Historiae
- Scientific editors
- B.G. Niebuhr
- Edition reference
- Agathiae Myrinaei historiarum libri quinque · Bonn · Weber · 1828
- CTS identifier
urn:cts:greekLit:tlg4024.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
ΑΓ. ΣΧ. ΜΥΡ. ΙΣΤ. Α. Sic R. cui a secundo inde libro accedit Intpr. (Historiarum liber II. cet.): nam ad primum quidem librum titulum ipse sibi finxit Persona, pro ingenio suo ineptum. Lugd. inscribit Ἀγ. Σχ. χπονικὴ διήγησις τῆς βασιλείας Ἰουτινιανοὔ, τόμος ά., quo titulo deleto Bon. Vulc. ex ultimi libri in eodem codice subscriptione posuit: περὶ τῆς Ἰουστινιανοὔ βασιλείας, τόμος ά.; ubi Parisinae editionis typothetae pro τόμος, βιβλίον scribere placuit. Agathias neque tempus omne usque ad Iustiniani mortem his libris persecutus est, neque Iustinianei temporis finibus opus suum circumscribere sibi proposeuerat.
Chapter praef
ΠΡΟΟΙΜΙΟΝ.
Καλὺν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια, Ed.Ven. 5, πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαίσματα, καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιάγαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰγομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει P.2 τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων, οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον, οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκεν χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν, ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ Β σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον· εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναῤῥνωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ολυμπιονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ᾿ αὐ οἱ ἀγαμέντοι
θοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυτίκα C τίκα κερδαλέου ἐφιέμενοι, ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, ἣν οὐχ οἷόν τε ἄλλως καρπώσασθαι, ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης· οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ’ ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτω, καὶ ᾧ μόνῳ δύναται τὰ D θνητὰ ἐς ἀεὶ διαβιώσκειν. ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἃπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστόρια τὸν βίον ἐμπίπλησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ, οἵα τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος, κελεύει καὶ διατάττει, ὁποίων P.3 τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὡσπερ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ v.6 παραδειγμάτων, καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρησάμενοι καὶ δικαιοσύνη, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ Β τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἅρπας ἐσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπαριστῶσα
πῶν τε καὶ διαλογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιᾶιδε C πραγματείαι διαπεπόνηνται. οὐ μὴν ἐγχειρητέα ἐμοὶ τῷδε τῷ πόνῳ ἐδόκει, οὐδὲ τὴν ἀρχὴν ἀποπειρατέα. ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῷ ἡρῴῳ ῥυθμῷ ἀνειμένος, καί με ἤρεσκεν τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἐξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρω- D τικοῖς, τῶν τοιούτων ἀνάπλεα γοητευμάτων ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴγε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καἰ χύδην οὑτωσὶ παρ’ ἐνίοις ὑποψιθυριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸν καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα, P.4 ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια. καὶ γὰρ δῆτα ἡ ποίησις τι χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαὶ, εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται, καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. ἐμοὶ μὲν οὖν τοῖσδε θαὁπόσους
μίζειν ἐδόκει, καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ’ ἕπεσθαι τῷ Δελφικῷ B ἐκείνῳ προγράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπει δὲ ἐν τῷ κατ’ ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδóκητα ξυῤῥαγῆναι, ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι, καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις, καὶ τύχης ἀτάκτους ἀπιῤῥοπιάς, γενῶν τε καταλύσεις, καὶ πόλεων ἀνδραπο-C δισμοὺς καὶ μεταβολὰς οἰν̣ητόρων, καὶ οἶον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη, ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα· χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος, καὶ σεσιγημένα. τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι, καὶ τοῦ συγγάφειν ἁμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ D βίος ἐν μυθολογία τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηὸειων ἐπείγοντες καὶ ἐλγκελευόενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέῤῥωσαν, ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος· ἀρχηγός τε ἦν τῆς παραινέσεως Ρ.5 ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι, καὶ
τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος, παιδείας τε ἀποχρώντως ἔχων, καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένον. οὗτος δὴ οὖν ὁ ἀνὴρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποιεῖτο, καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπειγ́ων καὶ χρηστὰς ἐμφαίνων τὰς ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω B χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημά, οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθαλάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόῤῥω τετάχθαι ἱστορίαν V. 7 ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἷναι ἀδελφὰ καὶ ὁμόφυλα, καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαῤῥοῦντά τε ἰέναι ἐκέλευεν καὶ C σθένει παντὶ ἔχεσθαι ἔργου. ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων, ἤνδη μοι καὶ αὐτῷ βουλομένῳ, κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισε. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας, καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ
