The Greek Library Author

Anonymous

In Platonis Phaedonem commentaria

Authority group
Olympiodorus (catalogue association; authorship remains anonymous)
Edition reference
In Platonis Phaedonem commentaria, ed. L. G. Westerink, The Greek commentaries on Plato's Phaedo, [Olympiodorus] vol. 1, Amsterdam: North-Holland Publishing Co., 1976: 39–181.
CTS identifier
urn:cts:greekLit:tlg4019.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

4

Ὁ μὲν οὖν Σωκράτης ἔργῳ τὸ ἀπόρρητον δεικνὺς τοῦ μύθου οὐδὲν πλέον

προστίθησιν τοῦ ‘ὡς ἔν τινι φρουρᾷ ἐσμεν’ [62b3—4]· οἱ δὲ ἐξηγηταὶ τὸν μῦθον

προστιθέασιν ἔξωθεν, καὶ ἔστιν ἡ τοῦ μύθου ἀλληγορία τοιαύτη. ὥσπερ ὁ Ἐμπε-

δοκλῆς [frg. B 17] ἔλεγε τὸν νοητὸν καὶ τὸν αἰσθητὸν παρὰ μέρος γίνεσθαι τόπους,

οὐχ ὅτι ποτὲ μὲν οὗτος γίνεται, ποτὲ δὲ ὁ νοητός (ἀεὶ γάρ εἰσιν), ἀλλ' ὅτι ἡ

ἡμετέρα ψυχὴ ποτὲ μὲν κατὰ νοητὸν ζῇ καὶ λέγεται τότε γίνεσθαι ὁ νοητὸς κόσμος,

ποτὲ δὲ κατὰ αἰσθητὸν καὶ λέγεται ὁ αἰσθητὸς γίνεσθαι κόσμος, οὕτως καὶ

παρὰ τῷ Ὀρφεῖ [frg. 107] αἱ τέσσαρες βασιλεῖαι αὗται οὐ ποτὲ μέν εἰσι, ποτὲ

δὲ οὔ, ἀλλ' ἀεὶ μέν εἰσι, αἰνίττονται δὲ τοὺς διαφόρους βαθμοὺς τῶν ἀρετῶν

καθ' ἃς ἡ ἡμετέρα ψυχὴ 〈ἐνεργεῖ〉 σύμβολα ἔχουσα πασῶν τῶν ἀρετῶν, τῶν

5

τε θεωρητικῶν καὶ καθαρτικῶν καὶ πολιτικῶν καὶ ἠθικῶν. ἢ γὰρ κατὰ τὰς

θεωρητικὰς ἐνεργεῖ, ὧν παράδειγμα ἡ τοῦ Οὐρανοῦ βασιλεία, ἵνα ἄνωθεν

ἀρξώμεθα· διὸ καὶ Οὐρανὸς εἴρηται παρὰ τὸ τὰ ἄνω ὁρᾶν. ἢ καθαρτικῶς ζῇ,

ἧς παράδειγμα ἡ Κρονία βασιλεία· διὸ καὶ Κρόνος εἴρηται, οἷον ⟦ὁ⟧ κορόνους

τις ὢν διὰ τὸ ἑαυτὸν ὁρᾶν· διὸ καὶ καταπίνειν τὰ οἰκεῖα γεννήματα λέγεται

ὡς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφων. ἢ κατὰ τὰς πολιτικάς, ὧν σύμβολον ἡ τοῦ

Διὸς βασιλεία· διὸ καὶ δημιουργὸς ὁ Ζεύς, ὡς περὶ τὰ δεύτερα ἐνεργῶν. ἢ κατὰ

τὰς ἠθικὰς καὶ φυσικὰς ἀρετάς, ὧν σύμβολον ἡ τοῦ Διονύσου βασιλεία· διὸ

καὶ σπαράττεται, διότι οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί. καὶ τὰς σάρκας

μασῶνται οἱ Τιτᾶνες, τῆς μασήσεως δηλούσης τὸν πολὺν μερισμόν, διότι τῶν

τῇδε ἔφορός ἐστιν, ἔνθα ὁ πολὺς μερισμὸς διὰ τὸ ἐμὸν καὶ σόν. καὶ ὑπὸ τῶν

Τιτάνων σπαράττεται, τοῦ ‘τὶ’ μερικὸν δηλοῦντος, σπαράττεται δὲ τὸ καθόλου

εἶδος ἐν τῇ γενέσει· μονὰς δὲ Τιτάνων ὁ Διόνυσος. λέγεται δὲ σπαράττεσθαι

ὑπὸ τῆς γενέσεως, 〈γενέσεως〉 τῶν αἰτίων ταύτης ἀκουόντων· οὕτω γὰρ καὶ

τὴν Δήμητραν πυροὺς καλοῦμεν καὶ τὸν Διόνυσον οἶνον· φησὶ γὰρ ὁ Πρόκλος

[hymn. frg. I]

‘ὅσς' ἴδον ἐν τεκέεσσιν ἐφημίξαντο τοκεῦσιν’.

κατ' ἐπιβουλὴν δὲ τῆς Ἥρας, διότι κινήσεως ἔφορος ἡ θεὸς καὶ προόδου· διὸ

καὶ συνεχῶς ἐν τῇ Ἰλιάδι ἐξανίστησιν αὕτη καὶ διεγείρει τὸν Δία εἰς πρόνοιαν

6

τῶν δευτέρων. καὶ γενέσεως ἄλλως ἔφορός ἐστιν ὁ Διόνυσος, διότι καὶ ζωῆς

καὶ τελευτῆς· ζωῆς μὲν γὰρ ἔφορος, ἐπειδὴ καὶ τῆς γενέσεως, τελευτῆς δέ, διότι

ἐνθουσιᾶν ὁ οἶνος ποιεῖ καὶ περὶ τὴν τελευτὴν δὲ ἐνθουσιαστικώτεροι γινόμεθα,

ὡς δηλοῖ ὁ παρ' Ὁμήρῳ [Π 851—854] Πάτροκλος μαντικὸς γεγονὼς περὶ τὴν

τελευτήν. καὶ τὴν τραγῳδίαν δὲ καὶ τὴν κωμῳδίαν ἀνεῖσθαί φασι τῷ Διονύσῳ,

τὴν μὲν κωμῳδίαν παίγνιον οὖσαν τοῦ βίου, τὴν δὲ τραγῳδίαν διὰ τὰ πάθη

καὶ τὴν τελευτήν. οὐκ ἄρα καλῶς οἱ κωμικοὶ τοῖς τραγικοῖς ἐγκαλοῦσιν ὡς

μὴ Διονυσιακοῖς οὖσιν λέγοντες ὅτι ‘οὐδὲν ταῦτα πρὸς τὸν Διόνυσον’. κεραυνοῖ

δὲ τούτους ὁ Ζεύς, τοῦ κεραυνοῦ δηλοῦντος τὴν ἐπιστροφήν, πῦρ γὰρ ἐπὶ τὰ

ἄνω κινούμενον· ἐπιστρέφει οὖν αὐτοὺς πρὸς ἑαυτόν.

7

Καὶ τοῦτο μὲν τὸ μυθικὸν ἐπιχείρημα. τὸ δὲ διαλεκτικὸν καὶ φιλόσοφον

τοιοῦτόν ἐστιν, ὅτι εἰ θεοὶ ἡμῶν εἰσιν ἐπιμεληταὶ καὶ κτήματα ἐκείνων ἐσμέν,

οὐ δεῖ ἐξάγειν ἑαυτούς, ἀλλ' ἐπιτρέπειν ἐκείνοις. εἰ μὲν γὰρ θάτερον ἦν τούτων,

καὶ ἢ κτήματα ἦμεν τῶν θεῶν οὐ μὴν ἐπεμελοῦντο ἡμῶν, ἢ ἀνάπαλιν, χώραν

ὅπως οὖν εἶχεν εὔλογον τὸ ἐξάγειν ἡμᾶς ἑαυτούς· νῦν δὲ δι' ἄμφω οὐ δεῖ λύειν

τὸν δεσμόν.

8

Τί οὖν οὐ δεῖ συνηγορῆσαι καὶ τῷ ἀντικειμένῳ καὶ δεῖξαι ὅτι δεῖ ἐξάγειν

ἑαυτούς;

Πρῶτον μὲν ὅτι ἐν αὐτῇ τῇ νῦν προκειμένῃ λέξει, ἐν ᾗ κατασκευάζει ὁ Πλάτων

ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς, ἔμφασιν δίδωσι καὶ τοῦ ἀντικειμένου, πρῶτον μὲν

λέγων ‘οὐ μέντοι ἴσως βιάσεται ἑαυτόν’ [61c9], τὸ γὰρ ‘ἴσως’ ὑπόνοιαν δίδωσιν

ὅτι ποτὲ καὶ δεῖ ἐξάγειν ἑαυτούς· καὶ πάλιν ἐφεξῆς φησιν ὅτι οὐ δεῖ ἐξάγειν

ἑαυτούς, ‘εἰ μὴ μεγάλην ὁ θεὸς ἀνάγκην ἐπιπέμψοι, οἵαν τὴν νῦν παροῦσαν’

[62c7—8].

Δεύτερον ἐπιχείρημα. εἰ αὐτὸς ὁ Πλάτων φησὶν ὅτι ἐξάγειν ἑαυτὸν ἐπιτρέπει

καὶ τῷ σπουδαίῳ καὶ τῷ μέσῳ καὶ τῷ πολλῷ καὶ φαύλῳ ἀνθρώπῳ. τῷ σπουδαίῳ,

ὡς ἐνταῦθα· τῷ μέσῳ, ὡς ἐν Πολιτείᾳ [III 407d4—e2] λέγων ὅτι δεῖ τὸν νόσῳ

ἀνιάτῳ καὶ μακρᾷ κατεχόμενον ἐξάγειν ἑαυτὸν ὡς ἄχρηστον ὄντα τῇ πόλει,

διότι βούλεται ὁ Πλάτων τοὺς ἑαυτοῦ πολίτας τῇ πόλει χρησίμους εἶναι καὶ

οὐχ ἑαυτοῖς· ἐν δὲ τοῖς Νόμοις [IX 854a5—c5] τῷ πολλῷ ἀνθρώπῳ λέγων

ὅτι δεῖ τὸν ἀνιάτοις πάθεσι κατεχόμενον, οἷον ἔρωτι μητρὸς ἢ ἱεροσυλίας ἢ

τῶν τοιούτων τινί, καὶ μὴ δυνάμενον κρατεῖν ἑαυτοῦ ἐξάγειν ἑαυτόν.

