Ethnica
- Edition reference
- Ethnica (epitome), ed. A. Meineke, Stephan von Byzanz. Ethnika, Berlin: Reimer, 1849: 1–713.
- CTS identifier
urn:cts:greekLit:tlg4028.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΕΚ ΤΩΝ ΕΘΝΙΚΩΝ ΣΤΕΦΑΝΟΥ
ΚΑΤ' ΕΠΙΤΟΜΗΝ}
<Ἄβαι,> πόλις Φωκική, ἀπὸ εὐθείας ἑνικῆς τῆς Ἄβη. κέκλη-
ται δὲ ἀπὸ ἥρωος Ἄβα. Ἡρωδιανὸς δέ φησιν ὅτι τὸ Ἄβας,
ὅτε ἔθνος σημαίνει, περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον,
καὶ ἰσοσυλλάβως καὶ περιττοσυλλάβως. ἔστι δὲ ὁ ποταμὸς
Ἰταλίας. ὡς οὖν ἀπὸ τοῦ Ἀμύκλα Ἀμύκλαι, οὕτως Ἄβα Ἄβαι.
Λυκόφρων „ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας“. τὸ
ἐθνικὸν Ἀβαῖος καὶ τὸ κτητικόν. μηδεὶς δὲ περιττολογίαν
ἡγείσθω τὴν παράθεσιν τῶν ἐθνικῶν, διὰ τὸ ἀνόμοιον. Δέρβη
γὰρ φρούριον Ἰσαυρίας, τὸ δὲ ἐθνικὸν Δερβήτης καὶ Δερβαῖος,
2
ὡς Σιδήτης καὶ Πυλήτης, ὡς δειχθήσεται, ἀπὸ τοῦ Σίδη
καὶ Πύλη. [ὡς] καὶ Ἄλβη, τὸ ἐθνικὸν Ἀλβανός. καὶ
Ἀλύβη, τὸ δὲ ἐθνικὸν Ἀλυβαῖος καὶ Ἀλυβεύς, οὗ θηλυκὸν
Ἀλυβηίς, καὶ Ἀλυβήιος τὸ κτητικόν, ὡς βασιλήιος· ἀλλὰ καὶ
Ἄλυβες. καὶ Ἀρτάκη Ἀρτακηνός Ἀρτάκιος, οὐκ Ἀρτακαῖος.
αἱ δὲ Ἄβαι πόλις ἐν τοῖς Φωκεῦσιν, ἔνθα ἱερὸν Ἀπόλλωνος.
ἦν δὲ τοῦτο τὸ μαντεῖον πρὸ τοῦ ἐν Δελφοῖς. ἔστι καὶ ἄλλη
Ἄβα πόλις Καρίας, ὡς Ἡρωδιανὸς ἐν ἑνδεκάτῳ βιβλίῳ. δύ-
ναται δὲ Ἀβεύς τὸ ἐθνικὸν διὰ τὸν εἰθισμένον τοῖς Καρικοῖς
τύπον, ὡς δείξομεν.
<Ἀβάκαινον,> πόλις Σικελίας, οὐδετέρως καὶ προπαρο-
ξυτόνως καὶ ἡ παραλήγουσα διὰ διφθόγγου, ὡς Ἡρωδιανὸς
ἐν τρισκαιδεκάτῳ περὶ οὐδετέρων. λέγει δ' εἶναι πόλιν Κα-
ρικήν, ἣν εὑρεῖν οὐκ ἠδυνήθημεν. Σικελῶν δὲ μοῖρά τίς ἐστι.
τὸ ἐθνικὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος, ὃ οὐκ ἄηθες
Σικελῶν, Μεταποντῖνος Λεοντῖνος Βρεντεσῖνος Τερεντῖνος
Ἀρρητῖνος Ἀσσωρῖνος Ἐρυκῖνος.
3
<Ἀβαντίς,> ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς
νήσῳ ἐν Ἀβαντίδι δίῃ,
τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες,
τὴν τότ' ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς.
ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου, ἢ τοῦ υἱοῦ Ποσειδῶνος
καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. τὸ ἐθνικὸν ὁμωνυμεῖ τῷ
ἥρῳ, ὡς Ἴων Θεσσαλός Ἀχαιός Τρώς Δαναός Δοκρός. τὸ
δὲ Τευκρός διήλλαξεν· ὀξύνεται γάρ. τὸ κτητικὸν Ἀβάντειος
ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου, ὡς
τὸ Βυζαντίου, ἀλλ' ὡς Θόας Θοάντειος. τὸ δ' Ὑάντιος ὡς
ἐθνικὸν συνέστειλεν Ἀπολλώνιος ἐν τῷ ”Ὑαντίου Ὀγχηστοῖο”.
ἢ παρὰ λόγον ὡς „Ποιάντιον ἀγλαὸν υἱόν“. δοκεῖ δ' ἀπὸ
τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιάς, ὡς ἀπὸ τοῦ Ἑλικώνιος
Ἑλικωνιάς, Ὀλύμπιος Ὀλυμπιάς, Δήλιος Δηλιάς. τὸ δὲ
Ἀβαντίς ἀπὸ τῆς Ἄβαντος γενικῆς, ὡς Ἑλικωνίς τῆς Ἑλικῶ-
νος, Βίστονος Βιστονίς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ
Ἀβαντιάς ἀπὸ τοῦ Ἀβαντίς παρήχθη, ὡς ἀπὸ τοῦ Λέσβος
Λεσβίς Λεσβιάς, Ἀχαιίς Ἀχαιιάς ”Ἀχαιιάδων εὐπέπλων”.
μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ, ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιάς,
τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β̅
4
εἰς μ̅ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιη-
γήσει. Καλλίμαχος δὲ Ἀμαντίνην, ὡς Λεοντίνην, αὐτὴν ἔφη
„καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην“.
<Ἄβαρνος,> πόλις καὶ χώρα [καὶ] ἄκρα τῆς Παριανῆς.
Ἡρωδιανὸς δὲ ἐν τετάρτῃ φησὶν ὅτι Ἀβαρνίς λέγεται· ἀλλὰ
καὶ εἰς ο̅ς̅. Ἀβαρνεῖς τοὺς κατοικοῦντας, ὡς παρὰ τὸ Ἄψυρ-
τος Ἀψυρτεῖς, Κάμιρος Καμιρεῖς, Ἀλός Ἀλεῖς, Τελμισσός
Τελμισσεῖς, περὶ ὧν εἰρήσεται. τὸ δὲ Ἀβαρνίς οὐ δύναται
ἔχειν τὸ τοιοῦτον ἐθνικόν· τὰ γὰρ εἰς ι̅ς̅ φιληδεῖ τῷ εἰς ι̅τ̅η̅ς̅
τύπῳ, ὡς Μέμφις Μεμφίτης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς
καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. Ἑκαταῖος δ' ὁ Μιλή-
σιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκρην εἶναί φησιν.
Ἔφορος δ' ἐν τῇ πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν
Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων.
Ἀπολλώνιος ”Περκώτην δ' ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν
ἠιόνα”. τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφρο-
δίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνή-
σασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθο-
ρὰν καὶ Ἀβαρνίς καλεῖται. [ἔστι δὲ καὶ πόλις καὶ χώρα καὶ
5
ἄκρα.] εὕρηται δὲ καὶ διὰ τοῦ π̅ Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμι-
δώρῳ τῷ γεωγράφῳ. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ θηλυκὸν
Ἀβαρναίη.
[<Ἀβασηνοί,> ἔθνος] Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν
τρίτῳ „μετὰ τοὺς Σαβαίους Χατραμῶται Ἀβασηνοί“ καὶ πά-
λιν ”ἡ χώρη τῶν Ἀβασηνῶν σμύρνην φέρει καὶ ὄσσον καὶ
θυμίαμα καὶ κέρπαθον· γεωργέουσι δὲ καὶ πορφυρέην ποίην
ἰκέλην αἵματι Τυρίου κοχλίεω”. ὁ τύπος ὀξὺς καὶ ἐπιχώριος
τοῖς Ἄραψιν, ὡς Μηδαβηνοί Ὀβοδηνοί Ἀδριηνοί, ἀλλὰ καὶ
τοῖς Ἀσιανοῖς ἅπασιν, ὡς Ἀπολλώνιος ὁ τεχνικὸς ἐν τῷ περὶ
παρωνύμων φησί „δι' ἔθους εἰσὶ ταῦτα τοῖς ἐπὶ τῆς Ἀσίας
κατοικοῦσιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πό-
λεως ἢ δήμου κατὰ τοῦτον ὠνόμασται τὸν τύπον“.
