In Platonis Alcibiadem commentarii
- Authority group
- Olympiodorus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Platonis Alcibiadem commentarii, ed. L. G. Westerink, Olympiodorus. Commentary on the first Alcibiades of Plato, Amsterdam: Hakkert, 1956 (repr. 1982): 1–144.
- CTS identifier
urn:cts:greekLit:tlg4019.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
Τιμαίῳ, ὃν ἐνθουσιᾷ θεόληπτος γενόμενος καὶ ὑποκρινόμενος τὸν δη-
μιουργὸν πρὸς τὰ οὐράνια δημηγοροῦντα περὶ τῆς τῶν τῇδε διοικήσεως,
οὓς <‘νέους θεοὺς’> καλεῖ· διὸ καὶ ὁ Ἰάμβλιχος ὑπομνηματίζων τὸν
διάλογον ἐπέγραψεν <‘εἰς τὴν δημηγορίαν τοῦ Διός’.> δεύτερος
ἐνθουσιασμός ἐστιν ἐν τῇ Πολιτείᾳ, ἔνθα μουσόληπτος γεγονὼς ὑπεκρίθη
τὰς Μούσας διεξιούσας τὴν λύσιν τῆς ὑπ' αὐτοῦ συστάσης πολιτείας,
ἔνθα φησίν· <‘παντὶ γὰρ γενομένῳ καὶ φθορὰ ἕπεται ἐξ
ἀνάγκης’.> τρίτος ἐνθουσιασμὸς ὁ ἐν Φαίδρῳ, ἔνθα ὑπὸ τὴν πλάτανον
ὁ Σωκράτης φιλοσοφῶν περὶ τοῦ ἔρωτος <νυμφόληπτος> ἐγένετο.
τέταρτος ὁ ἐν Θεαιτήτῳ, ὅπου κατὰ φιλοσοφίαν ἐνεθουσίασε τὸν
<κορυφαῖον> ὑποκρινάμενος φιλόσοφον, τουτέστι τὸν θεωρητικόν.
τούτων τοίνυν ἕνεκεν ἅπαντες τῇ Πλάτωνος φιλοσοφίᾳ προστρέχουσι.
Φέρε δὲ καὶ τὸ γένος εἴπωμεν τοῦ φιλοσόφου, οὐ πολυηκοΐας χάριν,
ἀλλ' ὠφελείας καὶ παιδεύσεως μᾶλλον τῶν προσιόντων αὐτῷ· οὐ γάρ
τις οὗτος Οὔτις, ἀλλὰ μᾶλλον πολλῶν <ἐπίστροφος ἦν ἀνθρώ-
πων.> λέγεται γὰρ ὁ Πλάτων υἱὸς γενέσθαι πατρὸς μὲν Ἀρίστωνος τοῦ
Ἀριστοκλέους, ἀφ' οὗ τὸ γένος εἰς Σόλωνα τὸν νομοθέτην ἀνέφερεν·
διὸ καὶ κατὰ ζῆλον προγονικὸν Νόμους ἔγραψεν ἐν ιβʹ βιβλίοις καὶ
Πολιτείας σύστασιν ἐν ιαʹ· μητρὸς δὲ προῆλθε Περικτιόνης, ἥτις ἀπὸ
Νηλέως τοῦ Κόδρου κατήγετο. φασὶν οὖν ὅτι φάσμα Ἀπολλωνιακὸν
συνεγένετο τῇ μητρὶ αὐτοῦ τῇ Περικτιόνῃ καὶ ἐν νυκτὶ φανὲν τῷ Ἀρί-
στωνι ἐκέλευσεν αὐτῷ μὴ μιγῆναι τῇ Περικτιόνῃ μέχρι τοῦ χρόνου τῆς
ἀποτέξεως, ὁ δ' οὕτω πεποίηκεν. καὶ γεννηθέντα τὸν Πλάτωνα λαβόντες
οἱ γονεῖς βρέφος ὄντα τεθείκασιν ἐν τῷ Ὑμηττῷ, βουλόμενοι ὑπὲρ αὐτοῦ
τοῖς ἐκεῖ θεοῖς Πανὶ καὶ Νύμφαις καὶ Ἀπόλλωνι νομίῳ θῦσαι. καὶ κειμέ-
νου αὐτοῦ μέλιτται προσελθοῦσαι πεπληρώκασιν αὐτοῦ τὸ στόμα κηρίων
μέλιτος, ἵνα ἀληθὲς περὶ αὐτοῦ γένηται·
<‘τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή’.>
καλεῖ δὲ ἑαυτὸν πανταχοῦ καὶ <τοῖς κύκνοις ὁμόδουλον> ὡς
ἐξ Ἀπόλλωνος προελθών· Ἀπολλωνιακὸν γὰρ τὸ ὄρνεον.
Ἐν ἡλικίᾳ δὲ γενόμενος πρῶτον μὲν ἐφοίτησε Διονυσίῳ τῷ γραμμα-
τιστῇ πρὸς μάθησιν κοινῶν γραμμάτων, οὗ καὶ ἐν Ἐρασταῖς μέμνηται,
ἵνα μήτε Διονύσιος ὁ διδάσκαλος ἄμοιρος εἴη τῆς παρὰ Πλάτωνι μνήμης.
εἶτα μετ' ἐκεῖνον γυμναστῇ μὲν ἐχρήσατο διδασκάλῳ Ἀρίστωνι τῷ
Ἀργείῳ, ὑφ' οὗ καὶ Πλάτων ὥς φασι μετωνομάσθη, πρότερον Ἀριστο-
κλῆς λεγόμενος τῷ τοῦ πάππου ὀνόματι· ἐκλήθη δὲ οὕτως διὰ τὸ δύο
μόρια τοῦ σώματος ἔχειν πλατύτατα, τό τε στέρνον καὶ τὸ μέτωπον,
ὡς δηλοῦσι πανταχοῦ αἱ ἀνακείμεναι αὐτοῦ εἰκόνες οὕτω φαινόμεναι.
ἄλλοι δέ φασι μὴ διὰ τοῦτο μετονομασθῆναι αὐτόν, ἀλλὰ διὰ τὸ πλατὺ
καὶ κεχυμένον καὶ ἀναπεπταμένον τοῦ ἀνειμένου χαρακτῆρος, καθάπερ
φασὶ καὶ Θεόφραστον οὕτω μετονομασθῆναι διὰ τὸ θεῖον τῆς φράσεως,
πρότερον Τύρταμον λεγόμενον. μουσικῆς δὲ διδάσκαλον ἔσχε Δράκοντα
τὸν Δάμωνος μαθητήν· μέμνηται δὲ τούτου ἐν τῇ Πολιτείᾳ. τρία δὲ ταῦτα
ἐπαιδεύοντο οἱ ἐν Ἀθήνησι παῖδες, ⟦οὐχ ἁπλῶς,⟧ φημὶ δὲ γράμματα,
μουσικήν, παλαίειν, οὐχ ἁπλῶς, ἀλλὰ γράμματα μὲν διὰ τὸ κοσμεῖν τὸν
λόγον τὸν ἐν αὐτοῖς, μουσικὴν δὲ διὰ τὸ τιθασεύειν τὸν θυμόν, παλαίειν
δὲ καὶ γυμνάζεσθαι διὰ τὸ ἀναρρωννύναι τὸ τῆς ἐπιθυμίας χαλαρόν.
καὶ ὁ Ἀλκιβιάδης δὲ παρ' αὐτῷ τὰ τρία ταῦτα φαίνεται παιδευθείς, διὸ
καί φησιν πρὸς αὐτὸν ὁ Σωκράτης <‘αὐλεῖν δέ γε οὐκ ἠβούλου’>
καὶ τὰ ἑξῆς. ἐφοίτησε δὲ καὶ παρὰ γραφεῦσι, παρ' ὧν ὠφελήθη τὴν
μίξιν τῶν χρωμάτων, ὧν ἐν Τιμαίῳ μέμνηται. μετὰ ταῦτα δὲ καὶ παρὰ
τοῖς τραγικοῖς ἐπαιδεύθη παιδευταῖς ὀνομαζομένοις εἶναι τῆς Ἑλλάδος·
προσῆλθε δὲ τούτοις διὰ τὸ ἀπὸ τῆς τραγικῆς γνωμικὸν καὶ σεμνὸν
καὶ τὸ ἡρωϊκὸν τῶν ὑποθέσεων. καὶ τοῖς διθυράμβοις δὲ πρὸς τιμὴν
τοῦ Διονύσου, ἐφόρου λεγομένου τῆς γενέσεως, ὡμίλησεν· τούτῳ γὰρ
ὁ διθύραμβος ἀνέκειτο, ἀφ' οὗ καὶ τὸ ὄνομα ἔσχεν, Διθύραμβος γὰρ ὁ
Διόνυσος ὡς ἐκ δύο θυρῶν ἐξελθών, τῆς τε Σεμέλης καὶ τοῦ μηροῦ τοῦ
Διός. εἰώθεισαν δὲ οἱ ἀρχαῖοι τὰ αἰτιατὰ ὀνομάζειν τοῖς τῶν αἰτίων
ὀνόμασι, καθάπερ καὶ τὸν οἶνον Διόνυσον καλοῦσιν· διὸ καὶ ὁ Πρόκλος
περὶ τούτου φησίν·
<‘ὅσς' εἶδον τεκέεσσιν ἐφημίξαντο τοκεῦσιν’.>
ὅτι δὲ καὶ τοὺς διθυράμβους ὁ Πλάτων ἤσκητο, δῆλον ἐκ τοῦ Φαίδρου
τοῦ διαλόγου πάνυ πνείων τοῦ διθυραμβώδους χαρακτῆρος, ἅτε τοῦ
Πλάτωνος τοῦτον πρῶτον γράψαντος διάλογον, ὡς λέγεται. ἔχαιρεν δὲ
πάνυ καὶ Ἀριστοφάνει τῷ κωμικῷ καὶ Σώφρονι, παρ' ὧν καὶ τὴν μίμησιν
τῶν προσώπων ἐν τοῖς διαλόγοις ὠφελήθη. λέγεται δὲ οὕτως αὐτοῖς
χαίρειν ὥστε καὶ ἡνίκα ἐτελεύτησεν εὑρεθῆναι ἐν τῇ κλίνῃ αὐτοῦ
Ἀριστοφάνη καὶ Σώφρονα. καὶ ἐπίγραμμα δὲ τοιοῦτον εἰς Ἀριστοφάνην
αὐτὸς πεποίηκεν·
<‘αἱ Χάριτες τέμενός τι λαβεῖν τόπερ οὔτι πεσεῖται
ζητοῦσαι ψυχὴν εὗρον Ἀριστοφάνους’.>
ἐκωμῴδησε δὲ αὐτὸν ἐν τῷ Συμποσίῳ τῷ διαλόγῳ ὡς κωμῳδίαν ὠφελη-
θείς· καὶ γὰρ ποιήσας αὐτὸν ὑμνοῦντα τὸν Ἔρωτα εἰσάγει αὐτὸν
μεταξὺ λυγγὶ περιπεσόντα καὶ μὴ δυνάμενον πληρῶσαι τὸν ὕμνον.
