Prolegomena philosophiae
- Scientific editors
- Adolf Busse
- Edition reference
- Davidis Prolegomena et in Porphyrii Isagogen Commentarium · Berlin · Reimer · 1904
- CTS identifier
urn:cts:greekLit:tlg4021.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
TA ΠΡΟΛΕΓΟΜΕΝΛ ΤΗΣ ΦΙΛΟΣOΦΙΑΣ ΑΠΟ ΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ KAI ΘΕΟΦΡΟΝΟΣ ΦΙΛΟΣΟΦΟΥ.
<Ορᾶξις α΄.>.
Οἱ τῶν τὴς φιλοσοφίας λόγων ἐρῶντες καὶ τῆς ἐκ τούτων ἡδονῆς ἄκρῳ δακτύλῳ γευσάμενοι, πάσῃ τῇ τοῦ βίου φροντίδι χαίρειν εἰπόντες, σώφρονί τινι μανία πρὸς τούτους ἐλαυνόμενοι φαίνονται καὶ τῇ τῶν ὄντων ἐπιστήμῃ συντόμως αὐτῶν ψυχαγωγοῦσι τὸν ἔρωτα· ἐπιστήμη δὲ τῶν ὄντων ἐστὶν ἡ φιλοσοφία, ὡς σὺν θεῷ μαθησόμεθα. ἐπεὶ τοίνυν καὶ ἡμᾶς σοφὸς ἔρως καὶ πολλὴ προθυμία εἰς τοῦτον διήλασε τὸν ἀγῶνα, φέρε τὸν τῆς φιλοσοφίας θεῖον ἀγῶν ὑποδυσώμεθα, μὴ τὸ παρὸν δυσχερὲς ἐπιλογιζόμενοι, ἀλλὰ πρὸς τὸ πέρας τῆς θείας ἐπαγγελίας αὐτῆς ἀποβλέποντες πάντα μόχθον ἐλάττονα καὶ δεύτερον αὐτῆς ἡγησώμεθα.
Δοκεῖ δέ μοι μικρὸν ἀναβάλλεσθαι τὴν ἐγκύκλιον ἐξήγησιν Ἀριστοτελιχοῖς πειθομένῳ θεσμοῖς, ὡς δεῖ ἐν ἑκάστῳ σχεδὸν πράγματι τὰ τέσσαρα ταῦτα ζητεῖν κεφάλαια· εἰ ἔστι, τί ἐστι, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ εἰκότως τὰ τέσσαρα ταῦτα ζητοῦμεν· τῶν γὰρ πραγμάτων τὰ μὲν ἀνύπαρκτά ἐστιν, ὡς τραγέλαφος, σκινδαψός, βλίτυρι καὶ τὰ λοιπά, ὅσα ἡ ἡμετέρα διάνοια διαπλάττεται, τὰ δὲ ὕπαρξιν ἔχει. καὶ τούτων αὗθις τῶν ὕπαρξιν ἐχόντων τὰ μὲν ἀμφιβαλλομένην ἕχει ἔχει τὴν ὕπαρξιν, ὡς ἄναστρος σφαῖρα ἢ ὡς ἀντίποδες ταῦτα γὰρ ἀμφιβάλλονται εἴτε εἰσὶν εἴτε οὔ), τὰ δὲ οὐκ ἀμφιβαλλομένην ἀλλ’ ὁμολογουμένην, ὥσπερ ἄνθρωπος ἤ βοῦς. καὶ ἐπὶ μὲν 1. 2 Inscripsi ex V: προλεγόμενα τῶν πέντε φωνῶν τῆς φιλοσοφίας ἀπὸ φωνῆς τοῦ θεοφιλεστάτου φιλοσόφου χυρίου δᾶδ Κ: om. T 3 πρᾶξις ά addidi (cf. p. 2,30) 4 τῶν τῆς (ante φιλ.) om. V 6 φαίνονται] φέρονται V 7 αὐτῶν (sc. λόγων)] αὑτῶν Brand. 8 ἡμᾶς post ἔρως (9) colloc. KT 9 καὶ πολλὴ προθυμία post ἀγῶνα colloc. T εἰς] ἐπὶ V διήλαυνε V 9. 10 φέρε—ἀλῶνα] φέρε δὴ δὲ T) φέρε λοιπὸν τοῦτον KT 10 ἀποδυσώμεθα V1 11 ἐπαγγελίας αὐτῆς] αὐγῆς V 13 ἀναβαλέσθαι K 13. 14 Ἀριστοτ. πειθ. θεσμοῖς] cf. Anal. post. Β 1 p. 89b23 17 εἰσιν V ἢ σκινδ. V καὶ τὰ λοιπά suppl. V2 διάνοια] ἔννοια V 18 καὶ τούτων suppl. V2 19 ἡ ἄναστρος V 20. 21 οὐκ ἀμφιβ. ἀλλ’ om. V 21 ὡμολογημένην K: ὡμολογουμένην Τ1: ὁμολογουμένην T2 τῶν ὕπαρξιν ἐχόντων ἀμφιβαλλομένην δὲ ζητοῦμεν τὸ εἰ ἔστιν, ἐπὶ δὲ τῶν ὁμολογουμένην ἐχόντων τὴν ὕπαρξιν ζητοῦμεν τὸ τί ἐστι. τὸ δὲ τί ἐστιν ἢ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ γινώσκεται, δι’ ὀνόματος μέν, ὅταν βλέπωμέν τι καὶ ἐρωτῶμεν τί ἐστι, καὶ λέγωμεν ὅτι ῾ἄνθρωτος’, δι’ ὁρισμοῦ δέ, ὅταν λέγωμεν ῾ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’. εἶτα δὲ ἐπειδὴ τὰ πράγματα οὐ μόνον κοινωνοῦσιν ἀλλὰ καὶ διαφέρουσιν καὶ γὰρ τὰ ζῷα οὐ μόνον κοινωνοῦσι κατὰ τὸ γένος καθὸ ζῷα, ἀλλὰ καὶ διαφέρουσι, καθὸ τὰ μὲν λογικὰ τὰ δὲ ἄλογα), διὰ τοῦτο ζητοῦμεν τὸ ὁποῖόν τί ἐστιν, ἵνα γνῶμεν τὰς διαφοράς· καὶ γὰρ τῷ ὅρῳ συναναφαίνονται αἱ 127 v διαφοραί. ἰστέον δὲ ὅτι ἡνίκα τὸ τί ἐστι δι’ ὀνόματος ἐκφέρεται, τότε δεῖ ζητεῖν τὸ ὁποῖόν τί ἐστιν, ἡνίκα δὲ δι’ ὅρου γινώσκεται, τότε οὐ δεῖ ζητεῖν ὁποῖόν τί ἐστιν, ἀλλὰ τὸ διὰ τί ἐστιν.] ἐπειδὴ δὲ πάντα πρός τι τέλος ὁρῶσι καὶ οὐδὲν μάτην οὕτε ὁ δημιουργὸς οὔτε ἡ φύσις οὔτε ἡ τέχνη ἐπενόησεν, τούτου χάριν ζητοῦμεν τὸ διὰ τί ἐστιν· οἷον διὰ τί ἐστι κλίνη; διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν. καὶ πάλιν διὰ τί ἐστιν ἄνθρωπος; διὰ τὸ κοσμῆσαι τόδε τὸ πᾶν· καὶ γὰρ τὸ πᾶν ἀτελὲς ἦν, εἰ μὴ ἦν τὸ ἀνθρώπειον γένος, ὡς δηλοῖ καὶ ὁ Πλατῶν ἐν τῷ Τιμαίῳ· ποιεῖ γὰρ τὸν δημιουγρὸν λέγοντα μετὰ τὴν ποίησιν οὐρανοῦ καὶ γῆς ῾ἔτι λείπεται τρία γένη ἡμῖν θνητὰ καὶ ἀγέννητα, ὧν μήπω γενομένων ὁ οὐρανός, φησίν, ἐστὶν ἀτελής’. οὐρανὸν δὲ ἐκάλεσε τὸν κόσμον ἐκ τοῦ περιέχοντος ὀνομάσας τὸ περιεχόμενον.
Ἐπεὶ τοίνυν ἡ φιλοσοφία ἐστὶν ἡμῖν τὸ προκείμενον, τὸ κάλλιστόν τε καὶ τιμιώτατον τῶν ἐν ἀνθρώποις πράξεων, ἥτις παρ’ ἡμῖν μὲν οὐκ ἀμφιβάλλεται, παρὰ δέ τισιν ἀμφιβάλλεται τυφλοῖς ἐοικόσι περὶ χρωμάτων συλλογιζομένοις, οὓς ὁ Σταγειρίτης φησίν οἱ γὰρ ἐκ γενετῆς τυφλοὶ οὐ δύνανται περὶ χρωμάτων συλλογίσασθαι· οὐ γὰρ ἴσασι τί ἐστι χρῶμα), φέρε τοὺς τούτων λόγους εἰς μέσον ἐκθώμεθα καὶ τὴν τούτων ἀνατροπὴν ὡς οἷόν τέ ἐστι ποιησώμεθα σαφῶς ἐλέγχοντες τὴν τούτων ἄνοιαν. τίνες δὲ εἰσιν οἱ τούτων λόγοι, ἐν τῇ ἐφεξῆς θεωρίᾳ μαθησόμεθα.