<Ἄβδηρα,> πόλεις δύο. ἡ μὲν Θρᾴκης, ἀπὸ Ἀβδήρου τοῦ
υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι
διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἐκ ταύτης δὲ
καὶ Δημόκριτός ἐστιν ὁ φιλόσοφος. ἡ δὲ δευτέρα πόλις τῆς
Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ
γεωγραφουμένων. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος
6
τὸ Διολκίτης καὶ τοῦ Ὀξύρυγχος Ὀξυρυγχίτης. Ἔφορος καὶ
τὴν πόλιν Ἄβδηρον φησίν. [ἀφ' οὗ τὰ Ἄβδηρα.] καὶ ἀπὸ τῶν
εἰς α̅ οὐδετέρων εὑρίσκεται, ὡς Γάβαλα Γαβαλίτης. τοῦ Ἀβ-
δηρίτης μέμνηται Εὔδοξος ἐν τετάρτῃ περιόδων καὶ Παυσανίας
ἕκτῃ περιηγήσεως καὶ Ἡρόδοτος ἑβδόμῃ καὶ πολλαχοῦ Ἑκα-
ταῖός τε καὶ πολλοί. πλεῖστοι δ' Ἀβδηρῖται ὑπὸ τῶν πινα-
κογράφων ἀναγράφονται. Νικαίνετος ἐποποιὸς καὶ Πρωτα-
γόρας, ὃν Εὔδοξος ἱστορεῖ τὸν ἥσσω καὶ κρείσσω λόγον πε-
ποιηκέναι καὶ τοὺς μαθητὰς δεδιδαχέναι τὸν αὐτὸν ψέγειν
καὶ ἐπαινεῖν. οὗτος οὖν ὁ Πρωταγόρας καὶ Δημόκριτος Ἀβ-
δηρῖται.
<Ἀβίλη,> πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. ἔστι δὲ καὶ
ἄλλη πόλις Φοινίκης Ἄβιλα, ἐξ ἧς ἦν Διογένης ὁ διασημότα-
τος σοφιστής. οὐδετέρως δὲ αὕτη ἡ πόλις Ἄβιλα. τὸ ἐθνικὸν
Ἀβιληνός, ὡς Γέβαλα Γεβαληνός, Ἀρίνδηλα Ἀρινδηληνός.
<Ἄβιοι,> ἔθνος Σκυθικόν. Ὅμηρος
Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων.
Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διό-
φαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν
ποταμὸν κατοικεῖν. δικαίους δ' εἶπεν Ὅμηρος διὰ τὸ μὴ
7
βουληθῆναι μετὰ τῶν Ἀμαζόνων ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι.
ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφ'
ἁμαξῶν φέρεσθαι. Δίδυμος δὲ Θρᾴκιον [ἔθνος] φησίν. Αἰσχύ-
λος τε Γαβίους διὰ τοῦ γ̅ ἐν λυομένῳ Προμηθεῖ
ἔπειτα δ' ἥξεις δῆμον ἐνδικώτατον
[βροτῶν] ἁπάντων καὶ φιλοξενώτατον,
Γαβίους, ἵν' οὔτ' ἄροτρον οὔτε γατόμος
τέμνει δίκελλ' ἄρουραν, ἀλλ' αὐτοσπόροι
γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς.
ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. εἰσὶ δὲ Σκύθαι.
οἱ πλείους δὲ τῶν ὑπομνηματιστῶν ἐπίθετά φασι τῶν Ἀγαυῶν
τὸ γλακτοφάγων καὶ τὸ ἀβίων, ἐκλαμβάνοντες οἱ μὲν τὸ μὴ
βιαζομένων, διὸ καὶ δικαιότατοι· οἱ δὲ ἀοίκων, διὰ τὸ μὴ
ἔχειν ἡμῖν ὅμοιον βίον· οἱ δὲ ὁμοβίων, τουτέστιν ὁμοτόξων.
τοξόται γὰρ οἱ αὐτοί.
<Ἄβολλα,> πόλις Σικελίας. ὁ τόνος βαρύς, ὡς Ἄγυλλα.
τὸ ἐθνικὸν Ἀβολλαῖος καὶ Ἀβολλαία.
<Ἀβοριγῖνες,> ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς
ἱστορίας πρώτῳ. ”μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν
ἀρχαίαν Ἀβοριγίνων [ὀνομασίαν] διέσωζον, Λατίνου δὲ βα-
σιλεύσαντος οὕτως προσηγορεύθησαν”. τὰ αὐτὰ καὶ Χάραξ.
8
εἰκὸς οἴεσθαί τινας τούτου τὴν κλίσιν ἀπὸ τῆς Ἀβοριγῖνος
εὐθείας, ὡς Λεοντῖνος Ἀκραγαντῖνος. ἀλλὰ Διονύσιος ὁ Ἁλι-
καρνασσεὺς Ἀβοριγῖνες καὶ Ἀβοριγῖσι φησίν, ὡς δελφῖσιν. ἔστι
δὲ καὶ ἄλλη κλίσις ἐν χρησμῷ κειμένη, ὃν αὐτὸς παρατίθησιν.
ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτως Ἀβοριγίναι Ἀβοριγι-
νέων. ἔχει δ' ὁ χρησμὸς οὕτως
στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν,
ἠδ' Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται,
οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ,
καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.
ἀλλ' αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις
ἐχρήσατο κλίσεσιν.
<Ἄβοτις,> πόλις Αἰγυπτία, ὡς Ἑκαταῖος. ἣν Ἡρωδιανός
φησι βαρύνεσθαι. ὁ πολίτης κατὰ μὲν τὸ ἐπιχώριον Ἀβοτίτης,
ὡς Ναύκρατις Ναυκρατίτης, κατὰ δὲ Ἑκαταῖον Ἀβοτιεύς, ὡς
Μάκρις Μάκριος Μακριεύς, Χάλκις Χάλκιος Χαλκιεύς, Ἄβο-
τις Ἀβότιος Ἀβοτιεύς.
<Ἀβρεττηνή,> χώρα Μυσίας, ἀπὸ Βρεττίας νύμφης. τὸ
ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρριανός φησιν.
9
<Ἀβρινάται,> Ποντικὸν ἔθνος. ὁ δὲ τεχνικός φησι καὶ
μετὰ τοῦ ρ̅ καὶ χωρὶς τοῦ ρ̅ λέγεσθαι.
<Ἄβροι,> ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίνων, προσεχὲς
τοῖς Χελιδονίοις, ὡς Ἑκαταῖος. βαρύνεται δὲ ὡς Κίμβροι,
οὕς τινές φασι Κιμμερίους, Σκόμβροι, καὶ οὗτοι ἔθνος, ὡς
Σοφοκλῆς.
<Ἀβρότονον.> Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι,
Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησί, καὶ ἄλλοι.
πόλις δὲ Λιβυφοινίκων. καλεῖται δὲ καὶ Νεάπολις, ὡς Ἔφο-
ρος. τὸ ἐθνικὸν οὐκ ἔστιν ἐν χρήσει, ἡ τέχνη δ' ἐπινοεῖ ἐξ
ὁμοιότητος. ὡς γὰρ Ἅθμονον Ἁθμονεύς καὶ Γάργαρον Γαρ-
γαρεύς καὶ Σούνιον Σουνιεύς καὶ Σιγειεύς καὶ Ἰλιεύς καὶ Λευ-
κωνιεύς καὶ Παντικαπαιεύς καὶ Δουλιχιεύς, οὕτως Ἀβροτονεύς.
ὁ δὲ τῶν οὐδετέρων τύπος ἔσθ' ὅτε τὸ ἐθνικὸν διὰ τοῦ η̅ν̅ο̅ς̅
ἔχει, ὡς Πέργαμον Περγαμηνός, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργαμος,
ὡς Κύζικος Κυζικηνός. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι
τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιστα ἐν τοῖς δήμοις τῶν
Ἀθηναίων, ὡς ἐξ Οἴου δημότης καὶ ἐκ Κηδῶν, ὡς δειχθήσεται.
