Eliae (olim Davidis) in Aristotelis categorias commentarium
- Scientific editors
- Adolf Busse
- Edition reference
- Eliae in Porphyrii isagogen et Aristotelis categorias commentaria · Berlin · Reimer · 1900
- CTS identifier
urn:cts:greekLit:tlg4020.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΕΞΗΓΗΣΙΣ ΣΥΝ ΘΕΩΙ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΤΗΣ ΦΙΛΟΣΟΦΙΑΣ κ 221r ΑΠΟ ΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Τῶν Ἀριστοτελικῶν ἀρχόμενοι λόγων εὐθὺς ἐκ θυρῶν φίλα τῷ Ἀριστοτέλει διαπραξώμεθα καὶ τὴν φίλην αὐτῷ συντομίαν συνόψει συντομωτάτῃ περιβάλωμεν· σύνοψις γὰρ καὶ συντομία φίλαι τῷ Ἀριστοτέλει, Πυθαγορείῳ κατ’ ἀλήθειαν γεγονότι καὶ τὴν Πυθαγόρου σιωπὴν εἰς τὴν γείτονα βραχυλογίαν μεταγαγόντι. δέκα δέ τισι κεφαλαίοις περικλείομεν τὴν αὐτοῦ φιλοσοφίαν. καὶ πρῶτόν ἐστι τῶν δέκα διὰ τί οὕτως ὠνομάσθη ἡ Ἀριστοτέλους φιλοσοφία, Περιπατητική. ἀλλ’ ἐπειδὴ τοῦτο μερικὸν καὶ ἀφιλόσοφον φιλοκαθόλου γὰρ ὁ φιλόσοφος), τὰ καθόλου ζητείσθω διὰ τίνας καὶ πόσας αἰτίας ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων πολλῶν ὄντων, χιλίων τὸν ἀριθμόν, ὥς φησι Πτολεμαῖος ὁ Φιλάδελφος ἀναγραφὴν αὐτῶν ποιησάμενος καὶ τὸν βίον αὐτοῦ καὶ τὴν διάθεσιν. τρίτον πόθεν δεῖ ἄρχεσθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. τέταρτον τί τὸ τέλος αὐτῶν. καὶ ἐπειδὴ ὅπου ἀρχὴ καὶ τέλος, ἔστι τι καὶ μεταξύ, πέμπτον ζητείσθω τίς ἡ μεταξὺ ὁδός. ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροατὴν κατὰ ζωὴν καὶ γνῶσιν. ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγητήν· μηδὲ γὰρ οὗτος ἐκφευγέτω τὴν βάσανον διὰ τὸ ἀξίωμα τοῦ ἐξηγητοῦ, ἀλλ’ εὐθύνας διδότω ὁποῖός ἐστιν. ὄγδοον τί τὸ εἶδος τῆς φράσεως αὐτοῦ. ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν· οὐδὲ γὰρ ἦν φύσει τοιοῦτος, ὡς δηλοῦσιν αἱ ἐπιστολαὶ αὐτοῦ σαφεῖς οὖσαι καὶ οἱ τόποι καὶ τὰ Μετέωρα πάνυ σαφῆ ὄντα. δέκατον κεφάλαιον πόσα καὶ τίνα δεῖ προλαμβάνειν παντὸς Ἀριστοτελικοῦ βιβλίου.
Ταῦτα πάντα τοῦ Πρόκλου λέγοντος δεῖν προλαμβάνειν ἀρχομένους τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐν τῇ συναναγνώσει σύνταγμα δὲ τούτου Πρόκλειον), καὶ τὴν αἰτίαν μὴ προστιθέντος, φέρε ἡμεῖς ἐκ διαιρέσεως τινος 1. 2 In titulo om. τῆς φιλοσοφίας b 3 θυρεῶν Η 4 αὐτοῦ HP 4. 5 συντομοτάτη H: συντομωτάτην P περιβάλλωμεν HP 5 φίλα b 6 πυθαγορίω Κ Πυθαγόρου σιωπὴν] cf. p. 23,27 8 αὐτοῦ τὴν φιλ. b 11 ποίας b 12. 13 τῶν ἀριθμῶν Κ1 13 Φιλάδ.] φιλόσοφος coni. Rose (recte) 14 διάθεσιν] διαθήκην coni. Rose (recte) 19 διὰ διδότω Η ὄγδοος Κ τί] καὶ b 20 ἔννατον P 22 κεφάλαιον om. b 25. 26 scribas τοῦτο, nisi malis σύντ. δὲ τ. Πρόκλειον eicere 26 καὶ τὴν αἰτίαν om. b προσθῶμεν | καὶ τὴν αἰτίαν. ἡ δὲ διαίρεσις πρόεισιν οὕτως περιέχουσα· 221v ἡ Ἀριστοτέλους φιλοσοφία καὶ ὀνομάζεται καὶ ὑφέστηκε. καὶ ἐπειδὴ ὀνομάζεται, ζητοῦμεν πρῶιον διὰ τί οὕτως ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις καὶ διὰ τί Περιπατητικὴ ἡ τοῦ Ἀριστοτέλους ἐκλήθη φιλοσοφία. ἐπειδὴ δὲ ὑφέστηκεν, ἢ καθ’ ἑαυτὴν ὑφέστηκε νόμῳ τέχνης καὶ ἐπιστήμης ἢ πρὸς ἡμᾶς ὡς διδακτή. ἐπειδὴ οὖν καθ’ ἑαυτὴν ὑφέστηκεν, ἢ ἀπὸ τῶν τελείων ἐπὶ τὰ ἀτελῆ καὶ μερικώτερα χωρεῖ ἢ ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, καὶ ζητοπῦμεν τίς ἡ ἀρχή, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. καὶ οὕτως μὲν εἰ καθ’ ἑαυτήν. εἰ δὲ πρὸς ἡμᾶς, ζητοῦμεν τίς ὁ ἀκροατὴς καὶ τίς ὁ ἐξηγητής. ἐπειδὴ δὲ διαιρέσεως συνταγμάτων ἐμνήσθημεν, ἐν δὲ τοῖς συντάγμασίν ἐστι καὶ λέξις καὶ διάνοια διὰ μὲν τὴν λέξιν ζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως καὶ διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσε, διὰ δὲ τὴν διάνοιαν πόσα καὶ ποῖα δεῖ προλαμβάνειν κεφάλαια τῶν Ἀριστοτέλους συνταγμάτων. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.
Πρῶτον κεφάλαιον ἦν τῶν περικλειόντων τὴν Ἀριστοτέλους φιλοσοφίαν τὸ ζητῆσαι κατὰ πόσους καὶ τίνας τρόπους ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. καὶ δεῖ εἰδέναι ὅτι κατὰ ἑπτὰ τρόπους· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναικοὶ δι’ Ἀρίστιππον τὸν Κυρηναῖον. ἀλλ’ ἐπειδὴ οὐκ ἀκριβῶς δυνάμεθα παρακολουθεῖν τοῖς λεγομένοις, εἰ μὴ πρῶτον γνῶμεν τί ἐστιν αἵρεσις, φέρε πρότερον περὶ αὐτῆς εἴπωμεν. αἵρεσίς ἐστι ἀνδρῶν ἀστείων δόξα πρὸς μὲν ἑαυτοὺς συμφωνούντων πρὸς δὲ ἄλλους διαφωνούντων. καὶ καλῶς εἶπεν ῾ἀνδρῶν᾿ καὶ οὐκ ἀνδρός· ἑνὸς γὰρ ἀνδρὸς δόξα αἵρεσιν οὐ ποιεῖ· θέσις γὰρ τότε γίνεται, ὡς ἡ Ἡρακλείτου ὅτι πάντα κινεῖται, ἡ Παρμενίδου ὅτι ἓν τὸ ὂν καὶ ἀκίνητον, ἡ Ἀντισθένους ὅτι οὐκ ἔστιν ἄντιλέγειν· θέσις γάρ ἐστι παράδοξος ὑπόληψις ἑνὸς τῶν κατὰ φιλοσοφίαν γνωρίμων. τὸ δὲ ῾ἀστείων᾿ καὶ αὐτὸ καλῶς πρόσκειται, ἵν’ ὦσιν ἀξιόλογοι καὶ ἐπιστήμονες· ἐὰν γὰρ ὦσιν εἰκαιολόγοι καὶ ἀγελαῖοι, οὐ ποιοῦσιν οὐδὲ τέχνην οὐδὲ ἐπιστήμην. ‘πρὸς ἑαυτοὺς συμφωνούντων καὶ πρὸς ἄλλους διαφωνούτων᾿· ἐὰν γὰρ καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἄλλους συμφωνῶσιν, οὐ ποιοῦσιν αἵρεσιν ἀλλὰ τὸ ἀντικείμενον τῇ αἱρέσει, τοῦτ’ ἔστι κοινὴν ἔννοιαν· χαρακτηρίζει γὰρ τὴν αἵρεσιν συμφωνία μετὰ διαφωνίας, καὶ οὐκ ἐν τοῖς τυχοῦσιν ἀνθρώποις ἀλλ’ ἐν ἀστείοις καὶ ἀξιολόγοις. καὶ ταῦτα μὲν περὶ τῆς αἱρέσεως. δεῖ δὲ εἰδέναι ὅτι κατὰ ἑπτὰ | τρόπους ὀνομάζοντι αἱ κατὰ φιλοσοφίαν 222r αἱρέσεις· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναϊκοὶ δι’ Ἀρίστιππον ἢ 3 πρῶτον om. b ὀνομ. P 5 τέχνῃ καὶ ἐπιστήμη b 6 ἢ καὶ πρὸς b διδακτιτή KP 7 ἀτελεῖ H 16 ποίους b 17 αἵρεσις H ἡ] καὶ HPb 19 ἀλλ’ — Ἀρίστιππον (v. 36) eicias ἐπεὶ b 21 αὐτῶν HP post εἴπωμεν add. τί ἐστιν αἵρεσις ὅτι ἡ δόξα P 22 μὲν om. b ἄλλους δὲ coll. KH 23 pr. καὶ om. Kb an εἶπον? 24 ἡ Ἡράκλ.] cf. Zelleri Ph. Gr. I4 p. 576 not. 1 24. 25 ἢ Παρμ. Κ (cf. fr. 8,3 sq. Diels) 25 ἢ Ἀντισθ. Κ (cf. Mullach II p. 282) 27 καὶ αὐτὸ om. K 30 συμφωνοῦσιν HP 35 καὶ] ἢ P 36 alt. ἢ] καὶ b Ἐρετριεῖς διὰ Μενέδημον τὸν Ἐρετριέα ἢ Μεγαρικοὶ διὰ Τερψίωνα καὶ Εὐκλείδην τοὺς Μεγαρεῖς, ὅθεν καὶ Μεγαρικὴ φιλοσοφία, ἢ Ἠλιακοὶ διὰ Φαίδωνα τὸν ἀπὸ τῆς Ἤλιδος. καὶ οὕτω μὲν ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατριοος.
