The Greek Library Author

Anonymous

Commentarius in Aristotelis analytica priora

Authority group
Elias (catalogue association; authorship remains anonymous)
Edition reference
Commentarius in Aristotelis analytica priora, ed. L. G. Westerink, "Elias on the prior analytics," Mnemosyne ser. 4, vol. 14 (1961) 134–139.
CTS identifier
urn:cts:greekLit:tlg4020.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

136

ἠγνόουν τί ἐστιν ἀπόδειξις οὐδὲ παρελογίζοντο ἑαυτοὺς ἐν ταῖς ἀποδείξεσιν·

αἱ γὰρ μεγάλαι φύσεις ὑπὲρ κανόνας ἐνεργοῦσαι αὐταὶ κανόνες γίνονται

τοῖς μεταγενεστέροις. οὐ γὰρ ἐδεήθη, φησὶν ὁ Θεμίστιος. Πλάτων ἀποδεικ-

νὺς τῆς συλλογιστικῆς Ἀριστοτέλους, ἵνα μὴ παρίδῃ τὰ ἴδια τῶν σχημά-

των, ἀλλ' Ἀριστοτέλης τῶν Πλάτωνος διαλόγων, ἵνα ἐξ αὐτῶν ἀθροίσῃ

τὰ ἴδια τῶν σχημάτων. οὕτως οὐχ Ὅμηρος τοῦ Περὶ ποιητικῆς Ἀριστοτέ-

λους, οὐ Δημοσθένης τῆς Ῥητορικῆς τέχνης Ἑρμογένους, τοὐναντίον δὲ

Ἀριστοτέλης Ὁμήρου ἐν τῷ Περὶ ποιητικῆς καὶ Ἑρμογένης Δημοσθένους

ἐν τῇ Ῥητορικῇ τέχνῃ. καὶ ποῦ ὁ Ἀριστοτέλης τὴν λογικὴν ὄργανον

εἶπεν φιλοσοφίας; ἢ ἐν τοῖς Τόποις, φήσομεν, ὅπου διαιρεῖ τὰ προβλήματα

〈εἰς τὰ〉 πρὸς αἵρεσιν καὶ φυγὴν καὶ εἰς τὰ πρὸς ἀλήθειαν καὶ ψεῦδος καὶ

137

εἰς τὰ συνεργὰ τούτοις. δύναται δὲ καὶ ὁ Πλάτων καὶ ὅτε λέγει θριγκὸν

τὴν διαλεκτικὴν τῶν ὄντων πάντων ὄργανον λέγειν τὴν λογικὴν φιλοσοφίας·

καὶ γὰρ οἱ κανόνες ἔξω ὄντες δίκην θριγκοῦ φρουροῦσι τὰ πράγματα.

{Ἐπιτομὴ τῆς αʹ πράξεως}

Τὴν λογικὴν οἱ μὲν Στωϊκοὶ μέρος εἶναι φιλοσοφίας διχῶς πειρῶνται

{αʹ} δεικνύναι οὕτως· πᾶν, φασίν, ᾧ κέχρηταί τις τέχνη ἢ ἐπιστήμη, τοῦτο

ἐὰν μὴ ᾖ ἑτέρας τέχνης μέρος ἢ μόριον, αὐτῆς τῆς χρωμένης μέρος ἐστὶν

ἢ μόριον· οἷον τὸ διαιτητικὸν τῆς ἰατρικῆς μέρος. πρόσκειται δὲ τὸ ‘ἐὰν

μὴ ᾖ ἑτέρας τέχνης μέρος ἢ μόριον’ διὰ τὴν κυβερνητικὴν χρωμένην τῇ

ἀστρονομίᾳ· οὐκ ἔστι γὰρ αὐτῆς μέρος ἢ μόριον, ἐπειδὴ τῆς μὲν μαθη-

ματικῆς μέρος ἐστί, τῆς δὲ φιλοσοφίας μόριον. ἐπειδὴ οὖν τῇ λογικῇ κέχρη-

ται ἡ φιλοσοφία καὶ οὐκ ἔστιν ἄλλης μέρος ἢ μόριον, τῆς ἄρα φιλοσοφίας

μέρος ἢ μόριόν ἐστιν ἡ λογική· καὶ οὐκ ἔστι μόριον, ἐπειδὴ οὐδὲ τοῦ

θεωρητικοῦ οὐδὲ τοῦ πρακτικοῦ μέρος ἐστίν, οὔτε γὰρ τὴν αὐτὴν τού-

τοις ἔχει ὕλην οὔτε τὸ αὐτὸ τέλος ἡ λογική. μέρος ἄρα φιλοσοφίας. ἀλλ'

