In Platonis Gorgiam commentaria
- Authority group
- Olympiodorus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Platonis Gorgiam commentaria, ed. L. G. Westerink, Olympiodori in Platonis Gorgiam commentaria, Leipzig: Teubner, 1970: 1–268.
- CTS identifier
urn:cts:greekLit:tlg4019.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
p
5
τὸν λόγον συνάπτεται. εἶδος δὲ ἡ δικαιοσύνη καὶ σωφρο-
σύνη. ποιητικὸν δὲ αἴτιον ἡ ἐμφιλόσοφος ζωή. παράδειγμα
δὲ ὁ κόσμος· πρὸς γὰρ τὸ πᾶν τὸ εὐταξίας γέμον τάττει
πάντα ὁ πολιτικός, κόσμος γὰρ τὸ πᾶν τοῦτο κατὰ Πλά-
τωνα, οὐκ ἀκοσμία. ὄργανον δὲ τὰ ἤθη καὶ ἡ παιδεία. τέλος
δὲ τὸ ἀγαθόν. ἰστέον δὲ ὅτι τὸ ἀγαθὸν διττόν ἐστι, τὸ μὲν
γινομένοις ἡμῖν, τὸ δὲ ἀπογινομένοις ἐρχόμενον· τὸ μὲν
οὖν γινομένοις ἐστὶ τὸ πολιτικόν, τὸ δὲ ἀπογινομένοις τὸ
6
θεωρητικόν. πρὸς μὲν οὖν τὸν Γοργίαν περὶ τοῦ ποιητι-
κοῦ διαλέγεται, πρὸς δὲ τὸν Πῶλον περὶ τοῦ εἰδικοῦ, πρὸς
δὲ τὸν Καλλικλέα περὶ τοῦ τελικοῦ. πλὴν εἰ καὶ τοῦτο οὕ-
τως ἔχῃ, οὐ δεῖ θαυμάζειν εἰ πάντα ἐν πᾶσιν φαίνεται· ἐν
γὰρ τῷ ποιητικῷ καὶ τὰ ἄλλα εὑρίσκεται καὶ ἐν τοῖς ἄλλοις
πάντα· κοινωνία γάρ τίς ἐστι καὶ πεφοιτήκασι δι' ἀλλήλων,
ἀπὸ δὲ τοῦ πλεονάζοντος τὴν τάξιν εἰλήφασιν.
Ἐντεῦθεν τοίνυν καὶ ἡ διαίρεσις ἀναφαίνεται τοῦ διαλό-
γου· εἰς τρία γὰρ διῄρηται, εἰς τοὺς πρὸς Γοργίαν λόγους
καὶ εἰς τὸ μέρος τὸ ἔχον τοὺς πρὸς τὸν Πῶλον καὶ εἰς τὸ
πρὸς τὸν Καλλικλέα.
Συναναφαίνεται δὲ καὶ ἡ τάξις τῶν διαλόγων. μαθόντες
γὰρ ἐν τῷ Ἀλκιβιάδῃ ὅτι ψυχή ἐσμεν, καὶ ψυχὴ ἡ λογική,
ὀφείλομεν κατορθῶσαι τάς τε πολιτικὰς αὐτῆς ἀρετὰς καὶ
τὰς καθαρτικάς· οὐκοῦν ἐπειδὴ δεῖ τὰ πολιτικὰ πρότερον
εἰδέναι, ἀναγκαίως οὗτος ὁ διάλογος μετ' ἐκεῖνον ἀναγινώ-
σκεται, καὶ μετὰ τοῦτον ὁ Φαίδων ὡς ἔχων τὰς καθαρτικάς.
7
Ἰστέον δὲ ὅτι ἰδίως εἴρηται τῆς πολιτικῆς εἶδος ἡ δικαιο-
σύνη καὶ ἡ σωφροσύνη· δεῖ γὰρ εἰδέναι ὅτι πᾶσαι μὲν αἱ
ἀρεταὶ συμβάλλονται, μάλιστα δὲ αὗται. διὰ γὰρ τοῦτο
τούτων ἀεὶ τῶν δύο μέμνηται ὡς ἀμελουμένων παρὰ τοῖς
ἀνθρώποις. τὰς γὰρ ἄλλας δύο, εἰ καὶ μὴ ὁλοσχερῶς, ὅμως
εἰδωλικῶς καὶ ψευδωνύμως θέλουσιν εἰδέναι, φρονίμους
ἑαυτοὺς λέγοντες, ὅθεν φασὶ ‘φρόνιμός ἐστιν, οἶδε κερδᾶ-
ναι’· ὡσαύτως καὶ ἐπὶ ἀνδρίας. αἱ δὲ δύο αὗται ἀμελοῦνται·
χρεία δὲ αὐτῶν, ἐπειδὴ διὰ πάντων τῶν μορίων τῆς ψυχῆς
χωροῦσιν. ὥσπερ γὰρ ὁ τὸ οἰκεῖον πράττων ἔργον ἐν τῇ πό-
λει καὶ τὰ πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμων λέγεται δίκαιος,
οὕτως καὶ ἐν τῇ ψυχῇ δικαιοσύνη κρατεῖ τοῦ λόγου τὸ
οἰκεῖον πράττοντος καὶ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας. εἰ δὲ
τοῦτο, καὶ σωφροσύνη ἐστὶν ἑκάστου μέρους τοῦ ἀλλοτρίου
μὴ ἐρῶντος.
8
Ἄξιον λοιπὸν ζητῆσαι τὸν ἀριθμὸν καὶ τὴν ἀναλογίαν
τῶν προσώπων. πέντε τοίνυν παραλαμβάνεται πρόσωπα,
Σωκράτης Χαιρεφῶν Γοργίας Πῶλος Καλλικλῆς. ἀνα-
λογεῖ τοίνυν ὁ μὲν Σωκράτης τῷ νοερῷ καὶ ἐπιστημονικῷ,
ὁ δὲ Χαιρεφῶν τῷ ὀρθοδοξαστικῷ, ὁ δὲ Γοργίας τῷ διε-
στραμμένῳ (οὗτος γὰρ οὐ πάνυ ἦν κατακρατηθεὶς τῇ
ἀδικίᾳ ἀλλ' ἀμφιβόλως εἶχεν εἰ πεισθείη ἢ μή), ὁ δὲ Πῶλος
τῇ ἀδικίᾳ καὶ τῷ μόνως φιλοτίμῳ, ὁ δὲ Καλλικλῆς τῷ
ὑώδει καὶ φιληδόνῳ. ἀποροῦσι δέ τινες διὰ ποίαν αἰτίαν
οἱ μὲν ῥήτορές εἰσι τρεῖς, οἱ δὲ φιλόσοφοι δύο, διὰ τί ὁ
μὲν τῶν ῥητόρων ἀριθμὸς ἀδιαίρετος, ὁ δὲ τῶν φιλοσόφων
διαιρετός. φαμὲν ὅτι οὐκ ἀληθὲς τοῦτο. ὁ γὰρ Σωκράτης
μονάδα μιμεῖται πρὸς τὸ ἓν ὁρῶν· ἁπλοῦς γὰρ ὁ θεὸς ἐξ
οὐδενὸς παραγόμενος, ὅθεν καὶ ὕμνος λέγεται εἰς αὐτὸν
φάσκων
‘ἐξ οὗ πάντα πέφηνε, σὺ δ' οὐδενὸς οὕνεκα μοῦνος’·
καὶ ὁ Χαιρεφῶν δὲ μονάδα μιμεῖται, ἀλλ' οὗτος μὲν
ἔνυλον καὶ ἀχώριστον ὕλης, ἐκεῖνος δὲ χωριστήν. καὶ
ἐπειδὴ ἀμέσως τὰ χείρονα πρὸς τὰ κρείττονα οὐ χωρεῖ ἢ
τὰ κρείττονα πρὸς τὰ χείρονα, διὰ τοῦτό ἐστιν ὁ Χαιρε-
φῶν μέσην τάξιν ἔχων καὶ ὀφείλων διαπορθμεύειν τὰ παρ'
αὐτῶν.
9
Ὑπόλοιπον ζητῆσαι πῶς μέμνηται Γοργίου. λέγομεν
τοίνυν ὅτι πρῶτον μὲν οὐδὲν ἄτοπον τὸν γράφοντα ἱστορεῖν
καὶ ἀγνώστους ἀνθρώπους καὶ ποιεῖν αὐτοὺς διαλεγο-
μένους. δεύτερον δὲ ἐροῦμεν ὅτι ἐπὶ τῶν αὐτῶν χρόνων
ἦσαν, ὁ μὲν γὰρ Σωκράτης ἐπὶ τῆς οζʹ ὀλυμπιάδος τῷ
γʹ ἔτει, ὁ δὲ Ἐμπεδοκλῆς ὁ Πυθαγόρειος, ὁ διδάσκαλος
Γοργίου, ἐφοίτησεν παρ' αὐτῷ· ἀμέλει καὶ γράφει ὁ Γορ-
γίας περὶ φύσεως σύγγραμμα οὐκ ἄκομψον τῇ πδʹ ὀλυμ-
πιάδι, ὥστε κηʹ ἔτεσιν ἢ ὀλίγῳ πλείοσιν εἶναι πρῶτον τὸν
Σωκράτη. ἄλλως τέ φησιν ἐν τῷ Θεαιτήτῳ ὁ Πλάτων
ὅτι ‘νέος ὢν κομιδῇ ἐνέτυχον Παρμενίδῃ ὄντι πάνυ πρεσ-
βύτῃ καὶ εὗρον βαθύτατον ἄνδρα’. οὗτος δὲ ὁ Παρμενίδης
διδάσκαλος ἐγένετο Ἐμπεδοκλέους τοῦ διδασκάλου Γορ-
γίου. καὶ ὁ Γοργίας δὲ πρεσβύτης ἦν, ὡς γὰρ ἱστόρηται
τέθνηκεν ὢν ρθʹ ἐτῶν, ὥστε περὶ τοὺς αὐτοὺς χρόνους
ἦσαν. ταῦτα ἔχει ἡ θεωρία.
1
t
{Πρᾶξις σὺν θεῷ αʹ}
1
<Πολέμου καὶ μάχης φασὶν χρῆναι, ὦ Σώκρατες>
[447 a 1—c 4].