Πρᾶξις β΄.
Καθάπερ ἐν τῇ προτέρᾳ θεωρίᾳ ὑπεσχόμεθα, ἔλθωμεν καὶ τοὺς λόγους τῶν βουλομένων ἀνελεῖν τὴν ὕπαρξιν τῆς φιλοσοφίας ἐκθώμεθα καὶ τούτων 2 τὴν om. V ante τὸ δὲ add. ἐπειδὴ δέ (sic) V 3 βλέποντές V 4 καὶ ἐp.] λέγωμεν V λέγομεν TV 5. 6 εἶτα δὲ ἐπειδὴ] εἶτα ἐπειδὴ δὲ Κ: εἶτα ἐπειδὴ T: εἶτα δὲ Y 6 ante τὰ πράγμ. add. καὶ V κοίνων. ἀλλήλοις T 10 ἰστἐον— ἀλλὰ τὸ διὰ τί ἐστιν (12) delevi ἐκφέρηται V 13 ἡ (ante τέχνη) om. V 16 τὸ (ante pr. πᾶν) om. V 17 ἐν τῷ τιμαίῳ] p. 41 B 22 ἡ om. KT τῶν προκειμένων ἡμῖν V τε om. V 24 ἀμφιβάλλεται (alt.) om. V 25 συλλογίσασθαι Κ ὁ Σταγειρίτης] Phys. Β 1 p. 193a7 7 γεννητῆς KTV 27 τοὺς τούτων λόγους] τοῦ βίου τοὺς λόγους V 28. p. 3,1 ποιησόμεθα V ἄνοιαν] μανίαν V δέ om. V 29 ἑξῆς T 30 πρᾶξις σὺν θεῶ β' KV: om. T 32 προανελεῖν V1 τὴν ἀνατροπὴν ὡς οἷόν τέ ἐστι ποιησώμεθα. πρῶτον μὲν ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν ἐστὶ τοῦτο· τὸ ὂν τῶν ὁμωνύμων ἐστίν, τὰ ὁμώνυμα ὅρῳ οὐ καθυποβάλλονται, τὰ ὅρῳ καθυποβαλλόμενα γνώσει οὐχ ὑποπίπτουσι, τὸ ὂν ἄρα ἄγνωστόν ἐστιν. εἰ δὲ ἡ φιλοσοφία γνῶσις τῶν ὄντων ἐστί, δῆλον ὅτι ἄγνωστός ἐστιν, εἴ γε τὸ ὂν ἄγνωστόν ἐστι. πρὸς τοῦτο τὸ ἐπιχείρημα διττῶς ὑπαντῶμεν τῇ τε ἐνστάσει κεχρημένοι καὶ τῇ ἀντιπαραστάσει. ἰστέον δὲ ὅτι ἐνστάσεως μὲν ἔργον ἐστὶ τὸ ἐκ βαλβῖδος αὐτῆς καὶ εὐθέως ἐκ προοιμίων ἀνατρέπειν τοὺς δι’ ἐναντίας λόγους, ἀντιπαραστάσεως δὲ τὸ δέξασθαι μὲν τὸν λόγον ὡς ἀληθῆ δεῖξαι δὲ αὐτὸν μηδαμῶς καταβλάπτοντα τὸ προκείμενον, ἀλλὰ μάτην εἰρημένον. ἀνατρέποντες οὖν | τὸ ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν κεχρήμεθα τῇ 128r ἐνστάσει, λέγοντες ὅτι τὸ ὂν οὐκ ἔστι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ’ ἑνός τί δέ ἐστι τὰ ὁμώνυμα καὶ τί τὰ ἀφ’ ἑνός, προκόπτοντες μαθησόμεθα), τῇ δὲ ἀντιπαραστάσει κεχρήμεθα λέγοντες ὅτι εἰ καὶ δῶμεν τῶν ὁμωνύμων εἶναι τὸ· ὄν, οὐ παρὰ τοῦτο ἄγνωστόν ἐστι· καὶ γὰρ δύναται τὰ ὁμώνυμα ὅρῳ καθυποβληθῆναι· κανὼν γάρ ἐστι διαλεκτικὸς ὁ λέγων ὅτι ἐπὶ τῶν ὁμω- νύμων τρία τινὰ δεῖ ζητεῖν, πόσα σημαινόμενα ἔχει τὸ ὁμώνυμον, καὶ περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, καὶ εἷθ’ οὕτως ὑπογράψαι ἢ ὁρίσασθαι τὸ ἓν τῶν σημαινομένων περὶ οὗ ἐστιν ὁ λόγος οἷον παραδείγματι σαφη- νίσωμεν τὸ λεχθέν· ἡνίκα περὶ κυνός ἐστιν ὁ λόγος, ἐπειδὴ αὕτη ἡ φωνὴ τῶν ὁμωνύμων ἐστίν, δεῖ πρῶτον λέγειν πόσα σημαινόμενα ἔχει, οἷον ὅτι σημαίνει τόν τε ἀστρῷον καὶ τὸν θαλάττιον καὶ τὸν χερσαῖον, καὶ δεύτερον τερον περὶ ποίου κυνός ἐστιν ὁ λόγος, εἶτα ὑπογράφειν αὐτὸ ἢ ὅρῳ καθυποβάλλειν· οἷον εἰ περὶ τοῦ χερσαίου κυνός ἐστιν ὁ λόγος, λέγομεν ὅτι ἐστὶ ζῷον τετράπουν ὑλακτικόν. οὕτως οὖν καὶ ἐπὶ τοῦ ὄντος τὰ τρία ταῦτα ζητοῦμεν· ζητοῦμεν γὰρ πρῶτον πόσα σημαινόμενα ἔχει καὶ λέγομεν ὅτι κατὰ δέκα σημαινομένων φέρεται, ἤγουν κατὰ τῶν δέκα κατηγοριῶν. καὶ δεύτερον ζητοῦμεν περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, ἆρα περὶ οὐσίας ἢ περὶ ποσοῦ ἢ περὶ ποιοῦ ἢ περὶ τῶν ἑξῆς κατηγοριῶν. τότε ζητοῦμεν ὁρισμῷ ἢ ὑπογραφῇ καθυποβάλλειν. εἰ ἄρα οὖν ὁρισμῷ καθυπβάλλεται, δῆλον ὅτι οὐκ ἔστιν ἄγνωστον τὸ ὄν.