<Ἄβυδοι> τρεῖς πόλεις. ἡ καθ' Ἑλλήσποντον τῶν Μι-
λησίων ἄποικος, ὡς Διονύσιος
Σηστὸς ὅπῃ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.
καὶ ἡ κατ' Αἴγυπτον τῶν αὐτῶν ἄποικος, ἀπὸ Ἀβύδου τινὸς
κληθεῖσα, καὶ ἡ κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν, ἣ οὐδετέρως
10
λέγεται, ὡς Φιλέας „ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον ἐν
Πευκετίοις οὕτως κατ' ὀρθὴν λεγόμενον Ἄβυδον“. καὶ ἡ
”μηδ' εἰκῆ τὴν Ἄβυδον πατεῖν” παροιμία, τουτέστι μὴ κατα-
θαρρεῖν αὐτῆς ἐπιβαίνειν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν εἰκαίων.
οἱ δὲ τὴν ἐν Μιλήτῳ Ἄβυδον οἰκοῦντες διεβάλλοντο ἐπὶ συ-
κοφαντίᾳ καὶ μαλακίᾳ. τὸ ἐθνικὸν Ἀβυδηνός. λέγεται καὶ τὸ
Ἀβυδηνὸν ἐπιφόρημα ἐπὶ τῶν ἀηδῶν. σημειωτέον δὲ ὅτι τοῦ
μὲν Ἄραδος Ἀράδιος καὶ Τένεδος Τενέδιος καὶ Τενεδεύς καὶ
Λέβεδος Λεβέδιος, τοῦ δ' Ἄβυδος Ἀβυδηνός. ἴσως διὰ τὸ
πλησιόχωρον, Κυζικηνός καὶ τὰ ὅμοια.
<Ἀβυδών,> Ἀβυδῶνος, χωρίον Μακεδονίας, ὡς Στράβων.
„τηλόθεν ἐξ Ἀβυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος“. ὀξύνεται
δέ. τὸ ἐθνικὸν Ἀβυδώνιος ὡς Καλυδώνιος.
<Ἄβυλλοι,> ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ, ἔγγιστα τῷ
Νείλῳ, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς.
<Ἀβώνου τεῖχος,> πόλις μικρὰ πρὸς τῷ Εὐξείνῳ πόντῳ.
ὁ πολίτης Ἀβωνοτειχίτης, ὡς Γορδιοτειχίτης τοῦ Γορδίου
τείχους.
<Ἀγάθεια,> πόλις Φωκίδος, ὡς Ἑλλάνικος πρώτῳ Δευ-
καλιωνείας. ὁ πολίτης Ἀγαθεύς.
11
<Ἀγάθη,> πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φω-
καέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ
σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δ' οὕτως λέγοιτο,
καὶ ὀξύνοιτ' ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ
Ἥραιον, καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη
πόλις, ὡς Φίλων, Λιγυστίων, ἐπὶ λίμνης Λιγυστίας. τάχα
δ' ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ
ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκραγαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ
παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύ-
ριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοι-
νεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λίξος,
ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. εἰ δὲ
μὴ ὡς ἐθνικὸν τὸ Ἀγαθῖνος ἐκλήθη, τὸν οἰκήτορα λέξομεν
Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύς, ὡς Θεσσαλονικεύς καὶ
Σινταρεύς καὶ Βερενικεύς, ἐπεὶ καὶ Ἀγάθεια τῆς Ἀγάθης
εὑρίσκεται παραγωγή, ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. ἔστι
δὲ καὶ νῆσος Ἀγάθη Λυκίας. τὸ ἐθνικὸν ὤφειλεν Ἀγαθεύς·
ἡ γὰρ χώρα τῷ εἰς ε̅υ̅ς̅ τύπῳ χαίρει, ὡς Παταρεύς Τλωεύς
Τελμισεύς Κρυεύς.
<Ἀγαθοῦ δαίμονος,> νῆσος ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. τὸ
ἐθνικὸν κατὰ τέχνην ἐξ Ἀγαθοῦ δαίμονος, διὰ τὸ ἄπορον.
<Ἀγάθυρνα,> πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. τὸ
ἐθνικὸν Ἀγαθυρναῖος. οὐ γὰρ ἀήθης ὁ τύπος τοῖς τὴν Σικε-
λίαν οἰκοῦσιν· Ἱμεραῖος γὰρ καὶ Ἐνναῖος καὶ Καταναῖος φασίν.
12
<Ἀγάθυρσοι,> ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ
ἢ [ἀπ'] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ
τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς σ̅ο̅ς̅ ὑπὲρ
δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγου-
σαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις
Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται
καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός
οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ Καβασσός. πόλις δὲ αὕτη
τοῦ Ὀθρυονέως, περὶ ἧς βιβλίον ὅλον συνέγραψε. δειχθήσεται
δὲ ἐν τῷ περὶ αὐτῆς λόγῳ τοῦτο ψεῦδος.
<Ἀγαμήδη,> τόπος περὶ Πύρραν τῆς Λέσβου, ἀπὸ Ἀγα-
μήδης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ
κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ. τὸ ἐθνικὸν Ἀγαμηδεῖς κατὰ
τέχνην, ὡς Νικομηδεῖς.
13
<Ἀγάμμεια,> ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλ-
λάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην
ὑπ' αὐτοῦ παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη,
ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη·
οὕτως Ἀγάμμεια Ἀγάμμη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ
τοῦ Ἀγάμμη, ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. τὸ ἐθ-
νικὸν Ἀγαμμεύς, ὡς τῆς Μαντινείας Μαντινεύς. λέγεται καὶ
Μαντίνη κατὰ συναλοιφὴν παρ' Ἑκαταίῳ. καὶ Ἀγαμμείτης,
ὡς Ζελείτης. εἴρηται γὰρ ἡ Ζέλεια καὶ Ζέλη. ὥστε εἶναι
τοῦ Ἀγάμμεια τὸ Ἀγαμμειάτης, ὡς τὸ Ζελειάτης.
<Ἀγαμός,> πόλις περὶ Ἡράκλειαν τὴν Ποντικήν. ὠνό-
μασται δὲ ἀπὸ παλαιᾶς βασιλίδος, ἣ στέρξασα παρθένος καὶ
κυνηγὸν καί .... αὐτήν. ὁ πολίτης Ἀγάμιος.
<Ἀγβάτανα,> πολίχνιον Συρίας, Ἡρόδοτος τρίτῳ. οἱ δὲ
νῦν Βατάνειαν αὐτὴν καλοῦσι. τὸ ἐθνικὸν Βατανεῶται, ὡς
Ῥαφάνεια Ῥαφανεῶται. Δημήτριος δέ φησιν Ἀγβάτανα διττά,
τὰ μὲν τῆς Μηδίας τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ
τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α̅ γράφει.
παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε̅ τὸ Περσικόν, ὡς δειχθήσεται.
παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε̅, ἣν καὶ Ἐπιφάνειάν
14
φασι κεκλῆσθαι. Ἡρωδιανὸς δ' ἐν τῷ περὶ συντάξεως στοι-
χείων ἐγκρίνει τὴν διὰ τοῦ κ̅ γραφήν, παραιτούμενος τὴν διὰ
τοῦ γ̅ λέγων οὕτως ”μή τι ἄρα παρακινδυνεύει τὸ β̅ ὑποτε-
τάχθαι τῷ γ̅, [ἐν] οἷς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια”.
τὴν δὲ διὰ τοῦ γ̅ γραφὴν καὶ ἐν τῷ ε̅ διασαφήσομεν. καὶ
Ἑλλάδιος ἐν τῷ α̅ στοιχείῳ παρέθετο τὸ ἐθνικὸν Ἀγβατα-
νηνός. τοῖς Πέρσαις γὰρ συνήθης ὁ τύπος. λέγουσι γὰρ Καμ-
βυσηνούς Παραιτακηνούς Σωφηνούς, ὡς δειχθήσεται. καθ'
Ἕλληνας δὲ Ἀγβατανεύς. δείξομεν δ' ἐν τῷ β̅ ὅτι ἡ καθ'
ἡμᾶς Βατανέα καὶ Βατάνεια καλεῖται καὶ τὸ ἐθνικὸν Βα-
τανεῶται.