Περὶ ἀνθρώπων διαλέγονται μὲν ποιηταί, διαλέγονται
δὲ καὶ φιλόσοφοι. ἀλλ' ἐπειδὴ διττὸς ὁ ἄνθρωπος, ὁ μὲν
κατὰ τὴν ψυχὴν ὁρώμενος, ὁ δὲ κατὰ τὸ φαινόμενον (ἀντὶ
τοῦ κατὰ τὸ συναμφότερον), οἱ μὲν ποιηταὶ περὶ τοῦ συν-
αμφοτέρου διαλέγονται· οὕτω γοῦν καὶ ὁ ποιητὴς εἰσάγει
τὸν Νέστορα λέγοντα ὅτι ‘συνεγενόμην τριῶν γενεῶν ἀν-
θρώποις’ καί φησιν ὅτι
‘τοῦ καὶ ἀπὸ στόματος μέλιτος γλυκίων ῥέεν αὐδή’,
πανταχοῦ τὸ συναμφότερον ἐμφαίνων· οὕτω δὲ καὶ τὴν
Ἑλένην ποιεῖ ἐρωτωμένην ‘τίς ἐστιν ἐκεῖνος;’ καὶ λέγου-
σαν ὅτι ‘ὁ Αἴας’ ἢ ‘ὁ Μενέλαος’. οἱ δὲ φιλόσοφοι τὴν ψυχὴν
τὸν ἄνθρωπον λέγουσιν. ἰστέον οὖν ὅτι εἰσάγουσι πρόσωπα
διαλεγόμενα καὶ ἐξ ὧν φθέγγονται τὰς ζωὰς αὐτῶν χαρακ-
τηρίζουσιν· οἷον ὁ Καλλικλῆς φιληδονικοὺς λόγους κατα-
βάλλεται, οὐκοῦν ζωὴν ἔχει τὸ φιλήδονον πάθος· ἀγωνί-
ζεται τοίνυν καὶ ἐκκόπτει τοὺς τοιούτους λόγους. δεῖ γὰρ
εἰδέναι ὅτι τὰ ἠθικὰ παραγγέλματα ὀρθοδοξαστικά εἰσι,
τὸ λέγειν ‘ἔθιζε σαυτὸν κρατεῖν θυμοῦ’ καὶ ‘γονεῖς τίμα’·
οὐ τούτοις οὖν ἐπαναπαύονται οἱ φιλόσοφοι, ἀλλὰ ταῖς
ἀποδείξεσιν· ὁ οὖν Σωκράτης τὰ ῥήματα κρατύνει τά τε
τοῦ Καλλικλέους ὑπὲρ τοῦ φιληδόνου καὶ τὰ τοῦ Θρασυ-
μάχου ὑπὲρ τῆς ἀναιδείας καὶ τὰ τῶν ἄλλων, καὶ οὕτως
λοιπὸν ἐλέγχει ταῦτα, ἵνα μὴ ἐρήμη ἡ νίκη γένηται.
2
Καὶ ταῦτα μὲν οὕτως εἰρήσθω. μετὰ δὲ τὸ ἐπιδείξασθαι
τὸν Γοργίαν παραγίνεται ὁ Σωκράτης· ἐνταῦθα οὖν κατὰ
τὸ προοίμιον τὰ πρόσωπά ἐστιν ταῦτα, Σωκράτης Χαιρε-
φῶν Καλλικλῆς. προλογίζει δὲ ὁ Καλλικλῆς καὶ λέγει τῷ
Σωκράτει ὅτι ‘ὄντος πολέμου καὶ μάχης ἐπικειμένης
ἔδει σε ὑστερῆσαι· ἐν γὰρ τοῖς τοιούτοις ἀπολιμπάνεσθαι
καλόν’ (ἵνα μὴ ὡς εἰκὸς κατὰ τὸν πόλεμον προλαμβάνων
εὑρεθείη πάσχων)· ‘νῦν δὲ ἐπιδείξεως οὔσης πῶς ὑστέρη-
σας;’ ἐπιπλήττει οὖν καὶ ἐγκαλεῖ τῷ Σωκράτει μὴ εἰδὼς
μήτε τὰ ἑαυτοῦ μέτρα μήτε τὰ τοῦ φιλοσόφου ἐπανα-
βεβηκότα. ὅρα τοίνυν πῶς ἐκ τῶν λόγων αὐτοῦ ἀναφαί-
νεται ἡ ζωὴ ἡ φιλήδονος· φησὶν γὰρ ὅτι ‘εἰ ἦν πόλεμος,
ἔδει σε ὑστερῆσαι, ἵνα μὴ φονευθῇς’. τοῦτο δὲ φιλοσωμά-
του ψυχῆς ἴδιον καὶ οὐδὲν ἐχούσης ἀνδρεῖον μηδὲ πρὸς
ἀρετὴν ὁρώσης. μάλιστα γὰρ οὐκ ἔδει ἐν πολέμῳ ὑστερῆ-
σαι, τοῦτο γὰρ ‘φυγοπτολέμου’ κατὰ τὴν ποίησιν καὶ ‘ἀνάλ-
κιδος’ ἔργον· ὡς οὖν φιλοσώματος προφέρει τὸν λόγον.
ἐπεὶ οὖν μετὰ τὸ ἐπιδείξασθαι τὸν Γοργίαν, εἴτε ἐν τῷ
οἴκῳ τοῦ Καλλικλέους εἴτε καὶ δημοσίᾳ, ἦλθεν ὁ Σωκρά-
της μετὰ τοῦ Χαιρεφῶντος καὶ εὗρεν τὸν Καλλικλέα πρὸ
τῶν θυρῶν τῶν ἰδίων, ἐρωτᾷ αὐτὸν κατὰ τὴν οἰκείαν
ζωὴν ὁ Καλλικλῆς καὶ λέγει ‘ὡς ἐν πολέμῳ ἦλθες; ὡς ἐν
μάχῃ ἦλθες;’ ὡς ἂν τῶν ἐπὶ πόλεμον τολμώντων μεταλαμ-
βανόντων τὸ ὑστερίζειν· φιλοσωμάτων δὲ τοῦτο. οὕτω
γὰρ ἂν οὐδὲ ὑπὲρ πατρίδος οὐδὲ ὑπὲρ φίλων ἀγωνισαίμεθα.
3
Ἄξιον δὲ ζητῆσαι διὰ ποίαν αἰτίαν μετὰ τὴν ἐπίδειξιν
ἦλθεν καὶ οὐκ ἐν αὐτῇ τῇ ἐπιδείξει. φαμὲν ὅτι εἰ ἦλθεν
ἐν αὐτῇ τῇ ἐπιδείξει, δυοῖν θάτερον ἐγίνετο· ἢ γὰρ ἀνάγ-
κην εἶχεν σιωπᾶν καὶ συγκατατίθεσθαι τοῖς ψιλῶς λεγο-
μένοις παρὰ Γοργίου, ἀλλότριον δὲ τοῦτο ἐπιστήμονος·
ἢ εἰ μὴ ἐσιώπα, ἐμποδίου καὶ συγχύσεως αἴτιος ἐγίνετο
ἀεὶ ἀνακόπτων καὶ θέλων διαλέγεσθαι. ἄλλως τε καί, ὡς
αὐτός φησιν, ἐν ἀγορᾷ διέτριβεν διὰ μειζόνων πραγμά-
των ὠφέλειαν, ὡς μαθησόμεθα· ἄμεινον δὲ τῶν κρειττό-
νων ἀντιλαμβάνεσθαι ἢ πρὸς τὰ χείρονα τρέχειν.
Ἰστέον δὲ ὅτι ἀπαίδευτον βίον ἔχων ὁ Καλλικλῆς ἐκ
παροιμίας εὐθέως ἄρχεται· λέγει γὰρ ὅτι ‘φασὶν ἐν πολέμῳ
χρῆναι ὑστερίζειν μᾶλλον’. εἶτα ὁ Σωκράτης παροιμίᾳ τὴν
παροιμίαν ἰᾶται καὶ λέγει καὶ αὐτὸς παροιμίαν· ἐρεῖ γὰρ
‘ἀλλ' ἤ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν;’ καὶ βλέπε
πῶς οὐχ ἡ αὐτὴ παροιμία. ἐκεῖνος μὲν γὰρ πολεμώδη καὶ
φιλοσώματον καὶ ταραχώδη παροιμίαν φέρει, οὗτος δὲ
ἐπὶ ἑορτῆς, πρῶτον μὲν ὅτι ἡ ἑορτὴ ἐγγίζει τῷ θεῷ,
ἔπειτα καὶ αἰνιττόμενος καὶ σκώπτων τὴν ἄγνοιαν αὐτῶν,
ὅτι τὰς ἡμέρας ἐν αἷς ἐπεδείκνυτο ὁ Γοργίας ἑορτὰς
ἐκάλουν.
4
<Καὶ μάλα γε ἀστείας ἑορτῆς> [447 a 5]: ὁ Καλλι-
κλῆς λέγει τοῦτο ἐπαινῶν τὴν ἑορτὴν καὶ τὴν ἐπίδειξιν.
φαίνεται δὲ καὶ ἐντεῦθεν τὸ ἀπαίδευτον αὐτοῦ· πάνυ γὰρ
ἐπαινεῖ· λέγει γὰρ ‘καὶ μάλα’ καὶ ἐπιφέρει τὸ ‘ἀστείας’.
οὐ δεῖ δὲ οὐδὲ εἰς ἄκρον ἐπαινεῖν οὐδὲ εἰς ἄκρον σκώπ-
τειν· δείξει τοίνυν αὐτὸν μετ' ὀλίγον σκώπτοντα τὴν ῥη-
τορικὴν καὶ λέγοντα μηδενὸς αὐτὴν ἀξίαν.
5
<Πολλὰ γὰρ καὶ καλά> [447 a 5]: ἰδοὺ καὶ τοῦτο
ἄχρηστον· οὐ γὰρ τὸ πλῆθος δεῖ ἐπαινεῖν ἀλλὰ τὰ λεγό-
μενα. ἐπήγαγεν δὲ τὸ ‘καλὰ’ ὡς κριτὴν ἑαυτὸν καθιστάς·
ποία δὲ κρίσις Καλλικλέους; ὥστε πάντα ἀπαιδεύτως
φθέγγεται.