Τὸ δὲ δεύτερον ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν προέρχεται τοῦτον τὸν τρόπον· τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσι καὶ στάσεως οὐδεμιᾶς τυγχάνουσι· φθάνει γὰρ τὸν λόγον ἀμειφθέντα τὰ πράγματα· καὶ γὰρ σχεδὸν 4 ante εἰ δὲ ἡ φιλ. add. πῶς τοίνυν φατὲ τὴν φιλοσοφίαν γνῶσιν τῶν ὄντων τοῦ ὄντος ἀγνώστου ὑπάρχοντος KT 6 διχῶς V 6. 7 κεχρημένοι post ἀντιπαραστ. colloc. V 7 δὲ om. Κ μὲν om. KT post βαλβῖδος add. καὶ ἀφετηρίας V 9 pr. δὲ] δ’ ἔργον ἐστὶ V 10 ἀλλὰ μάτην εἰρημένον om. V (fort, recte) 11 τὸ om. K 13 εἰσι KT 14 ὅτι om. T 15 δύνανται KT 18 ἥ] καὶ TV 21 λέγειν supra scr. K: εἰπεῖν (sed post ἔχει colloc.) T 23 ante περὶ add. περὶ ποίου σημαινομένου ἤγουν V εἶτα ὑπογp. αὐτὸ] καὶ τρίτον τοῦτο ὑπολράφει (sic) V 23. 24 χαθυποβάλλει V 24 ἐστὶ τυχὸν ὁ λόγος V 27 τῶν om. KT 29 χατηγοριῶν om. V 29. 30 τότε ζητοῦμεν] χαὶ τότε τὸ ζητούμενον V 30 pr. ὁρισμῷ] ὅρω V χαθυποβάλλομεν (pr. 1.) V 31 τό ὄν om. KT πρὸ τοῦ ῥηθῆναι τὸν περὶ αὐτῶν λόγον ἀμείβονται τὰ πράγματα. καὶ φέρουσι παράδειγμα τοιοῦτον, ὅτι ὥσπερ ἐν ποταμῷ ἐν τῷ αὐτῷ ὕδατι οὐ δύναταί τις βρέξαι δὶς τὸν πόδα, ἢ ὥσπερ ἕτεροι ἐπιτείνοντες τὴν ἀπορίαν λέγουσιν ὅτι οὐδὲ ἅπαξ δύναταί τις ἐν τῷ αὐτῷ ὕδατι βρέξαι τὸν πόδα ἐκείνου τοῦ ὕδατος παρερχομένου συντόμως καὶ ἄλλου ἐπερχομένου, οὕτω καὶ τὰ πράγματα ἐν ῥοῇ καὶ ἀπορροῇ ὄντα στάσεως οὐδεμιᾶς τυγχάνουσι καὶ δῆλον ὅτι γνώσει οὐχ ὑποπίπτουσιν· ἐν τῷ γὰρ θέλειν τινὰ γινώσκειν αὐτὰ ἀμείβονται καὶ ἄλλοτε ἄλλως ἔχουσι, καὶ οὐ καταλαμβάνει τις γνῶναι αὐτά. πῶς οὖν ἡ φιλοσοφία νῶσις τῶν ὄντων ἐστίν, ὅπου τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ ὄντα ἄγνωστά εἰσιν; ἄλλως τε δέ φασιν· ἵνα γένηται κατάληψις, θέλει τὸ γινῶσκον ἐφαρμόζεσθαι τῷ γνωστῷ. | καὶ γινῶσκον μὲν λέγουσι τὴν ψυχὴν γνωστὸν δὲ τὸ πρᾶγμα 128 v τὸ ὑποκείμενον ἤγουν τὸ γινωσκόμενον. ἵνα δὲ γένηται ἐφαρμογή, τοῦτ’ ἔστιν ἁρμοδία κατάληψις, θέλει τὸ γνωστὸν ἡ μὴ κινεῖσθαι ἀλλ’ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινεῖται τὸ γνωστὸν καὶ μεταβάλλεται, θέλει. καὶ τὸ γινῶσκον ἤγουν ἡ ψυχὴ συγκινεῖσθαι καὶ συμιuεταβάλλεσθαι, καὶ τυχὸν εἰ γίνεται τὸ γνωστὸν λευκόν, θέλει καὶ ἡ ψυχὴ λευκὴ εἶναι, καὶ εἰ γίνεται ὕδωρ, θέλει καὶ ἡ ψυχὴ ὕδωρ γίνεσθαι. ἀλλὰ μὴν ἡ ψυχὴ οὐ συμμεταβάλλεται τῷ γνωστῷ· δῆλον ὅτι οὐ δύναται γνῶναι αὐτό. ἄρα ἡ φιλοσοφία γνῶσις τῶν ὄντων εἶναι οὐ δύναται, ὅπου τὰ ὄντα γνώσει οὐ καθυποβάλλονται. ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν πρὸς αὐτούς· πρῶτον μὲν ἡ φιλοσοφία οὐ καταγίνεται περὶ τὰ μερικά, ἅτινά εἰσιν ἐν ῥοῇ καὶ ἀπορροῇ, ἀλλὰ περὶ τὰ καθόλου, ἅτινα οὐ μεταβάλλεται, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει. δεύτερον δὲ εἰ καὶ δῶμεν αὐτὴν περὶ τὰ μερικὰ καταγίνεσθαι, οὐ παρὰ τοῦτο οὐ δύναταί τις καταλαβέσθαι, καθὸ τὸ γινῶσκον ἤγουν ἡ ψυχὴ οὐ συμμεταβάλλεται τῷ γνωστῷ ἤγουν τῷ ὑποκειμένῳ πράγματι· κατὰ γὰρ τοῦτον τὸν λόγον οὐδὲ τὸ θεῖον εἴσεταί τι τῶν γινομένων, ἐπειδὴ οὐ συμμεταβάλλεται τοῖς πράγμασιν, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει. καὶ πάλιν κατὰ τοῦτον τὸν λόγον ὁ ἰατρὸς κατὰ φύσιν ὢν οὐ δύναται γνῶναι τὰ παρὰ φύσιν, τοῦτ’ ἔστιν ὅταν ὑγιαίνῃ, οὐ δύναται διακρῖναι τὴν νόσον, ἀλλ’ ἀναγκάζεται νοσεῖν, ἵνα τὴν νόσον διακρίνῃ. ἔτι δὲ πολλάκις ἡ ψυχὴ πρὸ τοῦ ἀμειφθῆναι τὰ πράγματα γινώσκει αὐτά, ὡς καὶ ὁ Πλατῶν δηλοῖ λέγων αἱ γὰρ τῶν σπουδαίων ψυχαὶ οὐ μόνον κατόπιν ἔρχονται τῶν πραγμάτων, ἀλλὰ καὶ προφθάνουσιν αὐτὰ καὶ προγινώσκουσι πρὸ τοῦ ἀμειφθῆναι’. χαὶ ταῦτα μὲν ἐν τούτοις.
Τρίτον δὲ ἐπιχείρημα οἱ ἀνατρέποντες τὴν φιλοσοφίαν φασὶ τοῦτο· γὰρ δημιουργὸς ὄψιν καὶ ἀκοὴν ἡμῖν ἐδωρήσατο, ἵνα διὰ τούτων τὸ τῆς φιλοσοφίας κατορθώσωμεν γένος’ . τοῦτο λαβόντες ὡς ὁμολογούμενόν φασιν ὅτι εἰ δείξομεν ἐκ τῆς ὑμῶν διαιρέσεως μὴ δυνάμενα εἶναι τὰ μέρη τῆς φιλοσοφίας, δῆλον ὅτι οὐ συνίσταται ἡ φιλοσοφία. φασὶν οὖν ὅτι καθ’ ὑμᾶς ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν, τὸ θεωρητικὸν πάλιν εἰς μαθηματικὸν φυσιολογικὸν καὶ θεολογικόν· εἰ ἄρα οὖν ταῦτα ἀνατρέψομεν, δῆλον ὅτι οὐ συνίσταται ἡ φιλοσοφία. φασὶν ὅτι τὸ μαθηματικὸν οὐκ ἔστι μέρος τῆς φιλοσοφίας, ὡς καὶ ὁ Πλάτων δοξάζει· καὶ γὰρ | οὗτος 129r τὸ μαθηματικὸν οὐ δοξάζει μέρος τῆς φιλοσοφίας ἀλλὰ προγύμνασμά τι, ὥσπερ τὴν γραμματικὴν καὶ τὴν ῥητορικήν. ὅθεν κἀν τῷ ἀκροατηρίῳ ἐπέγραφεν· ‟ ἀγεωμέτρητος μηδεὶς εἰσίτω’’. τὸ δὲ φυσιολογικόν, φασίν, ἀνατέτραπται διὰ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ λέγοντος ὅτι τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσιν, τὸ δὲ θεολογικὸν ἀνατέτραπται οὕτως· φασὶ γὰρ ὅτι τὰ θεῖα αἰσθήσει καθυποβάλλονται, τὰ δὲ αἰσθήσει μὴ καθυποβαλλόμενα γνώσει οὐχ ὑποπίπτουσι, τὰ θεῖα ἄρα ἄγνωστά εἰσι. ταῦτα μὲν ἐν τούτοις.
