In Aristotelis Libros De Anima Paraphrasis
- Scientific editors
- Michael Hayduck
- Edition reference
- Sophoniae in libros Aristotelis de anima paraphrasis · Berlin · Reimer · 1883
- CTS identifier
urn:cts:greekLit:tlg4030.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Προοιμιον
Τοῖς τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐξηγηταῖς ἄλλοις ἄλλως ἐπῆλθε περᾶναι τὰ τῆς ὑποθέσεως. οἱ μὲν γάρ, ὅσοιπερ αὐτὸ τοῦτο ἐξηγηταί, ἰδίως ἐκθέμενοι καὶ κατὰ μέρος τὸ κείμενον τὴν ἑρμηνείαν ἐπισυνῆψαν, σώαν τε κἀν τῇ διαιρέσει τὴν λέξιν τοῦ φιλοσόφου τηρήσαντες καὶ τὰ παρ’ ἑαυτῶν προσέφερον εἰς σαφήνειαν. οὗτοι δέ εἰσιν οἱ περὶ Σιμπλίκιον καὶ Ἀμμώνιον καὶ Φιλόπονον καὶ Ἀλέξανδρον πρότερον τὸν Ἀφροδισέα καὶ ἑτέρους πλείστους, οἳ πολυστίχους συντάξεις πολλῶν γεμούσας καλῶν εἰς τὰς διαφόρους τῶν Ἀριστοτέλους κατέλιπον πραγματείας. οἱ δὲ τρόπον ἕτερον· αὐτὸν γὰρ ὑποδύντες Ἀριστοτέλην καὶ τῷ τῆς αὐταγγελίας προσχρησάμενοι προσωπείῳ, ὡς εὐσύνοπτον καὶ τὸ πᾶν ἓν εἴη καὶ μὴ διακόπτοιτο, τὴν μὲν λέξιν παρῆκαν αὐτήν, οὔτε διῃρημένην οὔθ’ ἡνωμένην τοῖς ὑπομνήμασι συνταξάμενοι μόνον δὲ τὸν νοῦν συνεσταλμένον τῇ τοῦ ἀνδρὸς περινοίᾳ ἤ που κἄν τῇ περὶ τὴν λέξιν ἀσαφείᾳ καὶ τῇ τῆς ἀπαγγελίας δεινότητι πολὺ γὰρ τὸ νοερὸν αὐτῷ καὶ γοργόν) ἐξαπλώσαντες καὶ καθάραντες καὶ σχήμασι καὶ περιόδοις κοσμήσαντες, οὗ προσδεῖσθαι συννενοήκασιν, ὥσπερ ἂν εἰ καὶ περὶ ἰδίας πραγματείας τὸν πόνον συνθέμενοι, τὸ δόξαν αὐτοῖς συνεπέραναν, οὐκ ἐξηγηταὶ μᾶλλον ἢ παραφρασταὶ καὶ κλήσει καὶ πράγματι, οἷος ὁ εὐφραδὴς Θεμίστιος εἰς πλείονα τῶν Ἀριστοτέλους πεποίητο πρότερον καὶ ψελλὸς ὕστερον μιμησάμενος ἐν τῇ λογικῇ καὶ ἕτεροι. καὶ οἱ μὲν μόνον σαφηνίσαι τὸ κείμενον καὶ τὸν νοῦν ἐκφάναι προήχθησαν, ὅσον ἡ λέξις ἐχώρησε, τῷ τεχνικῷ καθάπαξ ἑπόμενοι· οἱ δὲ καὶ ἐπιστασίας καὶ ἐπιβολάς, ἃς ἐφεῦρον, τὰς χρησιμωτάτας ἐπισυνῆψαν καὶ θεωρημάτων πλῆθος ἑκάστῳ τῶν κεφαλαίων προσέφερον, τῆς τε ἐπιστημονικῆς 1 Παράφρασις—προοίμιον Β: παράφρασις εἰς τὸ περὶ ψυχῆς: σοφονίου C rubr.: om. pr. Α: ab alia manu συμπληκίου ἐξήγησις εἰς τοὺς περὶ ψυχῆς λόγους. qui haec scripsit delevit aliutn titulum a manu antiquiore in summo margine exaratum τοῦ σοφονίου παράφρασις εἰς * * τὸ? τὰ] περὶ ψυχῆς 5 προθέσεως ΑC 6 μέρη AC 9 ἀφροδισέα sic libri 15 κἀν ΑΒ Comment. Aristot. ΧΧΙΙΙ. 1. Sophon. de Anima αὐτῶν ἕξεως ἔλεγχον τοῦ τε πολυμαθοῦς καὶ τῆς διὰ πάντων ἀκρότητος, ευπορον ἐντεῦθεν τὴν εἰς φιλοσοφίαν ὁδὸν τοῖς μετ’ αὐτοὺς ὑπολείποντες, ταῖς τε ἀνακυπτούσαις ἀπορίαις γενναιοτάτας τὰς λύσεις ἐπήνεγκαν· καὶ τὸ ὅλον ὑπὲρ ἁπάντων εἰπεῖν, οἰκείως τῇ ἑαυτοῦ προθέσει ἀπήντησεν ἕκαστος. εἰ δὲ τούτων ὄντων καὶ αὐτός τι συμβαλέσθαι προῄρημαι, περιττὸς ἄν δόξαιμι, μὴ ἀποχρῶσαν τὴν ἀπολογίαν εὑρών, καὶ εἰ μὴ καινόν τι τὸ παρ’ ἐμοῦ, καί τί που καὶ συνεισφέρον χρήσιμον. γνοίη δ’ ἄν τις, εἰ τὸ συμβὰν ἑκατέροις διάφορον σκέψοιτο. τοῖς μὲν οὖν ἐξηγηταῖς εἰ καὶ ἡ λέξις διῃρημένη τετήρητο, ἀλλ’ οὖν τὸν νοῦν διεσ·πάσθαι ἀνάγκη καὶ μὴ πάνυ τι σώζειν τὸ συνεχές, τῷ τε μήκει τοῦ λόγου εὐπετῶς τῆς διανοίας οὐχ ἑπομένης καὶ ταῖς μεταξὺ σχολαῖς, ἃς ἀναγκαίας τὸ περὶ τὴν λέξιν ἀσαφὲς αὐτοῖς ἐνεποίησε. τίς γὰρ οὐκ οἶδεν ὥσπερ εἰ χρησμούς τινας πολλαχοῦ τὴν Ἀριστοτελικὴν οὖσαν φράσιν καὶ μαντείας δεῖσθαι; διαρθροῦντες γοῦν ἐν μέσῳ τὸ τῆς συντάξεως ἔστιν οἷς δοκοῦν ἀκατάλληλον, ἤ που δὲ καὶ παράχρησιν λέξεως καὶ συνδέσμων ἀκαιρίαν, ἔτι δὲ καὶ κώλων ἔστιν ὅτε μεταθέσεις ὅλων καὶ προσθήκην ἢ ἔλλειψιν καὶ περιόδων κατὰ τάξιν ὑπαλλαγήν , καὶ τὸ ὥσπερ ἀπερρηγμένον αὐτῶν ἐπισυνάπτοντες, τῇ τε τῶν ἀποριῶν ἐπεισαγωγῇ καὶ τῶν λύσεων πολλὰ κατατρίβουσιν, ὡς μὴ εὐχερές τισιν εἶναι κἀν ταῖς παρατροπαῖς τὸ συνεχὲς ἔχειν, ἀλλὰ κινδυνεύειν ἐπιλελῆσθαι τῇ μεταξυλογίᾳ καὶ τῆς ἀρχῆς καὶ τοῖς ἑξῆς συγκεχυμένως προσφέρεσθαι. τοῖς δὲ παραφράσασι τοῦτο μὲν οὐ πρόσεστι καθάπαξ τὴν λέξιν παρεῖσιν, ἐκεῖνο δ’ οὖν ἀναγκαίως· τὸν γὰρ νοῦν ἑαυτῷ συνηγμένον καὶ ἠρτημένον, ὡς εἴρηται, μετὰ τῆς σφῶν αὐτῶν συνθέμενοι λέξεως καὶ ἐπὶ ποσόν τι παραβολαῖς καὶ παραδείγμασιν ἐπεκτείναντες εἰς σαφήνειαν, ἔτι ζητεῖν τὸ κείμενον αὐτὸ πρὸς τὸ ἐντελὲς ὑπελείποντο. οὐ γὰρ ἀπόχρη καθάπαξ ταῦτά τε ἐπιέναι κἀκεῖνα μαθεῖν, οὐδὲ ἀγαπῶμεν ἀρκεῖσθαι τοῖς παρ’ ἐκείνων, εἰ μὴ καἰ τῶν πρώτων ἐξέσται τυχεῖν, τῇ λέξει τοῦ φιλοσόφου προσκείμενοι· δεῖσθαι γοῦν διὰ ταῦτα ἐξηγητοῦ καὶ πάλιν εἰς τὰ αὐτὰ φέρεσθαι καὶ διπλοῦν τὸν πόνον ἀνέχεσθαι. ἐδόκει δέ, εἴ τις ἐξηγούμενος μετὰ τοῦ φυγεῖν τὸν ἐν ταῖς ἐξετάσεσι σκεδασμὸν ἔτι καὶ τὴν λέξιν αὐτὴν ἀμηγέπη φυλάξαι διηρθρωμένην ἰσχύσειεν, ἢ μιγνύων μέν πως εὐκρινῶς ἢ κατὰ διαστάσεις ἄλλως καὶ ὥσπερ ἐκεῖνοι τιθέμενος συνεχῆ δὲ ταῖς διὰ μέσου τῶν ἐξηγήσεων, ὥστε