Ἤ ἀπὸ τοῦ τόπου, ἐν ᾦ τὰς διατριβὰς ἐποιοῦντο, ὡς οἱ Στωικοὶ διὰ τὴν ἐν τῇ Ἀττικῇ ποικίλην στοάν, ἐν ᾗ ἐπαίδευε χηνῶν ὁ Κιττιεύς, οὐχ ὁ Ἐλεάτης ὁ καὶ Παρμενίδειος ὁ ἀμφοτερόγλωσσος, περὶ οὗ εἴρηται ἀμφοτερογλώττοιο μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος. ἀμφοτερόγλωσσος δ’ ἐκλήθη οὐχ ὅτι διαλεκτικὸς ἦν, ὡς ὁ Κιττιεύς, καὶ τὰ αὐτὰ ἀνεσκεύαζε καὶ κατεσκεύαζεν, ἀλλ’ ὅτι τῇ ζωῇ διαλεκτικὸς ἦν ἄλλα μὲν λέγων ἄλλα δὲ φρονῶν· ἐρωτηθεὶς γὰρ οὗτός ποτε ὑπό του τυράννου τίνες εἰσὶν οἱ μάλιστα ἐπιβουλεύοντες τῇ τυραννίδι αὐτοῦ, τοὺς δορυφόρους ἔδειξεν· ὁ δὲ πεισθεὶς καὶ ἀνελὼν αὐτοὺς διεφθάρη· ἀγαθὸν γὰρ ἐνόμισε τὸ ψεύσασθαι διὰ τὴν τοῦ τυράννου ἀναίρεσιν. καὶ τῷ οἰκείῳ διδασκάλῳ ποτὲ Παρμενίδῃ ἓν λέγοντι τὸ ὂν καὶ τὸ εἶδος, ἐκ τῆς ἐνεργείας πολλὰ τὰ ὄντα, συντίθησιν ἐκ τεσσαράκοντα ἐπιχειρημάτων ὅτι ἓν τὸ ὄν, ἀγαθὸν νομίσας τῷ οἰκείῳ συμμαχεῖν διδασκάλῳ. καί ποτε πάλιν τῷ αὐτῷ συνηγορῶν διδασκάλῳ ἀκίνητον λέγοντι τὸ ὄν, διὰ πέντε ἐπιχειρημάτων κατασκευάζει ὅτι ἀκίνητον τὸ ὄν· οἷς ἀντειπεῖν μὴ δυνηθεὶς Ἀντισθένης ὁ Κυνικὸς ἀναστὰς ἐβάδισε, νομίσας ἰσχυροτέραν εἶναι πάσης τῆς διὰ λόγων ἀντιλογίας τὴν διὰ τῆς ἐνεργείας ἀπόδειξιν. οὕτω μὲν καὶ ἀπὸ τοῦ τόπου τῆς συνουσίας.
Ἤ ἀπὸ τῆς ἐν τοῖς φιλοσόφοις ἐπικρίσεως, ὡς οἱ ἐφεκτικοί· οὗτοι γὰρ ἀκαταληψίαν δοξάζοντες ἐπεῖχον τὰς λύσεις τῶν προτάσεων. ἐκλήθη δὲ καὶ τρίπους ἡ αἵρεσις αὐτῶν, ἐπειδὴ τριπλᾶς ἐποιοῦντο τὰς ἀποκρίσεις· ἐρωτώμενοι γὰρ ὅ τι ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἔλεγον ὅτι ἢ θνητὴ ἢ ἀθάνατος ἢ ἀμφότερα ἢ οὐδέτερον. ἐκλήθη δὲ καὶ ἀπορηματικὴ διὰ τὸ ἀπορεῖν μόνον καὶ μὴ ἐπιλύεσθαι. οὗτοι δὲ ἀντίκεινται τοῖς Πρωταγορείοις· οἱ γὰρ Πρωταγόρειοι τἀληθὲς ἐπρέσβευον, λέγοντες ὅτι τὸ δοκοῦν ἑκάστῳ ἀληθές ἐστιν. ἐλέγχει δὲ ὁ Πλατῶν ἰδία ἑκατέρους, τοὺς μὲν ἐφεκτικοὺς ἐν τῷ Θεαιτήτῳ λέγων πρὸς αὐτοὺς οὕτως· ὅτι ῾κατειληφότες λέγετε μὴ 1 μενέδιμον H 2 τὸν μεγαρέα Κ ἴλιακοὶ HP 3 Ἤλιδος b : ἰλιάδος HKP 5 τοῦ (ante τόπου) om. P ὡς οἱ] οἷον HPb 6 post ἀττικῆ add. ὅτι ποικίλη ἦν ἡ στοὰ ἐν ἡ ἐσχόλαζον οἱ στωικοί P 7 παρμενίδιος P εἴρηται] a Timone (cf. Diog. L. IX 25) 8 ἀμφοτερογλώσσου τε Diog. 13 μᾶλλον b 14 πισθεὶς H καὶ om. b 15 ἐνόμησε P ἀνέρεσεν P 16 ποτὲ coll. b an ἐκ <δε>]? 17 συντήθησιν Η ἐπιχείριμ. Η1 19. 20 in mrg. suppl. Ρ2 20 ἀντιπεῖν P δυνηθῇ P 21 πᾶσαν KP 22 τῆς ἐν.] τῶν ἔργων b ἀτόπου P 24 ἐφικτοί HP 25 δὲ om. b 26 διαίρεσις Κ τριπλᾶς] τριπλάσιον Κ ἀποκp.] ἀπορίας b 27 ὅτι ΗΚΡ: εἴτε b: τί ἐστιν Olymp. ἀθάν. ἡ θν. b 28 ἐκλήθησαν δὲ καὶ ἀπορηματικοὶ b 30 οἱ γὰρ Πρωταγ.] cf. Ammon. p. 66,26 31 ἐφικτικοὺς P 32 ἐν τῷ Θεαιτήτῳ] spectare videtur p. 182 D sq. ὅτι om. b λέγεται Ρ εἶναι κατάληψιν ἢ μὴ κατειληφότες; καὶ εἰ μὲν κατειληφότες, ἰδοὺ | ἔστι 222v κατάληψις· εἰ δὲ μὴ κατειληφότες, οὐ πειθόμεθα ὑμῖν μὴ κατειληφόσιν ὅτι ἔστιν ἀκαταληψία᾿. τοὺς τοὺς δὲ Πρωταγορείου ἐλέγχει ἐν τῷ Πρωταγόρᾳ διαλόγῳ λέγων οὕτως· ὅτι ῾ἡμεῖς, ὧ Πρωταγόρα, λέγοντές σε δοξάζειν κακῶς ἀληθεύομεν ἢ ψευδόμεθα; εἰ μὲν γὰρ ἀληθεύομεν, σὺ ψεύδῃ, καὶ ἰδοὺ ἔστι τὸ ψεῦδος· εἰ δὲ ψευδόμεθα σοὺ ἀληθεύοντος, ἰδοὺ πάλιν ἔστι τὸ ψεῦδος. ψεύδῃ οὖν, κἄν τε ἀληθεύῃς κἄν τε ψεύδῃ᾿. καὶ ἐπάγει λέγων ὅτι Πρωταγόρας ψεύδεται, κἄν τε ἀληθεύῃ κἄν τε ψεύδηται. ὁ δὲ Ἀριστοτέλης δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπιχειρήματος ἐλέγχει διὰ τὸ ἀξίωμα τῆς ἀντιφάσεως· εἰ γὰρ οἱ μὲν πάντῃ ψευδῆ δοξάζουσιν οἱ δὲ πάντῃ ἀληθῆ, ἀντίφασις τὸ τοιοῦτον, οὐδέποτε δὲ ἡ ἀντίφασις συναληθεύει· οὐδὲ γὰρ πάντως ἀληθῆ οὐδὲ πάντως ψευδῆ. ταύτης δὲ τῆς αἱρέσεως ἐνόμισάν τινες καὶ τὸν Πλάτωνα εἶναι διὰ τὸ κεχρῆσθαι διστακτικοῖς προσρήμασι, λέγοντα ῾δοκῶ μοι᾿ καὶ ῾ἴσως᾿ καὶ ῾τάχα᾿ καὶ ῾ὑπολαμβάνω᾿. ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων δι’ ἀκρίβειαν ἔλεγεν, οὔτε δὲ ὁ ἀκριβὴς πάντως ἐφεκτικὸς οὔτε ὁ ἐφεκτικὸς ἀκριβής. πλὴν οὐκ ἐφεκτικὸς ὁ Πλατῶν· ἔστι γὰρ πολλαχοῦ ἀκοῦσαι αὐτοῦ λέγοντος καὶ ἀποφαινομένου, ὅπῃ ἔλεγεν ὡς κατὰ τὸν ποιητήν, ἐν μὲν τῷ Φαιδρῷ ὅτι ἡ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἐν τῷ Φαίδωνι ὅτι ἀδαμαντίνοις δεῖ δεσμοῖς τὴν δόξαν ταύτην ἔχοντα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς εἰς Ἅιδου ἰέναι, κἀν τοῖς Νόμοις ὅτι ἀληθέστερα τὰ νῦν λεγόμενα τοῦ τὴν Κρήτην νῆσον εἶναι ἐν Κρήτῃ γὰρ τὰς διατριβὰς ἐποιεῖτο· οὐ γὰρ ἠξίου ἔτι σκηνὰς τῶν αὑτοῦ διαλόγων ποιεῖσθαι τὰς Ἀθήνας διὰ τὰ συμβάντα ἐπὶ Σωκράτει), καὶ ἐν τῇ Πολιτείᾳ φησὶν ὅτι μισθωσώμεθα κήρυκα Στέντορος μεγαλοφωνότερον, ὅστις ἀναβὰς ἐφ’ ὑψηλοῦ βήματος ἀναβοήσει ὡς ὁ μὲν δίκαιος εὐδαίμων, καὶ εἰ λάθῃ πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο ἄδικος νομιζόμενος μαστιγοῖτο, ὁ δὲ ἄδικος ἄθλιος, καὶ εἰ λάθῃ πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο δίκαιος νομιζόμενος τιμῷτο ὑπὸ πάντων. ἐπεξέτεινα δ’ ἂν τὰς χρήσεις τοῦ Πλάτωνος κατασκευαζούσας ὅτι οὐκ ἦν ἐφεκτικός, εἰ μὴ ὅτι πρόλογος νῦν Ἀριστοτελικῶν πρόκειται, οὐχὶ δὲ Πλατωνικῶν.
Πέμπτος τρόπος ἦν τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱφέσεων ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὸ ἀδιάφορον τοῦ ζῴου, ἐπειδὴ καὶ αὐτοὶ ἀδιαφορίᾳ ἐπετήδευον ὡς οἱ κύνες δημοσίᾳ ἐσθίειν καὶ ἀφροδισιάζεθαι καὶ ἀνυπόδετοι | περιπατεῖν καὶ ἐν πίθοις καὶ ἐν τριόδοις καθεύδειν. τοῦτο 233 r δὲ ἐποίουν τοῦ φύσει καλοῦ ὀρεγόμενοι· ἔλεγον γὰρ ὅτι εἰ ἀγαθόν ἐστι, δεῖ κοινῇ καὶ ἰδίᾳ πράττεσθαι, εἰ δὲ οὐκ ἔστιν ἀγαθόν, οὔτε κοινῇ οὔτε ἰδίᾳ αὐτὸ διαπρακτέον· οὐ γὰρ ἦν παρ’ αὐτοῖς ἀλλὰ τὸ μὲν φάσθαι τὸ δὲ ἐγκεκρυμμένον εἶναι, ἀλλ’ ἦν παρ’ αὐτοῖς τὸ εἰπὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδια ἔμπης. αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι ἀναιδὲς ζῷον ὁ κύων, ἐπετήδευον δὲ καὶ αὐτοὶ τὴν ἀναίδειαν, οὐ τὴν χείρονα τῆς αἰδοῦς ἀλλὰ τὴν κρείττονα· διττὴ γὰρ ἡ ἀναίδεια ἡ μὲν χείρων τῆς αἰδοῦς ἡ δὲ κρείττων, ἥ τ’ ἄνδρας μέγα σίνεται ἡ δ’ ὀνίνησι. ταύτην οὖν τὴν ἀναίδειαν ἐπετήδευον τὴν κρείττονα αἰδοῦς, οἷον ὑλακτοῦντες κατὰ τῶν ἀλλοτρίων τῆς αὑτῶν φιλοσοφίας. τρίτη αἰτία, ὅτι φρουρητικὸν ζῷον ὁ κύων· ἐφρούρουν δὲ καὶ αὐτοὶ τὰ δόγματα τῆς φιλοσοφίας διὰ τῶν ἀποδείξεων καὶ μέγα ἐφρόνουν ἐπὶ τούτῳ· φαίη γὰρ ἂν ἡ τύχη πρὸς Ἀντισθένην τὸν προστάτην τῆς αἱρέσεως ταύτης οὕτως ἐννέα δὴ προέηκα τανυγλώχινας ὀ·ιστούς, τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα, ὅτι, φησί, τοσαύτας αὐτῷ συμφορὰς ἐπήγαγον, καὶ οὐκ ἠδυνήθην αὐτοῦ καταβαλεῖν τὸ φρόνημα. αὕτη καὶ ἡ τρίτη αἰτία. τετάρτη δὲ ὅτι διακριτικὸν ζῷον ὁ κύων γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἀλλότριον ὁρίζον· ὃν γὰρ γινώσκει, νομίζει φίλον εἶναι, καὶ εἰ ῥόπαλον ἐπιφέροιτο, ὃν δ’ ἀγνοεῖ, ἐχθρόν, καὶ εἰ δέλεαρ ἐπιφερόμενος εἴη· οὕτως οὖν καὶ οὗτοι τοὺς μὲν ἐπι- τηδείους πρὸς φιλοσοφίαν φίλους ἐνόμιζον καὶ εὐμενῶς ἐδέχοντο, τοὺς δὲ ἀνεπιτηδείους ἀπήλαυνον δίκην κυνῶν κατ’ αὐτῶν ὑλακτοῦντες. διὸ καὶ ὁ Πλατῶν ἐν τῷ Γοργίᾳ φησὶν ὅτι ἔχει τινὰ σοφίαν ὁ κύων διακρίνειν φίλον ἀπὸ ἐχθροῦ. καὶ τὸ διακρίνειν δὲ ἀλήθειαν καὶ ψεῦδος μόνου φιλοσόφου. οὕτως καὶ ὁ πέμπτος τρόπος.