Τρίτον ἐπιχείρημα. εἰ Πλωτίνῳ [I 9] γέγραπται ‘περὶ εὐλόγου ἐξαγωγῆς’·

δεῖ ἄρα ποτὲ ἐξάγειν ἑαυτόν.

Τέταρτον. εἰ οἱ Στωϊκοὶ [SVF III 768] πέντε τρόπους ἔλεγον εὐλόγου

ἐξαγωγῆς. ἀπείκαζον γὰρ τὸν βίον συμποσίῳ καὶ ἔλεγον ὅτι δι' ὅσας αἰτίας

λύεται τὸ συμπόσιον, διὰ τὰς αὐτὰς δεῖ καὶ τὸν βίον λύειν. λύεται τοίνυν τὸ

συμπόσιον ἢ διὰ χρείαν ἄφνω μεγάλην ἐπιστᾶσαν, οἷον διὰ παρουσίαν φίλου

ἄφνω ἐλθόντος, ἢ διὰ τοὺς ἐπεισκωμάζοντας αἰσχρορρημονοῦντας, ἢ διὰ

καταλαβοῦσαν μέθην· λύεται τὸ συμπόσιον καὶ διὰ τὰ παρατιθέμενα νοσερὰ

ὄντα, ἔτι μὴν καὶ διὰ πέμπτον τρόπον, δι' ἔνδειαν τῶν παρατιθεμένων. καὶ

τὸν βίον δὲ λυτέον διὰ εʹ τρόπους. οἷον διὰ χρείαν λύεται τὸ συμπόσιον· δεῖ

λύειν τὸν βίον καὶ διὰ μεγάλην χρείαν, ὡς Μενοικεὺς ἀποσφάξας ἑαυτὸν ὑπὲρ

τῆς πατρίδος. ἀλλὰ καὶ δι' αἰσχρορρημοσύνην· οὕτω δεῖ λύειν καὶ τὸν βίον

διὰ τύραννον ἀναγκάζοντα εἰπεῖν τὰ ἀπόρρητα. ὃ καὶ Πυθαγορεία τις γυνὴ

πεποίηκεν ἀναγκαζομένη εἰπεῖν διὰ τί οὐκ ἐσθίει κυάμους· ἔφη γὰρ ‘φάγοιμι

ἂν ἢ εἴποιμι ἄν’, εἶτα ἀναγκαζομένη φαγεῖν ἔφη ‘εἴποιμι ἂν ἢ φάγοιμι ἄν’,

καὶ τέλος ἀπέτεμεν τὴν γλῶτταν ὡς καὶ διαλεκτικὸν καὶ γευστικὸν ὄργανον.

ἀλλὰ καὶ διὰ μέθην λύεται τὸ συμπόσιον· οὕτω καὶ τὸν βίον λύειν δεῖ διὰ τὸν

παρεπόμενον τῷ σώματι λῆρον, φυσικὴ γάρ ἐστι μέθη ὁ λῆρος. ἀλλὰ καὶ διὰ

τὰ παρατιθέμενα νοσερὰ ὄντα· καὶ τὸν βίον λυτέον διὰ ⟦τὸ⟧ τὸ σῶμα νόσοις

ἀνιάτοις κατεχόμενον καὶ ἀνεπιτήδειον πρὸς τὸ ὑπουργεῖν τῇ ψυχῇ. ἀλλὰ καὶ

δι' ἔνδειαν τῶν προσαγομένων λύεται τὸ συμπόσιον· οὕτω καὶ διὰ πενίαν δεῖ

ἐξάγειν ἑαυτούς, ἐὰν μὴ πάρεστιν ἀπὸ ἀγαθῶν λαμβάνειν· οὐ γὰρ ληπτέον ἀπὸ

φαύλων, μιαρὰ γὰρ ἀπὸ μιαρῶν δῶρα, καὶ οὐ δεῖ ⟦οὐδὲ⟧ τούτοις μολύνειν ἑαυτόν.

9

Τί οὖν ἡμεῖς φαμεν; εἰς ἀντίφασιν γὰρ περιέστη ὁ λόγος· πῶς γὰρ καὶ ἀθέμιτον

τὸ ἐξάγειν ἑαυτὸν καὶ εὔλογον; ἢ οὐ δεῖ μὲν ἐξάγειν ἑαυτὸν ὅσον ἐπὶ τῷ σώματι,

πρὸς κακοῦ γάρ ἐστι τοῦτο τῷ σώματι· ἀλλὰ καὶ εὔλογον ἐξάγειν ἑαυτοὺς διὰ

μεῖζον ἀγαθὸν συντελοῦν τῇ ψυχῇ, οἷον ὡς ἡνίκα βλάπτεται ὑπὸ τοῦ σώματος.

ὥσπερ γὰρ ὁ βουλευόμενος ἐκεῖνα αἱρεῖται οἷς ἐλάσσονα μὲν κακὰ ἕπεται,

μείζω δὲ ἀγαθά, καὶ ὥσπερ ἀνόσιον μὲν φίλῳ τυπτομένῳ μὴ ἀμύνειν, εἰ δὲ

τύπτοιτο ὑπὸ πατρός, οὐκ εὔλογον ἀμύνειν, οὕτω καὶ ἐνταῦθα καὶ ἀθέμιτον

ἐξάγειν ἑαυτὸν διὰ τὸ σῶμα καὶ εὔλογόν ποτε διὰ τὴν ψυχήν, λυσιτελοῦντος

αὐτῇ ποτὲ τούτου. ταῦτα ἔχει ἡ θεωρία.

10

<Καὶ ἅμα λέγων ταῦτα καθῆκε τὰ σκέλη> [61c10—d1]: συντονώτερον

σχῆμα ἀνέλαβε καὶ σεμνότερον ὡς περὶ προβλήματος σεμνοτέρου μέλλων

διαλέγεσθαι.

11

<Ἤρετο οὖν αὐτὸν ὁ Κέβης· πῶς τοῦτο λέγεις, ὦ Σώκρατες>

[61d3—4]: παρὰ Κέβητι μὲν ἄπορον ἦν, πῶς ἀθέμιτον τὸ ἐξάγειν ἑαυτόν, δεῖ

δὲ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν· εἰ γὰρ συμβάλλεται αὐτῷ ὁ θάνατος,

οὐ περιμενεῖ ἄλλον, ἀλλ' αὐτὸς ἑαυτὸν εὐεργετήσει. παρὰ δὲ Σωκράτει οὐκ ἦν

τοῦτο ἄπορον, περὶ ἄλλου γὰρ καὶ ἄλλου θανάτου ἔλεγεν· πρόδηλον δὲ τοῦτο

ἐκ τῶν ἐγκυκλίων ἐξηγήσεων, ὅτι τὸ μὲν περὶ τοῦ φυσικοῦ θανάτου λέγεται,

ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν, τὸ δὲ περὶ τοῦ προαιρετικοῦ, τὸ ἐθέλειν ἀποθνῄσκειν.

12

<Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες, τὸ μὴ θεμιτὸν εἶναι ἑαυτὸν

βιάζεσθαι, ἐθέλειν δὲ ἂν τῷ ἀποθνῄσκοντι τὸν φιλόσοφον ἕπεσθαι;>

[61d3—5]: δύο ὄντων προβλημάτων, τοῦ τε μὴ δεῖν ἐξάγειν ἑαυτὸν καὶ τοῦ

ἐθέλειν ἀποθνῄσκειν, ὁ μὲν Σωκράτης προτάττει τὸ θέλειν ἀποθνῄσκειν τοῦ

μὴ ἐξάγειν ἑαυτόν [61c8—10], ὁ δὲ Κέβης τὸ ἀνάπαλιν τὸ μὴ θεμιτὸν εἶναι

ἀποθνῄσκειν καὶ οὕτως ἐπάγει τὸ ἐθέλειν ἀποθνῄσκειν· καὶ ὁ Σωκράτης ἐν τῇ

πρὸς τοῦτον ἀπολογίᾳ οὐχ ἑαυτῷ κατακολουθεῖ, ἀλλὰ τῇ τάξει τοῦ Κέβητος,

καὶ ὃ Κέβης πρῶτον ἠρώτησε, πρὸς ἐκεῖνο καὶ αὐτὸς ἀποκρίνεται [62a1—c8].

τούτων οὖν τὴν αἰτίαν δεῖ εἰπεῖν. ὁ μὲν οὖν Σωκράτης προέταξεν τὸ ἐθέλειν

ἀποθνῄσκειν τοῦ μὴ ἐξάγειν ἑαυτὸν εἰκότως, ἐπειδὴ τοῦτο προηγούμενον ἦν

αὐτῷ, λέγω δὴ τὸ περὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, καὶ κατὰ παρέκβασιν λοιπὸν εἶπεν

καὶ ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν· ὁ δὲ Κέβης ᾔδει μὲν ἐκ τῶν φιλοσόφων συνουσιῶν

ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν, ἠπόρει δὲ πῶς ἐθελήσει ἀποθνῄσκειν ὁ φιλόσοφος,

διὸ ὃ ἠπόρει ἔσχατον εἶπεν. ὁ δὲ Σωκράτης ἄρχεται ἀπὸ τοῦ μὴ ἐξάγειν ἑαυτὸν

ὡς καθολικωτέρου καὶ κοινοτέρου· τοῦτο γὰρ πᾶσιν ἐπιτρέπεται, οὐ μόνον

φιλοσόφοις, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, τὸ μὴ ἐξάγειν ἑαυτόν, τὸ δὲ ἐθέλειν

ἀποθνῄσκειν μόνοις φιλοσόφοις ἐπιτρέπεται, διὸ τὸ μερικώτερον ὕστερον ἔταξεν.