6
<Τούτων μέντοι, ὦ Καλλίκλεις> [447 a 7]: ‘τοῦ μὴ
εὑρεθῆναί με’, φησίν, ‘ὦ Καλλίκλεις, αἴτιος γέγονεν ὁ Χαι-
ρεφῶν ἀναγκάσας με ἐπὶ πολὺ διατρῖψαι ἐν ἀγορᾷ’. καὶ
ἄξιον ζητῆσαι πῶς φιλόσοφος ἀγοράζει· δεῖ γὰρ ἡσύχιον
βίον ἄγειν. φαμὲν ὅτι καὶ ὁ φιλήδονος ἀγοράζει καὶ ὁ
φιλοχρήματος καὶ ὁ φιλότιμος καὶ ὁ φιλόσοφος, ἀλλ' οὐχ
ὁμοίως πάντες· ὁ μὲν γὰρ φιλήδονος ἀγοράζει ὀπιπεύσων
κόρας καλάς, ἵνα ἀπατήσῃ, ὁ δὲ φιλοχρήματος περιβλεπό-
μενος εἰ δυνηθείη πωλούμενόν τι ὠνήσασθαι καλῶς καὶ
κερδᾶναι, ὁ δὲ φιλότιμος διὰ τὸ πάντας αὐτῷ προσέχειν
ὡς κάλλος ἔχοντι καὶ σῶμα μέγα, ὁ δὲ φιλόσοφος ἵνα
νέους πλανωμένους ἐπιστρέφοι καὶ πρὸς τὸ κάλλιον φέροι.
οὕτω καὶ Θεαίτητον σωφρονίζει καὶ Χαρμίδην καὶ Ἀλκι-
βιάδην. ἀμέλει φιλόσοφός τις διψήσας εἰσῆλθεν εἰς καπη-
λεῖον καὶ ἔπιεν ὕδωρ· εἶτα ἐξιόντι αὐτῷ ἀπήντησέ τις ἀπὸ
ἱεροῦ ἐξερχόμενος καὶ λέγει αὐτῷ ὅτι ‘φιλόσοφος ὢν ἀπὸ
καπηλείου ἐξέρχῃ;’ ὁ δέ φησιν ὅτι ‘ἐγὼ μὲν ἀπὸ τοῦ
καπηλείου ἐξέρχομαι ὡς ἀπὸ ἱεροῦ, σὺ δὲ ἀπὸ τοῦ ἱεροῦ
ὡς ἀπὸ καπηλείου’. ἡ πολιτεία οὖν κρίνεται, οὐχ ἡ δια-
τριβή.
Πάλιν δὲ κἀκεῖνο δεῖ ζητῆσαι, διὰ τί τὸ ‘ἀναγκάσας’
εἶπεν· τί οὖν; ἀναγκάζεται φιλόσοφος; φαμὲν οὖν ὅτι ἡ
ἀνάγκη διττή ἐστιν, ἡ μὲν ὑλική, 〈ἡ δὲ θεία· ὑλικὴ〉 μέν,
ὡς ὅταν εἴπωσιν οἱ ἰατροὶ ‘ἀνάγκην ἔχεις φλεβοτομηθῆ-
ναι, ἐπεὶ νοσήσεις’, θεία δέ, ὡς ὅταν λέγωμεν ‘ἀνάγκην
ἔχει ὁ θεὸς εὐεργετεῖν τὸν κόσμον’, ἀντὶ τοῦ ἀναγκαίως.
ταύτην τὴν ἀνάγκην ἠναγκάζετο καὶ ὁ Σωκράτης.
Διὰ δὲ τοῦ Χαιρεφῶντος θηρᾷ τοὺς νέους, ἐπειδὴ καὶ
οὗτος ὡς νέος καὶ συνήθης τοῖς νέοις ὡμίλει αὐτοῖς καὶ
ἔφερεν αὐτοὺς πρὸς τὸν Σωκράτη.
7
<Οὐδὲν πρᾶγμα, ὦ Σώκρατες, ἐγὼ γὰρ καὶ
ἰάσομαι> [447 b 1]: ὁ Χαιρεφῶν φησὶν ὅτι ‘οὐδὲν γέγονεν·
ἐγὼ γὰρ ὁ αἴτιος γενόμενος ἰάσομαι, φίλος γάρ μοί ἐστι
Γοργίας καὶ πείσω αὐτὸν πάλιν ἐπιδείξασθαι’. βλέπε δὲ
πάλιν πῶς καὶ ὁ Χαιρεφῶν παροιμίαν λέγει ἁρμόττουσαν
αὐτῷ· τὸ γὰρ ‘ἐγὼ καὶ ἰάσομαι’ παροιμία ἐστὶν ἀπὸ τοῦ
Τηλέφου καὶ τοῦ τρώσαντος αὐτὸν Ἀχιλλέως τοῦ καὶ
ἰασαμένου λεχθεῖσα, ὅτι ‘ὁ τρώσας καὶ ἰάσεται’. φέρει
οὖν ὁ Χαιρεφῶν παροιμίαν πράγματος θεραπευομένου,
ἐπειδὴ μέσην τάξιν ὡς εἴρηται ἔχει. ὅθεν οὐδὲ τραύματος
ἐμνήσθη (οὕτω γὰρ ταραχῶδές τι ἔλεγεν καὶ μιμούμενον
τὰ τοῦ Καλλικλέους ῥήματα), ἀλλὰ τὸ ἰάσασθαι μόνον·
Σωκράτους γὰρ μόνου καὶ τῶν αὐτοῦ μαθητῶν ἀκριβῶς
θεραπεύειν τὰ τῆς ψυχῆς πάθη.
8
<Φίλος γάρ μοι Γοργίας> [447 b 2]: φησὶν ὁ Χαιρε-
φῶν ὅτι ‘φίλος μοί ἐστιν ὁ Γοργίας καὶ πείσω αὐτὸν
πάλιν ἐπιδείξασθαι, ὦ Σώκρατες· εἰ μὲν βούλει, νῦν, εἰ
δὲ μὴ νῦν, ἐσαῦθις’. τὸ δὲ ‘ἐσαῦθις’ ἔμφασιν ἔχει τοῦ ‘ἄλ-
λοις, ὅταν βούλωνται’· οὐ γὰρ ἐπιδείξεως αὐτοῦ ἔχρῃζεν.
ἐκ δὲ τοῦ εἰπεῖν ὅτι ‘φίλος μοί ἐστιν καὶ πείθω αὐτὸν’
σημαίνει τὸ ἑτεροκίνητον τοῦ Γοργίου καὶ εἰκῇ παντὶ
ἀκολουθοῦντος καὶ πειθομένου.
9
<Τί δ', ὦ Χαιρεφῶν, ἐπιθυμεῖ Σωκράτης> [447b 4]:
ἐπειδὴ οἶδεν ὁ Καλλικλῆς ὅτι πάντες αὐτοῦ ἠκροάσαντο,
μόνος δὲ ὁ Σωκράτης οὔ, ἐπίσταται δὲ αὐτὸν κῦρος μέγα
πολιτείας εἶναι καὶ ὡς δεῖ καὶ αὐτὸν ἀκοῦσαι, φησὶν ὅτι
‘ἆρα γάρ, ὦ Χαιρεφῶν, ἐπιθυμεῖ ἀκοῦσαι;’ καὶ πάλιν
βλέπε ὅτι οὐκ εἶπεν ‘τί γάρ; βούλεται ἀκοῦσαι;’ ἀλλ'
‘ἐπιθυμεῖ’, ὡς ἂν περὶ ἡδονὰς ἠσχολημένος καὶ ἐπιθυμίαις
αἰσχραῖς χαίρων.
10
<Ἐπ' αὐτό γέ τοι τοῦτο πάρεσμεν> [447 b 6]: ὁ
Χαιρεφῶν μέσην τάξιν ἔχων οὐδὲ εἶπεν ὅτι ‘ναί, ἐρᾷ
Σωκράτης τοῦ ἀκοῦσαι’, ἐψεύδετο γάρ, οὐ γὰρ ἔχρῃζεν ὁ
Σωκράτης ἀκροάσασθαι· οὔτε δὲ πάλιν ὅτι ‘οὔ’, ἄντικρυς
γὰρ ὕβριζε Γοργίαν καὶ μάτην ἐδόκει παραγεγονέναι.
ὅθεν μέσην ὁδὸν ἐβάδισεν καὶ εἶπεν ὅτι ‘ἐπὶ τούτῳ ἤλθο-
μεν’. σημαίνει δὲ τοῦτο μέσην τινὰ ἀπόκρισιν.
11
<Οὐκοῦν ὅταν βούλησθε> [447 b 7]: ὁ Καλλικλῆς
φησὶν ὅτι ‘ὅταν θέλητε, ἔλθετε εἰς τὸν οἶκον καὶ ποιῶ
αὐτὸν ἐπιδείξασθαι’. πάλιν δὲ καὶ ἐκ τούτου τὸ ἑτεροκίνη-
τον τοῦ Γοργίου δείκνυται· οὕτω γὰρ περὶ αὐτοῦ τὸν λόγον
προφέρει ὁ Καλλικλῆς ὡς διὰ τοῦτο τρέφων αὐτὸν εἰς τὸν
οἶκον, ἵνα ὅταν βούληται ποιεῖ αὐτὸν ἐπιδείκνυσθαι.
12
<Ἀλλὰ ἆρα ἐθελήσει> [447 b 9]: ‘ἆρα γὰρ θελήσει
διαλεχθῆναι ἡμῖν; οὐ γὰρ ἀνάγκης χρεία, ἀλλ' εἰ προῄρηται
ἐντυγχανέτω’. καλῶς δὲ τὸ ‘διαλεχθῆναι’· οὐ γὰρ ἐθέλει
αὐτὸν ἐπιδείξασθαι, ἀλλ' εἰς διάλεκτον ἐλθεῖν, ἀντὶ τοῦ
κατ' ἐρώτησιν καὶ ἀπόκρισιν προαγαγεῖν τοὺς λόγους. ὁ
γὰρ κατὰ ἀποτάδην λόγος ὄχλον τε τῷ μήκει τίκτει καὶ εἰ-
κὸς τὸν ῥᾴθυμον, εἰ εἴη καὶ ἠγρυπνηκώς, πρὸς ὕπνον ἕλκει.
13
<Βούλομαι γὰρ πυθέσθαι παρ' αὐτοῦ> [447 c 1]:
ἰδοὺ οὐκ εἶπεν ‘ἐπιθυμῶ’ ἀλλὰ ‘βούλομαι ἐρωτῆσαι αὐτὸν
τίς ἡ δύναμις τοῦ ἀνδρὸς καὶ τί ἐστιν ὃ ἐπαγγέλλεται’.
