The Greek Library Author

Elias Neoplatonicus

In Porphyrii isagogen

Scientific editors
Adolf Busse
Edition reference
Eliae in Porphyrii isagogen et Aristotelis categorias commentaria · Berlin · Reimer · 1900
CTS identifier
urn:cts:greekLit:tlg4020.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΠΡΟΛΕΓΟΜΕΝΑ ΣΥΝ ΘΕΩΙ ΤΗΣ ΦΙΛΟΣΟΦΙΑΣ.

Πρᾶξις ά.

ἐπειδὴ πάντα τοῦ ἀγαθοῦ ἐφίεται καὶ κοινὸς πάντων ὅρμος ἐστὶ τὸ ἀγαθόν (ἀγαθὸν γὰρ εἴρηται διὰ τὸ ἄγαν θέειν ἐπ’ αὐτὸ πάντα· τὸ δὲ ἀγαθὸν ἐπίτασιν δηλοῖ, ὅθεν καὶ γραμματικῶν παῖδες παραγγέλλουσι μὴ λέγειν ἀγαθώτερον καὶ ἀγαθώτατον διὰ τὸ μὴ ἐν μιᾷ λέξει δύο εἶναι ἐπιτατικώτερα, ἀλλὰ λέγειν μᾶλλον ἀγαθόν, δύο γὰρ λέξεις ἐνταῦθά εἰσι, καὶ μάλιστα ἀγαθόν, ὅπερ ἐπιτατικώτερον καὶ τοῦ μᾶλλόν ἐστι), τούτου χάριν τοῦ εἶναι μὲν καταφρονοῦμεν πολλάκις, τοὐ δὲ ἀγαθοῦ οὐ καταφρονοῦμεν καὶ αὐτοὶ γὰρ οἱ τὰ κακὰ διαπραττόμενοι οὐχ ᾗ κακὰ διαπράττονται, ἀλλ’ ᾗ ἀγαθά· ὁ γοῦν ἰατρὸς ἑλκοῖ τὸ σῶμα φλεβοτομῶν, οὐχ ἑλκῶσαι προθέμενος ἀλλ’ ὑγιάσαι βουλόμενος, καὶ ὁ φονεὺς ἐγχειρεῖ τῷ φόνῳ οὐχ ὡς φόνου ὀρεγόμενος ἀλλὰ διὰ τὸ προσγινόμενον αὐτῷ ἐξ αὐτοῦ κέρδος, ὅπερ ἐκεῖνος ἀγαθὸν νομίζει. πάντα | οὖν τοῦ ἀγαθοῦ ἐφίεται, ἀλλ’ ἢ τοῦ ὄντως 390 ἀγαθοῦ ἢ τοῦ νομιζομένου, οὐ πάντως δὲ ἀγαθοῦ.

Εἰ οὖν πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ὃ ἂν δειχθῇ μᾶλλον ἀγαθόν, τούτου μᾶλλον ἐφίεται· ὡς γὰρ τὸ μᾶλλον θερμὸν μᾶλλον θερμαίνει καὶ τὸ μᾶλλον ψυχρὸν μᾶλλον ψύχει, οὕτω καὶ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον πάντα ἐφίεται. καὶ ἡμεῖς οὖν διάπυροι καὶ ἐκμανεῖς ἐρασταὶ φιλοσοφίας γινόμεθα, εἰ τὸ παραγινόμενον ἡμῖν ἐξ αὐτῆς ἀγαθὸν γνῶμεν ὁποῖόν ἐστι· μέγα γὰρ τὸ ἀγαθὸν τῆς φιλοσοφίας καὶ τοιοῦτον ὁποῖον ἐδήλωσεν 1 In titulo post φιλοσοφίας add. Πορφυρίου P 2 πρᾶξις ἁ om. P 3 πάντα τοῦ ἀγαθοῦ ἐφ.] cf. Plotin. Ennead. I, 8,2 p. 72 ὅρμος] ὅρος P ἐστι om. C1 4 εἴρηται] λέγεται P πάντας P (cf. v. 3. 14) 4. 5 τὸ δὲ ἀγαθὸν—μᾶλλόν ἐστι (8) fort, eicias 5 ἀγαθὸν] ἄγαν Cc 6 ἀγαθέστερον καὶ ἀγαθόττον (sic) P μὴ om. P εἶναι] καὶ P ἔ ἀλλὰ λέγειν] ἀλλέγειν C1 10 ἦ] ὡς c 11 f;] ὡς superscr. C2: om. C 14 ὄντος Cc 15 οὐ πάντως] πάντως P: corrigas οὐκ ὄντος 17 γὰρ θερ τὸ θερ del.) C 17. IS θερμἐνει C αἰ superscr. m.2) 18 τὸ (ante μᾶλλον ψυχρὸν) om. Cc 19 καὶ (ante ἡμεῖς) om. Brand. 20 γενόμεθα Cc εἰ τὸ παραγινόμενον] ἐμπαραγινόμενον P τνῶμεν—ἀγαθὸν (21) om. P 21 τοσοῦτον P ὁ Πλάτων περὶ αὐτοῦ εἰπὼν ὅτι τοιοῦτον ἀγαθὸν εἰς ἀνθρώπους οὐδὲ ἦλθεν οὐδὲ ἥξει ποτὲ δωρηθὲν ἐκ θεοῦ.᾿ ἀλλ’ ἐπειδὴ τὸ ἀγαθὸν τῆς γνῶναι οὐ δυνατὸν τῆς φύσεως αὐτῆς ἀγνοουμένης, οει τὴν φύσιν αὐτῆς εἰπεῖν ὁποία τυγχάνει· τῆς γὰρ διαφόρου φύσεως διάφορον καὶ τὸ ἀγαθόν. οὕτω γοῦν ἵππου ἀγαθὸν τὸ ἴτην εἶναι καὶ πορευτικὸν τοῖς ποσίν, ἀνθρώπου δὲ ἀγαθὸν τὸ ἀναθρεῖν ἃ ὄπωπεν· μόνος γὰρ τῶν ζῴων ἄνθρωπος ἀναμιμνήσκεται τῶν ἀλόγων μνήμην ἐχόντων μόνον, ὡς δηλοῖ ὁ κύων τοῦ ’Oδυσσέως ὁ Ἀργὸς φυλάξας τὴν μνήμην εἰς εἴκοσιν ἔτη. οὐ ταὐτὸν δὲ μνήμη καὶ ἀνάμνησις· μνήμη μὲν γάρ ἐστι μονὴ νοῦ, ἀνάμνησις δὲ ἀπολομένης μνήμης ἀνανέωσις. καὶ ἡμεῖς μὲν οὕτως. ὁ δὲ φιλόσοφος Πρόκλος βούλεται ἐν τοῖς εἰς Φαίδωνα ὑπομνήμασιν ἔχειν καὶ τὰ ἄλογα ἀνάμνησιν· ὑπερβαίνει γάρ, φησί, τὴν ἐκείνων ζωὴν τὸ ἀμετάπτωτον τῆς γνώσεως· τὸ γὰρ διὰ παντὸς μεμνῆσθαι αὐτὰ καὶ μὴ ἐπιλανθάνεσθαι ὑπὲρ τὴν ἐκείνων φύσιν ἐστί· τοῖς γὰρ ἀνθρώποις κρείττοσιν οὖσιν οὐχ ὑπάρχει τοῦτο. ἐπιλανθάνεται δὲ καὶ τὰ ἄλογα· δεινοῖς γάρ ποτε περιπεσόντα αὖθις τοῖς αὐτοῖς περιπίπτει καὶ τὰ πρότερον σαίνοντα μετὰ χρόνον ὑλακτεῖ καὶ ἀγριαίνει πρὸς τούς ποτε συνήθεις. ὅθεν δῆλον ὅτι ἐπιλανθάνεται καὶ ἀναμιμνήσκεται. ὅτι δὲ ἔχει ἀνάμνησιν, δῆλον κἀντεῦθεν ἐκ τοῦ μὴ ὁμοίως εἰς συνήθειαν ἄγεσθαι τῷ προοραθέντι καὶ τῷ πάντῃ ξένῳ· θᾶττον γὰρ ἐν συνηθείᾳ γίνεται τοῦ προοραθέντος, ὡς φυλάξας δῆλον ὅτι τύπον τινὰ καὶ δι’ αὐτοῦ λαβὼν ἀφορμὴν ἀναμνήσεως. πλὴν εἰ καὶ ἐπὶ ἀμφοτέρων ἐστὶν ἀνάμνησις, ἀλλ’ οὖν διαφορά τίς ἐστιν· ἐπὶ μὲν γὰρ ἀνθρώπου σὺν τῇ ἀναμνήσει ἐστὶ καὶ τὸ συναισθάνεσθαι αὐτοὺς τῆς ἀναμνήσεως, ἐπὶ δὲ τῶν ἀλόγων οὐκ ἔστι τοῦτο· οὐδὲ γὰρ συναισθ·άνεται ἐκεῖνα | ὅτι ἀνεμνήσθη· 391 ὥσπερ γὰρ ἡ ὄψις ὁρᾷ μέν, οὐκ οἶδεν δὲ ὅτι ὁρᾷ, οὕτως καὶ ἐπ’ ἐκείνων ἐστίν.

