In Aristotelis analyticorum posteriorum librum secundum commentarium
- Authority group
- Eustratius (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Aristotelis analyticorum posteriorum librum secundum commentarium, ed. M. Hayduck, Eustratii in analyticorum posteriorum librum secundum commentarium [Commentaria in Aristotelem Graeca 21.1. Berlin: Reimer, 1907]: 1–270.
- CTS identifier
urn:cts:greekLit:tlg4031.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΕΥΣΤΡΑΤΙΟΥ ΥΠΟΜΝΗΜΑ
ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΔΕΥΤΕΡΩΝ ΑΝΑΛΥΤΙΚΩΝ
ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ}
Τὸν σκοπὸν τοῦ δευτέρου βιβλίου τῶν Ὑστέρων Ἀναλυτικῶν τοῦ
Ἀριστοτέλους περὶ τοῦ ὁρισμοῦ εἶναι ὁ Ἀλέξανδρος εἴρηκεν. ἐπεὶ γάρ,
φησί, δύο λόγοι τῆς μετὰ λόγου καὶ διανοίας θεωρίας, ὁ μὲν δι' ὁρισμοῦ,
ὁ δὲ δι' ἀποδείξεως, περὶ ἐπιστήμης εἰπεῖν ἐξ ἀρχῆς προθέμενος καὶ τὴν
ἀπόδειξιν παραδοὺς πρότερον τί τέ ἐστι καὶ πῶς γίνεται, νῦν διδάσκει καὶ
περὶ ὁρισμῶν. καὶ ἕτεροι δέ τινες τῶν μεταγενεστέρων ἐξηγητῶν περὶ
τῆς τοῦ ὅρου κατασκευῆς ἔφασαν ἐνταῦθα τῷ Ἀριστοτέλει προκεῖσθαι· δοκεῖ
δὲ ταῦτα πρὸς τὴν ἐπιγραφὴν ἀκατάλληλα. εἰ γὰρ οὗτος αὐτῷ ὁ σκοπός,
ἔδει μὴ Ἀναλυτικὰ τὴν πραγματείαν ἀλλ' Ὁριστικὰ ἐπιγράφεσθαι ἢ Περὶ
ὅρου ἢ ἄλλως πως, ὡς ἂν ᾖ τῷ σκοπῷ καὶ ἡ ἐπιγραφὴ συνῳδός. νῦν δὲ
αἱ μὲν ἐπιστῆμαι αὗται πρὸς ἀλλήλας ἀντιδιῄρηνται, λέγω δὴ ἀναλυτικήν
τε καὶ ὁριστικήν, καὶ ἕτεραι ἀλλήλων τῷ εἴδει εἰσίν· ἐν δὲ τῇ τῆς ἑτέρας
παραδόσει τὴν ἑτέραν ἐπιγράφειν δόξειεν ἂν ἴσως ἄλογον. οὐδὲ τοῦτο
δὲ εὔλογον ὅτι ἐπειδὴ μὴ ἁπλῶς περὶ ὅρου παραδίδωσιν ἀλλ' ὅσον ἀνήκει
τῇ ἀποδείξει, τούτου ἕνεκεν Ἀναλυτικὰ καὶ τοῦτο τὸ βιβλίον ἐπέγραψε.
πρῶτον μὲν γὰρ ὁ ταῦτα λέγων οὐ παρίστησιν αὐτόθεν τῷ λόγῳ, πῶς τοσοῦ-
τον ἐνταυθοῖ περὶ ὅρου παραδίδοται, ὅσον ἀνήκει τῇ ἀποδείξει· οὔτε γὰρ τοῦτο
ἐκ τούτου παρίσταται οὔτε μὴν ὅτι τοσοῦτον ἐνταυθοῖ παραδίδοται. ἔπειτα
οὐδ' οὕτως ἔδει Ἀναλυτικὰ τὴν περὶ ὅρου ἐπιγράφειν παράδοσιν, ὅτι κατὰ
τὴν χρείαν τῆς Ἀναλυτικῆς γίνεται, ἀλλ' ἐξ αὐτοῦ μᾶλλον τοῦ προκειμένου
ἐχρῆν ὀνομασθῆναι τὸ βιβλίον, ἐπεὶ καὶ πολλὰς πραγματείας εὑρήσομεν
εἰς ἑτέρας ἀναφερομένας ὡς εἰς ἐκείνας συμβαλλομένας, ἀλλ' οὐκ ἐξ ἐκείνων
ὀνομαζομένας εἰς ἃς συμβάλλονται, ἀλλ' ἐκ τῶν καθ' ἑαυτὰς προκειμένων
αὐταῖς. ὡς ἐπὶ πᾶν γὰρ αἱ ἐπιγραφαὶ τῶν πραγματειῶν τὸν προκείμενον
2
σκοπὸν περιέχειν ἐν βραχεῖ ἐπαγγέλλονται. τί οὖν ἐροῦμεν; ἢ ὅτι ἐπειδὴ
περὶ ἀποδείξεως καὶ ἐπιστήμης ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς
ἡ πρόθεσις ἦν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ τό τε εἶναι ἀπόδειξιν καὶ
τί εἶναι ἀπόδειξιν παραδέδωκεν, ἔτι τε διὰ τίνων γίνεται καὶ τί τῶν ἄλλων
διαφέρει συλλογισμῶν, καὶ ὅτι ἐν μὲν τοῖς ἄλλοις συλλογισμοῖς ὁ μέσος
τοῦ συμπεράσματος αἴτιος, οὐχὶ καὶ τοῦ πράγματος, ἐν δὲ τῷ ἀποδεικτικῷ
συλλογισμῷ δεῖ τὸν μέσον καὶ τοῦ πράγματος εἶναι αἴτιον καὶ μὴ μόνον
τοῦ συμπεράσματος, ἔδει δὲ ἐξ ἀνάγκης καὶ περὶ τοῦ μέσου διδάξαι καὶ
γνωρίσαι ὁποῖος οὗτος εἶναι ὀφείλει καὶ πῶς καὶ τοῦ πράγματος αἴτιός ἐστι,
διὰ τοῦτο ἐν τῷ παρόντι βιβλίῳ ἰδίαν διδασκαλίαν περὶ τοῦ μέσου ποιεῖται,
δεικνὺς εὐθὺς ἐξ ἀρχῆς τοῦ βιβλίου ὅτι ἀναγκαῖον περὶ τοῦ κατὰ τὴν ἀπό-
δειξιν μέσου εἰπεῖν. ὁ γὰρ περὶ τῶν τεσσάρων ζητημάτων λόγος ὃν τοῦ
βιβλίου ἀρχόμενος εὐθὺς ποιεῖται, οὐδὲν ἄλλο ἐστὶν ἢ κατασκευὴ τοῦ δεῖν
περὶ τοῦ μέσου ζητῆσαι καὶ ἐξετάσαι ὡς ἂν μετ' ἐπιστήμης καὶ οὗτος ἐν
τῇ ἀποδείξει παραλαμβάνηται. τεσσάρων γὰρ ὄντων καθόλου τῶν ζητου-
μένων ἐν ἑκάστῳ τούτων, ὡς αὐτὸς παραδίδωσι, περὶ τοῦ μέσου ἐστὶν ἡ
ζήτησις. καὶ ἐπεὶ οὕτως ἀναγκαῖός ἐστιν ὁ μέσος, ὡς ἐν παντὶ ζητήματι
τούτου εἶναι τὴν ζήτησιν, ἔδει περὶ αὐτοῦ οὐ κατὰ πάρεργον εἰπεῖν, ἀλλ'
ἰδίαν πραγματείαν συστήσασθαι. παραδίδωσι μὲν οὖν περὶ ὅρου, ἀλλὰ
κατὰ συμβεβηκός· οὐ γὰρ ᾗ ὅρος, ἀλλ' ᾗ μέσος τῆς ἀποδείξεως. περὶ μὲν
γὰρ ὅρου ᾗ ὅρος ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας διδάσκει, ἐν-
ταῦθα δὲ οὐχ ᾗ ὅρος, ἀλλ' ᾗ αἴτιος καὶ μέσος ἐν τῇ ἀποδείξει ἐστίν, ὡς
δὴ καὶ περὶ τῶν λοιπῶν αἰτίων, τοῦ ποιητικοῦ λέγω, τοῦ ὑλικοῦ καὶ τοῦ
τελικοῦ· περὶ τούτων γὰρ οὐχ ἁπλῶς, ἀλλ' ᾗ μέσοι ἐν ἀποδείξει παρα-
λαμβάνονται, διδάσκει ἐνταυθοῖ. ἐπεὶ οὖν περὶ τοῦ ἐν τῷ ἀναλυτικῷ
συλλογισμῷ μέσου ἐνταῦθα παραδίδοται, μέρος δὲ καὶ αὕτη ἡ διδασκαλία
τῆς ἀναλυτικῆς, διὰ τοῦτο καὶ προσφυῶς Ἀναλυτικὰ ἐπιγέγραπται. ἐν-
τεῦθεν δὲ δῆλον καὶ τὸ παρὰ Ἀλεξάνδρου λεγόμενον τὸ τοσοῦτον διδάσκειν
περὶ τοῦ ὅρου ὅσον ἀνήκει τῇ ἀποδεικτικῇ. ἐπεὶ γὰρ ὡς περὶ μέσου ἐν
τῇ ἀποδείξει λαμβανομένου καθ' αὑτὸ ἐνταῦθα παραδίδοται, οἰκείως αὐτῇ
παραδίδοται καὶ ἐφ' ὅσον ταύτῃ δεῖ, κἂν τρόπον ἢ καὶ τρόπους τῆς αὐτοῦ
τούτου κατασκευῆς παραδίδωσι, τούτου ἕνεκα τοῦτο ποιεῖ, ἵνα ἔχωμεν τὸ
ἀποδεικτικὸν μέσον ἐπιστημονικῶς εὑρημένον καὶ ἀναμφίβολον.