13

<Οὐκ ἀκηκόατε σύ τε καὶ Σιμμίας Φιλολάῳ συγγεγονότες;>

[61d6—7]: ἐρωτᾷ εἰ οὐδὲν τοιοῦτον ἤκουσαν παρὰ τοῦ Φιλολάου. ὁ δὲ Φιλόλαος

Πυθαγόρειος ἦν, ἔθος δὲ ἦν τοῖς Πυθαγορείοις δι' αἰνιγμάτων λέγειν· τούτων

γὰρ καὶ ἡ σιωπὴ ἐνδεικνυμένων διὰ τῆς σιωπῆς τὸ ἀπόρρητον τοῦ θεοῦ, ὃν

μιμεῖσθαι δεῖ τὸν φιλόσοφον. ἦν δὲ ὁ Φιλόλαος εἰπὼν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτὸν

δι' αἰνιγμάτων· ἔλεγεν γὰρ ‘ἀπιόντι εἰς ἱερὸν οὐ δεῖ ἐπιστρέφεσθαι’ καὶ ‘ἐν

ὁδῷ μὴ σχίζειν ξύλα’. ἐδήλου δὲ τοῦτο, τουτέστι ‘μὴ σχίζε καὶ τέμνε τὸν βίον’,

ὁδὸς γὰρ ὁ βίος· τὸ δὲ μελετᾶν θάνατον ἐδήλου διὰ τοῦ ‘ἀπιόντα εἰς ἱερὸν μὴ

ἐπιστρέφεσθαι’, ἱερὸν γὰρ ὁ ἐκεῖσε βίος, ‘πατὴρ γὰρ ἡμῶν καὶ πατρὶς ἐκεῖ’

[Plot. I 6,8.21]. ἔλεγεν οὖν ὅτι ‘καθαρτικῶς ζῶν μὴ ἐπιστρέφου’, τουτέστι

‘μὴ διάκοπτε τὴν καθαρτικὴν ζωήν’. ἔλεγε δὲ καὶ ἄλλως μὴ ἐξάγειν ἑαυτόν, διότι

Πυθαγόρειον παράγγελμα ‘μὴ ἀποτιθέναι, ἀλλὰ συνεπιτιθέναι βάρη’, τουτέστι

συμπράττειν τῇ ζωῇ, οὐκ ἀντιπράττειν. συνεγένετο δὲ ὁ Κέβης Φιλολάῳ ἐν

Βοιωτίᾳ, ἐν ταῖς Θήβαις γάρ. πῶς δὲ ἄρα καταλέλοιπε τὸ ὁμακόϊον, ὅπερ ἦν

ἐν Ἰταλίᾳ Πυθαγορικὸν διδασκαλεῖον; ἰστέον δὲ ὅτι ἔθος ἦν παρ' αὐτοῖς ὥστε

ἐν κοινῷ βίῳ ζῆν τὴν οὐσίαν πᾶσαν κοινὴν ποιουμένους. εἴ τις οὖν ἀνεπιτήδειος

ηὑρέθη πρὸς φιλοσοφίαν, ἐξῆγον αὐτὸν μετὰ τῆς οὐσίας καὶ κενοτάφιον ἐποίουν

καὶ ὡς περὶ ἀποιχομένου ἀπωδύροντο. Γύλων δέ τις εἰσελθὼν καὶ πεπονθὼς

τοῦτο ὑφῆψε πῦρ τῷ διδασκαλείῳ καὶ πάντες ἐκαύθησαν πλὴν δύο, Φιλολάου

καὶ Ἱππάρχου. ἦλθεν οὖν ὁ Φιλόλαος εἰς Θήβας ὀφείλων χοὰς τῷ οἰκείῳ

διδασκάλῳ τεθνεῶτι καὶ ἐκεῖ τεθαμμένῳ ποιήσασθαι, τῷ Λύσιδι, οὗ καὶ κατὰ

ὁμωνυμίαν γέγραπται τῷ Πλάτωνι διάλογος ‘Λύσις ἢ περὶ φιλίας’. ταῦτα ἔχει

ἡ θεωρία.

14

<Ἀλλὰ μὴν καὶ ἐγὼ ἐξ ἀκοῆς περὶ αὐτῶν λέγω> [61d9]: ‘ἐξ ἀκοῆς’,

τουτέστιν οὐκ ἀπὸ διαθέσεως τοιαύτης, ἀλλὰ ἐξ ἀκοῆς δίκην θυλάκου ἐν ᾧ

ἦσαν οἱ λόγοι.

15

<Ἃ μὲν οὖν τυγχάνω ἀκηκοὼς φθόνος οὐδεὶς λέγειν> [61d9—10]:

τὸ γὰρ φθονεῖν ἔσχατον πάθος ἐστὶ τῇ ὕλῃ ἀνῆκον τῇ μεταλαμβανούσῃ μόνον.

⟦οὐκ⟧ ἔστι δὲ φθονεῖν τὸ μεταλαμβάνειν μόνον, ἀλλὰ ⟦καὶ τὸ⟧ μὴ μεταδιδόναι.

16

<Καὶ γὰρ ἴσως καὶ μάλιστα πρέπει μέλλοντα ἐκεῖσε ἀποδημεῖν>

[61d10—e1]: τὸ μὲν ‘ἴσως’ εἴρηται διὰ τὸ μυθικὸν ἐπιχείρημα, τὸ δὲ ‘μάλιστα’

διὰ τὸ φιλόσοφον. μήποτε οὐ καλῶς εἶπεν ‘ἀποδημεῖν’, ἔδει γὰρ εἰπεῖν ‘ἐπιδη-

μεῖν’, διότι ‘πατὴρ ἡμῶν καὶ πατρὶς ἐκεῖ’ [Plot. I 6, 8.21]. ἢ οὖν κατεφρόνησεν

τῆς συνηθείας ἢ ἀποδημίαν αὐτὴν εἶπεν ὡς πρὸς τὸ σῶμα· τῷ γὰρ δεδημευμένῳ

ἀποδημία ἐστὶν ἡ ἀναχώρησις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.

17

<Ἐν τῷ μέχρι ἡλίου δυσμῶν χρόνῳ> [61e3—4]: νόμος γὰρ ἦν παρὰ

τοῖς Ἀθηναίοις τὸ μηδένα φονεύειν ἐν ἡμέρᾳ, ὡς καὶ παρὰ Πυθαγορείοις μηδένα

καθεύδειν ἐν μεσημβρίᾳ, ἡνίκα ὁ ἥλιος τὴν ἰσχυροτάτην αὐτοῦ ἐνέργειαν

ἐνδείκνυται.

18

<Τάχα γὰρ ἂν καὶ ἀκούσαις. ἴσως> [62a1—2]: καλῶς τὸ ‘ἴσως’ διὰ

τὸ μυθικὸν ἐπιχείρημα, διότι μᾶλλον σιωπᾷ ἢ λέγει. οὐ γὰρ διαφορὰ μύθου

τὸ ‘εὖ λέγειν’ [62b6—7] τὰ πράγματα ἢ κακῶς, ὅπου γε οὐδὲν λέγει ὅλως.

19

<Εἰ τοῦτο μόνον τῶν ἄλλων ἁπλοῦν ἐστιν> [62a2—3]: ‘θαυμαστόν

σοι φαίνεται’, φησίν, ‘ὅτι τῶν ἄλλων πάντων ἐπαμφοτεριζόντων καὶ ἀγαθῶν

καὶ κακῶν δυναμένων εἶναι, οἷον πλούτου, ξίφους, ὁ θάνατος μόνως ἀγαθός ἐστιν’.

20

<Καὶ ὁ Κέβης ἠρέμα ἐπιγελάσας, ἴττω Ζεύς, ἔφη, τῇ ἑαυτοῦ

φωνῇ> [62a8—9]: ἐγέλασε διότι ἐκάλεσε τὸν φονεύοντα ἑαυτὸν εὐεργέτην. τὸ

δὲ ‘ἴττω’ ἐπιχωριάζοντός ἐστιν ἀντὶ τοῦ ‘ἴστω’ τῇ Βοιωτίδι διαλέκτῳ· καὶ

εἰκότως ἐγχωρίᾳ γλώττῃ ἐχρήσατο ἐνδεικνύμενος τὸ φυσικὸν καὶ ἐγχώριον

θαῦμα ὃ εἶχε πρὸς τὸν Σωκράτην. καὶ εἰκότως περὶ ζωῆς ὄντος τοῦ λόγου εἰς

τὸν Δία ὤμοσε, Ζεὺς γὰρ εἴρηται δι' οὗ τὸ ζῆν· ὡς γὰρ ἐν τῷ Κρατύλῳ λέγεται

[396a2—b3], οὐκ ἄτοπον ἐκ πλειόνων ὀνομάτων μίαν ἐτυμολογίαν ποιεῖν.

21

<Οὕτω γὰρ εἶναι ἄλογον> [62b1—2]: ἀναιτιολόγητον· λόγος γὰρ ἡ αἰτία,

ὡς ἐν Γοργίᾳ εἴρηται [Ol., Gorg. 70.16—21].

22

<Καὶ οὐ ῥᾳδίως διιδεῖν> [62b5—6]: τουτέστιν οὐ δυνατὸν αἰσθητικῶς

ἐνεργοῦντα διιδεῖν τοῦτον· διὸ καὶ ὄψεως ἐμνημόνευσεν, πρώτη γὰρ αὕτη ἐνέργεια

τῶν αἰσθήσεων. ἀνάγκη οὖν μῦσαι τὸν μέλλοντα θεάσασθαι αὐτόν.

23

<Τὸ θεοὺς εἶναι ἡμῶν τοὺς ἐπιμελουμένους> [62b7]: τὸ δεύτερον

ἐπιχείρημα. ἐν οἷς τὸ πρῶτον πρόβλημα τὸ περὶ ἐξαγωγῆς· διαδέχεται καὶ τὸ

δεύτερον τὸ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν.

2

t

{Πρᾶξις σὺν θεῷ}

1

<Ὃ μὲν τοίνυν ἤδη ἔλεγες, τὸ τοὺς φιλοσόφους ῥᾳδίως> [62c9-

63e8].