<Ἀγγελή,> δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης
ἐπιρρηματικῶς Ἀγγελῆθεν ἐκ τόπου „Χάρης Κλεοχάρους
Ἀγγελῆθεν“. εἰς τόπον Ἀγγελήνδε, ἐν τόπῳ Ἀγγελῆσιν.
ὀξύνεται δὲ κατὰ δύο τρόπους, ὅτι δήμου ὄνομα, ὡς τὸ Περ-
γασή καὶ Ἁλή, καὶ ὅτι τὰ διὰ τοῦ ε̅λ̅η̅ μονογενῆ ὑπὲρ δύο
συλλαβὰς βαρύνεται, εἰ μὴ ἀπὸ φύσει μακρᾶς ἢ θέσει ἄρχοιτο,
Σεμέλη, ἀγέλη, διὰ τὸ Πεντελή καὶ Ἀγγελή. τὸ πιμελή
σεσημείωται.
15
<Ἀγησσός,> πόλις Θρᾴκης, ὡς Θεόπομπος ἐν τεσσαρα-
κοστῇ ἑβδόμῃ. τὸ ἐθνικὸν Ἀγήσσιος, ὡς Ἀσσήσσιος Ταρ-
τήσσιος, ὡς δειχθήσεται ἐν τῷ περὶ αὐτῶν στοιχείῳ. ἢ
Ἀγησσίτης, ὡς Ὀδησσίτης διὰ τὸ ὁμοεθνές.
<Ἅγιον,> τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς
Πολυίστωρ.
<Ἄγκαρα,> πόλις Ἰταλίας, ὡς Ἀντία Ἀδρία. τὸ ἐθνικὸν
Ἀγκαράτης, ὡς Πολύβιος ὀγδόῃ.
<Ἄγκυρα,> πόλις Γαλατίας. οἱ δὲ Φρυγίας αὐτὴν ἀνα-
γράφουσιν. ἔοικε δ' οὖν [Φρυγίας] διὰ τὸ ἀμφοτέρων εἶναι·
Γαλατῶν γὰρ οὖσα ὅμορός ἐστι τῇ μεγάλῃ Φρυγίᾳ. οἱ γὰρ
ἀπὸ Κελτικῆς Γαλάται, ὡς Στράβων φησὶ δωδεκάτῳ, εἰς τού-
τους πλανηθέντες τοὺς τόπους τριμερεῖς τε γενόμενοι εἰς το-
σαύτας μοίρας διενείμαντο τὴν χώραν. Ἀπολλώνιος δὲ ἐν
ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρ-
16
ζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ
Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης, καὶ λαβεῖν
τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πο-
λισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. τρεῖς δὲ
πόλεις ἔκτισαν, Ἄγκυραν ἀπὸ τοῦ κατὰ τὸν πόλεμον πλεο-
νεκτήματος, τὴν δὲ ἀπὸ Πεσσινοῦντος τοῦ ἄρχοντος, τὴν δὲ
Ταυίαν ἀπὸ τοῦ ἑτέρου ἄρχοντος. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ
εἰς ν̅ο̅ς̅ ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου γένοιτο
καθαρευούσης, τῷ α̅ παραλήγει μακρῷ καὶ μιᾷ συλλαβῇ τῆς
γενικῆς περιττεύει, οὐκ ἀναστρέφοντος τοῦ λόγου. οὐ γὰρ
ὅσα τὸ α̅ κατὰ τὴν παραλήγουσαν ἔχει, ταῦτα ἐκ θηλυκῶν
προῆκται. τοῦ μὲν προτέρου παραδείγματος ταῦτα, Ἀσιανός
Καρδιανός Ὀλβιανός Φασιανός, ἀπὸ τῆς Φάσιος πόλεως,
Τράλλιος Τραλλιανός, Σάρδιος Σαρδιανός, [τοῦ δὲ δευτέρου]
Πάριον Παρίου Παριανός, Βοσπορίου Βοσποριανός (ἀπὸ τῶν
ἐθνικῶν ἐθνικά, ὡς τοῦ Ῥοδίου τὸ Ῥοδιακός κτητικὸν καὶ
Σαμίου τὸ Σαμιακός), Κίου πόλεως Μυσίας Κιανός, Τίου
Τιανός, Καρίου Καριανός, Σηλυμβρίου Σηλυμβριανός. ἡμάρ-
17
τηται τὸ Βοτρυηνός, ἐὰν ἀπὸ τοῦ Βότρυος γέγονεν. ἐντεῦθεν
δὲ ὁ τύπος μιᾷ περιττεύει, σπανίως δὲ δυσίν, ὡς τὸ Ταυ-
ριανός καὶ Σκορπιανός καὶ Ζυγιανός, ἅπερ ἀπὸ τῶν Σκόρπων
καὶ Ταύρων καὶ Ζυγῶν παράγεσθαι δοκοῦσι, δυνάμενα καὶ
αὐτὰ ἀπὸ τῶν προτέρων παράγεσθαι τοπικῶν, Ζυγίων Σκορ-
πίων Ταυρίων. πρόσκειται οὐκ ἀναστρέφοντος τοῦ λόγου, διὰ
τὸ Ἱσπανός Καρμανός Καμπανός Γερμανός Βρεττανός Ὠρη-
τανός Ἀφρικανός Ἀλβανός Ὑρκανός. οὐδὲν γὰρ τούτων ἀπὸ
γενικῆς καθαρευούσης. ὁ δὲ Ὦρός φησι ”τὰ μέντοι [μὴ] κα-
θαρεύοντα τῷ η̅ θέλει παραλήγεσθαι χωρὶς εἰ μὴ τῷ ρ̅ παρ-
εδρευόμενα διφοροῖτο, καθάπερ ἐπὶ τοῦ Ἀγκυρανός καὶ
Θυατειρηνός Γερμανός καὶ Γαγγρηνός. ὧν τὰ μὲν παρὰ τὴν
Ἄγκυραν .... συνεξέδραμεν τῷ Σωρανός Βοστρανός, τὰ δὲ
ἀπὸ τοῦ τὰ Θυάτειρα καὶ τὰ Γάγγρα παρῆκται. ἀλλὰ καὶ
θηλυκῶς λέγεται ἡ Γάγγρα”. [ὡς Πολυίστωρ φησίν, αἰπόλον
18
φάναι περὶ τὸν τόπον αἶγας νέμοντα, κτίσαντα οὖν πόλιν
οὕτως ὀνομάσαι· οὕτω γὰρ ὄνομα τῇ αἰγί.]
<Ἀγκύριον,> πόλις Ἰταλίας. δύναται ὁ πολίτης Ἀγκύριος,
ὡς Βυζάντιος, ἢ Ἀγκυριεύς, ὡς Κιτιεύς Δουλιχιεύς Σιγιεύς
Σουνιεύς. ἀλλ' ἄμεινον διὰ τὸ τῆς χώρας ἔθος Ἀγκυριανός,
ὡς Ἀδριανός. εἰ μὴ ὡς παρὰ τὸ Ῥήγιον Ῥηγῖνος, Μετα-
πόντιον Μεταποντῖνος. Ἰταλοὶ γὰρ μάλιστα τούτῳ φιληδοῦσι
τῷ τύπῳ.
<Ἀγκυρῶν> πόλις, Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρισκαι-
δεκάτῳ Αἰγυπτιακῶν. ὠνόμασται δὲ οὕτως, ἐπειδὴ λιθίνας
ἔτεμνον αἷς κατεχρῶντο ἀγκύρας ἐκ τῆς παρακειμένης λατο-
μίας. τὸ ἐθνικὸν ἡ τέχνη ἐκ τοῦ Αἰγυπτίων ἔθους. ὡς γὰρ
Κυνῶν πόλις Κυνοπολίτης, Λεόντων πόλις Λεοντοπολίτης,
Λύκων πόλις Λυκοπολίτης, Λάτων πόλις Λατοπολίτης, οὕτως
Ἀγκυρῶν [πόλις] Ἀγκυροπολίτης.