ἰστέον τοίνυν ὅτι ἡ ῥητορικὴ διττή ἐστιν, ἡ μὲν ἀληθὴς
καὶ τεχνική, ἡ δὲ ψευδώνυμος καὶ ἐμπειρία· καὶ τεχνικὴ
μέν ἐστιν ἡ τῷ πολιτικῷ ἑπομένη, ψευδώνυμος δὲ ἡ πρὸς
ἡδονὴν ὁρῶσα. διαρθρώσωμεν τοίνυν τὸ λεγόμενον. δεῖ
εἰδέναι ὅτι πολλὰ εἴδη πολιτειῶν· ἐπεὶ γὰρ τριμερὴς ἡ
ψυχή, λόγον τε ἔχουσα καὶ θυμὸν καὶ ἐπιθυμίαν, ὅταν μὲν
ὁ λόγος κρατῇ, ποιεῖ τὴν ἀριστοκρατίαν, ὅταν δὲ ὁ θυμός,
τὴν τιμοκρατίαν. ἡ δὲ ἐπιθυμία διττή ἐστιν, ἡ μὲν φιλήδο-
νος, ἡ δὲ φιλοχρήματος· ἡ μὲν οὖν φιλοχρημοσύνη ποιεῖ
τὴν ὀλιγαρχίαν, ἐν γὰρ τῇ ὀλιγαρχίᾳ οἱ πλούσιοι καὶ
ὀλίγοι· εἰ δὲ φιλήδονον, ἐπειδὴ τοῦτο ἢ ἔννομόν ἐστιν ἢ
παράνομον, εἰ μὲν τὸ ἔννομον κρατεῖ, γίνεται δημοκρατία,
νόμους γὰρ ἕκαστος τῶν δημοτῶν οὓς βούλεται τίθεται,
οἷον ὅτι δεῖ τοὺς ἀριστέας τιμᾶσθαι ἢ ἄλλο τι τοιοῦτον·
εἰ δὲ τὸ παράνομον, γίνεται ἡ τυραννίς. ταῦτα τὰ εʹ εἴδη
τῶν πολιτειῶν· μᾶλλον δὲ τὸ μὲν εἶδος τὸ πρῶτον ὄντως
ἐστὶ πολιτικόν, τὸ τῆς ἀριστοκρατίας, τὰ δὲ λοιπὰ ψευ-
δώνυμα καὶ οὐ κυρίως εἴδη τῆς πολιτικῆς.
Ἰστέον δὲ ὅτι ἕκαστον εἶδος τούτων οἰκείαν ἔχει ῥητο-
ρικήν, ὥστε εʹ εἰσὶν ῥητορικαί. καὶ ἀληθὴς τοίνυν ἐστὶν
ῥητορικὴ ἡ τῆς ἀριστοκρατικῆς, ἐφ' ἧς ὁ πολιτικὸς ἄρχει·
τότε γὰρ ὑπηρετεῖ ὁ ῥήτωρ τῷ πολιτικῷ πρὸς τὸ πείθειν
ὃ ἂν κελεύσῃ, οἷον ὅτι ‘πεῖσον ἰατρὸν εἶναι ἐν τῇ πόλει’,
‘πεῖσον μὴ εἶναι κωμῳδίαν’. καὶ ὥσπερ ἰατρὸς πρὸς ἓν
μὲν τέλος ὁρᾷ, τὸ πάντα κάμνοντα θεραπεῦσαι, ποικίλοις
δὲ καὶ οὐ τοῖς αὐτοῖς κέχρηται βοηθήμασιν, οὕτως καὶ ὁ
ῥήτωρ πεῖσαι μὲν ὀφείλει πάντως, διαφόροις δὲ λόγοις
κέχρηται, ἄλλοις γὰρ πρὸς ἰατρόν, ἄλλοις πρὸς στρατιώ-
την, ἄλλοις πρὸς θῆτα. αὕτη οὖν ἐστὶν ἡ ἀληθὴς ῥητορική,
αἱ δὲ ἄλλαι ψευδώνυμοι· πλὴν καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν
οὐ τὰ αὐτά εἰσιν τὰ πάθη, ἀλλὰ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον.
οἷον τὸ φιλήδονον κάκιστον, οὐκοῦν καὶ ἡ περὶ τούτου
ῥητορικὴ κακίστη· διὰ τοῦτο καὶ Δημοσθένης ἐκβάλλει
αὐτὴν καὶ σκώπτει τὸν λέγοντα ‘τί βούλεσθε; τί γράψω;
τί ὑμῖν χαρίσωμαι;’ ὅσαι δὲ ῥητορικαὶ περὶ τὸ φιλότιμον
μᾶλλον καὶ τὸ σῴζειν ὁπωσουνδήποτε τὴν πόλιν κατα-
γίνονται, αὗται ὡς ἐνδέχεται κρείττους εἰσί. τούτων τῶν
ῥητορικῶν ἦσαν αἷς ἐκέχρηντο οἱ περὶ Δημοσθένην καὶ
Περικλέα καὶ Θεμιστοκλέα· ὅτι μὲν γὰρ ὅλως ἔσῳζον
τὴν πόλιν καλῶς ἐποίουν, ὅτι δὲ ἠνείχοντο δημοκρατου-
μένης αὐτῆς καὶ οὐκ ἐλάμβανον ἑαυτούς, κακῶς.
Ἰστέον δὲ ὅτι οὐ διὰ τοῦτο κόλακας αὐτοὺς ὁ Πλάτων
λέγει, ὥς φησιν ὁ Ἀριστείδης (πῶς γὰρ κόλακες οἱ ἐξοστρα-
κισθέντες;), διακόνους δὲ αὐτοὺς καλεῖ. δεῖ γὰρ εἰδέναι
ὅτι ὁ διακονῶν τοῦ κελεύοντος διακονεῖν χείρων ἐστίν.
ὥσπερ οὖν ὁ μὲν ἰατρὸς ἐπιτάττει, ὁ δὲ πιμεντάριος δια-
κονεῖ τὰ πρὸς τὴν χρείαν εὐτρεπίζων, οὕτως καὶ οἱ περὶ
τὸν Θεμιστοκλέα ἔσῳζον μὲν τὴν πόλιν, διακόνων δὲ διὰ
τοῦτο χρείαν παρεῖχον· πολιτικοῦ γὰρ τὸ κελεύειν σῴζειν·
οὐκέτι δὲ καὶ πολιτικοὶ ἦσαν, ψυχὰς γὰρ οὐκ ἔσῳζον.
ὥστε Πύθωνος τοῦ ῥήτορος Φιλίππου τοῦ ἀκροασαμένου
Ἰσοκράτους, τοῦ θαυμαζομένου ὑπὸ Δημοσθένους, καὶ
τῶν ἄλλων φιληδόνων κρείττους ἦσαν· οἱ μὲν γὰρ μηδὲν
σῴζοντες ἀλλὰ καὶ κολακεύοντες καὶ πάντα πρὸς ἡδονὴν
ποιοῦντες ἐοίκασιν ἰατροῖς τοῖς ἔχουσι κάμνοντας ἀτάκ-
τους περὶ τὴν δίαιταν αὐτῶν καὶ μὴ ἀναχαιτίζουσιν αὐτούς,
ἀλλὰ τοὐναντίον καὶ προτρέπουσιν ἐπὶ πολλῶν ὄψων
βρῶσιν, ἵνα καὶ αὐτοὶ μετ' αὐτῶν φάγωσιν· οἱ δὲ περὶ
Θεμιστοκλέα ἐμιμοῦντο ἰατροὺς ἔχοντας μὲν ἁβροδιαίτους
κάμνοντας, μὴ καταλιμπάνοντας δὲ αὐτοὺς πλημμελοῦντας,
μὴ μέντοι μηδὲ ἀμελοῦντας, ἀλλὰ πρὸς ἓν ἕκαστον γινό-
μενον ἐκ τῆς διαίτης ἁμάρτημα ἐνισταμένους. ταῦτα τοί-
νυν εἴρηται, ἐπειδὴ ἠλέχθη ὅτι χρεία πυθέσθαι τοῦ Γορ-
γίου, ποίαν ῥητορικὴν ἐπαγγέλλεται καὶ τίς ἡ δύναμις τῆς
τέχνης αὐτοῦ καὶ εἰ ἄρα τῷ ὄντι τέχνην ἔχει ἢ δύναμιν
μόνην· οὐ ταὐτὸν γὰρ δύναμις καὶ τέχνη. ἀμέλει ταύτην
τὴν δημώδη ῥητορικὴν δύναμιν ὁρίζονται τοῦ περὶ ἕκαστον
ἐνδεχομένου πιθανοῦ λόγου.
14
<Ἐπαγγέλλεταί τε καὶ διδάσκει> [447c 2—3]: τὸ
μὲν ‘ἐπαγγέλλεται’ τῶν ἐντός ἐστι, τὸ δὲ ‘διδάσκειν’ τῶν
ἐκτός· ὁ μὲν γὰρ διδάσκων προφέρει ἔξω τοὺς λόγους, ὁ
δὲ ἐπαγγελλόμενος εἰκὸς μὲν οἶδεν ὃ ἐπαγγέλλεται, οὐ
πάντως δὲ διδάσκει.
2
t
{Πρᾶξις σὺν θεῷ βʹ}
1
<Οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες>
[447c 5—448c 3].
Ἤδη εἰρήκαμεν ὅτι διττή ἐστιν ἡ ῥητορική, ἡ μὲν τέχνη,
ἡ δὲ ἐμπειρία. ἄξιον οὖν ζητῆσαι πῶς οὐκ ἔστιν ἡ ἐμπειρία
τέχνη· καὶ γὰρ καὶ αὐτὸς ὁ Πλάτων εἰπεῖν ἔχει ὅτι
‘τέχνην αὐτὴν οὐ καλῶ’. ἵνα οὖν τοῦτο εὕρωμεν, διακρί-
νομεν τὰς τέχνας· εἴρηται καλῶς ἐν τῷ Φαίδρῳ ὅτι δεῖ
τὸν περί τινος διαλεγόμενον πρότερον διορίζειν, εἶθ' οὕτως
διδάσκειν, ἐπεὶ τὸν μὴ τοῦτο ποιοῦντα ἀνάγκη τοῦ παν-
τὸς ἁμαρτάνειν. οἷον ζητοῦμεν εἰ ἡ ψυχὴ ἀθάνατος· οὐκ
ὀφείλομεν ἀποφήνασθαι, ἀλλὰ πρότερον διακρῖναι καὶ
εἰπεῖν ὅτι ἡ ψυχὴ οὐχ ἕν τί ἐστιν ἀλλὰ πολλά· ἔστι γὰρ
ψυχὴ καὶ λογικὴ καὶ ἄλογος, ἔτι δὲ καὶ φυτική, ὅθεν καὶ
τὰ φυτὰ ζῆν λέγομεν. φαμὲν οὖν ὅτι ἡ μὲν λογικὴ ἀθάνα-
τος, αἱ δὲ λοιπαὶ δύο θνηταί. καὶ πάλιν λέγομεν ὅτι ἡ
λογικὴ ἀθάνατος καὶ οὐκ ἀθάνατος· οὐκ ἀθάνατος μέν,
εἰ τὸ ἀθάνατον λάβοιμεν κατὰ τὸ ἀεὶ καὶ ὡσαύτως ἔχον,
ἀθάνατος δὲ κατὰ τὸ ἀίδιον καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ
τὴν ἐνέργειαν.