Τοῦ Σωκράτους δείξαντος ὅτι ἀθέμιτον τὸ ἐξάγειν ἑαυτόν, εἰ καί ποτε εὔλογον

(ἀθέμιτον γὰρ ὅσον ἐπὶ τῇ ψυχῇ βιαζομένῃ τὸ σῶμα), μέλλοντος δὲ δείξειν

ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, ὁ Κέβης τῷ μὲν πρώτῳ μὴ πεπεισμένος

εἰκότως ἠπόρει πρὸς αὐτό· τὸ δὲ δεύτερον λαβὼν ὁμολογούμενον—ᾔδει γὰρ

ἅτε Φιλολάῳ συγγεγονώς, ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν—τοῦτο οὖν

λαβὼν ὁμολογούμενον συνάγει ἄτοπον τῷ Σωκράτει τοιοῦτον· ‘ὁ φιλόσοφος

ἐθελήσει ἀποθνῄσκειν, ὁ ἀποθνῄσκειν θέλων τοὺς ἀγαθοὺς φεύγει δεσπότας,

ὁ ἀγαθοὺς φεύγων δεσπότας ἀνόητός ἐστιν, ὁ φιλόσοφος ἄρα ἀνόητος’. οὗ

μείζων τίς ἂν εἴη ἀντίφασις, τὸν ἐπαγγελλόμενον πάντα τὰ ὄντα εἰδέναι καὶ διὰ

τοῦτο φρονιμώτατον ἀνόητον δειχθῆναι; πλέκει δὲ αὐτὸ καὶ ἄλλως ἐν δευτέρῳ

σχήματι κατὰ τὸν λεγόμενον παρὰ Ἀριστοτέλει [Anal. pr. II 15] ἐξ ἀντικειμένων

παρασυλλογισμὸν οὕτως· ‘ὁ φιλόσοφος φεύγει τὸ ἀγαθόν· οὐδεὶς φιλόσοφος

φεύγει τὸ ἀγαθόν, ὅπου γε οὐδὲ ἄλλος ἄνθρωπος (πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται)·

ὁ φιλόσοφος ἄρα οὐ φιλόσοφος’. καὶ ἔστιν αὕτη μεγίστη ἀντίφασις, ὅ ἐστί τι,

μὴ εἶναι.

2

Ὁ δὲ Σιμμίας τὸ αὐτὸ ἄτοπον συνάγει ἐπὶ τοῦ Σωκράτους, λέγων ὅτι Σωκράτης

ἄρα ἐθελήσει ἀποθνῄσκειν καταλιπὼν φίλους καὶ δεσπότας. καὶ ἀναφαίνεται

ἐντεῦθεν ὅτι τελειότερος Κέβης Σιμμίου, εἴ γε ὁ μὲν τὰς ἀφορμὰς τῶν λόγων

ἐκ τοῦ Σωκράτους λαμβάνει, ὁ δὲ Σιμμίας ἐκ τῶν Κέβητος λόγων. καὶ ἑκάτερος

λόγος δεόντως προήχθη· ὁ μὲν γὰρ τοῦ Κέβητος ἐπὶ τοῦ καθόλου προελθὼν

φιλοσοφίας μόνης καθήψατο, ὁ δὲ τοῦ Σιμμίου ἐπὶ τοῦ Σωκράτους τῆς μείζονος

προτάσεως οὐκ ἐμνημόνευσε τῆς λεγούσης ὅτι ὁ τοιοῦτος ἀνόητος, ἵνα μὴ τοῦ

3

Σωκράτους καθάψηται. ἑκάτερος δὲ τῶν λόγων καὶ νικᾷ καὶ νικᾶται, ὁ μὲν

τοῦ Κέβητος ὡς ἐπιστημονικώτερος, διότι ἐπὶ τοῦ καθόλου προῆλθεν, οἰκεῖον

δὲ τῇ ἐπιστήμῃ τὸ καθόλου, ὁ δὲ τοῦ Σιμμίου τῇ συμπαθείᾳ καὶ εὐγνωμοσύνῃ

τῇ περὶ τὸν διδάσκαλον. φησὶ γὰρ ὅτι ‘μὴ καταλείψῃς ἡμᾶς, ὦ Σώκρατες, ὅρα

γὰρ τί φησιν ὁ Κέβης’. διὸ καὶ φίλων μέμνηται ὁ Σιμμίας· καὶ τοῦ Σωκράτους

ἐν τοῖς οἰκείοις λόγοις θεοῦ καὶ θεῶν μνημονεύσαντος ἐμερίσαντο οὗτοι τοὺς

λόγους τοῦ οἰκείου διδασκάλου καὶ μέμνηται ἄμφω καὶ θεοῦ καὶ θεῶν.

4

Ὁ δὲ Σωκράτης πρὸς ἄμφω τὰς ἀπορίας, τήν τε ἀπὸ τῶν φίλων καὶ θεῶν

προελθοῦσαν καὶ τὴν ἀπὸ θεοῦ καὶ θεῶν, κοινὴν λύσιν ἐπάγει. διχῶς δὲ ταύτην

προάγει καὶ ὑποθετικῶς, κατά τε τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν καὶ τὸν

δεύτερον. καὶ τέως κατὰ τὸν δεύτερον· φησὶ γὰρ ὅτι ‘εἰ μὴ ᾤμην παρὰ κρείττους

δεσπότας καὶ φίλους ἀπιέναι, ἠδίκουν ἂν μὴ ἀγανακτῶν ἐπὶ τῷ θανάτῳ· ἀλλὰ

μὴν οἶμαι· οὐκ ἀδικῶ ἄρα μὴ ἀγανακτῶν’. παρὰ κρείττους γὰρ δεσπότας

ἄπεισιν ὑπερκοσμίους τῶν ἐγκοσμίων. ἀλλὰ πῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ

ἐκ τοῦ ἡγουμένου ἐχρήσατο εἰπὼν ‘ἀλλὰ μὴν οἶμαι’, δέον ἐκ τοῦ ἑπομένου;

ἢ ἐπὶ τῶν ἐξισαζόντων ὅρων ἀδιάφορον ὅθεν βούλεταί τις χρῆσθαι, ὥσπερ

ἐνταῦθα. προάγει δὲ αὐτὴν καὶ κατὰ τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν λέγων

‘εἰ παρὰ κρείττοσι φίλοις καὶ δεσπόταις ἄπειμι, δικαίως ἄρα οὐκ ἀγανακτῶ

ἐπὶ τῷ θανάτῳ· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον 〈ἄρα〉’· νόμῳ τοῦ πρώτου

τρόπου τῶν ὑποθετικῶν τῇ θέσει τοῦ ἡγουμένου εἰσάγων καὶ τὸ ἑπόμενον. καὶ

ὅρα ὅτι ἐν μὲν τῷ πρώτῳ λόγῳ εἶπεν ὅτι ‘ἠδίκουν ἂν μὴ ἀγανακτῶν’, ἐνταῦθα

δὲ ὅτι ‘καὶ δίκαια ποιῶ μὴ ἀγανακτῶν’.

5

Δύο δὲ ὄντων λόγων τί δή ποτε ἐν μὲν τῷ πρώτῳ προέταξεν ὁ Σωκράτης

τοὺς δεσπότας τῶν φίλων, ἐν δὲ τῷ δευτέρῳ τοὺς φίλους τῶν δεσποτῶν; 〈ἢ〉

ἑκατέρα τῶν ἐπιχειρήσεων ἀπὸ τοῦ μᾶλλον προῆλθεν· ἐν μὲν γὰρ τῇ πρώτῃ

προέταξεν τοὺς δεσπότας τῶν φίλων, ἐνδεικνύμενος ὅτι, εἰ μή εἰσι θεοὶ ἀγαθοί,

πολλῷ μᾶλλον οὐδὲ ἄνθρωποι ἀγαθοί, ἐν δὲ τῇ δευτέρᾳ δηλῶν ὅτι, εἰ εἰσὶν φίλοι

ἀγαθοί, πολλῷ μᾶλλον καὶ θεοί· πᾶν γὰρ ἀγαθὸν ἐκ θεοῦ, ὥσπερ καὶ πᾶν φῶς

ἀφ' ἡλίου, διότι μονὰς ἀγαθότητος ὁ θεός.

6

Ἄξιον δὲ ζητῆσαι, τί δή ποτε ἐπὶ τῶν θεῶν διαβεβαιοῦται ὁ Σωκράτης λέγων

‘ὅτι μὲν παρὰ θεοὺς κρείττους, εὖ οἶδα, εἰ δὲ παρὰ ἄνδρας ἀγαθούς, οὐ πάνυ

διισχυρισαίμην’. τί οὖν τὸ αἴτιον αὐτῷ τῆς ἀμφιβολίας ἐπὶ τῶν ἀνδρῶν; πρὸς

τοῦτό τινές φασιν ὅτι ‘εἰκότως· ἐπειδὴ γὰρ ἀνδρῶν ἐμνημόνευσε καὶ οὐκ ἀνθρώπων,

ἄδηλον δὲ μήποτε οὐκ ἀνδρῶν ψυχαὶ ἀλλὰ θηλειῶν ἀγαθαὶ εὑρεθῶσιν ἐκεῖ,

διὰ τοῦτο οὐ πάνυ διισχυρίζεται· τί γὰρ κωλύει θηλείας ἀγαθὰς ψυχὰς εἶναι

ἐκεῖ;’ τοῦτο δὲ σμικροπρεπὲς καὶ τῆς μεγαλονοίας Πλάτωνος ἀλλότριον. λεκτέον

οὖν ὅτι μετριάζων λέγει μὴ πάνυ τοῦτο διισχυρίζεσθαι· φορτικὸν γὰρ ἦν τὸ

περὶ αὑτοῦ ταῦτα λέγειν, ‘κἂν ἑτέρου’ γὰρ ‘λέγοντος ἐρυθριάσειεν’· ὥσπερ

ἐφεξῆς φησιν ὅτι ‘ἐκεῖσε ἀπιόντες τἀκριβὲς μαθησόμεθα’ [69d5—6], οὐχ ὅτι

ἀμφίβολον, ἀλλ' ὅτι φορτικὸν τὸ ἑαυτὸν ἐπαινεῖν.