ἐποίησε δὲ καὶ τραγικὰ ποιήματα καὶ διθυραμβικὰ καὶ ἄλλα τινά,
ἅπερ πάντα κατέκαυσε τῆς Σωκράτους πειραθεὶς διατριβῆς, εἰπών τι
τοιοῦτον ἔπος·
<‘Ἥφαιστε, πρόμολ' ὧδε· Πλάτων νύ τι σεῖο χατίζει.’>
γραμματικὸς δέ τις Ἀνατόλιος ἐνταῦθά ποτε τὸ ἔπος εἰπὼν ηὐδοκίμησεν
εἰς Ἥφαιστον ἄρχοντα ἐπιστάντα τῇ πόλει, εἶπεν δὲ αὐτὸ οὕτως·
<‘Ἥφαιστε, πρόμολ' ὧδε· Φάρος νύ τι σεῖο χατίζει.’>
Φασὶ δὲ ὅτι ἡνίκα ὁ Σωκράτης ἤμελλεν δέχεσθαι, ὄναρ εἶδεν ὅτι
κύκνος ἄπτερος ἐν τοῖς γόνασιν αὐτοῦ καθῆστο καὶ παραχρῆμα πτερο-
φυήσας ἀνέπτη εἰς τὸν ἀέρα καὶ ἔκλαγξέ τι λιγυρόν, ὡς πάντας θέλξαι
τοὺς ἀκούοντας· τοῦτο δὲ ἐδήλου τὴν μέλλουσαν δόξαν τοῦ ἀνδρός. μετὰ
δὲ τὴν τελευτὴν Σωκράτους διδασκάλῳ πάλιν ἐχρήσατο Κρατύλῳ τῷ
Ἡρακλειτείῳ, εἰς ὃν καὶ διάλογον ὁμώνυμον ἐποίησεν, ἐπιγράψας
<‘Κρατύλος ἢ περὶ ὀρθότητος ὀνομάτων’.> μετὰ τοῦτον δὲ
πάλιν στέλλεται εἰς Ἰταλίαν καὶ διδασκαλεῖον εὑρὼν ἐκεῖ τῶν Πυθα-
γορείων συνιστάμενον Ἀρχύταν πάλιν ἔσχε διδάσκαλον τὸν Πυθαγό-
ρειον· φέρεται δὲ αὐτοῦ καὶ διάλογος ὁ Φίληβος Πυθαγορείου τινὸς
ὁμώνυμος, ἔνθα καὶ Ἀρχύτου μέμνηται.
Ἐπειδὴ δὲ δεῖ τὸν φιλόσοφον φιλοθεάμονα εἶναι τῶν τῆς φύσεως
ἔργων, στέλλεται καὶ εἰς Σικελίαν θεασόμενος τοὺς κρατῆρας τοῦ
πυρὸς τοὺς ἐν τῇ Αἴτνῃ, καὶ οὐ <Σικελικῆς τραπέζης> χάριν, ὦ
γενναῖε Ἀριστείδη, ὡς σὺ φῄς. γενόμενος δὲ ἐν Συρακούσαις πρὸς Διο-
νύσιον τὸν μέγαν τύραννον ὄντα ἐπειρᾶτο εἰς ἀριστοκρατίαν μεταβάλ-
λειν τὴν τυραννίδα, διὸ καὶ πρὸς αὐτὸν ἀφίκετο. καὶ τοῦ Διονυσίου
ἐρομένου αὐτὸν ‘τίνα νομίζεις ἐν ἀνθρώποις εὐδαίμονα εἶναι;’ ὡς δὴ
νομίζων ὅτι περὶ αὐτοῦ φήσει ὁ φιλόσοφος κολακεύων αὐτόν, ὁ δὲ
ἀπεκρίνατο ὅτι ‘Σωκράτην’. πάλιν ἐπανήρετο αὐτὸν ‘τί νομίζεις ἔργον
ἀνδρὸς εἶναι πολιτικοῦ;’ ὁ δὲ ἀπεκρίνατο ‘τὸ τοὺς πολίτας βελτίους
ποιεῖν.’ τρίτον αὐτὸν ἐπανήρετο ‘τί οὖν; τὸ ὀρθῶς δικάζειν σμικρόν σοι
δοκεῖ;’ δόξαν γὰρ εἶχεν ὁ Διονύσιος ἐπὶ τῷ ὀρθῶς δικάζειν· ὁ δὲ
ἀπεκρίνατο μηδὲν ὑποστειλάμενος ‘σμικρὸν μὲν οὖν καὶ μέρος ἔσχατον·
ἀκεσταῖς γὰρ ἐοίκασιν οἱ ὀρθῶς δικάζοντες, οἵτινες τὰ διερρωγότα
ἱμάτια ἀνυφαίνουσιν.’ τέταρτον αὐτὸν ἐπανήρετο ‘τὸ τύραννον εἶναι οὐκ
ἀνδρεῖον;’ ‘πάντων μὲν οὖν’ ἔφη ‘δειλότατον, ὁπότε καὶ τὰ κουρευτικὰ
μαχαιρίδια δέδοικεν, μὴ διὰ τούτων ἀπόληται.’ ἐπὶ τούτοις οὖν ὁ Διονύ-
σιος ἀγανακτήσας προεῖπεν αὐτῷ ἡλίου ὄντος ὑπὲρ γῆς ἐκ τῶν Συρα-
κουσῶν ἀπαλλάττεσθαι. καὶ οὕτως ἀτίμως ὁ Πλάτων ἀπὸ τῶν Συρα-
κουσῶν ἐδιώχθη.
Τῆς δὲ δευτέρας ὁδοῦ τῆς εἰς Σικελίαν αἰτία αὕτη. μετὰ τὸν θάνατον
Διονυσίου τοῦ μεγάλου διαδέχεται τὴν τυραννίδα Διονύσιος ὁ Διονυσίου,
μητρὸς ἀδελφὸν ἔχων τὸν Δίωνα, ὃς ἐκ τῆς πρώτης ὁδοῦ ὁμιλητὴς
ἐγένετο Πλάτωνος. γράφει οὖν αὐτῷ ὁ Δίων ὅτι ‘ἐὰν παραγένῃ νῦν
ἐλπίς ἐστι μεταβαλεῖν τὴν τυραννίδα εἰς ἀριστοκρατίαν.’ διὰ τοῦτο
τοίνυν τὴν δευτέραν ὁδὸν ποιησάμενος καὶ διαβληθεὶς ὑπὸ τῶν δορυ-
φόρων τοῦ Διονυσίου πρὸς αὐτόν, ὡς βουλεύεται τὴν ἀρχὴν περιποιῆσαι
τῷ Δίωνι καὶ καταλῦσαι τὸν Διονύσιον, κρατηθεὶς ὑπ' αὐτοῦ παρεδόθη
Πόλλιδι τῷ Αἰγινήτῃ ἐμπορευομένῳ εἰς Σικελίαν πρὸς πρᾶσιν. ὁ δὲ
ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν εὗρεν Ἀννίκεριν ἐκεῖ τὸν Λίβυν μέλλοντα
πλεῖν ἐπὶ τὴν Ἦλιν ἐφ' ᾧ τεθρίππῳ ἀγωνίσασθαι. περιτυχὼν οὖν τῷ
Πόλλιδι ὠνεῖται παρ' αὐτοῦ τὸν Πλάτωνα, κρείττω τὴν δόξαν ταύτην
πάσης ἐν τεθρίππῳ νίκης ἀγωνισάμενος· περὶ οὗ καὶ Ἀριστείδης φησὶν
ὅτι οὐδεὶς ἐγίνωσκεν Ἀννίκεριν, εἰ μὴ Πλάτωνα ἐπρίατο.
Τῆς δὲ τρίτης ὁδοῦ πάλιν ἀφορμὴ γέγονεν τῆς εἰς Σικελίαν αὕτη.
δημευθεὶς ὁ Δίων ὑπὸ τοῦ Διονυσίου καὶ ἀφαιρεθεὶς τῶν ὄντων ἐν
δεσμωτηρίῳ ἐβλήθη. γράφει οὖν τῷ Πλάτωνι ὅτι ὑπέσχετο Διονύσιος
ἀφεῖναι αὐτόν, εἰ Πλάτων αὖθις ἀφίξεται πρὸς αὐτόν· ὁ δὲ τῷ ἑταίρῳ
βοηθήσων ἑτοίμως ὑπέστη καὶ τὴν τρίτην ὁδόν. καὶ ταῦτα μὲν περὶ τῆς
ἀποδημίας τοῦ φιλοσόφου τῆς εἰς Σικελίαν.
Ἰστέον δὲ ὅτι καὶ εἰς Αἴγυπτον ἀπῆλθεν πρὸς τοὺς ἐκεῖ ἱερατικοὺς
ἀνθρώπους καὶ ἔμαθεν παρ' αὐτῶν τὴν ἱερατικήν. διὸ καὶ ἐν τῷ Γοργίᾳ
φησὶν <‘οὐ μὰ τὸν κύνα τὸν παρ' Αἰγυπτίοις θεόν’·> ὃ γὰρ
παρὰ τοῖς Ἕλλησι δύναται τὰ ἀγάλματα, τοῦτο παρὰ τοῖς Αἰγυπτίοις
τὰ ζῷα, σύμβολα ὄντα ἑκάστου τῶν θεῶν ᾧ ἀνάκεινται. βουλόμενος δὲ
καὶ τοῖς μάγοις ἐντυχεῖν, διὰ τὸ κατ' ἐκεῖνον τὸν καιρὸν ἐν Περσίδι
συνεστάναι πόλεμον μὴ δυνηθεὶς παρ' αὐτοὺς ἐλθεῖν ἀφίκετο εἰς τὴν
Φοινίκην καὶ μάγοις ἐκεῖ ἐντυχὼν παρέλαβεν τὴν μαγικήν. διὸ καὶ ἐν
τῷ Τιμαίῳ φαίνεται τῆς θυτικῆς ἔμπειρος ὤν, σημεῖά τε λέγων ἥπατος
καὶ σπλάγχνων καὶ τοιαῦτά τινα. ἀλλὰ ταῦτα μὲν πρὸ τῶν αἰτίων τῶν
εἰς Σικελίαν ἀφίξεων ἔδει ῥηθῆναι.