Ἔστι δὲ εἰπεῖν ὅτι περὶ τοῦ πρακτικοῦ τέως οὐδὲν εἰρήκασιν, ὅπερ ἀντιδιαιρεῖται τῷ θεωρητικῷ, καὶ δῆλον ὅτι οὐκ ἀνεῖλον πᾶσαν τὴν φιλο- σοφίαν· κᾳὶ γὰρ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας. καὶ τοῦτο δηλοῖ ὁ Πλατῶν λέγων ὅτι ‘ οὐ μόνον φιλόσοφον λέγω τὸν πολλὰ εἰδότα καὶ πολλὰ ἀποστηθίσαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀκηλίδωτον καὶ ἄρρυπον βίον κτησάμενον’, ὅπερ ἐστὶν ἔργον πρακτικοῦ φιλοσόφου. ταῦτα μὲν ἐν τούτοις. ἔλθωμεν δὲ καὶ ἀπολογησώμεθα περὶ τοῦ μαθηματικοῦ καὶ φυσιολογικοῦ καὶ θεολογικοῦ. καὶ περὶ μὲν τοῦ μαθηματικοῦ ἔστιν εἰπεῖν ὅτι οὐ δοξάζει ὁ Πλατῶν τοῦτο μὴ εἶναι μέρος τῆς φιλοσοφίας, εἰ μὴ τῆς ἄκρας φιλοσοφίας ἤγουν τοῦ θεολογικοῦ· τούτου γὰρ δοξάζει μὴ εἶναι μέρος αὐτό· ὅτι γὰρ ἐπίσταται τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας δῆλον, εἴ γε καὶ ἐπιστήμην αὐτὸ λέγει εἶναι· εἰ δὲ ἐπιστήμη ἐστί, δῆλον ὅτι μέρος τῆς φιλο- σοφίας ἐστί. καὶ ὁ Ἀριστοτέλης δὲ φανερῶς τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας καλεῖ. περὶ δὲ τοῦ φυσιολογικοῦ ἀπελογησάμεθα ἀνατρέψαντες 1 ἁ Πλατῶν δηλοῖ] Tim. p. 47 4 γένος κατορθ. colloc. V 5 ἡμῶν Κ 6 οὖν om. V 8 πάλιν om. V καὶ om. V 10 ὁ Πλατῶν] cf. Zelleri Ph, Gr. IP p. 533 12 ἡ ἡ om. V) γραμματικὴ καὶ ῥητορική TV κἀν] καὶ V 13 ἐπέγραψεν Brand. ἀγεωμέτρητος] cf. Zelleri Phil. Gr. II 3 p. 357 not. 3 13. 14 ἀνατἐτp. φασί colloc. T 15 ἀνατρέπουσιν V γὰρ om. V 16 οὐχ ὑποβάλλονται V δὲ om. TV 17 ante γνώσει add. ἐν V1 ἐν om. T 18 τέως om. Brand. 19 ἀντιδιαιp.] ὡσαύτως διήρηται V 20 post μέρος add. ἐστὶ V 21 ὁ Πλάτων] locus apud Platonem non invenitur, de usu vocis ἀκηλίδωτος cf. Fr. Creuzeri notam ad Olymp. in PI. Alc. comm. p. 55 not. 24 22 ἀκηλίδυτον T ἄρυπον TV 24 ἀπολογησόμεθα V 27 τοῦ θεολογικοῦ τούτου· οὐ γὰρ δοξάζει αὐτὸ μὴ εἶναι μέρος V 28 post φιλοσοφίας add. εἰνὶ V 29 αὐτὸ] αὐτὴν V εἶναι λέγει colloc. T μέρος om. T 30 ὁ om. KT Ἀριστοτ.] cf. Zelleri Phil. Gr. III3 p. 179 τὸ δεύτερον αὐτῶν ἐπιχείρημα τὸ φάσκον ὅτι τὰ ὄντα ἐν ῥοῇ χαὶ ἀπορροῇ εἰσι. περὶ δὲ τοῦ θεολογικοῦ ἔστιν εἰπεῖν ὅτι εἰ καὶ τὸ θεῖον ἄγνωστον, ἀλλ’ οὗν θεωροῦντες τὰ δημιουγήματα καὶ τὴν εὔτακτον κίνησιν τοῦ παντὸς εἰς ἔννοιαν ἐρχόμεθα τοῦ δημιουργήσαντος. τὸ δὲ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν · ἐπειδὴ γὰρ πᾶν κινούμενον ὑφ’ ἑτέρου τινὸς κινεῖται, ὁρῶμεν δὲ τὸν οὐρανὸν σῶμα καὶ ὅτι κινεῖται, οὐκοῦν ὑπό τινος ἑτέρου κινεῖται· ἔστιν ἄρα τις κινῶν τὸν οὐρανόν. καὶ ἐπειδὴ τὴν αὐτὴν κίνησιν κινεῖται διηνεκῶς, δῆλον ὅτι ὑφ’ ἑνὸς κινεῖται, ὥς φησιν ὁ Ἀριστοτέλης· εἰ γὰρ ἦσαν πολλοὶ οἱ κινοῦντες τὸν οὐρανόν, ἄλλος ἄν ἄλλως ἐκίνει καὶ ἡ αὐτὴ κίνησις οὐκ ἐγίνετο. καὶ ἐπειδὴ ἀπαύστως ἀεὶ κινεῖται, δῆλον ὅτι ὑπό τινος ἀσωμάτου ἀεὶ κινεῖται· εἰ γὰρ εἶχε σῶμα ὁ κινῶν τὸν οὐρανόν, πεπερασμένος ἂν ἦν· τὸ δὲ πεπερασμένον σῶμα πεπερασμένην καὶ δύναμιν ἔχει καὶ οὐκ ἂν ἠδύνατο συνεχῶς καὶ ἀπαύστως κινεῖν τὸν οὐρανόν· ὥστε δῆλον ὅτι οὐκ ἔχει σῶμα. ἀλλὰ μὴν οὐδὲ φθείρεται· | εἰ γὰρ 129 v ἐφθείρετο ὁ κινῶν τὸν οὐρανόν, συνεφθείρετο αὐτῷ καὶ ὁ οὐρανός· ἀλλὰ μὴν ὁ οὐρανὸς οὐ φθείρεται· δῆλον ὅτι οὐδὲ ὁ κινῶν τὸν φθείρεται. τί οὖν συνήγαγεν ὁ λόγος; ὅτι ὁ κινῶν τὸν οὐρανὸν εἷς ἐστι καὶ ἀσώματος καὶ ἄπειρος καὶ ἄφθαρτος. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τὸ θεῖον. οὕτως οὖν ἐκ τοῦ φανεροῦ εἰς ἔννοιαν ἐρχόμεθα τοῦ ἀφανοῦς. οὕτως ἀνατρέψαντες καὶ τὸ τρίτον αὐτῶν ἐπιχείρημα καταπαύσωμεν ὧδε τὴν θεωρίαν.
Πρᾶξις γ΄.
Τὸ τέταρτον ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν ἔχει τοῦτον τὸν τρόπον· ἡ φιλοσοφία ἢ γνῶσίς ἐστιν ἢ οὐκ ἔστι γνῶσις· καὶ εἰ μὲν οὐκ ἔστι γνῶσις, δῆλον ὅτι οὐδὲ τέχνη ἐστὶν οὐδὲ ἐπιστήμη· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη γνῶσίς ἐστι· γινώσκει γὰρ τὰ ὑποκείμενα αὐτῇ πράγματα· εἰ δὲ γνῶσίς ἐστιν, ἢ μερική ἐστιν ἢ καθόλου· καὶ εἰ μὲν μερική ἐστι, χείρων ἐστὶ τῶν ἄλλων τεχνῶν ἐκεῖναι γὰρ καθόλου γνώσεις εἰσὶν ἔχουσαι καὶ καθολικοὺς κανόνας· καὶ γὰρ ἡ γραμματικὴ καὶ ἡ ῥητορικὴ χαὶ ἡ ἰατρικὴ ἔχουσι καθολικοὺς κανόνας)· εἰ δὲ χείρων ἐστὶ τῶν ἄλλων τεχνῶν, πῶς λέγετε αὐτὴν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν; εἰ δὲ 1 φάσκον] λέγον V 2 post ἄγν. add. ἐστι V 5 τινὸς om. V 6 ὁρῶμεν— κινεῖται om. Κ 8 ὥς φησιν ὁ ὁ om. V) Ἀριστοτ.] Phys. VIII 6 p. 259a18 Metaph. XII 8 p. 1073a28 9 ἄν om. V 11 ἀσωμάτου τινὸς colloc. V ἀεὶ om. V 12 δὲ] γὰρ V 14 ὥστε om. V 16 οὖν inserui (cf. p. 4,19 8,13) ὅτι om K 17 τὸν οὐρανὸν om. V καταπαύσομεν V ὧδε] ἐνταῦθα V 22 post πρᾶξις add. σὺν θεῶ KV 28 τοῦτον ἔχει colloc. T 24 ἥ (ante γνῶσις)] εἰ V ἢ (ante οὐκ)] εἰ V 25 οὐδὲ ἐπιστ. ἐστὶν οὐδέ τέχνη T: οὐ τέχνη ἐστὶν οὔτε ἐπιστ. V 26 καὶ ἐπιστήμη om. K 27 ἐστιν (prius) om K ἐστιν (alt.) om. V 29 ἔχουσαι] ἔχουσι γὰρ V καὶ (post ἐχ.) om. TV 29. 30 καὶ γὰρ—κανοινας om. V 29 καὶ ἡ ῥητορικὴ iter. Brand. 31 λέγετα: KV αὐτὴ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστ. εἶναι om.) V καθόλου ἐστὶ γνῶσις, οὐ δύναται συστῆναι. καὶ δῆλον ἐντεῦθεν· ἡ καθόλου γνῶσις καθόλου συμβεβηκός ἐστι καὶ γὰρ ἡ γνῶσις συμβεβηκός τί ἐστι· ποιότης γάρ ἐστιν, ἡ δὲ ποιότης, ὡς μαθησόμεθα, συμβεβηκός ἐστι)· τὰ δὲ καθόλου συμβεβηκότα ἐν μερικῷ ὑποκειμένῳ οὐ δύναται θεωρεῖσθαι καὶ γὰρ τὸ καθόλου λευκὸν οὐ δύναται ἐν κύκνῳ μόνῳ θεωρεῖσθαι, ἐπεὶ οὐκ ὤφειλεν ἐν ἄλλῳ τινὶ θεωρεῖσθαι, οἷον ἐν χιόνι ἢ ψιμυθίῳ ἢ γάλακτι)· εἰ ἄρα οὖν ἡ φιλοσοφία καθόλου γνῶσίς ἐστι, δῆλον ὅτι οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, οἷον ἐν Σωκράτει, ἐν Πλάτωνι, ἐν Ἀλκιβιάδῃ· εἰ δὲ οὐ θεωρεῖται ἐν ὑποκειμένῳ, δῆλον ὅτι οὐκ ἔστι· τὰ γὰρ αυμβεβηκότα μὴ ἐν ὑποκειμένῳ θεωρούμενα οὐκ εἰσί. ταῦτα μὲν οὗτοι.