Ἔκτος δὲ τρόπος ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί· τέλος γὰρ τῶν ὄντων τὴν ἡδονὴν ἔλεγον· ὧν τῆς φιλοσοφίας κατῆρξεν Ἐπίκουρος, ᾧ 2 τρόπου] προτοῦ P post φιλόσοφοι add. διὰ τί κυνικοί P 3 τοῦ ζώου] τῆς ζωῆς b 4 ἀδιαφορίαν b 7 εἰ δὲ] ἢ IlPb ante οὔτε κ. add. καὶ HPb 8 αὐτὸ om. Hti ἀλλὰ om. Kb (cf. Horn. λ 443) φάσθαι] φαίνεσθαι Κ καὶ κεκp. Kom. κεκρυμμένων Pb 11 εἰπὲ] ἠὲ Horn. H 196 δείδιμεν Horn. ἔμπτης Κ: ἔμπυς P 12 δευτέρα αἰτία in mrg. suppl. P ἀνεδὲς Η 14 ἡ μὲν κρείττων . . ἡ δὲ χ. b δευτέρα αἰτία Q 45: ἥτε Hb: ἥτις KP ἡ δ᾿] δὲ HKP: ἥτε b: ἠδ᾿ Horn. 17 αὐτῶν libri 20 προστάντα H 21 ἐννέα] ὀκτὼ Horn. Θ 297 τανυγλώχεινας P τοῦτον . . ] Horn. 299 24 καταβάλαι HPb ἡ om. K 27. τι ἐπιτηδεία P 28 εὐμενεῖς b 30 ἐν τῷ Γοργίᾳ] potius Reipubl. II 15 p. 375 Esq. xi HP I an διακρίνων ? 33 ὁ ἕκτος b τρόπος om. Κ 34 ὧν τῆς φιλ. b: τῆς φιλ. ὧν HKP συνήκμασεν ὁ Μένανδρος. οὗτοι δὲ οἱ Ἐπικούρειοι καὶ μέχρι τῶν οὐρανίων ἵστων τὴν πρόνοιαν, ἵνα μὴ πράγματα σχῇ τό θεῖον περιεργαζόμενον τὰ τῇδε. μέμνηται δὲ τῆς δόξης ταύτης καὶ Μένανδρος ἐν τοῖς Ἐπιτρέπουσιν, ἥνικα φησιν οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὡς ἀγαθόν τε καὶ κακὸν καθ’ ἡμέραν νέμειν ἑκάστῳ σμικρὸν ἦν; οὗτοι ἔλεγον τέλος εἶναι τὴν ἡδονήν, οὐ τὴν αἰσχρὰν δῆθεν τὴν δι’ ἀφροδισίων καὶ ἄλλων ἡδυπαθειῶν, ἀλλὰ τὴν ἀσχολίαν τῶν παθῶν καὶ καταστηματικήν, τὴν καθιστῶσαν τὴν ψυχὴν ὥστε μὴ πάσχειν | αἰσχρόν τι 223v πάθος· οὐδὲ γὰρ ἡδονὴ τέλος τῆς φύσεως· οὐδὲ γὰρ διὰ τοῦτο ἐνεργεῖ ἡ φύσις, ἵνα ἡδώμεθα, ἀλλὰ συνέπλεξεν ἡδονὴν τῇ ἐνεργεία οἷον δελεάσασα καὶ γοητεύσασα ἡμᾶς δι’ αὐτῆς πρὸς τὸ ἐπίμοχθον τῶν ἐνεργειῶν· ἐπίμοχθον γὰρ μὴ πεινῶντα ἐσθίειν καὶ μὴ διψῶντα πίνειν. ἡ ἡδονὴ οὖν οὐκ ἔστι τέλος, ἀλλ’ ἕπεται ἤτοι συμπλέκεται τῇ κατὰ φύσιν ἐνεργείᾳ, ὥσπερ ἡ σκιὰ τῷ ἐν φωτὶ βαδίζοντι. οὕτως καὶ ὁ ἕκτος τρόπος.
Ἕβδομος τρόπος τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ὁ ὀνομασθεὶς ἀπό τινος συμβεβηκότος, ὡς οἱ Περιπατητικοὶ ἀπὸ τοῦ Πλάτωνος κατὰ περίπατον τὰς συνουσίας ποιουμένου διὰ τὸ ἅμα τῇ ψυχῇ τὸ σῶμα γυμνάζειν. καὶ τῶν ἀνθρωπίνων ἀναχωρήσαντος διαδέχεται τὴν σχολὴν αὐτοῦ Σπεύσιππος ὁ υἱὸς τῆς Πρωτώνης ἀδελφῆς τοῦ Πλάτωνος· οὐκ ἐτύγχανε γὰρ τηνικαῦτα παρὼν ὁ Ἀριστοτέλης· μετασταλεὶς γὰρ ἦν ὑπὸ Φιλίππου ἐν Μακεδονίᾳ ἐπὶ τῷ παιδεῦσαι τὸν υἱὸν αὐτοῦ Ἀλέξανδρον, ὃν παραλαβὼν οὕτως ἐπιμελῶς ἐπαίδευσε τὴν βασιλικὴν ἐπιστήμην ὡς ἐπιλέγειν τὸν Ἀλέξανδρον, ἡνίκα μηδένα ὠφέλησεν, ὅτι ῾σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ εὐεργέτησα᾿. καί ποτε τοῦ ’ Ἀριστοτέλος εἰπόντος ὅτι ἄπειροι κόσμοι κατὰ Δημόκριτον, ἐπιδακρῦσαί φασι τὸν Ἀλέξανδρον, ὅτι οὐδ’ ἑνὸς ὅλου κόσμου ἠδυνήθη ἐπικρατῆσαι. ἐκεῖθεν δὲ ὑποστρέψας ὁ Ἀριστοτέλης διαδέχεται τὴν σχολὴν τοῦ Σπευσίππου σὺν Ξενοκράτει, καὶ ἀμφότεροι ἐλέγοντο Περιπατητικοὶ τοῖς τόποις διαφέροντες· οἱ μὲν γὰρ ἐκαλοῦντο Λύκειοι Περιπατητικοί, ὡς οἱ Ἀριστοτελικοί, οἱ δὲ ἄλλοι Ἀκαδημαϊκοὶ Περιπατητικοί, ὡς οἱ τοῦ Ξενοκράτους. τῷ χρόνῳ δέ, οἷ συμβαίνει, ἐξέλιπε <τῶν> μὲν τὸ ὄνομα τοῦ τόπου καὶ ἐκαλοῦντο Περιπατητικοὶ χωρὶς τοῦ 1 post μένανδρος add. δόξα ἐπικουρείων P οἱ Ἐπικούρειοι] cf. Useneri Epic. p. 241 3 ταύτης om. b Μέν. ἐν τοῖς Ἐπιτp.] frg. 178 (Kock III p. 51) 4 ἡνήκα H 5 οἶμαι b τοὺς] πρὸς (coni. τοὺς) b 6 τἀγαθόν τε καὶ τὸ κακόν coni. Kock 7 σμικp. ἦν] Σμικρίνη corr. Meineke 8 τέλος iter. del. Η 12 ἐσυνέπλεξεν P οἷα b 14 αἰσθίειν ἡ om. HP 15 ἐστι] ἔστι] 17 τῆς ἐπωνυμίας oin. b 18 συμβεβηκότως Η 1 19 τὴν συνουσίαν b ποιούμενοι P 20 καὶ] an ou? ἀναχωp.] χωp. KP 21 Πρωτώνης ] corrigas Ποτώνης, cf. Diog. L, ΙΙΙ 4, Suid. s. v. Πλάτων et Σπεύσιππος, Aristotelis vitae Marc. p. 429,11 ( Rose) 22 ὁ om. K 23 τῷ] τὸ HPb 24 ἐπιμελῶς om. Kb 25 μηδὲν KPb 26 εὐηργέτησα HP 27 ὅτι] εἰπόντα b 28 ἠδυνήθην Hb ὁ om. K 31 et 113,1 Λύκειοι b: λύκιοι iibri 31 ἄλλοι om. b 31 et 113,2 ἀκαδημισακοὶ Hb 32 ὡς om. b 33 τῶν inserui Λύκειοι. τῶν δὲ Ξενοκρατείων τὸ τῆς ἐνεργείας ὄνομα ἐξέλιπε καὶ ἐκαλοῦντο Ἀκαδημαϊκοὶ. Περιπατητικοὶ οὖν ἐκαλοῦντο, οὐχ ὅτι κατὰ περίπατον ἐξηγοῦντο, ἀλλ’ ὅτι διεδέξαντο τὴν σχολὴν τοὐ Πλάτωνος, διὰ μέσου Σπευσίππου, κατὰ περίπατον ποιουμένου τὰς ἐξηγήσεις.