Ἀφικόμενος δὲ εἰς τὰς Ἀθήνας διδασκαλεῖον ἐν Ἀκαδημίᾳ συνεστή-
σατο, μέρος τι τούτου τοῦ γυμνασίου τέμενος ἀφορίσας ταῖς Μούσαις.
καὶ μόνῳ τῷ Πλάτωνι ἐνταῦθα Τίμων ὁ μισάνθρωπος συνῆν· πολλοὺς δὲ
πάνυ πρὸς μάθησιν ἐφείλκετο καὶ ἄνδρας καὶ γυναῖκας ἀνδρείῳ σχήματι
παρασκευάζων ἀκροᾶσθαι αὐτοῦ καὶ κρείττονα πάσης φιλοπονίας τὴν
ἑαυτοῦ φιλοσοφίαν ἐπιδεικνύς. καὶ γὰρ καὶ τῆς Σωκρατικῆς εἰρωνείας
ἀπήλλακτο καὶ τοῦ ἐν ἀγορᾷ καὶ ἐπὶ τῶν ἐργαστηρίων διατρίβειν καὶ
τοὺς νέους θηρῶντα ποιεῖσθαι τοὺς λόγους· ἀπήλλακτο δὲ καὶ τοῦ
σεμνοῦ ὄγκου τῶν Πυθαγορείων καὶ τοῦ ἀποκεκλεισμένας ἔχειν τὰς
θύρας καὶ τοῦ <‘αὐτὸς ἔφα’,> πολιτικώτερον ἑαυτὸν παρέχων πρὸς
ἅπαντας. πολλοὺς τοίνυν ἐραστὰς αὑτοῦ καταστήσας καὶ πλείστους
ὠφελήσας, μέλλων τελευτᾶν ἐνύπνιον εἶδεν ὡς κύκνος γενόμενος ἀπὸ
δένδρου εἰς δένδρον μετέρχεται καὶ ταύτῃ πόνον πλεῖστον παρεῖχε τοῖς
ἰξευταῖς. ὃ Σιμμίας ὁ Σωκρατικὸς ἔκρινεν, ὅτι ἄληπτος ἔσται τοῖς μετ'
αὐτὸν ἐξηγεῖσθαι βουλομένοις αὐτόν· ἰξευταῖς γὰρ ἐοίκασι οἱ ἐξηγηταὶ
τὰς ἐννοίας τῶν ἀρχαίων θηρᾶσθαι πειρώμενοι, ἄληπτος δέ ἐστιν ἐπειδὴ
καὶ φυσικῶς καὶ ἠθικῶς καὶ θεολογικῶς καὶ ἁπλῶς πολλαχῶς ἐστὶν
ἀκούειν τῶν αὐτοῦ, καθάπερ καὶ τῶν Ὁμήρου. δύο γὰρ αὗται ψυχαὶ
λέγονται γενέσθαι παναρμόνιοι, διὸ παντοδαπῶς ἐστὶν ἀκούειν ἀμφοτέ-
ρων. ἀποθανόντος δὲ αὐτοῦ πολυτελῶς αὐτὸν ἔθαψαν οἱ Ἀθηναῖοι καὶ
ἐπέγραψαν ἐν τῷ τάφῳ αὐτοῦ·
<‘δύο Ἀπόλλων φῦς', Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
τὸν μὲν ἵνα ψυχήν, τὸν δ' ἵνα σῶμα σόοι.’>
3
καὶ ταῦτα μὲν περὶ τοῦ γένους τοῦ φιλοσόφου, λοιπὸν δὲ χωρητέον καὶ
ἐπὶ τὸ προκείμενον.
Ὁ τοίνυν σκοπὸς τοῦ παρόντος διαλόγου, ὡς ὁ Πρόκλος φησίν, ἐστὶν
περὶ τοῦ γνῶναι ἑαυτόν· καὶ τοῦτο πιστοῦται διὰ πολλῶν ἐπιχειρημάτων.
πρῶτον μὲν ἐκ τῆς ἐπιγραφῆς, ἐπιγέγραπται γὰρ <‘Ἀλκιβιάδης
μείζων ἢ περὶ ἀνθρώπου φύσεως’·> ‘μείζων’ δέ, ἐπειδή ἐστιν
ἄλλος αὐτῷ Ἀλκιβιάδης ὁ ἐλάττων, ὥσπερ Ἱππίας μείζων καὶ ὁ ἐλάτ-
των. ἔπειτα δὲ καὶ ἀπὸ ῥησιδίων τινῶν ἐν τῷ διαλόγῳ λεγομένων κατα-
σκευάζει τοιοῦτον εἶναι τὸν σκοπόν, λέγεται γὰρ ἐν αὐτῷ· <‘Ἀλλ', ὦ
μακάριε, πειθόμενος ἐμοὶ καὶ τῷ ἐν Δελφοῖς γράμ-
ματι, γνῶθι σαυτόν’.> καὶ πάλιν ἐν τῷ παρόντι διαλόγῳ τὰ τρία
ἐκεῖνα προσρήματα διακρίνεται· ἐγώ, τὸ ἐμόν, τὰ τοῦ ἐμοῦ. κἀκ τοῦ
λέγεσθαι ὅτι πάντες ὅσοι τοῦ Ἀλκιβιάδου σώματος ἠράσθησαν, οὐκ
Ἀλκιβιάδου ἠράσθησαν, ἀλλά τινος τῶν αὐτοῦ κτημάτων, μόνος δὲ
Σωκράτης Ἀλκιβιάδου αὐτοῦ ἠράσθη. ἔτι δὲ κἀκ τοῦ παραδίδοσθαι τὸ
δίκαιον ἐνταῦθα καὶ τὸ συμφέρον ἀντιστρέφοντα, ᾧ δῆλον ὅτι περὶ ψυχῆς
ὁ λόγος· ταύτῃ γὰρ μόνῃ συμφέρει τὸ δίκαιον, οὐ γὰρ τῷ συναμφοτέρῳ·
4
ὁ γὰρ Μενοικέως θάνατος δίκαιος μέν, ὡς ὑπὲρ πατρίδος, οὐ συνήνεγ-
κεν δὲ τῷ σώματι φθαρέντι. καὶ πάλιν ἐκ τοῦ μετὰ τὸ δεῖξαι ἐν τῷ πέρατι
τοῦ διαλόγου ὅτι ψυχὴ ὁ ἄνθρωπος καταπαῦσαι τὸν λόγον, ὡς πάντων
τῶν προειλημμένων πρὸς τὴν τούτου κατασκευὴν προλεχθέντων. καὶ ὅτι
ὁ Σωκράτης οὐ μόνον ἀνάγειν σπουδάζει τὰ παιδικά, ἀλλὰ καὶ διὰ τῆς
αὐτῆς ὁδοῦ ἧς καὶ αὐτὸς ἀνήχθη· λέγεται δὲ πρὸς φιλοσοφίαν ἐλθεῖν ἐκ
τοῦ Πυθικοῦ γράμματος τοῦ <‘γνῶθι σαυτόν’.> ἔτι δὲ κἀκ τοῦ παρα-
δίδοσθαι ἐνταῦθα ῥησίδιον τοιοῦτον· <‘αὐτό’, ‘αὐτὸ τὸ αὐτό’.> τοῦτο
δὲ ἄλλως μὲν ἀκούει ὁ Πρόκλος, ἄλλως δὲ ὁ Δαμάσκιος. ὁ μὲν γὰρ
Πρόκλος <‘αὐτό’> φησιν τὴν τριμέρειαν τῆς ψυχῆς ἤτοι τὴν ἁπλῶς ψυχήν,
<‘αὐτὸ’> δὲ <‘τὸ αὐτὸ’> τὴν λογικὴν ψυχήν· ὁ δὲ Δαμάσκιος οὐχ οὕτως,
ἀλλ' <‘αὐτὸ’> μέν φησι τὴν λογικὴν ψυχήν, <‘αὐτὸ’> δὲ <‘τὸ αὐτὸ’> τὸ
ἀκρότατον καὶ νοερώτατον τῆς ψυχῆς. καὶ ὁ μὲν Πρόκλειος σκοπὸς
οὗτος.