Ἔστι δὲ ἀνατρέψαι αὐτοὺς οὕτως· ὅτι καὶ καθόλου γνῶσίς ἐστιν ἡ φιλοσοφία καὶ οὐκ ἀδύνατον αὐτὴν ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι· καὶ γὰρ εἰ καὶ τὰ καθόλου συμβεβηκότα οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν μερικῷ θεωρεῖσθαι, οἷον εἰ καὶ τὸ καθόλου λευκὸν οὐκ ἔγκειται ἐν τῷ Σωκράτει μόνῳ, ἀλλ οὖν ἡ περὶ τούτου γνῶσις δύναται ἐν τούτῳ μόνῳ ἐγκεῖσθαι· δύναται γὰρ ὁ Σωκράτης γινώσκειν ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. καὶ πάλιν οὐδέποτε τὰ ἐναντία ἀμιγῆ καὶ ἄκρατα ὄντα ἐν τῷ αὐτῷ μορίῳ κατὰ τὸν αὐτὸν χρόνον δύναται θεωρεῖσθαι, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν ἀμιγῆ ἄκρατα ὄντα οὐ δύναται ἐν τῷ αὐτῷ ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖσθαι· οὐ δύναται γὰρ τὸ αὐτὸ | μόριον κατὰ τὸν αὐτὸν χρόνον 130r καὶ λευκὸν καὶ μέλαν εἶναι. πρόσκειται δὲ τὸ ‘ἐν τῷ αὐτῷ μορίῳ’ , ἐπειδὴ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ δύναται καὶ τὸ λευκὸν θεωρεῖσθαι καὶ τὸ μέλαν, ὥσπερ ἐπὶ τοῦ Αἰθίοπος· καὶ γὰρ ὁ Αἰθίοψ κατὰ μὲν τοὺς ὀδόντας ἐστὶ λευκός, κατὰ δὲ τὸ λοιπὸν μέρος τοῦ σώματός ἐστι μέλας. πρόσκειται δὲ ‘ κατὰ τὸν αὐτὸν χρόνον’ , ἐπειδὴ ἐν τῷ αὐτῷ μορίῳ δύναται καὶ τὸ λευκὸν θεωρεῖσθαι καὶ. τὸ μέλαν κατ’ ἄλλον καὶ ἄλλον χρόνον. πρόσκειται δὲ ‘ ἀμιγῆ καὶ ἄκρατα ὄντα’ διὰ τὸ φαιόν, ὅ ἐστι τὸ μύινον, ἐπειδὴ ἐν τούτῳ θεωρεῖται καὶ τὸ μέλαν κεἰ τὸ λευκόν, ἀλλ’ οὐκ εἰσὶν ἐκεῖ ἀμιγῆ καὶ ἄκρατα· οὔτε γὰρ ἡ φύσις τοῦ λευκοῦ τελείως σώζεται οὔτε ἡ τοῦ μέλανος· τὸ γὰρ φαιὸν μῖγμά ἐστι τοῦ λευκοῦ καὶ μέλανος. καὶ ὅμως εἰ καὶ τὰ ἐναντία ἀμιγῆ καἲ ἄκρατα ὄντα οὐ δύναται ἐν τῷ αὐτῷ μορίῳ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν ἑνὶ ὑποκειμένῳ θεωρεῖσθαι· δύναται γὰρ ὁ αὐτὸς γινώσκειν ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, ἤγουν χρῶμα διαχέον τὴν ὄψιν καὶ γὰρ τὸ χρῶμα τὸ λευκὸν διαχέει τὴν ὅρασιν), καὶ ὅτι μέλαν ἐστὶ χρῶμα συγκρι- 1 ἡ] εἰ V1 2 χαὶ γὰρ ἡ γν. συμβ. τί ἐστι om. T 6 ψιμμυθίω K ἥ ἐν γάλ. V 7 ἐν μεριχῷ οὐ δύν. colloc. T 9 συμβεβηχότα om. V 11 ὅτι om. V 14 ἀλλ’ οὖν-θεωρεῖσθαι om. V 15 εἰ] ἐστὶ V 16 τούτου] τοῦτο V 19—21 οἷον τὸ λευχὸν—θεωρεῖσθαι om. KT 22. 25. 27 πρόσκειται] καὶ κεῖται V 23 τὸ (ante λευκὸν) om. KT 24 ἐστι om. V 27 ante χp. add. τὸν T post χρόνον add. δύναται γὰρ τὸ αὐτὸ μόριον καὶ λευκὸν εἶναι καὶ μέλαν κτὰ ἄλλον χρόνον γίνεσθαι ἀπὸ ἡλιοκαίας V 28 τὸ (ante μὐινον) om. KT 29 ἐκεῖ om. KT 30 τελεία V 31 τοῦ] ἐκ T: om. Κ 35 διακp.] δὲ κριτικὸν V τικὸν ὄψεως, ἤγουν χρῶμα συνάγον τὴν ὄψιν· καὶ γὰρ τὴν ὅρασιν τὴν διαχυθεῖσαν διὰ τοῦ μέλανος ἀνακαλούμεθα, ὅθεν καὶ οἱ ὀφθαλμιῶντες πανίον μέλαν ἐπιτιθέασι τοῖς ὀφθαλμοῖς αὐτῶν διὰ τὸ τὴν ὅρασιν τὴν διαχυθεῖσαν συναγαγεῖν. οὕτως οὖν εἰ καὶ τὰ καθόλου οὐ δύναται ἐν μερικῷ ὑποχειμένῳ θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν μερικῷ θεωρεῖσθαι ὑποκειμένῳ· δύναται γὰρ ὁ Σωκράτης γινώσκειν τὰ καθόλου, οἷον τί ἐστιν ἄνθρωπος, τί ἐστιν ἵππος, τί ἐστι λίθος.
Οὕτως οὖν ἀνατρέψαντες καὶ τὸ τέταρτον αὐτῶν ἐπιχείρημα ἔλθωμεν καὶ δείξωμεν ὅτι ἔστιν ἡ φιλοσοφία· δεῖ γὰρ μὴ μόνον τὰ τῶν ἐναντίων ἀνασχευάζειν ἀλλὰ καὶ τὰ οἰκεῖα κατασκευάζειν. δείκνυμεν δὲ ὅτι ἔστιν ἡ φιλοσοφία τοῦτον τὸν τρόπον· εἰ ἔστι θεός, ἔστι καὶ πρόνοια· οὐ μόνον γὰρ ἔστι θεός, ἀλλὰ καὶ προνοεῖται. ἀλλὰ μὴν ἔστι θεός· μεμηνότων γάρ ἐστι τὸ λέγειν ὅτι οὐκ ἔστι θεός· δῆλον οὖν ὅτι ἔστι καὶ πρόνοια. εἰ δὲ πρόνοια, δῆλον ὅτι ἔστι καὶ σοφία, δι’ ἧς προνοεῖται ὁ θεός· οὐ γὰρ ἀλόγως προνοεῖται θεὸς οὐδὲ ἄνευ σοφίας. εἰ δὲ ἔστι σοφία, δῆλον ὅτι ἔστι καὶ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία· πᾶς γὰρ τοῦ ἀγαθοῦ ἐφίεται, ὅθεν καὶ ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ’ αὐτό. εἰ δὲ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία, δῆλον ὅτι καὶ ἡ φιλοσοφία ἔστιν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ φιλοσοφία ἢ φιλία σοφίας, ὡς ὁ Πυθαγόρας ὁρίζεται. ἐν οἷς καὶ ἡ προῦσα πράξις.
