The Greek Library Author

Anonymous

De aedificiis

Authority group
Procopius of Caesarea (catalogue association; authorship remains anonymous)
Edition reference
De aedificiis (lib. 1–6), ed. Wirth (post J. Haury), op. cit., vol. 4 (1964) 1, 5–186.
CTS identifier
urn:cts:greekLit:tlg4029.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1

17

μὴ ἀπιστεῖν τῷ τε πλήθει καὶ τῷ μεγέθει ἐς τὸν ὄπισθεν

χρόνον τοῖς αὐτὰς θεωμένοις ξυμβαίη, ὅτι δὴ ἀνδρὸς ἑνὸς

18

ἔργα τυγχάνει ὄντα. πολλὰ γὰρ ἤδη τῶν προγεγενημέ-

νων οὐκ ἐμπεδωθέντα τῷ λόγῳ τῷ ὑπερβάλλοντι τῆς

ἀρετῆς ἄπιστα γέγονεν. εἴη δ' ἂν εἰκότως τὰ ἐν Βυζαντίῳ

19

παρὰ πάντα τῷ λόγῳ κρηπίς. ἀρχομένου γὰρ ἔργου, κατὰ

δὴ τὸν παλαιὸν λόγον, πρόσωπον χρὴ θέμεναι τηλαυγές.

20

Ἄνδρες ἀγελαῖοί ποτε καὶ ὁ συρφετὸς [ὄχλος] Ἰουστι-

νιανῷ βασιλεῖ ἐν Βυζαντίῳ ἐπαναστάντες τὴν Νίκα κα-

λουμένην στάσιν εἰργάσαντο, ᾗπέρ μοι ἀπαρακαλύπτως

ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδιήγηται

21

λόγοις. ἐνδεικνύμενοι δὲ ὡς οὐκ ἐπὶ τὸν βασιλέα μόνον,

ἀλλ' οὐδέν τι ἧσσον ἐπὶ τὸν θεὸν ἅτε ἀποφράδες τὰ ὅπλα

ἀντῆραν, ἐμπρῆσαι τῶν Χριστιανῶν τὴν ἐκκλησίαν ἐτόλ-

μησαν (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν ἐπικαι-

ριώτατα τῷ θεῷ τὴν ἐπωνυμίαν ἀπεργασάμενοι), ἐπεχώρει

δὲ αὐτοῖς ὁ θεὸς διαπράξασθαι τὸ ἀσέβημα, προειδὼς εἰς

22

ὅσον τι κάλλος τοῦτο τὸ ἱερὸν μεταστήσεσθαι ἔμελλεν. ἡ

μὲν οὖν ἐκκλησία ἐξηνθρακωμένη τότε ξύμπασα ἔκειτο.

βασιλεὺς δὲ Ἰουστινιανὸς τοιαύτην ἀποτετόρνευται οὐ

πολλῷ ὕστερον ὥστε, εἰ τῶν Χριστιανῶν τις ἐπύθετο πρό-

τερον εἰ βουλομένοις αὐτοῖς διολωλέναι τὴν ἐκκλησίαν εἴη

καὶ τοιάνδε γενέσθαι, δείξας τι αὐτοῖς τῶν νῦν φαινομέ-

νων ἐκτύπωμα, δοκοῦσιν ἄν μοι ὡς συντομώτατα εὔξασθαι

πεπονθυῖαν σφίσι τὴν ἐκκλησίαν θεάσασθαι, ὅπως δὴ

23

αὐτοῖς ἐς τὸ παρὸν μεταβάλοιτο σχῆμα. ὁ μὲν οὖν βα-

σιλεὺς ἀφροντιστήσας χρημάτων ἁπάντων ἐς τὴν οἰκο-

δομὴν σπουδῇ ἵετο, καὶ τοὺς τεχνίτας ἐκ πάσης γῆς ἤγει-

24

ρεν ἅπαντας. Ἀνθέμιος δὲ Τραλλιανὸς, ἐπὶ σοφίᾳ τῇ

καλουμένῃ μηχανικῇ λογιώτατος, οὐ τῶν κατ' αὐτὸν μό-

νον ἁπάντων, ἀλλὰ καὶ τῶν αὐτοῦ προγεγενημένων πολλῷ,

τῇ βασιλέως ὑπούργει σπουδῇ, τοῖς τεκταινομένοις τὰ

ἔργα ῥυθμίζων, τῶν τε γενησομένων προδιασκευάζων

ἰνδάλματα, καὶ μηχανοποιὸς σὺν αὐτῷ ἕτερος, Ἰσίδωρος

ὄνομα, Μιλήσιος γένος, ἔμφρων τε ἄλλως καὶ πρέπων

25

Ἰουστινιανῷ ὑπουργεῖν βασιλεῖ. ἦν δὲ ἄρα καὶ τοῦτο

τῆς τοῦ θεοῦ περὶ τὸν βασιλέα τιμῆς, προκαταστησαμέ-

νου τοὺς ἐς τὰ πραχθησόμενα χρησιμωτάτους αὐτῷ ἐσο-

26

μένους. καὶ αὐτοῦ δὲ τοῦ βασιλέως τὸν νοῦν εἰκότως

ἄν τις ἀγασθείη τούτου δὴ ἕνεκα, ὅτι δὴ ἐκ πάντων ἀν-

θρώπων ἐς τῶν πραγμάτων τὰ σπουδαιότατα τοὺς και-

ριωτάτους ἀπολέξασθαι ἔσχε.

27

Θέαμα τοίνυν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται,

τοῖς μὲν ὁρῶσιν ὑπερφυές, τοῖς δὲ ἀκούουσι παντελῶς

ἄπιστον· ἐπῆρται μὲν γὰρ ἐς ὕψος οὐράνιον ὅσον, καὶ

ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων ἀποσαλεύουσα ἐπινέ-

νευκεν ὑπερκειμένη τῇ ἄλλῃ πόλει, κοσμοῦσα μὲν αὐτήν,

ὅτι αὐτῆς ἐστιν, ὡραϊζομένη δέ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμ-

βαίνουσα τοσοῦτον ἀνέχει, ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ

28

περιωπῆς ἀποσκοπεῖται. εὖρος δὲ αὐτῆς καὶ μῆκος οὕτως

ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης καὶ

ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εἰρήσεται. κάλλει δὲ ἀμυ-

29

θήτῳ ἀποσεμνύνεται. τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ

τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπεράγαν οὔτε τι ἐν-

δεῶς ἔχουσα, ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα

καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ

30

ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει. φαίης ἂν οὐκ

ἔξωθεν καταλάμπεσθαι ἡλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην

ἐν αὐτῷ φύεσθαι, τοσαύτη τις φωτὸς περιουσία ἐς τοῦτο

31

δὴ τὸ ἱερὸν περικέχυται. καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον

(εἴη δ' ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῷ

θεῷ ἱερουργοῦσι τὰ ἄρρητα) τρόπῳ τοιῷδε δεδημιούργη-

32

ται. οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ' εὐθείας πε-

ποιημένη, ἀλλ' ἐκ τῶν πλαγίων ὑπεσταλμένη κατὰ βραχύ,

καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ

τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοὶ

ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπανέστηκεν.

33

ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημό-

ριον ἀποκέκριται, ὕπερθέν τε μηνοειδές τι αὐτῇ ἕτερον

τοῖς προσεχέσι τῆς οἰκοδομίας ἐπῆρται, τῇ μὲν εὐπρεπείᾳ

θαυμάσιον, τῷ δὲ σφαλερῷ τῆς συνθέσεως δοκοῦντι εἶναι

34

φοβερὸν ὅλως. δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπῃωρῆσθαι,

ἀλλ' ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι. καί-

τοι διαφερόντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται.

35

τούτων δὲ δὴ ἐφ' ἑκάτερα κίονες ἐπ' ἐδάφους εἰσίν, οὐδὲ

αὐτοὶ κατ' εὐθὺ ἑστῶτες, ἀλλ' εἴσω κατὰ σχῆμα τὸ ἡμί-

κυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις ὑπεξιστάμενοι, καὶ αὐτῶν

36

ὑπεράνωθεν οἰκοδόμημα μηνοειδὲς ἀποκρέμαται. τοῦ δὲ

δὴ ἑῴου κατ' ἀντικρὺ τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος,

καὶ αὐτοῦ ἑκατέρωθεν οἵ τε κίονες καὶ τὰ αὐτῶν ὕπερ-

θεν ὁμοιότατα τοῖς δεδηλωμένοις ἐν ἡμικύκλῳ ἑστήκασι.