συμφωνεῖν καὶ τὸ ὅλον ἓν τῷ ἑξῆς εἶναι καὶ ἑαυτοῦ ἠρτῆσθαι σπουδάσειεν, εἶτα καὶ αὐτοπροσώπως ἐκδοίη τὸ σύνταγμα, τάχ’ ἄν τι καινὸν ἡμῖν ἐν τοῖς Ἀριστοτελικοῖς καταλείψειε. καὶ ῥᾳστώνην τινὰ τῇ ἐπὶ τῇ ἀναγνώσει ὀρέξει σπουδῇ, εἴ γε στήσει τὴν ἔφεσιν ἀρκέσας ἐν ἀμφοτέροις, καὶ μετὰ τῆς ἑρμηνείας ὥσπερ συμπεφρασμένον αὐτὸ δοὺς κατέχειν τὸ κείμενον, τῶν μὲν ἐξηγητικῶν συντομώτερον, τῶν δὲ παραφραστικῶν μακρότερον. εἰς ὅπερ καὶ ἡμᾶς ἡ προθυμία συνήλασε, καὶ πρῶτον 1 δι’ ἁπάντων C 2 ἐνταῦθα Α 5 τε Β 7 ante χρήσιμον add. ὃν AC 10 ἑπομένην Β 13 διαρθροῦν τις Α 15 καὶ (ante κώλων) om. AC 18 εἶναι Diels: ἐξεῖναι libri κἀν C: καὶ Β 19 μεταξὺ λο Β 22 συνημμένον Diels 23 αὐτῶν οm. Α 26 τῶν πρώτων scripsi: τοῖς πρώτοις libri 28 ἐδόκει cf. V. Rose Hermes II 209 29 ἐξηγήσεσι Α 30 ἀμηγέπ (post π ras. ΙΙ litt.) Α 33 ἑαυτῶ Β σπουδάσαιτο A ἐν τοῖς Περὶ ψυχῆς, τῆς μὲν οἰκείας <οὐκ>ἐπιλελησμένους περὶ τὸν ἀνικανότητος, τῷ δὲ τῶν ψυχῶν ἐφόρῳ καὶ ἡγεμόνι τεθαρρηκότας τῷ λόγῳ δὴ καὶ θεῷ, καὶ τοῖς ἐξηγηταῖς ἑπόμενοι κἂν τοῖς πλείοσι καὶ μάλιστα Φιλοπόνῳ ὅλας περικοπάς, ὡς κατὰ λέξιν εἶχεν ἐκείνοις. τοῖς ἡμετέροις ἐνέθεμεν· πολλαχοῦ δὲ καὶ αὐτὸ τὸ κείμενον, κἄν τινος σαφηνείας μετεῖχε, μένειν κατὰ χώραν ἐάσαντες ὑπερέβημεν. καὶ τῷ παθεῖν αὐτούς (πολὺν γὰρ ἐτρίβομεν χρόνον τοῖς ἐξηγηταῖς προσταλαιπωρούμενοι) τοῖς ἄλλοι ἐπῄει φιλανθρωπεύσασθαι. εἰ δὲ προθυμησαμένοις καὶ προαιρεθεῖσιν ἤνυσταί τι, τοῖς τὰ τοιαῦτα κρίνειν παρεῖται ψηφίσασθαι.
Ἀρχὴ τοῦ πρώτου τμήματος
Ἡ περὶ ψυχῆς πραγματεία οὐ μόνον ὅτι καλλίστη καὶ θειοτάτη, ἀλλ’ οἷς καὶ διαφερόντως ἀνθρώποις τῶν ἄλλων οἰκεία καὶ τοῖς λογικοἶς πρεπωδεστάτη πασῶν, προὔργου πρὸς τὴν σκέψιν ἐπαίρει τοὺς φιλοπόνους καὶ τῶν ἀρίστων φιλοθεάμονας. τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δ’ ἑτέραν ἑτέρας ἢ κατ’ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ δαυμασιωτέρων εἶναι, εἰ δι’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν ἐν πρώτοις θείημεν, εὐλόγως ἄν ποιοῖμεν. διαφερουσῶν γὰρ τῶν ἐπιστημῶν πρὸς ἀλλήλας κατά τε τὸ εἶδος τῆς γνώσεως ἢ τὴν τοῦ ὑποκειμένου ποιότητα ἢ καὶ δι’ ἄμφω ταῦτα, κρείττων μὲν ἡ ἀύλῳ χρωμένη τῷ ὑποκειμένῳ τῆς ὑλικῷ. καὶ τῆς φθαρτῷ ἡ ἀφθάρτῳ, ἥ τε τοὺς λόγους ἀκριβοῦσα καὶ ἄρχουσα τῆς κινουμένης καὶ τὰς ἀρχὰς ἐχούσης ἑτέρωθεν, καὶ ἡ κατ’ ἄμφω νικῶσα τῆς κατ’ ἄμφω λειπομένης κρείττων. αὐτίκα ἀστρονομία μὲν ἰατρικῆς πολλῷ βελτίων· τῇ μὲν γὰρ ἀίδιόν τι τὸ ὑποκείμενον καὶ ἄφθαρτον, ὁ οὐρανός, τῇ δὲ φθαρτόν, τὰ ἀνθρώπινα σώματα· οἵ τε λόγοι τῶν λόγων ὀρθότεροι. ταὐτὸν δὲ πεπόνθασι καὶ μηχανικὴ πρὸς γεωμετρίαν καὶ πρὸς ἀριθμητικὴν ἁρμονική· αἱ ἀρχαὶ γὰρ αὐταῖς ἐκεῖθεν, καὶ ὡς σωματικαὶ καὶ ὑλικαὶ ὑπὸ τὰς ἀύλους καὶ ἀσωμάτους τετάχαται. τρίγωνα γὰρ καὶ τετράγωνα τῷ μὲν γεωμέτρῃ ἀύλως θεωρηθήσεται, σωματικῶς δὲ τούτοις ὁ μηχανικὸς προσχρήσαιτο. ἡ γοῦν περὶ ψυχῆς θεωρία τῇ τε σεμνότητι τοῦ ὑποκειμένου (νοητὸν γάρ τι τοῦτο καὶ ἄυλον καὶ ἀθάνατον) τῷ τε ἀκριβοῦσθαι τὰς αἰτίας, καὶ διὰ καιρίων ταύτῃ τοὺς λόγους προέρχεσθαι, καὶ πρὸ τούτων τῷ ἡμῶν αὐτῶν εἶναι καὶ συγγενῆ, τιμιωτάτη ἐπιστημῶν καὶ οἰκειοτάτη πασῶν. δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν καὶ τὰ φυσικὰ σώματα. ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζώων καὶ αἰτία, καὶ τὸ τελέως φιλοσοφῆσαι ταύτῃ κατορθοῦται μόνῃ. τριττῆς γὰρ οὔσης τῆς φιλοσο- 1 οὐκ addidi 3 κἀν Β 5 σαφήνειαν C 6 παθεῖν] fort. πονεῖν ἑαυτοὺς ΑC ἐτρίβομεν sic BC: ἐτρίβημεν Α 8 τοῖς] desidero ἱκανοῖς οὖσι, V. Rose εἰωθόσι τὰ om. Α 10 Ἀρχὴ—τμήματος] συμπληκίου ἐξήγησις in marg. ab alia manu Α 15 εἰ τῷ Β 17 τιθείημεν Α 20 φθαρτά Β 28 θεωρηθήσονται C1 φίας, θεολογικῆς, ἠθικῆς καὶ φυσικῆς, ἐν μὲν τῇ θεολογικῇ καὶ ἠθικῇ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία ἡ περὶ ψυχῆς θεωρία· ζητοῦσα γὰρ περὶ τοῦ οἰκείου νοῦ εἰ χωριστός, εἰ ἀθάνατος, εὐθὺς ἐπιστρέφει καὶ πρὸς τὰ νοητὰ καὶ θεῖα εἴδη (πρός τι γὰρ νοῦς καὶ νοητόν) καὶ ζητεῖ τὰς ἐκεῖ τάξεις θεολογοῦσα· τῷ τε περὶ τῶν οἰκείων διεσκέφθαι δυνάμεων, ὁπόσαι τε καὶ ποῖαι, περὶ τῆς ἠθικῆς ἀρετῆς ἐστι πραγματεύεσθαι, εἴπερ ἀρετὴ ψυχῆς, τοῦτο δ’ εὐταξία τῶν ταύτης δυνάμεων, εὖ δὲ τάξαι ταύτας ἀδύνατον τὸν μὴ τὴν φύσιν ἐπεσκεμμένον αὐτῶν. πρὸς δὲ τὴν φυσικήν, ὅτιπερ ἀρχὴ τοῖς ζώοις καὶ ὡς ποιητική κινεῖ γὰρ ταῦτα μόνῃ βουλήσει καὶ οὐ διὰ μοχλείας τινός) καὶ ὡς εἰδική κατὰ ψυχὴν γὰρ εἰδοπεποίηνται καὶ τοῦθ’ ὅπερ εἰσὶν ἔμψυχα λέγονται) καὶ ὡς τέλος· ἕνεκα γὰρ τῆς ψυχῆς τὸ σῶμα· ταύτῃ τοι καὶ ὀργανικὸν πρὸς τὰς ἐκείνης ἐνεργείας ἀπετελέσθη. ἀπιζητοῦμεν οὖν θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκεν ἐξ ἀνάγκης περὶ αὐτήν· ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζώοις ὑπάρχειν, οἷον θυμός, θάρρος, αἴσθησις, νόησις καὶ τὰ ὅμοια. ἀναγκαία γὰρ ἡ περὶ αὐτῶν σκέψις πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ. ἐπεὶ δ’ ἅπαξ ὅρῳ περιλαβεῖν τὴν τῆς ψυχῆς οὐσίαν προτεθυμήμεθα, δεῖ πρότερον ἀμηγέπη καθόλου περὶ ὁρισμῶν ἐπισκέψασθαι· ἧττον γὰρ ἂν παρέλκον δόξοι καὶ περιττόν· εἴ τι χρήσιμον ἐκεῖθεν τοῖς προκειμένοις φανήσεται. ἀγαπητὸν γάρ, εἰ καὶ ἰδίας τούτου τυχόντος πραγματείας ἀλλὰ μὴ κατὰ πάρεργον ἄν τις εἶχεν εὐκρινές τι λαβεῖν. πάντη γὰρ καὶ πάντως ἐστὶ χαλεπώτατον καὶ κοινῶς ἐπὶ πάντων τῶν ὄντων καὶ ἰδίως ἐπὶ ψυχῆς ἡ τῆς ὁριστικῆς μεθόδου σκέψις καὶ τὸ γνῶναι δὴ τὴν οὐσίαν ἑκάστου καὶ ὅ τι ἐστίν. ὧδε δ’ ἐπιοῦσι δῆλον · πότερον μία τίς ἐστι μέθοδος, καθ’ ἣν δυνατόν ἐστι πάντων τῶν ὄντων τοὺς ὁρισμοὺς λαβεῖν καὶ ἀποδοῦναι, ἢ πολλαί; τάχα γὰρ ἄν τῳ δόξειε μία τις εἶναι κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ἣν ἀποδεικτικὴν ὀνομάζομεν. καὶ εἰ τοῦτο, ζητητέον ταύτην ἥτις ποτέ ἐστιν. εἰ δὲ μὴ μία τις καὶ κοινὴ μέθοδος ἀλλὰ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον, τίς ὁ τρόπος τῆς διαφορᾶς καὶ πόσαι καὶ τίνες τὸν ἀριθμὸν καὶ ποῖαι. ὅταν δὲ φανερὸν γένηται ὅτι τοσαίδε, οἷον δύο, καὶ ποῖαι, ὅτι ὑπογραφὴ αὗται καὶ ὁρισμός, ἔτι πολλὰς ἂν ἀπορίας καὶ πλάνας ὁ λόγος ἔχοι. ἑτέρα γὰρ πρὸς τούτοις τρίτη πάλιν ἡμᾶς διαδέχεται ζήτησις, ἐκ τίνων δεῖ ζητεῖν, ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. καὶ τοῦτο εὑρόντες πάλιν ζητήσομεν· ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τὸ γένος τοῦ προκειμένου πράγματος καὶ τίνες αἱ διαφοραὶ καὶ πόσαι, ἃς δεῖ τῷ γένει συμπλέξαντας τὸν ὁρισμὸν ἀποδοῦναι. ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ 1 μέντοι Α 6 ὁποῖαι Α 8 τῷ—ἐπεσκεμμένῳ corr. rec. Α 9 βουλῇ Β 14 εἶθ᾿] καὶ πρότερον Α ὧν—ὑπάρχειν (15) οm. Α 21 εἶχεν ἄν τις Α 23 ἰδίας R 24 τοῦ γνῶναι Α 27 βουλευόμεθα Β 29 τίς AC 30 μὴ οm. C 31 τὸ] περὶ τὸ A 32 ὁποῖαι AC 33 γίνηται Β ὁποῖαι Α ἀριθμοῦ καὶ ἐπιπέδου· τοῦ μὲν γὰρ τὸ διωρισμένον, τοῦ δὲ τὸ συνεχὲς ποσὸν ἐξῃρημέναι ἀρχαί, στοιχειώδεις δὲ καὶ συντεταγμέναι καὶ ὑλικαὶ τοῦ μὲν ἡ μονὰς τοῦ δὲ τὸ σημεῖον, ἡ μὲν συντιθεμένη τὸ δὲ ῥυισκόμενον. καὶ οὕτω μὲν κοινῶς καὶ καθ’ αὑτὴν ὑπάρχει τῇ σκέψει τὸ χαλεπόν. ἰδίως δὲ ζητοῦντες περὶ ψυχῆς ἔτι μᾶλλον ἄν δυσχεραίνοιμεν· πρῶτον γὰρ ἴσως ἀναγκαῖον διελεῖν, ἐν τίνι τῶν γενῶν ἐστιν ἡ ψυχή, δέκα ὄντων τῶν πρώτων, λέγω. δὲ πότερον τόδε τί ἐστι καὶ οὐσία ἢ ποσὸν ἢ ποιὸν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν. ἄλλοι γὰρ ἄλλως περὶ αὐτῆς ἀπεφήναντο οἱ τὸν ὁρισμὸν ζητοῦντες, οἱ μὲν οὐσίαν θέμενοι, οἱ δὲ ποσόν, οἱ δὲ ποιόν· εἰσὶ δ’ οἳ καὶ ἐπὶ τὸ πρός τι ἀνήγαγον. οὐσίας δὲ ὑποτεθείσης ἔτι λείπεται ζήτησις, πότερον τῶν ἐν δυνάμει ὄντων ἐστὶν ἢ μᾶλλον ἐντελέχεια, εἴτ’ οὖν σῶμα τοῦτο γὰρ τῶν ἐν δυνάμει ἀεὶ διὰ τὴν μεταβολήν) ἢ ἀσώματον· διαφέρει γὰρ οὔτι σμικρὸν οὕτως ἢ ἐκείνως· καὶ εἰ σῶμα ἁπλοῦν ἢ σύνθετον. ἐπεὶ δὲ οὐ σῶμα, πότερον χωριστὴ καὶ ἀθάνατος ἢ ἀχώριστος· καὶ πότερον πολλαὶ ἐν ἑκάστῳ ψυχαὶ ἢ μία· καὶ εἰ πολλαί, ἀριθμῷ ἢ καὶ τῷ εἴδει· καὶ εἰ τῷ εἴδει, τούτῳ μόνῳ ἢ καὶ τῷ γένει. περὶ γὰρ πάσης ψυχῆς ἡμεῖς σκοπῆσαι προεθυμήθημεν, οὐχ ὥσπερ ἕτεροι, οἳ περὶ τῆς ἀνθρωπίνης μόνης ζητεῖν ἐοίκασιν. εἰ μὲν οὖν ἕν τι κοινὸν κα·τηγορεῖται πασῶν, εὐλαβητέον τοῦτο ὅπως μὴ λάθῃ γένος ὄν· καὶ δεῖ συνωνύμως κατηγορεῖσθαι καὶ ἕνα ἐπὶ πάσαις ἁρμόττειν λόγον. εἰ δὲ μὴ τὸ κοινὸν γένος ἀλλ’ ὁμώνυμόν τι, καὶ τοὺς λόγους δεῖ πάλιν ἑτέρους ἀνάγκῃ διαφόρους καθ’ ἑκάστην εἶναι, ὥσπερ ἀνθρώπου καθὸ ἀνθρώπου ἕτερος <ἢ> ἵππου καὶ βοὸς ὁ λόγος. παραιτούμεθα δὲ καὶ τοὺς διὰ τὰς ἰδέας πρεσβεύοντας· τὸ γὰρ καθόλου καὶ ἐν ταῖς διανοίαις ζῶον οὐδέν ἐστιν ἢ ὕστερον. εἰ δὲ μὴ πολλαὶ κατ’ εἶδος, ἀλλὰ μία ἐν ἑκάστῃ φύσει, πότερον ἀμέριστος αὕτη καὶ ἀδιαίρετος ἢ μεριστή τις καὶ πολυδύναμος. καὶ εἰ μὲν μεριστὴ καὶ διαφόροις χρῆται δυνάμεσι, τίνα πρὸς ἄλληλα καὶ πρὸς τὴν ὅλην τὰ μέρη τὴν σύνταξιν ἔχει, οἷον λογικόν, θυμικόν, ἐπιθυμητικόν, ἔτι δὲ αἰσθητικὸν καὶ νοητικὸν καὶ τἄλλα. τούτοις γὰρ πᾶσι καλῶς διαιτῆσαι χαλεπόν· ἔτι καὶ τὸ διορίσαι ποῖα τούτων πέφυκεν ἀλλήλων. λαβόντες δὲ καὶ ταῦτα ἔτι πάλιν ἐπαπορήσωμεν, πόθεν ἀρκτέον τῆς διδασκαλίας, πότερον ἐκ τῶν μορίων ἢ ἐκ τοῦ ὅλου, καὶ δεῖ πρότερον λαβεῖν τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια· καὶ γὰρ δόξειεν ἄν ἑκάτερον εὔλογον. τό τε γὰρ τὰ ἁπλᾶ πρὸ τῶν συνθέτων γνωρίζειν σαφέστερον, καὶ ἀθρόως ἐντυχόντι πολλάκις τῷ πράγματι μᾶλλόν τι καὶ περὶ τῶν μερῶν εἰπεῖν εὐπετὲς ἐγένετο. καὶ εἰ τὰ μόρια, ἐπεὶ ταῖς δυνάμεσιν αἱ ἐνέργειαι ἕπονται πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως, καὶ δύναμις ἐξ οὐσίας) καὶ ἀδηλότεραι μὲν αἱ οὐσίαι