7

Δύο δὲ ὄντων λημμάτων ἐξ ὧν αἱ λύσεις αἱ Σωκρατικαὶ προῆλθον, ἑνὸς μὲν

τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν, ἵνα καὶ λήξεώς τινος τύχῃ, ἑτέρου δὲ τοῦ εἶναι

πρόνοιαν τὰ κατ' ἀξίαν ἀπονέμουσαν ἑκάστῳ, τὸ μὲν εἶναι πρόνοιαν τὸ κατ'

ἀξίαν ἀπονέμουσαν ἑκάστῳ συγχωροῦσιν οἱ περὶ τὸν Κέβητα, ζητοῦσι δὲ εἰ

ἀθάνατος ἡ ψυχή, ἵνα καὶ λήξεων τοίων ἢ τοίων τύχῃ. διὸ εἰκότως διαδέχονται

οἱ περὶ ἀθανασίας πέντε λόγοι, ἀψοφητὶ τῆς μεταβάσεως γενομένης δίκην ἐλαίου

ῥέοντος· οὐ γὰρ λογογραφικὸν τὸ διαιρεῖν εἰς αʹ καὶ βʹ κεφάλαιον.

8

Ὁ δὲ Κρίτων φησὶ πρὸς τὸν Σωκράτην· ‘μὴ διαλέγου πολλά· ἐπιτρέπει γὰρ

τοῦτο ὁ τὸ φάρμακον τρίβων, ἵνα μὴ ἐκ τῆς κινήσεως θερμανθῇς καὶ πέψῃς τὸ

κώνειον καὶ δεήσῃ σε δὶς ἢ καὶ τρὶς πίνειν’. ὁ δὲ Σωκράτης φησίν· ‘ἔα τοῦτον

χαίρειν· μόνον τὸ ἑαυτοῦ ποιείτω ὡς ἐμοῦ καὶ δὶς καὶ τρὶς ληψομένου, ἐὰν δεήσῃ’.

καὶ ὁ Κρίτων φησὶν ὅτι ᾔδει ὅτι τοῦτο μέλλει λέγειν. καὶ ἀναλογεῖ ὁ μὲν Σωκράτης

τῇ νοερᾷ καὶ καθαρτικῇ ζωῇ, ὁ δὲ Κρίτων τῇ δευτερουργῷ καὶ ἐξημμένῃ ταύτης

ζωῇ, ὁ δὲ τὸ φάρμακον τρίβων τῇ φθοροποιῷ καὶ πρὸς τῇ ὕλῃ ἐφεστώσῃ αἰτίᾳ

τῇ καὶ στερήσεως ἐφόρῳ. διὸ οὐδὲ ἀμέσως τῷ Σωκράτει διαλέγεται ὁ τὸ φάρμακον

τρίβων, ἐνδεικνυμένου τοῦ λόγου ὅτι τὰ ἔσχατα τοῖς πρώτοις οὐ συνάπτεται

ἀμέσως. φησὶ δὲ ὁ Κρίτων εἰδέναι ὅτι τοῦτο μέλλει λέγειν ὁ Σωκράτης, διότι

πεῖραν αὐτοῦ εἶχεν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ὡς καταφρονητικῶς ἔχοντος περὶ

τὸν θάνατον· χρήματα γὰρ αὐτῷ προτείναντος ἐφ' ᾧ ἐξελθεῖν ἐκ τοῦ δεσμω-

τηρίου, οὐχ εἵλετο, φάσκων μὴ ἀρνεῖσθαι τοὺς νόμους οἷς ἐξ ἀρχῆς ἐμμενεῖν

ὡμολόγησεν. ταῦτα ἔχει ἡ θεωρία.

9

<Οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄμεινον ἐπιμελήσεσθαι

ἐλεύθερος γενόμενος> [62d6—7]: κρεῖττον τὸ ὑπὸ θεοῦ ἡμᾶς ἐπιμελεῖσθαι ἢ

ὑφ' ἑαυτῶν, καὶ τὸ τοιοῦτον ἑτεροκίνητον ἄμεινόν ἐστι τοῦ αὐτοκινήτου. διὰ

τούτων δὲ πάντων ὁ πρῶτος συλλογισμὸς παραδίδοται.

10

<Ὅτι οὐδείς γε τοῦ ἀγαθοῦ φεύγει> [62e1—2]: ὁ δεύτερος συλλογισμός,

ὁ κατὰ τὸν ἐξ ἀντικειμένων παρασυλλογισμόν.

11

<Ἡσθῆναί τέ μοι ἔδοξε τῇ τοῦ Κέβητος πραγματείᾳ> [62e8—63a1]:

τὴν πραγματειώδη ἀπορίαν πραγματείαν ἐκάλεσεν ὁ Πλάτων· ἀνωτέρω δέ,

ἡνίκα ὁ Σιμμίας ἠρώτα, ἀπορίαν μόνην ἐκάλεσε τὴν ἐρώτησιν αὐτοῦ.

12

<Καὶ ἐπιβλέψας εἰς ἡμᾶς> [63a1]: οὐ ‘πρὸς τὸν Κέβητα’ ἀλλὰ ‘πρὸς

ἡμᾶς’, ἐνδεικνύμενος ὡς ‘δεῖ τοῦ Κέβητος ὑμᾶς ἀντέχεσθαι ὡς ζητητικοῦ ὄντος.’

13

<Δίκαια, ἔφη, λέγετε> [63b1]: ‘δίκαια λέγετε· πῶς γὰρ ἐξ ἀληθῶν προτά-

σεων ψευδὲς συμπέρασμα συνήχθη, ἄξιον ζητῆσαι’. ἀδικία γάρ ἐστιν ἐν λόγοις

τὸ ἐξ ἀληθῶν μὴ ἀληθὲς συνάγεσθαι.

14

<Ὥσπερ ἐν δικαστηρίῳ> [63b2]: εἰκότως ὡς ἐν δικαστηρίῳ, διότι περὶ

καθάρσεως ὁ σκοπός, καὶ ἡ δικαιοσύνη ἐν ἰδιοπραγίᾳ θεωρεῖται τῶν μορίων

τῆς ψυχῆς.

15

<Φέρε δ', ἦ δ' ὅς, πειραθῶ> [63b4]: οὐκ εἶπεν ὅτι ‘πάντως ἀπολογήσομαι’

ἀλλὰ ‘πειραθῶ’· δεῖ γὰρ καὶ τῆς συλλήψεως τῆς ἀπὸ τῆς τύχης. ὡς γὰρ πολλάκις

ἐλέχθη, κρίσιν μελετωμένην κρύος ἄφνω ἐπιστὰν ἀνέκοψεν.

16

<Πιθανώτερον πρὸς ὑμᾶς ἀπολογήσασθαι ἢ πρὸς τοὺς δικαστάς>

[63b4—5]: εἰκότως πιθανώτερον πρὸς τούτους ἢ πρὸς τοὺς δικαστάς, διότι ἐν

πλήθει οὐ διδασκαλικῇ πειθοῖ, ἀλλὰ πιστευτικῇ ἀνάγκη χρῆσθαι, πρὸς δὲ τοὺς

μαθητὰς διδασκαλικῇ· ἢ καὶ ὅτι ἐκεῖ μὲν πρὸς τοὺς δικαστὰς περὶ μερικῆς ζωῆς

ἦν ὁ λόγος, τὰ δὲ μερικὰ ἐκ μόνης ἱστορίας πιστοῦται, ἐνταῦθα δὲ περὶ ὁλικῆς

ζωῆς. πιθανώτερον οὖν ἢ διὰ τὸ πλῆθος ἢ διὰ τὸ ὑποκείμενον καθόλου ὂν ἢ μερικόν.

3

t

{Πρᾶξις σὺν θεῷ}

1

<Ἀλλ' ὑμῖν δὴ τοῖς δικασταῖς βούλομαι ἤδη> [63e8—65a8].

Δύο ὄντων προβλημάτων, ἑνὸς μὲν τοῦ τὸν φιλόσοφον μὴ ἐξάγειν ἑαυτόν,

ἑτέρου δὲ τοῦ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν, τὸ μὲν πρῶτον, ὅτι οὐκ ἐξάγει

ἑαυτὸν ὁ φιλόσοφος, ἔδειξεν ὁ Σωκράτης ἤδη διὰ δύο λόγων, ἑνὸς μὲν μυθικοῦ

καὶ Ὀρφικοῦ καὶ ἀπορρήτου, ἑτέρου δὲ ἀποδεικτικοῦ καὶ φιλοσόφου· ὅτι δὲ

καὶ ἀδεῶς ἕξει περὶ τὸν θάνατον καὶ μελετήσει, νῦν δείκνυσιν. δύο γὰρ ὄντων,

τοῦ τε ἐπιτηδεύειν ἀποθνῄσκειν καὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, τὸν μὲν προαιρετικὸν

θάνατον καὶ τὸν χωρισμὸν τῶν παθῶν καὶ ἐπιτηδεύει καὶ ἐθέλει, τὸν δὲ σωματικὸν

ἐθέλει μέν, οὐ μὴν ἐπιτηδεύει.

2

Ὅτι δὲ ἐθέλει ἀποθνῄσκειν δείκνυσιν ἡ λέξις δι' ὑποθετικοῦ συλλογισμοῦ

τοῦτον τὸν τρόπον· ‘εἰ ὁ φιλόσοφος θάνατον μελετᾷ, ἥκοντος ἄρα αὐτοῦ οὐ

δέδιεν, οὐ δυσχεραίνει, οὐκ ἀνίλλεται· ἀλλὰ μὴν τὸ αʹ· καὶ τὸ δεύτερον ἄρα’.

καὶ τὸ μὲν συνημμένον διὰ βραχέων δείκνυσι, λέγων ὅτι ἄτοπόν ἐστιν, οὗ παρ'

ὅλον τὸν βίον μελέτην καὶ ἐπιτήδευσιν ποιεῖται, λέγω δὴ ἀποθνῄσκειν τε καὶ

τεθνάναι, τούτου ἥκοντος δεδιέναι. καὶ μή τις ἀπορείτω ὅτι ‘εἰ πᾶσα ἐνέργεια

ἐν τέλει οὖσα δι' αὐτὸ τὸ τέλος ἐστὶν καὶ οὐ δεῖται ἄλλου τέλους, οἷον τὸ εὔχεσθαι

δι' αὐτὸ τὸ εὔχεσθαι αἱρούμεθα· —εἰ οὖν καὶ ἡ ἐπιτήδευσις τοῦ θανάτου, ἐνέργειά

ἐστιν ἐν τέλει οὖσα, οὐ δεήσεται ἄλλου τέλους, οἷον αὐτοῦ τοῦ θανάτου, ἀλλὰ

3

ἀεὶ θελήσει ὁ φιλόσοφος ἐν τῷ εἶναι θάνατον ἐπιτηδεύειν’. πρὸς γὰρ τοῦτο

ῥητέον· ‘ἀλλ' οὐ τοῦτο τέλος ἐστὶν ἁπλῶς, τὸ θάνατον μελετῆσαι, καὶ οὐχ ὅμοιον

τὸ παράδειγμα τοῦτο τὸ τῆς εὐχῆς, ἀλλὰ τὸ τεθνάναι τέλος ἐστί. διὸ καὶ διαφέρει

τὸ ἀποθνῄσκειν τοῦ τεθνάναι· ἀποθνῄσκει μὲν γὰρ θάνατον μελετῶν ὁ καθαρτικός,

καθαίρων ἑαυτὸν τῶν παθῶν, τέθνηκεν δὲ ἤδη ὁ θεωρητικός, κεχώρισται γὰρ

τῶν παθῶν· διὸ οὐ προσποιήσεται οὗτος τὸ ἀποθνῄσκειν’.