37

κατὰ δὲ τὰ τοῦ νεὼ μέσα λόφοι χειροποίητοι ἐπανεστή-

κασι τέσσαρες, οὓς καλοῦσι πεσσούς, δύο μὲν πρὸς βορ-

ρᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλή-

λοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα

38

ἔχοντες. πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύν-

θετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους δὲ πρὸς

τῶν λιθολόγων ἐπισταμένως ἐναρμοσθεῖσιν, ἐς ὕψος μέγα.

εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὀρῶν ἀποτόμους.

39

ἐπὶ τούτοις δὲ ἀψῖδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσι·

καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα ἐν

τῇ ὑπερβολῇ ἠρήρεισται τῶν λόφων τούτων, τὰ δὲ δὴ

40

ἄλλα ἐπηρμένα εἰς ἀπέραντον ὕψος ᾐώρηται. τῶν δὲ

ἀψίδων αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι

πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον, αἱ δὲ λει-

πόμεναι οἰκοδομίαν τέ τινα καὶ κίονας μικροὺς κομιδῇ

41

ἔνερθεν ἔχουσιν. ὕπερθεν δὲ αὐτῶν κυκλοτερὴς οἰκοδο-

μία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ

42

ἡμέρα. ὑπεραίρει γάρ, οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ

διαλείπει τὸ οἰκοδόμημα κατὰ βραχύ, ἐξεπίτηδες παρει-

μένον τοσοῦτον, ὅσον τοὺς χώρους, οὗ δὴ τὸ διῃρημένον

τῆς οἰκοδομίας συμβαίνει εἶναι, φέγγους διαρκῶς ἀγωγοὺς

43

εἶναι. [ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ τε

καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανα ἔσται·] τῶν δὲ ἀψίδων

τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα

44

τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. καὶ ἡ μὲν τρι-

γώνου ἑκάστη κρηπὶς πεπιεσμένη τῇ ἐς ἀλλήλας τῶν

ἀψίδων ἐνέρσει ὀξεῖαν ποιεῖται τὴν κάτω γωνίαν, συνα-

ναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξὺ χώρᾳ

ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ὃ ταύτῃ ἀνέχει, γωνίας τε τὰς λει-

45

πομένας ἐνταῦθα ποιεῖται. τούτου δὲ τοῦ κυκλοτε-

ροῦς παμμεγέθης ἐπανεστηκυῖά τις σφαιροειδὴς θόλος

46

ποιεῖται αὐτὸ διαφερόντως εὐπρόσωπον. δοκεῖ δὲ οὐκ

ἐπὶ στερρᾶς τῆς οἰκοδομίας [διὰ τὸ παρειμένον τῆς οἰκο-

δομίας] ἑστάναι, ἀλλὰ τῇ σφαίρᾳ τῇ χρυσῇ ἀπὸ τοῦ οὐρα-

47

νοῦ ἐξημμένη καλύπτειν τὸν χῶρον. ταῦτα δὲ πάντα ἐς

ἄλληλά τε παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἔκ τε

ἀλλήλων ᾐωρημένα καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγ-

χιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρεπεστάτην τοῦ ἔργου

ποιοῦνται, οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι

ἐμφιλοχωρεῖν ἐπὶ πολὺ τὴν ὄψιν, ἀλλὰ μεθέλκει τὸν ὀφ-

48

θαλμὸν ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἐφ' ἑαυτό. ἀγχί-

στροφός τε ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίγνεται, ἀπολέ-

ξασθαι τοῦ ἐσορῶντος οὐδαμῆ ἔχοντος ὅ τι ἄν ποτε ἀγα-

49

σθείη μᾶλλον τῶν ἄλλων ἁπάντων. ἀλλὰ καὶ ὡς ἀπο-

σκοποῦντες πανταχόσε τὸν νοῦν, τάς τε ὀφρῦς ἐπὶ πᾶσι

συννενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνεῖναι τῆς τέχνης, ἀλλ'

ἀπαλλάσσονται ἀεὶ ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν

ὄψιν ἀμηχανίᾳ. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

50

Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ

Ἀνθέμιος ὁ μηχανοποιὸς σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετ-

εωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ διεπράξαντο

εἶναι· ὧνπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπο-

ρον καὶ λόγῳ φράσαι ἀμήχανον, μία δέ μοι μόνον ἔν γε

τῷ παρόντι γεγράψεται ᾗ δύναιτ' ἄν τις σύμπασαν τοῦ

51

ἔργου τεκμηριῶσαι τὴν δύναμιν. ἔχει γὰρ ὧδε. οἱ λό-

φοι, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλ-

52

λαις οἰκοδομίαις πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. λίθων

ἐπιβολὴ ἐν τετραγώνῳ διαπεπόνηται, σκληρῶν μὲν φύ-

σιν, ἐργασίαν δὲ λείων, ἐντομὴν δέ, εἰ μὲν τὰ προὔχοντα

ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγωνίων,

εἰ δὲ τὴν μεταξὺ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ

53

γεγενημένων. συνήρμοσε δὲ αὐτοὺς οὐ τίτανος, ἥνπερ

ἄσβεστον ὀνομάζουσιν, οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν

Βαβυλῶνι φιλοτιμία, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ μό-

λιβδος ἐς τέλμα χυθείς, καὶ μεταξὺ πανταχόσε χωρήσας,

τῶν τε λίθων τῇ ἁρμονίᾳ ἐντετηκὼς καὶ συνδέων ἀλλή-

54

λοις αὐτούς. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. ἐπὶ τὰ

λειπόμενα δὲ τοῦ νεὼ ἴωμεν. χρυσῷ μὲν ἀκιβδήλῳ κατ-

αλήλειπται ἡ ὀροφὴ πᾶσα, κεραννῦσα τὸν κόμπον τῷ

κάλλει, νικᾷ μέντοι ἡ ἐκ τῶν λίθων αὐγὴ ἀνταστράπ-

55

τουσα τῷ χρυσῷ. στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδο-

μίᾳ μὲν τοῦ νεὼ οὐδεμιᾷ διειργόμεναι, ἀλλὰ καὶ μεῖζον

αὐτοῦ ποιοῦσαι τοῦ εὔρους τὸ μέτρον, καὶ τῷ μήκει μέ-

χρι ἐς τὸ πέρας συνεξικνούμεναι, τὸ δέ γε ὕψος [καὶ]

56

καταδεέστεραι. καὶ αὐταῖς δὲ ἥ τε ὀροφὴ θόλος καὶ ὁ

χρυσὸς ἐγκαλλώπισμα. ταύταιν δὲ ταῖν στοαῖν ἁτέρα μὲν

τοὺς ἄνδρας εὐχομένους διακεκλήρωται, γυναιξὶ δὲ ταὐτὸ

57

ποιουμέναις ἡ ἄλλη ἀνεῖται. παραλλὰξ δὲ οὐδὲν ἔχουσιν,

οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν, ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν

58

τῷ ἱερῷ ἐς κάλλος διήκει καὶ ὡραΐζει τὸ ἐμφερές. τίς

δ' ἂν τῶν ὑπερῴων τῆς γυναικωνίτιδος ἑρμηνεὺς γένοιτο,

ἢ τάς τε παμπληθεῖς διηγοῖτο στοὰς καὶ τὰς περιστύλους

59

αὐλάς, αἷς ὁ νεὼς περιβέβληται; τίς δὲ τῶν τε κιόνων καὶ

λίθων διαριθμήσαιτο τὴν εὐπρέπειαν, οἷς τὸ ἱερὸν κεκαλ-

λώπισται; λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ

60

ἄνθος. θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν,

τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ φοινικοῦν ἐπανθεῖ καὶ ὧν

τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιω-

τάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις.

61

ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς

ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνῃ, ἀλλὰ θεοῦ ῥοπῇ τὸ

ἔργον τοῦτο ἀποτετόρνευται· ὁ νοῦς δέ οἱ πρὸς τὸν θεὸν

ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν

62

εἶναι, ἀλλ' ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο. καὶ

τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διη-

νεκὲς ἑκάστῳ ταὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς

63

ὄψεως ἀεὶ ἀρχομένης. τούτου κόρον οὐδεὶς τοῦ θεάμα-

τος ἔλαβε πώποτε, ἀλλὰ παρόντες μὲν τῷ ἱερῷ ἄνθρωποι

τοῖς ὁρωμένοις γεγήθασιν, ἀπιόντες δὲ τοῖς ὑπὲρ αὐτοῦ

64

διαλόγοις ἀποσεμνύνονται. ἔτι μέντοι τῶν κειμηλίων

τοῦ νεὼ τοῦδε τά τε χρυσώματα καὶ τὰ ἐν ἀργύρῳ καὶ

λίθοις ἐντίμοις ξύμπαντα μὲν φράσαι ἀκριβολογουμένῳ

ἀμήχανον, ἅπερ Ἰουστινιανὸς βασιλεὺς τῇδε ἀνέθηκεν·

ἑνὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφί-

65

ημι· ὁ γὰρ τοῦ ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος καὶ

μόνοις ἱερεῦσι βατός, ὅνπερ καλοῦσι θυσιαστήριον, λι-

τρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας.