ὅσον ἐπὶ τῷ κανόνι τῶν Στωϊκῶν ἔσται τὸ φλεβοτόμον σῶμα ὂν μέρος ἢ

μόριον τῆς ἰατρικῆς· καὶ ἐλλιπῶς ἔχει ὁ κανών. ἔδει γὰρ οὕτως ἔχειν·

πᾶν ᾧ κέχρηταί τις τέχνη ἢ ἐπιστήμη, τοῦτο ἐὰν μὴ ᾖ ἑτέρας τέχνης μέρος

ἢ μόριον, αὐτῆς τῆς χρωμένης ἢ μέρος ἢ μόριον ἢ ὄργανόν ἐστιν. ὥσπερ

οὖν ἐδείχθη ἡ λογικὴ μὴ οὖσα μόριον φιλοσοφίας, δειξάτωσαν ὅτι οὐδὲ

〈{βʹ}〉 ὄργανον, ἵνα ᾖ μέρος. δεύτερος λόγος Στωϊκός· εἰ ἡ φιλοσοφία τὴν λογικὴν

ἀπετέλεσε, μέρος ἡ λογικὴ φιλοσοφίας. ἀλλ' ἐνδέχεταί τι ἑαυτῷ ὄργανον

ἀποτελέσαι· καὶ γὰρ ἡ χαλκευτικὴ καὶ ἄκμονα καὶ ῥαιστῆρα καὶ ἡ τεκτονι-

κὴ πῆχυν καὶ κανόνα. καὶ εἰ χρῶνται τῇ λογικῇ καὶ αἱ ἄλλαι τέχναι, οὐκ

ἄτοπον· καὶ ἑαυταῖς γὰρ καὶ ταῖς ἄλλαις αἱ τέχναι ὄργανα κατασκευά-

ζουσιν. οἱ δὲ Περιπατητικοὶ τὴν λογικὴν φιλοσοφίας ὄργανον καὶ αὐτοὶ

{αʹ} διχῶς οὕτω δεικνύουσιν· εἰ μέρος ἡ λογικὴ φιλοσοφίας, ἐπειδὴ κέχρηνται

τῇ λογικῇ αἱ ἄλλαι τέχναι ὡς ὀργάνῳ, καὶ αἱ βάναυσοι, ἔσται ἡ φιλοσοφία

καὶ τῶν βαναύσων ἀτιμοτέρα. καθόλου γάρ, ἐὰν ὦσι δύο τέχναι καὶ τῷ

ἀποτελέσματι τῆς ἑτέρας ἡ ἑτέρα ὡς ὀργάνῳ κέχρηται, ἀτιμοτέρα μὲν ἡ

ποιοῦσα, τιμιωτέρα δὲ ἡ χρωμένη· διὸ τιμιωτέρα ἱππικὴ χαλινοποιϊκῆς,

{βʹ} τῷ γὰρ ἀποτελέσματι τῆς χαλινοποιϊκῆς αὕτη ὀργάνῳ κέχρηται. δεύτερος

λόγος Περιπατητικός· τὰ μέρη ἀναιρούμενα ἀναιρεῖ τὸ ὅλον, ἡ δὲ λογικὴ

138

οὐ συναναιρεῖ τὴν φιλοσοφίαν· ἦν γὰρ ἀπόδειξις καὶ πρὸ τῆς ἀποδεικτικῆς

πραγματείας τοῦ Ἀριστοτέλους· οὐκ ἄρα μέρος ἡ λογικὴ φιλοσοφίας.

ὁ δὲ Πλάτων μέρος ἅμα καὶ ὄργανον φησὶ τὴν λογικὴν φιλοσοφίας· ἐν

μὲν τῷ Φαίδρῳ καὶ Φαίδωνι μέρος, ἐν δὲ τῷ Παρμενίδῃ ὄργανον· καὶ

μέρος μὲν τὴν ἐν πράγμασι διαλεκτικήν, ὄργανον δὲ τὴν ἐν κανόσι. καὶ

τὴν μὲν ἐν πράγμασι διαλεκτικήν ἐστιν εὑρεῖν παρά τε Ἀριστοτέλει καὶ

ἄλλοις πολλοῖς, τὴν δὲ ἐν κανόσι παρ' Ἀριστοτέλει μόνῳ καὶ τοῖς μετ'