Τὴν δὲ πρόσληψιν κατασκευάζει διὰ ἀποδείξεως κατηγορικοῦ συλλογισμοῦ.

καὶ ἐπειδὴ πᾶσα ἀπόδειξις δι' ὁρισμοῦ πρόεισιν, καὶ ἢ τοῦ ὑποκειμένου ἢ τοῦ

κατηγορουμένου· —οὕτω γὰρ ἐν μὲν τῷ Φαίδρῳ [245c5—246a2] ἔδειξε τὴν

ψυχὴν ἀθάνατον ὁρισάμενος τὸν κατηγορούμενον ὅρον μέσον ὄντα τὸ αὐτοκίνητον,

ἐν δέ γε τῷ Φιλήβῳ [20d1—11] τὴν ἡδονὴν ἔδειξεν ἀγαθὸν εἰπὼν τὸν ὁρισμὸν

τοῦ ἀγαθοῦ, ὅτι, εἰ ἀγαθόν ἐστιν ἐφ' ὃ πάντα θεῖ, καὶ ἡ ἡδονὴ ἀγαθόν, πᾶν γὰρ

ζῷον τῆς ἡδονῆς ἐφίεται· —ὁρίζεται οὖν διὰ τοῦτο τὸν θάνατον λέγων ὅτι

θάνατός ἐστι χωρισμὸς τοῦ τε σώματος ἀπὸ τῆς ψυχῆς καὶ τῆς ψυχῆς ἀπὸ τοῦ

4

σώματος. καλῶς δὲ ἑκάτερον εἶπεν, διότι ἐπὶ τῶν φιλοσωμάτων ψυχῶν χωρίζεται

μὲν τὸ σῶμα τῆς ψυχῆς, οὐ μὴν ἡ ψυχὴ τοῦ σώματος, ἀλλὰ σχετικῶς ἔτι συνῆπται

αὐτῷ κατὰ τὴν ἡμίσχετον σχέσιν. ἐξ ὧν καὶ τὰ σκιοειδῆ φαντάσματα περὶ

τοὺς τάφους ἐνειλεῖται [81d1], ὡς καὶ ὁ ποιητὴς [Π 857] λέγει περὶ τῆς τοῦ

Πατρόκλου ψυχῆς, ὅτι

‘ὃν πότμον γοόωσα, λιποῦς' ἀνδροτῆτα καὶ ἥβην’.

χωρισμὸς δέ ἐστιν ὁ θάνατος οὐχ ἁπλῶς πάσης ψυχῆς, οὐ γὰρ δὴ καὶ τῆς ἀλόγου

(αὕτη γὰρ συναποσβέννυται τῷ σώματι), ἀλλὰ τῆς λογικῆς· ὁ γὰρ χωρισμὸς

φέρεται οὐ μόνον κατὰ τῶν χωρίζεσθαι δυναμένων, ἀλλὰ καὶ κατὰ τῶν χωρὶς

εἶναι.

5

Τούτου προληφθέντος δείκνυσι τὸ προκείμενον οὕτως· ‘ὁ φιλόσοφος, ὅ τι

μὴ πᾶσα ἀνάγκη, καταφρονεῖ τῆς περὶ τὸ σῶμα θεραπείας’· καὶ κατασκευάζει

ταύτην τὴν πρότασιν ἐλάττονα οὖσαν οὕτως. τριῶν οὐσῶν ἐνεργειῶν, ἢ φυσικῶν

καὶ ἀναγκαίων, ὡς τὸ τρέφεσθαι καὶ καθεύδειν, ἢ φυσικῶν μέν, οὐκ ἀναγκαίων

δέ, ὡς τὸ ἀφροδισιάζειν, ἢ οὔτε φυσικῶν οὔτε ἀναγκαίων, ὡς καλλωπισμὸς

καὶ ὅσα τὰ τῆς ποικίλης ἐσθῆτος· —αὗται γὰρ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι,

ὡς δηλοῦσι τὰ ἄλλα ζῷα ταύταις μὴ χρώμενα· —τριῶν οὖν οὐσῶν ἐνεργειῶν

ταῖς μὲν φυσικαῖς καὶ οὐκ ἀναγκαίαις καὶ ταῖς οὔτε φυσικαῖς οὔτε ἀναγκαίαις

οὐ χρήσεται ὅλως ὁ φιλόσοφος, ἀλλὰ ἀπώσεται αὐτάς (ἀρκέσει γὰρ αὐτῷ πρὸς

ἔκκρισιν τοῦ σπέρματος τὸ ὀνειρώττειν), ταῖς δὲ πρώταις ἐπ' ὀλίγον χρήσεται

ἀφοσιωτικῶς, ὡς μὴ ἐμφορεῖσθαι αὐτῶν. ‘εἰ οὖν ταῦτα οὕτως ἔχει, ὁ φιλόσοφος,

ὅ τι μὴ πᾶσα ἀνάγκη, καταφρονεῖ τοῦ σώματος· ὁ τοιοῦτος ἐθελήσει ἀποθνῄσ-

κειν· ὁ φιλόσοφος ἄρα μελετᾷ θάνατον’. ταῦτα ἔχει ἡ θεωρία.

6

<Εἰκότως ἀνὴρ τῷ ὄντι ἐν φιλοσοφίᾳ> [63e9—10]: ‘τῷ ὄντι φιλόσοφον’

λέγει οὐ πρὸς ἀντιδιαστολὴν τοῦ σοφιστοῦ ὑποδυομένου τὸν φιλόσοφον, ὡς

οἱ περὶ Ἁρποκρατίωνα [frg. 2] ἠξίωσαν ἀκούειν (τοῦτο γὰρ πόρρω τῆς Πλάτωνος

μεγαλονοίας), ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ πολιτικοῦ. καθαρτικὸς γὰρ ὁ

διάλογος· οὐ κυρίως δὲ φιλόσοφος οὗτος, ὃς καὶ τοῖς πάθεσιν ἐν καιρῷ χρῆται

καὶ θυμῷ καὶ ἐπιθυμίᾳ, θυμῷ μὲν ἀμυνόμενος τοὺς κατὰ τῆς πατρίδος πολεμίους,

ἐπιθυμίᾳ δὲ διότι καὶ τοῦ σώματος καὶ τῆς γενέσεως φροντίδα ποιεῖται· οὐ

γὰρ ἑαυτοῖς γεγόναμεν, ἀλλὰ καὶ τῷ παντί.

7

<Ὀρθῶς ἁπτόμενοι φιλοσοφίας> [64a4—5]: πάλιν τοῦτο διὰ τὸν πολιτικὸν

εἴρηται.

8

<Λεληθέναι τοὺς ἄλλους> [64a5]: εἰκότως τοὺς πολλοὺς λανθάνουσιν

ὡς κατὰ τὸ ἀφανὲς ζῶντες οἱ φιλόσοφοι, τῶν πολλῶν τὰ φανερὰ εἰδότων.

9

<Νὴ τὸν Δία, ἔφη, ὦ Σώκρατες, οὐ πάνυ γέ με νῦν δὴ γελα-

σείοντα> [64a10—b1]: οὐκ ἐγέλα ὁ Σιμμίας ἢ ὅτι φύσει οὐκ ἦν ἐπιτήδειος

πρὸς τὸ γελᾶν ἢ διὰ τὴν περὶ τὸν διδάσκαλον λύπην.

10

<Καὶ ξυμφάναι ἂν τοὺς μὲν παρ' ἡμῖν ἀνθρώπους> [64b3—4]: εἰκότως·

Θηβαῖος γὰρ ἦν ὁ Σιμμίας, παρ' οἷς καὶ ἡ ‘Βοιωτία ὗς’ καὶ ‘αὐλούντων Θηβαίων

παῖδες, διαλέγεσθαι γὰρ οὐ μεμαθήκασιν’. καὶ ὁ ποιητὴς δὲ [Κ 13] τὸν αὐλὸν

δέδωκε τοῖς Τρωσίν, οὐδαμοῦ δὲ τοῖς Ἕλλησιν· ἐμπόδιον γὰρ γίνεται οὐ μόνον

τῷ διαλέγεσθαι, ἀλλὰ καὶ τῷ ἀκούειν καὶ ἁπλῶς πάσῃ λογικῇ ἐνεργείᾳ· διὸ

καὶ ἡ Ἀθηνᾶ, ἡ τῶν Ἀθηναίων πολιοῦχος τῶν διαλέγεσθαι μόνων ἐπισταμένων,

ἀπέρριψε τοὺς αὐλούς.

11

<Λέληθε γὰρ αὐτοὺς εἴτε θανατῶσιν καὶ ἄξιοί εἰσι θανάτου καὶ

οἵου θανάτου> [64b8—9]: ἀντίφασις συνάγεται διὰ τούτων. ὁ μὲν γὰρ Σιμμίας

φησὶν ὅτι οὐ λέληθε τοὺς πολλοὺς ὅτι θανατῶσιν, ὁ δὲ Σωκράτης φησὶν ὅτι

λέληθεν, ὁ δὲ ἐπάγει ὅτι οὐ λέληθεν· καὶ τοῦτο γέγονε διὰ τὴν ὁμωνυμίαν. λέληθε

γὰρ αὐτοὺς ὅτι τὸν προαιρετικὸν θάνατον μελετῶσι (διό φησιν ὅτι ‘θανατῶσιν’,

τουτέστι χωρίζουσιν ἑαυτοὺς τοῦ σώματος, καὶ ‘ἄξιοί εἰσι θανάτου’ τοῦ προαιρε-

τικοῦ)· οὐ λέληθε δὲ αὐτοὺς ὅτι τὸν φυσικὸν θάνατον μελετῶσιν, αἱρήσονται γὰρ

καὶ τοῦτον οἱ φιλόσοφοι, εἴ γε εἴδωλόν ἐστι τοῦ προαιρετικοῦ θανάτου.