πατρὶς, Μεμνόνιος δὲ πατὴρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα D καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες Μυρίναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα, οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἥ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν έν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην, ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. γένοιτο μὲν P.6 οὖν ἔμοιγε τελεώτατα τῇδε τροφεῖα ὡς οἶόν τε ἀπότισαι, καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. ιονῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω. ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. ποιήσομαι δὲ τὴν ξυγγραφὴν, οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε B πόνου ἀφίκοντο, ἀληθείας μὲν, ὡς τὰ πολλὰ, ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν ἑλόμενοι, ὡς εἴποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεῖνοι φασι, τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαιρεῖν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, C οὐ μὴν τοῦτό γε σκοπὸν οἶμαι καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ’ εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτὴν θέμις, οὐδὲ μεταποικίλλειν τὰ γε-
γενημένα. οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ D τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, περώρανται δὲ ὅμως τῇ Πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς εἶεν, εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν, ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον,) ἔνδηλοι δὲ ἃπασι P.7 ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται, ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηναμένους, ἢ, τὸ γοῦν ἔλαττον δεινὸν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν Β ἐκθεραπεύοντες ὠφέλειαν σφισι πορίζεσθαι, κακῶς ἐπιστάμενοι ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μάλα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. οὗτοι μὲν οὖν ξυγγραφόντων, ὥς πη φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς C ὅ, τι χωρήσει μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἂξι-
αφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχὸν, μᾶλλον μὲν οὖν τῶν ἤδη ἀποιχομένων, καὶ οὐδενότι παρήσω τῶν λόγου ἀξίων. Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι, ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχὴν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ’ ἔγωγε καὶ D ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδραμοῦμαι, καὶ ὁπόσα οῦπω ἑτέρῳ τῳ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰτοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων, ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ’ ἐκεῖνον, ὡς οἶόν τε, διεξιτέον. προοίμα Ρ.8 μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη, καὶ V.8 τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος, τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεκθέντα, καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἄρχην καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα Β ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ’ ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καἰ Χοσρόην ἀμφὶ Συρίαν καὶ ᾿Αρ-
μενίαν, καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμηνται, τούτους δὲ ἅπαντας ἐκ C τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον, καὶ Καρχηδόνα τὴν πόλιν, καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατιόυ τε καἰ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν, καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ D τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι· ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάντε, μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινὰ, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι· ἀλλὰ καἰ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν έν ἐκείνοις· ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα, καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο · τάς τε τῶν Οὔννων ἐπι- P.9 δρομὰς, ὡς δὴ ἐν τῷ τότε Ἴστρον ποταμὸν περαιωθέντες, μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυρίους τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ, καὶ Βέῤῥοια, καὶ Ἀντιόχεια ἡ πρὸς
Ὀρόντῃ ποταμῷ, ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου τήν τε Ἐδέσσης πολιορκίαν, καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαν Β τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις, καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήῤῥησε, καὶ ὁποῖα ἀττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν C πολίσματα καὶ πέτρας τὸ φρούριον, πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἔξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκτέον·. μεταβάντι δέ οἱ ἐπὶ Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ Γότθων βασιλεὺς ἀπεβίω, καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε πῶς ὑπὸ Θευδάτου ἀνῄρηται, καὶ ἅπαντα ὧν δὴ ἕνκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται· οὐμενοῦν ἀλλ’ οὐδὲ ὅπως Οὐΐττιγις ὁ μετὰ Θεύδα- τὸν τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος εἰς τὸ Βυζάντιον ἦκται· οὐδέ γε ὅπως Σικελία τε καὶ ‘ Ρώμηκαὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πόλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. λάβοι δὲ ἄν τις ἐνθένδε, καὶ ὅτι Ναρσῆς ὁ τομίας Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκρά-
τωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκ̣εινονς πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τώτιλαν ἄριστα διαπεπόνηιφαι· ὅτι τε αὖθις μετ’ ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος, οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. ταῦτα δὲ πάντα ἐς ἕπον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε B οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ’ ἅπερ καὶ τὴν ἀρχὴν ὡρμήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων.