Ἐπεὶ δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἐξηγηταῖς παραλέλειπται, τίνος ἕνεκεν
Ἀναλυτικὰ ἡ Ἀποδεικτικὴ ὀνομάζεται, χρὴ καὶ περὶ τούτου προσθεῖναι·
ἡ γὰρ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς παρὰ τοῖς ἐξηγηταῖς κειμένη ἀπόδοσις
ἐκείνοις μὲν ἴσως ἁρμόσει, τῇ δέ γε Ἀποδεικτικῇ οὐδαμῶς. οὐ γὰρ ἡ
ἀποδεικτικὴ ἐπιστήμη ἀτελεστέρα τῆς εἰς τὰ σχήματα ἀναγούσης τῶν
συλλογισμῶν ἕκαστον, ἵν' ἐξ ἐκείνης καὶ αὐτὴ ὀνομάζηται, εἴ γε καὶ τέλος
3
ἡ ἀπόδειξις τῶν πρὸ αὐτῆς ἐστι πασῶν περὶ τῶν συλλογισμῶν παρα-
δόσεων· καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀριστοτέλης μαρτυρεῖ ἐκ πρώτης αὐτῆς
ἀρχῆς κοινῶς τὴν σκέψιν εἰπὼν περί τε ἀποδείξεως καταγίνεσθαι, καὶ
ἐπιστήμης εἶναι σκέψιν ἀποδεικτικῆς. τί οὖν φαμεν; τὸ τῆς ἀναλύσεως
ὄνομα ἐπὶ τῶν ἀνιόντων ἔοικε τεθεῖσθαι ἀπὸ τῶν ἐκ τῶν ἀρχῶν ἐπὶ τὰς
ἀρχάς, ὡς καὶ αὐτὸ τοὔνομα δηλοῖ· ἀνάλυσις γάρ ἐστιν ἡ εἰς τὰ ἄνω καὶ
εἰς τὰ πρότερα λύσις τῶν δευτέρων καὶ ἐξ αὐτῶν ἀποτελουμένων. καὶ τάχα
μεταφορικῶς εἴληπται ἀπὸ τῶν ἀποδημούντων καὶ ἀναστρεφόντων εἰς τὰ
οἰκεῖα· ὁ γὰρ ἐκ τῆς πατρίδος ἀποδημήσας, εἶτα ὑποστρέφων ὅθεν ἐξελήλυθεν
ἀναλύειν λέγεται. ὥσπερ δὲ ὅ τε ὁρισμὸς ἥ τε ἀπόδειξις ἥ τε διαίρεσις
πολλαχῶς λέγεται, οὕτω δὴ καὶ ἡ ἀνάλυσις. ἔστι μὲν γὰρ ἀνάλυσις ἡ ἀπὸ
τῶν συνθέτων ὁδὸς εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συνετέθησαν ὡς ἐκ συντε-
ταγμένων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν στοιχείων. ἔστι δὲ τῶν συλλογισμῶν
ἀνάλυσις εἰς τὰ σχήματα ὡς εἰς ἀρχάς τινας ἤτοι κανόνας τεχνικοὺς καὶ
ἐπιστημονικούς· καὶ ἑτέρα αὖθις ὡς εἰς στοιχεῖα τὰς προτάσεις ἢ τοὺς
ὅρους, ἐξ ὧν πρώτων συντέθεινται. ἔστιν ἀνάλυσις καὶ ἡ ἀπὸ τῶν μερικω-
τέρων ἄνοδος ἐπὶ τὰ καθολικώτερα, οἷον ἀπὸ τῶν καθ' ἕκαστα ἐπὶ τὰ
εἰδικώτατα καὶ ἀπὸ τούτων ἐπὶ τὰ ὑπὲρ αὐτὰ γένη, ᾗ καὶ χρῆται ὁ
Ἀριστοτέλης ἐν τῷ προκειμένῳ βιβλίῳ, δι' αὐτῆς εὑρίσκειν τοὺς ὁρισμοὺς
προτρεπόμενος, ὡς τὸν κοινῶς εὑρισκόμενον λόγον τοῖς ὁμοειδέσι τοῖς καθ'
ἕκαστα ὁρισμὸν εἶναι τοῦ εἴδους, καὶ τὸν κοινῶς εὑρισκόμενον λόγον τοῖς
ὁμογενέσιν εἴδεσιν ὁρισμὸν ὑπάρχειν τοῦ γένους· ἣν καὶ τῆς διαιρετικῆς
ὑπερτίθησιν ὡς ῥᾷον ἢ ἐκείνη καὶ ἀσφαλέστερον τοὺς ὁρισμοὺς θηρᾶν
δυναμένην. ἔστι καὶ γνωστοῦ τινος ἀνάλυσις εἰς τὰς ἀρχὰς καὶ τὰ
αἴτια, ὅθεν τὸ εἶναι ἔχει καὶ τὸ γινώσκεσθαι, καθ' ὃν δὴ τρόπον καὶ ἡ
ἀποδεικτικὴ ἀναλυτικὴ ὀνομάζεται. ἐπεὶ γὰρ ὡς ἐπὶ πᾶν ἐξ ἀναλύσεως
ἡμῖν αἱ ἀρχαὶ ταύτης εὑρίσκονται ἀπὸ τῶν ἡμῖν προτέρων ἀνιοῦσιν ἐπὶ τὰ
τῇ φύσει πρότερα, τουτέστι τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια, διὰ τοῦτο αὐτή
τε ἀναλυτικὴ ὀνομάζεται καὶ ὁ κατ' αὐτὴν συλλογισμὸς ἀναλυτικός. ὅτι
γὰρ ἡ σελήνη ἐξ ἀντιφράξεως τῆς γῆς ἐκλείπει, ἐκ τῶν ὑστέρων ἐπὶ τὰ
πρότερα ἀνιόντες γνωρίζομεν, καὶ τότε τὴν ἀπόδειξιν συντίθεμεν. ὅτι μὲν
γὰρ ἐκλείπει αἰσθήσει γινώσκεται, τὸ δὲ τούτου αἴτιον ὕστερον εὑρίσκουσα
ἡ διάνοια τὴν περὶ τούτου ἐπιστήμην συνίστησιν· ἡ σελήνη ἐκλείπει,
τὸ ἐκλεῖπον ἀντιφράττεται, ἡ σελήνη ἄρα ἀντιφράττεται. τοῦτο ἀνάλυσις ἐκ
τῶν αἰτιατῶν ἰοῦσα ἐπὶ τὰ αἴτια. εἶτα ἀπόδειξις ἐκ τῶν αἰτίων ἐπὶ τὰ
αἰτιατὰ κατιοῦσα· ἡ σελήνη ἀντιφράττεται, τὸ ἀντιφραττόμενον ἐκλείπει, ἡ
σελήνη ἄρα ἐκλείπει. πάλιν ἡ γῆ σείεται, σειομένης αὐτῆς πνεῦμα ἐν τοῖς
4
κοιλώμασιν αὐτῆς καὶ σήραγξιν ἀποκλείεται, ἐν τῇ γῇ ἄρα πνεῦμα ἀπο-
κλείεται· τοῦτο ἀνάλυσις. εἶτα ἀπόδειξις· ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται,
πνεύματος ἀποκλειομένου σεισμὸς γίνεται· ἐν γῇ ἄρα σεισμὸς γίνεται. ἢ
οὖν διὰ ταύτην τὴν αἰτίαν ἀναλυτικὴ ἡ ἀποδεικτικὴ ὀνομάζεται, ἢ ἐπειδὴ
τὸ κῦρος ἅπαν ἐν τῇ ἀποδείξει ὁ μέσος ἔχει, οὗτος δέ ἐστιν ὁ λόγος καὶ
τὸ τί ἦν εἶναι τοῦ πράγματος, τοῦτο δ' ἐξ ἀναλύσεως εὑρίσκεται, ὡς αὐτὸς
παραδίδωσι, διὰ τοῦτο ἀναλυτικὴ ἡ ἀποδεικτικὴ ἐπωνόμασται, διὰ τὸ ἐξ
ἀναλύσεως πρώτης προβαίνειν τε καὶ συνίστασθαι. οὐ γὰρ ἂν εἴη ἀπόδειξις,
εἰ μὴ ὅρος, οὐκ ἂν δὲ ὅρος, εἰ μὴ ἀνάλυσις, καθὼς ὁ Ἀριστοτέλης φησίν·
οὐκ ἂν ἄρα ἀπόδειξις, εἰ μὴ ἀνάλυσις.
Εἴποι δ' ἄν τις καὶ οὕτως ὡς τὰ μὲν Πρότερα Ἀναλυτικὰ διὰ τὴν
προτέραν αἰτίαν οὕτως ὠνόμασται, ὡς τελεωτέρας οὔσης παρ' αὐτῆς θεωρίας
τῆς εἰς τὰ σχήματα τῶν συλλογισμῶν ἀναλύσεως, τὸ δὲ πρὸ τούτου βιβλίον
διὰ τὴν δευτέραν, ὡς ἐξ ἀναλύσεως τῶν ἀρχῶν εὑρισκομένων τῆς ἀπο-
δείξεως, καθὼς εἴρηται. τὸ προκείμενον δὲ βιβλίον οὑτωσὶ ἐπιγέγραπται,
ἐπειδὴ περὶ τοῦ μέσου μὲν διδάσκει ἀποδείξεως, ὅστις ὁ τοῦ τί ἦν εἶναι
λόγος ἐστίν, οὗτος δὲ διὰ τῆς ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα
ἀνόδου εὑρίσκεται, ὡς δὴ προϊὼν Ἀριστοτέλης ἐρεῖ, τοῦτο δέ ἐστι τρόπος
ἀναλύσεως. καὶ οὕτως ἑκάστῳ τῶν βιβλίων τουτωνὶ οἰκεία αἰτία τῆς ἐπι-
γραφῆς ἀποδίδοται. ἴσως δὲ καὶ ἐξ αὐτῆς τῆς ἐπιγραφῆς ἐνδείκνυται τὸ
μὴ συναρέσκεσθαι τοῖς ἐπιχειροῦσιν ἀπογεννᾶν τοὺς ὁρισμοὺς ἐκ τῶν
διαιρέσεων, καθὼς ἐποίουν οἱ περὶ Πλάτωνα, ὡς ἀκριβεστέρας οὔσης καὶ
ἀπταιστοτέρας τῆς ἀναλύσεως εἰς τὸ ἀπογεννᾶν τοὺς μέσους τῶν ἀποδείξεων.