2
Δεῖ οὖν καὶ ἐπὶ τῶν τεχνῶν τοῦτο ζητῆσαι. ἰστέον ὅτι
διττὸς ὁ ὅρος τῆς τέχνης. τέχνη γάρ ἐστι μέθοδος ὁδῷ
καὶ τάξει μετὰ φαντασίας προϊοῦσα· τὸ δὲ ‘μετὰ φαντα-
σίας’ προσέθηκεν ὁ φιλόσοφος πρὸς ἀντιδιαστολὴν τῆς
φύσεως, καὶ ἡ φύσις γὰρ ὁδῷ καὶ τάξει πρόεισιν, ἀλλ' οὐ
μετὰ φαντασίας. ἔστι δὲ πάλιν τέχνη σύστημα ἐκ κατα-
λήψεων συγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον τῶν
ἐν τῷ βίῳ. κατὰ μὲν οὖν τὸν πρῶτον ὅρον καὶ ἡ ψευδώνυμος
ῥητορικὴ τέχνη ἂν κληθείη· ὁδῷ γὰρ κέχρηται καὶ τάξει,
προοίμια πρότερον τάττουσα εἶτα κατάστασιν καὶ τὰ ἐφ-
εξῆς. κατὰ δὲ τὸν δεύτερον οὐκ ἔστιν τέχνη αὕτη, ἀλλὰ
3
μόνη ἡ ἀληθὴς ῥητορικὴ ἡ τὰς αἰτίας ἀποδιδοῦσα. τί δὲ
λέγω ὅτι ἡ ῥητορικὴ ἡ ψευδώνυμος κατὰ τὸν πρῶτον ὅρον
τέχνη ἐστίν; ὅπου γε καὶ ἡ ὀψοποιητικὴ καὶ ἡ κομμωτική.
καὶ γὰρ οὐ τυχόντος ἐστὶν ὀψοποιῆσαι, ἀλλὰ τοῦ ἐμπείρου
καὶ ὁδῷ τινὶ προϊόντος καὶ ἁρμοζομένου πρὸς τὸν δεσπότην
ἢ γλυκέσιν ἢ τοιοῖς χαίροντα· ὡσαύτως ἡ κομμώτρια
οἶδε τὰ ἀλείμματα καὶ γινώσκει πῶς δεῖ κοσμῆσαι τὰς
τρίχας. ἡ οὖν μὴ δυναμένη ἀποδοῦναι αἰτίαν ῥητορικὴ
ἀλλ' ἐφ' ἑκάτερα χωροῦσα ἐπί τε τὸ ἀληθὲς καὶ τὸ ψεῦδος
οὐκ ἔστιν τέχνη (τέχνης γὰρ τὸ δι' ἓν τέλος ἀγαθὸν ἔχειν),
ἡ δὲ ἀληθὴς ῥητορικὴ ἡ ὑπὸ τὸν πολιτικὸν τέχνη ἐστίν.
ὥσπερ γὰρ ὁ λογικὸς ἰατρὸς οἶδεν ὅτι τοῖς πυρέττουσιν
αἱ ὑγραὶ δίαιται συμβάλλονται, οὕτως καὶ οἱ ἐμπειρικοί,
καὶ ὥσπερ ὁ λογικὸς οἶδεν ὅτι ὁ ὀφθαλμιῶν χρῄζει ἀκρατο-
ποσίας ἢ λουτροῦ ἢ πυρίας, οὕτω καὶ ὁ ἐμπειρικός. ἀλλ' ὁ
μὲν λογικὸς καὶ τεχνίτης καὶ τὰς αἰτίας ἀποδίδωσιν, ὁ δὲ
ἐμπειρικὸς οὐκ οἶδεν· οὕτως οὖν καὶ ὁ μὲν ἀληθὴς ῥήτωρ
τὰς αἰτίας οἶδεν, ὁ δὲ ψευδὴς οὔ.
4
Εἰ οὖν καὶ ὁ ῥήτωρ ὁ ἀληθὴς τὰς αἰτίας οἶδεν καὶ
ὁ πολιτικός, τί διαφέρουσιν ἀλλήλων; φαμὲν ὅτι δια-
φέρουσι καθὸ ὁ ῥήτωρ ὠφελεῖται ἐκ τοῦ πολιτικοῦ οὐκ
οἴκοθεν ἔχων τὴν γνῶσιν· ὁ γὰρ πολιτικὸς ἀκριβῶς οἶδεν
καὶ κελεύει αὐτῷ. πάλιν εἴ τις εἴποι ‘τί οὖν διαφέρει τέχνη
ἐπιστήμης, εἴ γε καὶ ἡ τέχνη τὰς αἰτίας ἀποδίδωσιν;’
εἰπὲ ὅτι ἡ ἐπιστήμη ἀεὶ καὶ ὡσαύτως ἐχόντων πραγμάτων
ποιεῖται τὰς γνώσεις, ἡ δὲ τέχνη καὶ ῥευστῶν. ἆρα οὖν ὁ
φυσιολόγος οὐκ ἔστιν ἐπιστήμων ῥευστῶν ποιούμενος καὶ
ἐνύλων πραγμάτων ζήτησιν; φαμὲν ὅτι ‘ναί, ἐπιστήμων
ἐστίν, οὐχ ᾗ ἐνύλων πραγμάτων ἐστὶ ζητητής, ἀλλ' ᾗ ἐπὶ
τὰ καθόλου αὐτὰ ἀναφέρει καὶ ζητεῖ τῶν καθόλου φυσι-
κῶν πραγμάτων τὴν ὑπόστασιν’.
Ὥστε ἰστέον ὅτι τὴν ψευδῆ διαβάλλει ῥητορικήν, οὐ τὴν
ἀληθῆ. ἀμέλει αὐτὸς λέξει ὅτι ‘ταῦτα δὲ λέγω οὐ περὶ τῆς
ἀληθινῆς ῥητορικῆς’. εἰ οὖν καὶ ἔσῳζον οἱ περὶ Θεμιστο-
κλέα, οὐκ ἦσαν ῥήτορες ἀληθεῖς ὡς μὴ ἄγοντες τὴν δημο-
κρατίαν ἐπὶ τὴν ἀριστοκρατίαν. εἰ δέ τις εἴποι ὅτι οὐκ
ἠδύναντο, αὐτὸ τοῦτο λέγει ὅτι οὐκ ἦσαν ἀληθεῖς καὶ συν-
ηγορεῖ ἡμῖν· ὥστε διακονικοὶ ἦσαν ἀναλογοῦντες φαρμα-
κοπώλαις πρὸς ἰατρούς.
5
<Τὸ αὐτὸν ἐρωτᾶν> [447 c 5]: ἐπιεικῶς ὁ Καλλικλῆς
ἀποκρίνεται· ἵνα γὰρ μὴ δόξῃ ἀποφαίνεσθαι ὑπὲρ ἄλλου,
λέγει ὅτι καλόν ἐστιν αὐτὸν τὸν Γοργίαν ἐρωτῆσαι εἰ
ἡδέως ἔχει διαλεχθῆναι. καὶ γὰρ τοῦτο ἕν ἐστι τῆς ἐπι-
δείξεως αὐτοῦ, τὸ λέγειν ὅτι ‘ὁ θέλων ἐρωτάτω καὶ
πρὸς πάντα ἀποκρίνομαι ἑτοίμως’. ταῦτα δὲ διελέγοντο εἰσ-
ιόντες ἔσω εἰς τὸν οἶκον τοῦ Καλλικλέους.
6
<Ὦ Χαιρεφῶν ἐροῦ αὐτόν> [447 c 9]: ὡς εἰρήκαμεν
μέσην ἔχει τάξιν ὁ Χαιρεφῶν καὶ διὰ τοῦτο κελεύει τῷ
Χαιρεφῶντι ἐρωτῆσαι τὸν Γοργίαν.
7
<Τί ἔρωμαι> [447 c 10]: δείκνυσιν ὁ Χαιρεφῶν τὴν πρὸς
τὸν διδάσκαλον αἰδῶ· οὐκ ἐρωτᾷ γὰρ τὸν Γοργίαν προ-
πετῶς, ἀλλὰ πρότερον μανθάνει παρὰ τοῦ Σωκράτους τί
ὀφείλει ἐρωτῆσαι.
8
<Ὅστις ἐστίν> [447 d 1]: ἰστέον ὅτι ὁ ἄνθρωπος καὶ
πολυμερὴς καὶ ἀμερής ἐστιν· ἀμερὴς μὲν κατὰ τὸ ὄνομα,
ἄνθρωπος γὰρ καλεῖται ἑνί τινι ὀνόματι, πολυμερὴς δὲ
κατὰ τὸν ὁρισμόν, ζῷον λογικὸν θνητόν. λέγει οὖν αὐτῷ
ὅτι ‘ἐρώτησον ὅστις ἐστίν’, ἀντὶ τοῦ ‘τίς τε καλεῖται καὶ
τίνα ῥητορικὴν ἐπαγγέλλεται’. ἰστέον δὲ ὅτι κατὰ τὸν
Ἀριστοτέλην δεῖ πρότερον ζητεῖν, εἰ ὄν τί ἐστιν, εἶτα τί
ἐστι καὶ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. τὸ οὖν εἰ ἔστιν
ἐγνωσμένον ἦν, ‘λοιπὸν μάθε ὅστις ἐστίν’.
Εἶτα λέγει ὁ Χαιρεφῶν ὅτι ‘πῶς λέγεις;’ ἀντὶ τοῦ ‘πῶς
ἐρωτήσω τίς ἐστιν;’ ὁ Σωκράτης οὖν ὡς ἔθος ἔχων παρα-
δείγμασι κεχρῆσθαι εἰωθόσι φῶς ἀνάπτειν λέγει ὅτι
‘ὥσπερ εἰ δημιουργὸν ὑποδημάτων ἠρώτησας τίς ἐστιν
ἀπεκρίθη ἂν ὅτι σκυτοτόμος, οὕτως καὶ τοῦτον ἐρώτησον
τίς ἐστιν’. λέγει τοίνυν ὁ Χαιρεφῶν ὅτι ‘νῦν μανθάνω
καὶ ἐρήσομαι’. ἐντεῦθεν δὲ ἠθικὸν ἡμῖν θεώρημα παρα-
δίδοται συμβαλλόμενον πρὸς εὐδαιμονίαν. ποῖον τοῦτο;
ὅτι οὐ δεῖ φήμαις πιστεύειν ἀλλ' αὐτὸν ἐκεῖνον περὶ οὗ ὁ
λόγος ἐρωτᾶν. οἷον εἰ λέγοιεν μυρίοι ἄνθρωποι ὅτι ‘ὅδε
τις διισχυρίζεται ὡς δὶς δύο γίνεται ρʹ’, μὴ πιστεύσωμεν
τῷ πλήθει, ἀλλ' ἐκεῖνον ἐρωτήσωμεν· εἰκὸς γὰρ ψεῦδός
ἐστιν. ‘οὕτως οὖν καὶ νῦν μὴ πεισθῶμεν’, φησί, ‘Καλλι-
κλεῖ, ἀλλ' αὐτὸν ἐκεῖνον ἐρωτήσωμεν’.