Ὁ δὲ Δαμάσκιος ἀκριβέστερον καὶ ἀληθέστερον παραδιδοὺς τὸν
σκοπὸν οὐχ ἁπλῶς φησὶν αὐτὸν εἶναι περὶ τοῦ γνῶναι ἑαυτόν, ἀλλὰ περὶ
τοῦ πολιτικῶς γνῶναι ἑαυτόν. τοῦτο δὲ κατασκευάζει ἐκ τοῦ ὁρίζεσθαι
τὸν ἄνθρωπον ἐν τῷ διαλόγῳ τούτῳ ψυχὴν λογικὴν ὀργάνῳ κεχρημένην
τῷ σώματι· μόνος δὲ ὁ πολιτικὸς ὀργάνῳ κέχρηται τῷ σώματι, δεόμενος
ἔστιν ὅτε θυμοῦ, ὡς ὑπὲρ πατρίδος, ἀλλὰ καὶ ἐπιθυμίας τοῦ εὖ ποιῆσαι
τοὺς πολίτας. οὔτε δὲ ὁ καθαρτικὸς οὔτε ὁ θεωρητικὸς δεῖται τοῦ σώμα-
5
τος. καθαρτικὸς μὲν γάρ ἐστι ψυχὴ ἀπολυομένη τοῦ σώματος, τῶν
δεσμῶν μέντοι μενόντων καὶ μὴ λυομένων, καθάπερ τοῦ Ἀμπρακικοῦ
μειρακίου, ἀλλὰ διὰ τοῦ συμπαθοῦς λυομένων· ἔστιν γὰρ καὶ ἐνταῦθα
ὄντας ἄνω εἶναι διά τινα συμπάθειαν θεωρητικῶς καὶ ἄνω ὄντας ἐνταῦθα
εἶναι, τῆς ψυχῆς πτερορρυούσης καὶ κατιούσης ἐνταῦθα καὶ ἐπτοημένης
περὶ αὐτὰ διὰ τὸ φιλοσώματον. θεωρητικὸς δέ ἐστι ψυχὴ ἀπολελυμένη
τοῦ σώματος, πάλιν ἐνταῦθα λύσιν νοούντων ἡμῶν κατὰ τὸ ἄσχετον· ἡ
γὰρ τοῦ θεωρητικοῦ ψυχὴ κατὰ 〈τὸ〉 θειότατον ἐν αὐτῇ ἐνεργοῦσα,
οὕτω τοῦ ὀστρεΐνου καὶ πνευματικοῦ ὀχήματος ἀπολύεται. περὶ ἧς φησὶν
καὶ ὁ ποιητὴς
<‘αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς’·>
πολύμητις γὰρ ἀληθῶς ὁ θεωρητικὸς τῶν ῥακῶν τῶν τοιούτων ἀπαλ-
λαγείς. οὐκοῦν περὶ τοῦ πολιτικῶς γνῶναι ἑαυτὸν ὁ σκοπός, εἴγε καὶ
ἐμποδὼν τῷ καθαρτικῷ καὶ θεωρητικῷ γίνεται τὸ σῶμα, γνωρίζεται δὲ
ὁ μὲν καθαρτικὸς τῇ μετριοπαθείᾳ, ὁ δὲ θεωρητικὸς τῇ ἀπαθείᾳ. οὕτω
μὲν ὁ Δαμάσκιος.
Εἰ δὲ δεῖ καὶ ἡμᾶς τῷ Πρόκλῳ συνηγοροῦντας εἰς σύμβασιν ἄγειν
αὐτῷ τὸν Δαμάσκιον, φησὶν ὅτι περὶ μὲν τοῦ πολιτικῶς γνῶναι ἑαυτόν
6
ἐστιν ὁ σκοπὸς προηγουμένως. καὶ τοῦτο εἰκότως ῥητέον. ἐπειδὴ γὰρ
ὁ Σωκράτης ἑώρα τὸν Ἀλκιβιάδην <ᾄττοντα πρὸς τὰ πολιτικὰ>
πράγματα, ἐνόησεν ὅτι οὐχ ἑτοίμως ἀνέξεται τῆς περὶ τοῦ γνῶναι τὴν
ψυχὴν καὶ ἑαυτὸν ζητήσεως, εἰ μὴ καὶ περὶ τῆς αὐτῷ προσούσης ἐπιθυ-
μίας λόγον ποιήσεται. τοιαύτη γὰρ ἡ Πλάτωνος φιλοσοφία, πολλὴν
ὑπερβολὴν ἔχουσα πρὸς τὰς ἄλλας· ἐοίκασι γὰρ αἱ Σωκρατικαὶ νουθε-
τήσεις καθαρσίοις ἀλύποις καὶ φαρμάκοις μέλιτι δεδευμένοις. οὐ γὰρ διὰ
τῶν ἐναντίων ἐπανορθοῦται τὰς ψυχάς, ὥσπερ Ἱπποκράτης κελεύει τὰ
σώματα, λέγων <τὰ ἐναντία τῶν ἐναντίων ἰάματα·> οὐδ'
ὥσπερ Ἀριστοτέλης παρακελεύεται τὸν θυμὸν τῇ ἐπιθυμίᾳ παύειν, τὴν
δὲ ἐπιθυμίαν τῷ θυμῷ, τουτέστι τοῖς ἐναντίοις· οὐδ' ὡς οἱ Πυθαγόρειοι
διὰ τῆς ἀπογεύσεως τῶν παθῶν καὶ τὸ λεγόμενον <ἄκρῳ δακτύλῳ.>
τὸν γὰρ τοῖς πάθεσι φλεγμαίνοντα οὐκ ἄν τις ἰάσαιτο, φασί, μὴ σμικρὸν
αὐτοῖς ἐνδούς. διὸ καὶ παρὰ τῷ ποιητῇ πεποίηται ἡ Ἀθηνᾶ προτρέπουσα
7
τὸν Πάνδαρον ἐπιορκεῖν, ὡς ὠδίνοντα πρὸς τοῦτο· εἰ μὴ γὰρ οὕτω
νοήσομεν, ἄτοπον ἔσται θεὸν νομίζειν ἐκκαλεῖσθαι πρὸς τὸ ἁμαρτάνειν·
διὰ τοῦτο δὲ καὶ ὁ ποιητὴς τῇ γλώττῃ ποιεῖ αὐτὸν κολαζόμενον, εἰς ἣν
καὶ ἐπιώρκησεν. ὁ οὖν Σωκράτης οὐχ οὕτως ἐπανορθοῦται τὰς ψυχάς,
ὥσπερ οἱ προειρημένοι, ἀλλὰ διὰ τῶν ὁμοίων μᾶλλον· εἰ μέν τίς ἐστιν
ἐρωτικός, λέγων ‘μάθε τίς ὁ τῶν καλῶν ἔρως’· εἰ δέ τις φιλοχρήματος,
φαμὲν ‘μάθε τί τὸ αὔταρκες’· εἰ δὲ φιλήδονος, ‘τίς ἡ ἀληθῶς ῥᾳστώνη,
ἣν καὶ θεοῖς ὁ ποιητὴς ἀνατίθησι, λέγων <“θεοὶ ῥεῖα ζώοντες”’.>
ὥστε καὶ πρὸς τὸν Ἀλκιβιάδην τοιοῦτος ὢν καὶ περὶ τοῦ πολιτικῶς
ἑαυτὸν γνῶναι ποιεῖται τὸν λόγον, παρεμμέμικται δὲ καὶ περὶ τοῦ
καθαρτικῶς καὶ θεωρητικῶς. φησὶ γὰρ ἐνταῦθα ὅτι ‘ὥσπερ εἰ ὁ δημιουρ-
γὸς προσέταξε τῷ ὄμματι “ἴδε σεαυτό”, διὰ τὸ μὴ εἶναι αὐτοκίνητον
οὐκ ἂν ἐδύνατο τοῦτο ποιεῖν, ἀλλ' εἰς ἕτερον ἂν ἀπέβλεπεν ὀφθαλμόν,
καὶ τούτου οὐκ εἰς τυχὸν μέρος, ἀλλ' εἰς τὸ τὴν ὀπτικὴν ἐμπεπιστευμένον
8
ἐνέργειαν, ὃ καὶ κόρη καλεῖται διὰ τὸ ἐν αὐτῷ φαίνεσθαι τὰ εἴδωλα,
οὕτω καὶ σύ, ὦ Ἀλκιβιάδη, ἐπειδὴ τὸ ἐν σοὶ αὐτοκίνητον ἀπετύφλωσας
ταῖς ἀλόγοις ἐνεργείαις ἐκδοὺς σεαυτόν, ἀπόβλεψον εἰς ἐμέ, τουτέστι
τὴν Σωκρατικὴν ψυχήν, καὶ ταύτης μὴ εἰς τὸ τυχὸν μέρος, ἀλλ' εἰς τὸ
ἀκρότατον, καὶ ὄψει ἐν ἐμοὶ νοῦν καὶ θεόν’. διὰ μὲν οὖν τοῦ εἰπεῖν
‘ἀπόβλεψον εἰς ἐμὲ’ δεδήλωκεν ὅτι περὶ τοῦ γνῶναι πολιτικῶς ἑαυτόν
ἐστιν ὁ σκοπός· διὰ δὲ τοῦ εἰπεῖν ‘μὴ εἰς τὸ τυχόν’, ὅτι καὶ καθαρτικῶς,
τοῦ γὰρ ἀκροτάτου τῆς ψυχῆς τὸ καθαίρειν ἑαυτόν· διὰ δὲ τοῦ ‘ὄψει ἐν
ἐμοὶ νοῦν’, ὅτι καὶ θεωρητικῶς, πρέπει γὰρ τῷ θεωρητικῷ τὸ κατὰ τὸν
νοῦν τοῖς πράγμασιν ὁμιλεῖν· διὰ δὲ τοῦ ‘καὶ θεόν’, ὅτι καὶ ἐνθουσιαστι-
κῶς, κατὰ γὰρ τὸ ἐν ἡμῖν θεῖον ἐνθουσιῶμεν, ἁπλοῦν ὂν ὥσπερ καὶ τὸ
θεῖον αὐτό. διὰ τοῦτο γὰρ καὶ οἱ παῖδες μᾶλλον καὶ οἱ ἐν ἀγροῖς διατρί-
βοντες, ὡς ἀφελεῖς καὶ ἁπλοῖ, ἐνθουσιῶσιν· ἀφαντασίαστος γὰρ ὁ ἐνθου-
σιασμός, διὸ καὶ φαντασίᾳ λύεται ὡς ἐναντίᾳ οὔσῃ.