Τεσσάρων δὲ ὄντων αἰτίων κατὰ Ἀριστοτέλην περὶ τοῦ εἰδικοῦ ὁ
πλεῖστος λόγος αὐτῷ ἐνταυθοῖ, διότι καὶ τοῦτο ἐν ταῖς ἀποδείξεσι μέσον ὡς
ἐπὶ τὸ πλεῖστον παραλαμβάνεται. τὸ μὲν γὰρ ὑλικὸν χεῖρον τῶν αἰτίων,
καὶ ἡ ἐκ τούτου γνῶσις ἀμαυροτέρα, συμπαρομαρτοῦν ἔχουσα τὸ τῆς
τοιαύτης αἰτίας ἀχλυῶδές τε καὶ ἀβέβαιον. τὸ δέ γε ποιητικὸν καὶ τὸ
τελικὸν ἢ ἄμφω ἐξῄρηται τοῦ οὗ ἐστιν αἴτια, ἢ εἴ ποτε τούτων θάτερον
ἔχεται, ταὐτὸν τῷ εἴδει ἔστι· τοῦτο δέ ἐστι τὸ τέλος. μόνον δὲ τὸ εἶδος
ἀεί τε οἰκεῖον καὶ τελειωτικὸν τῆς οὐσίας τοῦ πράγματος καὶ τὴν γνῶσιν
αὐτοῦ καθαρὰν παρεχόμενον· διὰ τοῦτο καὶ αἱ πλείους τῶν ἀποδείξεων
τοῦτο μέσον παραλαμβάνουσι.
Τεσσάρων δὲ καὶ τῶν μεθόδων οὐσῶν κατὰ γένος, δι' ὧν πᾶσα διδα-
σκαλία καὶ μάθησις ἐπιστημονικὴ περιγίνεται, ὁριστικῆς τε καὶ ἀποδεικτικῆς
διαιρετικῆς τε καὶ ἀναλυτικῆς, οὐκ ἂν δικαίως περιττὸν δόξαι, ἐν τῷ περὶ
5
ἀποδείξεως λόγῳ καὶ ὁρισμοῦ εἰπεῖν ἁπλῶς περὶ τῶν τεσσάρων τί τέ εἰσι
καὶ διὰ τί, τί τε τὸ ἔργον ἑκάστῳ καὶ πῶς πρὸς ἀλλήλας ἔχουσιν. ἀτάρ τοι
μέθοδοι μέν εἰσιν ἐννοηματικαί, δι' ὧν ὁ ἀνθρώπινος νοῦς τὰ οἰκεῖα κατα-
λαμβάνει ζητήματα· εὕρηνται δέ, ἵν' ὦσιν ὁδοὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ πρὸς
τὴν τῶν ἀφανῶν εὕρεσιν. ἔργον δέ ἐστι τῆς μὲν ὁριστικῆς τὸ τὴν ἰδίαν
οὐσίαν τοῦ προκειμένου δηλοῦν, τῆς δὲ ἀποδεικτικῆς τὸ δεικνύειν τὰ καθ'
αὑτὸ συμβεβηκότα διὰ μέσων τῶν αἰτίων τοῖς οἰκείοις ὑποκειμένοις ὑπάρ-
χοντα, τῆς δέ γε διαιρετικῆς τὸ τὰ γένη τῶν εἰδῶν εἴτε τῶν ὑπαλλήλων
εἴτε τῶν εἰδικωτάτων λαμβάνειν καὶ διαιρεῖν αὐτὰ ταῖς εἰδοποιοῖς διαφοραῖς,
μηδὲν ὑπερβαίνουσαν μεταξύ· τῆς δὲ ἀναλυτικῆς τὸ ἐκ τῶν ἀτόμων τε
καὶ καθ' ἕκαστον ἀνιέναι ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τῶν εἰδικωτάτων
ἐπὶ τὰ ὑπάλληλα, καὶ ἁπλῶς ἀπὸ τῶν ὑστέρων τε καὶ ὑποκειμένων ἐπὶ
τὰ πρότερα καὶ κατηγορούμενα. πολλῶν γὰρ ὄντων σημαινομένων διαιρέσεώς
τε καὶ ἀναλύσεως, αὗται μόναι κυρίως εἰσὶν αἱ εἰρημέναι ὡς καὶ εἰς τοὺς
ὁρισμοὺς συντελοῦσαι καὶ εἰς τὰς ἀποδείξεις· ἃς καὶ Ἀριστοτέλης ἐν τῷ
προκειμένῳ παραλαμβάνει βιβλίῳ εἰς τὴν τῶν ὁρισμῶν εὕρεσιν, ἀμφοτέρας
μὲν λέγων συντελεῖν εἰς αὐτήν, τὴν δέ γε ἀνάλυσιν τῆς διαιρέσεως προ-
τιθέμενος.
Τὰ μὲν δὴ τῶν τεσσάρων ἑκάστης ἔργα ταδί, λοιπὸν δ' ἂν εἴη καὶ
πῶς πρὸς ἀλλήλας ἔχουσιν εἰπεῖν. ἔχει γὰρ ἀμφισβήτησιν, πότερον
ἀρχηγικαί εἰσι καὶ αἴτιαι τῆς ὁριστικῆς καὶ τῆς ἀποδεικτικῆς αἱ λοιπαί,
ἐπεὶ δι' αὐτῶν ὁρῶμεν εὑρισκομένους τοὺς ὁρισμούς, ἢ τοῦτο μὲν οὐχί,
ὡς ὑπηρέτιδες δὲ αὗται ἐκείναις ὑπόκεινται, ὡσπερεὶ διακονοῦσαι αὐταῖς
καὶ τῷ ἐπιστήμονι λόγῳ τὴν ἐξ ἐκείνων προσγινομένην τοῖς πράγμασι
προετοιμάζουσαι εἰδοποίησιν. εἰ μὲν γὰρ ὡς αἴτιαι προκατῆρχον ἐκείνων
αὗται, αὐτοτελεῖς ἂν ἦσαν καθ' ἑαυτὰς καὶ οὐ πρὸς ἐκείνας ἀναφερόμεναι·
νῦν δὲ πρὸς ἐκείνας αὐτὰς ἔστιν ἀφορώσας ἰδεῖν, ὥσπερ ἂν εἴποι τις τὴν
πριστικὴν καὶ τὴν μεταλλικὴν πρὸς τὴν χρυσοχοϊκὴν καὶ τεκτονικήν,
εὐεργοὺς αὐταῖς τὰς ὕλας ἀποτελούσας. τὰ γὰρ γένη ὗλαι τῶν ὁρισμῶν,
ἅπερ δὴ ἀδιάρθρωτα ὄντα παραλαβοῦσα ἡ διαίρεσις διαρθροῖ ταῖς δια-
φοραῖς καὶ ἐπιτήδεια πρὸς τὴν τῶν ὁρισμῶν σχημάτισιν ἀπεργάζεται, εἶτα
τοιαῦτα γενόμενα ἡ ὁριστικὴ δεξαμένη καὶ τὴν προσήκουσαν αὐτοῖς τάξιν
προσθεῖσα καὶ σύνθεσιν τοὺς ὁρισμοὺς ἀπεργάζεται. ὡσαύτως ἡ ἀναλυτικὴ
ἄνεισι μὲν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τούτων ἐπὶ τὰ
ὑπὲρ αὐτὰ γένη, καὶ ἀνευρίσκει ἀεὶ τὰ τοῖς ὑποκειμένοις κοινά, καὶ ταῦτα
προτίθησι τῇ ὁριστικῇ· ἡ δὲ λαβοῦσα καὶ συνθεῖσα προσηκόντως τὰ μὲν
6
τοῖς καθ' ἕκαστα κοινὰ ὁρισμοὺς τῶν εἰδῶν ἀπεργάζεται, τῶν γενῶν δὲ
αὖθις τὰ κοινὰ τοῖς εἴδεσιν· ὡς εἰ ἀφέλοι τις ἀπὸ τῆς διαιρετικῆς καὶ
τῆς ἀναλυτικῆς τὸ πρὸς τοὺς ὁρισμοὺς ἀποβλέπειν καὶ πρὸς τούτους λυσι-
τελεῖν, ἀτελεῖς τε ἔσονται, καὶ ἢ οὐδ' ὅλως ἢ ἐπὶ βραχὺ χρησιμεύουσαι.
αὗται μὲν οὖν οὕτως· ἡ δέ γε ὁριστικὴ καθ' ἑαυτήν τε αὐτοτελής ἐστι
τὰς οὐσίας τῶν πραγμάτων παραδιδοῦσα, συνίστησι δὲ καὶ τὴν ἀποδεικτικὴν
τὸ μέσον καὶ αἴτιον αὐτῇ παρέχουσα, οὗ χωρὶς ἀπόδειξιν γενέσθαι ἀδύνατον.
τὸ κῦρος οὖν ἅπαν τῇ ὁριστικῇ ὁ λόγος ἀποδίδωσι, μετὰ δ' αὐτὴν τὴν
ἀποδεικτικὴν τίθεται ὡς ἐξ αὐτῶν ἀποβαίνουσαν, τὰς δὲ λοιπὰς ὑπουργοὺς
τούτων κρίνει καὶ ὑπηρέτιδας, τῆς μὲν ὁριστικῆς προηγουμένως, διὰ μέσης
δ' αὐτῆς καὶ τῆς ἀποδεικτικῆς. ἡ δὲ ὁριστικὴ τῆς ἀποδεικτικῆς προηγεῖται,
εἴ γε ἡ μὲν τὰς οὐσίας τῶν πραγμάτων, ἡ δὲ τὰ ἑπόμενα αὐταῖς ἀπο-
δίδωσιν· ὡς οὖν ἡ οὐσία πρὸς τὰ ἑπόμενα, οὕτως ἡ ὁριστικὴ πρὸς τὴν
ἀποδεικτικήν.