9
<Εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει> [447 d 6—7]:
εἶπεν ὅτι ‘ἀληθῆ λέγει;’ θέλων καταιδῆσαι τὸν Γοργίαν,
ὅτι τοσαῦτα ὑπέρογκα περὶ αὐτοῦ λέγουσιν. ὁ δὲ Γοργίας
οὐκ ᾐδέσθη, ἀλλὰ ἀνάπτει τὸ πάθος· λέγει γὰρ ὅτι ‘ναί,
ἀληθῆ λέγει, πρὸς ἅπαντα γὰρ ἀποκρίνομαι καὶ οὐκ ἔστι
τι νέον ὃ ὀφείλω ἐρωτηθῆναι’. τοῦτο δὲ φθέγγεται ὡς
ἀποδυσπετῶν πρὸς τοὺς ἀνθρώπους καὶ οἱονεὶ λέγων ὅτι
‘πάντα ἠρωτήθην καὶ πάντα ἐπελυσάμην, καὶ οὐκ ἔστιν
τι ὃ λοιπὸν ὀφείλω ἐρωτηθῆναι’.
10
<Ἦ που ἄρα ῥᾳδίως ἀποκρίνῃ, ὦ Γοργία> [448 a 4]:
‘ἆρα οὖν, ’φησίν, ‘ῥᾷστα ἀποκρίνῃ ἡμῖν, ὦ Γοργία;’ ὁ δέ
φησιν ὅτι ‘πάρεστι τούτου πεῖραν λαβεῖν’. ὁ δὲ Πῶλος
ὡς φιλότιμος προπηδᾷ τοῦ ἰδίου διδασκάλου καί φησιν
ὅτι ‘μὰ τὸν Δία, ἐὰν βούλῃ, ἐγώ σοι διαλέγομαι’. ἰστέον
δὲ ὅτι εἰκὸς μὴ ὡς φιλότιμον καὶ καταφρονοῦντα τοῦ ἰδίου
διδασκάλου τοῦτο λέγειν, ἀλλ' ἐπειδὴ τοῦ μὲν φιλοσόφου
διδασκαλείου ἡγεῖτο μὲν ὁ Σωκράτης εἵπετο δὲ ὁ Χαιρε-
φῶν, τοῦ δὲ ῥητορικοῦ ἡγεῖτο μὲν ὁ Γοργίας εἵπετο δὲ ὁ
Πῶλος, φησὶν ὅτι ‘σὺ ἑπόμενος ὢν μὴ διαλέγου τῷ ἡγου-
μένῳ ἀλλ' ἐμοὶ τῷ ἑπομένῳ’. δεῖ δὲ εἰδέναι ὅτι οἱ μαθηταὶ
ὀφείλουσι παρόντων 〈τῶν〉 διδασκάλων τότε ἀποκρίνεσθαι,
ὅταν κελεύσωσιν οἱ διδάσκαλοι καὶ ὅταν οἱ μὲν διδάσκαλοι
μὴ πρόχειρα ἔχωσι τὰ μαθήματα, οἱ δὲ μαθηταὶ ναί. πρὸς
τούτοις δὲ καὶ τοῦτο ἰστέον ὅτι ὁ Σωκράτης τὸν Χαιρε-
φῶντα ἐποίησεν ἐρωτῆσαι, οὐχ ὡς μὴ ἀξιῶν αὐτὸς ἐρω-
τῆσαι, μωρὸν γάρ, ἀλλ' ὡς θέλων λαμπρῦναι τὸ διδασκα-
λεῖον αὐτοῦ ἅπαν καὶ κοσμεῖν καὶ ζητῶν μανθάνειν εἰ οἷοί
τέ εἰσιν οἱ μαθηταὶ αὐτοῦ εὑρίσκειν τι χρηστόν.
11
<Γοργίας μὲν γάρ> [448 a 7]: ‘ὁ γὰρ Γοργίας καὶ ἀπει-
ρηκέναι μοι δοκεῖ πρὸς ὑμᾶς διαλέγεσθαι’.
12
<Τί δέ, ὦ Πῶλε> [448 a 9]: ‘τί οὖν, ὦ Πῶλε’, φησὶν ὁ
Χαιρεφῶν, ‘κάλλιον τοῦ διδασκάλου ἀποκρίνῃ;’ ὁ δὲ Πῶ-
λος οὔτε ναί φησιν, ὕβριζεν γὰρ αὐτόν, οὔτε δὲ οὔ, τὸ φιλό-
τιμον μὴ θέλων καθελεῖν, ἀλλὰ μέσην ἀπόκρισιν δίδωσιν·
λέγει γὰρ ὅτι ‘εἴτε κρεῖττον εἴτε χεῖρον ἀποκρίνωμαι, τί
ζητεῖς, εἰ μὴ ἵνα ἀρκέσω σοὶ καὶ πρὸς πάντα τὰ λεγόμενα
ἀπαντήσω;’
2
13
<Εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχ-
νης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος> [448 b 4—5]:
ἄρχεται ἐρωτᾶν. ἰστέον δὲ ὅτι δύο Ἡροδίκους οἶδεν ὁ Πλά-
των, ἕνα τὸν ἀδελφὸν Γοργίου τὸν Λεοντῖνον καὶ ἄλλον
Ἡρόδικον τὸν Σηλυμβριανόν· μὴ οὖν εὑρίσκοντες ἐν τοῖς
διαλόγοις νομίσητε ἕνα εἶναι καὶ ταραχθῆτε. ἐνταῦθα
τοίνυν περὶ τοῦ Λεοντίνου φησίν· λέγει οὖν ὅτι ‘εἰ ἐπιστή-
μων ἦν ὁ Γοργίας τῆς τέχνης τοῦ Ἡροδίκου τοῦ ἀδελφοῦ
αὐτοῦ’ (ὅ ἐστι τῆς ἰατρικῆς, ἰατρὸς γὰρ ἦν), ‘τί ἂν αὐτὸν
ὠνομάζομεν; ἆρα οὐχ ὅπερ ἦν ἐκεῖνος;’ (ἀντὶ τοῦ ἰατρόν).
φησὶν ὁ Πῶλος ὅτι ‘πάνυ γε’. ‘ἰατρὸν οὖν αὐτὸν φάσκον-
τες’, φησὶν ὁ Χαιρεφῶν, ‘καλῶς ἂν ἐλέγομεν;’ φησὶν ὁ Πῶ-
λος ‘ναί’. πάλιν φησὶν ὁ Χαιρεφῶν ὅτι ‘εἰ δὲ ἧς τέχνης ὁ
παῖς Ἀγλαοφῶντος, Ἀριστοφῶν λέγω, ἢ ὁ ἀδελφὸς αὐτοῦ,
ὁ Πολύγνωτός φημι, ἔμπειρος ἦν’ (ὁ Πολύγνωτος γὰρ ἦν
ὁ ἀδελφὸς αὐτοῦ, ὡς τὸ ἐπίγραμμα δηλοῖ· ὅπου οὖν εὕρῃς
τὸν ἀδελφὸν τοῦ Ἀριστοφῶντος, τὸν Πολύγνωτον νόει),
‘οὐκ ἂν ζωγράφον αὐτὸν ἐκαλέσαμεν;’ φησὶν ὁ Πῶλος
ὅτι ‘δῆλον ὅτι ζωγράφον’. ‘νῦν οὖν ἐπειδὴ τέχνης τίνος ὁ
Γοργίας ἐπιστήμων ἐστί, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς
καλέσοιμεν;’ ἰστέον δὲ ὅτι ἁρμοδίως παρέλαβεν τὰ δύο
ταῦτα παραδείγματα, τὸ τῆς ἰατρικῆς καὶ τὸ τῆς γραφι-
κῆς, ἐπειδὴ διττὴ ἡ ῥητορική, ἵνα τὴν μὲν ἀληθῆ ῥητορι-
κὴν ἀπεικάσῃ τῇ ἰατρικῇ, τὴν δὲ ψευδῆ καὶ συώδη τῇ
γραφικῇ.
3
t
{Πρᾶξις σὺν θεῷ γʹ}
1
<Ὦ Χαιρεφῶν, πολλαὶ τέχναι> [448 c 4—449 c 8].
Νεωτεροπρεπῶς ἀποκρίνεται ὁ Πῶλος. τοῦ γὰρ Χαιρε-
φῶντος προτρεψαμένου αὐτὸν διαλεκτικώτερον ἀποκρί-
νασθαι αὐτὸς θεατρικῶς προφέρει τὸν λόγον· καὶ οὐ μόνον
τοῦτο, ἀλλὰ καὶ παρὰ θύρας ἀπαντᾷ, ὅπερ μάλιστα σκώ-
πτει αὐτοῦ ὁ Σωκράτης. ἐρωτήσαντος γὰρ αὐτὸν τοῦ Χαι-
ρεφῶντος τίς ἐστιν ἡ τέχνη ἣν ἐπαγγέλλεται, αὐτὸς τὸ
ὁποῖόν τί ἐστιν ἡ τέχνη λέγει, μὴ εἰδὼς τὴν τῶν προβλημά-
των τάξιν τῶν τεσσάρων μηδὲ τὴν τούτων μέθοδον.