<Ἀγκών,> πόλις Πικεντίνων, ὡς Ἀντρών. ἴσως δὲ βαρύ-
νεται κατὰ τοὺς ἐγχωρίους. τὸ ἐθνικὸν Ἀγκώνιος, ὡς Ἀντρώ-
νιος ὄνος ἡ παροιμία, Καλυδώνιος. λέγεται δὲ καὶ Ἀγκωνίτης,
ὡς Ἀρτεμίδωρος.
19
<Ἀγνοῦς,> δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς·
τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ ὡς Φρύνιχος τῆς Ἀτταλίδος.
ἐκλήθη δὲ ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. ἐπιπολάζει
γὰρ καὶ τοῦτο τὸ εἶδος παρ' Ἕλλησιν, οἷον Σχοινοῦς Σκιλλοῦς
Πιτυώδης Δαφνοῦς Σελινοῦς Ἐρικώδης, ἀπὸ τῶν ἐν τοῖς τό-
ποις φυομένων. καὶ τῶν Ἀθήνησι δήμων τινές, Ἀχερδοῦς
Φηγοῦς Μυρρινοῦς. ὁ δημότης Ἀγνούσιος, ὡς Ῥαμνούσιος.
ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ ι̅ τοῦ τ̅ οὐ φυλασσομένου, ὡς
ἐν τῷ Σελινούντιος Ὀπούντιος Ἱεριχούντιος, τρεπομένου δὲ
εἰς σ̅, καὶ τοῦ πρὸ αὐτοῦ ν̅ ὑφαιρουμένου, Ἁλιμούσιος Φη-
γούσιος. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου,
ὅπερ Ἀττικοὶ φιλοῦσι. παρ' αὐτοῖς γὰρ οὐ λέγεται Ἀγνόεις
ἢ Φηγόεις ἢ Μυρρινόεις. ὅθεν οὐδὲ διὰ τοῦ τ̅ λέγεται Σι-
μούντιος, ἀλλὰ διὰ τοῦ σ̅ μετὰ τῆς ὑφέσεως τοῦ ν̅. τὸ δὲ
Σιμοῦς Σιμόεις διαιρεῖται, καὶ Ὀποῦς Ὀπόεις. τάχα δὲ καὶ
τὰ δοκοῦντα διαιρεῖσθαι κυριώτερα καθέστηκεν, ὅθεν μετὰ
τοῦ τ̅ λέγεται Σιμούντιος· οὐ γὰρ Ἀττικὰ ταῦτα. τὸ τοπικὸν
20
Ἀγνουντόθεν, καὶ ἐν τόπῳ Ἀγνοῦντι ἐν τοῖς ἄξοσιν „ἐπειδὴ
Ἀγνοῦντι θυσία ἐστὶ τῷ Λεῷ“. εἰς τόπον Ἀγνοῦντάδε.
<Ἁγνώνεια,> πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνω-
νος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. τὸ ἐθνικὸν Ἁγνω-
νείτης, ὡς Μαρωνείτης τοῦ Μαρώνεια καὶ Καυκωνείτης τοῦ
Καυκώνεια, κατ' ἔλλειψιν τοῦ α̅.
<Ἀγνῶτες,> ἔθνος Κελτικῆς παρὰ τὸν ὠκεανόν, ὡς Ἀρ-
τεμίδωρος.
<Ἀγορά,> πόλις ἐν Χερρονήσῳ. ὁ οἰκητὴς Ἀγοραῖος.
<Ἀγοραῖον τεῖχος,> πόλις Εὐρώπης ἐν Ἑλλησπόντῳ. τὸ
ἐθνικὸν Ἀγοραιοτειχίτης.
<Ἀγορησός,> πόλις Καρίας, κτίσμα Ἀργείων ἀποίκων.
τὸ ἐθνικὸν Ἀγορησεύς, ὡς Τελμισεύς, Τυμνησός Τυμνησεύς.
δύναται καὶ Ἀγορήσιος, ὡς Λυρνήσιος.
<Ἄγρα> καὶ <Ἄγραι,> χωρίον, ἑνικῶς καὶ πληθυντικῶς.
ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυ-
στήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον· ἐν ᾧ λέ-
γουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι.
<Ἀγραῖοι,> ἔθνος Ἀράβιον, ὡς ἐν ἑκκαιδεκάτῳ Στράβων.
ἔστι δὲ καὶ ἕτερον ἔθνος πλησίον Ἀκαρνάνων, ὡς Θουκυδίδης
21
ἐν τρίτῃ. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ἀγραία. λέγονται δὲ
καὶ Ἀγραεῖς, ὡς Ἐρατοσθένης.
<Ἀγραυλή,> δῆμος Ἀθήνησι τῆς Ἐρεχθηίδος φυλῆς. τινὲς
δὲ Ἀγρυλή γράφουσιν ἄνευ τοῦ α̅, Ἀγρυλῆθεν. θέλει δὲ τὸ
α̅ ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. τρεῖς δὲ ἦσαν
ἀπὸ τῶν αὐξόντων τοὺς καρποὺς ὠνομασμέναι, Πάνδροσος
Ἕρση Ἄγραυλος. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν
Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. ὁ δημότης Ἀγρυ-
λεύς, καὶ Ἀγρυλῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγρυλήνδε. δέχεται
δὲ δύο τύπους. καὶ ἐν τόπῳ Ἀγρυλῆσι.
<Ἄγρη,> πόλις Λυδίας. Ἡρωδιανὸς ἐν δωδεκάτῃ. τὸ ἐθ-
νικὸν Ἀγραῖος, ὡς Ἀσκραῖος.
<Ἀγρίαι,> ἀρσενικῶς, ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ
Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α̅. εὑρέθη δὲ ἐν ὀκτω-
καιδεκάτῃ ”τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος”. λέγονται καὶ Ἀγράιοι
τετρασυλλάβως, καὶ Ἀγριεῖς, ὡς Θεόπομπος. καὶ κτητικὸν
Ἀγρικόν. λέγονται καὶ Ἀγριᾶνες, ὡς ἐν τῷ ἐπιγράμματι γρα-
φέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως
εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δ' ἕν' ἀδελφῶν
ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος·
οὕνεκεν ὢν Πισίδας καὶ Παίονας ἠδ' Ἀγριᾶνας
καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα.
τὸ κτητικὸν Ἀγριανικός, ὡς Χάραξ ἐν δευτέρῳ χρονικῶν.
22
<Αγρισα,> πόλις Καρμανίας. ὁ πολίτης Ἀγρισαῖος, ὡς
Ἔδεσσα Ἐδεσσαῖος.
<Ἀγρός,> τὸ χωρίον. ὁ οἰκήτωρ ἀγρότης καὶ ἀγρότις, καὶ
ἀγροιώτης καὶ ἀγρωτήρ καὶ ἀγρώτειρα καὶ ἀγρώτης διὰ τοῦ
ω̅ μεγάλου, ὡς Μαλλός Μαλλώτης καὶ Ἤπειρος Ἠπειρώτης,
καὶ ἀγρώστης πλεονασμῷ τοῦ σ̅, καὶ συνθέτως ἄγροικος καὶ
ἀγροῖκος, ἀφ' ὧν παρώνυμον τὸ ἀγροικηρός ὡς σιγηρός, καὶ
„ἀγροικηρὴν φύσιν“, καὶ ἀγροιῶτις καὶ ἀγρωστῖνος καὶ ἀγρεῖος
καὶ ἀγρίτης, ὡς τόπος τοπίτης, καὶ ἀγρείη διὰ διφθόγγου.
<Ἀγυιά,> τόπος δηλῶν τὴν ἐν τῇ πόλει πορευτὴν ὁδόν.
Ἡρακλέων δὲ ὁ Γλαύκωνος παρὰ τὸ ἀίσσω φησίν. ἔστι δὲ
ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὀρέγυια. ὁ τοπίτης ἀγυιεύς.