Ἐπειδὴ δὲ τοῦ Δελφικοῦ γράμματος ἐμνήσθημεν τοῦ <‘γνῶθι
σαυτόν’,> ἰστέον ὅτι οὐ μάτην πρὸ τοῦ ναοῦ ἐγέγραπτο· ἀλλ' ἐπειδὴ
πάντας τοὺς ἀφικνουμένους ἐκεῖ ἑώρα ἢ περὶ παίδων ἐρωτῶντας, ὡς ὁ
Λάϊος, ἢ περὶ ἀρχῶν, ὡς ὁ Κύλων, ἢ περὶ πολέμων, ὡς ὁ Κροῖσος, ἑαυτοῦ
δὲ μηδένα λόγον ποιούμενον κατὰ τὸ Μεγαρικὸν ἐκεῖνο, διὰ τοῦτο
ἐγράφη πρῶτον ἑαυτοῦ φροντίζειν καὶ γινώσκειν ἑαυτὸν καὶ τότε τὰ
9
ἄλλα. διὰ δὲ τοῦ προστάγματος τὸ προσταχθὲν ἐδήλωσε, τουτέστιν ὅτι
ψυχὴ λογικὴ ὁ ἄνθρωπος. φησὶ γὰρ <‘γνῶθι σαυτόν’,> τοῦτο δὲ πρὸς
τὴν γνωστικὴν εἶπεν ψυχήν. οὐ γὰρ τὸ σῶμα γινώσκει, ἀλλ' οὐδὲ τὸ
συναμφότερον κατὰ τὸ σῶμα· ἡ δὲ φυτικὴ οὐ γινώσκει. ἀλλ' εἴποι ἄν
τις ὅτι εἰ καὶ μὴ αὕτη, ἀλλ' οὖν ἡ ἄλογος· ἀλλ' οὐ περὶ ταύτης φησίν,
ἐπήγαγεν γὰρ <‘σαυτόν’·> ἡ δὲ ἄλογος οὐχ ἑαυτὴν γινώσκει, οὔτε γὰρ
ἐπιστρέφει πρὸς ἑαυτήν, ἀλλὰ μόνη ἡ λογική. ἀλλὰ καὶ τὰ οὐράνια καὶ
γινώσκουσι καὶ ἑαυτὰ γινώσκουσιν ὡς ἐπιστρέφοντα· ἀλλ' οὐδὲ τούτοις
ἁρμόττει τὸ <‘γνῶθι σαυτόν’,> ἐξ ἀγνοίας γὰρ φησὶν ἐπὶ γνῶσιν
μεταβεβλῆσθαι εἰπὼν <‘γνῶθι’,> ὅπερ τελειότης ἐστὶ τῆς ψυχῆς· ἐκεῖνα
δὲ ἀεὶ γινώσκουσιν, ὥστε πρὸς τὴν λογικὴν μόνην φησίν. ὅπερ οὖν παρὰ
μὲν τῷ Ἀπόλλωνι τὸ ἐπίγραμμα τοῦτο, παρὰ δὲ τοῖς Αἰγυπτίων ναοῖς
τὰ κάτοπτρα, κείμενα μὲν πρὸ τῶν ἱερῶν, ταὐτὸν δὲ δυνάμενα τῷ
Πυθικῷ γράμματι (πρὸς γὰρ τὸ γινώσκειν ἑαυτοὺς ἐτίθεσαν ταῦτα, δι'
αἰνιγμάτων ἀεὶ δηλοῦντες τὰ πράγματα καθάπερ οἱ Ἕλληνες διὰ γραμ-
μάτων), καὶ αὖθις ὃ τῷ Πλωτίνῳ τὸ αʹ κεφάλαιον τὸ ἐν ταῖς Ἐννεάσι,
<τί τὸ ζῷον καὶ τίς ὁ ἄνθρωπος,> ἔνθα δείκνυσι ζῷον μὲν τὸ
συναμφότερον, ἄνθρωπον δὲ τὴν ψυχήν, τοῦτο καὶ τῷ Πλάτωνι ὁ Ἀλκι-
βιάδης τοιοῦτον ἔχων σκοπόν. ἐν οἷς ἡ πρᾶξις.
{Πρᾶξις σὺν θεῷ βʹ}
Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν.
Μετὰ τὸν σκοπὸν τριττὸν ὄντα, Πρόκλειον, Δαμάσκειον, ἐξηγητικόν
(τουτέστι τὸν τοῖς ἐξηγηταῖς ἀρέσαντα), φέρε καὶ τὸ χρήσιμον τοῦ παρόν-
10
τος διαλόγου πολυπραγμονήσωμεν, καὶ αὐτὸ τριττὸν ὑπάρχον. συμβάλ-
λεται γὰρ ἡμῖν ὁ παρὼν διάλογος πρῶτον μὲν πρὸς τὴν ἀθανασίαν τῆς
ψυχῆς καὶ τὸ ἀΐδιον, εἰκότως· εἰ γὰρ ἐν τούτῳ περὶ τοῦ γνῶναι ἑαυτὸν
διαλαμβάνει, διὰ δὲ τοῦ ἐπιστρέφειν πρὸς ἑαυτοὺς γινώσκομεν ἑαυτούς,
δέδεικται δὲ μυρίαις γραμμικαῖς τοῖς φιλοσόφοις ὅτι πᾶν τὸ ἐπιστρέφον
πρὸς ἑαυτὸ ἀΐδιον καὶ ἀθάνατον, γνωσόμεθα ἄρα ἐνταῦθα ὅτι ἀθάνατος
ἡ ψυχή. δεύτερον ἡμῖν συμβάλλεται πρὸς τὴν γνῶσιν πάντων τῶν ὄντων·
εἰ γὰρ γινώσκομεν τὴν ψυχήν, γνωσόμεθα καὶ οὓς ἔχει λόγους ἐν αὑτῇ,
πάντων δὲ τῶν ὄντων ἔχει τοὺς λόγους καὶ τοὺς τύπους ὡς ἴνδαλμα
τούτων οὖσα· συμβάλλεται ἡμῖν ἄρα ἡ αὐτῆς γνῶσις καὶ πρὸς τὴν τῶν
ὄντων πάντων. τρίτον πρὸς τὸ γνῶναι τί ἀγαθὸν τῇ ψυχῇ καὶ τί κακόν·
ὥσπερ γὰρ εἰ σῶμα ἦν ὁ ἄνθρωπος, τελειότης αὐτοῦ μέγεθος καὶ κάλ-
λος, εἰ δὲ θυμὸς ἦν, τὸ φιλότιμον, εἰ δὲ ἐπιθυμία, τὸ φιλήδονον, οὕτως
ἐπειδὴ λόγος ἐστίν, τουτέστι λογικὴ ψυχή, αὐτάρκης αὐτῷ καὶ πρὸς
εὐδαιμονίαν ἡ ἀρετὴ καὶ πρὸς κακοδαιμονίαν ἡ κακία. ὡς γάρ φησιν ὁ
Πλάτων, ἄπεισιν ἡ ψυχὴ ἐν ᾅδου μηδὲν ἔχουσα πλὴν ἀρετῆς καὶ κακίας.
τοῦτο τὸ χρήσιμον.
Περὶ δὲ τῆς τάξεως ῥητέον ὅτι πρῶτον αὐτὸν δεῖ τάττειν τῶν Πλατω-
νικῶν ἁπάντων. ὡς γὰρ ἐν Φαίδρῳ φησί, γελοῖόν ἐστι τὸν ἐπειγόμενον
11
τὰ ἄλλα γινώσκειν ἑαυτὸν ἀγνοεῖν. δεύτερον ὅτι δεῖ Σωκρατικῶς τὰ
Σωκράτους μανθάνειν, λέγεται δὲ ὁ Σωκράτης ἐκ τοῦ <‘γνῶθι σαυ-
τὸν’> ἐπὶ φιλοσοφίαν ἐλθεῖν. ἄλλως τε δεῖ νομίζειν ὅτι προπυλαίοις
ἔοικεν οὗτος ὁ διάλογος, καὶ ὥσπερ ἐκεῖνα τῶν ἀδύτων προηγοῦνται
οὕτω καὶ τὸν Ἀλκιβιάδην προπυλαίοις δεῖ ἀπεικάζειν, ἀδύτοις δὲ τὸν
Παρμενίδην.
Περὶ δὲ τῆς εἰς τὰ κεφάλαια ἤτοι μέρη διαιρέσεως ἰστέον ὅτι εἰς τρία
διαιρεῖται ὁ διάλογος· ἐλεγκτικόν, προτρεπτικόν, μαιευτικόν. καὶ ἐν μὲν
τῷ ἐλεγκτικῷ δείκνυσιν αὐτὸν διπλῇ ἀμαθῆ, ὅτι τε ἀγνοεῖ τὰ πολιτικὰ
καὶ ὅτι νομίζει εἰδέναι. ἀγνοεῖ μὲν γὰρ ὡς μήτε παρὰ διδασκάλου μαθὼν
μήτε ἀφ' ἑαυτοῦ ζητήσας. διχῶς γὰρ ἡ γνῶσις προσγίνεται, ἢ διὰ μα-
θήσεως τῆς διὰ τῶν διδασκάλων ἢ διὰ ζητήσεως ἡμῶν αὐτῶν· κρεῖττον
δὲ τὸ αὐτὸν ζητήσαντα γνῶναι ἢ παρ' ἑτέρου μαθόντα, ὅσον καὶ τὸ
αὐτοκίνητον τοῦ ἑτεροκινήτου, ὡς Ἀριστοτέλης ἐν Ῥητορικαῖς τέχναις
φησίν, καὶ τὸ αὐτοφυὲς κρεῖττον τοῦ ἑτεροδιδάκτου. δείκνυσιν οὖν τὸν
Ἀλκιβιάδην, ὡς εἴρηται, μήτε καθ' ἕνα τρόπον γνόντα τὰ πολιτικά.
οὔτε γὰρ διδασκάλοις ἐσχόλασεν· μόνον γὰρ γράμματα καὶ μουσικὴν
καὶ παλαίειν ἔμαθεν, ἄλλως τε οὐδὲ χρόνος φαίνεται ἐν ᾧ νομίσας
ἀγνοεῖν προσῆλθε διδασκάλῳ (παῖς γὰρ ὢν κομιδῇ καὶ νέος ἀστραγα-
λίζων ἔλεγεν πρὸς τοὺς ἄλλους ἐπομνύμενος ὅτι ‘ἀδικοῦμαι’, ὡς ἀκρι-
βῶς εἰδὼς τὸ δίκαιον)· οὔτε δὲ ζητήσας φαίνεται. ὥστε ἐκ τούτων
ἀγνοεῖ, τί τέλος τοῦ πολιτικοῦ, ὅτι τὸ δίκαιον, ὅτι τὸ συμφέρον, ἔτι καὶ
τὸ καλόν. τοῦτο μὲν τὸ ἐλεγκτικόν.
12
Τὸ δὲ προτρεπτικόν ἐστιν ἐν ᾧ προτρέπει αὐτὸν σοφίᾳ τοὺς ἀντιπά-
λους νικῆσαι· πάτριον γὰρ Ἀθηναίοις σοφίᾳ νικᾶν. ἐχθροὶ δὲ τῶν Ἀθη-
ναίων Λακεδαιμόνιοι καὶ Πέρσαι, ὡς δηλοῦσι τὰ Πελοποννησιακὰ καὶ
τὰ Περσικά.