66

Τὰ μὲν οὖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, ἥνπερ

μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δα-

κτύλῳ διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτῳ τὰ τῶν

πραγμάτων ἀξιολογώτατα φράσαι, τῇδε Ἰουστινιανῷ δε-

67

δημιούργηται βασιλεῖ. οὐ χρήμασι δὲ αὐτὴν ὁ βασιλεὺς

ἐδείματο μόνον, ἀλλὰ καὶ πονουμένῃ τῇ διανοίᾳ καὶ τῇ

68

ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ αὐτίκα δηλώσω. τῶν

ἀψίδων, ὧνπερ ἐπεμνήσθην ἀρτίως, (λώρους δὲ αὐτὰς

οἱ μηχανοποιοὶ ἐπικαλοῦσι) μία τις, ἣ πρὸς ἀνίσχοντα

ἥλιόν ἐστιν, ἐπανειστήκει μὲν ἑκατέρωθεν ἤδη, οὔπω δὲ

69

ὅλη κατὰ τὸ μέσον συνετετέλεστο, ἀλλ' ἔμενεν ἔτι. οἱ δὲ

πεσσοί, ὧν δὴ ὕπερθεν ἡ οἰκοδομία ἐγίνετο, τῶν ἐγκει-

μένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξα-

πιναίως ἀπορρηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις

70

ἐῴκεσαν. οἱ μὲν οὖν ἀμφί τε Ἀνθέμιον καὶ Ἰσίδωρον

τοῖς συμπεπτωκόσι περίφοβοι ὄντες ἐπὶ τὸν βασιλέα τὸ

πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γεγενημένοι.

71

αὐτίκα δὲ ὁ βασιλεύς, ὅτῳ μέν ποτε ἠγμένος οὐκ οἶδα, θεῷ

δέ, οἶμαι, οὐ γάρ ἐστι μηχανικός, ἐς τὸ πέρας αὐτοῖς πε-

ριελίξαι τὴν ἀψῖδα ταύτην ἐπήγγελλεν. αὐτὴ γάρ, ἔφη,

ἐφ' ἑαυτῆς ἀνεχομένη τῶν ἔνερθεν πεσσῶν οὐκέτι δεήσει.

72

καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εὖ οἶδα ὅτι κόλαξ τε

ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως, ἀλλ' ἐπεὶ μάρτυρες

πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ὀκνητέα

73

ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. οἱ μὲν οὖν τεχ-

νῖται τὰ ἐπιτεταγμένα ἐποίουν, ἡ δὲ ἀψὶς ἐπ' ἀσφαλοῦς

ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πείρᾳ τὴν τῆς ἐννοίας

74

ἀλήθειαν. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται, κατὰ δὲ τὰς

ἄλλας ἀψῖδας αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ

75

καὶ βορρᾶν ἄνεμον, τοιόνδε ξυνηνέχθη γενέσθαι. οἱ μὲν

λῶροι καλούμενοι τοῦ νεὼ τῇ οἰκοδομίᾳ ἐξωγκωμένοι

ᾐώρηντο, βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν

πάντα, κίονές τε οἱ τῇδε ὄντες χάλικας σμικρὰς ὥσπερ

76

ἀποξυσθέντες ἀφίεσαν. καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμ-

πεπτωκόσιν οἱ μηχανικοὶ γεγενημένοι τῷ βασιλεῖ τὰ σφίσι

77

παρόντα ἐσήγγελλον. αὖθις δὲ ὁ βασιλεὺς ἀντεπετεχνή-

σατο τάδε. τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα ὅσα τῶν

ἀψίδων ἐπέψαυε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν,

ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας

78

ὑγρὸν ἀπολωφήσειεν αὐτοῖς μάλιστα. καὶ οἱ μὲν κατὰ

ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ λοιπὸν ἐν ἀσφα-

λεῖ οὖσα. φέρεται δέ τι καὶ μαρτύριον ὁ βασιλεὺς τοῦ

ἔργου τοιόνδε.

2

1

Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα·

καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐν-

ταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἢ ἑπτὰ ἐν τετραγώνῳ

πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦ-

τον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀπο-

δέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα

βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρο-

2

μένους ἐπ' αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. ἐν δὲ

τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον,

οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέ-

θεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ

3

ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. χαλκὸς

δὲ ἄριστος ἔν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περι-

βάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συν-

δέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα

σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω

4

ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. ὁ δὲ χαλκὸς

οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος,

τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ

5

εἶναι. ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ χαλκοῦς ἕστηκεν

ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου

πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμ-

6

πρῶς ἐχομένῳ. ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν

ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν

γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται, οὗ ὕπερ-

θέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους

οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς ἐπιβάλ-

7

λοι, ἐν ἑτοίμῳ εἶεν. τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε

τοῦ βασιλέως εἰκὼν κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλ-

8

λεὺς ἡ εἰκών. οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέ-

χεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι

9

κνημίδων χωρίς. εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος

αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς κατασείοιτο παρεχό-

10

μενον, αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. φαίη

τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα.

βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν

11

ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. καὶ φέρει μὲν χειρὶ τῇ

λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτῷ καὶ

θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δο-

ράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ

ἐπὶ τοῦ πόλου ἐπίκειται, δι' οὗ δὴ μόνου τήν τε βασι-

12

λείαν καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. προτεινό-

μενος δὲ χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον

καὶ τοὺς δακτύλους διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ

βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα

μὲν οὖν ὧδέ πη ἔχει.

13

Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκατα-

φλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον

Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν

ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν

14

νεών, οὐδενὸς δεύτερον. ἦν δέ τις μεταξὺ ταύταιν δὴ

ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορου-

μένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ

15

τὸ σῶμα νοσοῖεν. τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω

χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς

τοῖς στασιώταις ἀνέπαφος, ἀλλ' ἐκκλησίᾳ ἑκατέρᾳ συγκα-

16

ταφλεχθεὶς ἀπολώλει. Ἰουστινιανὸς δὲ αὐτὸν ἀνῳκοδο-

μήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλή-

θει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν

ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείο-

σιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη.

17

κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς

ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ' ἐναντίας αὐτῷ ἔθετο

ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις,

τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυν-

18

επιλαμβανομένης τὸ ἱερώτατον. τὰ δὲ δὴ ἄλλα ἱερὰ ξύμ-

παντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα

τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολο-

19

γεῖσθαι μὲν ἀμφ' αὐτοῖς ἀμήχανα εἶναι. οὐ γὰρ ἂν οὐδὲ

ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν ἐπαρκέσοι κατάλογον πε-

ποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκα-

στον. ἄχρι τοῦδε 〈εἰπεῖν〉 ἡμῖν ἀποχρήσει.

3

1

Ἀρκτέον δὲ ἀπὸ τῶν τῆς θεοτόκου Μαρίας νεών.