Οὐ περιττὸν δ' οἶμαι καὶ περὶ τοῦ ποσοῦ τούτων εὑρεῖν, διὰ τί τέσσαρες
ἀλλ' οὐ πλείους ἢ καὶ ἐλάττους αἱ κοιναὶ τῆς διδασκαλίας καὶ τῆς μαθήσεως
μέθοδοι. ἢ γὰρ τὰς οὐσίας ἐπιστημονικῶς μαθεῖν ἐξετάζομεν ἢ τὰ ταύταις
ἑπόμενα. πρὸς μὲν οὖν τὰς οὐσίας τῇ ὁριστικῇ χρώμεθα, ἐκ δὲ τῶν
δηλωτικῶν τοῦ τί ἦν εἶναι λόγων εἰς ἔννοιαν τῶν ἑπομένων ἐρχόμενοι
τὴν ἀποδεικτικὴν εἰς τὴν τῶν τοιούτων κατασκευὴν παραλαμβάνομεν. ἐπεὶ
δὲ ὕλης δεῖ τῇ ὁριστικῇ πρὸς τὴν τῶν ὁρισμῶν ἀποτέλεσιν, ἐπιχορηγοῦσι
ταύτην ἥ τε διαίρεσις καὶ ἡ ἀνάλυσις. ἐπεὶ γὰρ οἱ ὁρισμοὶ ἢ τῶν εἰδικω-
τάτων ἢ τῶν ὑπαλλήλων εἰσίν, ἢ ἄνωθεν ἢ κάτωθεν τούτους θηρεύομεν,
ἤγουν ἢ ἀπὸ τῶν πρότερον ἢ ἀπὸ τῶν ὕστερον. ἀπὸ μὲν οὖν τῶν προ-
τέρων τὴν θήραν μετιόντες τῶν ὁρισμῶν διαιρέσει χρώμεθα, ἀπὸ δὲ τῶν
ὑστέρων ἀναλύσει· ὡς εἶναι προηγουμένας μὲν ἐπιστήμας ὁριστικήν τε
καὶ ἀποδεικτικήν, διὰ δὲ ταύτας διαιρετικήν τε καὶ ἀναλυτικήν.
Καὶ ὅπου δὲ τὸ βιβλίον χρήσιμον, οὐδὲ τοῦτ' ἄδηλον τοῖς τοῦ πρὸ αὐτοῦ
ἐγνωκόσι τὸ χρήσιμον. εἰ γὰρ ἡ ἐπιστήμη ψυχῆς λογικῆς τελειωτική, προ-
άγουσα ταύτην εἰς τὴν οἰκείαν αὐτῆς ἐνέργειαν, ἐπιστήμη δὲ συλλογισμὸς ὁ
διὰ μέσου αἰτίου τοῦ πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, ὁ δὲ μέσος
οὐ πρόχειρος, ἐξ ἀνάγκης ἔδει μεθόδου πρὸς τὴν τοῦ μέσου εὕρεσιν. ταύτην
δὴ παραδιδοὺς ἐνταυθοῖ τέλειον πάντῃ καὶ ἀνενδεᾶ τὸν περὶ ἀποδείξεως
καὶ ἐπιστήμης λόγον ἀποκαθίστησι. τοῦ καιριωτάτου δ' ἂν οὗτος ἐλείπετο,
εἰ μὴ τὰ ἐνταῦθα παραδεδομένα ἐκτίθοιτο. τὸ γνήσιον δὲ καὶ ὅσα ἄλλα
τῶν εἰωθότων ζητεῖσθαι παραλείπεται, περιττόν ἐστιν ἐξετάζειν.
7
{<Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.>}
Τὴν αἰτίαν τῆς τῶν ζητουμένων ἐνταυθοῖ παραλήψεως καὶ διδασκαλίας
ἤδη μὲν προλαβόντες ἀποδεδώκαμεν, ὡς ἡμῖν ἔδοξεν, οἰκείαν ὅτι μάλιστα
καὶ τοῖς προκειμένοις ἁρμόδιον. τῷ γὰρ βουλομένῳ μετὰ τὴν ἀκριβῆ τῆς
ἀποδεικτικῆς ἐπιστήμης παράδοσιν διδάξαι περὶ τοῦ μέσου, ἔδει ἀναγκαίαν
παραστῆσαι τῇ ἐπιστημονικῇ θεωρίᾳ τὴν περὶ τούτου ἐξέτασιν. τοῦτο δὲ
δείκνυται μάλιστα, εἰ ἐν παντὶ φανείη ζητήματι τοῦ μέσου εἶναι τὴν ζήτησιν·
οὕτω δὲ ἀναγκαία ἐστὶν ἡ καθόλου περὶ τῶν ζητουμένων παράδοσις. ἐπεὶ
δὲ καὶ ἄλλη τις τοῖς παλαιοτέροις ἐξηγηταῖς παραδέδοται, δεῖ μηδ' ἐκείνην
παραλιπεῖν· ὅσῳ γὰρ πλείω τὰ αἴτια ἀποδίδοται, τοσούτῳ καὶ ὁ περὶ τῶν
ζητουμένων λόγος ἀναγκαιότερος ἀναφαίνεται, μάλιστα δὲ καὶ ἐντρεχεστέρας
τῆς διανοίας καθισταμένης, ὅταν ἡ τῶν αἰτίων ἀπόδοσις γίνηται. ἐφ' ὅσον
οὖν ἡ τῶν αἰτίων ἀπόδοσις πληθύνεται, ἐπὶ τοσοῦτον καὶ ταῖς ψυχαῖς τὸ
περὶ ἐπιστήμην ἐντρεχὲς ἐπιδίδοται.
{<Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπι-
στάμεθα.>}
Περὶ ὁρισμοῦ προθέμενος εἰπεῖν ἐφ' ὁπόσον (οὐ γὰρ προηγουμένως
περὶ αὐτοῦ ἀλλὰ διὰ τὴν ἀπόδειξιν, ὡς εἴρηται πρότερον) ἐπεὶ ὁ ὁρισμὸς
ἐν τῷ τί ἐστι, τὸ δὲ τί ἐστι ζητούμενον, καθόλου ἐξετάζει πόσα ἐστὶ
τὰ ζητούμενα καὶ τίς ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, ἵν' ἐκ ταύτης ἡμῖν
καὶ ἡ τῶν ζητουμένων ποσότης δήλη γένηται. καὶ τοῦτο μὲν ἀκολούθως
τοῖς πρὸ ἡμῶν, οὐδὲν δὲ ἧττον καὶ διὰ τὴν ἀπόδειξιν ὁ περὶ τῶν ζητουμένων
λόγος ἀναγκαῖός ἐστιν, εἴπερ ἓν ἐξ αὐτῶν καὶ τὸ διὰ τί ἐστιν, ὅπερ τοῖς
ἀποδεικνύουσι ζητεῖται καὶ ἀποδίδοται. μήποτε δὲ τὸ χρήσιμον τῆς ἀπο-
δεικτικῆς ἐξαίρων μεθόδου τὸν περὶ τῶν ζητουμένων λόγον κεκίνηκε· δείξει
γὰρ προϊὼν ὡς οὐδὲν ἐκ τούτων ταύτην διαπέφευγε τὴν ἐπιστήμην, ὡς καὶ
πᾶσαν ἐπιστήμην εἰς αὐτὴν ἀναφέρεσθαι. εἰ γὰρ τοῖς ζητουμένοις ἰσάριθμα
τὰ ἐν ἐπιστήμῃ γινόμενα, καὶ ἑκάστῳ τῶν ζητουμένων ταὐτὸν τῷ ὑποκει-
μένῳ τὸ ἐκ τῆς κατ' αὐτὸ ζητήσεως εὑρισκόμενον, εἰ καὶ τῷ λόγῳ διήνεγκε,
πάντα δὲ τὰ ζητούμενα ὑπὸ τὴν ἀπόδειξιν ἀναφέρεται, ὡς προϊόντος τοῦ
λόγου φανήσεται, ὑπ' αὐτὴν ἄρα καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, ὥστε καὶ
πᾶσα ἐπιστήμη· ἰσάριθμα οὖν, φησί, τὰ ζητούμενα τοῖς εἰς ἐπιστήμην
ἐρχομένοις. ζητοῦμεν γάρ, ἵν' εὑρήσομεν, ταὐτὸν δὲ εἰπεῖν ἵνα γνῶμεν· ὃ
οὖν ὡς ζητούμενον ἐξ ἀρχῆς προβληθῇ, τοῦτο τελευταῖον εὑρεθὲν ἐν γνώσει
8
γίνεται καὶ ἐπιστήμῃ τοῖς ζητήσασιν, ὡς εἶναι ταὐτὸν τῷ ὑποκειμένῳ τὸ
ζητούμενον πρότερον καὶ ὕστερον γινωσκόμενον; τῷ λόγῳ δὲ διαφέρειν
μόνον ὡς ζητούμενόν τε καὶ γινωσκόμενον, ὥσπερ καὶ πρόβλημα καὶ
συμπέρασμα. καὶ μὴν ὥσπερ ἐπὶ τῶν ζητουμένων κατ' αἴσθησιν οὐκ ἐξ
ἀνάγκης ἐν εὑρέσει τὸ ζητούμενον γίνεται, οὕτως οὐδ' ἐπὶ τῶν κατὰ
διάνοιαν· οὔτε γὰρ ὁ ζητῶν εὑρεῖν θησαυρὸν ἐξ ἀνάγκης εὑρίσκει θησαυρὸν
οὔθ' ὁ ζητῶν οἰκέτην δραπέτην ἐξ ἀνάγκης εὑρίσκει τὸν ἀποδράντα οὔτ'
αὖθις ὁ ζητῶν γνῶναί τι, ἐξ ἀνάγκης εὑρίσκει τὸ ζητούμενον· ὁ γὰρ τετρα-
γωνισμὸς τοῦ κύκλου ἐζήτηται μὲν παρὰ πολλοῖς, οὔπω δὲ εὕρηται. ὥστ'
οὐκ ἐξισάζειν ἀνάγκη τοῖς κατὰ λόγον ζητουμένοις ἃ ἐπιστάμεθα. ἢ οὐχ
οὕτως οὐδ' Ἀριστοτέλης ἴσα φησὶν εἶναι κατ' ἀριθμὸν τοῖς ζητουμένοις ἃ
ἐπιστάμεθα, ἵνα καθ' ἕκαστον μετρούμενα ἀλλήλοις ἐξισάζοιεν ὅσα ζητοῦμεν
καὶ ὅσα ἐπιστάμεθα, ἀλλ' ὅτι ὅσα κατὰ γένος ἐστὶ τὰ εἰς ζήτησιν προ-
βαλλόμενα, τοσαῦτά ἐστι καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, καὶ ὅτι τέσσαρα
καθόλου ταῦτα κἀκεῖνα. ζητοῦντες γὰρ περί τινος ἢ εἰ ἔστιν ἐκεῖνο
ζητοῦμεν ἢ τί ἐστιν, ἢ εἰ ὑπάρχει αὐτῷ τι ἢ διὰ τί ὑπάρχει αὐτῷ τι· ὅτι
δὲ τοσαῦτα καὶ οὔτε πλείω οὔτε ἐλάττω, δῆλον τίθησιν ἐκ τῆς διαιρέσεως,
ἅ τινά ἐστι ταῦτα ἐκθέμενος πρότερον.