Τὸ δὲ μαιευτικόν ἐστιν ἐν ᾧ ὁ Σωκράτης διὰ τῶν προσφυῶν ἐρωτή-
σεων ποιεῖ τὸν Ἀλκιβιάδην ἀποφήνασθαι ὅτι ψυχὴ ὁ ἄνθρωπος, ὥστε
αὐτὸν ἑαυτοῦ διδάσκαλον εἶναι· δόγμα γάρ ἐστιν ἐνταῦθα, ὅτι ὁ ἀποκρι-
νόμενός ἐστιν ὁ λέγων. τοιοῦτος γὰρ ὁ Σωκράτης, τὰς ψυχὰς μαιευόμε-
νος ἀποτίκτειν τοὺς λόγους· διὸ καὶ Φαιναρέτης λέγουσιν αὐτὸν υἱόν,
μαίας οὔσης, καθάπερ ὁ Ἑρμῆς. ὥσπερ γὰρ ὁ ἰατρὸς τὰς λήμας ἀφαιρεῖ
ἀπὸ τῶν ὀφθαλμῶν μόνον καὶ τὰ ἐμπόδια τῆς ὀπτικῆς ἐνεργείας, καὶ
ὥσπερ αἱ μαῖαι φωσφοροῦσι μὲν τὰ ἔμβρυα, οὐκ ἐντιθέασι δὲ αὗται
ταῦτα ταῖς τικτούσαις, οὕτω καὶ ὁ Σωκράτης τὰς ψυχὰς ἐμαιεύετο, οὐχ
ὥσπερ ἐν ἀψύχοις ἀγγείοις ἐντιθεὶς τοῖς νέοις τὰ θεωρήματα. φησὶ δὲ
καὶ αὐτὸς ἐν Θεαιτήτῳ ὅτι <‘ὁ Θεὸς μαιεύεσθαι μὲν ἐμὲ
ἐποίησεν, ἀπογεννᾶν δὲ κωλύει’.>
Ἐπὶ τέλει δὲ τοῦ διαλόγου λοιπὸν μεταμείβει τὸ σχῆμα τῆς τύχης, καὶ
ποιεῖ ἑαυτὸν μὲν ἐρώμενον, πρότερον ἐρῶντα, τὸν δὲ Ἀλκιβιάδην
ἐραστήν, πρότερον ἐρώμενον ὄντα. τοῦτο γὰρ τέλος τῆς ἐρωτικῆς, ὁ
ἀντέρως. ἐρωτικὸς δὲ ὁ Σωκράτης, ὡς καὶ ἐν Φαίδρῳ πρὸς τὸν Ἔρωτά
13
φησιν· <‘τὴν δὲ ἐρωτικήν, ἥν μοι παρέσχες, δέσποτα, μή
με ἀφέλῃς μηδὲ πηρώσῃς δι' ὀργήν τινα ἢ ἄλλην
αἰτίαν.’> λέγεται δὲ καὶ ὁ Ἀλέξανδρος ἰδὼν στράτευμά τι καταπε-
πτωκὸς ⟦ὡς⟧ εἰπεῖν ‘κάκιστα ἀπόλοιτο ὁ τοιοῦτον πλῆθος οὕτω διαθείς’.
ἐπὶ τέλει δὲ τοῖς πελαργοῖς ἀπεικάσας τὸν ἑαυτοῦ ἔρωτα κατέπαυσε
τὸν λόγον· ἐπειδὴ καὶ οἱ πελαργοὶ πρότερον ὑπὸ τῶν γονέων τρεφόμενοι
τελευταῖον αὐτοὺς γηροτροφοῦσιν, εἰς τὸ ἐναντίον κατὰ τοῦτο μεθιστά-
μενοι. ἐν τούτοις ἡ πρᾶξις.
{Πρᾶξις σὺν θεῷ γʹ}
Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου
γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι.
Ἐπειδὴ ἐρωτικὸς ὁ διάλογος, διὰ τοῦ προοιμίου τρεῖς διαφορὰς ἡμῖν
παραδίδωσιν ἐνθέου ἐραστοῦ πρὸς τὸν φορτικὸν ἐραστήν. πρῶτον μὲν ὅτι
ὁ μὲν φορτικὸς ἐραστὴς θαυμάζει τὰ παιδικά, ὁ δὲ ἔνθεος ἐραστὴς
θαυμάζεται ὑπ' αὐτῶν· καὶ τοῦτο δηλοῖ διὰ τοῦ εἰπεῖν, <‘ὦ παῖ Κλει-
νίου, οἶμαί σε θαυμάζειν,’> τουτέστιν ‘ἐμέ’. δεύτερον δὲ ὅτι ὁ
μὲν φορτικὸς ἐραστὴς ὥσπερ ὀπώρᾳ τῇ ἡλικίᾳ παραμετρῶν τὸν ἔρωτα
ταχέως τῶν παιδικῶν ἀπαλλάττεται, ὁ δὲ ἔνθεος ἐραστὴς ἐκ σπαργάνων
μέχρι ταφῆς συμπαρομαρτεῖ τοῖς παιδικοῖς, εἰ τὰ φυσιογνωμονικὰ
σημεῖα τὸ τεχθὲν ἀξιέραστον ὑπαγορεύσειαν· δηλοῖ δὲ ταύτην διὰ τοῦ
<‘πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυ-
μένων μόνος οὐκ ἀπαλλάττομαι’,> σημαίνων ὅτι καὶ πρὸ
αὐτῶν καὶ μετ' αὐτῶν καὶ μετ' αὐτοὺς ἀκολουθεῖ τοῖς παιδικοῖς. τρίτη
δέ ἐστι διαφορὰ ὅτι ὁ μὲν ἔνθεος ἐραστὴς θεοειδῶς καὶ ἀπαρουσιάστως
14
σύνεστι τοῖς παιδικοῖς· καθάπερ γὰρ τὸ θεῖον τῇ μὲν ἐλλάμψει παν-
ταχοῦ ἐστί, τῇ δὲ οὐσίᾳ οὐδαμοῦ, καθὸ οὐ περικλείεται ἐν τόπῳ, οὕτω
καὶ ὁ ἔνθεος ἐραστὴς πάρεστι τὸν αὐτὸν τρόπον μιμούμενος· ὁ δὲ φορτι-
κὸς ἐραστὴς πάρεστι τοῖς παιδικοῖς κατὰ τὴν αἴσθησιν βουλόμενος
ἐνεργεῖν τοῦ σώματος, καὶ ταύτην κατὰ τὴν ἐσχάτην, τουτέστι τὴν ἁφήν.
καὶ τοῦτο δεδήλωκεν ἐκ τοῦ λέγειν <‘ὅτι οἱ μὲν ἄλλοι δι' ὄχλου
σοι ἐγένοντο, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖ-
πον’,> δηλῶν ὅτι διὰ μὲν τοῦ σιωπᾶν ἄπεστιν, διὰ δὲ τοῦ συνακολουθεῖν
καὶ ἐρᾶν πάρεστιν. καὶ αὗται μὲν αἱ διαφοραὶ ἐνταῦθα· φησὶ δὲ καὶ
τετάρτην διαφορὰν ἐν τῷ φαίδρῳ τοιαύτην, ὅτι ὁ μὲν φορτικὸς ἐραστὴς
ἐπὶ λύμῃ τῶν παιδικῶν αὐτοῖς πάρεστιν καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν
καὶ κατὰ τὰ ἐκτός. κατὰ μὲν σῶμα, ὅτι θηλυπρεπῆ καὶ ἄνανδρον βούλε-
ται ποιεῖν αὐτόν· κατὰ δὲ ψυχήν, ὅτι ἀνόητον αὐτὸν θέλει εἶναι πρὸς τὸ
ἔχειν αὐτὸν πειθήνιον πρὸς ὃ βούλεται· κατὰ δὲ τὰ ἐκτός, ὅτι καὶ πένητα,
ἵνα δεόμενος αὐτοῦ ἕτοιμος ᾗ πρὸς τὰς ἡδονάς· ἔτι δὲ καὶ ἀπάτορα καὶ
ἀμήτορα καὶ ἄφιλον βούλεται αὐτὸν εἶναι, ἵνα μὴ ἔχῃ τοὺς ἀπείργοντας
αὐτὸν τῆς πρὸς αὐτὸν συνουσίας. ὁ δὲ ἔνθεος ἐραστὴς οὐχ οὕτως, οὐδὲ
ἐπὶ τοιούτοις ἀλλ' ἐπ' ἀγαθῷ πάρεστιν τοῖς παιδικοῖς, ἐπιστρέφων αὐτὰ
πρὸς τὰ καλά.
Ἐπεὶ τοίνυν ἔγνωμεν τὰς διαφορὰς τοῦ ἐνθέου ἐραστοῦ πρὸς τὸν
φορτικὸν ἐραστήν, ζητητέον διὰ τί, εἰ τοσαύτην ἔχουσι πρὸς ἀλλήλους
διαφορὰν καὶ ἐναντιότητα, ἑνὶ ὀνόματι ἄμφω προσαγορεύονται καὶ οὐ
καθάπερ τὰ ἐναντία, οἷον σωφροσύνη καὶ ἀκολασία. φαμὲν οὖν ὅτι δι'
ὑπερβολὴν δυνάμεως ὁ ἔρως καὶ τὰ ἐναντία χρῶσαι ἐδυνήθη ἑαυτῷ.
πᾶς γὰρ ἔρως σύντονός ἐστι μανία, καθὸ ἄμφω ἐν καλῷ βούλονται
γεννᾶν, ὁ μὲν ἔνθεος ἐν ψυχῇ μαθήματα, ὁ δὲ φορτικὸς ἐν σώματι ζῷα.