τοῦτο γὰρ καὶ αὐτῷ βασιλεῖ ἐξεπιστάμεθα βουλομένῳ

εἶναι, καὶ διαφανῶς εἰσηγεῖται ὁ ἀληθὴς λόγος ὅτι δὴ

2

ἐκ τοῦ θεοῦ ἐπὶ τὴν αὐτοῦ μητέρα ἰτέον. πολλὰς τοί-

νυν ἐκκλησίας Ἰουστινιανὸς βασιλεὺς τῇ θεοτόκῳ ἐδεί-

ματο πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς οὕτω δὴ μεγαλο-

πρεπεῖς τε καὶ παμμεγέθεις καὶ χρημάτων ὄγκῳ ἐξεργα-

σθείσας ὑπερφυεῖ, ὥστε, ἤν τις αὐτῶν μίαν κατὰ μόνας

θεῷτο, εἰκάσειεν ἂν τοῦτο αὐτῷ μόνον εἰργάσθαι τὸ ἔρ-

γον καὶ περὶ τοῦτο ἠσχολημένον ἅπαντα τῆς βασιλείας

3

κατατρῖψαι τὸν χρόνον. ἀλλὰ νῦν, ὅπερ εἶπον, τὰ ἐπὶ

Βυζαντίου ἱερά μοι γεγράψεται. τὸν μὲν οὖν ἕνα τῆς

θεοτόκου νεὼν ᾠκοδομήσατο πρὸ τοῦ περιβόλου ἐν χώρῳ

καλουμένῳ Βλαχέρναις· αὐτῷ γὰρ λογιστέον καὶ τὰ Ἰου-

στίνῳ εἰργασμένα τῷ θείῳ, ἐπεὶ καὶ αὐτοῦ τὴν βασιλείαν

κατ' ἐξουσίαν αὐτὸς διῳκεῖτο, ἐπιθαλάσσιος δὲ ὁ νεώς

ἐστιν, ἱερώτατός τε καὶ σεμνὸς ἄγαν, ἐπιμήκης μέν, κατὰ

λόγον δὲ περιβεβλημένος τῷ μήκει τὸ εὖρος, τά τε ἄνω

καὶ τὰ κάτω ἄλλῳ οὐδενὶ ἀνεχόμενος ὅτι μὴ τμήμασι λί-

4

θου Παρίου ἐν κιόνων λόγῳ ἐνταῦθα ἑστῶσι. καὶ τὰ

μὲν ἄλλα τοῦ νεὼ μέρη κατ' εὐθὺ ἑστᾶσιν οἱ κίονες, κατὰ

5

δὲ τὰ μέσα ὑποστέλλονται εἴσω. μάλιστα δὲ ἄν τις ἀγα-

σθείη τοῦ ἱεροῦ τοῦδε εἴσω γενόμενος τὸ μὲν ὑπέρογκον

τοῦ σφαλεροῦ χωρὶς τεταγμένον ὁρῶν, τὸ δὲ μεγαλο-

πρεπὲς τοῦ ἀπειροκάλου ἐλεύθερον.

6

Ἕτερον δὲ ἱερὸν αὐτῇ ἐν χώρῳ καλουμένῳ Πηγῇ ἀνέ-

θηκεν. ἐνταῦθά ἐστι δάσος κυπαρίσσων ἀμφιλαφές, λει-

μὼν ἐν ἁπαλαῖς ταῖς ἀρούραις τεθηλὼς ἄνθεσι, παρά-

δεισος εὐφορῶν τὰ ὡραῖα, πηγὴ ἀψοφητὶ βλύζουσα γα-

ληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἱεροπρεπῆ ἐπιεικῶς πάντα.

7

ταῦτα μὲν ὁ ἀμφὶ τὸ τέμενος χῶρος· αὐτὸν δὲ τὸν νεὼν

οὐδὲ ὀνόμασιν ἐπαξίοις συλλαβεῖν ῥᾴδιον, οὐδὲ διανοίᾳ

8

σκιαγραφῆσαι, οὐδὲ διαψιθυρίσαι τῷ λόγῳ. τοσοῦτον

δὲ μόνον εἰπεῖν ἀποχρήσει, ὡς τῶν ἱερῶν κάλλει τε καὶ

9

μεγέθει ὑπεραίρει τὰ πλεῖστα. ταῦτα δὲ ἄμφω τὰ ἱερὰ πρὸ

τοῦ τῆς πόλεως πεποίηται τείχους, τὸ μὲν ἀρχομένου παρὰ

τὴν τῆς θαλάσσης ἠϊόνα, τὸ δὲ ἄγχιστά πη τῶν Χρυσῶν

καλουμένων Πυλῶν, ἃς δὴ ἀμφὶ τὸ τοῦ ἐρύματος πέρας

συμβαίνει εἶναι, ὅπως δὴ ἄμφω ἀκαταγώνιστα φυλακτή-

10

ρια τῷ περιβόλῳ τῆς πόλεως εἶεν. ἔτι μέντοι κἀν τῷ

Ἡραίῳ, ὅπερ Ἱερὸν καλοῦσι τανῦν, τῇ θεοτόκῳ νεὼν οὐκ

εὐδιήγητον κατεστήσατο.

11

Ἐν χωρίῳ δὲ τῆς πόλεως, ὃ Δεύτερον ἐπικαλεῖται, ἱερο-

πρεπές τε καὶ ἀγαστὸν ὅλως ἀνέθηκεν ἕδος Ἄννῃ ἁγίᾳ,

ἣν τῆς μὲν θεοτόκου γεγονέναι μητέρα τινὲς οἴονται, τοῦ

12

δὲ Χριστοῦ τιτθήν. ἄνθρωπος γὰρ ᾗπερ ἐβούλετο γεγο-

νὼς ὁ θεὸς καὶ τριγονίας ἀνέχεται καὶ γενεαλογεῖται

13

τὰ ἐκ μητρὸς ἀνθρώπῳ ἴσα. τούτου δὲ δὴ τοῦ νεὼ οὐ

πολλῷ ἄποθεν ἀμφὶ τῆς πόλεως ἀγυιὰν ἐσχάτην Ζωῇ

μάρτυρι σεμνὸν ἐπιεικῶς ἕδος πεποίηται.

14

Τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ ἱερὸν εὗρεν ἐν Βυζαντίῳ

βραχύ τε καὶ ἀφεγγὲς ἄγαν καὶ ὡς ἥκιστα τῷ ἀρχαγγέλῳ

ἀνεῖσθαι πρέπον πρὸς σενάτορός τινος τῶν πατρικίων

ἐν χρόνῳ γεγενημένον τῷ ἔμπροσθεν, κοιτωνίσκῳ οἰκίας

15

ἀτεχνῶς ἐμφερὲς οὐδὲ λίαν εὐδαίμονος. διὸ δὴ καθεῖλε

μὲν αὐτὸ ἐς τὸ ἔδαφος ἐκ τῶν θεμελίων, ὡς μή τι αὐτῷ

16

τῆς προτέρας ἀκοσμίας ἀπολειφθείη. εὐμέγεθες δὲ τεκ-

τηνάμενος κατὰ τὸν νῦν φαινόμενον τρόπον, ἐς κάλλος

17

μεταβιβάζει θαυμάσιον οἷον. ἐν τετραπλεύρῳ μὲν γὰρ

τὸ τέμενός ἐστιν, οὐ κατὰ πολὺ δὲ φαίνεται προέχον τοῦ

εὔρους τὸ μῆκος. τῆς δὲ πλευρᾶς ἣ πρὸς ἀνίσχοντα ἥλιον

τέτραπται κατὰ μὲν τὰ ἄκρα παχὺς ἑκατέρωθεν τοῖχος

λίθοις ἐν πλήθει ξυγκειμένοις ἀποτετόρνευται, κατὰ δὲ

18

τὰ μέσα ἐξ ὑπαγωγῆς ἀποχωρῶν ὑποστέλλεται. καὶ αὐτῆς

ἐφ' ἑκάτερα μὲν ἀνέχουσι τὸν νεὼν κίονες χροιαῖς τισι

ποικιλλόμενοι φύσει. ὁ δὲ καταντικρὺ πρὸς δύοντά που

τὸν ἥλιον τοῖχος ταῖς εἰς τὸν νεὼν εἰσαγούσαις διῄρηται

θύραις.

4

1

Ἐς δὲ τοῦ Χριστοῦ ἀποστόλους τὸ πιστὸν ἐπιδέ-

δεικται τρόπῳ τοιῷδε. πρῶτα μὲν Πέτρῳ καὶ Παύλῳ νεὼν

οὐ πρότερον ὄντα ἐν Βυζαντίῳ ἐδείματο παρὰ τὴν βασι-

2

λέως αὐλήν, ἣ Ὁρμίσδου τὸ παλαιὸν ἐπώνυμος ἦν· ταύ-

την γὰρ οἰκίαν αὑτοῦ ἰδίαν Παλάτιον εἶναι δοκεῖν τε

καὶ πρέπειν τῷ μεγαλοπρεπεῖ τῆς οἰκοδομίας διαπραξά-

μενος, ἐπειδὴ αὐτοκράτωρ κατέστη Ῥωμαίοις, τοῖς ἄλλοις

3

βασιλείοις ἐνῆψεν. οὗ δὴ καὶ τέμενος ἄλλο ἁγίοις ἐπι-

φανέσι Σεργίῳ τε καὶ Βάκχῳ ἐδείματο, καὶ ἔπειτα καὶ

4

τέμενος ἄλλο ἐκ πλαγίου τούτῳ παρακείμενον. ἄμφω δὲ

τούτω τὼ νεὼ οὐκ ἀντιπροσώπω, ἀλλ' ἐκ πλαγίας ἀλλή-

λοιν ἑστᾶσι, συνημμένοι τε καὶ ἀλλήλοις ἐνάμιλλοι ὄντες,

καὶ τὰς εἰσόδους ἐπικοινούμενοι, καὶ ἴσα ἀλλήλοις τά τε

ἄλλα πάντα καὶ τὰ κράσπεδα περιβεβλημένοι, καὶ ἅτερος

θατέρου οὔτε κάλλους πέρι οὔτε μεγέθους οὔτε ἄλλου οὐδε-

5

νὸς πλεονεκτῶν ἢ ἐλασσούμενος δείκνυται. ὁμοίως μὲν

γὰρ ἑκάτερος τῇ αἴγλῃ τῶν λίθων ὑπεραστράπτει τὸν

ἥλιον, ὁμοίως δὲ χρυσοῦ περιουσίᾳ πανταχόθι κατακορής

ἐστι καὶ κατακομᾷ τοῖς ἀναθήμασιν. ἑνὶ μέντοι διαλ-

6

λάσσουσι μόνῳ. τὸ μὲν γὰρ μῆκος αὐτοῖν τῷ μὲν κατ'