λέγονται καὶ ὀβελίσκοι θεοῖς ἀνειμένοι, ὡς Εὔπολις. καὶ κατὰ
συναίρεσιν ἀγυιέας ἀγυιᾶς. λέγεται δὲ κίων ἀγυιεὺς εἰς
ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος, Ἀριστοφάνης
23
Θεσμοφοριαζούσαις. καὶ ὁ Ἀπόλλων ἀγυιεύς καὶ ἀγυιάτης,
τουτέστιν ὁ ἐφόδιος. καὶ θηλυκὸν ἀγυιᾶτις, ὡς καὶ τὰ προπύ-
λαια τοῦ ἀγυιέως ἀγυιάτιδες [θεραπεῖαι] λέγονται. τὸ τοπι-
κὸν ἀγυιαῖος. Σοφοκλῆς Ἑρμιόνῃ ”ἀλλ' ὦ πατρῴας γῆς
ἀγυιαίου πέδον”. ἔστιν οὖν τὸ μὲν ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά,
ὡς Τρύφων φησὶν ἐν παρωνύμοις „πᾶν εἰς α̅ θηλυκὸν ἰσο-
σύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μο-
ψοπία Μοψοπιεύς Ἐρετριεύς Φωκαιεύς Θεσπιεύς“. τὸ δὲ
ἀγυιάτης ὡς Κορώνεια Κορωνειάτης Καρυάτης Καυλωνειά-
της. τὸ δὲ ἀγυιαῖος ὡς ἀρουραῖος.
<Ἄγυλλα,> πόλις Τυρρηνίας. Λυκόφρων ”Ἄγυλλαν Αὐ-
σονῖτιν εἰσεκώμασεν”. ἔστι δὲ κτίσμα τῶν ἐκ Θετταλίας Πε-
λασγῶν, μετωνομάσθη δὲ Καῖρε. Θετταλῶν γὰρ κρατούντων
τῆς πόλεως προσελθών τις τῶν ἀπὸ Λυδίας μετοικησάντων
Τυρρηνῶν ἠρώτα τί ἂν εἴη τὸ ὄνομα τῆς πόλεως, τὶς δὲ ἀντὶ
τῆς ἀποκρίσεως τὸ χαῖρε εἶπεν· ὅθεν Τυρρηνοὶ κρατήσαντες
Καῖρε προσηγόρευσαν. τὸ ἐθνικὸν Καιρετανοί, ὡς Στράβων.
ὁ πολίτης Ἀγυλλαῖος. Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν.
<Ἀγύρινα,> πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀγυριναῖος.
Διονύσιος δὲ τὸ Ἀγύριον ἔφη.
<Ἀγχιάλη,> πόλις Κιλικίας παραθαλασσία [πρὸς] τῇ
Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ
θυγατρός, ὡς Ἀθηνόδωρος περὶ τῆς αὐτοῦ πατρίδος γράφων
καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτο-
λεμαίῳ βασιλεῖ „γίνεται δ' Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ
24
κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον πο-
ταμόν. γεννᾷ δ' υἱὸν Κύδνον, ἀφ' οὗ ποταμὸς Κύδνος ἐν
Ταρσῷ, ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφ' οὗ ἡ πόλις με-
τωνομάσθη Παρθενία. μεταπεσόντος δὲ τοῦ ὀνόματος Ταρσὸς
ἐκλήθη“. τινὲς δέ φασι Σαρδανάπαλλον δύο πόλεις κτίσαι,
Ἀγχιάλην σὺν Ταρσῷ, οὗ ἐστι καὶ τὸ ἐπίγραμμα ὧδε
”ταῦτ' ἔχω, ὅσς' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος
τερπνὰ πάθον. τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
Σαρδανάπαλλος ὁ Κυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν
ἔδειμεν ἐν ἡμέρᾳ μιῇ. ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου
οὐκ ἄξια”. τοῦ ἀποκροτήματος. λέγεται δὲ καὶ Ἀγχιάλεια,
ὡς Διονύσιος ὁ περιηγητής. ὁ πολίτης Ἀγχιαλεύς, ὡς Σι-
νώπη Σινωπεύς. ἔστι δὲ καὶ Ἰλλυρίας ἄλλη, κτίσμα Παρίων,
παρ' ᾗ κόλπος Ἐνεστηδὼν λεγόμενος, ἐν ᾧ ἡ Σχερία. ὁ πο-
λίτης ὁ αὐτός.
<Ἀγχίση,> πόλις Ἰταλίας, ἀπὸ τοῦ προπάτορος Ἀγχίσου,
ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ
ἐθνικὸν Ἀγχισεύς.
<Ἄδανα,> Κίλισσα πόλις, οὐδετέρως. ταύτην ᾤκισεν
Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες.
ἀφ' ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. τὸν δὲ ποταμὸν
Κοίρανον καλούμενον Σάρον καλέσαντες. ἔστι δὲ ὁ Ἄδανος
25
Γῆς καὶ Οὐρανοῦ παῖς, καὶ Ὄστασος καὶ Σάνδης καὶ Κρόνος
καὶ Ῥέα καὶ Ἰαπετὸς καὶ Ὄλυμβρος. ὁ πολίτης Ἀδανεύς, ὡς
Γάργαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι δὲ καὶ ἑτέρα πό-
λις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν
ἐν Ἀραβικῶν τρίτῳ. ὁ ταύτης πολίτης οὐ δύναται Ἀδανεύς
εἶναι· οὐ γὰρ ὁ τύπος Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ α̅ οὐδε-
τέρων ὁ διὰ τοῦ η̅ν̅ο̅ς̅. Ζόαρα Ζοαρηνός, Μήδαβα Μηδαβη-
νός, Τάρφαρα Ταρφαρηνός, Αὔαρα Αὐαρηνός. οὕτως καὶ
Ἀδανηνός. ἢ Ἀδανίτης, ὡς Ἀίλανα Ἀιλανίτης. Ἡρωδιανὸς
ἐν τετάρτῃ τῆς καθόλου „τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν
τὸν Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν.
οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠε-
τίωνος, τοῦ πατρὸς Ἀνδρομάχης“. εἰ τοίνυν τοῦ Ἀδανεύς τὸ
26
Ἀδανίς, ὡς τοῦ Ταρσεύς τὸ Ταρσίς, ἔδει συνοξύνεσθαι, εἰ
μὴ κατ' Αἰολέας βαρύνεται, ὅπερ ἐπὶ τοῦ Θήβανις εἴρηκεν,
εἴ γε ὅλως ἐστὶν ἐθνικόν. ἔστι καὶ τρίτη πόλις πρὸς τῷ
Εὐφράτῃ. τὸ ἐθνικὸν Περσικῷ ἔθει Ἀδανηνός.
<Ἀδαρούπολις,> πόλις Περσική, ὡς Μαρκιανὸς ἐν πε-
ρίπλῳ τοῦ Περσικοῦ κόλπου. ὁ πολίτης Ἀδαροπολίτης, ὡς
Ἡλιοπολίτης Ἡφαιστοπολίτης, τῷ τεχνικῷ λόγῳ, εἰ μὴ ὀφεί-
λει τῷ Περσικῷ τύπῳ, ὡς Καμβυσηνός Σωφηνός Παραιτα-
κηνός. ἔστι δὲ καὶ Ἄδαρα οὐδετέρως, κώμη μεγάλη τρίτης
Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως, ἴσως ἀπὸ
τῆς Περσίδος κληθεῖσα πόλεως. καὶ γὰρ φυλή τις ἐν Χαρακ-
μώβοις Βαβυλώνιοι. τῶν δὲ Ἀδάρων τὸ ἐθνικὸν Ἀδαρηνός.
<Ἀδέρκων,> πόλις Ἰβηρίας, ὡς Ἀσκάλων. τὸ ἐθνικὸν
Ἀδερκωνίτης, ὡς Ἀσκαλωνίτης.
<Ἀδιαβηνή,> χώρα μέση τῶν ποταμῶν Εὐφράτου καὶ
Τίγριδος, ἥ τις καὶ Μεσήνη ὠνόμαστο. τὸ ἐθνικὸν Ἀδια-
βηνός.
<Ἄδουλις,> πόλις Αἰθιόπων. οἱ δὲ Πανὸς νῆσον αὐτὴν
καλοῦσιν. καὶ τἀμοῦ βιβλία Ἄδουλι δίχα τοῦ σ̅. σφάλμα δέ
ἐστιν. Ἄδουλις γὰρ ὀφείλει, ὡς Ἡρωδιανὸς ἐν τοῖς εἰς λ̅ι̅ς̅
τῷ ω̅ ... παραληγομένοις. ὁ πολίτης Ἀδουλίτης, ὡς Ἀξουμί-
της. καὶ Ἀδουλιτικός τὸ κτητικόν.
