὸν ἐσόμενον. διὸ καὶ ὁ ποιητὴς ὑετῶν μάντιν καλῶν αὐτὴν οὐκ ἄνευ τῶν πραγμάτων τῷ ἐπιθέτῳ χρήσεται. ἶρις δὲ ἐκλήθη παρὰ τὸ ἀγγέλλειν, ἐπειδὴ καὶ ἡ παρὰ τοῖς θεοῖς Ἶρις ἄγγελός ἐστιν. ἅλως δὲ ἐκλήθη διὰ τὸ ἐοικέναι ἁλωνίᾳ. καὶ γὰρ ὥσπερ ἡ ἁλωνία περιφερὴς διὰ τὸ κύκλῳ κινεῖσθαι τοὺς βόας τὸν Δημητριακὸν καρπὸν καταθραύοντας καὶ διακρίνοντας τὸν καρπὸν ἀπὸ τῆς καλάμης, οὕτως καὶ ἡ ἅλως αὕτη περὶ τὴν σελήνην γινομένη κυκλοτερής ἐστιν.
p. 338b25 ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν.
Ἕτι φησὶ ‘πρὸς τούιοις’, δέον ζητῆσαι τὰ μέρη καὶ τὰ εἴδη καὶ τὰ πάθη τῆς γῆς. μέρη μὲν οὖν ἐστι τῆς γῆς τὸ ἀνατολικόν, τὸ δυτικόν, τὸ βόρειον, τὸ νότιον· ταῦτα δὲ ὀφείλομεν εἰδέναι διὰ τοὺς ἀνέμους. εἴδη δὲ γῆς λέγει, ἐπειδὴ τῆς γῆς ἡ μὲν σηραγγώδης, ἡ δὲ ἀντρώδης. τοῦτο δὲ συμβάλλεται πρὸς τοὺς σεισμούς· ἡ γὰρ σηραγγώδης οὐχ ἁλίσκεται σεισμοῖς διὰ τὸ μὴ στέγεσθαι τὰς ἀναθυμιάσεις, ἡ δὲ ἀντρώδης συνεχῶς ἴσχει. πάθη δὲ τῆς γῆς φησι τὰς δύο ἀναθυμιάσεις, τήν τε καπνώδη καὶ τὴν ἀτμιδώδη. διὰ τί δὲ ἐπὶ μόνων τῶν παθῶν εἶπε καὶ τὰ πάθη τῶν μερῶν, διὰ τί δὲ καὶ μὴ εἴδη τῶν μερῶν; λέγομεν, ὅτι ἐκ τῶν διαφόρων μερῶν διάφοροι ἀναθυμιάσεις, καὶ διὰ τοῦτο εἶπε πάθη μερῶν, οὐκέτι δὲ τῶν εἰδῶν διάφορα μέρη· διὸ οὐκ ἠναγκάσθη προσθεῖναι.
p. 338b 25 Ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν αν τας αιτιας.
Ἀπὸ μὲν τῶν μερῶν, περὶ πνευμάτων· ἀπὸ δὲ τῶν εἰδῶν, περὶ σεισμῶν· ἀπὸ δὲ τῶν παθῶν, καὶ περὶ σεισμῶν καὶ περὶ πνευμάτων.
p. 339a1 Καὶ περὶ πάντων τῶν γινομένων κτὰ τὰς κινήσεις 4r τὰς τούτων.
Ποίας λέγει κινήσεις; ἐκ τοῦ τὰ συμπτώματα, ἃ πολλάκις αὐτοῖς συμβαίνει † οἷον συμβαίνουσί τινες κινήσεις τοῖς πνεύμασι. πάντων γὰρ τῶν πνευμάτων ἐξωθούντων τὰ νέφη μόνος ὁ καικίας ἐπὶ αὑτὸν πάντα ἐπισπᾶται. τοῦτο δὲ πάσχει διὰ τὸ προσπνεῖν ὑψηλοῖς ὄρεσι καὶ ἀντανακλᾶσθαι τὸ πνεῦμα. ἀμέλει γοῦν καὶ τοιαύτη τις παροιμία ἐξενήνεκται· “ἕλκει ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας τὰ νέφη’’. ἀλλὰ μὴν καὶ περὶ τοὺς σεισμοὺς συμβαίνουσί τινες κινήσεις, τὸ μετ’ αὐτοὺς γίνεσθαι ἢ χάσματα τῆς γῆς ἢ πηγὰς ἀφανίζεσθαι ἢ πολλάκις καὶ ἐκφαίνεσθαι εἰσὶ γὰρ σεισμοὶ πηγῶν ἐκφαντικοί, εἰσὶ δὲ καὶ ἀφανιστικοί), καὶ ὅτι, φησί, τούτων προηγεῖται μυκηθμὸς τῆς γῆς καὶ πολλὴ ἄπνοια τῆς ἀναθυμιάσεως μὴ ἀναδιδομένης ἐκ τῆς γῆς, ἀλλὰ οὔσης ἐκεῖ ὅπου καὶ ὁ σεισμός.
p. 9a2 ’Ev οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον τινά.