ἔδειξεν οὖν ὁ λόγος ὅτι τῆς διαφόρου φύσεως καὶ τὸ ἀγαθὸν διάφορον. διὰ τοῦτο οὖν χρὴ καὶ τῆς φιλοσοφίας τὴν φύσιν εἰδέναι. ἀλλ’ ἐπειδὴ ταύτην χωρὶς ὁρισμοῦ γνῶναι ἀδύνατον (οἱ γὰρ ὁρισμοὶ ἀνᾶτοụαὶ καὶ ἀναπτύξεις εἰσὶ τῶν φύσεων), δεῖ ἐκ τοῦ ὁρισμοῦ ἄρξασθαι· εἰς τοιαύτην γὰρ ἀνάγκην κατήντησεν ὁ λόγος. τοῦ δὲ ὁρισμοῦ πρόσρημα τὸ τί ἐστιν· ἐκ τούτου οὖν δεῖ ἄρξασθαι, ὡς ἔδειξεν ὁ λόγος. τίς δὲ ὁ ὁρισμὸς τῆς φιλοσοφίας, ἐν ἑτέρᾳ θεωρίᾳ εὐμενείᾳ τοὐ κρείττοντος παραστήσομεν.

Πρᾶξις β΄.

Καὶ κατὰ δευτέραν δὲ αἰτίαν ὀφείλομεν ἀπὸ τοῦ τί ἐστιν ἄρξασθαι, τοῦτ’ ἔστι τοῦ ὁρισμοῦ, παρέντες τὸ εἰ ἔστιν· ἔδει μὲν γάρ ἡμᾶς ἀρχομένους τῆς φοσοφςοίας ἀπὸ τοῦ εἰ ἔστιν ἄρξασθαι, ἑπομένους νόμῳ διαλεκτικῷ τῷ λέγοντι δεῖν ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης τέσσαρα προβλήματα ζητεῖν, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ εἰκότως καὶ τὸ μὲν εἰ ἔστι ζήτημα, ἐπειδὴ πολλὰ μὲν ὀνομάζονται, οὐχ ὑφεστήκασι δέ, οἷον τραγέλαφος, σκινδαψὸς καὶ τὰ τοιαῦτα. ἕτερα δὲ ὀνομάζονται μέν, ἀμφιβαλλ̀οuένην δὲ ἔχουσι τὴν ὕπαρξιν, οἷον ἡ ἄναστρος σφαῖρα καὶ οἱ ἀντίποδες. ἐπὶ τούτων πάντων ζητοῦμεν τὸ εἰ ἔστι. τὸ δὲ τί ἐστι ζητοῦμεν ἐπὶ τῶν ὕπαρξιν ἐχόντων, θελόντων δὲ ἡμῶν γνῶναι τί εἰσιν, οἷον ἄνθρωπος καὶ ἵππος. ἀλλ’ ἐπειδὴ καὶ αὐτοὶ οἱ ἀναιροῦντες αὐτὴν ἄκοντες δεδώκασι τὸ εἶναι αὐτήν (ἀποδεῖξαι γὰρ βουλόμενοι ὅτι οὐκ ἔστιν εἰσάγουσιν αὐτήν· ἡ γὰρ ἀπόδειξις μέρος φιλοσοφίας), τούτου χάριν ἀφέντες τὸ εἰ ἔστιν ἀπὸ τοῦ τί ἐστι τὴν ἀρχὴν ποιησώμεθα, χάριν ἐκείνοις τοῖς ἀναιρεῖν αὐτὴν ἐσπουδακόσιν ὁμολογοῦντες, ὅτι τοῦτο ἐπιτηδεύσαντες μᾶλλον κατάδηλον αὐτὴν πεποιήκασι διὰ τῶν ἀποδείξεων, ἢ καὶ ὥς φησιν Ἀριστοτέλης ἐν ·τῷ Προτρεπτικῷ ἐπιγεγραμμένῳ, ἐν ᾧ προτρέπει τοὺς νέους πρὸς φιλοσοφίαν· φησὶ γὰρ οὕτως· ῾εἰ μὲν φιλοσοφητέον, φιλοσοφητέον, καὶ μὴ φιλοσοφητέον, φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον”. εἰ μὲν γὰρ ἔστι, πάντως ὀφείλομεν φιλοσοφεῖν οὔσης αὐτῆς, | εἰ δὲ μὴ ἔστι, καὶ οὕτως 392 ὀφείλομεν ζητεῖν πῶς οὐκ ἔστιν ἡ φιλοσοφία· ζητοῦντες δὲ φιλοσοφοῦμεν, ἐπειδὴ τὸ ζητεῖν αἰτία τῆς φιλοσοφίας ἐστί.

Καὶ κατὰ τρίτην δὲ αἰτίαν δεῖ ἀπὸ τοῦ τί ἐστιν ἄρξασθαι· εἰ γὰρ αἱ προελθοῦσαι ἐκ τῆς φιλοσοφίας ῥητορικὴ καὶ γραμματικὴ καὶ ἰατρικὴ εὐθέως ὁρίζονται ἑαυτὰς καὶ ὑπογράφουσι, πολλῷ μᾶλλον ἡ φιλοσοφία τοῦτο πράξει εὑρέτις οὖσα τούτων καὶ τοῖς ἑαυτῆς χρήσεται εἰς ἑαυτήν· ταύτης γὰρ εὕρημα ἡ ὁριστικὴ καὶ ἡ διαιρετική.

Δέδεικται γοῦν διὰ τριῶν αἰτιῶν ὅτι δεῖ ἡμᾶς ἀπὸ τοῦ ὁρισμοῦ ἄρξασθαι. ἀλλ’ ἐπειδὴ τὸν ὁρισμὸν τῆς φιλοσοφίας γνῶναι οὐ δυνατὸν τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου, ὥσπερ οὐδὲ γράφειν καλῶς δυνατὸν τὸν αὐτὸ τοῦτο ἁπλῶς γράφειν μὴ ἐπιστάμενον οὐδὲ ἀττικίζειν ἄνευ τοῦ ἁπλῶς 1 πρᾶξις α΄ P 4 νόμῳ διαλ.] cf. Arist. Anal, post Β 1 p. 89b24 6 καὶ εἰκότως—καὶ καὶ ἵππος (12) om. P (recte, sumpta esse videntur ex Daviilis comm.) 7 ζήτημα] an ζητοῦμεν 12 αὐτὴν] τὴν φιλοσοφίαν Brand. 12. 13 ακοντες—αὐτήν cm. P 13 γὰρ om. P ὅτι] ὃ Cc 14 ἡ P, coni. Cramer: εἰ Cc 15 ποιησόμεθα P 17. 18 Ἆῤ. έν τῷ Προτp.] Aristotelis fr. 51 (p. 57 Rose); Diels Arch. f. Gesch. d. Phil. I 487 19 post φιλοσοφητέον (prius) ras. XIV litt. C 19. 20 εἰ μὲν φιλοσοφητέον καὶ εἰ μὴ φιλ. φιλ. φιλοσοφητέον om.) P 20 φιλοσοφιτέον (extreraum) P post ἄρα φιλοσ. add. τοῦτ’ ἔστιν P 22 ἡ om. P 24 κατὰ τρεῖς δὲ αἰτίας Brand. 25 an φιλοσοφίας x003E;? καὶ (ante γραμματικὴ) om. P 27 an xot; ἐαυτῆς x003E; ? 29 οὖν P 32 an τοῦτο x003E;? prius ἁπλῶς (λῶς in ras. m.2) C: om. P διαλέγεσθαι, οὕτως οὐδὲ τὸν τινὰ ὁρισμὸν δυνατὸν γνῶναι τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου. φέρε οὖν τρία τινὰ περὶ ὁρισμοῦ ζητήσωμεν· πρῶτον μὲν τί ἐστιν ὁρισμός, δεύτερον πόθεν εἴρηται ὁρισμός, τρίτον πόθεν λαμβάνεται πᾶς ὁρισμός. καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου.