Τοῦ δὲ θεοειδῶς παρεῖναι καὶ μὴ προσειπεῖν μέχρι τοῦ παρόντος <〈τὸ
15
αἴτιον〉 οὐκ ἀνθρώπειόν> φησιν εἶναι, <ἀλλά τι δαιμόνιον
ἐναντίωμα,> καὶ τοῦτο εἰκότως. εἰ γὰρ τὸ αἰτιατὸν οὐκ ἀνθρώπειον,
τουτέστι τὸ θεοειδῶς παρεῖναι, πόσῳ μᾶλλον τὸ αἴτιον τοῦ παρεῖναι
οὐ θεῖόν ἐστιν;
Ἐπειδὴ δὲ δαιμονίου ἐμνήσθη, ἀνάγκη γέγονε τοῖς ἐξηγηταῖς τὸν
περὶ δαιμόνων λόγον περιεργάσασθαι. ἰστέον οὖν ὅτι τρεῖς εἰσὶ διαφοραὶ
δαιμόνων· τῶν γὰρ δαιμόνων οἱ μὲν κατ' ἀναλογίαν, οἱ δὲ κατ' οὐσίαν,
οἱ δὲ κατὰ σχέσιν. καὶ γνώμονες οἱ κατ' οὐσίαν τῶν τε κατ' ἀναλογίαν
καὶ τῶν κατὰ σχέσιν ὑπάρχουσιν· οἱ μὲν γὰρ κρείττους τῶν κατ' οὐσίαν
λέγονται κατ' ἀναλογίαν, οἱ δὲ χείρους κατὰ σχέσιν. κατ' ἀναλογίαν
δὲ λέγονται ἐπειδὴ πρῶτοι ὄντες ἔχουσι τοὺς λόγους τῶν κατ' οὐσίαν,
τουτέστι κατ' αἰτίαν αὐτοῖς ὑπάρχουσι δαίμονες, δεῖ γὰρ πρῶτον εἶναι
τοῦ καθ' ὕπαρξιν τὸ κατ' αἰτίαν. ὅτι δὲ καὶ οὗτοι δαίμονες λέγονται δηλοῖ
καὶ Ἰσοκράτης ὁ ῥήτωρ λέγων <‘τίμα τὸ δαιμόνιον, ἀεὶ μέν,
μάλιστα δὲ μετὰ τῆς πόλεως’·> καὶ Ὅμηρος <‘μετὰ δαίμο-
νας ἄλλους’·> καὶ Ὀρφεὺς τὸν Δία ποιεῖ πρὸς τὸν οἰκεῖον πατέρα
λέγοντα·
<‘ὄρθου δ' ἡμετέρην γενεήν, ἀριδείκετε δαίμων’.>
ἐπὶ γὰρ τοῦ θείου ἐν τούτοις τὸ τοῦ δαίμονος ὄνομα τέτακται. κατὰ
16
σχέσιν δὲ λέγονται δαίμονες αἱ ψυχαὶ τῶν εὖ βεβιωκότων, οἷαί εἰσιν
αἱ τοῦ χρυσοῦ γένους, αἵτινες σχετικῶς ἔχουσαι πρὸς τοὺς δαίμονας
καὶ αὗται δαίμονες προσαγορεύονται, ὥς φησι καὶ Ἡσίοδος περὶ αὐτῶν·
<‘οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται,
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.’>
τριττὸν οὖν τὸ τοῦ δαίμονος ὄνομα, ὡς εἴρηται.
Ζητητέον δὲ διὰ ποίαν αἰτίαν εἰς ἔννοιαν ἦλθον τοῦ δαίμονας εἰπεῖν
εἶναι. φαμὲν οὖν ὅτι ὥσπερ ἡ ἡμετέρα ψυχὴ πηγάζουσα τῇ ζωῇ καὶ
βλύζουσα ταύτῃ καὶ οὐ δυναμένη χωρὶς εἶναι τοῦ ζωοποιεῖν (κατὰ μὲν
γὰρ τὰς γνωστικὰς ἔστιν ὅτε οὐκ ἐνεργεῖ, οἶον ὅτε ληθάργῳ κατέχεται,
κατὰ δὲ τὸ ζωτικὸν οὐδαμῶς), ἐπειδὴ τὸ ὀστρέϊνον σῶμα οὐκ ἀεὶ ἦν
αὐτῆς ἐξημμένον, ἐπενοήθη αὐτῇ τὸ ᾠοειδὲς ἤτοι αὐγοειδὲς ὄχημα
(ἀμφοτέρως γὰρ λέγεται· ‘ᾠοειδὲς’ μὲν διὰ τὸ σχῆμα, οὐ γάρ ἐστι
πάντῃ σφαιρικὸν ὡς τὰ οὐράνια ἀλλ' ἧττον σφαιρικόν, διὸ καὶ διαστρο-
17
φήν ποτέ φασιν αὐτὸ πάσχειν, οὐ μὴν φθείρεσθαι· τῆς γὰρ αὐτῆς οὐσίας
ἐστὶν τῶν οὐρανίων, τουτέστι τοῦ πέμπτου σώματος, διὰ τοῦτο καὶ
ἀΐδιον· ‘αὐγοειδὲς’ δὲ λέγεται ἀπὸ τῆς οὐσίας ὡς διαφανὲς καὶ αἰθέ-
ριον)· καθάπερ οὖν τῇ ψυχῇ τὸ αὐγοειδὲς τοῦτο ἀποδεδώκασιν ὄχημα,
ἵνα αὐτὸ ἀεὶ ζωοποιῇ ἐξημμένον αὐτῆς διὰ παντός, οὕτω καὶ ἐπὶ τῶν
οὐρανίων, μὴ δυναμένων παύσασθαι τοῦ ἐνεργεῖν, ἐξῆψαν αὐτῶν τὸ
δαιμόνιον γένος τοῦτο τὸ κατ' οὐσίαν· αἱ γὰρ ἡμέτεραι ψυχαὶ οὐκ ἀεὶ
ἦσαν αὐτῶν ἐξημμέναι διὰ τὸ πτερορρυεῖν καὶ κατιέναι εἰς γένεσιν.
τοῦτο οὖν διερμηνευτικόν ἐστι τοῖς τῇδε τῶν ἀπὸ τῶν θεῶν ὡς μέσον ὄν.
Ἀλλ' ἐπειδὴ πάντα τὰ προσόντα τοῖς οὐρανίοις διερμηνεύει, ἓξ
τινῶν ὄντων ἐν τοῖς οὐρανίοις, εἰς ἓξ καὶ αὐτὸ διῄρηται, λέγω δὴ τὸ τῶν
δαιμόνων γένος τὸ κατ' οὐσίαν. ἔστιν γὰρ ἐν τοῖς οὐρανίοις θεότης,
νοῦς, ψυχὴ λογική, ψυχὴ ἄλογος, εἶδος, ὕλη· τοσαῦται οὖν καὶ τῶν
18
δαιμόνων διαφοραί. οἱ μὲν γὰρ πρὸς τὸ θεῖον τῶν οὐρανίων συνδέοντες
ἡμᾶς λέγονται θεῖοι, οἵτινες τοῖς ἐνθουσιασμοῖς ἐφεστήκασιν. οἱ δὲ τῷ
νῷ συνάπτοντες ἡμᾶς νοεροί, οἵτινες ἐπὶ τῶν κοινῶν ἐννοιῶν εἰσί, δι' ὧν
ὑπὲρ ἀπόδειξιν ἐν ταῖς κοιναῖς ἐννοίαις τινὰ γινώσκομεν καὶ ἀναπο-
δείκτως. οἱ δὲ τῇ λογικῇ ψυχῇ ψυχικοὶ λέγονται, περὶ ὧν φησὶν ὁ
ποιητὴς
<‘ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται’>
καὶ
<‘φᾶρος μέν μοι πρῶτα ἐνέπνευσεν μέγα δαίμων’.>
οἱ δὲ πρὸς τὴν τῶν οὐρανίων ἄλογον συνάπτοντες ἡμᾶς ἄλογοι. οἱ δὲ
πρὸς τὸ τῶν οὐρανίων εἶδος εἰδικοὶ ἢ εἰδητικοί. ὅτι γὰρ συνῆπται τοῖς
τῶν οὐρανίων εἴδεσιν τὰ ἡμέτερα εἴδη, δῆλον ἐκ τοῦ συναύξεσθαι αὐτὰ
καὶ συμμειοῦσθαι τοῖς οὐρανίοις, καὶ γὰρ καὶ οἱ χυμοὶ πρὸς τὴν σελήνην
καὶ αὔξονται καὶ μειοῦνται καὶ αἱ τρίχες, διὸ τοὺς ἱερατικῶς ζῶντάς
ἐστιν ἰδεῖν μὴ ἀποκειρομένους αὐξούσης τῆς σελήνης· δηλοῖ δὲ καὶ τὸ
σεληνιακὸν πάθος, ἔτι δὲ καὶ τὰ ἡλιοτρόπια φυτὰ καὶ οἱ σεληνῖται λίθοι
19
συναύξοντες καὶ συμμειούμενοι πρὸς τὴν σελήνην· ὁμοίως δὲ καὶ τὰ
ὄστρεα, καὶ σχεδὸν ἅπαντα, διὸ καλῶς εἴρηται·
<‘αὔξεις αὐξομένη, μινύθουσα δὲ πάντα χαλέπτεις’>
εἰς σελήνην. ἀλλὰ μὴν καὶ ὑλῷοι λέγονται, οἱ τήνδε τὴν ὕλην ἐξάπτοντες
τῆς τῶν οὐρανίων καὶ διὰ τούτου φρουροῦντες αὐτὴν καὶ μὴ συγχωροῦν-
τες ῥευστὴν οὖσαν πάντῃ φθείρεσθαι. φησὶ γὰρ καὶ ὁ Ὀρφεύς·
<‘ὕλης οὐρανίης καὶ ἀστερίης καὶ ἀβύσσου’,>
ὡς τῆς ὕλης τριττῆς οὔσης, καὶ τῆς μὲν οὐρανίας, ἥτις ταῖς ἑπτὰ σφαί-
ραις ὑπόκειται, τῆς δὲ ἀστρῴας, ἥτις τοῖς ἄστροις, τῆς δὲ χθονίας, <ἣν
ἄβυσσον> ἐκάλεσεν διὰ τὸ ἐσχάτην εἶναι καὶ ῥευστήν.
Ἐπειδὴ δὲ πρῶτον εἶδος ἐν τοῖς οὐρανίοις ἔφαμεν εἶναι τὸ θεῖον,
ἰστέον ὅτι τῶν θεῶν οἱ μὲν ὑπερκόσμιοι, ὧν αἱ ἡμέτεραι ψυχαί εἰσιν
ἐξημμέναι καὶ οὐδέ τι σῶμα· οἱ δὲ ἐγκόσμιοι, ὧν τὰ σώματα μόνον
ἐξῆπται. τῶν δὲ ἐγκοσμίων οἱ μέν εἰσιν οὐράνιοι, οἱ δὲ αἰθέριοι ἤτοι
πύριοι, οἱ δὲ ἀέριοι, οἱ δὲ ἐνύδριοι, οἱ δὲ χθόνιοι, οἱ δὲ ὑποταρτάριοι,
ὡς καὶ ὁ ποιητής·
<‘τούς θ' ὑποταρταρίους καλέουσιν.’>
20
τῶν δὲ χθονίων οἱ μέν εἰσι κλιματάρχαι, οἱ δὲ πολιοῦχοι, οἱ δὲ κατοι-
κίδιοι.