αὐτόν· μόνος γὰρ οὗτος τὰς μεθόδους τῶν πραγμάτων ἀποσυλήσας τέχνην

συνεστήσατο λογικήν. οἱ δὲ πρώην οὐκ ἠγνόουν τὰς μεθόδους τῶν ἀποδεί-

ξεων, ἀλλ' ἐπιστημονικῶς καὶ ὑπὲρ κανόνας ποιούμενοι τὰς ἀποδείξεις

κανόνες ἐγένοντο τοῖς μεταγενεστέροις, ἐξ ὧν τὰς μεθόδους εἰληφότες τὴν

λογικὴν συνεστήσαντο. ὄργανον δέ φησι τῆς φιλοσοφίας ὁ Ἀριστοτέλης

τὴν λογικὴν ἐν τῇ Τοπικῇ αὐτοῦ πραγματείᾳ.

{Πρᾶξις βʹ}

Ὁ σκοπὸς τῶν Προτέρων ἀναλυτικῶν περὶ συλλογισμοῦ. ἔδει γὰρ μετὰ

τὰ μέρη πάντα τοῦ συλλογισμοῦ (τὰ προσεχέστατα, τὰς προτάσεις· τὰ

πόρρω, ὄνομα καὶ ῥῆμα· τὰ πορρωτάτω, τὰς ἁπλᾶς φωνάς) καὶ περὶ τοῦ

ὅλου συλλογισμοῦ πραγματεύσασθαι. καὶ πῶς ὁ Ἀριστοτέλης περὶ ἀπο-

δείξεως ἔφη εἶναι τὸν σκοπόν; ἢ περὶ ἀποδείξεως ἔφη τὸν σκοπὸν ἐπειδὴ

καὶ τὸν συλλογισμὸν διὰ τὴν ἀπόδειξιν διδασκόμεθα, ὡς εἴ τις καὶ τῆς

δρυοτομικῆς τέλος λέγοι τὴν ναυπηγίαν καὶ τῆς φλεβοτομίας τὴν ὑγείαν,

ὑπερβὰς τὴν κένωσιν τοῦ λυποῦντος χυμοῦ. ἢ ἐράσμιον ἐκ θυρῶν ποιῶν

τὸ βιβλίον τὸ χρήσιμον αὐτοῦ σκοπὸν αὐτοῦ ἀπεφήνατο. ἢ ὡς Ἀναλυτι-

κῶν σκοπὸς ἡ ἀπόδειξις, ὡς δὲ Προτέρων ἀναλυτικῶν ὁ συλλογισμός· ἐν

δὲ τῷ πέρατι τῶν τεσσάρων Ἀναλυτικῶν τὸν ὡς προτέρων καὶ ὑστέρων

σκοπὸν λέγει συμπεραινόμενος οὕτως· ‘περὶ μὲν οὖν συλλογισμοῦ καὶ

ἀποδείξεως τί τε ἑκάτερόν ἐστι καὶ πῶς γίνεται φανερόν ἐστιν, ἅμα δὲ

καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· ταὐτὸν γάρ ἐστιν’. ἐπεὶ ὅτι νῦν τὸν

σκοπὸν περὶ συλλογισμοῦ βούλεται, δηλοῖ μὴ προλαμβάνων τί ἐστιν

ἀπόδειξις καὶ τίς ἡ ἄμεσος πρότασις, ἀλλὰ τί συλλογισμὸς καὶ τίνες αἱ

διαφοραὶ αὐτοῦ, τὸ τέλειον καὶ ἀτελές· τίς ἡ πρότασις· τίνες αἱ διαφοραὶ

τῶν προτάσεων ἐξ ὧν πᾶς συλλογισμός· τίνες οἱ ὅροι ἐξ ὧν πᾶς συλλογισ-

μὸς καὶ εἰς οὓς πᾶς ἀναλύεται. περὶ συλλογισμοῦ δὲ ὁ σκοπὸς οὐ κατη-

139

γορικοῦ μόνον, ἀλλὰ παντός· ἐφαρμόζει γὰρ ὁ ὅρος τοῦ συλλογισμοῦ ὁ

ἀποδεδομένος ὑπ' αὐτοῦ καὶ τῷ ὑποθετικῷ, καὶ ἐπ' ὀλίγον καὶ περὶ ὑποθετι-

κῶν συλλογισμῶν διαλέγεται, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας πλεονάσας