‘Oρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος τῆς ἑκάστου φύσεως δηλωτικός. ‘λόγος’ δὲ εἴρηται διὰ τὸ ὄνομα, ἐπειδὴ καὶ αὐτὸ δηλοῖ φύσιν ἐὰν γὰρ εἴπω ἄνθρωπον, τῶν λοιπῶν ζῴων χωρίζω), ἀλλὰ μία λέξις τὸ ὄνομα, ὁ δὲ ὁρισμὸς σωρεία καὶ συναγωγή ἐστι πλειόνων λέξεων. τὸ δὲ ‘σύντομος’ πρόσκειται διὰ τὰ ἀποτάδην λεγόμενα ῥητορικὰ καὶ ἰατρικὰ ἢ καὶ διὰ τὸ ὄνομα· συντομωτάτη γὰρ ἡ διὰ τῶν ὀνομάτων δήλωσις, σύντομος δὲ καὶ ἡ διὰ τῶν ὁρισμῶν. διὸ καὶ τὸν ὁρισμόν τινές φασιν ὄνομα ἐξηπλωμένον, τὸ δὲ ὄνομα ὁρισμὸν συνεσταλμένον. πρόσκειται δὲ ‘τῆς ἑκάστου φύσεως δηλωτικός’ διὰ τὰς ὑπογραφάς· αἱ γὰρ ὑπογραφαὶ οὐ τὴν ἑκάστου φύσιν δηλοῦσιν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ, οἱ δὲ ὁρισμοὶ τὴν ἑκάστου φύσιν δηλουσι. καὶ εἰκότως, ἐπειδὴ οἱ ὁρισμοὶ ἐκ τῶν κατ’ οὐσίαν λαμβάνονται κατ’ οὐσίαν δὲ ἐκεῖνα λέγω ὧν χωρὶς οὐ δύναται ὑποστῆναι τὸ ὁριζόμενον, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· οὐδὲ γὰρ χωρὶς τοῦ ζῴου ἢ λογικοῦ ἢ θνητοῦ ἢ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ ὑφίσταταί ποτε ὁ ἄνθρωπος ἢ ἐπινοεῖται, καὶ ἑνὸς δὲ τούτων ἀπόντος οὐχ ὑφίσταται), αἱ δὲ ὑπογραφαὶ ἐκ τῶν συμβεβηκότων λαμβάνονται, ἃ δύνανται χωρίζεσθαι χωρὶς φθορᾶς τοῦ ὑποκειμένου· οἷον | Σωκράτης ἐστὶν Ἀθηναῖος 393 φαλακρὸς προγάστωρ σιμὸς μέλας· τούτων χωρὶς δύναται ὑποστῆναι ὁ Σωκράτης. εἰκότως οὖν τὸν ὁρισμὸν λέγομεν δηλωτικὸν τῆς φύσεως, ὡς τῶν ὑπογραφῶν οὐ τὴν φύσιν δηλουσῶν ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ· ὅθεν καὶ ὑπογραφὴ εἴρηται οἱονεὶ ὑφειμένη γραφὴ οὖσα καὶ σκιαγραφία, ὡς τῶν ὁρισμῶν τῇ τελείᾳ γραφῇ ἀναλογούντων, λέγω δὴ τῇ διὰ τῶν χρωμάτων. ἀποροῦσι δέ τινες ὅτι εἰ τοῦ ὁρισμοῦ ὁρισμὸν εἶπας, εἰπὲ κἀκείνου ὁρισμὸν καὶ τοῦτο ἐπ’ ἄπειρον’. πρὸς ὅ φαμεν ὅτι ὁ τὸν καθόλου ὁρισμὸν ὁρισάμενος λόγος καὶ ἑαυτὸν συμπεριέλαβεν, ὡς εἴ τις ἄνθρωπος ὁρίσαιτο τὸν καθόλου ἄνθρωπον· ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν συμπεριέλαβε· καὶ ὁ ὁριζόμενος γὰρ ζῷον λογικὸν καὶ ὁ καθόλου ἄνθρωπος. ἐν οἷς τὸ πρῶτον κεφάλαιον.

Πρᾶξις γ΄.

Δεύτερον ζητείσθω πόθεν εἴρηται ὁρισμός. ὁρισμὸς τοίνυν εἴρηται ὡς ἐκ μεταφορᾶς τῶν ὁροθεσίων τῆς γῆς· πάλαι γὰρ τοῦ Νείλου ἀνιόντος 2 οὖν om. P 7 an 〈ἄνθρωπος〉, ἄνθρωπον? χωρίζω scripsi: χωρίζων CPc 8 σωρια C1 ἐστι om. P 10 τῶν ὂν.] τοῦ ὀνόματος Cc 11 διὰ (ante τῶν ὁρισμῶν) om. Cc 12 συνεστλλμένον] —εσταλ in ras. C2 πρόκειται C δὲ] γὰρ Cc 17 δεκτικόν om. P 17. 18 οὐδὲ—δεκτικοῦ om. Cc (καὶ χωρὶς τούτων in varg. add. C2) 19 ὁ om. C 20 λαμβάνονται, ἁ scripsi: λαμβανόμεναι CPc δύναται Pc 25 οἷον Cc 28 κατ’ ἐκείνου Cc τούτου P ὁ om. P 34 ὁ ὁρισμός (priore loco) c 35 μεταφορᾶς τῆς τῶν ὁp. (τῆς γῆς om.) Brand. καὶ φόνοι περὶ τὴν διανομὴν τῆς γῆς. ἐπενόησαν οὗν ὁροθέσιά τινα πρὸς δήλωσιν τῶν τόπων, καὶ ἐπαύσαντο τοῦ πολεμεῖν. διὸ καὶ ἄκαινα μέτρον κέκληται παρ’ αὐτοῖς παρὰ τὴν στέρησιν ἰοῦ φόνου· καίνω γὰρ τὸ φονεύω. οὕτως οὖν καὶ οἱ ἐξηγηταὶ τῶν φύσεων ὁρισμοί, τοῦ δικαίου καὶ τῆς ἀντιστροφῆς στοχαζόμενοι, οὐδὲ ἐλλείπειν θέλουσιν οὐδὲ πλεονάζειν· τότε γὰρ μόνον ἀντιστρσ̓́ᾑͅουσιν, ἀντὶ τοὐ ἰσόστροφοί εἰσι τῷ πράγματι· τὸ γὰρ ἀντί ἐπὶ τοῦ ἴσου λαμβάνεται, ὥσπερ ἀντίθεος καὶ ἀντιάνειρα καὶ τὰ τοιαῦτα. καὶ θαυμαστὸς ὁ τῆς κακίας τῶν ὁρισμῶν τρόπος· εἴ τε γὰρ ἐλλείψωσι τῇ λέξει, τῷ πράγματι πλεονάζουσιν, εἴ τε πλεονάσωσι τῇ λέξει, τῷ πράγματι, τῷ ὁριστῷ φημι, ἐλλείπουσιν· οἷον ὡς ἵνα εἴπω ‘ὁ ἄνθρωπος ζῷον’, ἰδοὺ τῇ λέξει ἐνέλειπον, ἐπλεόνασα δὲ τῷ πράγματι συμπεριλαβὼν ἀγγέλους καὶ ἄλλα ζῷα. εἰ δὲ πάλιν εἴπω ‘ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν μηχανικόν’, ἐπλεόνασα μὲν τῇ λέξει, τῷ δὲ πράγματι ἐνέλιπον, φημὶ τῷ ὁριστῷ, διότι οὐ πᾶς ἄνθρωπος μηχανικός· εἴ τι μὲν γὰρ μηχανικόν, ἄνθρωπος, οὐκ εἴ τι δὲ ἄνθρωπος, μηχανικόν. τότε οὖν ἀντιστρέφουσιν, ὅτε μήτε | ἐλλείπωσι μήτε πλεονάζωσιν. ἐν τὸ δεύτερον κεφάλαιον.

Τίρτον κεφάλαιον, ἐν ᾧ ζητητέον πόθεν λαμβάνεται πᾶς ὁρισμός. καὶ λέγομεν ὅτι ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τοὐ συναμφοτέτου. καὶ εἰκότως· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, ὑποκείμενον μὲν περὶ ὃ καταγίνεται, τέλος δὲ ὃ προτίθεται ποιῆσαι. τῇ ἰατρικῇ ὑπόκεινται τὰ ἀνθρώπεια σώματα, τέλος δὲ ἔχει τὴν ὑγίειαν, τῇ ῥητορικῇ ὑπόκεινται τὰ ἰδιωτικὰ καὶ πολιτικὰ πράγματα μάτα (ἰδιωτικὰ δὲ λέγω τοὺς ἐπιτροπικοὺς Δημοσθένους λόγους ἢ ὅταν ἑνί τινι συνηγορῇ, πολιτικὰ δὲ τὰ δημόσια πάντα, ὅταν συμβουλεύῃ τῇ πόλει Φιλίππῳ πολεμῆσαι), τέλος δὲ ταύτης τὸ πεῖσαι, τῇ γραμματικῇ ὑπόκεινται πᾶσαι αἱ Ἑλληνίδες φωναί, τέλος δὲ αὐτῆς μηδέποτε ἁμαρτεῖν περὶ αὐτὰς μήτε περὶ μίαν μήτε περὶ πολλάς· ἡ μὲν γὰρ περὶ μίαν ἁμαρτὰς Βαρβαρισμὸς εἴρηται ἡ δὲ περὶ πλείονας σολοικισμός· σολοικισμὸς δὲ εἴρηται ὡς σώου λόγου αἰκισμός.