Chapter 1
α'. Ἐπειδὴ Τεΐας ὁ μετὰ Τώτιλαν τῶν Γότθων ἡγεμὼν καταστὰς, ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ πόλεμον, πανσυδεὶ πρός τε Ναρσῆν καὶ 'Ρωμαίους παρταταξάμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολεμῶν διεφθάρη, οἵ τε περισωθέντες τῶν Γότθων, ἐγκειμένων σφισι 'Ρωμαιων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχάνον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ’ ᾧ τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῶν 'Ρωμαίων κατήκοοι τολοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε B ἐχώρει, ἐδόκει μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἱταλίᾳ πο-
λέμων· τὰ δὲ ἦν ἄρα προοίμια. οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ Α. c. 552 Ι. Ι. 26 τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε, μένειν δὲ ἐς ἀεὶ καἰ ἀκμάζειν, ἔς τ’ ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνεισῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα ἱστόρια πολέμων τε καὶ παρατάιξεων, καὶ P.12 οὐκ ἂν ἄλλο τι εὕροις ἐν τῇδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον· αἴτ́ιον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμαρμένον καί τινας παραλόγους ἀνάγκας. εἰ γὰρ τὰ τῆς πεπρωμένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἰ τῶν ἄριστα βιούντων ἐλπίδες. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γιγιγνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’ B ἂν ἔγωγε φήσαιμι, οὔτε εἰπόντι πιστεύσαιμι. ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολι-V.10 σθαινονσαι, πολέμων τε καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαινουσι πολλοί,̀ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται, καὶ μύριαι ἄλλαι ὠδίνονται κῆρες. οὕτω γὰρ δὴ κὼ τότε οἱ Γóτθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμνοι ποταμοῦ, ἔς τε Τουσκίαν καὶ Λιγουρίαν , καὶ ὅθι
ἑκάστῳ θυμῆρές τε ἦν καὶ εἰθισμένον, ἐχώρουν οἱ δὲ ἐκτὸς, διαβάντες, ἀμφὶ Βενετίαν καὶ τὰ τῇδε φρούρια καὶ πολίσματα, C ᾗπερ καὶ ἐν τῷ πρὸ τοῦ, ἐσκεδάννυντο· ἐπειδὴ οὖν ἐν τοῖσδε ετυγχανον ὄντες, προσῆκον αὐτοὺς τὰ μὲν ωμοσμενα τοῖς εργοις αὐτοῖς ἐμπεδῶσαι, τὰ δὲ σφέτερα ἐν τῷ ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων, καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι· οἱ δὲ, ἐλάχιστον ἐπισχόντες, νεωτέρων αὖθις ἐφίεντο πραγμάτων, καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀ·ξιόμαχοι ᾤοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες, καὶ τὴν ὠφέλειαν ἐς ὅ, τι μάλιστα διαρκεστάτην, εἴγε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων ξυμμαχίαν ἐπαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο.
Chapter 2
β΄. πρόσοικοί τε γάρ εἰσι τῇ Ἰταλίᾳ καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων. εἶεν δ’ ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί. μανοὶ. δῆλον δέ· ἀμφὶ ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ’ ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους. ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐς Ἀσίας ὑπὸ Μηδῶν ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ ‘Υστάσπεω Περσῶν βασιλεύοντος, καὶ νῦν ἔξ Ἑλληνίδος ἐστι βαρβαρική·
τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν, τοῖς τῶν κρατούν- A. C. 552 Ι. Ι. 26 τῶν χρῆται νομίμως. φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν παλαιῶν οἰκητόρων καταδεεστέρα εἰσὶ γὰρ οἱ Φράγγοι οὐ P.13 νομάδες, ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων, ἀλλὰ καὶ πολιτείᾳ ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ, καὶ νόμοις τοῖς αὐτοῖς, κὼ τὰ ἄλλα ὁμοιῶς ἀμφί τε τὰ συμβόλαια καὶ γάμους, καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν. Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῇ ὀρθοτάτη χρώμενοι δόξῃ· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς, καὶ τὰς ἑορτὰς ὁμοιῶς ἧμίν ἐπιτελοῦσι, καὶ, ὡς ἐν βαρβάρῳ γένει, ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοι τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον, ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον. ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καἰ τῆς ἐς ἀλλήλους δικαιοσύνης τε καἰ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὶν δὴ Β καὶ τῷ κατ’ ἐμὲ χρόνῳ, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ’ ἀλλήλων, οὐδὲ αἵματι ἐμφυλίῳ τὴν πατρίδα ἔγνωσαν μιαίνειν. καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόῤῥοποί τε νὼ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκὸς ὠδίνονται καὶ φιλοπρωτεῖαι, καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε
καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ’ ἐκείνοις εἰ καὶ ·ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐδὲν ὃ, τι τοιόνδε ξυμφέρεται. ἀλλ’ εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολε- C καὶ τοῖς ὅπλοις διακριθησόμενοι, καὶ εἶτα ὁμόσε χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς, αὐτίκα τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι, καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι· εἰ δὲ μὴ, μόνους μόνους ἀγωνίζεσθαι, καὶ ἐν σφισιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον, ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι, καὶ τὰ ὅπλα τίθενται, καἰ τολοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης, φοιτήσεις τε παρ’ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ κὼ φροῦδα οἴχεται τὸ δεινά. οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δί- V. 11 καῖον καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ D πειθήνιον· ταῦτά τοι κω διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες, καὶ νομοῖς χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ, τι ἀποβεβληκότες, Πλεῖστα δὲ ὅσα ἐπικτησάμενοι δικαιοσύνη γὰρ καὶ φιλότης οἶς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον, καὶ ἥκιστα πολεμίως ἁλώσιμον.