Ποιεῖται δὲ τὴν ἔκθεσιν ἀπὸ τῶν συνθέτων ἀρχόμενος καὶ ἀνιὼν ἐπὶ
τὰ ἁπλᾶ, ὡς ἔθος αὐτῷ ποιεῖν ἀπὸ τῶν ἡμῖν ἀρχομένῳ προτέρων ἀεὶ
καὶ γνωριμωτέρων καὶ ἐπὶ τὰ φύσει ἀνιόντι πρότερά τε καὶ γνωριμώτερα.
τῇ γὰρ φύσει πρότερα τὰ ἁπλούστερα, ἡμῖν δὲ τὰ συνθετώτερα. ἔστι δὲ
ἁπλᾶ μὲν τὸ εἰ ἔστι καὶ τί ἐστιν, οἷον εἰ ἔστι νοῦς, εἰ ἔστι θεός, καὶ τί ἐστι
νοῦς καὶ τί ἐστι θεός, σύνθετα δὲ τὸ εἰ ὑπάρχει τῷδε τόδε καὶ διὰ τί ὑπάρχει
τῷδε τόδε, οἷον εἰ ἡ σελήνη ἐκλείπει, καὶ διὰ τί ἡ σελήνη ἐκλείπει, καὶ εἰ ἡ
γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, καὶ διὰ τί ἡ γῆ κέντρου λόγον ἐπέχει
πρὸς τὸ πᾶν. καὶ οὕτω μέν, ὥσπερ εἴρηται, δύο ἐστὶ τὰ ἁπλᾶ προβλήματα,
καὶ δύο τὰ σύνθετα. οὗτος δὲ τὸ εἶναι ἄλλῳ ἄλλο καὶ διὰ τί ἐστιν ἄλλῳ
ἄλλο τοῦ εἶναί τι καὶ τί ἐστι προτίθησιν. ἡ δὲ διαίρεσις ἐξ ἧς τὸ ποσὸν
τῶν προβλημάτων εὑρίσκεται, πρόεισιν οὕτως· ἢ γὰρ τὸ εἶναί τι ζητοῦμεν
ἢ τὴν αἰτίαν τοῦ εἶναί τι, καὶ τούτων ἑκάτερον διττόν· ἢ γὰρ ἁπλοῦν ἐστιν
ἢ σύνθετον. ἢ γὰρ αὐτό τι ζητοῦμεν πρᾶγμα καθ' ἑαυτὸ εἰ ἔστιν, ἤγουν
εἰ ἐν τοῖς οὖσίν ἐστιν, οἷον Ἱπποκένταυρον ἢ θεόν, ἢ εἶναι αὐτὸ λαβόντες
ζητοῦμεν εἰ ἔστιν αὐτῷ τι ἕτερον, οἷον τὴν ψυχὴν λαβόντες εἶναι ζητοῦμεν
εἰ ἔστιν ἀθάνατος, τουτέστιν εἰ ἔστιν αὐτῇ τὸ ἀθάνατον. ἢ τὴν γῆν
λαβόντες εἶναι ζητοῦμεν, εἰ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, τουτέστιν εἰ
ὑπάρχει τῇ γῇ τὸ κέντρου λόγον ἐπέχειν πρὸς τὸ πᾶν. καὶ ταῦτα μὲν
δύο τοῦ εἶναι· ἁπλοῦν τε καὶ σύνθετον, ἕτερα δὲ δύο τὴν αἰτίαν ζητοῦντα
9
ἢ τοῦ εἶναί τι ἁπλῶς ἢ τοῦ αὐτῷ τι εἶναι, ὧν τὸ μὲν τί ἐστιν ὀνομάζεται,
τὸν ὁρισμὸν ἀπαιτοῦν, ὅστις αἰτία ἐστὶ τοῦ εἶναι τὸ πρᾶγμα· εἶδος γὰρ ὁ
ὅρος, τὸ δὲ εἶδος αἴτιον. καὶ ἔστι τοῦτο ἁπλοῦν τὸ πρόβλημα, τὸ δὲ διὰ
τί ἐστι καλεῖται καὶ σύνθετόν ἐστι· τὴν γὰρ αἰτίαν ζητεῖ τοῦ εἶναι ἄλλῳ
ἄλλο, ἧς ἡ ἀπόδοσις κατὰ τὸν τῆς ἐπιστήμης προβᾶσα διορισμὸν ἀπόδειξίς
ἐστι. καὶ οὕτω γίνονται τέσσαρα τὰ προβλήματα. καὶ αὖθις ἑτέρως· πᾶσα
ζήτησις ἢ περὶ ἁπλοῦ τινός ἐστιν ἢ περὶ συνθέτου τινός. ἁπλοῦν μέν ἐστιν
ὃ ὑπὸ μιᾶς κατηγορίας σημαίνεται, οἷον νοῦς θεός, σύνθετον δὲ ὃ ὑπὸ
πλειόνων, οἷον ἡ σελήνη ἐκλείπει, τὸ δίκαιον φύσει ἐστίν· ὅταν οὖν ἁπλοῦν
ζητῶμεν, ἢ τὸ εἶναι αὐτοῦ ζητοῦμεν ἢ τὸ τί ἦν εἶναι αὐτῷ, οἷον εἰ ἔστι
νοῦς ἢ τί ἐστι νοῦς· ὅταν δὲ σύνθετον, ἢ εἰ ὑπάρχει αὐτῷ τι ἢ διὰ τί
ὑπάρχει αὐτῷ τι, οἷον εἰ ἡ γῆ πρὸς τῷ κέντρῳ ἐστὶ τοῦ παντὸς ἢ διὰ τί
ἡ γῆ πρὸς τῷ κέντρῳ ἐστὶ τοῦ παντός, ἢ εἰ ἡ σελήνη ἐκλείπει ἢ διὰ τί
ἡ σελήνη ἐκλείπει. τὸ μὲν οὖν πρότερον εἰ ἔστιν Ἀριστοτέλης ὠνόμασεν·
αὐτὸ γὰρ ζητεῖ τὸ εἶναι τὸ πρᾶγμα ἁπλῶς· τὸ δὲ δεύτερον τί ἐστι· τὸν γὰρ
ὁρισμὸν ἀπαιτεῖ τοῦ εἶναι δοθέντος πράγματος, ὃς ἐν τῷ τί ἐστιν ἀποδίδοται·
τὸ δὲ τρίτον ὅτι, τουτέστιν εἰ ὑπάρχει αὐτῷ τι ἁπλῶς χωρὶς τῆς αἰτίας.
τὸ δὲ τέταρτον διὰ τί· τὴν γὰρ αἰτίαν ἐξετάζει τοῦ εἶναι τούτῳ ἐκεῖνο.
καὶ ἔστι καὶ οὕτω τέτταρα τὰ πάντα προβλήματα. καὶ οὕτω μὲν λογικῶς
ἐκ τῆς διαιρέσεως ἡ τῶν ζητουμένων ποσότης δέδεικται. ἐπεὶ δ' ὁ λόγος
ὁ ἐν ἡμῖν ὄντα πρότερον γινώσκει τὰ πράγματα καὶ μιμεῖται τὰ τούτων
αἴτια γνωστικῶς, ὑπέρ τε τὴν φύσιν γίνεσθαι πέφυκε καὶ τοῖς θείοις συν-
άπτεσθαι τῷ τε νῷ συγγίνεσθαι νοητικῶς καὶ ἔτι τῷ ἑνὶ ὑπὲρ νόησιν, ὡς
εἶναι καὶ τὴν διανοητικὴν γνῶσιν αὐτῷ τῇ τε κατὰ τὴν φύσιν δημιουργίᾳ
συνᾴδουσαν καὶ πρὸς θεὸν καὶ τὰ θεῖα δυνατὴν ἀναφέρεσθαι, οὐ περιττὸν
ἴσως λογικῶς ἀποδόντας περὶ τῆς τῶν ζητουμένων ποσότητος εἰπεῖν τι καὶ
φυσικῶς, ἔπειτα καὶ θεολογικῶς. εἰ γὰρ τέσσαρα τὰ αἴτια ἐν τοῖς Φυσικοῖς
τεθεώρηται, εἰκότως καὶ τρόπος ζητήσεως ἕκαστος πρὸς ἕκαστον εὑρίσκεται
τῶν αἰτίων, τὸ μὲν εἰ ἔστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως μιμούμενον·
πρὸς γὰρ τὸ αἴτιον τοῦ εἶναι ἁπλῶς καὶ ἡ τοῦ εἶναι ἁπλῶς ζήτησις εὕρηται·
τὸ δὲ τί ἐστι κατὰ τὸ εἰδικόν ἐστιν αἴτιον, ἐπεὶ καὶ εἶδος καὶ λόγος ὁ
ὁρισμός. τὸ δὲ ὅτι κατὰ τὴν ὕλην ὡς παρεισάγον τὸ ὑποκείμενον ἐν ᾧ
ἄλλο ἐστί· τὸ δὲ διὰ τί ἐστι κατὰ τὸ τέλος, λόγον ἀπαιτοῦν τῆς συνθέσεως,
ἐπεὶ καὶ τῶν μετὰ τὸ ἓν ἤδη καὶ ὧν ἐπὶ πλέον ἢ ἓν ἡ ὑπόστασις, τὸ ἐπὶ
τέλος ἕτερον ἑαυτῶν ἀναφέρεσθαι. καὶ αὖθις ὥσπερ τὸ ἓν πρώτιστον ἁπάν-
των ἐστὶ καὶ ἐξῃρημένον τῶν ἐξ αὐτοῦ προϊόντων, ἄρρητόν τε παντὶ λόγῳ
καὶ ἄφραστον καὶ ἄγνωστον πάσῃ γνώσει καὶ ἄληπτον, αἰτία πρωτίστη διὰ
πάντων χωροῦσα τῶν ἐξ αὐτῆς καὶ μηδενὸς τῶν μετ' αὐτὴν ἀπολειπομένη,
10
τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ εἰ ἔστι ζήτησις πάσης ζητήσεως ὑπερήπλωται
καὶ καθ' ἑαυτὴν πρὸ τῶν λοιπῶν τεθεώρηται καὶ ταῖς ἄλλαις παρέπεται,
οὐκ εἶδος ζητοῦσα καθ' ἑαυτήν, οὐκ αἴτιον, ἀλλ' αὐτὸ τὸ εἶναι ἁπλῶς.