Εἰ οὖν πᾶσα τέχνη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, εἰκότως οἱ ὁρι- σμοὶ ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τοῦ συναμφοτέρου λαμβάνονται. ἐκ τοῦ ὑπο- κειμένου μέν, ὡς ἵνα εἴπω ‘ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα 5 an <οἱ> 6 οὔτε . . οὔτε Brand. τότε—πράγματι (7) om. P 9 an (cf. V. 15 p. 6,17) 10 λέξη (alt. 1.) C1 11 et 13 6 om. Cc ἐνέλλειπον Cc: an ἐνέλιπον? (cf. V. 15) ἀγγέλους eicias 13 θῆτόν C 15 ἐνέλιπον C: ἐνέλλειπον C2c: ἐνέλειπον P εἴ τι] ἔστι Pc 16 εἴ τι] ἔστι c 17 ἐλλε΄πουσι . . πλεονάζουσιν P 19 τρίτον κεφάλαιον om. P 23 τῇ ἰατρικῇ—ὑγίειαν om. Cc; an <οἷον> τῇ ἰατρικῇ ? 24 ῥητορικῇ] ῥητορ— in ras. C2 τὰ καὶ ἰδιωτικὰ ’olloc. P 20 συνηγορεῖ P συμβουλεύῃ scripsi: συνεβολ\΄υλευεν CPc 28 αἱ supra scr. C2 ἁμαρτάνειν P 29 ἡ (ante μὲν)] El P ἁμαρτὰς] ἁμαρτάνει P 30 ἡ δὲ—σολοικισμός in mrg. C σολοικισμὸς δὲ εἴρηται om. Cc καταγινομένη', ἐκ τοῦ τέλους δὲ ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική’. δεῖ δὲ εἰδέναι ὅτι ἐπὶ πασῶν τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν μόνος ὁ ἐκ τοῦ συναμφοτέρου τέλειος ὁρισμός, ἐπειδὴ τὰ ὑποκείμενα αὐταῖς καὶ ἄλαις ὑπόκεινται τέχναις, οἷον τὰ ἀνθρώπεια σώματα ὑπόκεινται κουρεῖ, παιδοτρίβῃ. ἀλλὰ καὶ τὰ πολιτικὰ ὑπόκεινται καὶ ἄλλαις ὁμοίως. καὶ τὰ τέλη οὐχ ὑπὸ μόνων τῶν εἰρημένων γίνονται, ἀλλὰ καὶ ὑπὸ τύχης καὶ ὑπὸ ἄλλων τινῶν· τὴν γὰρ ὑγείαν οὐ μόνος ἰατρὸς ποιεῖ,’ ἀλλὰ καὶ ἐκ τύχης γίνεται, ὡς εἴρηται ἐν τῷ Περὶ αἱρέσεων. καὶ γραῦς ἐπᾴδουσα ὑγείαν ποιεῖ καὶ περίαπτον ὁμοίως. καὶ ἡ πειθὼ οὐχ ὑπὸ μόνης ῥητορικῆς γίνεται ἀλλὰ καὶ χρυσὸς πείθει καὶ κάλλος πείθει καὶ ἕτερα πολλά. ὁ γοῦν Ὑπερείδης ὁ ῥήτωρ συνηγορῶν Φρύνῃ τῇ πόρνῃ, αἰσθόμενος ἐν τοῖς ἑαυτοῦ ἐπιλόγοις ὅτι οὐκ ἔπεισε τοὺς δικαστάς, ἐπέτρεψε τῇ πόρνῃ διαρρῆξαι τοὺς χιτῶνας, καὶ τότε διὰ τῆς τῶν μαζῶν θέας εἶλεν 395 αὐτοὺς.

Κριτέον οὖν τὰς ἕξεις οὐκ ἐκ τοῦ τέλους ἀλλ’ ἐκ ἰῆς τοῦ τέλους παρασκευῆς· ἴδιον γὰρ ἰατροῦ οὐ τὸ ὑγιάσαι ἀλλὰ τὸ μηδὲν παραλιπεῖν τῶν εἰς ὑγείαν ἀγόντων, καὶ ῥήτορος τέλος οὐ τὸ πεῖσαι ἀλλὰ τὸ μηδὲν παραλιπεῖν τῶν εἰς πειθὼ ἀγόντων. εἰκότως οὖν ἐπὶ μὲν τῶν ἄλλων ιεχ̓νῶν καὶ ἐπιστημῶν μόνος ὁ ἐκ τοῦ συναμφοτέρου τέλειος ὁρισμός, ἐπὶ δὲ τῆς φιλοσοφίας καὶ ὁ ἐκ θατέρου τέλειος, διότι τὸ ὑποκείμενον τῇ φιλοσοφίᾳ ἄλλῃ τέχνῃ ἢ ἐπιστήμῃ οὐχ ὑπόκειται.

Πρᾶξις δ΄.

Μεμαθήκαμεν διὰ τῶν φθασάντων ὅτι οἱ ὁρισμοὶ ἐκ τριῶν λαμβάνονται, ἐκ τοῦ ὑποκειμένου, ἐκ τοῦ τέλους, ἐκ τοῦ συναμφοτέρου· φέρε οὖν μάθωμεν τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς καὶ· πῶς ἐκ τούτων ὁρίζεται. δεῖ εἰδέναι ὅτι πάντα τὰ ὄντα ὑπόκεινται τῇ φιλοσοφίᾳ, διὸ καὶ γνῶσις τῶν ὄντων ἐστὶν ὡς μόνη πάντα γινώσκουσα·ι αί μὲν γὰρ ἄλλαι τέχναι ἤγουν ἐπιστῆμαι περὶ ἓν καταγινόμεναι ἓν μέν τι γινώσκουσι, πολλὰ δὲ ἀγνοοῦσι, καὶ μᾶλλον ἄγνοια εἰσιν ἤπερ γνώσεις· δὲ φιλοσοφία μᾶλλον γνῶσις ὡς πάντα τὰ ὄντα ἐπαγγελλομένη εἰδέναι. τέλος δὲ τῆς φοσοφίας τὸ διὰ τῆς γνώσεως πάντων τῶν ὄντων ἐπὶ γῆς δεῖξαι τὸν ἄνθρωπον καὶ τοιοῦτον οἷον τὸν Λυκοῦργον ἡ Πυθία προσεῖπεν· 1 ὑγιείας constanter P post περιποιητική add. δεῖ δὲ εἰδέναι (sed punctis del.) C 4 ἐπειδὴ scripsi: ἐπὶ δὲ Cc: ἐπεὶ δὲ P 5 τέχναις—ὑπόκεινται om. P G καὶ κουρεῖ καὶ παιδοτρίβῃ Mon. 399 (reclius) ἄλλοις P 7 μόνον P 8 ὑπὸ (utrobique) om. P μόνον ὁ ἰατρὸς P 9 Περὶ ἂp.] suum aliquem librum spectat (cf. Diels Doxogr. p. 79) γραῦς] αῦς superscr. C2 12 ‘Υπερίδης c (cf. fr. LXII ed.2 Blass) 13 ἐπιλόγοις] λόγοις Brand. 14 διαρῆξαι C1 χιτόνας C1 17. 19 παραλείπειν (utiobiqiie) P 20 an ὁp. τελ. colioc? 28 τῶν ὄντων ἐστὶν om. Cc 29 τι ante prius ἓν coll. P 30 καὶ μὰλλον—γνῶσεις om. P ἤπερ scripsi: εἴπερ Cc 32. 33 ἐπὶ γῆς] ἐπίγειον c (cf. p. 7,24. 12,14) ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν· δίζω εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα. καὶ μὴ νομίσῃς, ἐπειδὴ εἶπε “δίζω.” ὅτι ἠγνόει [κατὰ τἀς Ἑλλήνων φημὶ ψευδεῖς δόξας] (ἦ γὰρ ἂν ἡ Πυθία ἑτέρας ἐδεῖτο Πυθίας), ἀλλ’ φύσει ἀμφίβολον ἦν εἰ θεὸς ὁ Λυκοῦργος ἢ ἄνθρωπος. τὰ δὲ ἀμφιβαλλόμενα ἄλλως οὐ γινώσκεται, εἰ μὴ μετὰ τοῦ ἀντιπεριβάλλειν· ὥσπερ γὰρ τὸ χλιαρὸν μέσον ὂν ψυχροῦ καὶ θερμοῦ, ἐὰν εἴπωμεν αὐτὸ θερμόν, φευδόμεθα, ὁμοίως καὶ ψυχρόν· εἰ δὲ μετὰ ἀμφιβολίας εἴπωμεν ‘ουκ οἶδα τί αὐτὸ καλέσω, θερμὸν ἢ ψυχρόν’, ἔννοιαν παρέχομεν τῷ ἀκούοντι, ὅτι μετέχει καὶ θεοφιλότητος, μετέχει καὶ ψυχρότητος. ὁμοίως καὶ τὸ | φαιὸν 396 μέσον ὂν λευκοῦ καὶ μέλανος, ἐὰν εἴπωμεν αὐτὸ λευκόν, ψευδόμεθα, ὁμοίως καὶ μέλαν· εἰ δὲ μετὰ ἀμφιβολίας, δῆλον γίνεται τῷ ἀκούοντι, ὅτι μετέχει ἑκατέρου. οὕτως καὶ ἡ Πυθία εἰ εἶπεν αὐτὸν θεόν, ἐψεύδετο ἄνθρωπον ὄντα, καὶ εἰ ἄνθρωπον εἶπεν αὐτόν, ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν ἀγελαίων, ἐψεύδετο (οὐ γὰρ ἦν τοιοῦτος), ἀλλὰ ἔνθεον ἄνθρωπον αὐτὸν εἶπεν. ὁμοίως καὶ ὁ Πλατῶν ἐν τοῖς Νόμοις εἰσάγει τὸν Σωκράτη ἐρωτῶντα Κρῆτα καὶ Λάκωνα πολίτην περὶ Μίνωος καὶ Λυκούργου, οὕς ᾔδει νομοθέτας, Μίνω μὲν Κρητῶν, Λυκοῦργον δὲ Λακώνων· ‘θεὸς ὑμῖν, ὦ ξένοι, ἤ τις ἀνθρώ- πων τῆς.αἰτίας τῶν νόμων γέγονεν αἴτιος;' καὶ ἀπεκρίνατο ὁ Κρὴς ὡς τιμιώτερος· ‘θεός, ὦ ξένε, θεός’· τιμιώτερος γὰρ ὁ Μίνως διὰ τὸν Δία· λέγουσι γὰρ αὐτὸν Ἕλληνες ὑπὲρ ἐννέα ἔτη ἀνιέναι πρὸς τὸν Δία διορθώ- σεως τῶν νόμων χάριν, καὶ τοῦτο αἰνίττεται Ὅμηρος λέγων ἐννέωρος βασίλευε Δῖός μεγάλου ὀαριστής. τοιοῦτον οὖν ἡ φιλοσοφία θέλει δεῖξαι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς.