καὶ δυνάμεις, δῆλαι δὲ αἱ ἐνέργειαι, σταθμώμεθα δὲ 4 κοινῶ C 7 τὸ δὲ Β 12 τῶν om. AC 13 διαφέροι corr. Α ἐκείνως ἡ ἐκείνως Β 18 μόνης om. C ἐν om. C 19 λάθοι τε Α 22 ante διαφόρους add. καὶ Α 23 ἢ addidi 27 μὲν om. Α 30 χαλεπά Α τούτων ποῖα Α 32 πότερον λαβεῖν Β 33 τὴν om. B 34 παρὰ τῶν Α1 36 ἐπὶ Β 37 ἀδηλότεροι Α τὰς ἕξεις ἐκ τῶν ἐνεργειῶν, ὅταν περὶ τῶν μερῶν τῆς ψυχῆς ζητῶμεν, πρότερον αὐτὰ λάβωμεν ἢ τὰ ἔργα αὐτῶν, οἷον τὸ νοεῖν ἢ τὸν νοῦν, τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἐὰν δὲ ἔργα πρότερον ἤτοι τὰς ἐνεργείας δεῖ λαβεῖν, αὗται δὲ τῶν τι, τι, οἷον ἡ νόησις τοῦ νοητοῦ καὶ ἡ αἴσθησις τοῦ αἰσθητοῦ καὶ τοῦ φανταστοῦ ἡ φαντασία, τὸν δὲ εἰδότα τι τῶν πρός τι συννοεῖν ἀνάγκη καὶ τὸ πρὸς ο τοῦτο λέγεται, πάλιν ἄν τις ἀπορήσειεν, ἐάν τε τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον, οἷον τὸ αἰσθητὸν τοὐ αἰσθητικοῦ καὶ τοῦ φανταστικοῦ τὸ φανταστὸν καὶ ἐπὶ τοῖς ἄλλοις οὕτως. εἰ γὰρ σαφηνείας δεῖ, ἐκ τῶν ἀντικειμένων δεῖ· σαφέστερα γὰρ τὰ περὶ ἃ ἐνεργοῦσι τῶν ἐνεργειῶν. ὑπεξῃρήσθω δὲ τὰ περὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ. νοῦ γὰρ τὸ νοητὸν δυσληπτότερον· ὁ μὲν γὰρ ἡμέτερος, τὸ δὲ ὑπὲρ ἡμᾶς. τοσούτων δ’ ἂν καὶ ἔτι πλειόνων δυσχερειῶν ὁ περὶ τούτων γέμων φανείη λόγος, εἰ καθ’ ἕκαστον ἐπεξίοι τις. ἡμεῖς δὲ λεληθότως καὶ τὸν διδασκαλικὸν τῆς πραγματείας τρόπον ὑπεδηλώσαμεν, ἀεὶ κἀν τῇ διαιρέσει ὡς ἀληθὲς τὸ προσληφθὲν τιθέμενοι, καὶ ὡς ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρότερα βαδιούμεθα. ἀλλ’ ἐνταῦθα στάντες ἐκεῖνο λέγομεν, ὡς οὐ μόνον τὸ τί ἐστι γνῶναι καὶ ἡ τοὐ ὁρισμοῦ λῆψις χρήσιμος πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν γεωμετρίᾳ πρὸ τῶν θεωρημάτων τοὺς ὅρους γινώσκομεν, οἷον εὐθὺ τί ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου καὶ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθῇ, καὶ καμπύλον τοὐναντίον καὶ γραμμὴ τόδε καὶ ἐπίπεδον τόδε, πρὸς τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τρεῖς τοῦ τριγώνου γωνίαι ἴσαι στοιχεῖα γὰρ ἐκεῖνα τῶν ἑξῆς καὶ ἀρχαὶ ἀποδείξεως), ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τὸ εἰδέναι τί ἐστι καὶ λαβεῖν τὸν ὁρισμόν. ἐπὰν γὰρ κατὰ διάνοιαν τὰ προσόντα ἐναργῶς τῷ πράγματι συναγάγωμεν, εἴτε ἐξ αἰσθήσεως διὰ πείρας εἴτε ἐκ τῆς κοινῆς λαβόντες ἐννοίας καὶ ὁμολογίας, καὶ ἔχωμεν ἀποδιδόναι ἐντὸς καὶ κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομέν τι λέγειν, ὡς ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τοῖς Φυσικοῖς ὁ περὶ τόπου καὶ κενοῦ τεθήρευται λόγος. πᾶσα γὰρ ἐπιστήμη τρισὶ δια- τρίβει τούτοις· ἢ γὰρ αὐτὸ τὸ πρᾶγμα ζητεῖ ἡ τὰ ἐν αὐτῷ ἢ καὶ ἄμφω, καὶ ἢ καθ’ αὑτὰ ἢ πρὸς ἕτερα. ὧν τὸ μὲν ὁρισμὸς τὸ δὲ ἀπόδειξις· ἄνω δὲ καὶ κάτω συμβεβηκὸς λέγοντας ἰστέον ὅτι διττόν, τὸ μὲν ὃ καὶ ἀντιδιῄρηται ταῖς οὐσίαις καὶ καθ’ αὑτὸ οὐχ ὑφέστηκε καὶ οὔτε παρὸν σώζει καὶ ἀπὸν οὐ φθείρει, ὃ δὴ καὶ πρὸς ἐπιστήμην ἀσυντελές, οἷον τὸ λευκόν, τὸ μέλαν· τὸ δὲ ὃ καθ’ αὑτὸ ταῖς οὐσίαις ὑπάρχει καὶ ἐξ ἀνάγκης, οἷον τὸ ζῶον τῷ ἀνθρώπῳ καὶ τῷ τριγώνῳ τὸ σχῆμα. καὶ τούτων τὰ μὲν καθ’ αὑτὸ μόνον προσεῖναι τοῖς πράγμασι λέγεται ὡς τὰ γένη καὶ αἱ ἐπὶ 2 πρότερον scripsi: πότερον libri λάβομεν AC 3 καὶ τὸ αἰσθητικόν AC 4 ἢ τἀς B 13 γέμειν AC 15 κἀν C ἀληθὲς τὸ προσληφθὲν scripsi: ἀληθεῖ τῷ προσληφθέντι libri 17 τὸ] τῷ C 20 οὗ μὴ τὸ μέσον B1 AC 27 ἔχωμεν scripsi: ἔχομεν codices 29 ἐν τοῖς Φυσικοῖς] Phys. Δ 4—8 30 τόπον Β 33 scripsi: λέγοντες B: λέγουσιν CA 36 οἷον τῷ C 37 τῷ σχῆμα pr. C πλέον διαφοραί, τὰ δὲ καὶ πρώτως, ὡς τὰ οὐσιώδη ἴδια, οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ, καὶ τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ τὸ τριχῇ διαστατὸν τῷ σώματι. ἔτι πᾶν τὸ πρώτως καὶ καθ’ αὑτό, οὐ πᾶν δὲ τὸ καθ’ αὑτὸ ἤδη καὶ πρώτως. ἐκ δὲ τῶν πρώτως ὑπαρχόντων καὶ καθ’ αὑτὸ αἱ ἀποδείξεις προέρχονται. διττὴ δὲ καὶ ἡ ἀπόδειξις, ἥ τε κυρίως ἡ ἐκ τῶν αἰτίων πιστουμένη τὰ αἰτιατὰ καὶ ἐκ τῶν καθόλου τὰ μερικὰ καὶ ἐκ τῶν προτέρων τὰ ὕστερα, ὡς ὁ ἄνθρωπος ζῶον διὰ μέσου τοῦ λογικοῦ, καὶ ἡ τεκμηριώδης ἡ ἐκ τῶν ὑστέρων, ὡς σφαιροειδῆ τὰ οὐράνια, ὅτι καὶ ἡ σελήνη, ἡ δέ, ὅτι τοιώσδε φωτίζεται. ἐπεὶ δὲ τὰ περὶ τούτων μετρίως διῄτηται, † ἴωμεν τοῖς ἑξῆς καὶ τὴν περ ψυχῆς θεωρίαν κατὰ τὸν δεύτερον τῶν ὑφηγημένων θηρῶμεν τρόπον· ἐπεὶ γὰρ ἄδηλος εὐθὺς ἀπαντῶσιν ἡ τοῦ τί ἐστι γνῶσις, διὰ τῶν φαινομένων περὶ αὐτὴν καὶ ἐναργῶν παθημάτων τὸν ὁρισμὸν ζητῆσαι προήχθημεν. ἔχει δὲ ἀπορίαν εὐθύς, πότερον ἅπαντα ταῦτα κοινὰ καὶ τοῦ ἔχοντος εἴτ’ οὖν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, ἢ ἐστί τι καὶ τῆς ψυχῆς αὐτῆς ἴδιον μὴ κοινωνούσης σώματι· καὶ γὰρ τοῦτο λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ. φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι, θαρρεῖν, ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι. μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν εἰ δ’ ἐστὶ καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἄν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι. εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον καὶ δύναται περί τι ἐνεργεῖν καὶ συνοῦσα σώματι μὴ προσχρωμένη σώματι, ἐνδέχοιτ’ ἄν αὐτὴν καὶ χωρίζεσθαι· εἰ δὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἄν εἴη χωριστή, ἀλλὰ καθάπερ τόδε τὸ εὐθὺ τὸ ἐν χαλκῷ ἢ ἐν λίθῳ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον τὸ ἅπτεσθαι τῆς χαλκῆς σφαίρας στιγμήν οὕτω γὰρ ἐν γεωμετρίᾳ λέγεται ἅπτεσθαι τὴν εὐθεῖαν καὶ τὸ ἐπίπεδον τῆς σφαίρας καὶ τοῦ κύκλου κατὰ σημεῖον), οὐ μέντοι ἅψεται χωρισθὲν τοῦ ὑποκειμένου τὸ εὐθὺ εἴτ’ οὖν ἡ εὐθύτης αὐτή, ὅτι οὐδὲ ὑπομένει καὶ ἀχώριστος ἄλλως, ὅτι ἀεὶ μετὰ σώματος. εἰ οὖν καὶ τὰ περὶ τὴν ψυχὴν οὕτως ἔχει ἀναλογείτω γὰρ τῇ μὲν εὐθύτητι ἡ ψυχή, τὸ συναμφότερον δὲ τῷ ἀπευθυσμένῳ σώματι, τὰ δὲ αἰσθητὰ καὶ ὧν ἀντιλαμβάνεται ψυχὴ τῇ χαλκῇ σφαίρᾳ), οὐκ ἄν εἴη χωριστὴ ἡ ψυχὴ οὐδ’ ἀθάνατος, ἀλλ’ οἴχεται διαζυγεῖσα σώματος. μήποτ’ οὖν, ὥσπερ τὸ αἰσθητὸν εὐθὺ τῆς αἰσθητῆς σφαίρας ἥπτετο καὶ τὸ νοητὸν τῆς νοητῆς λέγεται γὰρ καὶ ταῦτα), ταῦτ’ ἄρα δήπου καὶ ἡ ψυχὴ ἀπαλλαγεῖσα σώματος τῶν μὲν αἰσθητῶν εἰδῶν οὐδενὸς ἀντιλήψεται, τῶν θείων δὲ μόνων καὶ νοητῶν. ἀλλ’ ὅτι μὲν ἡ λογικὴ ψυχὴ καὶ ἀθάνατος καὶ ἀνώλεθρος προιοῦσιν αποδειχθήσεται· νυνὶ δ’ ἐνταῦθα κείσθω. ἐκεῖνο δὲ δήπου φανερόν, ὡς τά |γε τοιαῦτα πάθη τῆς ψυχῆς, οἷον φόβος, πραότης, θυμός, ἔτι δὲ δήπου χαρὰ 10 ῖωμεν] fort. ἐπίωμεν 22 δύνατον Β 24 legendum est τῷδε τῷ εὐθεῖ τῷ aut ᾧ post λίθῳ addendum cf. Torstrikii De anima ed. p. 114 25 εὐθεῖ Β 27 μέντοι καὶ Α: μέντοι γε C 30 τὴν om. Β 35 δήπου om. Β 36 μόνον Α 39 δήπου om. AC χαρὰ om. Β καὶ τὸ φιλεῖν τε καὶ μισεῖν καὶ ἕτερά που πλεῖστα μετὰ σώματός εἰσιν · ἅμα γὰρ τούτοις πᾶσιν ἐπιπάσχει τι τὸ σῶμα καὶ συνδιατίθεται· τῇ μὲν γὰρ ὀργῇ τὸ περὶ καρδίαν συγκινεῖται αἷμα, διαχεῖται δὲ τῇ ἐπιθυμίᾳ τὸ ἧπαρ καὶ ὑπ’ αἰδοῦς τὸ πρόσωπον ἐρυθραίνεται, ὡς περὶ τὴν ἐπιφάνειαν χυθέντος τοῦ αἵματος· ὠχρίασις δὲ τούτου ἡ πρὸς τὰ ἔνδον ἀποφυγή· μηνύει δὲ καὶ τὸ ποτὲ μὲν ὑπὸ ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων συμβαινόντων μηδὲν παροξύνεσθαι, ἐνίοτε δὲ ὑπὸ σμικρῶν καὶ ἀμαυρῶν κινεῖσθαι, ἐὰν ὀργᾶ τὸ σῶμα καὶ οὕτως ἔχῃ ὥσπερ ὅταν ὀργίζηται. καὶ καθ’ ἕνα μὲν τρόπον ἐκ τούτων δείκνυται μὴ μόνης εἶναι ταῦτα ψυχῆς, καθ’ ἕτερον δὲ ὅτι οἱ κεκραμένοι τοιῶσδε ἐκ φύσεως, οἵαν ἴσχει τὸ σῶμα κρᾶσιν ἐν τῇ κινήσει τῶν τοιῶνδε παθῶν, τοιοίδε εἰσὶ φύσει. ἔνθεν ἐπιτήδειοι μὲν πρὸς θυμόν, ὅτι τοιώσδε κέκρανται, οἱ δὲ πρὸς φόβον, ὡς μηδενὸς φοβεροῦ συμβαίνοντος ἐν τοῖς· πάθεσιν γίνεσθαι τοῖς τοῦ φοβουμένου. καὶ μεθυσθέντες τινὲς ὀργιλώτεροι γίνονται ἢ δειλότεροι ἡ θρασύτεροι ἢ ἀναιδέστεροι, ὅπως ἂν κράσεως ἔχοιεν. καὶ ἐκ νόσου δὲ ἄν τις γένοιτο ἐπιτηδειότερος πρὸς ὀργήν. καὶ τὰ τοιάδε σιτία τὸ συνουσιαστικὸν σβεννύουσι, καὶ τὰ τοιάδε ἀνάπτουσι. καὶ ὀργιλώτεροι μὲν οἱ μελαγχολ.ικώτεροι, συνουσιαστικώτεροι δὲ οἱ πρὸς τὸ θερμότερον καὶ ὑγρότερον ῥέποντες, εὐφυεῖς δὲ καὶ ὀξεῖς πρὸς τὴν διάνοιαν οἷς ξηρότερος ὁ ἐγκέφαλος. ἐντεῦθεν οἱ φιλοσοφίας μεταποιούμενοι τὴν μετρίαν αἱροῦνται καὶ ξηροτέραν δίαιταν· τὸ γὰρ “παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον” καὶ “ψυχὴ ξηροτέρη ἀληθῶς λέγεται. ἔνθεν καὶ τοῖς ἰατροῖς ἐπῆλθεν εἰπεῖν ἕπεσθαι τάς τῆς ψυχῆς δυνάμεις ταῖς τοῦ σώματος κράσεσιν. εἰ δ’ οὕτω, ταῦτα τὰ πάθη δῆλον ὅτι λόγοι ἔνυλοί εἰσι καὶ οὐ καθ’ αὑτά ἐν ὕλῃ δὲ τὸ εἶναι ἔχουσιν. ὥστε καὶ οἱ ὅροι τοιοῦτοι, οἷον τὸ ὀργίζεσθαι κίνησις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε εἵνεκα τοῦδε· ζέσις γὰρ τοῦ περὶ καρδίαν αἵματος ὑπὸ τοῦ παροξύνοντος, δι’ ὄρεξιν ἀντιλυπήσεως. δεῖ γὰρ ἐν τοῖς τοιούτοις ὅροις μετὰ τοῦ εἴδους καὶ τὴν ὕλην παραλαμβάνεσθαι. καὶ διὰ ταῦτα φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης, εἰ πᾶσα ἀχώριστος, ἢ τοιαύτης, τῆς μετὰ τῆς ὕλης. διαφερόντως δ’ ἂν ὁρίσαιτο ὁ φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶν, λέγω δὴ τῶν τῆς ψυχῆς παθημάτων, οἷον ὀργὴ τί ἐστιν· ὁ μὲν γὰρ ἐρεῖ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δὲ ζέσιν τοῦ περικαρδίου αἵματος ἢ τοῦ θερμοῦ. τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον. χρειωδέστερος δὲ παρὰ τούτους ὁ καὶ ἀμφότερα. εἰ γὰρ ἀνάγκη τὸν λόγον τόνδε τοῦ πράγματος ἐν ὕλῃ τοιᾷδε εἶναι, ὥσπερ εἰ οἰκίας ὁ λόγος οὗτος εἴη, σκέπασμα κωλυτικὸν φθοράς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ὕλη δὲ αὐτοῦ λίθοι, πλίνθοι, ξύλα καὶ τὰ τοιαῦτα, οὐκ ἂν τούτων ἑκάτερος εἴη τέλειος οὐδὲ φυσικὸς κυρίως. οὔτε γὰρ ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον 1 που om. Α 3 γὰρ om. Β 7 μηδὲ Α 10 κεκρμμένοι BC κρᾶσιν τὸ σῶμα AC 11 τοιοῦτοι AC 14. 