καὶ ὥσπερ ἐκεῖ τοῦ ἑνὸς μὴ τιθεμένου πάντα ἀναιρεῖται καὶ οὐδὲν ὑπο-
στῆναι δύναται, καὶ διὰ πάντων ἐκεῖνο χωρεῖ μηδὲν ἑαυτοῦ καταλιμπάνον
μονούμενον, οὕτω δὴ κἀνταῦθα εἰ μὴ τὸ εἶναι τεθῇ, οὐ τὸ τί ἦν εἶναι
οὐδέ τι ἕτερον ὑπολείπεται, συνέπεταί τε τοῖς ἄλλοις πᾶσιν ἡ τοῦ εἶναι
ἁπλῶς ἐξ ἀνάγκης ἔννοια. καὶ ὥσπερ ἐκεῖ τὸ πέρας φασὶ καὶ τὸ ἄπειρον
ἐκ τῆς πρώτης αἰτίας προϋφίστασθαι, τὸ μὲν τὰ ὄντα ὁρίζον καὶ αἴτιον
τοῖς πᾶσιν ὑπάρχον μονιμότητος καὶ ἑνώσεως καὶ συνοχῆς, τὸ δὲ τοῦ εἰς
ἀπογεννήσεις προϊέναι καὶ τοῦ πληθύνεσθαι, οὕτως ἐνταῦθα τὸ μὲν τί
ἐστι καὶ ὁ ὅρος τῷ πέρατι ἐοικὼς τὴν ἑκάστου παρίστησιν ἰδιότητα, περατοῖ
δὲ καὶ ὁρίζει καὶ συνέχει τὰ ὁριστά, καὶ ποιεῖ παραμένειν ἐν ταῖς σφῶν
ἰδίαις ὑπάρξεσι. τὸ δὲ εἰ ὑπάρχει τῷδε τόδε ἀρχὴν συνθέσεως καὶ πληθύος
παρέχεται ταῖς ζητήσεσι, δυάζον ἤδη τὰ πράγματα καὶ ἄλλο μὲν παριστῶν
τὸ περὶ οὗ ἡ ζήτησις γίνεται, ἄλλο δὲ τὸ περὶ αὐτοῦ ζητούμενον. καὶ ἔτι
ὡς τὸ ὂν ἐκεῖ μικτὸν ἐκ τοῦ πέρατος καὶ τῆς ἀπειρίας φασὶ καὶ τριαδικὸν
τοῦτο τιθέασι, μῖγμα μὲν ὂν τῶν εἰρημένων δυοῖν, τὸ ἓν δὲ ἔχον τὸ τὴν
μῖξιν ἀπεργαζόμενον, οὕτω δὴ κἀνταῦθα τὸ διότι ὑπάρχει τῷδε τόδε τόν
τε ὅρον ἔχει τῇ ἀποδόσει τῆς αἰτίας ἀναφαινόμενον καὶ τὸ εἶναι τῷδε τόδε
ὁμολογούμενον, καὶ τὸ εἶναι ἁπλῶς ἄμφω τοὺς ὅρους τοῦ συμπεράσματος,
καὶ τριαδικὴν τὴν ἅπασαν σύνθεσιν τῶν τε ἄκρων καὶ τοῦ μέσου. καὶ αὖθις
ὥσπερ τὸ ὂν τριαδικὸν διὰ τὴν μῖξίν φασιν, ὅτι τριῶν τούτων ἐν παντὶ
μικτῷ δεῖ, κάλλους ἀληθείας συμμετρίας, οὕτω δὴ καὶ ἐν τῇ τοῦ διότι
ἀποδείξει τό τε εὔσχημον τοῦ λόγου θεωρεῖται, κάλλος ὂν προσῆκον αὐτῷ,
καὶ τὸ ἀληθὲς τῶν προτάσεων, καὶ τὸ σύμμετρον τῷ ἐξ ἀνάγκης εἶναι
τάς τε προτάσεις καὶ τὸ συμπέρασμα. εἰ δὲ βούλει, τὰ μὲν πρῶτα σιγῇ
ἐάσθων ὥσπερ ἐν ἀδύτοις ἱεροῖς ἀποκεκρυμμένα, τό τε αἴτιον ἓν καὶ τὰ
ἐξ ἐκείνου δεικνυόμενά τε καὶ ἐκφαινόμενα, οὐ ποιούμενα οὐδὲ παραγόμενα·
ἐκ τῶν ποιουμένων δὲ ὁ λόγος γινέσθω, καὶ ἔστω πρῶτον τὸ ὄν, ταὐτὸν
δὲ εἰπεῖν τὸ νοητόν, εἶτα ἡ ζωή, ταὐτὸν δὲ εἰπεῖν ἡ νόησις, εἶτα ὁ νοῦς,
ταὐτὸν δὲ εἰπεῖν τὸ νοοῦν, καὶ ἔσχατον ἡ ψυχή. τὸ μὲν οὖν εἰ ἔστι περὶ
τοῦ εἶναι ζητοῦν ἁπλῶς τοῦ ἁπλῶς ὄντος ἔστιν εἰκών· τὸ δὲ τί ἐστιν
ἐπεὶ τὸ γνώρισμα τοῦ ὄντος ζητεῖ καὶ ἐκεῖνο ἐκφαίνει ὡσπερεὶ κρυπτόμενον,
καὶ πρόοδος ἐκείνου εἰς τοὐμφανὲς ἐκ τοῦ ἀφανοῦς γίνεται, τῆς ζωῆς ὡς
δυνάμεως οὔσης ἢ ἐνεργείας, δι' ἧς τὸ ὂν νοεῖται καὶ καταλαμβάνεται· τὸ
δὲ εἰ ὑπάρχει τῷδε τόδε, τοῦ νοῦ ὡς ἄμφω ἑαυτῷ συνάπτοντος, νόησίν
τε καὶ τὸ νοητόν, τὸ μὲν ὡς ὑποκείμενον, τὴν δὲ περὶ αὐτὸ ἢ πρὸς αὐτὸ
11
ἀποτεινομένην. τῆς ψυχῆς δὲ τὸ διὰ τί ἐστιν, ὅτι λόγος αὕτη ἐστὶ καὶ
λόγους τῶν ὑπὸ λόγον καὶ αἰτίας τῶν ὑπ' αἰτίαν καὶ μέσα τῶν ἐμμέσων
ἀναζητεῖ τε καὶ ἀνευρίσκει· ὅθεν δὴ καὶ τὸ πόθεν ποῖ κινεῖσθαι αὐτῇ ἀπὸ
προτάσεων ἐπὶ τὰ συμπεράσματα.
Καλῶς δὲ ἐνταῦθα τῇ τῶν ζητουμένων διαιρέσει ἐπέστησεν ὁ Θεμί-
στιος καὶ τὴν διαφορὰν παραδέδωκε τῆς τε ἐνταυθοῖ περὶ τῶν προβλημάτων
διδασκαλίας καὶ τῆς ἐν τοῖς Τοπικοῖς. ἐκεῖ μὲν γὰρ περὶ τῶν διαλεκτικῶν
μόνων προβλημάτων ἐδίδαξεν, ὧν οὐδέν ἐστιν ἁπλοῦν, ἀλλ' ἐν συνθέσει
ἅπαντα καὶ μόνῳ τῷ τρόπῳ προτάσεως διαφέροντα. πᾶσα μὲν γὰρ πρό-
τασις ἐν συνθέσει, πρόβλημα δὲ οὐ πᾶν· ὅσα δὲ τῶν προβλημάτων ἐν
συνθέσει ἐστί, ταῦτα καὶ προτάσεις γενέσθαι δύναται, ἐπὶ μὲν τῶν δια-
λεκτικῶν τὸν τρόπον μεταβαλόντα τῆς χρήσεως, ἐπὶ δὲ τῶν ἐπιστημονικῶν
τοῖς ἐφεξῆς εἰς ἀπόδειξιν τὰ πρότερα συμβαλλόμενα.