εὐθὺ διαπεπόνηται, τῷ δὲ οἱ κίονες ἐν ἡμικύκλῳ ἐκ τοῦ

7

ἐπὶ πλεῖστον ἑστᾶσιν. ἔστι δὲ αὐτοῖς μία μὲν ἡ ἐπὶ τῶν

προθύρων στοὰ ἐπὶ τοῦ νάρθηκος τῷ περιμήκης εἶναι

ὠνομασμένη. ἐπὶ κοινῆς δὲ προπύλαια πάντα, ἥ τε αὐλὴ

καὶ μέταυλοι θύραι καὶ τὸ προσήκειν τοῖς βασιλείοις.

8

οὕτω δὲ ἄμφω ἀγαστὰ τὰ ἱερὰ τάδε ξυμβαίνει εἶναι ὥστε

διαφανῶς τῆς τε πόλεως ὅλης καὶ οὐχ ἥκιστα τῶν βασι-

λείων ἐγκαλλώπισμα τυγχάνει ὄντα.

9

Μετὰ δὲ καὶ τοὺς ἀποστόλους ἅπαντας ὑπερφυῶς σέ-

βων ἐποίει τοιάδε. ἦν τις ἐν Βυζαντίῳ ἐκ παλαιοῦ τοῖς

ἀποστόλοις νεὼς ἅπασι· μήκει τε χρόνου κατασεισθεὶς

10

ἤδη καὶ πρὸς τὸ μηκέτι ἑστήξειν γεγονὼς ὕποπτος. τοῦ-

τον περιελὼν Ἰουστινιανὸς βασιλεὺς ὅλον οὐχ ὅσον ἀνα-

νεώσασθαι διὰ σπουδῆς ἔσχεν, ἀλλὰ καὶ μεγέθους καὶ

11

κάλλους πέρι ἀξιώτερον καταστήσασθαι. ὑπετέλεσε δὲ

τὸ σπούδασμα τρόπῳ τοιῷδε. εὐθεῖαι συνημμέναι κατὰ

μέσον ἀλλήλαιν ἐπὶ σταυροῦ σχήματος πεποίηνται δύο,

ἡ μὲν ὀρθὴ πρὸς ἀνίσχοντά τε καὶ δύοντα τὸν ἥλιον οὖσα,

ἐγκαρσία δὲ ἡ ἑτέρα πρός τε ἄρκτον τετραμμένη καὶ ἄνε-

12

μον νότον. τοίχοις μὲν ἐκ περιφεροῦς ἀποπεφραγμέναι

τὰ ἔξωθεν, ἐντὸς δὲ περιβαλλόμεναι κίοσιν ἄνω τε καὶ

κάτω ἑστῶσι· κατὰ δὲ ταῖν δυοῖν εὐθείαιν τὸ ζεῦγμα,

εἴη δ' ἂν κατὰ μέσον αὐταῖν μάλιστα, τοῖς οὐκ ὀργιά-

ζουσιν ἄβατος τετέλεσται χῶρος, ὅνπερ ἱερατεῖον, ὡς τὸ

13

εἰκός, ὀνομάζουσι. καὶ αὐτοῦ αἱ μὲν ἐφ' ἑκάτερα πλευ-

ραὶ τῆς ἐν τῷ ἐγκαρσίῳ κειμένης εὐθείας ἴσαι ἀλλήλαις

τυγχάνουσιν οὖσαι, τῆς μέντοι ὀρθῆς ἡ πρὸς δύοντα ἥλιον

ἐς τόσον τῆς ἑτέρας πεποίηται μείζων ὅσον ἀπεργάσασθαι

14

τὸ τοῦ σταυροῦ σχῆμα. τῆς δὲ ὀροφῆς τὰ μὲν τοῦ ἱερα-

τείου καλουμένου καθύπερθεν τῷ τῆς Σοφίας ἱερῷ κατά

γε τὰ μέσα ἐμφερῆ εἴργασται, πλήν γε δὴ ὅτι ταῦτα ἐκεί-

15

νων ἐλασσοῦσθαι μεγέθει συμβαίνει. αἵ τε γὰρ ἀψῖδες

τέσσαρες οὖσαι κατὰ τὸν αὐτὸν ᾐώρηνταί τε καὶ συνδέον-

ται ἀλλήλαις τρόπον καὶ τὸ κυκλοτερὲς ὑπερανεστηκὸς

κατὰ τὰς θυρίδας διῄρηται, τό τε σφαιροειδὲς ἐπικυρ-

τούμενον ὕπερθεν μετεωρίζεσθαί που δοκεῖ καὶ οὐκ ἐπὶ

στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, καίπερ ἀσφαλείας εὖ

16

ἔχον. τὸ μὲν οὖν τῆς ὀροφῆς μέσον τῇδε πεποίηται· κατὰ

δὲ τὰς πλευρὰς τέσσαρας οὔσας, ᾗπέρ μοι εἴρηται, κατὰ

ταὐτὰ τῷ μέσῳ τὸ μέγεθος εἴργασται, τούτου δὴ μόνου

ἐνδέοντος, ὅτι δὴ τοῦ σφαιρικοῦ ἔνερθεν οὐ διῄρηται ἡ

17

οἰκοδομία θυρίσιν. ἐπειδὴ δὲ αὐτῷ τὸ ἁγίστευμα τοῦτο

ἐξείργαστο, καταφανεῖς οἱ ἀπόστολοι πεποίηνται πᾶσιν

ὡς γεγήθασί τε τῇ τοῦ βασιλέως τιμῇ καὶ κατακόρως ἐνα-

18

βρύνονται. σώματα γοῦν 〈τῶν〉 ἀποστόλων Ἀνδρέου τε

καὶ Λουκᾶ καὶ Τιμοθέου ἄδηλά τε καὶ ὅλως κρυφαῖα τὰ

πρότερα ὄντα τηνικάδε πᾶσιν ἔνδηλα γέγονεν, οὐκ ἀπα-

ξιούντων, οἶμαι, τὴν βασιλέως πίστιν, ἀλλ' ἐπιχωρούν-

των αὐτῷ διαρρήδην ὁρῶντί τε αὐτοὺς καὶ προσιόντι

καὶ ἁπτομένῳ τῆς ἐνθένδε ὠφελείας τε καὶ περὶ τὸν βίον

ἀσφαλείας ἀπόνασθαι. ἐγνώσθη δὲ ὧδε.