17 ὀργιλότεροι BC 19 πρὸς om. AC 23 τὰς ψυχικὰς δυνάμεις Α 24 παθήματα C δηλονότι libri 33 περὶ καρδίαν AC 35 περὶ AC τόδε A 37 δὲ scripsi: ἄν libri 38 καὶ πλίνθοι Β ἀγνοῶν, οὔτε ὁ περὶ τὸν λόγον μόνον, ἢ μᾶλλον ὁ ἀμφοὶν. ὥστε τῶν τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργων καὶ παθῶν περὶ μὲν τῶν κοινοτέρων καὶ καθολικῶν ὁ φυσικὸς σκέψαιτο, περὶ δὲ τῶν τινῶν καὶ μερικῶν τεχνίτης, ἄν τύχῃ, τέκτων ἢ ἰατρός· τῶν δὲ μὴ χωριστῶν <μὲν>, δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός· ᾗ δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος. εἰ δὲ δεῖ τι καὶ σαφέστερον εἰπεῖν περὶ τούτων ἐπειγομένους καὶ κατὰ πάρεργον, ὧδ’ ἂν ἔστι. τριῶν δὴ τούτων ἐν τοῖς φυσικοῖς θεωρουμένων πράγμασιν, ὕλης, εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν ἐν τῇ ὕλῃ τὸ εἶδος ἔνεστι, πέντε περὶ ταῦτα καταγίνονται μέθοδοι, φυσική, ἡ κατὰ μέρος τέχνη, διαλεκτική, μαθηματικὴ καὶ ἡ πρώτη φιλοσοφία. ἄλλη δὲ ἄλλως ἐπιβάλλει περὶ αὐτῶν καὶ διαφόρους τὰς ἐνεργείας ἴσχουσι. καὶ φυσικοῦ μὲν ἔργον ἡ περὶ τῶν τριῶν σκέψις· πάντα γὰρ αὐτῷ ἀνεῖται. ζητήσει γάρ, τίς ἡ ὕλη τῶν προκειμένων, οἷον τί τὴν ὕλην εἰσὶ τὰ οὐράνια, πότερον ἐκ τῶν τεσσάρων ἤ τι πέμπτον σῶμα καὶ ἕτερον καὶ τὸ εἶδος ὅτι σφαιρικά· ζητήσει δὲ καὶ τὴν αἰτίαν δι’ ἥν, ἀποδώσει δὲ καὶ σύστοιχον αὐτοῖς καὶ ἐξ ·ἧς πρὸς τὰ πρὸ αὐτῶν ἔχουσι σχέσεως. ἐρεῖ γὰρ ἢ διότι πολυχωρητότατον σχημάτων καὶ διὰ τοῦτο τῷ τὰ πάντα ὑποδεξομένῳ καὶ περιάξοντι οὐρανῷ τὸ σφαιρικὸν πρεπωδέστατον, ἢ ὡς ἀιδίῳ τὸ μήτε ἀρχὴν ἔχον σχῆμα μήτε τέλος κατάλληλον· ἀφανῆ γὰρ κύκλῳ καὶ ἄμφω τὰ πέρατα. ὁριεῖται δὲ αὐτὸν καὶ ἐκ τῆς πρὸς τὰ ὑπὲρ αὐτὸν νοητὰ σχέσεως· εἴποι γὰρ ὡς διὰ τοῦτο κύκλῳ φέρεται, ὅτι μιμεῖται· νοῦ γὰρ ἡ εἰς ἑαυτὸν σύννευσις. ὁ δὲ ἐν μέρει τεχνίτης ποιεῖται μὲν καὶ αὐτὸς περὶ τῶν τριῶν τὴν διατριβήν, καθὰ δὴ καὶ ὁ φυσικός, οὐχ ὡσαύτως δέ. τῷ μὲν γὰρ τό τε ὑποκείμενον μερικόν, οἷον τῷ ἰατρῷ τὰ ἀνθρώπινα σώματα, καὶ αἱ προσεχεῖς ζητοῦνται αἰτίαι, ἐκείνου τὰς ἀνωτάτω καὶ τὴν καθόλου ἐπισκεπτομένου φύσιν. ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας, καὶ ταῦτα ἐπιπολαίως. ὁ μέντοι μαθηματικὸς τῶν ἐξ ἀφαιρέσεως εἰδῶν ·τοὺς ὁρισμοὺς πραγματευόμενος οὐδὲν ὑπολογιεῖται τὴν ὕλην οὐδὲ τῇ αἰτίᾳ προσχρήσεται ὡς αὐτὰ καθ’ αὑτὰ περαινόμενος. ἔνυλα οὖν καὶ αὐτῷ τὰ εἴδη καὶ ἄλλω ἀχώριστα ἢ τῇ ἐπινοίᾳ, ὁποῖα τὰ κοινὰ αἰσθητά. σαρκὸς γὰρ καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ὁμοιομερῶν ἀχώριστα τῆς ὕλης τὰ εἴδη καὶ κατ’ αὐτὴν τὴν ἐπίνοιαν· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποεῖται σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ὅθεν ἀφαιρουμένης τῆς ὕλης καὶ αὐτὰ συναφῄρηνται· καὶ σαρκὸς μὲν καὶ ὀστοῦ εἶδος οὐκ ἄν ἐν ἄλλῳ γένοιτ’ ἀν, ὅτι τῆς οἰκείας ὕλης σχῆμα δὲ τὸ αὐτὸ καὶ λίθῳ καὶ ξύλῳ ὑπάρξειεν ἄν. περὶ δὲ τῶν πάντη χωριστῶν καὶ ἀύλων ὁ πρῶτος φιλόσοφος διαλέξεται. ἔνεισι γὰρ οἱ τῶν 3 τῶν τινῶν cf. Torstrikii ed. p. 116 4 μὲν ailduli 7 ante ἐπειγομένους add. ὡς A 11 ἐπιβάλλη C διαφόρους τὰς ἐνεργείας om. pr. Α, in margine add. alia m. 16 ἑξῆς C: ἑξἦς Α 17 πολυχωρητότατον AC Philoponus: πολυχωρότατον erasis duabus litteris Β 20 πέρα C αὐτῶν C 21 νοητὸν Β 22 σύνευσις C 24 τό τε] τῷ τὸ Β 27 ἐπιπολέως C 30 αὐτῷ scripsi: αὐτὰ A: αὐτῇ BC 34 τὴν οἰκείαν ἔχει AC 37 ὑπῆρξεν Β ἐνύλων εἰδῶν ἐν τῇ ἡμετέρᾳ ψυχῇ λόγοι, καὶ πρὸ τούτων ἐν τῷ μιουργῷ νῷ οἱ καὶ ἐξῃρημένοι. τῶν δὲ ἐν τῇ ψυχῇ λόγων οἱ μέν εἰσι διαστατοὶ καὶ μεριστοὶ οἱ κατὰ φαντασίαν, οἱ δὲ ἀμέριστοι καὶ ἑνιαῖοι οἱ ἐν τῷ λογιστικῷ. τρίγωνα μὲν γὰρ καὶ τετράγωνα διαστατά, ἀνθρώπου δὲ λόγος καὶ ζώου ἀμερῆ. καὶ γεωμέτρης μὲν πρὸς τὰ ·κατὰ τὴν φαντασίαν, ὁ πρῶτος δὲ φιλόσοφος περὶ τῶν ἐν τῷ λογιστικῷ σπουδάσεται καὶ τῶν ἐν τῷ δημιουργῷ. διαφέρουσι δὲ οὗτοι τῷ τοὺς μὲν εἰκόνας εἶναι τῶν πρώτων τοὺς ἐν τῇ ψυχῇ καὶ γνωστικοὺς τῶν πραγμάτων, τοὺς δὲ ἀρχέτυπα καὶ ποιητικούς. καὶ ὁπόταν μὲν περὶ τῶν ποιητικῶν διαλέγηται, ὡς θεωρητικὸς ἐνεργήσει, ὡς καθαρτικὸς δὲ ὅταν περὶ τῶν ἐν τῇ ψυχῇ· γὰρ πρὸς ἑαυτὸν καὶ γινώσκει τὴν ψυχήν, καὶ τοῦτο ὄντως κάθαρσις, ἡ δι’ ἐπιστήμης τῆς ἀγνοίας καὶ τῶν παθῶν ἀπολύτρωσις. ἀλλ’ ἐπανιτέον τὸν λόγον εἰς ταῦτα ἀφ’ οὗπερ ἐξήλθομεν. ἐλέγομεν οὖν ὅτι τὰ πάθη τῆς ψυχῆς οὐ χωριστὰ τῆς φυσικῆς ὕλης τῶν ζώων, ᾗ δὴ τοιαῦθ’ ὑπάρχει, θυμός, φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ οὐδ’ ἐπίπεδον· καὶ διὰ τοῦτο φυσικῷ τῶν ἄλλων ἡ περὶ αὐτῶν ἀφώρισται πραγματεία.