27
<Ἀδραμύτειον,> πόλις τῆς κατὰ Κάικον Μυσίας. ἡ
γραφὴ διχῶς, διὰ τοῦ τ̅ καὶ διὰ τοῦ δ̅, καὶ διὰ διφθόγγου
καὶ διὰ τοῦ ι̅, καὶ δι' ἑνὸς τ̅ καὶ διὰ δύο. ἀλλὰ δι' ἑνὸς τ̅,
ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο τὸ ι̅ μόνως. κέκληται ἀπὸ
Ἀδραμύτου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελ-
φοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ ἀπὸ
Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ
Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δέ, ὡς Ἡρωδιανός,
διὰ τὸ μὴ ἔχειν τὸ τ̅ τὸ Ἄδραμυς. ὁ πολίτης Ἀδραμυττη-
νός, ὡς Ἀρτακηνός Δατηνός Δαυηνός Σεβαστηνός. λέγεται
δὲ καὶ Ἀδραμύττιον διὰ τοῦ ι̅, ὡς Κρατῖνος.
<Ἀδράμυττις,> νῆσος ἐν τῇ Λυκίᾳ. τὸ ἐθνικὸν Ἀδρα-
μυττίτης, ὡς Ναύκρατις Ναυκρατίτης.
<Ἀδράνη,> πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης
κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ η̅ τὴν μέσην
λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηνίτης, ὡς
Συήνη Συηνίτης, Σελήνη Σεληνίτης. τούτων τὰ μαρτύρια ἐν
τοῖς οἰκείοις. δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρηναῖος
Πελληναῖος Μιτυληναῖος. δίδωσιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύς,
ὡς Πελληνεύς.
28
<Ἀδρανόν,> πόλις Σικελίας ἐν τῇ Αἴτνῃ, ποταμὸν ὁμώ-
νυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς Ἀδράνιος. Ἀπολλό-
δωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν.
<Ἀδράστεια,> μεταξὺ Πριάπου καὶ τοῦ Παρίου, ἀπὸ
Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως
ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας
πεδίον, καὶ ἡ πόλις οὕτως. Διογένης ἐν πρώτῃ [περὶ] Κυζί-
κου φησὶν ἀπὸ Ἀδραστείας κεκλῆσθαι μιᾶς τῶν Ὀρεστιάδων
νυμφῶν. τὸ ἐθνικὸν Ἀδραστεύς. οἱ δὲ ἐπιχώριοι Ἀδραστη-
νός ὡς Κυζικηνός φασίν. ἔστι καὶ Τρωάδος Ἀδράστεια τό-
πος, ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς
πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευ-
τέρᾳ. τὸ αὐτὸ δέ ἐστι χωρίον καὶ ἐθνικόν.
<Ἀδρία,> πόλις, καὶ παρ' αὐτὴν κόλπος Ἀδρίας καὶ
ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. ἡ χώρα τοῖς βοσκήμασίν
ἐστιν ἀγαθή, ὡς δὶς τίκτειν τὸν ἐνιαυτὸν καὶ διδυμητοκεῖν,
πολλάκις καὶ τρεῖς καὶ τέσσαρας ἐρίφους τίκτειν, ἔνια δὲ καὶ
29
πέντε καὶ πλείους. καὶ τὰς ἀλεκτορίδας δὶς τίκτειν τῆς ἡμέ-
ρας, τῷ δὲ μεγέθει πάντων εἶναι μικροτέρας τῶν ὀρνίθων.
ὁ πολίτης καὶ ὁ πάροικος Ἀδριανός ὡς Ἀσιανός, καὶ Ἀδριά-
της, οὗ τὸ Ἀδριατικὸν πέλαγος, ὡς τοῦ Πτελεάτης ὁ Πτε-
λεατικὸς οἶνος.
<Ἄδροττα,> οὐδετέρως, χωρίον ἐν Λυδίᾳ παραθαλάττιον
καὶ κατάκρημνον. οἱ οἰκήτορες Ἀδροττεῖς. τῶν γὰρ εἰς α̅
οὐδετέρων παρά τε τοῖς Λυδοῖς καὶ τὴν Καρίαν οἰκοῦσι
χαίρει τῇ εἰς ε̅υ̅ς̅ ἐπὶ τῶν ἐθνικῶν. δύναται καὶ Ἀδροττηνός,
καὶ γὰρ ὁ τύπος τῶν Ἀσιανῶν. καὶ οὕτως οἱ ἐπιχώριοι
λέγουσιν.
<Ἀδρύμης,> Ἀδρύμητος, Λιβύης πόλις. λέγεται καὶ
ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. κέκληται ἀπό τινος
30
Ἀδρύμητος, τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν, καὶ τὸ
ἐθνικὸν Ἀδρυμήτιος, ὡς Βηρύτιος. ἄμεινον τὸ Ἀδρύμης καὶ
Ἀδρυμήσιος. αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς
φράσεως σπανιώταται.
<Ἄδρυξ,> ὡς Ἔρυξ, ἀρσενικῶς, πόλις Συρακουσίων. τὸ
ἐθνικὸν Ἀδρυκῖνος, ὡς Ἐρυκῖνος τῆς Ἔρυκος γενικῆς, καὶ
Ἀδρυκίνη, ὡς Ἐρυκίνη Ἀφροδίτη.
<Ἀδυρμαχίδαι,> Λιβυκὸν ἔθνος, ὡς Ἡρόδοτος.
<Ἀερία,> ἡ Αἴγυπτος, παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν
αὐτήν φασιν. οἱ ἄνθρωποι Ἀέριοι, καὶ Ἀερίτης, ἐκ τῆς ἀέρος
γενικῆς. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος
ἐν χρονικῶν τετάρτῳ. ἔστι καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ
ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος.
ἐθνικὰ τὰ αὐτά.
<Ἀζανία,> μέρος τῆς Ἀρκαδίας, ἀπὸ Ἀζᾶνος τοῦ Ἀρκά-
δος. οἱ οἰκήτορες Ἀζᾶνες καὶ Ἀζῆνες. καὶ Ἀζάνιος καὶ
Ἀζανία καὶ Ἀζάνιον. Εὔδοξος δὲ ἐν ἕκτῃ γῆς περιόδου φη-
σίν ”ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος
ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι
Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ ἀπο-
καθάρματα”. ἔστι δὲ μοῖρα τῆς Ἀρκαδίας ἡ Ἀζανία. διῄ-
ρηται δὲ εἰς τρία, Παρρασίους Ἀζᾶνας Τραπεζουντίους. καὶ
31
ἔχει ἡ Ἀζανία πόλεις ἑπτακαίδεκα, ἃς ἔλαχεν Ἀζήν. ἔστι
καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων.
<Ἀζανοί,> Φρυγίας πόλις. Στράβων δωδεκάτῃ „τῆς δ'
Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια“. οἱ πο-
λῖται Ἀζανῖται, τὸ θηλυκὸν Ἀζανῖτις. Ἡρωδιανὸς διὰ τῆς
α̅ι̅ ἐν πρώτῃ τῶν καθόλου λέγων ”Αἰζὴν Ταντάλου παῖς, ἀφ'
οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί”. τινὲς δὲ Ἀζάνιον αὐτήν φασιν.
Ἑρμογένης δέ φησιν οὐδὲ οὕτως, ἀλλ' Ἐξουάνουν αὐτὴν κα-
λεῖσθαι· λέγεται γὰρ παρὰ τὸν τόπον ἀγροικίας εἶναι, λιμοῦ
δὲ γενομένου συνελθόντες οἱ ποιμένες ἔθυον εὐβοσίαν γενέσ-
θαι· οὐκ ἀκουόντων δὲ τῶν θεῶν Εὔφορβος τὴν οὐανοῦν, ὅ
ἐστιν ἀλώπηξ, καὶ ἔξιν, ὅ ἐστιν ἐχῖνος, θῦσαι τοῖς δαίμοσιν·
εὐαρεστησάντων δὲ τῶν θεῶν εὐφορίαν γενέσθαι καὶ τὴν γῆν
πολυκαρπῆσαι, τοὺς δὲ περιοίκους πυθομένους ἱερέα καὶ
ἄρχοντα αὐτὸν καταστῆσαι. ἐξ αὐτοῦ δὲ κληθῆναι τὴν πόλιν
Ἐξουάνουν, ὃ μεθερμηνευόμενον ἔστιν ἐχιναλώπηξ. ἔοικε δὲ
32
μετηλλοιῶσθαι ἐκ τοῦ Ἐξουάνουν τὸ Ἀζάνιον. ἔστι δὲ ὅμοιον
τῷ Βιθυνίῳ, περὶ οὗ ἐροῦμεν.