Οὗτοί εἰσιν οἱ ἑπτὰ τρόποι τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων. προσθῶμεν δὲ καὶ ἡμεῖς καὶ τὴν αἰτίαν τοῦ εἶναι ἑπτὰ μόνον τοὺς τρόπους καὶ μήτε πλείονας μήτε ἐλάττονας. δεῖ εἰδέναι ὅτι ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις ἢ ἀπὸ τύχης, ὡς Περιπατητικοί, ἢ ἀπὸ διανοίας, ἢ ἀπὸ περιστατικοῦ ἢ ἀπὸ προηγουμένου, καὶ ἀπὸ περιστατικοῦ ἢ ὀνόματος ἢ τόπου. καὶ εἰ μὲν ὀνόματος, ὡς Πλατωνικοί, εἰ δὲ τόπου, ἢ χωριστοῦ ἢ ἀχωρίστου. καὶ εἰ μὲν ἀχωρίστου, ποιεῖ τὴν τῆς πατρίδος ἐπωνυμίαν, | εἰ δὲ χωριστοῦ, ποιεῖ τὴν ἀπὸ τόπου 224r ἐπωνυμίαν. ἀπὸ δὲ προηγουμένου ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί, ἢ ἀπὸ τῆς πρὸ τέλους κατασκευῆς, καὶ ταύτης ἢ γνωστικῆς ἢ ζωτικῆς. καὶ εἰ μὲν γνωστικῆς, ποιεῖ τοὺς ἐφεκτικούς, εἰ δὲ ζωτικῆς, ποιεῖ τοὺς Κυνικούς. ταῦτα καὶ περὶ τῆς αἰτίας τῶν ἐπωνυμιῶν.
Δεύτερον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ εἰπεῖν τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων χιλίων ὄντων τὸν ἀριθμόν, ὡς Ἀνδρόνικος παραδίδωσιν ὁ † ποίτου ἑνδέκατος γενόμενος διάδοχος. τῶν τοίνυν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν εἰσι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξύ. μερικὰ δὲ λέγονται οὐχ ἁπλῶς τὰ πρὸς ἕνα γεγραμμένα δυνατὸν γὰρ καὶ καθολικὸν πρᾶγμα πρὸς ἕνα γράψαι· οὕτω γοῦν ἡ Περὶ κόσμου πραγματεία καθολικὴ οὖσα προσπεφώνηται Ἀλεξάνδρῳ τῷ βασιλεῖ), ἀλλὰ μερικὰ λέγω ὅσα περὶ ἑνὸς καὶ μερικοῦ καὶ πρὸς ἕνα, ὥσπερ αἱ ἐπιστολαὶ αὐτοῦ· αἱ γὰρ ἐπιστολαὶ πρὸς ἕνα εἰσὶ γεγραμμέναι, ἃς ἐν ὀκτὼ βιβλίοις συνήγαγεν Ἀρτέμων τις μετὰ Ἀριστοτέλην γενόμενος. καὶ καθόλου δὲ λέγονται ὅσα περὶ πάντων τῶν μονοειδῶν διαλαμβάνει, ὡς ἡ Φυσικὴ ἀκρόασις φυσικῶν πάντων καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὸ Περὶ γενέσεως καὶ φθορᾶς καὶ τὰ Μετέωρα πάντων τῶν ἐν τῷ μεταρσίῳ τόπῳ ἱσταμένων. τὰ δὲ μεταξὺ ὅσα μήτε ἑο περὶ πάντων μήτε περὶ ἑνὸς ἀλλὰ περὶ πλειόνων διαλέγεται, ὡς ἡ ἱστορία. διττὴ δὲ αὕτη, ἡ μὲν πολιτικὴ ὡς αἱ Πολιτεῖαι, ἃς ἱστόρησεν ἐκ τοῦ πολλὴν γῆν περιελθεῖν ἅμα Ἀλεξάνδρῳ τῷ βασιλεῖ, ἃς ἐκδέδωκε κατὰ στοιχεῖον διακοσίας πεντήκοντα οὔσας τὸν ἀριθμόν, ἡ δὲ φυσικὴ ὡς ἡ Περὶ φυτῶν καὶ ζῴων ἱστορία.
Ἰῶν δὲ καθόλου τὰ μέν εἰσιν ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. καὶ ὑπομνηματικὰ μὲν λέγονται ἐν οἷς μόνα τὰ κεφάλαια ἀπεγράφησαν δίχα προοιμίων καὶ ἐπιλόγων καὶ τῆς πρεπούσης ἐκδόσεσιν ἀπαγγελίας. τὸ δὲ τοῦ ὑπομνήματος ὄνομα παρὰ Πλάτωνι κεῖται ἐν τῇ Ἐπινομίδι συνόψει οὔσῃ τῶν νόμων· φησὶ γὰρ ἐκεῖ περὶ τῶν νόμων ἀνεκδότων μεινάντων ῾ὡς ἄρα φθάνουσί τινες ὑπομνήματα αὐτῶν εἰληφότες᾿. διὸ οὐδὲ δεῖ ἐκ τῶν ὑπομνηματικῶν πιστοῦσθαι τὰς Ἀριστοτέλους δόξας ὡς διόρθωσιν ὑπομεινάντων. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ τὰ δὲ ποικίλα, μονοειδῆ μὲν ὡς ἐνομίσθη τὸ Περὶ ἑρμηνείας ὑπομνηματικὸν διὰ τὴν ἀσάφειαν, πρὶν γράψαι τὸν φιλόσοφον Ἀμμώνιον εἰς αὐτὸ ὑπόμνημα καὶ δεῖξαι ὅτι καὶ προοίμιον ἔχει καὶ ἐπιλόγους καὶ τὴν πρέπουσαν τῇ ἐκδόσει ἀπαγγελίαν, τὰ δὲ ποικίλα ὡς τὰ πρὸς εὐκαίριον αὐτῷ γεγραμμένα ἑβδομήκοντα βιβλία Περὶ συμμίκτων ζητῇ | μάτων χωρὶς προοιμίων καὶ ἐπιλόγου καὶ τῆς 224v διαιρέσεως.
Τῶν δὲ συνταγματικῶν τὰ μέν εἰσιν αὐτοπρόσωπα, ἃ καὶ ἀκροαματικὰ λέγονται, τὰ δὲ διαλογικά, ἃ καὶ ἐξωτερικὰ λέγονται. καὶ ὡς μὲν αὐτοπρόσωπα ἀντίκεινται τοῖς διαλογικοῖς, ὡς δὲ ἀκροαματικὰ ἀντίκεινται τοῖς ἐξωτερικοῖς· πάντας γὰρ ἀνθρώπους ὠφελεῖν βουλόμενος ὁ Ἀριστοτέλης ἔγραψε καὶ πρὸς τοὺς ἐπιτηδείους τῆς φιλοσοφίας ἐξ οἰκείου προσώπου διὸ καὶ ἀκροαματικὰ λέγονται, ὡς δέον αὐτῶν πάντως ἀκροάσασθαι· ὅθεν καὶ Φυσικὴ ἀκρόασις, ἐπειδὴ εὐδοκιμεῖν δοκεῖ ὁ Ἀριστοτέλης μάλιστα ἐν αὐτῇ καὶ δέον αὐτῆς πάντως ἀκροάσασθαι τοὺς ἔχοντας ἐπὶ φιλοσοφίαν), ἔγραψε δὲ καὶ πρὸς τοὺς ἀνεπιτηδείους πρὸς φιλοσοφίαν τὰ διαλογικά καὶ ἐν μὲν τοῖς ἀκροαματικοῖς ἃτε δὴ πρὸς ἄνδρας μέλλοντας φιλοσοφεῖν διαλεγόμενος <ἀνροαματικοῖς ἐν δὲ τοῖς διαλογικοῖς> πιθανοῖς κέχρηται λόγοις. κατασκευάζων δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς κἀν τοῖς ἀκροαματικοῖς δι’ ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς διὰ πιθανῶν εἰκότων· φησὶ γὰρ ἐν τοῖς Περὶ ψυχῆς ἀκροαματικοῖς ὅτι ἡ ψυχὴ ἄφθαρτος· εἰ γὰρ ἦν φθαρτή, ἔδει μάλιστα αὐτὴν φθείρεσθαι ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· τότε δὲ ἀκμάζει τοῦ σώματος παρακμάσαντος, ὥσπερ οὖν παρακμάζει ὅτε τὸ σῶμα ἀκμάζει· τὸ δὲ ὅτε δεῖ φθείρεσθαι ἀκμάζον ἄφθαρτον· ἡ ψυχὴ ἄρα ἄφθαρτός ἐστι. καὶ οὕτως μὲν ἐν τοῖς ἀκροαματικοῖς. ἐν δὲ τοῖς διαλογικοῖς φησιν οὕτως· ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς 2 ἀπεγράφετο P 4 ἐν τῇ ἐπινομίδι] p. 980 D 9 ἐλογίσθη (in mrg. ἐνομίσθη) Κ 10 ἀμώνιον H 11 ἐπίλογον Kb (cf. Ammon. in 1. De interpr. p. 8,21 sq.) 12 πρὸς εὐκαίριον] πρὸς εὐκαιρίαν coni. Rose (Arist. frg. p. 427,8 not.); an πρὸς εὔκαιρον? (cf. Ilesychii ind. 168, p. 17 Rose) 13 ἐπιλόγων b 18 πάντες h 19 τῇ φιλοσοφίᾳ b 20 πάντας b 22 πάντας Pb post φιλοσοφίαν add. ἐπιτηδείως b 23 τοὺς (post πρὸς) om. HPb 25 ἀναγκαστικοῖς—διαλογικοῖς inserui ex Brandisii coniectura, qui coniecit ἀναγκαστικοῖς ἐν δὲ τοῖς ἐξωτερικοῖς 26 δὲ] corrigas γὰρ κἀν] corrigas ἐν μὲν 27 πειθανῶν H εἰκότως Kb; sed εἰκότων eicias 28 Ilepl ψυχῆς]. A 4 p. 408 b 18 sq. 29 ὑπὸ τοῦ . . ἀμαυροῦσθαι b 30 παρακμάζει] corrigas συνακμάζει 32 post ἐστι add. καὶ ἄλλως ὅτι ἄφθαρτος P 32. 