Ζητητέον δὲ ποίους τῶν εἰρημένων ἓξ τῶν κατ' οὐσίαν <εἰληχότας>
ἑκάστου φασίν. λέγουσι οὖν ὅτι οἱ μὲν κατ' οὐσίαν ἑαυτῶν βιοῦντες καὶ
ὡς πεφύκασι τὸν θεῖον δαίμονα ἔχουσιν εἰληχότα, διὸ καὶ εὐδοκιμοῦντάς
ἐστιν αὐτοὺς ὁρᾶν ἐν οἷς ἐπιτηδεύουσι. κατ' οὐσίαν δέ ἐστι ζῆν τὸ πρόσ-
φορον αἱρεῖσθαι βίον τῇ σειρᾷ ὑφ' ἣν ἀνάγεται· οἶον στρατιωτικὸν μέν,
ἐὰν ὑπὸ τὴν Ἀρεϊκήν, λογικὸν δέ, ἐὰν ὑπὸ τὴν Ἑρμαϊκήν, ἰατρικὸν δὲ
ἢ μαντευτικόν, ἐὰν ὑπὸ τὴν Ἀπολλωνιακήν, καὶ ἁπλῶς ὡς εἴρηται τὸ
καθὼς πέφυκέ τι βιοῦν. εἰ δὲ μὴ τὸν κατ' οὐσίαν τις βίον προβάληται
ἀλλ' ἕτερόν τινα παρὰ τοῦτον καὶ ἀλλοτριοπραγῇ τοῖς ἐπιτηδεύμασιν,
τὸν νοερὸν αὐτῷ λέγουσιν ὑπάρχειν εἰληχότα, διὸ καὶ ὡς ἀλλοτριοπρα-
γῶν ἐν ἐνίοις ἀποτυγχάνει. ἀλλὰ ταῦτα μὲν περὶ τοῦ ἑκάστου εἰληχότος
δαίμονος.
21
Περὶ δὲ τοῦ Σωκράτους εἰληχότος δαίμονος τρία τινά φασιν ὑπάρχειν
ἐξαίρετα. πρῶτον μὲν ὅτι ἀεὶ αὐτὸν ἀπέτρεπεν, καὶ σύμβολον ἦν
προτροπῆς τὸ ποτὲ μὴ ἀποτρέπειν. εὐεργετικὸς γὰρ ὢν ὁ Σωκράτης καὶ
ἀεὶ σπουδάζων πάντας ὠφελεῖν δίκην ὀξέως ἵππου πρὸς δρόμον ἐπει-
γομένου χαλινοῦ καὶ οὐ μάστιγος ἐδέετο. δεύτερον ὅτι θεῖον εἶχε τὸν
εἰληχότα δαίμονα, καὶ τοῦτο δηλοῖ· φησὶ γὰρ ἐν τῷ παρόντι διαλόγῳ
ὅτι <‘ὁ ἐμὸς ἐπίτροπος κρείττων ἐστὶν ἢ ὁ σός’,> καὶ τοῦ
νεανίου εἰπόντος <‘τίς οὗτος;’> ἔφη <‘θεός, ὦ Ἀλκιβιάδη,
θεός.’> τρίτον ὅτι ὡς φωνῆς αὐτοῦ ἐδόκει ἀκούειν, οὐχ ὅτι ἐκεῖνος
ἐλάλει, ἀλλ' ἔλλαμψίς τις αὐτοῦ ἐγίνετο περὶ τὰ ἀκουστικὰ ὄργανα,
καὶ φωνὴν ἐνόμιζεν εἶναι. οὕτω γὰρ καὶ νῦν ὁρῶμεν ἐν τῇ συνηθείᾳ τοὺς
ἱερατικῶς ζῶντας εὐώδους ὀσφραινομένους ἄφνω καὶ λέγοντας ἀγγέλου
παρουσίαν εἶναι, ἅτε ἐλλάμψεως καὶ αὐτοῖς γινομένης περὶ τὰ ὀσφραν-
τικὰ ὄργανα.
Ἀλλ' ἐπειδὴ δαίμονας εἰληχότας εἰρήκαμεν, δεῖ γινώσκειν ὅτι καὶ
παρὰ τῇ κοινῇ συνηθείᾳ συνέγνωσται ταῦτα, εἰ καὶ μὴ τοῖς αὐτοῖς
ὀνόμασιν. ἀντὶ γὰρ τοῦ δαίμονος ἄγγελον ἑκάστου φασίν· ἀμέλει ἐστὶν
αὐτῶν ἀκούειν ‘τὸν ἄγγελόν σου’, ἐπὶ τῶν μάλιστα θεοφιλῶς ζώντων.
καὶ ὁ Πλάτων δὲ ἐμνημόνευσεν ἂν τοῦ τοιούτου ὀνόματος τοῦ ἀγγέλου,
22
εἰ μὴ τὸ πλάτος τοῦτο τὸ ἀπὸ τῶν οὐρανίων μέχρι τῶν ὑποσελήνων
ἀδιαίρετον εἴασεν, οὐχ ὥσπερ οἱ Χαλδαῖοι τοῦτο διαιρῶν. ἐκεῖνοι γὰρ
εἰς τρία τοῦτο διῄρουν, ἀγγέλους, δαίμονας, ἥρωας· καὶ τὸ μὲν πρὸς
τοῖς κρείττοσιν ἔλεγον τοὺς ἀγγέλους ἔχειν, τὸ δὲ πρὸς ἡμᾶς τοὺς
ἥρωας, τὸ δὲ μέσον τοὺς δαίμονας, μέσους ἐν μέσοις ὄντας.
Καὶ τὸν Ἔρωτα δὲ ἐν τῷ Συμποσίῳ ποτὲ μὲν <θεόν,> ποτὲ δὲ <μέγαν>
καλεῖ <δαίμονα.> καὶ διὰ τί μὲν <θεόν,> σαφές· <δαίμονα> δὲ ὡς
μέσον αὐτὸν προσαγορεύει, μέσος γάρ ἐστιν ὁ Ἔρως οὐσίας καὶ ἐνερ-
γείας καὶ ἐρωμένου καὶ ἐραστοῦ· <μέγαν> δέ, ἐπειδὴ ὑπὲρ αἴσθησιν
καὶ νοερῶς ἐνεργεῖ. διό φησιν καὶ ὁ Ὀρφεύς·
<‘ποιμαίνων πραπίδεσσιν ἀνόμματον ὠκὺν Ἔρωτα’·>
ἀνόμματος γὰρ ὁ Ἔρως ὡς τῷ νῷ ὁρῶν καὶ ἀκούων, εἴγε εἴρηται·
<‘νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει’.>
Καὶ ταῦτα μὲν οἱ ἐξηγηταὶ περί τε δαιμόνων καὶ εἰληχότων· ἡμεῖς
δὲ συμβιβαστικῶς τοῖς παροῦσι ταῦτα πειρασόμεθα διεξελθεῖν. καὶ γὰρ
καὶ Σωκράτους κώνειον κατεψηφίσθη ὡς καινὰ δαιμόνια τοῖς νέοις
23
εἰσηγουμένου καὶ θεοὺς νομίζοντος οὓς ἡ πόλις οὐχ ἡγεῖτο θεούς.
ῥητέον οὖν εἰληχότα δαίμονα τὸ συνειδὸς ὑπάρχειν, ὅπερ <ἄκρον
ἄωτόν> ἐστι τῆς ψυχῆς καὶ ἀναμάρτητον ἐν ἡμῖν καὶ ἀκλινὴς δικαστὴς
καὶ μάρτυς τῶν ἐνταῦθα γινομένων τῷ Μίνωϊ καὶ τῷ Ῥαδαμάνθυϊ. τοῦτο
δὲ καὶ σωτηρίας ἡμῖν αἴτιον γίνεται ὡς ἀναμάρτητον ἀεὶ διαμένον ἐν
ἡμῖν καὶ μὴ συγκαταψηφιζόμενον τοῖς ὑπὸ τῆς ψυχῆς ἁμαρτανομένοις,
ἀλλὰ καὶ ἀνιλλόμενον ἐπὶ τούτοις καὶ ἐπιστρέφον αὐτὴν πρὸς τὸ δέον.
καθάπερ δὲ παιδίον κλαυθμυρίζον ἀφ' ὕπνου γίνεται φαντασίᾳ τινί,
οὕτω καὶ τὴν ψυχὴν ἐπανάγει τὸ συνειδὸς ἀπὸ τῶν πλημμελημάτων,
ἡνίκα φησίν·
<‘τί χρῆμ' ἀλύεις; τίς ς' ἀπόλλυσι νόσος;’>
κἀκεῖνος λέγοι·
<‘ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος’.>
κἀκ τῶν ἐναντίων ὁ λυρικός· <‘ἐλπὶς δ' ἀτάλλοισα καὶ ἀγαθὴ
γηροτρόφος’.> τὸ συνειδὸς οὖν εἰληχότα καλῶν δαίμονα οὐκ ἂν
ἁμάρτοις. ἰστέον δὲ ὅτι τοῦ συνειδότος τὸ μὲν ἐπὶ ταῖς γνωστικαῖς ἡμῶν
δυνάμεσι λέγεται 〈προσεκτικὸν, τὸ δὲ ἐπὶ ταῖς ὀρεκτικαῖς δυνάμεσι λέγεται〉 συνειδὸς ὁμωνύμως τῷ γένει.
Ὦ παῖ Κλεινίου: τριχῶς ἐστὶν ἐξηγήσασθαι τοῦτο. ἡ γὰρ ἐκ πατρὸς
κλῆσις ἢ κατὰ ἀρχαϊσμὸν εἴρηται (ὡς ὁ ποιητής· <πατρόθεν
κικλήσκων ὀνομάζων ἐκ γενεῆς ἄνδρα ἕκαστον, πάν-
24
τας κυδαίνων)·> ἢ ὅτι φιλότιμος ὢν ὁ νέος καὶ σεμνυνόμενος ἐπὶ
τῷ πατρί, ἠριστευκότι ἐν τῇ ἐπὶ Κορωνείᾳ μάχῃ κἀκεῖ τελευτήσαντι,
ἐβούλετο πρὸς ἔπαινον ἐντεῦθεν ὀνομάζεσθαι·…
π…
The complete text is available when the reading interface loads.