<Ἀζειῶται,> ἔθνος τῆς Τρωάδος, ὡς Ἑλλάνικος ἐν τοῖς
περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι,
ἵν' ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται
δὲ καὶ Ἀζειοί.
<Ἁζηνιά,> ὡς Πλωθιά Λουσιά, δῆμος ἐν Ἀττικῇ τῆς
Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἁζηνιεύς, ὡς Ἑρχιεύς. τὰ
τοπικὰ δῆλα.
<Ἄζιλις,> πόλις Λιβύης. οἱ δὲ περὶ Σαλούστιον οὐ πό-
λιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. τινὲς δὲ Ἄζιριν
μετὰ τοῦ ρ̅ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν.
ὁ πολίτης Ἀζιλίτης, ὅτι πρωτότυπον εἰς ι̅ς̅, τῷ Λιβυκῷ χα-
ρακτῆρι καὶ Αἰγυπτίῳ, καὶ ὡς Κάνωβος Κανωβίτης. εἰ δ'
οὐδετέρως Ἄζιρον, τὸ ἐθνικὸν Ἀζιρεύς, ὡς Σουνιεύς.
<Ἄζωρος,> πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος,
ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πλη-
θυντικῶς „ἐν Ἀζώροις“. ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης·
πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος. Ῥιανὸς Ἀζώρειαν
33
αὐτήν φησιν. ἢ Ἀζωρεάτης ὡς Βοττεάτης, ἢ Ἀζωρεύς ὡς
Ἀλεξανδρεύς.
<Ἄζωτος,> πόλις Παλαιστίνης. ταύτην ἔκτισεν εἷς τῶν
ἐπανελθόντων ἀπ' Ἐρυθρᾶς θαλάσσης φυγάδων, καὶ ἀπὸ τῆς
γυναικὸς αὐτοῦ Ἄζας ὠνόμασεν, ὅ ἐστι χίμαιραν, ἣν Ἄζωτον
μετέφρασαν. λέγεται καὶ ἀρσενικῶς καὶ [θηλυκῶς]. ἔστι καὶ
ἄλλη πόλις Ἄζωτος Ἀχαΐας. ὁ πολίτης Ἀζώτιος, ὡς Βηρύτιος
Ἁλιάρτιος, καὶ θηλυκῶς. ἐκαλεῖτο δὲ καὶ Πελωρία ἀπὸ τῶν
Σπαρτῶν ἑνὸς Πελώρου, καὶ ἀπὸ παιδὸς Ἀζώτου Ἄζωτος.
<Ἀθαμανία,> χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. τὸ ἐθνι-
κὸν Ἀθαμᾶνες.
<Ἀθάρραβις,> πόλις Αἰγύπτου, ὡς Ἡρωδιανὸς ἐν τε-
τάρτῳ ”Ἀθαρραβίτης νομὸς ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβις
πόλις”. Ἑκαταῖος δ' ἐν δευτέρῳ περιηγήσεως δι' ἑνὸς ρ̅ καὶ
τοῦ μ̅ „Ἀθαραμβίτης νομὸς καὶ Ἀθαράμβη πόλις“. τὸ ἐθ-
νικὸν Ἀθαραμβῖται.
<Ἀθῆναι> πόλεις κατὰ μὲν Ὦρον πέντε, κατὰ δὲ Φίλωνα
ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ ὅτι ὁ Θησεὺς τὰς ἕν-
δεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια
ἑορτὴν κατεστήσατο. ὁ πολίτης Ἀθηναῖος καὶ θηλυκὸν Ἀθη-
ναία. ἡ δὲ θεὸς Ἀθηναία λέγεται μονογενῶς. λέγεται δὲ
καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως
ἐν Πτερυγίῳ
νυνὶ δ' ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν
τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας
καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.
34
Δίδυμος δέ φησιν ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς.
ὁ δὲ Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν καὶ θαυ-
μάζει πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται. ἀστὰς δὲ
τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας,
ἀλλ' ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. πρῶτοι γὰρ
Ἀθηναῖοι τὰ ἄστη καὶ τὰς πόλεις εὑρεῖν ἱστοροῦνται, ὅθεν
καὶ τὴν ἀκρόπολιν αὐτῶν πόλιν ἐκάλουν κυρίῳ ὀνόματι, ὡς
Ἀριστοφάνης
καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὴν πόλιν.
ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡς Ἅβρων ἐν τῷ περὶ
παρωνύμων, ὅτι εἰσὶ διτταὶ προσηγορίαι παρὰ ποιηταῖς, ἀπό
τε τῆς πατρίδος καὶ τοῦ συνοικιστοῦ. Ἁλικαρνασσεῖς γοῦν
Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν
διασημοτάτων παρ' αὐτοῖς, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκρο-
πίδαι Θησεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν
ἀπὸ τῆς πατρίδος ἐντιμοτέρας ἐνόμιζον. δευτέρα πόλις Λα-
κωνική. τρίτη Καρίας. τετάρτη Λιγυστίων. πέμπτη Ἰταλίας.
ἕκτη Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος τρίτῃ ”Ἄβαντος
δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ
μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν”.
ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναϊκός. ταύτας δ' Ἀθήνας
35
Διάδας λέγεσθαι. ἑβδόμη Ἀκαρνανίας, ὡς Δημήτριος, Ἀθη-
ναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγο-
ρεῦσαι. τὴν γὰρ νῦν Ἀκαρνανίαν Κουρῆτιν ὠνόμαζον. ὀγδόη
Βοιωτίας, ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα μετὰ τὸ πρότερον
ἐπικλυσθῆναι τῆς Κωπαίδος, ὅτε Κράτης αὐτὴν διετάφρευσεν.
ἐκλήθη δὲ ἡ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ
Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ
πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός. ἔστι καὶ ἱερὸν αὐτόθι
Ἑλληνικόν.
<Ἄθλιβις,> πόλις Αἰγύπτου. ὁ πολίτης Ἀθλιβίτης. Νι-
κάνωρ δ' ὁ Ἑρμείου ἐν ᾗ πρὸς Ἀδριανὸν γράφων διὰ τοῦ ρ̅
φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ.
τὸ ἐθνικὸν Ἀθριβίτης.
<Ἅθμονον,> οὐδετέρως, δῆμος τῆς Κεκροπίδος φυλῆς.
τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή
εἶναι. τὸ ἐθνικὸν Ἁθμονεύς, τὸ θηλυκὸν Ἁθμονίς. ἐν τόπῳ
Ἁθμονοῖ. καὶ τὰ λοιπὰ ὁμοίως δῆλα.
<Ἄθυμβρα,> πόλις Καρίας πρὸς Μαιάνδρῳ, Ἀθύμβρου
κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. τὸ ἐθνικὸν Ἀθυμ-
βρεύς τῷ λόγῳ τῶν Καρικῶν.
<Ἀθύρας,> ἐπίνειον καὶ ποταμὸς περὶ τὸ Βυζάντιον.
ἔστι δὲ καὶ κόλπος Ἀθύρας. κλίνεται δὲ ἰσοσυλλάβως, ὡς
Εὐφορίων „ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο“. τὸ ἐθ-
36
νικὸν διὰ τῆς α̅ι̅ διφθόγγου Ἀθυραῖος, ὡς Ῥήβας Ῥηβαῖος.
ἔστι δὲ καὶ Σκυθίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος.
<Ἄθως,> ὄρος Θρᾴκης, ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος
πέμπτῳ τῆς Εὐρωπείας
καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήικος ὑπ' ἄστροις
ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ,
ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα
ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης.
βάλλει δὲ ἡ σκιὰ τοῦ ὄρους ἐπὶ σταδίους τριακοσίους. εἴρη-
ται δὲ καὶ Ἄθοος, ὡς τὸ Κῶς Κόος. λέγεται…
αί…
The complete text is available when the reading interface loads.