Ἰστέον γὰρ ὅτι, ὡς πολλάκις εἴρηται, τέσσαρες μέθοδοί
εἰσιν. πρώτη μὲν ἡ διαιρετική· δεῖ γὰρ πρότερον διαιρεῖν
τὰ γένη εἰς τὰ εἴδη καὶ ἄχρι τῶν ἀτόμων ἔρχεσθαι· οὕτω
τὴν οὐσίαν διαιροῦμεν εὐτάκτως. δευτέρα ἐστὶν ἡ ὁριστική,
ἥτις λαβοῦσα τὰ ἁρμόζοντα ἑκάστῳ πράγματα ὅρον οἰκεῖον
ἐπιτίθησιν, καὶ διὰ τοῦτο ὁρισμὸς λέγεται ἀπὸ μεταφορᾶς
τῶν ὅρων τούτων τῶν περιοριζόντων τὰς πόλεις καὶ τὰ
χωρία. ἡ δὲ ἀποδεικτικὴ λοιπὸν τὸν ὁρισμὸν λαβοῦσα
πρόεισιν ἐκ τῶν κοινῶν ἐννοιῶν καὶ ἀποδείκνυσιν. ἡ δὲ
ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ χωρεῖ· οἷόν
φαμεν ὅτι ‘ὁ λέγων λόγος “ὁ Σωκράτης περιπατεῖ, τὸ
περιπατοῦν κινεῖται, ὁ Σωκράτης ἄρα κινεῖται” σύνθετός
ἐστιν ἢ ἁπλοῦς;’ λέγομεν ὅτι σύνθετος, ἐκ προτάσεων γὰρ
σύγκειται, αἱ δὲ προτάσεις ἐξ ὀνομάτων καὶ ῥημάτων, τὰ
δὲ ὀνόματα καὶ τὰ ῥήματα καὶ αὐτὰ σύνθετα, ἐκ συλλα-
βῶν γάρ, καὶ αὗται σύνθετοι, ἐκ στοιχείων γάρ, τὰ δὲ στοι-
χεῖα ἁπλᾶ.
2
Ταῦτα τοίνυν εἴρηται ἵνα δείξωμεν ὅτι ὁ Πῶλος ἀντὶ
τῆς ὁριστικῆς τῇ ἀποδεικτικῇ ἐχρήσατο· ἐρωτηθεὶς γὰρ
τίς ἐστιν ἡ τέχνη τοῦ Γοργίου, ὃ ὁριστικῆς ἐστὶν ἴδιον, τὸ
ὁποῖόν τί ἐστι λέγει, ὃ ἀποδεικτικῆς ὂν τυγχάνει. μέμφεται
οὖν αὐτῷ διὰ τοῦτο· ἄλλως τε καὶ διὰ τὰ πάρισα καὶ
ὁμοιοκατάληκτα, κατακορῆ γὰρ ταῦτα γινόμενα ἀηδῆ εἰ-
σίν, εἰ καὶ τῆς εὐπρεποῦς ἰδέας οἴονται ταῦτα εἶναι, οἷον
‘Παυσανίου δὲ παυσαμένου’ καὶ τὰ τοιαῦτα. οὕτω γοῦν
καὶ αὐτὸς νῦν κέχρηται· φησὶν γὰρ ‘ἐμπειρία’ καὶ ‘ἀπειρία’
καὶ ‘κατὰ τέχνην’ καὶ ‘κατὰ τύχην’ καὶ πάλιν ‘ἄλλοι
ἄλλων ἄλλως’· ταῦτα δὲ ὁμοιοκατάληκτα. ἰστέον δὲ ὅτι,
ὥς φησιν ὁ Σωκράτης, ταῦτα τὰ ῥήματα ὡς ἐξ αὐτοσχε-
δίου λέγει, κατὰ ἀλήθειαν δὲ προσκεψάμενος ἦν καὶ ἀπο-
γραψάμενος ἐν χάρτῃ καὶ ἐμμελετήσας. δεῖ δὲ κἀκεῖνο
εἰδέναι, ὅτι οὐδὲ τὸ ὁποῖόν τί ἐστιν ἔσωσεν ὁ Πῶλος. ἔδει
γὰρ τὸ κατ' οὐσίαν εἰπεῖν, αὐτὸς δὲ τὸ κατὰ συμβεβηκὸς
ἔλαβεν, ἐπῄνεσεν γὰρ τὴν ῥητορικήν· ἐγκώμιον οὖν εἶπεν
αὐτῆς καὶ οὐ τὴν οὐσίαν ἐζήτησεν.
Κἀκεῖνο δὲ ἥμαρτεν εἰρηκὼς ὅτι ‘ἡ ἐμπειρία ποιεῖ τὸν
αἰῶνα ἡμῶν’ (ἀντὶ τοῦ τὸν χρόνον ἡμῶν) ‘πορεύεσθαι
κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην’. κακῶς οὖν εἶπεν·
δεῖ γὰρ εἰδέναι ὅτι πέντε ταῦτά ἐστιν, αἴσθησις μνήμη
πεῖρα ἐμπειρία τέχνη· καὶ ἡ μὲν αἴσθησις ὑποφαίνει ἡμῖν
πάντα, λοιπὸν δὲ ἡ μνήμη κρατεῖ, εἶτα πείρᾳ παραδίδωσιν,
ἐντεῦθεν ἔμπειροι γινόμεθα, εἶτα τεχνῖται. διαφέρει τοί-
νυν ἐμπειρία πείρας ὅτι ἡ μὲν ἐμπειρία καὶ ἐπὶ πράξεων
λέγεται, ἡ δὲ πεῖρα ἐπὶ τῶν κατὰ μέρος τεχνιτῶν· καὶ
πάλιν ἡ πεῖρα μέν ἐστιν ἡ περὶ τὰ κατὰ μέρος καταγινο-
μένη, ἐμπειρία δὲ ἡ περὶ τὰ καθολικώτερα· πάλιν δὲ ἐμπει-
ρία μέν ἐστιν ἡ τὸ ὅτι εἰδυῖα, τέχνη δὲ ἡ καὶ τὸ διότι.
κακῶς τοίνυν εἶπεν ὅτι ἡ ἐμπειρία τὴν τέχνην ποιεῖ, εἴ γε
χείρων ἡ ἐμπειρία· εἰ γὰρ τοῦτο, τὰ κρείττονα ἐκ τῶν χει-
ρόνων γίνεται καὶ ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί.
ὡσαύτως οὐδὲ ἡ πεῖρα τὴν ἐμπειρίαν. τί οὖν; οὐκ ἀπὸ
πείρας ἐπὶ ἐμπειρίαν ἐρχόμεθα καὶ ἀπὸ ἐμπειρίας ἐπὶ
τέχνην; φαμὲν ὅτι ναί· ὥστε συμβάλλεται μὲν ἡ πεῖρα
πρὸς τὴν ἐμπειρίαν καὶ ἡ ἐμπειρία πρὸς τὴν τέχνην, οὐ
μὴν ποιητικά εἰσιν αἴτια. τοῦτο δὲ γίνεται, ἐπειδὴ ἔχομεν
τοὺς λόγους τοὺς γνωστικοὺς καὶ ἀνακινοῦμεν. ὥσπερ
οὖν τοὺς σπινθῆρας τοὺς πάλαι ὑπὸ τέφρας κρυπτομένους
εἴ τις διαδήλους ποιήσῃ λαβὼν τὴν τέφραν, οὐ λέγεται
πεποιηκέναι τὸ φῶς ἀλλὰ δεδειχέναι· καὶ ὁ λήμην ὀφθαλ-
μοῦ καθάρας συνεβάλετο, ἐπεὶ οὐκ ἐποίησεν αὐτὸς τὸ
φῶς· οὕτως καὶ οἱ ἐν ἡμῖν λόγοι χρείαν ἔχουσι τοῦ ἀναμι-
μνῄσκοντος, ἀναλογοῦμεν γὰρ γεωμέτρῃ καθεύδοντι. ὥστε
οὐκ ἔστι ποιητικὸν ἡ ἐμπειρία. πλὴν εἰ καὶ ὁ Πῶλος μὴ
εἰδότως λέγει, δυνατὸν τὴν ἐμπειρίαν ποιεῖν τέχνην, ὡς
ἐπὶ τῆς γεωργίας. τῶν γὰρ γεωργουμένων τὰ μὲν ὑπὸ
τοῦ παντὸς μόνου γίνεται, τὰ δὲ καὶ ὑπὸ τοῦ παντὸς καὶ
ὑπὸ τέχνης, οἷον αἱ βοτάναι αἱ αὐτομάτως φυόμεναι ὑπὸ
μόνου τοῦ παντός, τὰ δὲ σπέρματα καὶ ὑπὸ τοῦ παντὸς
καὶ ὑπὸ τῆς ἐπιμελείας· πάλιν δὲ κἀνταῦθα ἡ ἐμπειρία
καὶ ἡ ἐπιμέλεια συμβάλλεται τῇ τέχνῃ.
3
<Ἄλλοι ἄλλων ἄλλως> [448 c 7—8]: ἰδοὺ τὰ παρισά-
ζοντα. ‘ἑκάστων δὲ τούτων’ φησὶν ‘ἄλλοι ἄλλων ἄλλως
μεταλαμβάνουσι’· διὰ μὲν τοῦ ‘ἄλλοι’ ἐσήμανε τὰ μετα-
λαμβάνοντα πρόσωπα, διὰ δὲ τοῦ ‘ἄλλων’ τὰ πράγματα,
διὰ δὲ τοῦ ‘ἄλλως’ τὸν τρόπον τῆς μεταλήψεως. ‘τῶν δὲ
ἀρίστων’ φησὶ ‘πραγμάτων οἱ ἄριστοι ἄνδρες μεταλαμ-
βάνουσι· τούτων τοίνυν τῶν ἀρίστων καὶ ὁ Γοργίας ἐστὶν
καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν καὶ ἀρίστης’.