Ἅπαν τοίνυν διαλεκτικὸν πρόβλημα ἢ εἰ ὑπάρχει ζητεῖ αὐτό τι καθ'
αὑτό, ὡς ἐπὶ τοῦ εἰ ἔστι θεός, εἰ ἔστι κενόν, ἢ εἰ ἐν ἑτέρῳ ὑπάρχει·
καὶ τοῦτο διττόν ἐστιν, ἢ εἰ ἁπλῶς ὥσπερ ἐπὶ τοῦ συμβεβηκότος, ἢ πῶς
οἷον ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρος. τὸ μὲν οὖν πρῶτον ὑπὸ τὸ εἰ
ἔστιν ἁπλῶς, τὰ δὲ μετ' ἐκεῖνο πάντα ὑπὸ τὸ ὅτι ἔστι. καὶ εἰ ταὐτὸν γὰρ
τῷδε τόδε, τοιοῦτόν ἐστι· ζητεῖ γὰρ εἰ συμβέβηκε τῷδέ τινι ταὐτὸν εἶναι
ἐκείνῳ πρὸς ὅ ποτε εἴληπται. καὶ τὰ συγκριτικὰ δὲ ὡσαύτως· ζητοῦσι
γὰρ εἰ συμβέβηκε τῷδέ τινι κρεῖττον εἶναι ἐκείνου τινὸς ἢ χεῖρον ἤ τι
τοιοῦτον. ὡς εἶναι τὰ διαλεκτικὰ πάντα προβλήματα ὑπὸ τὸ εἰ ἔστι καὶ
ὅτι ἐστὶν ἀναγόμενα· εἰ γὰρ καὶ περὶ ὅρου ζητῆσαί ποτε διαλεκτικῆς ἐστιν,
ἀλλ' οὐ διαλεκτικὸν τὸ τί ἐστι ζήτημα, ἐπεὶ μηδὲ ἁπλῶς ἡ διαλεκτικὴ
εἰσηγεῖται τὸ τί ἐστιν ἀλλ' εἰ τόδε τῷδε ὑπάρχον ὅρος ἐκείνου ἔστι. οὔτε
οὖν τὸ τί ἐστιν οὔτε τὸ διὰ τί ἐστι διαλεκτικὸν πρόβλημα, τὸ μὲν ὅτι
ἁπλοῦν ἐστιν, οὐδὲν δὲ τοιοῦτον διαλεκτικὸν πρόβλημα (οὐ γὰρ ἂν μόνῳ
τῷ τρόπῳ προτάσεως διέφερεν) ἀμφότερα δὲ ὅτι τούτων οὐδέτερον προ-
βαλλόμενον δίδωσι τῷ ἀποκρινομένῳ ἑλέσθαι ὃ βούλεται τῆς ἀντιφάσεως
μόριον. ἐπιστήμης γὰρ ἕνεκεν ἀλλ' οὐκ ἐλέγχου χάριν πυνθάνεται ὁ τὴν
αἰτίαν τῶν ζητουμένων ἐπιστημονικῶς μετιών.
{<Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.>}
Ἐπεὶ ὁ ἀνθρώπινος νοῦς ἀτελής ἐστιν ἐξ ἀρχῆς, ὡς ἐκ τοῦ δυνάμει
προβαίνειν εἰς τὴν ἐνέργειαν, διὰ τοῦτο καὶ ἐκ ζητήσεως τοῦ γνωστοῦ εἰς
12
εὕρεσιν αὐτοῦ παραγίνεται. τὰ γένη τοίνυν τῶν ζητουμένων τοσαῦτά ἐστιν,
ὅσα καὶ τὰ τῶν γινωσκομένων. ἐνδεὴς γὰρ ὢν ὁ νοῦς τῆς τοῦ γνωστοῦ
γνώσεως ζητεῖ, καὶ εὑρὼν ἐκεῖνο εὕρηκεν ὃ ἐζήτηκεν. ἢ δὴ ἁπλῶς τὸ
εἶναι ζητήσας τοῦτο εὕρηκεν ἢ τὸ τί ἐστιν ἢ τὸ ὑπάρχειν τί τινι ἢ τὸ
διὰ τί ὑπάρχει τί τινι. δόξειε δ' ἂν διὰ τοῦ ἀδήλου δεικνύναι τὸ ἄδηλον
ὁ Ἀριστοτέλης· ἀδήλου γὰρ οὔσης τῆς τε τῶν ζητουμένων τῆς τε τῶν
γινωσκομένων ποσότητος ἔοικε τὴν ἑτέραν διὰ τῆς ἑτέρας δεικνύναι. οὐκ
ἔστι δὲ τοῦτο ἀληθές· οὐ γὰρ ἔλαβεν οὐδετέραν ὁμολογουμένην ποσότητα,
ἵνα δόξῃ δι' ἐκείνης τὴν ἑτέραν δεικνύναι, ἀλλ' ἀμφοῖν ἀδήλων οὐσῶν
τοῦτο μόνον εἶπεν ὅτι δεῖ εἶναι ἰσάριθμα ἀλλήλοις τὰ ζητούμενα καὶ τὰ
ἐν ἐπιστήμῃ γινόμενα, ὥσθ' ὁποτερωνοῦν τῆς ποσότητος δεδειγμένης
συναποδεδειγμένην εἶναι καὶ τὴν τῶν ἑτέρων αὐτῇ. διὸ καὶ ἐπάγει
{<Ζητοῦμεν δὲ τέτταρα, τὸ ὅτι, τὸ διότι, εἰ ἔστι, τί ἐστιν.>}
Ἡ μὲν ἀπαρίθμησις αὕτη τῶν ζητουμένων. ὅτι δὲ τοσαῦτα καὶ οὔτε
πλείονα οὔτε ἐλάττονα κατὰ γένος ἐστὶ τὰ ζητούμενα, ἤδη δείκνυσι τῇ
διαιρετικῇ μεθόδῳ χρώμενος. τί δὲ τούτων ἕκαστον δηλοῖ, ἅπερ ὡς
ὀνόματα τοῖς τῶν ζητουμένων ἔθετο γένεσι λόγους ἀντ' ὀνομάτων λαβών,
ἤδη εἴρηται. εἰρήσεται δ' εἰσέτι κατὰ μέρος τὴν λέξιν ἐπεξιοῦσιν.
{<Ὅταν μὲν γὰρ τόδε ἢ τόδε ζητῶμεν.>}
Δῆλον ἤδη ποιεῖται τὸ προτεθέν, λέγω δὴ τὴν τῶν ζητουμένων
ποσότητα· χρῆται δὲ καὶ παραδείγματι καθ' ἕκαστον, ἄγων δι' αὐτοῦ τὴν
διδασκαλίαν ἐπὶ τὸ σαφέστερον. ὅταν μὲν γάρ, φησίν, τόδε ἢ τόδε ζητῶμεν
εἰς ἀριθμὸν θέντες, τουτέστιν ὅταν τι σύνθετον προθῶμεν πρόβλημα ἤγουν
ἄλλῳ ἄλλο ὑπάρχειν δηλοῦν, ταὐτὸν δὲ εἰπεῖν ὑποκείμενον καὶ κατηγορού-
μενον· τοῦτο γάρ ἐστι τὸ <εἰς ἀριθμὸν θέντες.> τὸ γὰρ ἁπλοῦν μοναδικόν
ἐστιν, ἡ δὲ μονὰς οὐκ ἀριθμός· πλῆθος δὲ ἡ δυάς, διὰ τοῦτο καὶ ἀριθμός.
ὅταν οὖν τὴν ζήτησιν ἐν πλήθει καὶ ἀριθμῷ θέμενοι, ταὐτὸν δὲ εἰπεῖν ἐν
συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ταύτην ποιήσαντες, οὕτω προ-
φέρωμεν, καὶ ἐπάγει εὐθὺς τὸ παράδειγμα <οἷον πότερον ἐκλείπει ὁ
ἥλιος ἢ οὔ;> ἄλλο γὰρ τῷ λόγῳ ἥλιος καὶ ἄλλο τὸ ἐκλείπειν· ταῦτα
τοίνυν δύο πράγματα ὄντα ἀλλήλων ἕτερα λαβόντες ἐν ἑνὶ συντίθεμεν προ-
βλήματι καὶ ζητοῦμεν εἰ ὑπάρχει θατέρῳ θάτερον ἢ μή. ὅταν οὖν, φησίν,
οὕτω ποιῶμεν, τὸ ὅτι ζητοῦμεν. ὅτι δὲ οὕτως ἔχει καὶ τοιαύτη ἐστὶν
οἵαν εἴπομεν ἡ περὶ τῆς ἐκλείψεως τοῦ ἡλίου ζήτησις ἥδε, δῆλον ποιεῖται
διὰ τοῦ ἐπιφερομένου.
13
{<Σημεῖον δὲ τούτου· εὑρόντες γὰρ ὅτι ἐκλείπει πεπαύ-
μεθα, καὶ ἐὰν ἐξ ἀρχῆς εἰδῶμεν ὅτι ἐκλείπει, οὐ ζητοῦμεν
πότερον.>}
Ὅτι, φησί, περὶ τοῦ εἰ ὑπάρχει ἄλλῳ ἄλλο ἡ εἰρημένη περὶ τοῦ
ἐκλείπειν τὸν ἥλιον ζήτησις, δῆλον ἐκ τῆς περὶ αὐτοῦ ἐπιστήμης. εἴτε γὰρ
μετὰ τὸ ζητῆσαι ἡ γνῶσις αὐτοῦ ἡμῖν παραγένηται, πεπαύμεθα τῆς
ζητήσεως, εἴτε καὶ ἄνευ ζητήσεως τύχωμεν εἰδότες ὅτι ἐκλείπει, οὐκ ἄν
ποτε ζητήσαιμεν περὶ αὐτοῦ. εἰ οὖν ἡ γνῶσις αὐτοῦ ἢ παύει προλαβοῦσα
τὴν ζήτησιν καὶ οὐκέτι ἐᾷ ζητεῖν, ἢ οὐδὲ τὴν ἀρχὴν καταλιμπάνει γίνε-
σθαι ταύτην, εἰ πρὸ ταύτης τύχῃ ὑπάρχουσα, δῆλον ὅτι ἡ ἄγνοια αὐτοῦ
ἐν αἰσθήσει γινομένη ποιεῖ τὴν ζήτησιν. ἔστιν ἄρα γένος ζητήματος περὶ τοῦ
ὑπάρχειν ἄλλῳ ἄλλο γινόμενον, καὶ ἡ ἐπιχείρησις αὐτῷ ἐκ τοῦ ἐναντίου
γεγένηται.