Ἐπεὶ οὖν ἔγνωμεν τί τὸ τέλος τῆς φιλοσοφίας καὶ τί τὸ τί τὸ ὑποκείμενον αὐτῇ, φέρε εἴπωμεν καὶ πῶς ἐκ τούτων ὁρίζεται. δεῖ εἰδέναι ὅτι ἕξ εἰσιν ὁρισμοὶ τῆς φιλοσοφίας καὶ οὔτε πλείους οὔτε ἐλάττους, δύο ἐκ τοῦ ὑποκειμένου. δύο ἐκ τοῦ τέλους, εἷς ἐκ ἰῆς ὑπεροχῆς καὶ εἷς ἐκ τῆς ἐτυμο- λογίας. ἡ δὲ τάξις αὐτῶν ἐστιν αὕτη· ἔσχατος πάντων ὁ ἐκ τῆς ἐτυμολογίας, ὡς περὶ φωνὰς μόνας ἠσχολημένος καὶ οὐδὲν τοῦ πράγματος λέγων τῆς φιλοσοφίας περὶ τὰ ὄντα ἐπτοημένης. μετ’ αὐτόν ἐστιν ὁ ἐκ τῆς 1 ἦλθες P: ἥκεις Herod. 1,65 d) Λυκοῦργε Ρ: w Λυκόοργε Herod.: ὧδε Λυκοῦργε Brand. 2 δίζω ex δείζω corr. C εἰ] ἡ Herod. Dav. ἠέ καὶ ἄνδρα] ἢ ἄνθρωπον Herod. David. 3 κατὰ τὰς Ἑλ. φ. ψευδ. δόξας inclusi (cf. p. 12,1) 5 εἰ] ἢ P δὲ] γὰρ c 5. 6 ἀμφιβαλόμενα P G ἀμφιβάλειν CP 7 εἴπομεν P 9 καλέσο C ἔνοιαν G παρέχωμεν Cc 11 ὂν om. P εἴπομεν P 13 ἐψεύδετε C 14 αὐτὸν om. P ἀγελαίων ex ἀγελεων corr. C 15 αὐτὸν ἄνθρωπον colloc. Cc 16 ὁ Πλατῶν ἐν τοῖς Νόμοις] 1,1 p. 624 Α σωκράτην P 17 μίνωος] μίνωνος P μίνω] μείνω P 18 θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν αἰτίαν τῶν νόμων διαθέσεως Plat., unde pro τῆς αἰτίας τῆς διαθέσεως 20 θεός, ὦ ξένε, θεός τιμιώτερος om. Cc μίνος P διὰ τῶν δία P 21 ἐνέα (sic) supra scr. C2 22 αἰνίτται C Ὅμηρος] τ 179 23 ἐννέωρος C2: ἐννέορος C1P βασιλεῦ P ὀαριστής] ὁ ἀἰνίτται C: ὁ ἀρίστις P: ὀαριστὺς c 24 τῆς om. P 27 οἰ ὀρισμοὶ c ὑπεροχῆς, ἐπειδὴ τὰ κοινὰ προηγοῦνται τῶν ἰδικῶν καὶ κοινοὶ μὲν πάσης τέχνης καὶ ἐπιστήμης ὁρισμοὶ οἱ ἐκ τοῦ ὑποκειμένου καὶ ἐκ τοῦ τέλους λαμβανόμενοι, ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὁρισμὸς ἵδιος τῆς φιλοσοφίας· μόνη γὰρ αὕτη ἐκ τῆς ὑπεροχῆς ὁρισμὸν ἔσχε τῶν ἄλλων, ὡς εἴρηται, ἐκ τοῦ συναμφοτέρου ὁριζομένων. μετὰ δὲ τὸν ἐκ τῆς ὑπεροχῆς εἰσιν οἱ ἐκ τοῦ τέλους, καὶ μετὰ 〈τοὺς ἐκ〉 τοῦ τέλους εἰσὶν οἱ ἐκ τοῦ ὑποκειμένου· ἀεὶ γὰρ τὸ ὑποκείμενον προηγεῖται τοῦ τέλους. καὶ οὕτως μὲν ἀναλυτικῶς. συν- θετικῶς δὲ πάλιν οὕτως· πρῶτος ὁ λέγων ‘Υνῶσις τῶν ὄντων ᾗ ὄνια ἐστἴ, δεύτερος ὁ λέγων ‘Υνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, μετ’ αὐτὸν ὁ λέγων ‘ μελέτη θανάτου’, τέταρτος ὁ λέγων ‘ ὁμοίωσις θεῷ κατὰ τὸ | δυνατὸν ἀνθρώπῳ’, πέμπτος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ‘τέχνη τεχνῶν 397 καὶ ἐπιστήμη ἐπιστημῶν’ , ἕκτος ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ‘φιλία σοφίας’. αὕτη μὲν ἡ τάξις.

Ἐφ' οἷς εἴπωμεν τίνες εὗρον τοὺς ὁρισμοὺς τῆς φιλοσοφίας. δεῖ εἰδέναι ὅτι τὸν ἐκ τῆς ἐτυμολογίας τὸν ἕκτον καὶ τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκει- μένου ὁ Πυθαγόρας εἶπε, τοὺς δύο τοὺς ἐκ τοῦ τέλους ὁ Πλατῶν, τὸν μὲν ἐν Θεαιτήτῳ τὸν λέγοντα ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, τὸν δὲ ἔν Φαίδωνι τὸν λέγοντα ‘μελέτη θανάτου’, τὸν ἐκ τῆς ὑπεροχῆς Ἀριστοτέλης φησὶν ἐν τῇ Μετὰ τὰ φυσικά.

Ἐφ' οἷς ἀποροῦσί τινες ὅτι ἴδιά τί ἓξ ὁρισμοὶ τῆς φιλοσοφίας;’ καὶ λέγομεν τούτου αἰτίαν τοιαύτην· ὅτι ἡ φιλοσοφία οὔτε πρᾶγμά ἐστιν ἀνώνυμον, οἷα πολλά εἰσιν ἡ γὰρ πρὸς μουσικὴν ἐπιτηδειότης ὄνομα οὐκ ἔχει· οὐδὲ γὰρ λέγεται μουσικότης), ἀλλ’ οὐδὲ φωνὴ ἄσημος· ἐπεὶ οὖν καὶ ὀνομάζεται καὶ ὑφέστηκε, διότι μὲν ὀνομάζεται, ἔχει τὸν ἐκ τῆς ἐτυμολογίας, ῇ δὲ ὑφέστηκε, τὸ εἶναι ἐν πρώτῃ ἔσχεν ἐπιστήμη, καὶ ᾗ μὲν ἐν πρώτῃ, τὸν ἐκ τῆς ὑπεροχῆς ἔσχε τὸ γὰρ πρῶτον ὑπεροχή), ᾗ δὲ ἐπιστήμῃ, ἔσχε τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκειμένου καὶ τοὺς δύο τοὺς ἐκ τοῦ τέλους. ἐφ’ οἷς ἀποοͅοῦσινὅτι ‘διὰ τί δύο ἐκ τοῦ ὑποκειμένου καὶ δύο ἐκ τοῦ τέλους;' καί φαμεν πρὸς τοῦτο ὅτι τὸ ὑποκείμενον διττόν, ἢ καθόλου ἡ μερικόν, οἷον τῷ τέκτονι ὑπόκειται καὶ τόδε τὸ ξύλον, τὸ ἀκάνθινον φέρε εἰπεῖν ἡ δρύινον, καὶ πᾶν ξύλον. διὰ μὲν οὖν τὸ καθόλου ἔσχε τὸν λέγοντα ‘γνῶσις τῶν ὄντων ὄντων ὄντα ἐστί, διὰ δὲ τὸ μερικὸν ἔσχε τὸν λέγοντα ‘γνπῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. ὁμοίως τὸ τέλος διττόν, προσεχὲς ἢ πόρρω, οἷον προσεχὲς τέλος τῷ ἰατρῷ τήνδε τὴν διάθεσιν ὑγιάσαι, τὴν πυρεκτικὴν φέρε εἰπεῖν, πόρρω δὲ πᾶσαν διάθεσιν ὑγιάσαι. διὰ μὲν οὖν τὸ προσεχὲς ἔσχε τὸν λέγοντα ‘μελέτη 2 ὑποκείμενοι c 4 εἴρηται] p. 6,3 5 ὁριζομένου P 6 τοὺς ἐκ τοῦ τέλους scripsi: τοῦ τέλους Cc: τούτου P 7 τὸ ὑπο— in ras. C2 7. 8 συνθετικὸς C1 (corr. m.2) ῇ] ἢ CPc 9 τε om. Cc (cf. v. 32) μετ’ αὐτὸν] τρίτοςP 10 ὁμοίωσις]ὁμοίως P 11 πέμπτος] εἶτα P 12 καὶ ὁ ἕκτος ἐτυμολογίας ἔσχατος ὁ λέγων λέγων φιλοσοφία σοφίας P φιλία supra scr. C2 15 τὸν (prius) om. P IG Πυθαγ.] cf. Diog. L. 1,12 ἐν Θεκιτήτῳ] p. 176 A. B ἐν Θαίδωνι] p. 64 A. 67 E ἐν τῇ Μετὰ φυσικά] Α 2 p. 982*4 sq. 22 ἡ γὰρ—μουσικότης in litura XXII fere litt. om. Cc ἧι scripsi: εἰ P 24 τὸν] τὴν c 25 ἐν (post μέν) om. c 26 ὑπεροχῆς (alt. 1.) P 29 τέκτον P 30 φέρει P 31 οὖν om. P 33 ante (alt.) τέλος ras. || litt. C 35 προσσεχές C θανάτου', διὰ δὲ τὸ πόρρω ἔσχε τὸν λέγοντα ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· προσεχέστερον γὰρ τὸ καθαρᾶι τὴν ψυχὴν ἑαυτοῦ, εἶτα καθαρθεῖσαν ἐξομοιῶσαι θεῷ· πρότερον γὰρ καθαίρει τις ἑαυτὸν καὶ εἶθ’ οὕτως ἐξομοιοῦται θεῷ· μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτὸν κατὰ τὰς Πλάτωνος φωνάς.