πρᾶξις δ΄.
Εἰ καὶ πάρεργον ἦν τὸ ζητῆσαι ἐπὶ τῆς φιλοσοφίας τὸ εἰ ἔστιν, ἀλλ’ 130 v οὗν τῇ ἀληθείᾳ συμμάχῳ χρησάμενοι τοὺς λόγους τῶν πειραθέντων τὴν ὕπαρξιν ἀνελεῖν τῆς φιλοσοφίας ὡς ἀσθενεῖς ἀνετρέψαμεν· καὶ γὰρ οἷς ἔρις ὁ βίος ἐστίν οὗτοι δέ εἰσιν οἱ Πυρρώνειοι οἱ πάντα ἀνατρέπειν πειρώμενοι), τὴν μητέρα τῶν ἀποδείξεων, φημὶ δὴ τὴν φιλοσοφίαν, δι’ ἀποδείξεων ἠβούλοντο ἀναιρέπειν καί, ὡς ἄν τις εἴποι, τὴν φιλοσοφίαν διὰ φιλοσοφίας ἀνέτρεπον πρὸς οὓς ἀπαντᾷ ὁ Πλάτων λέγοντας μὴ εἶναι κατάληψιν· πῶς φατε μὴ εἶναι κατάληψιν χατειληφότες ἢ ὡς μὴ κατειληφότες; καὶ εἰ μὲν ὡς καταλαβόντες, δῆλον ὅτι ἐστι κατάληψις, ἐπειδὴ κατελάβετε· εἰ 3 παννἰον Κ τὴν (post ὅρασιν)] om. Κ 6 ὑποκ. θεωp. colloc. V 9 δείξομεν V 10 δὲ om. Κ ἡ om. V 12 primum ἔστι supra scr. V γάρ ἐστι] ἄρα T 13 οὑν om. V 14 ἔστι post εἰ (13) transp. V σοφία] φιλοσοφία Κ 14. 15 ὁ θεός—προνοεῖται om. V 15. 16 καὶ ἔφεσις αὐτῆς ἐστι colloc. V 17 εἰ δ’ ἔστιν V 18 ἡ (post καὶ) om. V 19 ἢ] εἰ μὴ V ὡρίζετο V 19. 20 ἐν οἷς—πρᾶξις om. T 19 post οἶς add. σὺν θεῶ V 20 πp.] θεωρία V 21 post πρᾶξις add. σὺν θεῶ V (fere coustanter) 24 φιλ.] σοφίας T1 25 πυρώνειοι KT πάντως V πειp.] πειρώμενοι βουλόμενοι KT: βουλόμενοι V 26 δὴ] δὲ V post ἀποδείξεων add. φημί T 27 εἴπη V 28 ὁ πλάτων] cf. El. p. 109,31 Zelleri Phil. Gr. ΙΙ3 p. 492 sq. 29 κατειληφ. (bis)] καταλαβόντες V μὴ ὡς colloc. V 30 δῆλον—κατελάβετε] δῆλον ὅτι κατελάβετε καὶ ἔστι κατάληψις V δὲ ὡς κατειληφότες, τίς ὑμῖν πιστεύσει τοιαῦτα λέγουσιν, ἃ μὴ κατελάβετε μηδὲ ἐπίστασθε; καὶ ὁ Ἀριστοτέλης δὲ ἔν τινι Προτρεπτικῷ αὐτοῦ συγράμματι, ἐν ᾧ προτρέπεται τοὺς νέους ἐπὶ φιλοσοφίαν, λέγει ὅτι εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον, εἴτε φιλοσοφητέον, φιλοσοφητέον· πάντως δὲ φιλοσοφητέον. τοῦτ’ ἔστιν εἴτε λέγει τις μὴ εἶναι φιλοσοφίαν, ἀποδείξεσι κέχρηται, δι’ ὧν ἀναιρεῖ τὴν φιλοσοφίαν· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία)· εἴτε λέγει εἶναι φιλοσοφίαν, πάλιν φιλοσοφεῖ· ἀποδείξεσι γὰρ κέχρηται, δι’ ὧν δείκνυσιν οὖσαν αὐτήν. πάντως οὗν φιλοσοφεῖ καὶ ὁ ἀναιρῶν αὐτὴν καὶ ὁ μὴ ἀναιρῶν· ἑκάτερος γὰρ αὐτῶν ἀποδείξεσι κέχρηται, δι’ ὧν πιστοῦται τὰ λεγόμενα· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία.
Παρέντες οὖν τὸ εἰ ἔστιν ἔλθωμεν ἐπὶ τὸ τί ἐστι καὶ εἴπωμεν τί ἐστιν ἡ φιλοσοφία. ἰστέον δὲ ὅτι ἡ φιλοσοφία καὶ ἕν τί ἐστιν ὡς ὅλη ἐξεταζομένη καὶ πεπληθυσμένη ἐστὶν ὡς διάφορα μέρη ἔχουσα. ὡς οὗν ὅν τι οὖσαν αὐτὴν ὁριζόμεθα, ὡς δὲ πεπληθυσμένην διαιροῦμεν· ἄτοπον γάρ ἐστιν ἐπὶ μὲν τῶν ἄλλων τεχνῶν ὅρον παραδοῦναι καὶ διαίρεσιν, ἐπὶ δὲ τῆς φιλοσοφίας μὴ παραδοῦναι μήτε ὅρον μήτε διαίρεσιν, ἐξ ἧσπερ πᾶσαι αἱ τέχναι προέρχονται. ἰστέον δὲ ὅτι καὶ τοῦ ὅρου καὶ τῆς διαιρέσεως μέμνηται ὁ. Πλάτων, καὶ τοῦ μὲν ὅρου ἐν Φαιδρῷ τῷ διαλόγῳ λέγων ὅτι ‘ῶ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι, τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη’, τοῦτ’ ἔστιν ὅτι ὁ θέλων καλῶς περί τινος βουλεύσασθαι ὀφείλει εἰδέναι τὴν φύσιν αὐτοῦ τοῦ πράγματος, ἤγουν τὸν ὅρον· ὁ γὰρ μὴ τοῦτο γινώσκων | πάντως τοῦ πράγ- 131r μάτος ἐκείνου ἀποτυγχάνει. οἷον ἐάν τις βουλόμενός τι περὶ ἰατρικῆς διαλαβεῖν μὴ γνῷ τὴν φύσιν τῆς ἰατρικῆς, τοῦτ’ ἔστιν ὅτι περὶ τὰ ἀνθρώπεια σώματα καταγίνεται, ἀλλὰ νομίσῃ αὐτὴν περὶ ξύλα χαταγίνεσθαι, πάντας τοὺς περὶ αὐτῆς καταβαλλομένους λόγους μάτην καταβάλλεται. τῆς δὲ διαιρέσεως μέμνηται ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ λέγων ἰτὴν δὲ διαιρετικὴν μέθοδον οὐδὲν ἐγκαυχήσεται φυγόν’· καὶ γὰρ οὐδὲν ἐκφεύγει τὴν διαίρεσιν· ἐὰν γὰρ εἴπω ὅτι τῶν ζῴων τὰ μέν εἰσι λογικὰ τὰ δὲ ἄλογα, οὐδέν ἐστι παρὰ τοῦτο· οὐδὲν γάρ ἐστι ζῷον μὴ ὂν λογικὸν ἢ ἄλογον. καὶ πάλιν δὲ ὁ αὐτὸς ἐν τῷ αὐτῷ διαλόγῳ περὶ τῆς διαιρέσεως ταῦτά φησι, τὴν διαιρετικὴν δεδωρῆσθαι ἡμῖν διὰ Προμηθέως σὺν φανοτάτῳ πυρί· ἰστέον γὰρ ὅτι μυθεύ- 1 μὴ ὡς colloc. Κ πιστεύει V 1.2 ἅ—ἐπίστασθε] μὴ καταλαβοῦσι μηδ’ ἐπισταμένοις V 2 ὁ Ἀριστοτέλης] cf. Arist. frg. 51 (Rose) 3 νέους om. T ἐπὶ φιλοσοφίαν] φιλοσοφεῖν V 4 εἴτε φιλ. φιλ. εἴτε μὴ φιλ. φιλ. TV 5 post ἔστιν add. ὅτι T εἴτε (ante λέγει)] εἰ V 6 δι’ ῷν—κέχρηται om. V 12 τῶν om. Κ 14 δὲ] γὰρ V: om. T 15. 