{<Ὅταν δὲ εἰδῶμεν τὸ ὅτι, τότε τὸ διότι ζητοῦμεν.>}
Ἐπὶ τὸ δεύτερον μεταβαίνει πρόβλημα ὁμογενὲς ὂν καὶ αὐτὸ τῷ
προτέρῳ, ὅτι γε ἄμφω σύνθετα καὶ εἰς ἀριθμόν, ὡς εἴρηκεν αὐτός, ἐντιθέ-
μενα, διάφορον δ' ἐκείνου, ὅτι ἐκεῖνο μὲν τὸ ἁπλῶς εἶναι τῷδε τόδε
ἐζήτει, τοῦτο δὲ ἐξετάζει τὸ διὰ τί, τουτέστι τὴν αἰτίαν τοῦ ὑπάρχειν ἑτέρῳ
ἕτερον· ὅπερ γίνεται, ὅταν τὸ μὲν ὑπάρχειν ἕτερον ἑτέρῳ γινώσκωμεν ἢ
ἐξ αἰσθήσεως καταλαβόντες ἢ ἀπὸ λόγου τινός, ἀγνοῶμεν δὲ τὴν αἰτίαν δι'
ἣν ὑπάρχει. καὶ ἔστιν ἐκεῖνο τούτου φύσει πρότερον, τοῦτο δὲ ἐκείνου
ἐπιστημονικώτερον· ἀγνοουμένου γὰρ εἰ ὑπάρχει ὅλως τῷδε τόδε, περιττὸν
πάντως ἐστὶ ζητεῖν διὰ τί ὑπάρχει, ἵνα μὴ λέγω καὶ εὔηθες. ἢ ἴσως τῷ
μὲν καθ' ἡμᾶς λόγῳ τὸ ὅτι τοῦ διὰ τί πρεσβύτερον, τῇ δὲ φύσει ἀνάπαλιν·
τελειοτέρα γὰρ ἡ μετὰ τῆς αἰτίας γνῶσις, τὰ δὲ τελειότερα φύσει πρότερα
καὶ τὸ αἴτιον τοῦ ἐξ αὐτοῦ πρότερον, κἂν τῶν ἀεὶ συνόντων ἀλλήλοις
ταῦτα εὑρίσκηται. ὅταν δὲ ἐκεῖνο δῆλον ἡμῖν ᾖ, ἀγνοῆται δὲ διὰ τί,
τότε ἤδη τοῦτο ζητεῖσθαι ἔχει καιρόν· ποιήσει δὲ τὸν λόγον σαφέστερον
ἐπενεχθὲν τὸ παράδειγμα.
{<Οἷον εἰδότες ὅτι ἐκλείπει καὶ ὅτι κινεῖται ἡ γῆ, τὸ
διότι ἐκλείπει ἢ διότι κινεῖται ζητοῦμεν.>}
Γνόντες γὰρ ὅτι ὑπὲρ γῆν ὄντα τὸν ἥλιον συμβαίνει σκιὰν μὴ ποιεῖν,
ἢ αἰθρίας οὔσης μὴ ὁρᾶσθαι τὸ φῶς αὐτοῦ ὄντος ὑπὲρ γῆν, ἔγνωμεν ὅτι
14
ἐκλείπει, καὶ οὐκέτι περὶ τούτου μαθεῖν δεόμεθα· διὸ οὐδὲ ζητοῦμεν, εἴ
γε διὰ γνώσεως ἔνδειαν καὶ πρὸς μάθησιν πᾶσα λογικὴ ζήτησις· ἀγνο-
οῦντες δὲ τὴν αἰτίαν δι' ἣν τοῦτό ἐστι ζητοῦμεν περὶ αὐτῆς, ἵν' ἐν ἐπιστήμῃ
τοῦ πράγματος γενώμεθα. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ κινεῖσθαι τὴν γῆν· ὅταν
γὰρ ὅτι παλμὸς αὐτῆς καὶ τρόμος τις γίνεται γνῶμεν, οὐκέτι περὶ τούτου
ζητεῖν χρείαν ἔχομεν, ἀλλὰ ζητοῦμεν διὰ τί τοῦτο γίνεται. καὶ τοῦτο
ἡμῖν γίνεται, διότι σὺν λόγῳ ζωὴ ἡ ψυχή, καὶ λόγος ἑκάστῳ τὸ αἴτιον·
ὡς γοῦν τὸν λόγον ἑαυτῇ σύμφυτον ἔχουσα ζητεῖ τοὺς λόγους τῶν ὑπὸ
λόγον, ἵνα μὴ τούτων λειπομένη τῆς οἰκείας ἐνδέοιτο τελειότητος. ὥστε
ἡ πρὸς ἐπιστήμην ὄρεξις τῇ ψυχῇ τῆς οἰκείας ἐστὶν ἔφεσις τελειότητος,
καὶ οἱ κατὰ φύσιν ἔχοντες πάντες φύσει ταύτης ὀρέγονται, οἱ δ' ἄλλως
διακείμενοι, ὡς ἔχειν ἀνεπιστρόφως πρὸς ἐπιστήμην, διεστράφαταί τε καὶ
διεφθόρασιν ἀγνοοῦντες ὡς καὶ θεοῦ τῆς πρώτης καὶ κοινῆς ἁπάντων αἰτίας
ἐντεῦθεν καταφρονοῦντες ἐλέγχονται. διὰ γὰρ τῶν προσεχεστέρων λόγων
καὶ συγγενεστέρων ἀναφέρεσθαι πεφύκασιν αἱ ψυχαὶ πρὸς τὸ πάντων ἐπέ-
κεινα· εἰ οὖν πρὸς τούτους ὀκλάζουσί πως καὶ ἀναδύονται, σχολῇ γ' ἂν
πρὸς τὸ πρῶτον καὶ ὑπεροχικώτατον ἀναχθῆναι βουλήσονται ἢ δυνήσονται.
ὥσπερ οὖν τὸ πρότερον πρόβλημα δῆλον τέθεικεν ἐκ τοῦ παραδείγματος,
οὕτω δὴ καὶ τοῦτο τὸ μετ' ἐκεῖνο· ὡς εἶναι δῆλον καὶ ἐκ τῶν ἐπὶ τούτῳ
παραδειγμάτων ὡς ἔστι καὶ τοιοῦτον γένος προβλήματος ἕτερον.
{<Καὶ ταῦτα μὲν οὕτως· ἔνια δ' ἄλλον τρόπον ζητοῦμεν.>}
Εἰπὼν περὶ τῶν ἐν συνθέσει καὶ ἐν ἀριθμῷ προβλημάτων ἐπὶ τὰ
ἁπλᾶ πρόεισιν, οὐχ ὡς φύσει ὄντα πρότερα προτάξας ἐκεῖνα ἀλλ' ἀπὸ τῶν
ἡμῖν σαφεστέρων καὶ γνωριμωτέρων ἀρξάμενος· τοιαῦτα γὰρ τὰ σύνθετα.
συμπεραίνων οὖν τὰ εἰρημένα φησὶν <ταῦτα μὲν οὕτως,> ἤγουν ταῦτα μὲν
τοιοῦτον ἔχει τρόπον ζητήσεως περὶ τοῦ ἄλλῳ ὑπάρχειν ἄλλο πραγμα-
τευόμενα, τὸ μὲν ἁπλῶς, τὸ δὲ διὰ τί. <ἔνια δ' ἄλλον τρόπον,> τουτέστιν
εἰσὶ δὲ προβλήματα ἕτερα οὐ σύνθεσιν ἔχοντα οὐδὲ ἀριθμῷ εἰσαγόμενα,
ἀλλὰ τρόπον ἕτερον, ἤτοι ἐν ἁπλότητι καὶ μονάδα μόνην πράγματος
ἔχοντα, ἐν οἷς οὐκ ἔστι τὸ εἶναι ὡς προσκατηγορούμενον, ἀλλ' αὐτὸ τοῦτο
κατηγορούμενον. τοῦτο εἰπὼν ἐπάγει παράδειγμα τρόπου ζητήσεως ἑτέρου
παρὰ τοὺς προλαβόντας, οἷον εἰ ἔστιν ἢ μὴ ἔστιν Κένταυρος ἢ θεός, τοι-
αῦτα παραλαβὼν ὑποκείμενα, ὧν τὸ εἶναι ἠγνόηται, τοῦ μὲν ὡς μὴ ὄντος
μηδαμῶς (τοῦ γὰρ ὄντος ἡ γνῶσις) τοῦ δὲ ὡς ὑπερόντος καὶ οὕτω μὴ
15
ὄντος. ἔδει γὰρ τοιαῦτα παραλαβεῖν εἰς παράδειγμα τοῦ τοιούτου ζητή-
ματος, ἐν οἷς εἰ ὅλως ἔστι τὸ πρᾶγμα ἡ ζήτησις. ἐπεὶ δὲ δοκεῖ πως τὸ
πρῶτον πρόβλημα τοιοῦτον εἶναι (ἔοικε γὰρ κἀκεῖ περὶ τοῦ εἰ ἔστιν εἶναι
ἡ ζήτησις, διὰ τὸ ζητεῖσθαι εἰ τὸ κατηγορούμενόν ἐστι τῷ ὑποκειμένῳ)
τὴν διαφορὰν εὐθὺς ἐπιφέρει λέγων
{<Τὸ δ' εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω, οὐκ εἰ λευκὸς ἢ μή.>}
Τουτέστιν οὐχ οὕτω λέγω τὸ εἰ ἔστιν, ἵνα τις ὑπολάβῃ ὡς εἰ ἔστι
λευκὸς ἢ μὴ ἔστι λευκός· τοῦτο γὰρ οὐ περὶ αὐτοῦ ἐστι τοῦ ὑποκειμένου,
οὐδ' ἁπλοῦν τὸ ζήτημα, ἀλλὰ σύνθετόν τε καὶ περί τινος ἄλλου, εἴπερ
ὑπάρχει αὐτῷ. ἀλλ' <ἁπλῶς λέγω,> τουτέστιν αὐτὸ τὸ ὑποκείμενον λαμβάνω
ἁπλῶς καὶ ζητῶ, εἰ ἔστιν ἢ μὴ τὸ εἶναι καὶ μὴ εἶναι οὐ προσκατηγορῶν
ἀλλὰ κατηγορῶν. ὡς εἶναι ταύτην ἑτέραν τῷ γένει τὴν ζήτησιν καὶ
γίνεσθαι δῆλον ἐκ τοῦ ἐπ' αὐτῇ παραδείγματος ὡς ἔστι καὶ τοιοῦτο γένος
ζητήματος.
{<Γνόντες δ' ὅτι ἔστι τί ἐστι ζητοῦμεν, οἷον τί οὖν ἐστι
θεός, ἢ τί ἐστιν ἄνθρωπος.>}
Ὁρᾶς, ὅτε μὲν περὶ τοῦ εἰ ἔστιν ὅλως τὸ ζήτημα ἦν, καὶ…
μ…
The complete text is available when the reading interface loads.