12

<Ἡγούμεθα τί τὸν θάνατον εἶναι;> [64c2]: οὐ τοῦτο λέγει, εἰ ἔστιν

ὁ θάνατος (ὡμολόγηται γὰρ τοῦτο), ἀλλὰ ‘τί ἡγούμεθα τὸν θάνατον εἶναι;’

13

<Χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ' αὑτὸ γεγονέναι

τὸ σῶμα> [64c5—6]: ἰδοὺ τὸν θάνατον ὡρίσατο οὐ μόνον τὸ χωρισθῆναι τὴν

ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ τὸ χωρισθῆναι τὸ σῶμα ἀπὸ τῆς ψυχῆς· καὶ

ἐπὶ μὲν τῆς ψυχῆς τὸ ‘εἶναι’ εἶπεν, διότι ἀγένητος αὕτη, ἐπὶ δὲ τοῦ σώματος

τὸ ‘γεγονέναι’, γενητὸν γὰρ τοῦτο.

14

<Ἐκ γὰρ τούτων μᾶλλον οἶμαι ἡμᾶς εἴσεσθαι περὶ ὧν σκοποῦ-

μεν> [64d1—2]: ‘ἐκ τούτων’· τῶν προτάσεων. ‘περὶ ὧν’· προβλημάτων.

15

<Διαφερόντως τῶν ἄλλων ἀνθρώπων> [65a2]: ἆρα γὰρ καὶ οἱ ἄλλοι ἄν-

θρωποι χωρίζουσι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος; ἢ ἐπειδὴ αὐτοκίνητοί εἰσι καὶ

κατὰ τὰς κοινὰς ἐννοίας ὁρμῶνται, τρόπον τινὰ ἴσασι χωρίζειν ἀπὸ τοῦ σώματος

τὴν ψυχήν.

4

t

{Πρᾶξις σὺν θεῷ}

1

<Τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν> [65a9—d3].

Δείξας ὁ Σωκράτης ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν ἐκ τῆς ζωῆς

(ἔλεγε γὰρ ὅτι ὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, οὐ κήδεται τοῦ σώματος),

ἐντεῦθεν τοῦτο αὐτὸ κατασκευάζει ἀπὸ τῆς γνώσεως οὕτως· ‘ὁ φιλόσοφος

καταφρονεῖ τῶν αἰσθήσεων· ὁ τοιοῦτος καὶ τοῦ σώματος, ἐν ᾧ αἱ αἰσθήσεις,

καταφρονεῖ· ὁ καταφρονῶν τοῦ σώματος φεύγει· ὁ τοιοῦτος χωρίζει ἑαυτὸν

τοῦ σώματος· ὁ χωρίζων ἑαυτὸν ἀποθνῄσκειν ἐθέλει, οὐδὲν γὰρ ἦν ὁ θάνατος

ἢ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος’.

2

Φέρε δὴ ἀναδράμωμεν ἐπί τινα θεωρίαν. τριῶν οὐσῶν ἐνεργειῶν τῆς ψυχῆς·

ἢ γὰρ πρὸς τὰ δεύτερα ἐπιστρέφει τὰ αἰσθητὰ γινώσκουσα, ἢ πρὸς ἑαυτὴν δι'

ἑαυτῆς πάντα τὰ ὄντα ὁρῶσα, διότι ‘πάμμορφον ἄγαλμά’ ἐστι πάντων τῶν

ὄντων ἔχουσα λόγους, ἢ πρὸς τὸ νοητὸν ἀνατείνεται τὰς ἰδέας ὁρῶσα· —τριῶν

οὖν οὐσῶν ἐνεργειῶν τῆς ψυχῆς οὐ ταύτῃ οἰητέον διαφέρειν ἀλλήλων πολιτικὸν

καὶ καθαρτικὸν καὶ θεωρητικόν, τῷ τὸν μὲν πολιτικὸν τὰ αἰσθητὰ γινώσκειν,

τὸν δὲ καθαρτικὸν τοὺς ἐν τῇ ψυχῇ λόγους, τὸν δὲ θεωρητικὸν τὰς ἰδέας, ἐπεὶ

οὐδεὶς κατὰ ἀλήθειαν φιλόσοφος ἔσται μὴ ‘πάντων τῶν ὄντων γνῶσιν’ ἔχων,

ἀλλὰ μόνον μερικήν, καὶ οὐδὲ τοῦ μέρους ἀκριβὴς θεωρὸς ἔσται, εἴ γε μὴ οἶδε

3

τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τὰ ἄλλα. ἀνάγκη γὰρ ἕκαστον τὰ τρία εἰδέναι. ὁ μὲν

γὰρ πολιτικὸς κατὰ τοὺς ἐν ἑαυτῷ λόγους τάττει τὰ αἰσθητὰ ἀποβλέπων πρὸς

τὴν ψυχήν· καὶ πρὸς μὲν τὸν λόγον ἀφορῶν τάττει τοὺς φύλακας, πρὸς δὲ τὸν

θυμὸν τοὺς στρατιώτας, κατὰ δὲ τὴν ἐπιθυμίαν τοὺς θῆτας· ἀλλὰ καὶ ἀνάγει

τοὺς φύλακας διὰ τῆς παιδείας ἐπὶ τὸ ἀγαθόν, ὥστε τῶν τριῶν ἐπιστήμων

ἐστίν. ἀλλὰ καὶ ὁ καθαρτικὸς περὶ τὰ μέσα εἱλούμενος καὶ τὰ πέριξ οἶδεν· ἐκ

γὰρ τῶν μέσων καὶ τὰ ἄκρα γινώσκεται. ἀλλὰ καὶ ὁ θεωρητικὸς τὰ μὲν αἰσθητά,

ἀνάγων αὐτὰ ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἓν τὸ ἐν τῷ νοητῷ· ἀλλ' ἐπειδή, εἰ καὶ

ἕν ἐστιν ἐν τῷ νοητῷ, ἀλλὰ καὶ πλῆθος, ἀνάγει τὸ ἓν τὸ ἐν τῷ νοητῷ ἐπὶ τὸ

ἓν τὸ ἐν τῷ θεῷ· τοῦτο γὰρ κυρίως ἓν ἀπλήθυντόν ἐστιν, οὐδὲν γὰρ ἄλλο ἐστὶ

θεὸς ἢ μονὰς ἀπλήθυντος. οὐ ταύτῃ οὖν διαφέρουσιν ἀλλήλων πολιτικός,

καθαρτικός, θεωρητικός, ἀλλ' ὅτι ὁ μὲν πολιτικὸς καὶ περὶ ἡδονὰς καὶ λύπας

καταγίνεται· καὶ γὰρ καὶ τοῦ σώματος φροντίδα ποιεῖται ὡς ὀργάνου, καὶ

τέλος αὐτοῦ οὐχ ἡ ἀπάθεια ἀλλ' ἡ μετριοπάθεια· καθαρτικὸς δὲ καὶ θεωρητικὸς

τοῦ σώματος φροντίζουσιν ὡς φλυάρου γείτονος, ἵνα μὴ ἐμποδὼν γένηται ταῖς

ἐνεργείαις φλυαροῦν, καὶ τέλος αὐτῶν ἡ ἀπάθεια.

4

Καὶ ἄλλως δὲ διαφέρει ὁ πολιτικὸς τούτων, ὅτι ὁ μὲν ἐκ μείζονος προτάσεως

εἰλημμένης ἐκ τῆς διανοίας καθόλου καὶ ἐξ ἐλάττονος μερικῆς τὸ συμπέρασμα

συνάγει· τῷ γὰρ σώματι ὡς ὀργάνῳ χρῆται, οὐκοῦν περὶ τὰ πρακτὰ καταγίνεται,

τὰ δὲ πρακτὰ μερικά, τὰ δὲ τοιαῦτα καθ' ἕκαστα, ὥστε ἐκ τῆς μιᾶς μερικῆς

συλλογίζεται ὁ πολιτικός. καθαρτικὸς δὲ καὶ θεωρητικὸς οὐχ οὕτως· περὶ γὰρ

τὰ καθόλου εἴδη καταγίνονται. ἀλλὰ τίνι διαφέρουσιν ἀλλήλων καθαρτικὸς

καὶ θεωρητικός, εἰ ἑκάτερος περὶ τὰ εἴδη καταγίνεται; ἢ ὁ μὲν καθαρτικὸς

περὶ εἴδη διακεκριμένα· τὰ γὰρ ἐν τῇ ψυχῇ διακεκριμένα ἐστὶν ἀπ' ἀλλήλων,

οὐ γὰρ ἅμα ἵππον καὶ ἄνθρωπον καὶ πλείω εἴδη δύναται εἰδέναι ἡ ψυχή. ὁ δὲ

περὶ εἴδη καταγίνεται οὐ διακεκριμένα, περὶ γὰρ τὰ ἐν τῷ νοητῷ, ἀδιάκριτα

δὲ ταῦτα ἀπ' ἀλλήλων ὡς δι' ἀλλήλων διιόντα. ὅθεν καί τις τὸ νοητὸν ᾠῷ

ἀπείκασεν [Orphica frg. 60]· ὡς γὰρ ἐν τούτῳ ἀδιάκριτά ἐστι πάντα τὰ μέρη

καὶ οὐχ ὡδὶ μὲν κεφαλή, ὡδὶ δὲ πούς, οὕτω καὶ ἐν τῷ νοητῷ ἀδιάκριτά ἐστι

πάντα τὰ εἴδη ἡνωμένα ἀλλήλοις.