16 πεπληθυμμέν. V 16 οὖσαν in ras. V 17 post ἐπὶ additum δὲ τῆς φιλοσοφίας μὴ παραδοῦναι μήτε ὁρμή (sic) del. V 20 ἐν Φαιδρῷ] p. 237 Β 23 τινός τι V ὤφειλεν V 26 ante μὴ add. εἰ libri, quod eieci τὰ om. V 27 νομίσῃ scripsi: νομίσει libri 29 ἐν τῷ Σοφιστῇ] p. 235 C 31 οὐδὲν] οὐδὲ TV 32.33 ἐν τῷ αὐτῷ διαλόγῳ] potius Phileb. p. 16 C ὄντες λέγουσιν ὅτι ὁ Προμηθεὺς ἔκλεψεν ἐκ τῶν θεῶν τὸ πῦρ καὶ ἐδωρήσατο τοῖς ἀνθρώποις· τοῦτο γὰρ ἀλληγορεῖται· ἐπειδὴ γὰρ ὁ Προμηθεὺς πρῶτος ἐφεῦρε τὴν διαιρετικὴν μέθοδον, ἡ δὲ διαιρετικὴ μέθοδος τῷ πυρὶ ἀναλογεῖ, τούτου χάριν λέγουσιν αὐτὸν τὸ πῦρ δωρήσασθαι τοῖς ἀνθρώποις. ὅτι δὲ ἡ διαιρετικὴ μέθοδος τῷ πυρὶ ἀναλογεῖ, δῆλον ἐντεῦθεν· ὥσπερ γὰρ τὸ πῦρ καὶ τὰ ὁμοιογενῆ διακρίνει ἀπ’ ἀλλήλων καὶ τὰ ἀνομοιογενῆ, καὶ τὰ ὁμοιογενῆ μὲν οἷον τὰ μέταλλα ταῦτα γὰρ διὰ τοῦ πυρὸς διακρίνονται ἀπ’ ἀλλήλων· καὶ γὰρ διὰ τοῦ πυρὸς διακρίνεται ὁ ἄργυρος ἐκ τοῦ χρυσοῦ καὶ ὁ μόλιβδος ἐκ τοῦ χαλκοῦ· ταῦτα δὲ ὁμοιογενῆ εἰσι, καθὸ μέταλλά εἰσι πάντα), ἀνομοιογενῆ δέ, ὡς ὅταν διὰ τοῦ πυρὸς διακρίνηται ὁ ῥύπος ἐκ τῶν μετάλλων ὁ γὰρ ῥύπος καὶ τὸ μέταλλον ἀνομοιογενῆ εἰσι)· τὸν αὐτὸν τρόπον καὶ ἡ διαίρεσις διακρίνει τά τε ὁμοιογενῆ ἀπ’ ἀλλήλων καὶ τὰ ἀνομοιογενῆ· ὁμοιγενῆ μέν, ὡς ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον καὶ διὰ μὲν τοῦ λογικοῦ διακρίνομεν τὸ ἄλογον, διὰ δὲ τοὐ θνητοῦ τὸ ἀθάνατον· ταῦτα δὲ ὁμοιογενῆ εἰσι, καθὸ πάντα ζῷά εἰσιν), ἀνομοιογενῆ δέ, ὡς ὅταν διαιροῦντες διαχωρίσωμεν τὸν δέκα ἀριθμὸν ἀπὸ τῆς γραμματιχῆς, λέγοντες ὅτι ἡ?μὲν γραμματικὴ ὑπὸ τὸ ποιὸν ἀνάγεται ποιότης γάρ τίς ἐστιν), ὁ δὲ δέκα ἀριθμὸς ὑπὸ τὸ ποσόν ποσότης γάρ ἐστι)· ταῦτα δὲ ἀνομοιογενῆ εἰσιν· οὐκ ἀνάγονται γὰρ ὑπὸ τὸ αὐτὸ γένος· ὁ γὰρ δέκα ἀριθμὸς ὑπὸ τὸν ἀριθμὸν ἀνάγεται, ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσὸν ἀνάγεται· ἡ δὲ γραμματικὴ οὐκ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἀλλ’ ὑπὸ τὴν καθόλου τέχνην, ἡ δὲ τέχνη ὑπὸ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ἕξιν, ἡ δὲ ἕξις ὑπὸ τὴν ποιότητα.
Τούτου οὖν οὕτως ἔχοντος εἴπωμεν ὅρον τῆς φιλοσοφίας καὶ διαίρεσιν αὐτῆς ποιησώμεθα. ἀλλὰ ζητήσωμεν ποῖον δεῖ πρῶτον ποιῆσαι· ἆρα ὅρον αὐτῆς ἀποδοῦναι δεῖ πρῶτον ἢ διαίρεσιν αὐτῆς ποιήσασθαι; καὶ ἔστιν εἰπεῖν ὅτι πρῶτον δεῖ | ὁρίσασθαι αὐτὴν καὶ εἶθ’ οὕτως διελεῖν αὐτὴν 131 v διὰ τοιαύτην αἰτίαν· ὁ ὅρος ἀναλογεῖ τῇ μονάδι, ἡ δὲ διαίρεσις τῷ πλήθει· ὥσπερ οὖν ἡ μονὰς προτερεύει τοῦ πλήθους, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος ἀναλογῶν τῇ μονάδι προτερεύει τῆς διαιρέσεως τῆς ἀναλογούσης τῷ πλήθει· ὅτι μὲν γὰρ ὁ ὅρος ἀναλογεῖ τῇ μονάδι ἡ δὲ διαίρεσις τῷ πλήθει, δῆλον ἐντεῦθεν· ὥσπερ ἡ μονὰς ἕν τί ἐστι καὶ μία φύσις, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος τὰ πολλὰ ἕν τι ποιεῖ καὶ μίαν φύσιν ἀποτελεῖ καὶ γὰρ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἕν τι καὶ μίαν φύσιν ἀποτελεῖ, τὸν ἄνθρωπον), ἡ δὲ διαίρεσις τοὐναντίον τὸ ἓν πολλὰ ποιεῖ· καὶ γὰρ λαμβάνουσα τὴν οὐσίαν διαιρεῖ αὐτὴν εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, καὶ τὰ ἑξῆς ὁμοίως.
Ἐλθωμεν οὖν καὶ ὁρισώμεθα τὴν φιλοσοφίαν. ἀλλ’ ἐπειδὴ ὥσπερ ἀδύνατόν ἐστί τινα πλέξαι συλλογισμόν, εἰ μὴ πρότερον μάθῃ τί ἐστι συλλουισμὸς λογισμὸς καὶ πόθεν γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁρίσασθαί τι ἀδύνατόν ἐστί τινα, εἰ μὴ πρότερον μάθῃ τί ἐστιν ὅρος καὶ πόθεν λαμβάνεται· τοῦτο γινώσκοντες ἐννέα κεφάλαια παραδίδομεν. καὶ πρῶτον μέν ἐστι κεφάλαιον ἐν ᾧ λέγομεν τί ἐστιν ὁρισμός, δεύτερον δὲ ἐν ᾧ λέγομεν τί διαφέρει ὁρισμὸς ὅρου καὶ ὑπογραφῆς καὶ ὑπογραφικοῦ ὁρισμοῦ, τρίτον ἐν ᾧ λέγομεν πόθεν λέγεται ὁρισμός, τέταρτον ἐν ᾧ λέγομεν πόθεν λαμβάνονται οἱ ὁρισμοί, πέμπτον ἐν ᾧ λέγομεν ποῖος τέλειος καὶ ποῖος ἀτελὴς ὁρισμὸς καὶ τίς ἡ κακία καὶ τίς ἡ ὑγίεια τοῦ ὁρισμοῦ, ἕκτον ἐν ᾧ λέγομεν πόσοι ὁρισμοὶ τῆς φιλοσοφίας, ἕβδομον ἐν ᾧ λέγομεν διὰ τί τοσοῦτοί εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείους μήτε ἐλάττους, ὄγδοον ἐν ᾧ λέγομεν τὴν τάξιν αὐτῶν, ἔνατον ἐν ᾧ λέγομεν τίνες ἐφεῦρον τοὺς ὁρισμοὺς τούτους. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.
Πρᾶξις ἑ΄.