Τινὲς δὲ προστιθέασι καὶ ἄλλον ὁρισμὸν ἕβδομον· οἱ γὰρ | ἰατροί, 398 χάλκεα χρυσέων ἀμειψάμενοι, οὐκ ἔμπαλιν χρύσεα χαλκείων καθ’ Ὅμηρον, τοὺς ὁρισμοὺς ἤμειψαν καὶ τὴν ἰατρικὴν ὡρίσαντο φιλοσοφίαν σωμάτων, τὴν δὲ φιλοσοφίαν ἰατρικὴν ψυχῶν. ἀλλ’, ὦ ἰατροί, διάλληλος ἡ τοιαύτη δεῖξις τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύουσα. διάλληλος δέ ἐστι δεῖξις, ὅτε δύο τινῶν ἀμπιβαλ͂λομένων πραγμάτων ἑκάτερον διὰ τοῦ λοιποῦ θελήσωμεν πιστώσασθαι, οἷον ἀγνοῶν ποῦ μένει Θέων καὶ ποῦ μένει Δίων, εἰ ἐρωτήσω ῾ποῦ μένει Θέων’ καὶ εἴπῃς οπου Δίων’, εἰ ἐπανερωτήσω ‘καῖ ποῦ Δίων’ καὶ εἴπῃς ‘ὅπου Θέων’. ὁμοίως ‘ ἡ δεῖνα τέτοκεν, ἐπειδὴ γάλα ἔχει, γάλα δὲ ἔχει, ἐπειδὴ τέτοκε’. φευκτέα δὲ ἡ διάλληλος δεῖξις παρὰ φιλοσόφοις, ὡς τὰ αὐτὰ τῶν αὐτῶν πρότερα ποιοῦσα καὶ ὕστερα, σαφέστερα καὶ ἀσαφέστερα, αἴτια καὶ αἰτιατά· ὅτε μὲν γὰρ διὰ τοῦ Δίωνος δείκνυται ποῦ μένει Θέων, ὁ Δίων σαφέστερός ἐστι, πρότερος, αἴτιος· ὅτε δὲ ἔμπαλιν διὰ τοῦ Θέωνος γίνεται ἡ δεῖξις, ὁ Θέων σαφέστερός ἐστι καὶ πρότερος καὶ αἴτιος. ἄλλως τε ἀδολεσχίαν εἰσάγει ὁ λόγος· εἰ γὰρ Θέων μένει ὅπου Δίων, Δίων δὲ μένει ὅπου Θέων, Θέων ἄρα μένει ὅπου Θέων. καὶ εἰ ἡ δεῖνα τέτοκεν ἐπειδὴ γάλα ἔχει, γάλα δὲ ἔχει ἐπειδὴ τέτοκε, τέτοκεν ἄρα ἐπειδὴ τέτοκεν, ὅπερ ἐστὶν ἀδολεσχῆσαι. φευκτέον οὖν τὸ τοιοῦτον οὐ μόνον ἐπὶ τῶν ἀποδείξεων, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρισμῶν ἀρχῶν ὄντων ἀπο- δείξεως. καὶ οὗτος δὲ ὁ ὁρισμὸς ἀνάγεται ὑπὸ τὸν ἐκ τοῦ τέλους τὸν λέ- γοντα ‘μελέτη θανάτου’· ὁ γὰρ θάνατος τῆς ἀκολάστου ζωῆς ἰατρεία ψυχῆς ἐστιν.

Ἄλλον ὄγδοον ὁρισμὸν ἀναφέρουσι τῷ Πλάτωνι εἰρημένον ἐν Φαίδωνι· φησὶ γὰρ ἐκεῖ τὴν φιλοσοφίαν μεγίστην μουσικήν, μουσικὴν δὲ οὐ χορδὰς ἁρμόζουσαν (εὐτελὲς γὰρ τοῦτο), ἀλλὰ τὰ μόρια τῆς ψυχῆς, λόγον, θυμόν, ἐπιθυμίαν, ἵνα ὁ μὲν λόγος ἀεὶ ἄρχῃ, ὁ δὲ θυμὸς ἄρχηται ὑπὸ τοῦ λόγου καὶ ἄρχῃ τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία ἄρχηται· ὅταν γὰρ ταῦτα ἰδιοπρα- γῶσι, σώζεται ἡ ἁρμονία τῆς ψυχῆς· εἰ δὲ τὰ χείρω τυραννήσει, ποιεῖ ἀναρμοστίαν, ἐὰν ἡ ἐπιθυμία κρατήσῃ, ὡς ἐπὶ τῆς Φαίδρας δι’ ἔρωτα 2 αὐτοῦ c an εἶτα <τὴν> ? 3 καθαρεῖ (alt. Ι.) P καὶ om. P 4 οὐχὶ] ou (sed post οὐ II litt. erasae) Cc 5 τὴν Πλάτωνος φωνήν P (cf. Phaedo. p. Gl Β) 6 ἰατροί] οἱτροί (sic) C 7 καθ’ Ὅμηρον] cf. Z 235 9 διάλληλος—δεικ͂νύουσα (10) οm. P 10 δὲ] ἥδε Brand. 12 καὶ ποῦ μένει Δίων, εἰ ἐρωτήσω ποῦ μένει Θέων om. c 19 γένηται P 21 θέων (tertim)] δίων P εἰ om. P 25 ὄι ὁρισμὸς om. Cc post τέλους add. ὁρισμὸν Cc 26 ἰατρία C 28 τῷ πλάτων P Φαίδωνι Dav.: Θεαιτήτῳ CPc (cf. Phaedo. p. 61 A) 30 ἐντελὲς Cc 31. 32 ἄρχει (utrobique) 32 δὲ om. P ἄρχεται P 33 an τυραννήσῃ? 34 ἐναρμοστίαν P an <οἷον> ἐὰν ? ἐπὶ τῆς Φαίδρας] cf. Eur. Hippol. 772 ἀπαγξαμένης, ἢ ὅταν ὁ θυμὸς κρατῇ τοῦ λόγου, ὡς ἐπὶ τῆις Μηδείας φασκούσης καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. | ἀλλὰ καὶ οὗτος ὁ ὁρισμὸς ἀνάγεται ὑπὸ τὸν ἐκ τῆς ὑπεροχῆς· τὸ γὰρ 399 μέγιστον ὑπεροχή ἐστιν.

Πρᾶξις ε΄.