4
<Καλῶς γε, ὦ Γοργία, φαίνεται Πῶλος> [448 d 1]:
ἐρωτήσαντος τοῦ Χαιρεφῶντος τὸν Πῶλον τίς ἐστιν ἡ
τέχνη ἣν ἐπαγγέλλεται ὁ Γοργίας, ὁ Πῶλος παρὰ θύρας
ἀπαντᾷ λέγων ὅτι ‘θαυμαστή ἐστιν ἡ ῥητορική’, καὶ
θεατρικώτερον μᾶλλον ἢ διαλεκτικώτερον. ἐπεὶ οὖν ὁ
Πῶλος ἀτάκτως ἀπεκρίθη, ὁ Σωκράτης τὴν πρόνοιαν
μιμούμενος τὴν τάττουσαν τὰ ἄτακτα καὶ μηδὲν ἐῶσαν
ἄτακτον ἢ ἀόριστον, τάττει καὶ ἐπιπλήττει. καὶ ἐπειδὴ
οἶδεν {ἡ} ἐπίπληξις σφοδρὰ μῖσος ἀποτίκτειν καὶ ἀπο-
στροφήν, διὰ τοῦτο οὐκ ἄρχεται ἀπὸ ἐπιπλήξεως, ἵνα
μὴ ἀποσκιρτήσῃ ὁ Γοργίας (οὕτως δὲ ἐποίησεν καὶ ἐπὶ
τοῦ Ἀλκιβιάδου), ἀλλὰ ἐπαινεῖ πρότερον καὶ λέγει ὅτι
‘καλῶς ὁ Πῶλος παρεσκεύασται πρὸς λόγους’· καὶ γὰρ
κατὰ τὸ ἀληθὲς ῥητορικῶς προήνεγκεν τὸν λόγον χρησά-
μενος παρίσοις τε καὶ ὁμοιοκαταλήκτοις. καὶ ἐν αὐτῷ δὲ
τῷ ἐλέγχῳ μίγνυσιν ἐπιεικῆ ῥήματα ὁ Σωκράτης· οὐκ
εἶπεν γὰρ ὅτι παρὰ θύρας ἀπήντησε τῷ Χαιρεφῶντι,
ἀλλά φησιν ὅτι ὃ ὑπέσχετο αὐτῷ οὐκ ἐποίησεν. ἐνταῦθα
δὲ παραδίδοται ἡμῖν θεωρήματα ἠθικὰ μὲν δύο, διαλεκτι-
κὸν δὲ ἕν· διαλεκτικὸν μὲν ὅτι δεῖ ἀεὶ πρὸς τὰς ἐρωτήσεις
ποιεῖσθαι τὰς ἀποκρίσεις, ἠθικὰ δὲ πρῶτον μὲν ὅτι δεῖ
ὃ ὑπισχνεῖταί τις ἐκπληροῦν καὶ μὴ ψεύδεσθαι, δεύτερον
δὲ ὅτι τοῖς αἰδημονεστέροις δεῖ σπεύδειν ὁμιλεῖν καὶ μὴ
τοῖς ἀναιδεστέροις· οὕτω γοῦν καὶ ὁ Σωκράτης πρὸς τὸν
Γοργίαν ποιεῖται τὸν λόγον ἐάσας τὸ ἀναιδὲς τοῦ Πώλου.
5
<Τὴν καλουμένην ῥητορικήν> [448 d 9]: τὴν ψευδώ-
νυμόν φησι καὶ ἐμπειρίαν.
6
<Τί δή, ὦ Σώκρατες> [448 e 1]: ὁ Πῶλος τοῦτο λέγει.
7
<Ὅτι δή, ὦ Πῶλε> [448 e 2]: ‘τοῦτό φημι, ὦ Πῶλε,
ὅτι ἐρομένου σε Χαιρεφῶντος τίς ἡ τέχνη ἣν ἐπαγγέλ-
λεται Γοργίας, σὺ τὸ ὁποία τίς ἐστιν εἶπας ἐγκωμιάζων
αὐτήν, ὡς δή τινος σκώψαντος αὐτήν’. ὅρα τοίνυν πῶς
καὶ ὁ Πλάτων διακρίνει καὶ πρὸ Ἀριστοτέλους τὰ προ-
βλήματα.
8
<Οὐ γὰρ ἀπεκρινάμην> [448 e 5]: ‘τί οὖν; οὐκ εἶπον
ὅτι καλή;’ φησὶν ὁ Σωκράτης ὅτι ‘καὶ μάλα· ἀλλ' οὐκ
ἔδει οὕτως τὸ ὁποῖόν τί ἐστιν ἀποκρίνασθαι, ἀλλὰ τίς,
καὶ οἷόν τινα δεῖ τὸν Γοργίαν καλεῖν. ὥσπερ οὖν ἔμ-
προσθεν συντόμως ἀπεκρίνου τῷ Χαιρεφῶντι ὅτι ἀπὸ
τῆς ἰατρικῆς ἰατρὸς καλεῖται ὁ Ἡρόδικος καὶ ἀπὸ τῆς ζω-
γραφικῆς ὁ ζωγράφος, οὕτως καὶ νῦν εἰπὲ τίς ἡ τέχνη
Γοργίου’.
3
9
<Τῆς ῥητορικῆς, ὦ Σώκρατες> [449 a 5]: ὁ Γορ-
γίας καλῶς ἀπεκρίθη· εἶπεν γὰρ ὅτι ‘τῆς ῥητορικῆς ἐπι-
στήμων εἰμί’. ‘ῥήτορα τοίνυν’, ἔφη ὁ Σωκράτης, ‘χρή σε
καλεῖν;’ ὁ Γοργίας λέγει ὅτι ‘ναί, καὶ ἀγαθὸν ῥήτορα·
ἀγαθὸς γὰρ εὔχομαι εἶναι, ὡς Ὅμηρος λέγει’. ἰστέον τοί-
νυν ὅτι δύο εἰσὶν ῥητορικαί· τούτων δὲ καὶ τὰ γένη καὶ τὰ
τέλη καὶ αἱ ὁδοὶ διάφοροι. τῆς μὲν γὰρ ἀληθοῦς γένος ἡ
τέχνη, τῆς δὲ ψευδοῦς ἡ ἐμπειρία· πάλιν τῆς μὲν ἀληθοῦς
τέλος τὸ ἀγαθόν, τῆς δὲ ἄλλης τὸ πεῖσαι, εἴτε κακόν
ἐστιν εἴτε οὔ· καὶ πάλιν τῆς μὲν ἀληθοῦς ὁδὸς τὸ εἰδέναι
τὰς δυνάμεις τῆς ψυχῆς, τῆς δὲ ἄλλης οὔ· καὶ τῆς μὲν
ἀληθοῦς ὁδὸς ἡ διδασκαλικὴ πίστις, τῆς δὲ ἄλλης ἡ πιστευ-
τική. θέλει γὰρ καὶ ὁ γεωμέτρης πεῖσαι, ἀλλὰ ἀποδεικτι-
κῶς καὶ οὐ πιστευτικῶς ὡς ὁ ῥήτωρ. ὥσπερ οὖν ἡ ἰατρικὴ
ὑγίειαν ἐπαγγέλλεται, δι' ἄλλων μέντοι καὶ ἄλλων βοηθη-
μάτων, οὕτως καὶ αἱ ῥητορικαὶ δι' ἄλλων καὶ ἄλλων ὁδῶν
βαδίζουσιν. δεῖ τοίνυν εἰδέναι ὅτι, ὥσπερ ξίφος αὐτὸ
καθ' αὑτὸ οὐκ ἔστιν οὔτε καλὸν οὔτε κακόν, πρὸς δὲ τὸν
χρώμενον ἢ καλόν ἐστιν ἢ κακόν, οὕτως καὶ ἡ ῥητορικὴ
αὐτὴ μὲν καθ' αὑτὴν οὐκ ἔστιν καλή, πρὸς δὲ τὸν χρώμε-
νον γίνεται ἀγαθή. εἰδὼς οὖν τοῦτο ὁ Γοργίας λέγει ὅτι
‘ἀγαθός εἰμι ῥήτωρ’ ἀντὶ τοῦ ‘ἐγὼ ὡς δεῖ κέχρημαι αὐτῇ’.
10
<Οὐκοῦν καὶ ἄλλους σε φῶμεν> [449 b 1]: ‘οὐκοῦν’,
φησὶν ὁ Σωκράτης, ‘καὶ ἄλλους τοιούτους δύνασαι ποιῆ-
σαι;’ τοῦτο δὲ προκατασκευάζει ὡς μέλλων χρῄζειν αὐτοῦ
εἰς τὴν ἀπόδειξιν τοῦ ὅτι κακὸν μὲν τὸ ἄδικον καλὸν δὲ τὸ
δίκαιον, καὶ ὅτι τὸ μὲν ἄδικον θέσει τὸ δὲ δίκαιον φύσει.
εἰ γὰρ τὸ δίκαιον ἦν θέσει, ὁ αὐτὸς ἂν ἦν καὶ δίκαιος καὶ
ἄδικος καὶ θεοφιλὴς καὶ θεομισής· ὁ γὰρ παρὰ Πέρσαις
δίκαιος, ὁ κελεύων μίγνυσθαι ταῖς μητράσιν, παρ' ἡμῖν
ἄδικός ἐστι, καὶ ὁ παρ' ἡμῖν ἄδικος παρ' ἐκείνοις δίκαιος.
οὐκ ἄρα οὖν θέσει ἀλλὰ φύσει, ὡς τελειότερον εἴρηται ἐν
τῷ Ἀλκιβιάδῃ. καὶ ὁ λέγων τὸ ἄδικον καλὸν τὸ δὲ δίκαιον
κακὸν ἔοικεν, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδρῳ, τῷ
λέγοντι ὅτι ὁ ἵππος φαίνεται ἵππος ἐπεὶ ὄνου ἔργα ἔχει,
καὶ ὁ ὄνος ἵππου ἔργα ἔχει· ὁ τοιοῦτος γὰρ τῷ μὲν ἵππῳ
ἀντὶ ὄνου χρήσεται, τῷ δὲ ὄνῳ ἀντὶ ἵππου, καὶ ἐκβαλὼν
ἐν πολέμῳ τὸν ὄνον ὡς ἵππον πειραθήσεται πολλῶν
κακῶν. καλῶς δὲ ἐπήγαγεν ‘οὐκοῦν καὶ ἄλλους δύνασαι
ποιῆσαι;’ διότι ἕν ἐστι τῶν χαρακτηριζόντων τὸν ἐπιστή-
μονα τὸ καὶ ἄλλους δύνασθαι ποιεῖν ἐπιστήμονας, ὡς καὶ
ἐν τῷ Ἀλκιβιάδῃ εἴρηται.
11
<Τὸ μὲν ἐρωτῶν, τὸ δὲ ἀποκρινόμενος> [449 b 5]:
τῶν ἐρωτήσεων αἱ μέν εἰσι διαλεκτικαί, αἳ τὸ ναὶ ἢ οὒ
ἔχουσι μόνον πρὸς ἀπόκρισιν, αἱ δὲ πυσματικαί, αἱ διὰ
μακρῶν λόγων ἔχουσαι τὰς ἀποκρίσεις. φησὶν οὖν ὅτι
‘διατέλεσον οὕτως, ὦ Γοργία, κατὰ ἐρώτησιν καὶ ἀπόκρι-
σιν διαλεγόμενος’. θαυμαστὸν γὰρ τοῦτο, ἑαυτοῦ γὰρ
κατήγορος γίνεται ὁ νικώμενος· ἐν γὰρ τοῖς κατὰ ἀπο-
τάδην λόγοις φησὶν ὅτι ‘οὐκ ἐγὼ τοῦτο εἶπον ἀλλὰ σὺ
συνεπέρανας’.
3
12
<Εἰσὶ μέν, ὦ Σώκρατες>…
ὅ…
The complete text is available when the reading interface loads.