Chapter 3
γ΄. Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες, σφῶν τε
αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν Α. C. 552 I. I. 26 βασιλείαν διαδεχόμενοι. ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ, ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσβεύοντο, τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες. ὄντες. οὐκ ἄπο τρόπου δέ μοι εἶναι δοκεῖ P.14 βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι, ἔπειτα ἐς ἐκείνους οἱ δὴ ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου. Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει, διενείμαντο τέτραχα τὴν βασίλειαν, κατά τε πόλεις καὶ ἔθνη ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστῳ μετεῖναι. οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουργουζιώνων ἐπιστρατεύσας, γένος δὲ τοῦτο Γοτθικὸν, αὐτουργόν τε περιφανῶς τὰ πολέμια,) ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὼ στέρνα τυπεὶς, ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ, ἐπειδὴ τὴν κόμην οἱ Βουργουζίωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ Β μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀποκτανόντες. θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ’ ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ, καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες εὖ
μάλα ἐπὶ τῶν ὤνμων οἱ πλόκαμοι· ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι, ἐφ’ ἑκάτερα φέρονται. οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβαρῶν ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες , καὶ ἐνέρσει ἀπρεπῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα, καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι. τοῦτο δὲ ὥσοπερ τι γνώρισμα καὶ γέρας ἐξαιρε- C τὸν τῷ βασιλείῳ γένει ἀνεῖσθαι νενόμισται· ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται, καὶ κομᾷν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται. τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζιώνες ἀποτεμόντες, καὶ τοῖς ἀμφ’ αὐτὸν στρατεύμασιν ἀναδείξαντες, ψοφοὸεεῖς αὐτίκα πεποιηιται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα, κατεπτηχόιτες τε ἦσαν, καὶ οἷοι οὐκ ἔτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾖπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ’ αἷς ᾤοντο χρῆναι συνθήκαις, ὁ πόλεμος διελέλυτο. τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ, τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανῄεσαν. οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος, αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ D ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτῳ τῷ υἱῷ τά τε ἄλλα, ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα.
Chapter 4
δ'. Παραλαβὼν δὲ τὴν πατρῴαν ἀρχὴν ὁ Θευδιβ́ερτος τούς τε Ἀλαμανοὺς κατεστρέψατο καί ἄλλα ἄττα πρόσοικα ἔρνη.