Μετὰ τὸ πλῆθος τῶν ὁρισμῶν τῆς φιλοσοφίας καὶ τὴν τάξιν αὐτῶν καὶ τοὺς εὑρετὰς αὐτῶν καὶ τὴν αἰτίαν, δι’ ἥν εἰσιν ἕξ (ἐκ διαιρέσεως τοῦτο δέδεικται καὶ ἐκ τοῦ ἀνελεῖν ἡμᾶς τοὺς προστεθέντας δύο), φέρε ἔλθωμεν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν. πρῶτος τοίνυν ὁρισμός ἐστι τῆς φιλοσοφίας ἐκ τοῦ καθόλου ὑποκειμένου λαμβανόμενος καὶ εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ‘γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’. καὶ οὐκ ἔχομεν εἰπεῖν ἐν ποίῳ συγγράμματι ὁ Πυθαγόρας εἶπεν αὐτόν· οὐδὲ γὰρ κατέλιπε συγγράμματα, ἀλλ’ ὅπερ τοῖς ἄλλοις τὰ συγγράμματα, τοῦτο ἐκείνῳ οἱ μαθηταί· οὐδὲ γὰρ ὡς ἐν ἀγγείῳ ἀψύχῳ ᾤετο δεῖν καταλιπεῖν τοὺς ἑαυτοῦ λόγους, διότι οὐδὲν πλέον ὑπὲρ ἑαυτῶν ἢ τῶν διδασκάλων δύνανται ἀπολογεῖσθαι. καλῶς δὲ πρόσκειται ἐν τῷ ὁρισμῷ τὸ ‘ῇ ὄντα’ ἀντὶ τοῦ ‘καθὸ ὄντα’, ἵνα * * οἶδε τὴν φύσιν τῶν ἀστέρων τὸ πόθεν εἰσὶ καὶ τὴν φύσιν τῶν ἀνθρώπων· οὐδὲ γὰρ πόσοι οἱ ἀστέρες ἢ πόσοι οἱ ἄνθρωποι θέλει εἰδέναι, ἀλλὰ τὴν φύσιν αὐτῶν· ὁ γὰρ τοὺς ἀνθρώπους ᾗ ἄνθρωποι ἐπιστάμενος οὗτος καὶ τοὺς γεγονότας καὶ τοὺς ὄντας καὶ τοὺς μέλλοντας εἴσεται, καὶ κατὰ τὸν ποιήτην μάντις ἄριστος, ὅς κ’ εἴδῃ τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα.

Ἀποροῦσι δέ τινες ὅτι ‘διὰ τί μὴ εἶπε πάντων τῶν ὄντων;’. καὶ λέγομεν ὅτι τῷ ‘ῇ ὄντα’ συμπεριέχεται τὸ πάντων· ὁ γὰρ τὸ ὂν ᾗ ὂν εἰδὼς καὶ πᾶν ὂν οἶδε, καὶ ὁ τὸν ἄνθρωπον ᾗ ἄνθρωπος εἰδὼς καὶ πάντα ἄνθρωπον οἶδεν. ἢ καὶ ἄλλως· ὅτι τὸ ‘τῶν’ ἄρθρον ἰσοδυναμεῖ τῷ πάν. τῶν· τὰ γὰρ ἄρθρα τοῖς καθόλου προσδιορισμοῖς ἰσοδυναμεῖ, εἰ μὴ ἀναἀπ 1 ἀπ . . αγξαμἐνης (II litt. erasae) C ἐπὶ τῆς Μηδείας] cf. Eur. Med. 1060, ineinoiia Chrysippea cf. Gal. plac. Hipp. 273,1. 382,11 Miiller 3 καὶ μανθάνω μέν] . αἷμα . θ.. . . (VI litt. erasae) C: αἷ μ’ ἀθλίαν C2Pc 5 τὸν] τῶν P 6 ὑπεροχῆς P 9 ὅτι ἐκ διαιp. P 10 ἔλθομεν P 12 λαμβ.—ἀναγόμενος om. P post πυθαγόραν IV litt. erasae C 13 ἔχωμεν P: ἔχω μὲν Brand. 14 κατέλειπε C1 15 ἀλλ’ ὅπερ Brand.: ἀλλ’ ὃ Cc: ἀλλόπερ P τούτω P 17 αὐτῶν P δύναται P 18 post ἵνα defectum signavi, addas δηλώσῃ ὅτι ἡ φιλοσοφία 19 τῶν ἀστέρων - φύσιν om. P τὸ πόθεν εἰσὶ eicias 22 τὰς γεγονότας P 22. 23 κατὰ τὸν ποιητὴν] Horn. Α 69 24 μάντης P: οἰωνοπόλων όχ’ Horn. 25 κ’ ἴδη Cc: εἴδει P: ᾔδη Horn. τε ὄντα (pr. 1,) P ἐσόμενα CPc 27 τῶ] τὸ P ἦ ὂν om. Cc 28 ante πᾶν add. πάντα ἄνθρωπον οἶδε P ὁ τὸ ὅτῳ P ri ἄνθρωπος om. Cc 29 τῶν] ἦ (sed in ras. Ill litt. m.2) Cc τῶ] τὸ P φορικὰ εἴη, οἷον ῾ὁ ἄνθρωπος ἦλθε᾿· τοῦτο γὰρ ὡς ἐπὶ ἐγνωσμένου λέγε- τᾶι ἀνθρώπου. εἰ δὲ εἴπω ὅτι ὁ ἄνθρωπος ζῷον, ἰσοδυναμεῖ τὸ ‘ὁ ἂνθρωτος’ τῷ ‘πᾶς ἂνθρωτος’· πᾶς γὰρ ἄνθρωπος ζῷον. ἄλλη πάλιν ἀπορία· εἰ πάντα τὰ ὄντα γινώσκει ἡ φιλοσοφία, περίεργοι αἱ ἄλλαι τέχναι· οὐδὲν γὰρ εὑρίσκεται ὑποκείμενον ι αὐταῖς. καὶ λέγομεν ὅτι τῇ φιλοσοφίᾳ ὑπόκεινται 400 πάντα τὰ ὄντα πρὸς γνῶσιν καὶ θεωρίαν μόνον, ταῖς δὲ ἄλλαις τέχναις, ἵνα πράξωσί τι περὶ αὐτά· οἷον ἡ φωνὴ ὑπόκειται τῷ φιλοσόφῳ, ἵνα γνῷ τὰ αἴτια αὐτῆς καὶ ὑπὸ ποίας δυνάμεως γίνεται, τῷ δὲ γραμματικῷ, ἵνα τι πράξῃ περὶ αὐτὴν καὶ γνῷ τὴν συνθήκην αὐτῆς. τὰ ἀνθρώπινα σώματα ὑπόκεινται τῷ φιλοσόφω, ἵνα γνῷ τὴν φύσιν αὐτῶν μόνον καὶ τὰ στοιχεῖα, τῷ δὲ ἰατρῷ, ἵνα ἐργάσηται περὶ αὐτὰ ὑγείαν. εἰ δὲ λέγεις ὅτι τί οὗν; οὐ προγινώσκει ὁ ἰατρός;’, καὶ λέγομεν ὅτι προγινώσκει, ἵνα μὴ μόνον εἰδῇ αὐτὰ ὡς ὁ φιλόσοφος, ἀλλ’ ἵνα καὶ πράξῃ τι διὰ τῆς προγνώσεως. ὁμοίως καὶ ὁ γραμματικὸς οἶδε τὰ ὀκτὼ μέρη τοῦ λόγου, οὐχ ἵνα εἰδῇ αὐτὸ τοῦτο, ἀλλ’ ἵνα ἐργάσηται Ἑλληνίδα φωνήν. καὶ ἀπλῶς εἰπεῖν ὁ φιλόσοφος τὰς φύσεις αὐτῶν οἶδεν, αἰ δὲ ἄλλαι τέχναι τὰ συμβαίνοντα τοῖς οὖσιν.

Ἂλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ μερικοῦ ὑποκειμένου λαμβανόμενος καὶ αὐτὸς εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων. πραγμάτων’. τί φής, ὦ Πυθαγόρα, θεῖα καὶ ἀνθρώπινα μόνον οἶδεν ἡ φιλοσοφία, οὐκ οἶδεν ἵππου φύσιν καὶ βοὸς καὶ φυτοῦ καὶ τῶν ἄλλων ἀπάντων; καὶ λέγομεν ὅτι πάντα περιέλαβε· διττῶν γὰρ ὄντων πάντων, ἢ ἀιδίων ἢ φθαρτῶν, καὶ ἐν μὲν τοῖς ἀιδίοις προὔχοντος τοῦ θείου, ἐν δὲ τοῖς φθαρτοῖς τοῦ ἀνθρωπείου, ἀφ’ ἑκάστου τοῦ τιμιωτέρου μνησθεὶς καὶ τὰ λοιπὰ εἰσήγαγεν. ἐφ’ οἷς ἀποροῦσιν ὅτι ἴδιά τί κἀνταῦθα μὴ πρόσκειται τὸ ᾗ ὄντα ἐστί;’ καὶ λέγομεν ὅτι * * ὅλως ἔφη εἰς διαφορὰς ἐλθεῖν καὶ περιττὸν ἦν τὸ ᾗ ὄνια· μνησθεὶς γὰρ θείων ᾗ θεῖα αὐτὰ οἶδε, καὶ ἀνθρωπείων μνησθεὶς ᾗ ἀνθρώπεια αὐτὰ οἶδεν. πάλιν ἀποροῦσι ὃτι ‘εἰ λέγεις καὶ τὸν πρῶτον ὁρισμὸν πάντα περιλαβεῖν καὶ τοῦτον, τί διαφέρει οὗτος ἐκείνου, καὶ πῶς ἐκεῖνον μὲν καθολικόν, τοῦτον δὲ μερικόν φατε; πρὸς ὃ λεκτέον ὅτι αὐτὸ τοῦτο μερικὸν αὐτὸν ποιεῖ τὸ μνησθῆναι αὐτὸν ὀνομαστὶ θείων καὶ ἀνθρωπίνων. δεῖ δὲ εἰδέναι ὅτι πλεονεκτεῖ ὁ πρῶτος ὁρισμὸς τὸν δεύτερον συντομίᾳ καὶ ἀκριβείᾳ, συντομίᾳ μὲν εἰπὼν ‘τῶν οντων’, ακριβείᾳ δὲ προσκειμένου τοῦ ‘ᾗ ὂντα’. ὁ μέντοι δεύτερος πλεονεκτεῖ τὸν πρὸ αὐτοῦ σαφηνείᾳ· ἃ γὰρ ἐκεῖνος ἔκρυψεν, οὗτος ἐσαφήνισεν | εἰπὼν 401 ‘θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. τὰ γὰρ ὄντα ἢ θεῖά εἰσιν ἢ ἀνθρώπινα συνεπινοουμένων τῶν μέσων, ὡς εἴρηται· οὕτως γὰρ ὁ Ζεὺς πατὴρ 1 ὁ om. Cc 2 ὁ ἂνθp. (alt. 1.) αὐταί: ὁ ἄρθρον Cc: ἂρθρον P 4 περιέργως P: πάρεργοι c 6 μόνην Cc 7 αὐταί P οἷον] ὅσον P 9 ἀνθρώπεια P II ὑγίεια (sic) P ὅτι om. P 12 ὁ om. P καὶ eicias εἰδῇ εἰδῇ scripsi : οἶδεν Cc: εἶδεν P 13 γνώσεως Cc 14 οἶδε] οἰδα P εἰδῇ scripsi: οἶδεν CPc 16 αὐτὼν] an τῶν ὄντων? 19 μόνον] μὲν Cc 22 ἢ ἀσδίωνε—μὲν om. P 23 ἀνθρωπείου] ἀνθρώπου Cc 24 ἀφ’ οἷς P 25 ante ὅλως defectum signavi, conicias ἅτι <διὰ τὸ ἐνταῦθα ἃ ὁ πρῶτος ὁρισμὸς> ὅλως ἔφη ἔφη] ἔφθην P ἀποροῦσι add. τινὲς c 28 pr. καὶ] κατὰ P 36 εἴρηται] v. 23 γὰρ om Cc ἀνδρῶν τε θεῶν τε λέγεται, οὐχ ὅτι καὶ τῶν ἄλλων οὐκ ἔστι πατήρ [κατὰ τοὺς Ἑλλήνων ψευδεῖς μύθους], ἀλλὰ διὰ τούτων καὶ τὰ λοιπὰ εἰσάγεται.