33 ἐν δὲ τοῖς διαλογικοῖς] Aristotelis frg. 39 (p. 46 Rose) 33 post ἀθάνατος add. ἐστι del. Η πάντες οἱ ἄνθρωποι καὶ σπένδομεν χοὰς τοῖς κατοιχομένοις καὶ ὄμνυμεν κατ’ αὐτῶν, οὐδεὶς δὲ τῷ μηδαμῇ μηδαμῶς ὄντι σπένδει ποτὲ ἢ ὄμνυσι κατ’ αὐτοῦ. ὁ δὲ Ἀλέξανδρος ἄλλην διαφορὰν λέγει τῶν ἀκροαματικῶν πρὸς τὰ διαλογικά, ὅτι ἐν μὲν τοῖς ἀκροαματικοῖς τὰ δοκοῦντα αὐτῷ λέγει καὶ τὰ ἀληθῆ, ἐν δὲ τοῖς διαλογικοῖς τὰ ἄλλοις δοκοῦντα, τὰ ψευδῆ. ἀλλ’, ὦ Ἀλέξανοδρε, ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι οὐκ ἔστιν τοῦτο φιλοσόφου· τὸ γὰρ ψεῦδος μὲν ἑλέσθαι, ἀφανίσαι δὲ τὸ ἀληθές, οὐχὶ θεμιτόν· ἐχθρὸς γάρ μοι κεῖνος ἀνὴρ ὁμῶς Ἀίδαο πύλῃσιν, ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δ’ ἐνίσπῃ. τοῦτο δὲ εἶπεν ὁ Ἀλέξανδρος, ἐπειδὴ τὴν λογικὴν ψυχὴν βούλεται φθαρτὴν εἶναι, ὁ δὲ Ἀριστοτέλης ἐν τοῖς διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς· ἵνα οὖν μὴ σχῇ ἐλέγχοντα τὸν Ἀριστοτέλην, διὰ τοῦτο εἶπε τὴν τοιαύτην διαφοράν. ἐν οἷς ἡ πρᾶξις.
Ἡ διαίρεσις τῶν αὐτοπροσώπων κατὰ τὴν διαίρεσιν γίνεται τῆς φιλοσοφίας προστιθεμένου τοῦ λογικοῦ ἤτοι ὀργανικοῦ· τῆς γὰρ φιλοσοφίας εἰς δύο διαιρουμένης τὰ αὐτοπρόσωπα εἰς τρία διαιρεῖται· τούτων γὰρ τὰ μέν εἰσι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ λογικὰ ἤτοι ὀργανικά. καὶ ἕκαστον 225r τούτων εἰς τρία διαιρεῖται· τὰ γὰρ θεωρητικὰ εἰς τρία διαιροῦνται, εἰς φυσιολογικὸν μαθηματικὸν θεολογικόν, τὰ δὲ πρακτικὰ εἰς ἠθικὰ οἰκονομικὰ πολιτικά, τὰ δὲ λογικὰ εἰς τὰ πρὸ τῆς μεθόδου εἰς αὐτὴν τὴν μέθοδον καὶ εἰς τὰ ὑποδυόμενα τὴν μέθοδον. τὰ οὖν φυσικὰ τοῦ Ἀριστοτέλους ἢ περὶ τῶν σωματικῶν ἐστιν ἢ περὶ τῶν ἀσωμάτων. καὶ εἰ μὲν περὶ ἀσωμάτων, ἢ περὶ τῶν χειρόνων τῶν σωμάτων ἢ περὶ τῶν κρειττόνων. καὶ εἰ μὲν περὶ τῶν κρειττόνων τῶν σωμάτων, ὡς ἡ Περὶ τῆς ψυχῆς αὐτοῦ πραγματεία ἡ γὰρ ψυχὴ κρείττων τοῦ σώματος πέφυκεν εἶναι), εἰ δὲ περὶ χειρόνων τοῦ σώματος, ὡς τὰ Περὶ τῶν χρωμάτων αὐτοῦ ζητήματα· τὰ γὰρ χρώματα χείρω τῶν σωμάτων καθέστηκε, καθότι ἐν αὐτοῖς ἔχει τὸ εἶναι. ἡ δὲ περὶ τὰ σώματα αὐτοῦ φυσιολογία ἢ περὶ τὰ ὑπὲρ τὴν σελήνην, ὡς τὰ οὐράνια σώματα καὶ ἡ περὶ τούτων ζήτησις, περὶ γαλαξίου περὶ ἄστρων περὶ ἡλίου καὶ σελήνης, ἢ περὶ τῶν ὑπὸ σελήνην, καὶ τούτων ἢ περὶ τὰ καθόλου τῆς τῶν σωμάτων φύσεως, ὡς τὰ Περὶ γενέσεως καὶ φθορᾶς ζητήματα, ἢ περὶ τῶν μερικῶν. καὶ εἰ μὲν μερικῶν, ἢ ἐμψύχων ἢ ἀψύχων. καὶ εἰ μὲν ἐμψύχων, ἡ αἰσθητικῶν ἢ ἀναισθήτων. καὶ εἰ μὲν περὶ ἀναισθήτων ἐμψύχων, ὡς τὰ Περὶ φυτῶν αὐτοῦ ζητήματα, εἰ δὲ αἰσθητικῶν, καὶ τούτων πάλιν ἢ περὶ τῶν καθόλου, ὡς αἱ Περὶ τῶν ζῴων αὐτοῦ ἱστορίαι, ἔνθα διαλέγεται περὶ τῶν ἐν τοῖς ζῴοις παθημάτων, περὶ γήρους καὶ 1 οἱ superscr. H ὤμνυμεν IIP 4 τὰ διαλογικά b: τὴν διαλογικήν KB? 6 ὅτι eicias 7 οὐ h 8 ἐχθρὸς. . . ] Horn. I 312 9 χ’ Hom.: κεν HKPb xeuSt) scripsi: κεύθει KPHb ἐνίσπῃ scripsi : ἐνέπτει HP: ἐνέπτει ἐνίπτει K-b: δὲ εἴπῃ Horn. 10 ὁ om. HPb 12 ἀριστοτέλειν Η1 13 τοῦτο] τοῦ Η τὴν om. Hb ἐν οἷς ἡ πρᾶξις om. b 15 φιλοσ.] σοφίας P 16 τρία] δύο Κ 17 ante δέ λογ. add. yap θεωρητικὰ εἰς τρία διαιρο— del. P 18. 19 1. φυσιολογικὰ μαθηματικὰ θεολογικά 20 δὲ om. IlPb 211. φυσιολογικὰ 25 πέφυκεν—σώματος in mrg. suppl. H 27 κεῖρον HP 32 εἰ] ἡ P 33. 34 αἰσθητῶν b 35 τοῦτο HPb 36 γήρως b νεότητος, περὶ αὐξήσεως καὶ μειώσεως ταῦτα γὰρ καθόλου εἰσὶ καὶ πᾶσι τοῖς ζῴοις ὑπάρχει), ἢ αὖ κατ’ ἰδίαν, ὡς Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· αὕτη γὰρ μόνοις τοῖς ἀνθρώποις ὑπάρχει. εἰ δὲ πάλιν περὶ τῶν ὑπὸ σελήνην αὐτοῦ φυσιολογικῶν ζητημάτων, τὰ μὲν ὑπὲρ τὴν γῆν ἐστι τὰ δὲ ἐν τῇ γῇ τὰ δὲ ὑπὸ τὴν γῆν· καὶ εἰ μὲν ὑπὲρ τὴν γῆν, ὡς τὰ Μετεωρολογικὰ αὐτοῦ, ἔνθα διαλέγεται περὶ τῆς καπνώδους ἀτμίδος καὶ αὐχμηρώδους, περὶ βροντῆς τε καὶ ἀστραπῆς καὶ νεφῶν καὶ περὶ τῶν διᾳττόντων κομητῶν, δαλῶν τε καὶ αἰγῶν καὶ τῶν ἄλλων εἰδῶν, εἰ δὲ ἐν τῇ γῆ, ὡς ἡ Περὶ θαλασσῶν καὶ ποταμῶν καὶ πηγῶν πραγματεία, εἰ δὲ περὶ τῶν ὑπὸ τὴν γῆν, ὡς ἡ Περὶ τῶν σεισμῶν καὶ χασμάτων αὐτοῦ ζήτησις. καὶ ταῦτα μὲν περὶ τῆς φυσιολογικῆς τοῦ ’ Ἀριστοτέλους. τὰ δὲ μαθηματικὰ αὐτοῦ ὡς τὰ Ὀπτικὰ καὶ Μηχανικὰ αὐτῷ βιβλία γεγραμμένα, θεολογικὰ δὲ ὡς τὰ Μετὰ τὰ φυσικὰ περὶ ἀρχῆς ζητήματα. αὕτη μὲν ἡ διαίρεσις τῶν θεωρητικῶν.