Τοῦτο Ἀριστοτέλης προστέθεικε διὰ τὸν γαλαξίαν· ἐν τούτοις γὰρ εἰ καὶ συνηγορεῖ, ὅτι πάθος τοῦ ἀέρος, ἀλλ’ οὖν ὅμως ἀπορεῖ περὶ αὐτοῦ. βλέπε δέ, τί μέτριον ἔθος, πῶς οὐδ’ ἐν οἷς ἀποδείκνυσιν ἀποφαίνεται, ἀλλὰ μετριάζων φησὶν ἐφαπτόμεθα.
p. 339a3 Ἕτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ πρηστήρων καὶ τυφωνων.
Ἲνα δὲ μὴ ὀνόματα μόνον ἀκούσωμεν, φέρε ἕκαστον τούτων σφηνί σωυεν. ἰστέον τοίνυν, ὅτι ἡ καπνώδης ἀναθυμίασις ἡ ἐκ τοῦ νέφους ἐκπυρηνιζομένη καὶ θλιβομένη διὰ τὴν ψῦξιν ἢ αὐτὴ καθ’ ἑαυτὴν ἔκκρινε· τᾶι ἢ μετὰ ἀτμίδος, καὶ καθ’ ἑκάτερον τούτων ἡ ἐκπυρωθεῖσα ἢ ἀνεκπύρωτος. εἰ μὲν οὗν ἐκκριθείη αὐτὴ καθ’ ἑαυτὴν ἐκπυρωθεῖσα, ποιεῖ τὸν κεραυνόν. οὗτος δὲ διττός ἐστιν. ἢ γὰρ οὐκ ἔστι καυστικὸς οὐδὲ μελαίνει, ὅν φησιν ὁ ποιητὴς ἀργῆτα κεραυνόν, ἢ καίει καὶ μελαίνει, ὃν καλεῖ ψολόεντα. οὐ πάνυ δέ ἐστι καυστικὸς ὁ κεραυνὸς διὰ τὸ λεπτομερὲς τῆς καπνώδους 3 συμπτώματα ἃ V: σημαινόμενα· ἃ G: σημαινόμενα a 4 συμβαίνει V: locus hand tlubie corruptus; fort, scribenduin est: ἐκ τοῦ τὰ συμπτώματα, ἁ πολλάκις αὐτοῖς συμβαίνει, <ὥσπερ κινήσεις αὐτοῖς συμβαίνειν·> οἷον 5 αὐτὸν V : 8 ἑαυτὸν V: αὑτὸν a: αὑτὸν (J; cf. Trag. ’r. ad. 75 p. 853 N. 9 post κινήσεις add. τοῖς πνεύμασι a 13 ἀλλὰ—σεισμός oin. V 14. 15 τινα τρόπον Ar. IS μέτριον G: μέτρον Va οὐδ’ ἐν (i: οὐδὲν Va 20 21 τυφώνων καὶ πρηστήρων Ar. 23 ἡ (post ἀναθυμίασις) G: ἢ Va 25 ἢ (post τούτων) G: om. Va ἡ ἀνεκπύρωτος—ἐκπυρωθεῖσα (26) om. a 28 ἀργῆτα κεραυνόν] llomenis inultis locis, ut Θ 130 ἑ 128 καλεῖ ψολόεντα] idem ψ 330; ὢ 539 ἀναθυμιάσεως, ὅπερ οὐκ ἔχει τὸ ἀντίτυπον· διὰ τοῦτο γὰρ καὶ ἀργῆτα 4r κεραυνὸν εἶπε διὰ τὸ ἀργῶς καίειν, ψολόεντα δὲ διὰ τὸ ψαύοντα μελαίνειν. εἰ δὲ ἐκκριθείη ἐκπυρωθεῖσα μετὰ ἀτμίδος, ποιεῖ τὸν πρηστῆρα, ὅστις καίει. πλὴν μὴ ἀπορήσῃς, διὰ τί ὁ κεραυνὸς ὡς ἔχων ξηροτέραν ὕλην μὴ μᾶλλον καίει· ῥητέον γάρ, ὅτι διὰ τὸ μὴ ἀντιβαίνειν. οὕτως καὶ σιδήρου πυρωθέντος ἐπ’ ἔλαττον καίει τὸ πῦρ· μᾶλλον γὰρ ἁπτόμεθα πυρὸς ἤπερ σιlδήρου πυρωθέντος. οὕτω μὲν οὖν, εἰ ἐκπυρωθεῖσα ἐξενεχθῇ. εἰ 4v δὲ ἀνεκπύρωτος, εἰ μὲν αὐτὴ καθ’ αὑτήν, ποιεῖ τὰ ἐκνέφια πνεύματα, ἅπερ ἑλικοειδῶς ἑλίττονται καὶ κινοῦνται διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν ἐκ τῶν νεφῶν δίοδον· καὶ γὰρ αἱ τρίχες οὖλαι γίνονται, ἡνίκα τύχωσι λοξό- τητος πόρων. ταῦτα μὲν οὖν, εἰ αὐτὴ καθ’ αὑτὴν ἐκκριθείη. εἰ μέντοι μετὰ ἀτμίδος, ποιεῖ τοὺς καλουμένους τυφῶνας, οἵτινες πολλάκις καὶ αὔτανδρα πλοῖα ἀνήρπασαν ἢ πρόρριζα δένδρα, ἅπερ ἀπολύουσιν ἡμίκαυτα γενόμενα διὰ τὴν πολλὴν κίνησιν τῆς καύσεως γινομένης. τούτους δὲ τοὺς τυφῶνας καὶ σίφωνας καλοῦσι διὰ τὸ καὶ ὕδωρ πολλάκις ἀνασπάσαι, καλοῦσι δὲ αὐτὴν καὶ οὐρανίαν ἰδιωτικῷ ὀνόματι. τυφὼν δὲ καλεῖται διὰ τὸ οἷον τύπτειν διὰ τοῦ τάχους τοῦ πνεύματος· διὰ γὰρ τοῦτο καὶ ὁ ποιητής φησι καὶ τὰς ἀέλλας καὶ τὰς συστροφὰς τῶν πνευμάτων.