ταῖς κατηγορικαῖς προτάσεσιν ἐπ' ὀλίγον καὶ περὶ τῶν ὑποθετικῶν διεί-

λεκται, τὸ γὰρ ἀληθεύειν καὶ ψεύδεσθαι κοινὸν ἑκατέρας. πενταχῶς δὲ

λεγομένου τοῦ συλλογισμοῦ· ἢ γὰρ πάντη ἀληθεῖς εἰσὶν αἱ προτάσεις,

καὶ γίνεται ὁ ἀποδεικτικός· ἢ πάντη ψευδεῖς καὶ μυθώδεις, καὶ γίνεται ὁ

ποιητικός· ἢ πῆ μὲν ἀληθεῖς πῆ δὲ ψευδεῖς, καὶ τοῦτο τριχῶς· ἢ γὰρ

μᾶλλον ἀληθεῖς, καὶ γίνεται ὁ διαλεκτικὸς καὶ ἔνδοξος· ἢ μᾶλλον ψευδεῖς,

καὶ γίνεται ὁ σοφιστικός· ἢ ἐξ ἴσου ἀληθεῖς καὶ ψευδεῖς, καὶ γίνεται ὁ

ῥητορικός, ὁ διὰ τοῦτο μόνος στασιαζόμενος ἐν τοῖς συλλογισμοῖς καὶ

ἀσύστατος ἐπὰν μὴ στασιάζηται· συνῆψεν ὁ Ἀριστοτέλης τῷ γένει μόνον

τὸ τιμιώτατον τῶν εἰδῶν καὶ μίαν πραγματείαν περὶ ἀμφοτέρων ἔγραψε

τὴν Ἀναλυτικήν. τινὲς δὲ τρία μόνα φασὶν εἴδη τοῦ συλλογισμοῦ, ἀποδεικ-

τικὸν διαλεκτικὸν σοφιστικόν, συνωθοῦντες τὸν μὲν ῥητορικὸν τῷ δια-

λεκτικῷ, τὸν δὲ ποιητικὸν τῷ σοφιστικῷ. καὶ ὅτι τρία μόνον, οὕτως

δείκνυται. πέντε εἰσὶ τὰ γινώσκοντα ἐν ἡμῖν, νοῦς διάνοια δόξα φαντασία

αἴσθησις· ἡ γὰρ γνῶσις ἢ μερικοῦ ἢ καθόλου· καὶ εἰ μερικοῦ, ἢ ἐκτὸς

κειμένου, καὶ γίνεται αἴσθησις, ἢ ἐντός, καὶ γίνεται φαντασία· εἰ δὲ

καθόλου, ἢ μετ' αἰτίας, καὶ γίνεται διάνοια, ἢ ἄνευ αἰτίας· καὶ εἰ τοῦτο, ἢ

κρεῖττον ἢ κατ' αἰτίαν, καὶ γίνεται νοῦς, ἢ χεῖρον ἢ κατ' αἰτίαν, καὶ

γίνεται δόξα. καὶ γινώσκει μὲν τὰ πέντε, συλλογίζεται δὲ μόνη ἡ διάνοια·

ταύτης γὰρ μόνης τὸ διανύειν ὁδὸν τὴν ἀπὸ τῶν προτάσεων ἐπὶ τὸ συμπέ-

ρασμα, διὸ καὶ μόνη διάνοια λέγεται. καὶ οὔτε τὰ ἄκρα συλλογίζεται,

νοῦς καὶ αἴσθησις, ὡς αὐτοπτοῦντα, οὔτε ἡ φαντασία συλλογίζεται· πόθεν

γὰρ ἢ πῶς λαβοῦσα, τῆς αἰσθήσεως μὴ συλλογιζομένης; οὔτε μὴν ἡ δόξα

συλλογίζεται ὡς μόνα τὰ συμπεράσματα εἰδυῖα καὶ διὰ τοῦτο διανοίας

ἀποτελεύτησις λεγομένη. μόνης ἄρα διανοίας ὁ συλλογισμός· ἀλλ' αὕτη ἢ

παρὰ νοῦ τὰς προτάσεις λαμβάνει, ὅτε δεῖται τῶν κοινῶν ἐννοιῶν, καὶ ποιεῖ

τὸν ἀποδεικτικόν· ἢ ἀπὸ δόξης, καὶ ποιεῖ τὸν διαλεκτικόν· ἢ ἀπὸ φαντα-

σίας καὶ διὰ τοῦτο καὶ ἀπὸ αἰσθήσεως, καὶ ποιεῖ τὸν σοφιστικόν.

Τὸ χρήσιμον. χρήσιμον πρὸς ἀπόδειξιν· ὡς γὰρ ἀδύνατον τοιῶσδε γρά-

φειν τὸν οὐκ εἰδότα γράφειν ὅλως, οὕτω καὶ τοιῶσ