Τῶν δὲ πρακτικῶν τὰ μέν εἰσιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ Νικομάχεια τά τε μικρὰ καὶ τὰ μεγάλα· τὰ μὲν γὰρ τῷ πατρὶ προσφωνεῖ Νικομάχῳ καὶ λέγοντι Νικομάχεια μεγάλα, τὰ δὲ τῷ υἱῷ ὁμωνύμῳ τῷ πατρὶ καὶ λέγονται Ι Νικομάχεια 255v μικρά. πολιτικὰ δὲ ὡς τὸ Πολιτικὸν σύνταγμα, ἐν ᾧ διδάσκει πῶς δεῖ πολιτεύεσθαι. κἀν τῷ δευτέρῳ λόγῳ τοῦ Πολιτικοῦ ἀντιλέγει τῇ Πολιτείᾳ Πλάτωνος ἅτε ὁμοστοίχῳ οὔσῃ τῇ πολιτείᾳ· ἐν γὰρ ταῖς Πολιτείαις οὐ διδάσκει πῶς δεῖ πολιτεύεσθαι, ἀλλὰ πῶς οἱ πρὸ αὐτοῦ ἐπολιτεύσαντο ἄνθρωποι. ἀλλὰ μὴν καὶ οἰκονομικά εἰσιν αὐτῷ γεγραμμένα βιβλία, ὡς τὸ οἰκονομικὸν σύνταγμα καὶ Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός, ἐν ᾧ λέγει ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν εὖ ἔχοντα οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα καὶ ὡς εἴρηται ἡμῖν ἐν τοῖς τῆς Πορφυρίου Εἰσαγωγῆς προλεγομένοις. αὕτη καὶ ἡ τοῦ πρακτικοῦ διαίρεσις.
To δὲ λογικὸν καὶ αὐτὸ εἰς τρία διαιρεῖται, εἰς τὰ πρὸ τῆς ἀποδείξεως ἤγουν μεθόδου καὶ εἰς αὐτὴν τὴν ἀπόδειξιν καὶ εἰς τὰ ὑποδυόμενα τὴν ἀπόδειξιν. καὶ τὰ μὲν πρὸ τῆς μεθόδου καὶ τῆς ἀποδείξεως εἰσιν αἵ τε Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά, τὰ δὲ αὐτὴν τὴν μέθοδον τῆς ἀποδείξεως διδάσκοντά εἰσι τὰ Δεύτερα ἀναλυτικά, τὰ oe ὑποδυόμενα αὐτὴν τὴν ἀπόδειξίν εἰσι τὰ τοπικά, αἱ ῾Ρητορικαὶ τέχναι, οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ τὸ Περὶ ποιητικῆς· πέντε γάρ εἰσιν εἴδη τῶν συλ- 2 ἰδείαν P 3 εἰ δὲ eras. Κ 6 ἀχμηp. H 9 ἡ post πηγῶν coll. HKP: corr. b 11 φυσιολογικῆς ex φυσιολογίας corr. 11 12 αὐτῷ b: αὐτοῦ HKP 13. 14 θεωριτικῶν Η: μαθηματικῶν Κ 16 εὐδήμεια Simple.: εὐδήμια HKPb νικομάχεια Simpl. El. in Porph. Is. (p. 33,1. 2) νικομάχια HKPb: (constanter) 17 νικομάχῳ] νικομαχίω KP 18 ὁμώνυμα H 19 καὶ πολιτικὰ δὲ Κ 21 τῇ πολ.] an xiu Πολιτικῷ? 24 Περὶ συμβιώσεως ἀνδρὸς καὶ γ.] Arist. fr. 182 (p. 138 Rose) 2.5 συγκεκροτεῖσθαι H 26 δοῦλος Η1 27 ἐξιόντας b ἐν τοῖς τῆς Πορφ. Εἰσαγ.] p. 33,3 29 δὲ om. b αὐτῶ P 33 δεύτερα h: δύο HKP 35 εἴδει H λογισμῶν, ἀποδεικτικὸς διαλεκτικὸς ῥητορικὸς σοφιστικὸς ποιητικός. καὶ εἰκότως, ἐπειδὴ καὶ αἱ προτάσεις ὅθεν λαμβάνονται πέντε εἰσίν· ἢ γὰρ πάντῃ ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ ποιοῦσι τὸν ἀποδεικτικόν. ἢ πάντῃ ψευδεῖς καὶ ποιοῦσι τὸν ποιητικὸν τὸν μυθώδη, ἢ πῇ μὲν ἀληθεῖς πῇ δὲ ψευδεῖς, καὶ τοῦτο τριχῶς· ἢ γὰρ μᾶλλον ἀληθεύει ἧττον δὲ ψεύδεται καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, ἡ πλέον ἔχει τὸ ψεῦδος τοῦ ἀληθοῦς καὶ ποιεῖ τὸν σοφιστικόν, ἢ ἐπίσης ἔχει τὸ ἀληθὲς τῷ ψεύδει καὶ ποιεῖ τὸν ῥητορικόν. ὅθεν καὶ στάσεις παρὰ μόνοις τοῖς ῥήτορσι διὰ τὸ ἐξισάζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἣν γὰρ ἐκτελεῖ χρείαν ἡ στάθμη τῷ τέκτονι διακρίνουσα τὰ εὐθέα ἀπὸ τῶν καμπύλων καὶ παρὰ τοῖς οἰκοδόμοις τὸ βαρύλλιον διακρῖνον τὰ ὀρθὰ ἀπὸ τῶν κεκλιμένων, οὓτω ἡ λογικὴ ὄργανον οὖσα τῆς φιλοσοφίας διακρίνει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα μὴ ψευδῆ δοξάσωμεν μηδὲ κακὰ διαπραξώμεθα. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.