Ἀρξώμεθα τοῦ πρώτου κεφαλαίου καὶ εἴπωμεν τί ἐστιν ὁρισμός. ἰστέον ὅτι ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἀλλ’ ἐπειδή, ὡς μαθησόμεθα, οἱ ὅροι εἰώθασιν ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, εἴπωμεν ποία λέξις ἐν τῷ παρόντι ὁρισμῷ ἀναλογεῖ τῷ γένει καὶ ποία ταῖς συστατικαῖς διαφοραῖς. ἀλλ’ ἵνα σαφὴς ἡμῖν ἡ διδασκαλία γένηται, χρησώμεθα παραδείγματι τῷ ὅρῳ τοῦ ἀνθρώπου. ἰστέον ὅτι ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ ἐνταῦθα τὸ μὲν ζῷον ἀντὶ γένους εἴληπται (κοινότερον γάρ ἐστι καὶ κατὰ πλειόνων φέρεται· φέρεται γὰρ κατά τε ἀνθρώπου καὶ κυνὸς καὶ ἵππου καὶ τῶν τοιούτων), αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν | παραλαμβάνονται. οὕτως οὖν καὶ ἐν τῷ 132r ὁρισμῷ τούτῳ τοῦ ὁρισμοῦ ὁ μὲν ‘λόγος’ ἀντὶ γένους εἴληπται κοινότερος γάρ ἐστι καὶ κατὰ πλειόνων φέρεται· φέρεται γὰρ κατά τε τοῦ ἐνδιαθέτου καὶ προφορικοῦ), αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν παρα- λαμβάνονται. ἔλθωμεν οὖν καὶ ἐξηγησώμεθα. ἰστέον ὅτι ὁ λόγος πρόσχειται πρὸς ἀντιδιαστολὴν τοῦ ὀνόματος· καὶ γὰρ καὶ τὸ ὄνομα δηλοῖ τὴν φύσιν τοῦ ὁποκεμένου πράγματος, οἷον τὸ ἄνθρωπος, καὶ ὅπερ ὁ ὅρος ποιεῖ διὰ πλειόνων λέξεων, τοῦτο τὸ ὄνομα ποιεῖ διὰ μιᾶς λέξεως. ὅθεν 3 post γίνεται add. συλλογισμός V 3. 4 ὁρίσασθαί τινα ἀδ. ἐστι τι οm.) V 4 πρότερον om. Κ 5 post ἐννέα add. τινὰ V 6 δὲ om. T 9 ποῖος τέλειος om. V 11 post φιλ. add. εἰσίν V εἰσιν om. T 11. 11. 12 οἱ ὁp. τῆς φιλ. colloc. V 13 ἔννατον KV 14 ἐν οἷς—πρᾶξις om. TV 18 εἰώθασιν] συνίστανται λαμβάνεσθαι v. 19 om.) V 22 ὁ om. Κ 27 τοῦ ὁρισμοῦ ὁ μὲν λόγος scripsi: ὁ τοῦ ὁρισμοῦ μὲν λόγος Κ: ὁ τοῦ ὁρισμοῦ λόγος T: τοῦ ὁρισμοῦ μὲν λόγος Κ 29 καὶ τοῦ προφοp. V 30 ὁ om. KT 31 καὶ (post γὰρ) om. Κ καὶ ἀνθορίζονται· ὄνομα μὲν γάρ, φάσιν, ἐστὶν ὅρος συνεσταλμένος, τοῦτ’ ἔστι κατὰ σύνοψιν ἤγουν ἐν συντόμῳ, ὅρος δέ ἐστιν ὄνομα ἐξηπλωμένον. ἵνα οὗν χωρισθῇ τὸ ὄνομα, πρόσκειται λόγος. καὶ εἰ ἄρα ὅπερ ποιεῖ τὸ ὄνομα, ποιεῖ καὶ ὁ ὅρος καὶ γὰρ καὶ τὸ ὄνομα καὶ ὁ ὅρος τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος δηλοῦσι), διὰ τί ἐπενοήθη ὁ ὅρος; καὶ λέγομεν διὰ τὸ γνῶναι ἡμᾶς τὰς συστατικὰς διαφοράς, τοῦτ’ ἔστι τὰ συστατικὰ τοῦ ὑποκειμένου πράγματος· ἐὰν μὲν γὰρ εἴπωμεν ἄνθρωπος, οὐ γινώσκομεν τὰς συστατικὰς διαφοράς, ἐὰν δὲ εἴπωμεν ζῷον λογικὸν καὶ τὰ ἑξῆς, οἴδαμεν ταύτας. ‘σύντομος’ δὲ πρόσκειται διὰ τοὺς ἐχτεταμένους λόγους, οἷον διὰ τὸν Περὶ στεφάνου, καὶ τοὺς διηγηματικοὺς λόγους· οὗτοι γὰρ λόγοι εἰσίν, ἀλλ’ οὐ σύντομοι. ‘δηλωτικὸς δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος’ πρόσκειται ἢ διὰ τὰ ἀποφθέγματα οἷον διὰ τὸ ‘ὑηδὲν ἄγαν’ καὶ ‘γνῶθι σαυτόν’ (ταῦτα γὰρ λόγοι εἰσὶν καὶ σύντομοι, ἀλλ’ οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποχειμένου πράγματος), ἢ διὰ τὰς ὑπογραφάς· αὗται γὰρ οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος ἀλλὰ τὰ περὶ τὴν φύσιν καὶ τὰ παρεπόμενα αὐτῇ, οἷον ὡς ὅταν εἴπω ‘ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸν γελαστικὸν πλατυώνυχον’· ταῦτα γὰρ τὰ παρεπόμενα αὐτῷ δηλοῦσιν. ἐν οἷς τὸ πρῶτον κεφάλαιον.
Ελθωμεν δὲ καὶ ἐπὶ τὸ δεύτερον καὶ εἴπωμεν τί διαφέρει ὁρισμὸς ὑπογραφῆς καὶ ὅρου καὶ ὑπογραφικοῦ ὁρισμοῦ. ἰστέον ὅτι ὁρισμὸς ὑπογραφῆς διαφέρει, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν φωνῶν λαμβάνεται καὶ τὴν οὐσίαν αὐτὴν καὶ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος δηλοῖ, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηκότων λαμβάνεται καὶ τὰ παρεπόμενα τῷ ὑποκει- μένω πράγματι καὶ τὰ περὶ τὴν φύσιν αὐτοῦ δηλοῖ, οἷον ὡς ὅταν εἴπω ‘ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸν γελαστικὸν πλατυώνυχον’. ἐπειδὴ δὲ εἰρήκαμεν ὅτι ὁ μὲν ὁρισμὸς ἀπὸ ·οὐσιωδῶν φωνῶν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηχότων, μάθωμεν τί ἐστιν οὐσιῶδες καὶ τί συμβεβηκός. ἰστέον ὅτι οὐσιῶδές ἐστιν ὃ παρὸν μὲν σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθεί- 132v ῥεῖ, ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ παρὸν μὲν σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθείρει· ἀδύνατον γὰρ εἶναι ἄνθρωπον μὴ εἶναι λογικόν. δέ ἐστιν ὃ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει αὐτόν, ὥσπερ τὸ λευχόν· τοῦτο γὰρ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει τὸν ἄνθρωπον· 1 post ἀνθοp. add. οὕτως T φησιν V 5 λέγω Κ: λέγει T post λέγ. add. ὅτι διὰ τοῦτο ἐπενοήθη ὁ ὅρος V 7 μὲν γάρ om. Κ: μὲν om. T 8 post λογιχὸν add. θνητὸν V 8. 9 οἴδαμεν ταύτας] γινώσκομεν τὰς συστατικὰς διαφοράς V 9 σύντομον T 10 Περὶ στ.] Demostheuis orationem spectat 11 οὐ] οὖν V 13. 14: δηλοῦσι φύσιν ὑποκ. (τὴν et τοῦ om.) V 14. 15 ἡ διὰ τὰς ὑπογρ—πράγματος om. KT 16 εἴπωμεν V (cf. v. 25) 17. 26 πλατυόνυχον KT Ι7 αὐτῷ δηλ.] δηλοῦσιν αὐτό γ’ οἷς] τούτοις T 20 καὶ (ante ὅρου) om. V post ὄτι add. ὁ V 22 δηλοῖ post φύσιν colloc. TV 24 ἑπόμενα V 25 αὐτοῦ scripsi: αὐτὴν libri 26 ὀρθοπεριπατηκὸν V πλατ. γελ. colloc. V 29 τὸν ἄνθρωτον] an τὸ ὑποκείμενον ? 31 καὶ addidi 32 αὐτόν] an αὐτό ? (cf. v. 29) 32. 33 ὤσπερ—τὸν ἄνθρωπον om. KT δύναται γὰρ ἄνθρωπος καὶ εἶναι λευκὸς καὶ μὴ εἶναι λευκός· οὐδὲ γὰρ ἐὰν μή ἐστι λευκός, παρὰ τοῦτο οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ὥσπερ τὸ ὀρθοπεριπατητικὸν καὶ πλατυώνυχον· ταῦτα γὰρ οὔτε παρόντα σώζουσιν οὔτε ἀπόντα φθείρουσι τὸν ἄνθρωπον· κἂν γὰρ μή ἐστιν ὀρθοπεριπατητικὸν ὁ ἄνθρωπος, ἀλλὰ τετραποδίζει, καὶ εἰ μὴ ἔχει ὄνυχας,…
…
The complete text is available when the reading interface loads.