5

Κατασκευάζει οὖν ἡ λέξις ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, τὸν τρόπον

τοῦτον· ‘εἰ τὸ σῶμα αὐτὸ καθ' αὑτὸ οὐχ οἷόν τε γινώσκειν ἑαυτό, ἀλλὰ διὰ τὸ

μετέχειν ψυχῆς, πολλῷ μᾶλλον ἐμπόδιον γίνεται ἡ αἰσθητικὴ γνῶσις τῇ ψυχῇ

πρὸς τὸ γινώσκειν τὰ ὄντα· ὥστε ἐθελήσει ὁ φιλόσοφος χωρίζειν ἑαυτὸν τοῦ

σώματος’.

6

Ἄξιον δὲ ζητῆσαι τρία ταῦτα. πῶς φαίνεται ἡ λέξις λέγουσα ὅτι ὄψις καὶ

ἀκοὴ οὐδὲν ἀκριβὲς γινώσκουσιν; εἰ γὰρ ἀεὶ ψεύδονται καὶ μηδέποτε ἀληθεύουσιν

αἱ αἰσθήσεις, ἔσται τι ἀεὶ ἐν τῷ παρὰ φύσιν.

Καὶ ἄλλως· εἰ ἡ πρώτη γνῶσις μόνως ἀληθής ἐστιν, ἀνάγκη καὶ τὰς ἄλλας

γνώσεις, ἵνα μὴ τῆς οἰκείας πηγῆς ἐκπέσωσιν, μὴ πάντῃ ψευδεῖς εἶναι. πῶς

δὴ ‘ἀτυχῆ οὐσίας’ τὴν αἴσθησιν ‘καὶ ἀληθείας’ φησίν [Theaet. 186c7—9]; ἢ

τοῦτο μὲν εὐθὺς ἐπιλυσόμεθα· ἡ γὰρ αἴσθησις οὐ μόνον τὰ πάθη γινώσκει, ὡς

ὁ Περίπατος οἴεται [Ar., an. II 5, 416b32—417a21], ἀλλὰ καὶ οὐσίας· ἀπὸ

γὰρ τῆς τοιᾶσδε ἰδιοπραγίας τοῦ ἐρυθροῦ οἶδε τὸ ῥόδον καὶ ἐξ ὀνύχων τὸν

λέοντα. εἰ δὲ λέγοιέν τινες ὅτι δόξης ἐστὶ τοῦτο, τὸ τὴν οὐσίαν εἰδέναι, φαμὲν

ὅτι ‘καὶ πῶς τὰ ἄλογα μόνοις τοῖς ὁμοειδέσι συνδυάζεται κἀκείνοις οὐκ ἐπέρχεται

δόξης ἀμοιροῦντα;’ ἐξ οὗ καὶ συνάγεται ὅτι καὶ τὰ καθόλου οἶδεν, λέγεται

δὲ ‘ἀτυχὴς οὐσίας’ ἡ αἴσθησις τῆς τῷ ὄντι οὐσίας.

7

Κἀκεῖνο δὲ ἄξιον ἀπορῆσαι, πῶς ὁ Περίπατος [Ar., anal. post. II 19, 100a3—9]

ἀρχὴν ἐπιστήμης λέγει τὴν αἴσθησιν, εἴ γε ἀεὶ ψεύδεται, πῶς δὲ αὐτὸς ὁ Πλάτων

ἐν τῷ Τιμαίῳ [47b1] δι' ὄψεως καὶ ἀκοῆς φησιν ὅτι τὸ ‘φιλοσοφίας ἐπορισάμεθα

γένος’.

Πρὸς μὲν οὖν τὸ πρῶτον ῥητέον ὅτι ἀεὶ ψεύδεσθαι λέγει τὴν αἴσθησιν

ὁ Πλάτων διότι οὐ κυρίως γινώσκει. συμπεφυρμένον γὰρ ἔχει τὸ πάθος τῇ

γνώσει διὰ πάθους γινώσκουσα· καὶ τὰ πόρρω οἶδεν (ἐπεὶ τὸν πυρῆνα τῆς

μήλης τὸν ἐν τῷ ὀφθαλμῷ οὐχ ὁρᾷ, καὶ ἡ ἁφὴ δὲ διὰ μέσου ἀέρος ἀντιλαμβά-

νεται), ὅπερ αἴτιον μὴ ἀκριβοῦς γνώσεως. διὰ γὰρ τοῦτο τὸν νοῦν φαμεν ἀκριβῶς

γινώσκειν, διότι αὐτός ἐστι τὸ νοητὸν καὶ αὐτὸς ἑαυτὸν γινώσκει· τῇ οὖν ταὐτότητι

τοῦ νοοῦντος καὶ νοητοῦ ἡ ἀκρίβεια τῆς γνώσεως παρακολουθεῖ, ὥστε καὶ

ἑτερότητι τὸ ἀεὶ ψεύδεσθαι· ὅπου γε οὐδὲ τῆς ἀκριβείας τῶν αἰσθητῶν ἀνέχεται,

οἷον τοῦ ἄγαν λευκοῦ, αἱ γὰρ ὑπερβολαὶ τῶν αἰσθητῶν φθείρουσι τὰς αἰσθήσεις.

καὶ διὰ τοῦτο ἡ αἴσθησις λέγεται ἀεὶ ψεύδεσθαι· ἐπεὶ εἴποις ἂν αὐτὴν καὶ ἀεὶ

ἀληθεύειν καὶ ἀκριβῆ, παραβάλλων αὐτὴν ὡς πρὸς τὴν εἰκασίαν, οἷον τὴν

γνῶσιν τῶν ἐν τοῖς ἐνόπτροις εἰδώλων.

8

Πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι οὐ πεισόμεθα τῷ Περιπάτῳ λέγοντι

ἀρχὴν ἐπιστήμης τὴν αἴσθησιν· οὐδέποτε γὰρ τὰ χείρω καὶ δεύτερα ἀρχαὶ ἢ

αἴτιά εἰσι τῶν κρειττόνων. εἰ δὲ δεῖ καὶ ταῖς ἐγκυκλίοις ἐξηγήσεσι πείθεσθαι

καὶ ἀρχὴν εἰπεῖν τὴν αἴσθησιν τῆς ἐπιστήμης, λέξομεν αὐτὴν ἀρχὴν οὐχ ὡς

ποιητικήν, ἀλλ' ὡς ἐρεθίζουσαν τὴν ἡμετέραν ψυχὴν εἰς ἀνάμνησιν τῶν καθόλου

καὶ τὰ ἀγγέλου καὶ κήρυκος ποιοῦσαν, κινοῦσαν τὴν ἡμετέραν ψυχὴν εἰς προβολὴν

τῶν ἐπιστημῶν, κατὰ ταύτην δὲ τὴν ἔννοιαν εἴρηται καὶ τὸ ἐν Τιμαίῳ [47b1],

ὅτι δι' ὄψεως καὶ ἀκοῆς ‘τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος’, διότι ἐκ τῶν

αἰσθητῶν εἰς ἀνάμνησιν ἀφικνούμεθα.

9

Καὶ ὁ μὲν Πρόκλος βούλεται τὰ οὐράνια ὄψιν μόνην καὶ ἀκοὴν ἔχειν, καθάπερ

καὶ Ἀριστοτέλης· μόνας γὰρ τῶν αἰσθήσεων ἐκείνας ἔχει τὰς πρὸς τὸ εὖ εἶναι

συμβαλλομένας, οὐ μὴν τὰς πρὸς τὸ εἶναι, αἱ δὲ ἄλλαι αἰσθήσεις πρὸς τὸ εἶναι

συμβάλλονται. καὶ ὁ ποιητὴς δὲ μαρτυρεῖ τούτοις λέγων [Γ 277]

‘Ἠέλιος, ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις’,

ὡς ἂν ὄψιν μόνην καὶ ἀκοὴν αὐτῶν ἐχόντων. καὶ ὅτι αὗται μάλιστα αἱ αἰσθήσεις

ἐν τῷ ἐνεργεῖν μᾶλλον γινώσκουσιν ἤπερ ἐν τῷ πάσχειν, καὶ οἰκειότεραι αὗται

10

αὐτοῖς ὡς ἀναλλοιώτοις. ὁ δέ γε Δαμάσκιος καὶ τὰς ἄλλας αἰσθήσεις βούλεται

αὐτὰ ἔχειν· ἢ γὰρ πάσας ἕξουσι, φησίν, ἢ οὐδεμίαν· εἰ γὰρ μή, μέλλει τὰ τῇδε

ζῷα τελειότερα αὐτῶν εἶναι ὡς μὴ πάσας ἐχόντων· ἀνάγκη οὖν πάσας κἀκεῖνα

ἔχειν, εἰ μέλλοι τέλεια εἶναι ζῷα. καὶ ὅτι, εἰ μὴ πάσας ἔχῃ, οὐδὲ τῶν ἄλλων

δεηθήσονται· οὐδὲ γὰρ ὄψεως, ἐπεὶ μηδὲ κατὰ κρημνῶν ἐφέροντο ἀμοιροῦντα

ὄψεως· οὐδὲ ἀκοῆς δεῖται, ἵνα ἐξαγγέλλῃ τὰ νοήματα ἀλλήλοις. τινὲς δὲ καὶ

τὴν φυτικὴν βούλονται αὐτὰ ἔχειν, εἴ γε ἀεὶ συνέχεται. ταῦτα ἔχει ἡ θεωρία.

11

<Τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν> [65a9]: τί δή ποτε

φρονήσεως ἐμνημόνευσε καὶ οὐκ ἐπιστήμης, εἴ γε περὶ καθαρτικοῦ φιλοσόφου

ἐστὶν ὁ σκοπός, οἰκεία δὲ ἡ μὲν ἐπιστήμη τῷ καθαρτικῷ, ἡ δὲ φρόνησις τῷ

πολιτικῷ, εἴ γε περὶ τὰ πρακτὰ καταγίνεται; ἢ ἐπειδὴ προσεχῶς περὶ ἡδονῆς

καὶ λύπης ἦν ὁ λόγος, αὗται δὲ φρονήσεως δέονται διακρινούσης αὐτὰς καὶ

τὸ μέτρον αὐτῶν· πρακτὰ γὰρ καὶ αὗται. ὁ μὲν γὰρ καθαρτικὸς οὐχ αἱρήσεται

ὅλως ἡδονὴν καὶ λύπην,…

αἱρ…

The complete text is available when the reading interface loads.