Ἐπειδὴ πολλὰ ὄντα τὰ Ἀριστοτελικὰ βιβλία ἔγνωμεν διὰ ἰῆς διαιρέσεως καὶ διὰ τοῦτο οὐκ ἴσμεν τί μὲν πρῶτον τί δὲ μετέπειτα τί δὲ ὑστάτιον μεταχειρισώμεθα, φέρε τρία τινὰ ζητήσωμεν, τίς ἡ ἀρχὴ τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. ταῦτα δὲ ζητοῦμεν οὐ μόνον διὰ τὸ πλῆθος αὐτῶν ἀλλὰ καὶ διὰ τὴν διαφωνίαν τῶν ἀρχαίων· οἱ μὲν γὰρ ἔλεγον ὅτι δεῖ ἀπὸ τῆς φυσικῆς ἄρξασθαι, οἱ δὲ ἀπὸ τῆς λογικῆς, ἄλλοι δὲ ἀπὸ τῆς ἠθικῆς, ἕτεροι δὲ ἀπὸ τῆς | μαθηματικῆς· Βοηθὸς 226r γὰρ ὁ Σιδώνιος ἀπὸ τῆς φυσικῆς λέγει, Ἀνδρόνικος δὲ ὁ Ῥόδιος ὁ Περιπατητικὸς ὁ ἑνδέκατος διάδοχος τῆς Ἀριστοτέλους σχολῆς ἀπὸ τῆς λογικῆς ἔλεγε, τῶν δὲ Πλατωνικῶν οἷ μὲν ἀπὸ τῆς ἠθικῆς οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν. καὶ πάντες τὰς οἰκείας δόξας κατεσκεύαζον· οἱ γὰρ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι ἔλεγον ὅτι δεῖ πρότερον κοσμῆσαι τὰ ἠθικὰ προκαθάραντας τὴν ψυχὴν ἀπὸ τῶν μοχθηρῶν ἠθῶν, ἵνα καθαρὰ οὖσα καθαρᾷ προσομιλήσῃ τῇ φιλοσοφίᾳ· ῾ μὴ καθαρὸν γὰρ καθαρῶν ἐφάπτεσθαι οὐχὶ θεμιτόν᾿ κατὰ τὴν Πλάτωνος φωνήν, ὡς καὶ οἱ ἰατρικοί φασι ῾τὰ ῥῆ καθαρὰ τῶν σωμάτων ὁκόσα ἄν θρέψῃς, μᾶλλον ἂν βλάψοις ὕλην ὑποβάλλων τῇ κακοχυμίᾳ᾿, καὶ ὡς οὐκ ἔστιν ὄψει λημώσῃ ἢ φλεγμαινούσῃ ἀκριβολογήσασθαι τὰ ὁρατά, οὕτω καὶ ὁ τοῖς μοχθηροῖς δόγμασι προκατειλημμένος τὴν ψυχὴν ἐπιχειρῶν διδάσκειν μείζονας ἀρχὰς αὐτῇ ψευδοδοξίας 1 σοφιστικὸς in inrg. suppl. P: ante ῥητ. oolloc. Hb 3 καὶ—ψευδεῖς (4) om. Κ 5. 6 scribas ἀληθεύουσι ἧττον δὲ ψεύδονται καὶ ποιοῦσι, nisi malis ἡ πρότασις subaudire 6 auXoyw. P ψεῦδος] ψεύδεσθαι Κ 7 post σοφιστικόν add. λόγον del. P STTiaov Hb: ἐπίσις P 8 καὶ (post ὅθεν) om. Η στάσις IvP 13 ψευδῆ om. P 13. 14 ταῦτα—πρᾶξις] ἐν οἷς ἡ πρᾶξις Κ: om. b 15 ὄντα om. Κ 17 μεταχειρισώμεθα scripsi : μεταχειρισόμεθα libri τρία] τρίτην b 19 ἀφωνίαν P 26 ἠθικά] ἤθη b 27 προκαθαίροντας b ἳνα— οὕτως μὲν οὗτοι (118,9) om. b 28 καθαρῶν] καθαρὸν P 29 κατὰ Πλάτωνος φωνήν] Phaedo. p. Β oi icttp.] ἰατρικοὶ οἱατρικοὶ cf. Hippocr. Aphor. 2,10 (M. Gr. XXIII p. 713 ühn.) 30 βλεέψης H: βλάψης ὑποβάλων H: ἐπιβάλλων corr. ex ὑποβάλλων K 31 λημμώση K 32. 33 προκατειλημένος 33 auTfj αὐτῆ ἀρχᾶς K ψευδοξίας KP παρέχει, καὶ ἀπαίδευτος οὐχ ὁ μηδὲν εἰδὼς ἀλλ’ ὁ τὸν ἐν αὑτῷ παῖδα μὴ καταστείλας· ἔστι γὰρ παῖς ἐν ἡμῖν καὶ γέρουσιν οὖσι, τοῦτ’ ἔστιν ἡ ἄλογος ψυχή, ἣν δεῖ παιδεύειν· ὅθεν καὶ παιδεία εἴρηται ἡ ἀναγωγὴ ὡς τοῦ ὲν ἡμῖν παιδὸς οὖσα καταστολή, καὶ πεπαιδευμένος παρὰ Πλάτωνι οὐχ ὁ πολλὰ εἰδὼς καὶ ῥέων χρήσεις ἀλλ’ ὁ τὸν ἐν αὑτῷ παῖδα κατεσταλμένον ἔχων· διό φησιν αὐτὸς ὅτι ’ φιλόσοφον ἐγὼ καλῶ τὸν εὖ ζῶντα, κἂν μήτε γράμματα μήτε νεῖν ἐπίσταται᾿, τὰ περισπούδαστα τοῖς Ἀθηναίοις, γράμματα μὲν διὰ τὴν σοφίαν, νεῖν δὲ διὰ τὸ ναυμαχεῖν. οὕτως μὲν οὗτοι.
Οἱ δὲ ἀπὸ τῆς φυσικῆς λέγοντες ἄρχεσθαι ἔλεγον ὅτι τὰ μαλακώτερά εἰσιν ὡς σύντροφα ἐκ παίδων ψηλαφώμενα ὑφ’ ἡμῶν, οἷον σάρκες φλέβες νεῦρα, καὶ ὅτι οἱ ἰατροὶ ἀρχόμενοι τῆς θεραπείας ἀπὸ τῶν μαλακωτέρων ἄρχονται φαρμάκων, ὅτι μάλιστα δοκεῖ Ἀριστοτέλης εὐδοκιμεῖν ἐν ταῖς φυσικαῖς αὐτοῦ πραγματείαις. οὕτως καὶ οὗτοι. οἱ δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῶν μαθηματικῶν ἄρχεσθαί φασιν ὅτι δεῖ ταῦτα πρῶτον ἀναγινώσκειν διὰ τὸ θάρρος τῶν ἀποδείξεων ταῦτα γὰρ κυρίως μανθάνομεν, τὰ δὲ εἰκάζομεν ἤπερ μανθάνομεν), καὶ ὅτι ἐν τούτοις διδασκόμεθα πῶς δεῖ μανθάνειν, ὅτι γραμμικαῖς ἀνάγκαις, οὐκ ἀξιοπιστίᾳ προσώπων ἀναπαυούμενοι, καὶ διὰ Πλάτωνα ἐπιγράψαντα πρὸ τοῦ μουσείου ῾ ἀγεωμέτρητος μηδεὶς εἰσίτω.’
Οί δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι ἔφασκον ὅτι ὄργανον ἡ λογικὴ καὶ δεῖ πρῶτον εἰδέναι τὸ ὄργανον καὶ εἶθ’ οὕτως ποῦ δεῖ χρήσασθαι τῷ ὀργάνῳ· οὕτω γὰρ καὶ ἐπὶ βαναύσων τεχνῶν ἔχει· ὁ γὰρ φοιτήσας εἰς τέκτονα πρῶτον μανθάνει τὰ ὄργανα, οἷον τρύπανον τέρετρον, καὶ εἶθ’ οὕτως ἄρχεται αὐτῆς τῆς τεκτονικῆς. οὕτως μὲν οὖν καὶ οὗτοι. | φέρε δὲ ἡμεῖς εἴπωμεν τἀληθὲς πόθεν δεῖ ἄρχεσθαι. ἔδει τοίνυν ἄρχεσθαι 226 v ἡμᾶς ἀπὸ τῆς ἠθικῆς διὰ τοὺς λέγοντας δεῖν ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι· τούτων γὰρ δριμύτερον οὐδὲν ἔχομεν. ἀλλ’ ἐπειδὴ διδασκόμεθα τὰ ἤθη οὐκ ἐκ συνηθείας καθάπερ τὰ πληγῇ νεμόμενα ζῷα, δεῖν ἄρχεσθαι ἀπὸ τῆς λογικῆς, μηδὲ οὕτως ἀμελήσαντας τῶν ἠθῶν ἀλλ’ ἁμωσγέπως αὖ κοσμήσαντας διὰ παραινέσεων ἐγγράφων ἢ ἀγράφων, οἷαί εἰσιν αἰ Ἰσοκράτους, ἵν’ ἕτοιμον εὕροι ὁ λόγος τὸ ὅ τι ἀκριβῶς ἐπαγιώθη ἐν αὐτῷ· ἰστέον γὰρ ὅτι τῆς φιλοσοφίας εἰς τὸ θεωρητικὸν καὶ τὸ πρακτικὸν διαιρουμένης καὶ τοῦ μὲν θεωρητικοῦ περὶ τὸ ἐν λόγοις ἀληθὲς καὶ ψεῦδος καταγινομένου τοῦ δὲ πρακτικοῦ περὶ τὸ ἐν πράξει ἀγαθὸν καὶ κακόν, παρῆλθεν ὁ συλλογισμὸς ὄργανον κοσκίνου δίκην οἷον ἐκλογῆς καὶ ἀπεκλογῆς, ἵν’ ἐν μὲν 3 παιδία P 6 φησιν αὐτὸς] Leg. p. 689 D ἔ πλέειν νεῖν P an ἐπιστητὰ ? 9 δεῖν b: om. HKP (cf. v. 26) 11 νευρᾶι b 12 καὶ ὅτι b; ὅτι—πραγματείαις cf. p. 114,21 14 τῶν om. Κ 16 τὰ δὲ—μανθάνομεν om. KP om anok ἄλλα x003E;? 17 γραμματικῶν P ἀξιοπιστεία H 17. 18…
Ἐπει…
The complete text is available when the reading interface loads.