Ἄλλος ὁρισμὸς τῆς φιλοσοφίας ἐκ τοῦ προσεχοῦς τέλους λαμβανόμενος ὁ λέγων αὐτὴν μελέτην θανάτου· ἐν γὰρ τῷ Φαάδωνι τῷ διαλόγῳ οὕτως ὁ Πλάτων ὁρίζεται· φηςὶ γὰρ ὅτι ‘κινδυνεύουσιν οἱ φιλοσοφοῦντες λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες πλὴν ἀποθνήσκειν τε καὶ τεθνάναι’, τοῦτ’ἔστιν ἤ καθαροὶ θέλουσι γίωεσθαι ἤ ἤδη κεκαθαρμένοι, ὦν τὸ μὲν θνήσκιν ἐνεστῶτος χρόνου ἐστὶ καὶ δηλοῖ τὸν καθαρτικὸν φιλόσοφον τὸ δὲ τεθάναι παρῳχηκότος καὶ δηλοῖ τὸν κεκαθαρμένον· ὡς συνάγεσθαι ὅτι οὐδὲν ἕτερον μελετῶσιν οἱ φιλόσοφοι ἤ καθαίρεσθαι ἤ κεκαθάρθαι, τοῦτ’ ἔστι φιλοσοφία ἐστὶ μελέτη θανάτου. τὸ δὲ κινδυνεύουσιν’ ἀντὶ τοῦ ‘δι’ἀνάγκης καὶ ἀποδείξεως τοῦτο αὐτοῖς συνάγεται.’ ἐφ’ οἶς ἀποροῦσι λέγοντες· τί φής, ὦ Πλάτων; ὁ φιλόσοφος, ὅν ἔθου τῷ θεῷ ὅμοιον ἐπὶ γῆς, τυραννίδα μελετᾷ κατὰ τοῦ δημιουργοῦ καὶ ὅν ἔδησεν ἐκεῖνος δεσμόν, οὖτος ἐπιχειρεῖ λύειν δίκην τῶν τὰς εἱρκτὰς δραπετευόντων δούλων παρὰ γνώμην τῶν ἀρχόντων; οὐκ αὐτὸς ἔφης ἐν τῷ αὐτῷ διαλόγῳ ἐναντίας φωνὰς ‘ὡς ἔν τινι δὴ φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ ταύτην λύειν, ἄχρις οὖ λύσει ὁ δήσας’; τί οὖν ποιητέον, ὦ Πλάτων; μελετητέον θάνατον διὰ τὴν πρώτην σου ῥῆσιν; οὐ μελετητέον θάνατον διὰ τὴν δευτέραν σου ῥῆσιν; πρὸς ὅ φαμεν ὅτι οὐ διαφωνεῖ ὁ Πλάτων ἑαυτῷ οὔτε ὁ φιλόσοφος προεξανίσταται τοῦ δημιουργοῦ καὶ ὅν ἔδησεν ἐκεῖνος δεσμόν, οὖτος ἐπιχειρεῖ λύειν. ἀλλ’ ἐπειδὴ ὁ θάνατος διττός, μᾶλλον δὲ ἡ ζώη, ἵνα ἀπὸ τῶν σαφεστέρων ἄρξωμαι (σαφέστεραι γὰρ αἱ ἕξεις τῶν στερήσεων)· ἔστι γὰρ φυστκὴ ζωὴ καὶ προαιρετικὴ ζωή, καὶ φυσικὴ μὲν ζωή ἐστι δεσμὸς ψυχῆς καὶ σώματος, ὅτε ἡ ψυχὴ χορηγεῖ αἴσθησιν καὶ κίνησιν τῷ σώματι, ἥν πάντες οἱ ἄνθρωποι ὑπομένομεν, προαιρετικὴ δὲ ζωή ἐστι δεσμὸς ψυχῆς καὶ σώματος, ὅταν ἡμεῖς ἐπιτρέψωμεν τῇ ψυχῇ ἕπεσθαι ταῖς ἡδυπαθείαις τοῦ σώματος· φηςὶ γὰρ οὕτως ὁ Πλάτων ὅτι | ἑκάστη 402 ἡδονὴ δίκην ἥλου προσπερονᾷ τὴν ψυχὴν τῷ σώματι· ταύτην οὐ πᾶς ἄνθρωπος ζῇ, ἀλλ’ὁ ἀκόλαστος μόνον· εἰ οὖν διττὴ ἡ ζωή, καὶ ὁ θάνατος ἄρα διττός· ὁσαχῶς γὰρ τὸ ἀντικέίμενον, τοσαυταχῶς καὶ ἀντικείμενον, ὄντων αὐτῶν ἰσοσθενῶν, ἐπεὶ τὸ ὀσχυρότερον κατακρατήσει καὶ ἔσται ἕν, οὐκέτι δύο. φυσικὸς μὲν οὖν θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, ὅν πάντες ἄνθρωποι ὑπομένομεν, ἡνίκα μὴ χορηγεῖ ἡ ψυχὴ 1.2 κατὰ τοὺς Ἑλλήνων ψευδεῖς μύθους inclusi (cf. p. 7,3) 4 λέγω c αὐτὸν P Φαίδωνι] Φαίδρῳ c (cf. p. 8,18 Phaedo p. 64 A) 5 λεληθῆναι P 8 διλοῖ C 8.9 τὸν καθαρτικὸν — δηλοῖ om. P 9.10 ante κεκαθαρμὲνον add. punctis del. τεθp. C 11. 12 τὸ δὲ κινδυνεύουσιν — συνάγεται fort. eicias 15 et 21 δεσμόν P Dav.: δεσμιόν C: δέσμιον c 15 ἐπιχειρεῖν Ρ 16 ἔφης] Phaedo. p. 62 B 17 δῆ] δὲ Ρ 19 τὴν (ante πρώτην) om. c 19. 20 οὐ — ῥῆσιν iter. P 20 διαφονεῖ Ρ 21 κατεξανίσταται Ρ 24 καὶ προαιρετικὴ ζωή om. P μὲν om. Cc 26 οἱ om. P 28 ἡδειπαθείαις Ρ φηςὶ . . ὁ Πλάτων] Phaedo. p. 83 D 29 προσπερνᾷ Ρ an ταύτην <δὲ>? 31. ἀντιπαρακείμενον Ρ 33 οὖν om. Cc 34 χορηγῆ C τῴ σώματι αἴσθησιν καὶ κίνησιν· προαιρετικὸς δὲ θάνατός ἐστιν, ἡνίκα μὴ συγχωροῦμεν τῇ ψυχῇ ἕπεσθαι ταῖς ἠδυπαθείαις, ἀλλ’ ἐπιστατήσει λοιπὸν ἡ ψυχή, ὅτι αὐτὴ μὲν Ὀλυμπία γηγενὲς δὲ τὸ σῶμα, καὶ οὐ θέμις τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος ἄρχεσθαι. τοῦτον τὸν θάνατον οἱ φιλόσοφοι ὑπομένουσι…

Θ…

The complete text is available when the reading interface loads.