Ἐπεὶ δὲ ἐπισκοποῦμεν περὶ ψυχῆς, ἀναγκαῖον προδιελθόντας τὰς τῶν προτέρων δόξας καὶ ἅμα ἀποροῦντας περὶ ὧν ἀπορεῖν δεῖ, συμπαραλαμβάνειν καὶ ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν εἰρημένα καλῶς λάβωμεν, εἴ τι δὲ μὴ καλῶς, τοῦτο εὐλαβηθῶμεν. μὴ λάθωμεν δὲ παρέντες καὶ ὃν ἄνωθεν ὑφηγησάμεθα τρόπον τῆς καταλήψεως, τὸν ἐκ τῶν φαινομένων τὴν οὐσίαν γνωρίζοντα. ἀλλ’ ἔστω ἀρχὴ τῆς ζητήσεως καὶ οἱονεί τινα λήμματα καὶ τοῖς περὶ ψυχῆς λόγοις τὰ μάλιστα δοκοῦντα ὑπάρχειν αὐτῇ κατὰ φύσιν καὶ ἃ τοῖς πολλοῖς ὡμολόγηται. ταῦτα δὲ τὸ κινεῖσθαι, τὸ γινώσκειν τε καὶ αἰσθάνεσθαι, καὶ πρὸς τούτοις τὸ λεπτότατόν τι αὐτὴν καὶ ἀσώματον οἴεσθαι. τούτοις γὰρ καὶ μάλιστα διαφέρει τοῦ ἀψύχου τὸ ἔμψυχον, καὶ παρὰ τῶν προγενεστέρων δὲ σχεδὸν τοσαύτας καὶ τοιαύτας δόξας περὶ ψυχῆς παρειλήφαμεν. οἱ μὲν γὰρ πρὸς τὴν κίνησιν, οἱ δὲ πρὸς τὴν γνῶ- σιν καὶ αἴσθησιν, οἱ δὲ πρὸς τὴν ἀσωματότητα ἀποβλέψαντες διωρικέναι ταύτῃ τὴν φύσιν ᾠήθησαν. φασὶν γὰρ ἔνιοι ψυχὴν εἶναι τὸ πρώτως καὶ μάλιστα κινοῦν· κινεῖ μὲν γὰρ καὶ ἡ βακτηρία τὸν λίθον καὶ ταύτην ἡ χείρ, ἀλλ’ οὐ πρώτως, ὡς ἐκεῖθεν κινούμενα καὶ παρὰ ψυχῆς. οἰηθέντες δ’ ὑπ’ ἀπειρίας τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν ἕτερον, τῶν κινουμένων τι τὴν ψυχὴν εἶναι ὑπέλαβον. ὅθεν Δημόκριτος πῦρ καὶ θερμὸν αὐτήν φησιν εἶναι· ἀπείρων γὰρ ὄντων σχημάτων καὶ ἀτόμων τὰ σφαι- ροειδῆ πῦρ καὶ ψυχὴν λέγει, οἷον ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα, ἃ φαίνονται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν. ὡς γὰρ τὰ κονιορτώδη ταῦτα σωμάτια εἰσὶ μέν, οὐ φαίνονται δὲ διὰ τὸ μικρομερές, εἰ μήπου περιτύχοι τῷ ἐν τῇ σκιᾷ φωτί, οὕτω κἀκεῖνα τὰ πρῶτα διὰ τὴν ὑπερβολὴν 2 οἱ καὶ C 3 τὴν φαντασίαν Α 6 κατὰ om. Α1 10 θεωρητικοὶ Β ἀφ᾿ οὖπερ εἰς ταῦτα C: ὅθεν εἰς ταῦτα Α ὕλη C οὐδ᾿] καὶ Α 18 εὐπορεῖν Α cf. de Anima p. 403b21 21 ὑφηγήμεθα AC 22 τινα] τι C κἀν τοῖς AC 30 ταύτης C 32 κεῖθεν C 34 εἶναι om. Α λεπτότητος ἀθεώρητα· ὧν τὸ πλῆθος καὶ τὴν πανσπερμίαν στοιχεῖα τῆς ὅλης ὡρίζετο φύσεως ἄτομοι γὰρ καὶ κενὸν κατ’ αὐτὸν τῶν φυσικῶν σωμάτων καὶ πρώτων τῶν τεσσάρων δηλαδὴ στοιχείων στοιχείων, ὥσπερ τῶν ἐξ αὐτῶν καὶ συνθέτων· οὕτω δὲ καὶ Λεύκιππος τίθεται) τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν, διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμούς εὐκινητότατον γὰρ ἡ σφαῖρα) καὶ κινεῖν τὰ λοιπὰ κινούμενα καὶ αὐτά, ὡς ὑπολαμβάνοντες μὴ δύνασθαι καὶ ἠρεμοῦσαν τὴν ψυχὴν ὅσον κατὰ τὴν τοπικὴν κίνησιν δυνάμεσί τισι κινεῖν τὸ σῶμα, ἀλλὰ τῷ αὐτὴν κινεῖσθαι κινεῖν. διὸ καὶ τοῦ ζῆν ὅρον τὴν ἀναπνοὴν ἔθεντο· συνάγοντος γὰρ τοῦ περιέχοντος ἡμᾶς ἔξωθεν καὶ πυκνοῦντος τὰ σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς ζώοις τὴν κίνησιν διὰ τὸ μήδ’ αὐτὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων ἐν τῷ ἀναπνεῖν. κωλύει γὰρ ἡ εἰσπνοὴ αὐτά τε τὰ σφαιρικὰ καὶ τἄλλα τὰ ἐνυπάρχοντα τοῖς ζώοις ἐκκρίνεσθαι, συνανείργοντα τῇ θερμότητι τὸ συνάγον ἔξωθεν καὶ πηγνύον. ἔνθεν καὶ ὅρος ζωῆς ἡ λῆξις τῆς ἀναπνοῆς· ζῶμεν γὰρ ἕως ἂν τοῦτο ποιεῖν δυνώμεθα. ῥυσμὸς δὲ καὶ τροπὴ καὶ διαθιγή, οἷς ἀλλήλων αἱ ἄτομοι διαφέρουσιν, τὸ μὲν σχῆμα, τὸ δὲ θέσις, τὸ δὲ τάξις τῷ Δημοκρίτῳ νενόηνται. τὰ αὐτὰ δὲ τούτοις καὶ τὰ παρὰ τῶν Πυθαγορείων λεγόμενα, καὶ πρὸς τὴν αὐτὴν τείνει διάνοιαν ὅσον κατὰ τὸ πρόχειρον, εἰ μή πού τι δηλοῦται συμβολικώτερον. ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα, ἕτεροι δὲ τούτων οὐ ταῦτα, ἀλλὰ τὸ ταῦτα κινοῦν· εἴη δ’ ἄν ἡ τοῦ παντὸς ψυχή. εἴρηται δὲ αὐτοῖς τοῦτο, ἐπεὶ συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία πολλή. ἐπὶ τὸ αὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν εἴτ’ οὖν αὐτοκίνητον. εἶεν δ’ ἄν οἱ περὶ Πλάτωνα καὶ Ξενοκράτην καὶ Ἀλκμαίωνα καὶ ἕτεροι τῶν ἐκ τοῦ Σωκρατικοῦ διδασκαλείου· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι οἰκειότατον εἶναι ψυχῇ τὴν κίνησιν καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν, αὐτὴν δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηδὲν ὁρᾶν κινοῦν ὃ μὴ καὶ αὐτὸ κινεῖται. ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς· οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. οὗτος γὰρ ταὐτὸν εἶναι ἄντικρυς λέγει ψυχὴν καὶ νοῦν, οὐ.δενὶ διαστέλλων· φάσκει γὰρ ταὐτὸ εἶναι τὸ ἀληθὲς φαινόμενον καὶ οὐ χρῆται τῷ νῷ ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν καὶ ἑτέρῳ αἰσθήσεως· εἰ γὰρ νοῦς μὲν περὶ τὸ ἀληθὲς καὶ τὸ νοούμενον, ψυχὴ δὲ περὶ τὸ αἰσθητὸν καὶ φαινόμενον, ἓν δὲ καὶ ἄμφω αἴσθησις καὶ ἀλήθεια, καὶ νοῦς καὶ ψυχὴ τὸ αὐτό. διὸ καὶ Ὅμηρον ἐπαινεῖ ποιήσαντα ὡς Ἕκτωρ κεῖτο δ’ ἀλλοφρονέων, ἀλλοφρονέοντα λέγων τὸν ὑπὸ τῆς πληγῆς 1 σπερμίαν C 2 καὶ κενὸν om. Β 4 τίθεται repetit Β 12 μὴ δήποτε A 13 ἡ εἰσπνοὴ om. Α 14 συνανείργουσα C 16 δυνάμεθα AC 17 θέσιν Α1 18 τάξιν A1 20 συμβουλικώτερον Α 22 ψυχὴ A 24 αὐτὸ κινοῦν libri 26 Σωκρατικοῦ] σωματικοῦ C διδασκαλίου C: διδασκάλου Β 29 λέγει om. C 34 ἑτέρῳ αἰσθήσεως scripsi: ἕτερον αἰσθήσεως Α: ἑτέρων αἴσθησιν Β: ἑτέρω αἰσθητηρίῳ C 35 ἓν] ἑνός Α 37 ὣς C σκοτωθέντα καὶ παραισθανόμενον Ἕκτορα. Ἀναξαγόρας δ’ ἧττον διασαφεῖ περὶ αὐτῶν· ποτὲ μὲν γὰρ δοκεῖ διακρίνειν, ποτὲ δὲ εἰς τὸ αὐτὸ ἄγειν. ὅταν μὲν νοῦν μόνον αἴτιον λέγῃ τῶν ὀρθῶς καὶ καλῶς ἐχόντων; θειότερόν τι καὶ ὑπὲρ τὴν ψυχὴν τίθεται· οἷς δὲ πάλιν αὐτὸν ἐν πᾶσιν εἶναι διισχυρίζεται καὶ μικροῖς καὶ μεγάλοις ζώοις καὶ τιμίοις καὶ ἀτίμοις, φύρει ταῦτα· ὁ γὰρ κατ’ ἐπιστήμην καὶ φρόνησιν νοῦς οὐ μόνον οὐκ ἐν πᾶσι τοῖς ζώοις, ἀλλ’ οὐδὲ ἐν ἀνθρώποις πᾶσιν. ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὴν ψυχὴν ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον αὐτὴν εἶναι ὑπέλαβον καὶ τοιαῦτα περὶ αὐτῆς ἀπεφήναντο. ὅσοι ὅ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι πάλιν λέγουσιν εἷναι τὴν ψυχὴν ἐκ τῶν τοῦ παντὸς ἀρχῶν καὶ στοιχείων· καὶ οἱ μὲν πλείονας ποιοῦντες τῶν ὄντων τὰς ἀρχὰς ἐκ τούτων, ὅσαι καὶ αἱ ἀρχαί, οἱ δὲ μίαν ἐκ ταύτης μόνης. ἐπεὶ γὰρ ἡ ψυχὴ τῶν ὄντων πάντων ἐστὶ γνωστική, γινώσκεται δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφαρμόσαι γὰρ δεῖ τὸ γινῶσκον τῷ γινωσκομένῳ, ἵν’ ἀποχρώντως κατάληψις γένηται, τοῦτο δὲ δεῖ τῆς πρὸς ἄλληλα κοινωνίας καὶ φυσικῆς οἰκειότητος), ἄπειρα δὲ καὶ τὰ κατὰ μέρος ὄντα, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν ὑπετίθεντο· γινώσκουσα γὰρ ἐκεῖνα διὰ τὸ συμφυὲς καὶ τὰ ἐξ ἐκείνων εἴσεται. ὅτι δὲ τὰ μὲν νοητὰ τῶν ἄντων τὰ δὲ αἰσθητά, καὶ ἐκ τῶν παρ’ ἀμφοτέροις στοιχείων συνεστάναι ταύτην ᾠήθησαν. Ἐμπεδοκλῆς μὲν οὖν τέσσαρας ἀρχὰς τῶν ὄντων τὰ τέσσαρα στοιχεῖα τιθέμενος ὑλικάς, δύο δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν ποιητικάς, ἐκ τόσου· τῶν καὶ τὴν ψυχὴν ἀπεφήνατο, οὕτω λέγων· γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον στοργῇ δὲ τε] στοργήν, νεῖκος δέ τε νείκει λυγρῷ·
Ὡς μὴ ἄλλως τὴν ψυχὴν τὰς ἀρχὰς νοῆσαι δύνασθαι, γῆν, ὕδωρ, ἀέρα καὶ τὰ λοιπά, εἰ μὴ γηίνη καὶ πυρίνη καὶ ἀερίνη αὐτὴ πρότερον εἴη. τὸν αὐτὸν τρόπον καὶ Πλατῶν τὴν ψυχὴν ἐκ τῶν στοιχείων ἐν τῷ Τιμαίῳ ποιεῖ· γινώσκεται γὰρ καὶ κατ’ αὐτὸν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι. πέντε δὲ αὐτῷ γένη τῶν ὄντων εἰσήγηνται οὐσία, ταυτότης, ἑτερότης, κίνησις καὶ στάσις, οὐσίαν λέγοντι τὴν ἀπλῶς ὕπαρξιν, ταὐτότητα τὴν κοινωνίαν, ἑτερότητα τὴν διαφοράν, κίνησιν τὴν ἐνέργειαν τὴν ὁποιανοῦν καὶ μεταβολήν, στάσιν τήν τε ἠρεμίαν καὶ τὴν ἐν τῷ κινεῖσθαι μονήν, καθ’ ἣν καὶ τοῖς κύκλῳ φερομένοις δίδωσι στάσιν. ταῦτα δὲ καὶ διὰ πάντων ἥκουσιν· ἐξ ὧν καὶ τὴν ψυχὴν συνεστάναι λέγει. ἐξ οὐσίας μὲν τῆς τε ἀμερίστου καὶ νοητῆς καὶ τῆς περὶ τὰ σώματα μεριστῆς· οὕτω γὰρ ἔδει τὴν ἀμφότερα γνωσομένην. ἐπεὶ δὲ ἡ γνῶσις ἢ ὁμοιότητί τινι καὶ ταὐτότητι ἢ ἀνομοιότητι καὶ ἑτερότητι γίνεται τό τε γὰρ λευκὸν τῇ τε τοῦ ὁμοίου λευκοῦ παραθέσει γνωρίζομεν, πρὸς δὲ καὶ τῇ τοῦ μέλανος· τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν), διὰ τοῦτο καὶ ἐκ τῆς τοῦ ταὐτοῦ καὶ ἑτέρου τὴν ψυχὴν μεμῖχθαι λέγει φύσεως. ὅτι δὲ αὐτοκίνητος καὶ ἀεικίνητος, πρόδηλον ὅτι 3 νοῦν] οὖν C λέγει Α1 11 τὰς om. A τοσούτων Α 14 τούτῳ Α 22 γαίῃ ρὲν κτλ.] Empedocl. v. 333 sqq. Stein 24 δέ τε sic libri 24 νεῖκος δέ τι C 27 ἐν τῷ Τιμαίῳ] c.…
…
The complete text is available when the reading interface loads.