19

Κωνστάντιος μὲν βασιλεὺς τοῦτον δὴ τὸν νεὼν ἔς τε

τὴν τιμὴν καὶ τὸ ὄνομα τῶν ἀποστόλων ἐδείματο, τὰς

θήκας γενέσθαι αὑτῷ τε καὶ τοῖς ἐς τὸ ἔπειτα βασιλεύ-

σουσιν ἐνταῦθα τάξας, οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ

γυναιξὶν οὐδέν τι ἧσσον· ὅπερ καὶ διασώζεται ἐς τόνδε

τὸν χρόνον· οὗ δὴ καὶ Κωνσταντίνου τοῦ πατρὸς τὸν

20

νεκρὸν ἔθετο. ἀποστόλων δὲ σώματα ἐνταῦθα εἶναι ὡς

ἥκιστά πη ἐπεσημήνατο, οὐδέ τις ἐνταῦθα ἐφαίνετο χῶ-

21

ρος σώμασιν ἁγίοις ἀνεῖσθαι δοκῶν. ἀλλὰ νῦν Ἰουστι-

νιανοῦ βασιλέως ἀνοικοδομουμένου τὸ ἱερὸν τοῦτο, οἱ

μὲν λιθουργοὶ τὸ ἔδαφος διώρυσσον ὅλον, τοῦ μή τι

ἄκοσμον τῇδε λελεῖφθαι· θήκας δὲ ξυλίνας ἐνταῦθά πη

ἀπημελημένας τεθέανται τρεῖς, γράμμασιν ἐγκειμένοις

σφίσι δηλούσας, ὡς Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμο-

22

θέου τῶν ἀποστόλων σώματα εἶεν· ἅπερ ἀσμενέστατα

βασιλεύς τε αὐτὸς καὶ Χριστιανοὶ ξύμπαντες εἶδον, πομ-

πήν τε αὐτοῖς καὶ πανήγυριν ἐπιτετελεκότες, τῇ τε

περὶ αὐτοὺς τιμῇ ἐξοσιωσάμενοι τὰ εἰωθότα καὶ περι-

στείλαντες τὰς θήκας αὖθις τῇ γῇ ἔκρυψαν, οὐκ ἄσημον

οὐδὲ ἀγείτονα λιπόντες τὸν χῶρον, ἀλλὰ σώμασιν ἀπο-

23

στόλων ἀνειμένον καταστησάμενοι ξὺν εὐσεβείᾳ. εὔδη-

λον δὲ ὡς ἀμειβόμενοι, ὅπερ μοι εἴρηται, οἱ ἀπόστολοι

οἵδε τὴν ἐς αὐτοὺς βασιλέως τιμὴν πεφήνασι τοῖς ἀν-

24

θρώποις τανῦν. βασιλέως γὰρ εὐσεβοῦντος οὐδὲ ἀπο-

φοιτᾷ τῶν ἀνθρωπείων τὰ θεῖα πραγμάτων, ἀλλ' ἐπι-

μίγνυσθαί τε καὶ ἐμφιλοχωρεῖν τῇ ἐς τοὺς ἀνθρώπους

ὁμιλίᾳ φιλεῖ.

25

Τίς δ' ἂν τὸν Ἀκακίου σιωπῴη νεών; ὅνπερ κατα-

πεπονηκότα περιελὼν ἐξ αὐτῶν θεμελίων ἀνέστησε, μέ-

γεθος περιβεβλημένον θαυμάσιον ἡλίκον· ὃς κίοσι μὲν

ἐπῆρται πανταχόθι λευκοῖς ὑπεράγαν, λίθῳ δὲ τὰ ἐδάφη

παραπλησίῳ ἠμφίεσται, ὧνπερ ἀπαστράπτει τοσοῦτον ἡ

αἴγλη ὥστε καὶ δόξαν παρέχεσθαι ὅτι δὴ χιόσιν ὁ νεὼς

26

ἅπας κατάρρυτός ἐστι. στοαὶ δὲ αὐτοῦ προβέβληνται

δύο, περίστυλος μὲν ἁτέρα οὖσα, ἡ δὲ πρὸς ἀγορὰν νε-

27

νευκυῖα. μικροῦ με τὸ μαρτύριον ἐκεῖνο παρῆλθεν εἰπεῖν,

ὃ Πλάτωνι ἀνεῖται ἁγίῳ, ἱεροπρεπές τε ὡς ἀληθῶς ὂν

καὶ σεμνὸν ἄγαν, οὐ πολλῷ τῆς ἀγορᾶς ἄποθεν, ἣ βασι-

λέως Κωνσταντίνου ἐπώνυμός ἐστιν· ἔτι μέντοι καὶ τὸν

Μωκίῳ μάρτυρι ἀνειμένον νεών, οὗπερ τὰ ἱερὰ πάντα

28

μεγέθει ἐλάσσω. πρὸς δὲ καὶ τὸ Θύρσου μάρτυρος ἕδος

καὶ μὴν τὸ Θεοδώρου ἁγίου τέμενος πρὸ τῆς πόλεως

κείμενον ἐν χώρῳ καλουμένῳ Ῥησίῳ, καὶ τό τε Θέκλης

μάρτυρος ἱερόν, ὃ παρὰ τὸν τῆς πόλεως λιμένα ἐστίν,

ὅνπερ ἐπώνυμον Ἰουλιανοῦ ξυμβαίνει εἶναι, καὶ τὸ Θεο-

29

δότης ἁγίας ἐν προαστείῳ καλουμένῳ Ἑβδόμῳ. ταῦτα

γὰρ ἅπαντα ὁ βασιλεὺς οὗτος ἐπὶ τοῦ θείου Ἰουστίνου

βασιλεύοντος ἐκ θεμελίων ἐδείματο, ἀπαγγέλλεσθαι μὲν

οὐ ῥᾴδια λόγῳ, θαυμάζεσθαι δὲ ὄψει κατὰ τὴν ἀξίαν

30

ἀμήχανα. ἕλκει τὸν λόγον ἐς αὑτὸν ὁ Ἀγαθονίκου τοῦ

ἁγίου νεὼς καὶ βιάζεται οὐδὲ φωνὴν ἔτι ἔχοντα οὐδὲ

31

ὀνόματα ἐφαρμόσαι τοῖς πράγμασι. διόπερ ἡμῖν μὲν

ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει· φράσαι δὲ αὐτοῦ τό τε

κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἑτέροις ἀφίεμεν,

οἷς ἂν ὁ λόγος ἀκμάζων τε καὶ οὔπω πεπονηκὼς παντά-

πασιν εἴη.

5

1

Καὶ ἄλλα δὲ τεμένη ἐν τῷ καλουμένῳ Ἀνάπλῳ

καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον εὗρεν οὐ πρέποντα τῶν

τινι ἀνεῖσθαι ἁγίων, ἔτι μέντοι καὶ ἀμφὶ τὸν κόλπον,

ὅνπερ Κέρας οἱ ἐπιχώριοι Κεροέσσῃ τῇ Βύζαντος μητρὶ

τοῦ τῆς πόλεως οἰκιστοῦ ἐπωνύμως καλοῦσιν, ἐν τοῖς

ἅπασιν ἐπιδέδεικται πολυτέλειαν ἐπιτηδείως βασιλεῖ

ἔχουσαν, ἅπερ ἐγὼ αὐτίκα δηλώσω, ὑπειπὼν πρότερον

ὅντινα διακοσμεῖ τρόπον ἡ θάλασσα τὸ Βυζάντιον.

2

Πρὸς τῇ ἄλλῃ εὐδαιμονίᾳ καὶ ἡ θάλασσα ἐν καλῷ

τίθεται ἀμφ' αὐτὸ μάλιστα ἐγκολπουμένη τε καὶ εἰς πορθ-

μοὺς ξυναγομένη καὶ χεομένη ἐς πέλαγος μέγα, ταύτῃ

τε τὴν πόλιν εὐπρόσωπόν τε διαφερόντως ἐργαζομένη

καὶ σκέπας λιμένων ἡσύχιον τοῖς ναυτιλλομένοις παρεχο-

μένη, τά τε εἰς τὴν δίαιταν εὔπορον καὶ τὰ ἐς τὴν χρείαν

3

εὐδαίμονα. πελάγη γὰρ δύο ἀμφ' αὐτὴν ὄντα, ὅ τε δὴ

Αἰγαῖος καὶ ὁ Εὔξεινος καλούμενος Πόντος, ξυνίασιν

ἀλλήλοις ἐς τὰ πρὸς ἕω τῆς πόλεως, καὶ ξυγκρουόμενα

τῇ τοῦ ῥοθίου ἐπιμιξίᾳ, ταύτῃ τε τὴν ἤπειρον τῇ ἐσβολῇ

4

βιαζόμενα, καλλωπίζουσι κύκλῳ τὴν πόλιν. πορθμοὶ

τοίνυν αὐτὴν περιβάλλουσι τρεῖς, ἀλλήλοις μὲν ἀπερη-

ρεισμένοι, ἐς κάλλος δὲ αὐτῇ διατεταγμένοι καὶ χρείαν,

περιπλεῖσθαι μὲν ἥδιστοι ἅπαντες, ἀποσκοπήσασθαι δὲ

5

ποθεινοί, ἐνορμίσασθαι δὲ λίαν εὐλιμένες. καὶ ὁ μὲν

αὐτῶν μέσος ἐκ Πόντου προϊὼν τοῦ Εὐξείνου εὐθὺ τῆς

πόλεως ὡς διακοσμήσων αὐτὴν ἵεται, ἐφ' ἑκάτερα δὲ ἄμφω

6

τὰ ἠπείρω διακεκλήρωται. ὧν δὴ ταῖς ὄχθαις πεπίεσται,

ἐπιφρίττων τε καὶ γαυρουμένῳ ἐοικώς, ὅτι δὴ ἐποχού-

7

μενος τῇ τε Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ προσβαίνει τῇ πόλει. δό-