p. 339a4 Καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, οἷα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν τούτων σωμάτων.
Στοιχείων ἐγκυκλίων λέγει τῶν καθ’ ἕκαστον ἔτος γινομένων, οἷον ὑετοῦ, χαλάζης, χιόνος καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα μὴ ἐν σκιαγραφίᾳ πᾶσαν ἔχητε τὴν τῆς πραγματείας διάνοιαν, εἴπωμεν καὶ τῆς ἀτμίδος τὴν διαίρεσιν. αὕτη τοίνυν ἢ ἐν τῷ περιγείῳ τόπῳ φέρεται ἢ ἐν τῷ ὑπεργείῳ. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται ἢ ἀλλοιοῦται καὶ πήγνυται· εἰ δὲ ἐν τῷ περιγείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται, οὐκέτι δὲ καὶ τὸ συναμφότερον, διὰ τὸ μὴ ἐξαρκεῖν τὸν χρόνον. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἀλλοιωθείη, ποιεῖ τὸν ὑετόν · εἰ δὲ πῆξιν ὑπομένοι, ποιεῖ τὴν χιόνα· εἰ δὲ τὸ συναμφότερον, ποιεῖ τὴν χάλαζαν. εἰ δὲ ἐν τῷ περιγείῳ τόπῳ ἐνεχθῇ, εἰ μὲν ἀλλοιωθείη, ποιεῖ τὴν δρόσον, εἰ δὲ παγῇ, ποιεῖ τὴν πάχνην. οὐκέτι δὲ ἔστι τὸ συναμφότερον, ὅπερ εἶχεν ἀναἀντιβαῖνον 5 G οὕτως a: οὗτος VG 7 ἤπερ] ἢ a 8 ποιεῖ τὰ] ποιεῖται a 9 ἑλίττονται V: ἐνελίττονται G: ἀνελίττονται a 11 οὖν cm. G 13 ἡμίκαυτα Diels: ἡνίκα ταῦτα YGa 14 τῆς om. Va 17 οἷον om. a 17. IS ὁ ποιητής] Eesiodus Theog. v. 869—880 18 καὶ τὰς συστροφὰς] κατὰ τὰς σ. temptat coll. Et. M. 19,43 ἄελλα συστροφὴ ἀνέμου ἡ ἄγαν εἰλοῦσα 20 σωμάτων τούτων Ar. 22 μὴ] ὡς G. fort, μὴ ὡς 23 ἔχητε τῆς πραγμ. τὴν διάνοιαν G 24 ἢ—φέρεται om. G ἢ (aute ἐν τῷ περιγείῳ] Η: om. Va ἡ ἐν τῷ ὑπεργείῳ] ἢ ὲν xdi περιγείῳ ’: εἰ ἐν xib ὑπεργείῳ G 2 25 εἰ μὲν οὑν ἐν τῷ ὑπεργείῳ om. Ga 25,26 ἡ ἀλλοιοῦται καὶ πήγνυται G: om. Va 27 τὸν (aute κρόνον) om. Va ἀλλοιωθῇ a 28. 29 ὑπομένει Ga 30 ἀλλοιωθῇ Ga 31 τὸ om. Va λογεῖν τῇ χαλάζῃ. εἰ δέ τις εἴποι, ὅτι ἔστι ὁ κρύσταλλος, ῥητέον, ὅτι 4v αὐτὸς ὕδωρ ἐστὶ παγέν, οὐ δρόσος.
p. 339 a 5 Διεξελθόντες δὲ περὶ τούτων.
ἐντεῦθεν προανακηρύττεται τὸν σκοπὸν τοῦ ὑπολοίπου συγγράμματος, ὅτι τούτων ῥηθέντων ἡμῖν ὕστερον ῥηθήσεται καὶ περὶ φυτῶν καὶ ζῴων.
p. 339a6 Κατὰ τὸν ὑφηγημένον τρόπον.
‘Υφηγημένον τρόπον ᾠήθη ὁ Ἀλέξανδρος εἰρῆσθαι τὸ ἀποδεικτικόν,…
p…
The complete text is available when the reading interface loads.