τολμητίας τε γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης, καὶ πέρα Α. C. 552 Ι. Ι. 26 τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κεκτημένος. ἡνίκα γοῦν τοῖς Ῥωμαίοις ὁ πρὸς Τώτιλαν τὸν ἡγεμόνα τῶν Γότθων ὠδίνετο πόλεμος, τούτῳ δὴ τότε τῷ Θευδιβέρτῳ ἐβεβούλευτό οἱ καἰ διεσπούδαστο, ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα ἐμόχθει κὼ ἐνησχόλητο, αὐτὸς πλήθη ἄγειρας ἄλκιμά τε καὶ Ρ.15 μαχιμώτατα, ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία, ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος, ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. οὕτω δὲ ἐνεργὸν τὸ βού- λευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβριθεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λγγοιβάρδους καὶ ἄλλαἄττα πρόσοικα ἔθνη, ἐφ’ ᾦ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. οὐ γὰρ ᾦετο ἀνεκτὰ εἷναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προγράμμασι τοῖς βασιλείοις, Φραγγικός τε καί Ἀλαμανικὸς, ἔτι δὲ Γηπαιδικός τε καὶ Λογγιβαρδικὸς, καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ὠνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν, V.12 καὶ· τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου, ἅτε δὴ καἰ ξυνυβρι- Β σμένους. οἶμαι μὲν οὖν εἰ καἰ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο, ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὶν
ἐν Θρᾴκη, τύχον δὲ έν Ἰλλυρίοις τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι, καὶ εἶτα θελῆσαι τε καὶ ἐφίεσθαι, καὶ τό γ’ ἐκείνου μέρος ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἅνδρα τεκμηριῶσαι, ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας· νῦν δὲ ἐπὶ θήραν ἰὼν ταῦρος αὐτῷ ὑπαντιάζει, μέγας τε καὶ ὑψί- C κερως, οὐ τῶν τιθασσῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ’ ὑλονόμος καὶ ὄρειος, καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων· βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι, καὶ τὸ ὄρη λάσια, καἰ δυσχείμερα τὰ χωρία,, ἅπασι δὲ τούτοις τὸ ζῶον ἥδεσθαι πέφυκε . τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον, εἱστήκει εὖ διαβὰς, ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ, ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρόμου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων
τῷ μετώπῳ κορύττεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἔπι A. C. 552 Ι. Ι. 26 θάτερα κατεκλίθη, ξυμβέβηκε δὲ ἀθρόον ὅρπηκα μέγιστον τῶν ἐνθένδε κεχαλασμένων βιαιότερον προσραχθέντα τὴν κεφαλὴν D τοῦ Θευδιβέρτου πατάξαι· ὁ δὲ, καιρία γὰρ ἦν ἡ πληγὴ καὶ ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καἰ μόλις φοράδην ἐς τὰ ὠκεῖα ἠγμένος, αὐθημερὸν ἀπεβίω. διαδέχεται δὲ τὴν ἀρχὴν Θευδίβαλδος ὁ παῖς, ὃς δὴ, εἰ καὶ νέος ἦν κομιδῇ, καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ’ ἐκάλει γε αὐτὸν εἰς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος
Chapter 5
ε'. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ τῶν Γότθων πράγμασιν ὀθνείας τολοιπὸν ἴδει P 16 ἐπικουρίας, τότε δὲ βασιλεῖς παρὰ Θράγγοις Θευδίβαλδός γε ἦν τὸ μειράκιον, καὶ μὲν δὴ Χιλδίβερτός τε καὶ Χλωθάριος οἱ τοῦ παιδὸς μέγιστοι θεῖοι, ὡς ἂν οἱ Ῥωμαίων εἴποιεν νόμοι. ἀλλ’ ἐπὶ τούτους μὲν, πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι, οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ Θευδίβαλδον ἀναφανδὸν ἐπρεσβεύοντο . οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς πάδου ποταμοῦ ἱδρυμένοι· οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν καὶ οἱ τῷ νεωτερισμῷ καἰ τῇ τῶν καθε-
στώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα, καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης, μετεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ B διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσθαι. οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι, ἐς ὄνψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει, ἐδέοντο μὴ σφᾶς περιιδεῖν ὑπὸ 'Ρωμαιων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος, καὶ ἀνακαλέσασθαι γένος πρόσοικόν τε καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει, μὴ ἐφιέναι 'Ρωμαιοις ἐπὶ μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κολούειν· ,,εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς μακρὰν’’ ἔφασαν οἱ πρέσβεις ,,και καθ’ ὑμῶν αὐτῶν ἥξουσι, καὶ ἀνανεώσονται τοὺς προτέρους πολέμους. ἐπιλείψει γὰρ αὐτοὺς οὐδ’ ὁπωστιοῦν εὐπρόσωπος αἰτια ἐς προκάλυμμα C τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τιὰνς καἰ Καμίλλους, καὶ τῶν Καισάρων τοὺς πλείστονς ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γεμανοῖς πολεμήσαντας, καἰ τὰ ὑπὲρ 'Ρῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ’ ὁσίως ἐπιστρατεύειν, ὡς oὐ-
δέν τι ὀθνεῖον μαστεύσαντες, ἀλλὰ κτήματα τῶν σφετέρων προ- Α. C. 552 I. I. 26 γόνων ἀνακομιούμενοι. τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προσηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρην- V. 13 ται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, D γύναια δὲ καὶ παῖδας τῶν παρ’ ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. καίτοι Θευδέριχος οὐ βίᾳ ἑλὼν, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπιτρέψαντος τὴν Ἰταλίαν προσηγάγετο, οὐδὲν Ῥωμαίους ἀφελόμενος, ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο,) ἀλλ’ Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. οἱ δὲ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες, καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι,…
The complete text is available when the reading interface loads.