ξαις ἂν ποταμὸν τεθεᾶσθαι ἐπίπροσθεν προσηνεῖ τῷ ῥεί-

θρῳ ἰόντα. ὁ δὲ δὴ αὐτοῦ ἐν ἀριστερᾷ θλίβεται μὲν

ἑκατέρωθεν ἐπὶ μακρότατον ταῖς ἀκταῖς, τά τε ἄλση καὶ

λειμώνων κάλλη καὶ τὰ ἄλλα τῆς ἀντιπέρας ἠπείρου ἐν-

8

δεικνύμενος ὑποκείμενα τῇ τῆς πόλεως ὄψει. εὐρύνεται

δὲ τὸ ἐντεῦθεν ἐξωθούμενος αὐτῆς πρὸς ἄνεμον νότον

9

καὶ τὴν Ἀσίαν αὐτῆς ὡς πορρωτάτω ἀποκομίζων. ἀλλὰ

καὶ ὡς περιβάλλον διαμένει τὴν πόλιν τὸ ῥόθιον ἄχρι

ἐς δύοντά που τὸν ἥλιον. ὁ δὲ δὴ τρίτος πορθμὸς τοῦ

μὲν πρώτου ἐχόμενος ἐπὶ δεξιᾷ, ἐκ δὲ Συκῶν τῶν καλου-

μένων ἀρχόμενος, ἐπὶ πλεῖστον διήκει τῆς πόλεως πρὸς

10

βορρᾶν ἄνεμον, οὗ δὴ ἐς κόλπον τελευτῶν παύεται. οὕτω

μὲν οὖν στεφανοῖ τὴν πόλιν ἡ θάλασσα, ἐκδέχεται δὲ ἀνὰ

τὸ λειπόμενον ἡ γῆ, μεταξὺ τοσαύτη οὖσα, ὅσον τὴν ἀπὸ

11

τῆς θαλάττης στεφάνην ἐνταῦθα ξυνδεῖσθαι. πραΰνεται

δὲ διηνεκὲς ὁ κόλπος οὗτος καὶ ἀναθολοῦσθαι οὐδαμῆ

πέφυκεν, ὥσπερ ὁρίων τῷ κλύδωνι κειμένων ἐνταῦθα

καὶ σάλου τὸ ἐνθένδε παντὸς τῇ τῆς πόλεως εἰργομένου

12

τιμῇ. χειμῶνος δέ, ἂν οὕτω τύχῃ, καὶ ἀνέμων σκληρῶν

τοῖς τε πελάγεσι καὶ τῷ πορθμῷ ἐπιπεσόντων, ἐπειδὰν

ἐς τὴν εἴσοδον ἵκωνται τοῦ κόλπου αἱ νέες, ἀκυβέρνητοί

13

τε τὸ λοιπὸν ἴασι καὶ ἀπροβουλεύτως ὁρμίζονται. ἐς στα-

δίους μὲν γὰρ πλεῖν ἢ τεσσαράκοντα τὸ περίμετρον τοῦ

κόλπου διήκει, λιμὴν δὲ ὅλος πανταχῆ ἐστιν· ὥστε ἀμέ-

λει ὁρμιζομένης ἐνταῦθα νηὸς ἡ μὲν πρύμνα τῇ θαλάσσῃ

ἐπῆρται, ἡ δὲ πρῷρα ἐν τῇ γῇ κάθηται, ὥσπερ ἀλλή-

λοις τῶν στοιχείων ἁμιλλωμένων, ὁπότερον ἂν αὐτοῖν

δύναιτο μᾶλλον τὴν ἐς τὴν πόλιν ἐνεργολαβεῖν ὑπουρ-

γίαν.

6

1

Τὰ μὲν οὖν τοῦ κόλπου τοῦδε τοιαῦτά ἐστι. βασι-

λεὺς δὲ Ἰουστινιανὸς κάλλος ἀμφ' αὐτὸν ἐξ οἰκοδομίας

2

πεποιημένος ἐπιφανέστερον ἐξειργάσατο. τό τε γὰρ ἐν

ἀριστερᾷ τοῦ κόλπου Λαυρεντίου ἁγίου μαρτύριον ἀφεγ-

γές τε τὰ πρότερα ὂν καὶ σκότους ἀτεχνῶς ἔμπλεων μεθ-

αρμοσάμενος, ὡς διὰ βραχέων εἰπεῖν, ἐς τὸν νῦν φαι-

3

νόμενον ἀνέθηκε τρόπον. καὶ αὐτοῦ ἐπίπροσθεν τὸν τῆς

θεοτόκου νεὼν ἐν χώρῳ καλουμένῳ Βλαχέρναις τοιοῦτον

4

δεδημιούργηκεν οἷός μοι ἔναγχος δεδιήγηται. ἐπέκεινά

τε Πρίσκῳ τε καὶ Νικολάῳ ἁγίοις ἱερὸν ᾠκοδομήσατο,

καινουργήσας αὐτός, οὗ δὴ οἱ Βυζάντιοι ἐμφιλοχωροῦν-

τες ἐνδιατρίβουσιν ἐκ τοῦ ἐπὶ πλεῖστον, πὴ μὲν σέβοντές

τε καὶ τεθηπότες τοὺς ἁγίους ἐνδήμους σφίσι γινομένους,

πὴ δὲ τῆς τοῦ τεμένους ἀπολαύοντες εὐπρεπείας, ἐπεὶ

τῆς θαλάσσης τὸ ῥόθιον βιασάμενος βασιλεὺς ὕπερθέν

τε τοῦ κλυδωνίου ἐπὶ μακρότατον ἐνθέμενος τὰ θεμέλια

τὸ ἱερὸν κατεστήσατο.

5

Κατὰ δὲ τοῦ κόλπου τὸ πέρας ἔν τε τῷ ἀνάντει καὶ

ἰσχυρῶς ὀρθίῳ τέμενος ἐκ παλαιοῦ Κοσμᾷ τε καὶ Δα-

μιανῷ ἁγίοις ἀνεῖται· οὗ δὴ αὐτόν ποτε νενοσηκότα πικρό-

τατα καὶ δόκησιν παρεχόμενον ὅτι δὴ ἀποθάνοι, πρός τε

τῶν ἰατρῶν ἀπολελειμμένον ἅτε δὴ ἐν νεκροῖς κείμενον,

ἐς ὄψιν ἐλθόντες ἐσώσαντο οἱ ἅγιοι οὗτοι ἐκ τοῦ παρα-

6

δόξου καὶ τοῦ παραλόγου καὶ ὀρθὸν ἔστησαν. οὓς δὴ

εὐγνωμοσύνῃ ἀμειβόμενος ὅσα γε τὰ ἀνθρώπεια, ὅλην

ἐναλλάξας τε καὶ μετασκευασάμενος τὴν προτέραν οἰκο-

δομίαν ἄκοσμόν τε καὶ ἄδοξον οὖσαν οὐδὲ ἀξιόχρεων

τηλίκοις ἁγίοις ἀνεῖσθαι, κάλλει τε καὶ μεγέθει τὸν νεὼν

κατελάμπρυνε καὶ φωτὸς αἴγλῃ, ἄλλα τε πολλὰ οὐ πρό-

7

τερον ὄντα ἀνέθηκεν. ἐπειδάν τέ τινες ἀρρωστήμασιν

ὁμιλήσαιεν ἰατρῶν κρείττοσιν, οἵδε τὴν ἀνθρωπείαν ἀπο-

γνόντες ἐπικουρίαν ἐπὶ τὴν μόνην αὐτοῖς ὑπολελειμμένην

ἐλπίδα χωροῦσι, καὶ γενόμενοι ἐν ταῖς βάρεσι πλέουσι

8

διὰ τοῦ κόλπου ἐπὶ τοῦτον δὴ τὸν νεών. ἀρχόμενοί τε

τοῦ εἴσπλου εὐθὺς ὁρῶσιν ὥσπερ ἐν ἀκροπόλει τὸ τέ-

μενος τοῦτο ἀποσεμνυνόμενόν τε τῇ τοῦ βασιλέως εὐγνω-

μοσύνῃ καὶ παρεχόμενον τῆς ἐντεῦθεν ἐλπίδος αὐτοῖς

ἀπολαύειν.

9

Τοῦ δὲ κόλπου ἐπὶ θάτερα μαρτύριον οἰκοδομησάμενος

βασιλεὺς οὐ πρότερον ὂν ἀνέθηκεν Ἀνθίμω μάρτυρι παρ'

10

αὐτὴν μάλιστα τὴν τοῦ κόλπου ἠϊόνα. καὶ τὰ μὲν κρά-

σπεδα τοῦ ἱεροῦ πραϋνομένῃ ἐπικλυζόμενα τῇ τῆς θα-

11

λάσσης ἐπιρροῇ τὸ εὔχαρι ἐπιεικῶς ἔχει. οὐ γὰρ ξὺν θο-

ρύβῳ τὸ κλυδώνιον ἐπανεστηκὸς εἶτα εἰς τοὺς ἐκείνῃ λί-

θους ἀράσσεται, οὐδὲ μεγάλα τὸ κῦμα ἠχῆσαν, οἷά γε τὰ

θαλάττια, καὶ σχιζόμενον ἀποκρίνεται, εἰς εἶδος ἀφρῶ-

δες, ἀλλὰ πρόεισι μὲν προσηνές, σιωπηλὸν δὲ ὂν ἐπιψαύει

12

τῆς γῆς, ἀναστρέφει δὲ μόνον. ἐκδέχεται δὲ τὸ ἐνθένδε

αὐλὴ ὁμαλή τε καὶ λίαν ὑπτία, μαρμάροις μὲν πανταχό-

θι κεκομψευμένη καὶ κίοσιν, ὄψει δὲ ὡραϊζομένη τῇ

13

ἐς τὴν θάλασσαν. στοὰ μετὰ ταύτην καὶ ὁ νεὼς ἐντὸς

ἐν τετραγώνῳ ἐς ὕψος ἐπῆρται λίθων εὐπρεπείᾳ καὶ χρυσῷ

14

κατακεχυμένῳ καλλωπιζόμενος. τοσοῦτον δὲ προέχει μό-

νον τοῦ εὔρους τὸ μῆκος ἐς ὅσον δὴ χῶρον τὸν ἀβέβη-

λον, ἐν ᾧ ὄργια τὰ ἄρρητα τελεῖσθαι θέμις, κατὰ τὴν

πλευράν, ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται, διήκειν ξυμ-

βαίνει. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

7

1

Ἐπέκεινα δὲ κατ' αὐτὸ μάλιστα τοῦ κόλπου τὸ στόμα

Εἰρήνης μάρτυρος νεὼς ἵδρυται. ὃς δὴ οὕτω μεγαλο-

πρεπῶς τῷ βασιλεῖ ὅλος ἐξείργασται ὡς οὐκ ἂν ἔγωγε

2

φράσαι ἱκανῶς ἔχοιμι. ἀντιφιλοτιμούμενος γὰρ τῇ θα-

λάσσῃ ἀμφὶ τοῦ κόλπου τῇ εὐπρεπείᾳ, ὥσπερ ὅρμῳ περι-

φερεῖ ἐγκαλλώπισμα τὰ ἱερὰ ταῦτα ἐντέθεικεν. ἀλλ' ἐπεὶ

τούτου δὴ τοῦ τῆς Εἰρήνης νεὼ ἐπεμνήσθην, καὶ τὸ ἐκείνῃ

3

ξυνενεχθὲν οὔ μοι ἀπὸ τρόπου τῇδε γεγράψεται. ἐνταῦθα

ἔκειτο λείψανα ἐκ παλαιοῦ ἀνδρῶν ἁγίων οὐχ ἧσσον ἢ

τεσσαράκοντα· οἳ στρατιῶται μὲν Ῥωμαῖοι ἐτύγχανον

ὄντες, ἐν λεγεῶνι δὲ δυοδεκάτῃ ἐτάττοντο, ἣ ἐν πόλει

4

Μελιτηνῇ τῆς Ἀρμενίας τὸ παλαιὸν ἵδρυτο. ἡνίκα τοί-

νυν οἱ λιθοδόμοι διώρυσσον οὗπερ ἐπεμνήσθην ἀρτίως,

κιβώτιον εὗρον γράμμασι σημαῖνον ὡς λείψανα ἔχοι τού-

5

των δὴ τῶν ἀνδρῶν. ὅπερ ἐξήνεγκε λεληθὸς τέως ἐξεπί-

τηδες ὁ θεός, ἅμα μὲν πιστούμενος ἅπαντας ὡς τὰ βασι-

λέως ἀσμενέστατα ἐνδέδεκται δῶρα, ἅμα δὲ καὶ τοῦ ἀν-

δρὸς τὴν ἀγαθοεργίαν ἀμείψασθαι διατεινόμενος χάριτι

6

μείζονι. ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς χαλεπῶς

ἄγαν τοῦ σώματος ἔχων, ἐπεὶ ῥεύματος δεινόν τι χρῆμα

κατὰ τὸ γόνυ ἐπιπεσὸν συντριβῆναι ταῖς ὀδύναις τὸν

7

ἄνδρα ἐποίει· οὗπέρ οἱ αὐτὸς αἰτιώτατος ἦν. ἐν γὰρ ταῖς

ἡμέραις ἁπάσαις, αἵπερ τὴν Πασχαλίαν ἑορτὴν προτερεύ-

ουσαι νηστεῖαι καλοῦνται, σκληράν τινα βιοτὴν ἔσχε μὴ

ὅτι βασιλεῖ ἀλλόκοτον οὖσαν, ἀλλὰ καὶ ἀνθρώπῳ ἀμηγέπη

8

τῶν πολιτικῶν ἁπτομένῳ. δυοῖν γὰρ ἡμέραιν διεγεγόνει

ἐς ἀεὶ ἀπόσιτος ὤν, καὶ ταῦτα μὲν ὄρθρου βαθέος διηνεκὲς

ἐκ τῶν στρωμάτων ἐξανιστάμενος καὶ προεγρηγορὼς τῆς

πολιτείας, ἀεί τε αὐτῆς ἔργῳ καὶ λόγῳ διαχειρίζων τὰ

πράγματα, ὄρθριός τε καὶ μεσημβρινός, καὶ οὐδέν τι ἧσσον

9

ἐπινυκτίδιος. πόρρω γὰρ τῶν νυκτῶν ἐς κοίτην ἰὼν ἐξαν-

ίστατο αὐτίκα δὴ μάλα, ὥσπερ χαλεπῶς τοῖς στρώμασιν

10

ἔχων. καὶ ἡνίκα δέ που τροφὴν αἴροιτο, οἴνου μὲν καὶ

ἄρτου καὶ τῶν ἄλλων ἐδωδίμων ἐκτὸς ἔμενε, βοτάνας δὲ

ἤσθιε μόνον, καὶ ταύτας ἀγρίας ἐπὶ χρόνου μῆκος τετα-

ριχευμένας ἁλσί τε καὶ ὄξει, ὅ τε πότος αὐτῷ τὸ ὕδωρ

11

ἐγίνετο μόνον. οὐ μέντοι οὐδὲ τούτοις κατακορὴς γέ-

γονε πώποτε, ἀλλὰ καὶ ἡνίκα δαῖτα αἴροιτο, ἀπογευσά-

μενος τούτων δὴ τῶν αὐτῷ ἐδωδίμων, εἶτα μεθίει, οὔπω

12

ἐδηδοκὼς τὰ αὐτάρκη. ἐντεῦθεν τοίνυν τὸ πάθος ἀκμά-

σαν τὴν ἀπὸ τῶν ἰατρῶν ἐπικουρίαν ἐνενικήκει, καὶ χρό-

νος τῷ βασιλεῖ πολὺς ἐν ταύταις δὴ ταῖς ὀδύναις ἐτρίβη.

13

μεταξὺ δὲ τὰ περὶ τῶν δεδηλωμένων λειψάνων ἀκούσας,

τῆς ἀνθρωπείας ἀφέμενος τέχνης, ἐπὶ ταῦτα τὸ πρᾶγμα

ἦγε, τὴν ὑγείαν ἐπισπώμενος τῇ ἐς αὐτὰ πίστει, καὶ δό-

14

ξης τῆς ἀληθοῦς ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. οἱ

μὲν γὰρ ἱερεῖς τὸν δίσκον ἐπὶ τὸ τοῦ βασιλέως ἐτίθεντο

γόνυ, ἀφανίζεται δὲ τὸ πάθος εὐθύς, σώμασι δεδουλω-

μένοις θεῷ βιασθέν. ὅπερ ἀμφίλεκτον ὁ θεὸς οὐ ξυγ-

χωρῶν εἶναι, σημεῖον τῶν πραττομένων ἐνδέδεικται

15

μέγα. ἔλαιον γὰρ ἐξαπιναίως ἐπιρρεῦσαν μὲν ἐκ τούτων

δὴ τῶν ἁγίων λειψάνων, ὑπερβλύσαν δὲ τὸ κιβώτιον,

τώ τε πόδε καὶ τὴν ἐσθῆτα τοῦ βασιλέως κατέκλυσεν ὅλην

16

ἁλουργὸν οὖσαν. διὸ δὴ ὁ χιτὼν οὕτω…

διασώζεται…

The complete text is available when the reading interface loads.